📜 Verbum · 聖言
原文誦讀聖經與教父文獻
♥ 贊助

← 回書卷目次 · 希臘教父 › 啟示錄註

啟示錄註 第 1 章 第 11/14 段

希臘文原文.207 節.部分字詞可點開查義.本章太長已分段,此段為 1:2306–1:2512(全章共 3007 節)

← 上一段下一段 →
ℹ️ 本語料沒有逐節的詞法標註。原形主要取自同語言其他書卷的逐詞標註(不是這一節的標註),少數查不到的才回頭依字形比對詞典。同形的罕見字仍可能判錯,需要精確判斷時請覆核原文與專門詞典。
ℹ️ 中英對照為本站自譯,直接譯自本頁的原文(非和合本/WEB —— 那兩者譯自馬所拉文本,與本頁底本不同)。
1:2306
ἦλθεν οὖν ὁ γάμος τοῦ ἀρνίου καὶ ἡ γυνὴ αὐτοῦ ἡ ἐκκλησία ἑτοίμη πάρεστιν τῶν ἀμυθήτων ἐκείνων τυχεῖν ἀγαθῶν τῇ πρὸς Χριστὸν συναφείᾳ
羔羊的婚娶既已到了,祂的新婦,就是教會,也已預備妥當,藉著與基督的聯合,得以享有那些不可言喻的美善。
The marriage of the Lamb, then, has come, and His wife the Church stands ready to obtain those inexpressible good things through her union with Christ.
1:2307
περιβεβλημένη φησὶ τὸ ἐξ ἀρετῶν ἱμάτιον βύσσινον
經文說:『穿上』由眾美德所織成的細麻衣袍。
'Clothed,' he says, 'in a garment of fine linen' made of virtues.
1:2308
βύσσον δὲ διὰ τὸ λαμπρὸν αὐτῆς καὶ ἰσχνόν·
稱之為細麻,乃因其光潔與精細;
And it is fine linen because of its brightness and fineness;
1:2309
λαμπρὸν μὲν τῇ ἀλήπτῳ ζωῇ καὶ πολιτείᾳ, ἰσχνὸν δὲ τοῖς περὶ Θεοῦ δόγμασι καὶ διανοήμασι
其光潔在於無可指摘的生活與品行,其精細則在於關於神的正確教義與思想。
bright by reason of a blameless life and conduct, and fine by reason of right doctrines and thoughts concerning God.
1:2310
καὶ λέγει μοί φησι γράψον·
經文說:『天使又對我說:你要寫上。』
'And he says to me,' he says, 'Write:'
1:2311
μακάριοι οἱ εἰς τὸ δεῖπνον τοῦ γάμου τοῦ ἀρνίου κεκλημένοι, καὶ δὴ καὶ ἀπιόντες ὡς δεῖ·
凡蒙召赴羔羊婚筵的人有福了,且是照當有的樣式前去的人。
Blessed are those called to the marriage supper of the Lamb, and indeed also those who go as they ought.
1:2312
πολλοὺς γὰρ ἴσμεν κεκλημένους μὲν ἐν τοῖς Εὐαγγελίοις, παραιτησαμένους δὲ τὸ πνευματικὸν συμπόσιον ἢ καὶ ἀπιόντας μέν, ἔξω δὲ βαλλομένους ὡς μὴ ἔχοντας ἔνδυμα γάμου, ὡς πρὸ μικροῦ δεδήλωται
因為我們知道有許多人在福音書中蒙召,卻拒絕了那屬靈的筵席;又有人雖然前去,卻因沒有穿婚筵的禮服而被丟在外面,如同前面不久所指明的那樣。
For we know many who were called in the Gospels, but who declined the spiritual banquet, or who indeed went, but were cast out as not having a wedding garment, as was shown a little before.
1:2313
ἀλλὰ καὶ ὁ θεῖος ἀπόστολος, πολλοὺς εἴρηκε τοὺς κλήτους, ὀλίγους δὲ τοὺς ἐκλεκτούς
但那神聖的使徒也曾說過:被召的人多,選上的人少。
But the divine apostle also has said that many are the called, but few the chosen.
1:2314
καὶ ἔπεσα ἔμπροσθεν τῶν ποδῶν αὐτοῦ προσκυνῆσαι αὐτῷ
我就俯伏在他腳前,要拜他。
And I fell before his feet to worship him.
1:2315
σύνδουλός σου εἰμὶ καὶ τῶν ἀδελφῶν σου τῶν ἐχόντων τὴν μαρτυρίαν Ἰησοῦ·
我和你,並你那些為耶穌作見證的弟兄,同是作僕人的;
I am your fellow servant, and of your brethren who have the testimony of Jesus;
1:2316
ἡ γὰρ μαρτυρία Ἰησοῦ ἐστὶ τὸ πνεῦμα τῆς προφητείας
因為那為耶穌作見證的靈,就是預言的靈。
for the testimony of Jesus is the spirit of prophecy.
1:2317
οἱ κατάρατοι καὶ θεοστυγεῖς Ἕλληνες ἀκούοντες ὥς ἐστι δόγμα παρ' ἡμῖν θεσπίζον ἁγίους ἀγγέλους εὐδοκίᾳ Θεοῦ προστατεῖν ἐθνῶν τε καὶ ἐκκλησιῶν καὶ τῶν καθ' ἕκαστον, ἐθνῶν μὲν τοῦ σοφωτάτου Δανιὴλ γεγραφότος καὶ ἐγὼ ἦλθον ἐν τοῖς λόγοις σου
那些受咒詛、為神所憎惡的希臘人,聽見我們當中制定了這樣的教義:聖天使按神的美意,管理列國、教會,以及每一個人;論到列國,至智的但以理曾寫道:『我因你的話而來』;
The accursed and God-hating Greeks, hearing that it is a doctrine ordained among us that holy angels, by the good pleasure of God, preside over nations and churches and each individual — concerning nations, the most wise Daniel having written, "And I came because of your words,"
1:2318
μετὰ τοῦ ἄρχοντος Περσῶν·
與波斯的首領同在;
with the ruler of the Persians;
1:2319
καὶ ἐγὼ ἐξεπορευόμην, καὶ ὁ ἄρχων τῶν Ἑλλήνων ἤρχετο, καὶ πάλιν καὶ οὐκ ἔστι τις ἀντεχόμενός μου ὑπὲρ τούτου ἀλλ' ἢ Μιχαὴλ ὁ ἄρχων ὑμῶν, καὶ πάλιν καὶ ἐν τῷ καιρῷ ἐκείνῳ ἀναστήσεται Μιχαὴλ ὁ ἄρχων ὁ μέγας, ὁ ἑστηκὼς ἐπὶ τοὺς υἱοὺς τοῦ λαοῦ σου·
『我出去的時候,希臘的首領就來了』;又說:『沒有一人與我一同抵擋這些,惟有你們的首領米迦勒』;又說:『那時,站在你本國之民中的大君米迦勒必興起』;
"and I was going forth, and the ruler of the Greeks was coming"; and again, "there is no one holding with me concerning this, except Michael your ruler"; and again, "and at that time Michael the great ruler shall arise, who stands over the sons of your people";
1:2320
ἐκκλησιῶν δὲ τῆς παρούσης ἀποκαλύψεως ἐν τοῖς φθάσασι τοῦτο εἰπούσης, ᾗ συνῳδὰ γράφων ὁ ἐν ἁγίοις Γρηγόριός φησι περὶ τῶν ἁγίων ἀγγέλων πείθομαι γὰρ ἄλλον ἄλλης προστατεῖν ἐκκλησίας, καθὼς Ἰωάννης με διδάσκει διὰ τῆς ἀποκαλύψεως·
至於教會,本《啟示錄》在前面已經這樣說過了;與此相符,聖額我略論到聖天使時寫道:『因為我確信這一位管理這一間教會,那一位管理那一間教會,正如約翰藉著《啟示錄》教導我的』;
and concerning churches, the present Apocalypse having already said this in what has preceded — in agreement with which, Gregory among the saints, writing, says concerning the holy angels: "For I am persuaded that one angel presides over one church and another over another, as John teaches me through the Apocalypse";
1:2321
τοῦ δὲ καθ' ἕκαστον ἐν τῷ εἰρῆσθαι τῷ προφήτῃ παρεμβαλεῖ ἄγγελος τοῦ Κυρίου κύκλῳ τῶν φοβουμένων αὐτὸν καὶ ῥύσεται αὐτούς, ἔτι δὲ καὶ τοῦ ἀποστόλου γράφοντος περὶ τῶν ἁγίων ἀγγέλων οὐχὶ πάντες εἰσὶ λειτουργικὰ πνεύματα εἰς διακονίαν ἀποστελλόμενα διὰ τοὺς μέλλοντας κληρονομεῖν σωτηρίαν; ἐπεὶ οὖν ταῦτα ἀκούουσι παρ' ἡμῖν δογματιζόμενα, φασὶ πρὸς ἡμᾶς τί τὰ αὐτὰ ἡμῖν δοξάζοντες, ὦ οὗτοι, καταμέμφεσθε τὸ παρ' ἡμῖν δόγμα τὸ τοὺς ἐθνάρχας θεοὺς παρατιθέμενον·
至於每一個人,先知曾說過:『耶和華的使者在敬畏他的人四圍安營,搭救他們』;此外,使徒論到聖天使也曾寫道:『天使豈不都是服役的靈,奉差遣為那將要承受救恩的人效力嗎?』既然他們聽見我們當中如此教導的教義,他們就對我們說:『你們這些人,既與我們持守相同的看法,為何還要責難我們那把列國統治者奉為神明的教義呢?』
and concerning each individual — the prophet having said, "The angel of the Lord will encamp around those who fear him, and will deliver them," and further, the apostle also writing concerning the holy angels, "Are they not all ministering spirits, sent forth to minister for those who are about to inherit salvation?" — since therefore they hear these things being taught as doctrine among us, they say to us: "Why, O you who glorify the same things as we do, do you find fault with our doctrine which sets forth the rulers of the nations as gods?"
1:2322
οὓς γὰρ ὑμεῖς ἀγγέλους φατέ, τούτους ἡμεῖς θεοὺς ὀνομάζομεν, ὡς μόνον ἡμᾶς περὶ τὰ ὀνόματα, οὐκέτι δὲ καὶ περὶ τὰ πράγματα διαφωνεῖν·
『因為你們所稱為天使的,我們稱之為神明;如此,我們只是在名稱上有分歧,在實質上卻並無不同。』
"For those whom you call angels, these we name gods, so that we differ only concerning names, but no longer concerning the realities."
1:2323
μὴ ὅτι γε καὶ θεοὺς λέγετε τάγμα ἀγγέλων καλούμενον, ὡς μηδὲ περὶ τὰ ὀνόματα εἶναι ἡμῖν τὴν διαφοράν
『你們豈不也把那被稱為天使的品級稱作神明嗎?如此,就連在名稱上我們也沒有分歧了。』
"Do you not indeed also call the order called angels 'gods,' so that not even concerning the names is there a difference between us?"
1:2324
πρὸς οὓς λεκτέον ὦ κατάρατοι καὶ τοῖς ἔργοις τῶν ὑμετέρων προσκυνοῦντες χειρῶν, καὶ θεοὺς στησάμενοι χθὲς καὶ πρώην οὓς ἐπὶ πᾶσι τοῖς αἰσχροῖς ἐγνωρίσατε, οἳ τὰ πλεῖστα τῶν παρ' ἡμῖν θείων δογμάτων ὑφελόμενοι ταῦτα φέροντες τοῖς ὀλεθρίοις ὑμῶν ἐγκατεμίξατε δόγμασιν, ἀλλ' ὡς ὁδηγῷ νῷ καὶ οὐ Θεῷ χρώμενοι οὐκ ἰσχύσατε διασῶσαι τὴν περὶ πάντα τῶν ἡμετέρων δογμάτων εὐγένειαν, μικρὸν δὲ ἀκολουθήσαντες αὐτοῦ που περὶ τὴν πρώτην ἀφετηρίαν ἐναυαγήσατε
對此當如此回應:噢,你們這些受咒詛的人,竟膜拜自己親手所造的作品,把不過是昨日、前日才立起、卻在種種醜行中為人所知的東西奉為神明;你們竊取了我們大部分神聖教義的內容,將其帶去摻雜進你們那毀滅性的教義之中;然而,你們既以理性、而非以神為嚮導,就無力在各方面保全我們教義的高貴,稍微跟隨了一段之後,便在起點附近觸礁沉沒了。
To whom it must be said: O accursed ones, who worship the works of your own hands, and who set up as gods, but yesterday and the day before, those whom you have made known in every kind of disgrace — you who, having stolen most of our divine doctrines, brought them and mixed them into your own pernicious doctrines; but, using mind as your guide and not God, you were not able to preserve in every respect the nobility of our doctrines, but having followed a little way, you were shipwrecked somewhere near the very starting point.
1:2325
διὸ οὐδὲν κοινὸν ἡμῖν καὶ ὑμῖν ὥσπερ οὐδὲ φωτὶ πρὸς σκότος ἢ Χριστῷ καὶ Βελίαρ ( σιξ) γραφικῶς
所以,我們與你們毫無相同之處,正如光與暗、基督與彼列毫無相同一樣,正如經上所寫。
Therefore there is nothing common between us and you, just as there is nothing common between light and darkness, or between Christ and Belial, as Scripture says.
1:2326
ὑμεῖς μὲν γὰρ ἐθνάρχας ὑποτιθέμενοι θεούς, μᾶλλον δὲ ἀκαθάρτους δαίμονας, ἑαυτοὺς εἰσάγετε τούτοις τὸ σέβας ἀνατιθέντας καὶ προσκυνεῖσθαι βουλομένους ὡς θεούς, καὶ δὴ καὶ παρ' ὑμῶν θειαζομένους καὶ μηδένα λόγον ποιουμένους τοῦ τάξαντος εἰς τὴν τῶν ἀνθρώπων κηδεμονίαν Θεοῦ, ἀλλ' οἰκείᾳ βουλῇ τὰ ἔθνη διοικοῦντας ὡς ἂν ἐθελήσωσιν αὐτοί
因為你們把列國的統治者當作神明——其實不過是污穢的鬼魔——這等於表明你們向這些鬼魔獻上敬拜;而這些鬼魔想要被當作神明來敬拜,也確實被你們神化,卻絲毫不顧念那位委派他們照管人類的神,反倒憑自己的意思隨心所欲地治理列國。
For you, positing the rulers of nations as gods — or rather unclean demons — show yourselves to be dedicating worship to beings who wish to be worshipped as gods, and who indeed are deified by you, taking no account of the God who appointed them for the care of mankind, but administering the nations by their own will, as they themselves wish.
1:2327
διὸ Ἄρεϊ μὲν Σκύθους καὶ Γερμανοὺς ἀπενείματε τοὺς ἀγριωτάτους καὶ αἱμοβόρους, τοιούτους γεγονότας ὡς παρὰ τοῦ βροτολοιγοῦ καὶ μιαιφόνου διοικουμένους Ἄρεως, Ἕλληνας δὲ ὡς συνετοὺς Ἀθηνᾶ, παρ' αὐτῆς λαχόντας τὴν σύνεσιν, καὶ ἄλλῳ ἄλλους, καὶ ἕκαστον τῶν θεῶν πρὸς τὰ οἰκεῖα πάθη τὰ ἔθνη ῥυθμίζοντα
因此你們把最凶猛、最嗜血的西徐亞人與日耳曼人分派給戰神阿瑞斯,因為他們正是受那殺人流血的阿瑞斯所治理,才變得如此凶殘;又把睿智的希臘人分派給雅典娜,說他們的智慧得自於她;其餘各族則分派給其他各神,每一位神明都按照自己的情慾來規範所屬的民族。
Therefore you have assigned to Ares the Scythians and the Germans, the most savage and bloodthirsty, who have become such as being governed by Ares the man-slaying and blood-stained; and the Greeks, as intelligent, to Athena, having received their intelligence from her; and other nations to other gods, each of the gods regulating the nations according to their own particular passions.
1:2328
ἡμεῖς δὲ τί φαμεν ἐκ τῶν παρόντων ἐπιγνώσῃ
至於我們怎麼說,你從接下來的內容便可知道。
But what do we say? You shall know from what follows.
1:2329
βουλομένου γὰρ τὸν θεῖον ἄγγελον προσκυνῆσαι τοῦ εὐαγγελιστοῦ, καὶ οὐχ ὡς θεὸν προσκυνῆσαι τίς γὰρ μᾶλλον ἠπίστατο τοῦ Ἰωάννου τίς τέ ἐστιν ὁ φύσει καὶ ἀληθῶς Θεός, τίνες δέ εἰσιν οἱ ἄγγελοι, ὅτι λειτουργοὶ καὶ δοῦλοι καὶ κτίσματα τυγχάνουσι τοῦ Θεοῦ; ὅμως καὶ αὐτὴν τὴν ὡς ἀγγέλου προσκύνησιν φαίνεται παραιτούμενος, ἐπειδὴ ὅλως ἐστὶ προσκύνησις, καὶ λέγων ὅρα μή·
福音書作者雖然願意敬拜那位神聖的天使——並非把他當作神來敬拜(因為有誰比約翰更清楚,誰是本性上、真實上的神,天使又是誰,即他們不過是神的僕役、奴僕、受造物呢?)——然而那天使似乎連作為天使所受的敬拜也加以推辭,因為那終究是一種敬拜,於是說:『千萬不可!』
For although the evangelist wished to worship the divine angel — and not to worship him as God (for who knew better than John who is by nature and truly God, and who the angels are, namely that they are ministers and servants and creatures of God?) — nevertheless he appears to decline even this worship as of an angel, since it is worship at all, saying, "See that you do not."
1:2330
σύνδουλός σου εἰμὶ καὶ τῶν ἀδελφῶν σου τῶν ἐχόντων τὴν μαρτυρίαν Ἰησοῦ
我和你,並你那些為耶穌作見證的弟兄,同是作僕人的。
I am your fellow servant, and of your brethren who have the testimony of Jesus.
1:2331
τὸ ὅρα οὐχ ἁπλῶς κωλύοντος ἀλλὰ διαμαρτυρουμένου ῥῆμα τυγχάνει
『看哪』這個詞,並非僅僅是禁止的話語,而是鄭重作證告誡的話語。
The word "see" is not simply that of one forbidding, but is a word of one solemnly protesting.
1:2332
λέγει δὲ καὶ σύνδουλον ἑαυτὸν πάντων τῶν ὁμολογούντων ἑαυτοῦς δούλους Χριστοῦ καὶ μαρτυρούντων ὅτι Θεός ἐστι σεσαρκωμένος
他又稱自己是眾人的同作僕人,就是那些承認自己是基督的僕人、並見證他是道成肉身之神的人。
And he calls himself a fellow servant of all who confess themselves to be servants of Christ and who testify that he is God incarnate.
1:2333
τί οὖν ποιητέον, ὦ θειότατε ἄγγελε, σοῦ τὸ προσκυνηθῆναι ἀπαγορεύοντος; τῷ Θεῷ φησι προσκύνησον·
『那麼,噢至聖的天使,既然你禁止被人敬拜,我該怎麼做呢?』他說:『你當敬拜神。』
"What then must be done, O most divine angel, since you forbid being worshipped?" "Worship God," he says.
1:2334
ἡ γὰρ μαρτυρία Ἰησοῦ ἐστι τὸ πνεῦμα τῆς προφητείας, ὥσει ἔλεγεν διὰ τοῦτο με ζητεῖς προσκυνῆσαι, ὅτι σοὶ τὰ ἔσεσθαι μέλλοντα προαφηγησάμην; πάντες ὅσοι μαρτυροῦσι τῇ δεσποτείᾳ καὶ τῇ θεότητι τοῦ Χριστοῦ ἔμπλεοι τυγχάνουσι προφητικοῦ χαρίσματος καὶ οὐκ ἐγὼ μόνος
『因為那為耶穌作見證的靈,就是預言的靈』,這話彷彿是說:『你之所以想要敬拜我,豈不是因為我曾預先向你講述了將要發生的事嗎?凡見證基督之主權與神性的人,都滿有先知的恩賜,並不是只有我一人而已。』
"For the testimony of Jesus is the spirit of prophecy," as if he were saying: "Is this why you seek to worship me, because I have foretold to you the things that are about to be? All who testify to the lordship and divinity of Christ are full of the prophetic gift, and not I alone."
1:2335
τί οὖν φησι προσκυνεῖς τὸν ἶσον χάρισμα τοῖς συνδούλοις μου λαχόντα; ὅμοιά γε τὰ Ἕλλησι περὶ τῶν ἐθναρχῶν δοξαζόμενα καὶ τὰ Χριστιανοῖς περὶ τῶν ἁγίων ἀγγέλων λεγόμενα
他說:『那麼你為何敬拜一個所領受的恩賜與我的同僚僕人相等的呢?』希臘人論及列國統治者所歸榮耀的事,與基督徒論及聖天使所說的事,果然相似啊!
"Why then," he says, "do you worship one who has received a gift equal to that of my fellow servants?" Similar indeed are the things glorified by the Greeks concerning the rulers of the nations, and the things said by Christians concerning the holy angels!
1:2336
δικαιοσύνῃ κρίνει καὶ πολεμεῖ
他按公義審判,爭戰;
and in righteousness he judges and makes war;
1:2337
οἱ δὲ ὀφθαλμοὶ αὐτοῦ φλὸξ πυρός, καὶ ἐπὶ τὴν κεφαλὴν αὐτοῦ διαδήματα πολλά, ἔχων ὄνομα γεγραμμένον ὃ οὐδεὶς οἶδεν εἰ μὴ αὐτός, καὶ περι βεβλημένος ἱμάτιον ἐρραμμένον αἵματι, καὶ κέκληται τὸ ὄνομα αὐτοῦ ὁ Λόγος τοῦ Θεοῦ
他的眼睛好像火焰,他頭上戴著許多冠冕;他有一個寫著的名字,除了他自己沒有人知道;他披著一件以血縫成的衣袍;他的名稱為神的道。
and his eyes were a flame of fire, and on his head were many diadems, having a name written which no one knows except himself, and he was clothed with a garment sewn in blood, and his name is called The Word of God.
1:2338
καὶ τὰ στρατεύματα ἐν τῷ οὐρανῷ ἠκολούθει αὐτῷ ἐφ' ἵπποις λευκοῖς καὶ ἐνδεδυμένοι βύσσινον λευκὸν καθαρόν
天上的眾軍騎著白馬,穿著潔白乾淨的細麻衣,跟隨他。
And the armies in heaven followed him on white horses, and were clothed in fine linen, white and clean.
1:2339
ἐκ τοῦ στόματος αὐτοῦ ἐκπορεύε ται ῥομφαία ὀξεῖα, ἵνα ἐν αὐτῇ πατάξῃ τὰ ἔθνη, καὶ αὐτὸς ποιμανεῖ αὐτοὺς ἐν ῥάβδῳ σιδηρᾷ·
有一把利劍從他口中出來,可以擊打列國;他必用鐵杖轄管他們;
Out of his mouth goes a sharp sword, that with it he should strike the nations, and he will shepherd them with a rod of iron;
1:2340
καὶ αὐτὸς πατεῖ τὴν ληνὸν τοῦ οἴνου τοῦ Θεοῦ, τῆς ὀργῆς τοῦ Θεοῦ τοῦ παντο κράτορος
他又踹全能神烈怒之酒的酒醡。
and he treads the winepress of the wine of the wrath of Almighty God.
1:2341
καὶ ἔχει ἐπὶ τὸ ἱμάτιον αὐτοῦ καὶ ἐπὶ τὸν μηρὸν αὐτοῦ ὄνομα γεγραμμένον Βασιλεὺς βασιλέων, καὶ Κύριος κυρίων
在他衣服和大腿上,有名寫著說:萬王之王,萬主之主。
And he has on his robe and on his thigh a name written: King of kings, and Lord of lords.
1:2342
μετὰ τὴν ὥραν τῆς καταστροφῆς Βαβυλῶνος·
在巴比倫傾覆的那時刻之後:
After the hour of the destruction of Babylon:
1:2343
δῆλον δὲ τίς νενόηται ἡ Βαβυλών, ἔτι καὶ τοῦτο δείκνυται τῷ εὐαγγελιστῇ, τοῦ τε ἀντιχρίστου καὶ τοῦ ἀρχεκάκου δράκοντος ἡ πτῶσις, καὶ εἰς ποίαν ἀπίασι κόλασιν ἐν τῷ τοῦ τέλους καὶ τῆς ἀντιδόσεως καιρῷ, καὶ τῶν βασιλέων δὲ ἡ καταστροφὴ τῶν ἐπαναστησομένων τὸ τηνικάδε τοῖς Χριστοῦ δούλοις, καὶ ὅρα τί φησιν
巴比倫所指為何,已經清楚了;此外,這裡也向這位福音書作者顯明了:敵基督與那罪惡之源的龍如何墜落,以及他們在末日與報應的時候將被送往何等的刑罰;還有那些屆時起來攻擊基督眾僕人的列王如何遭受傾覆。且看他怎麼說:
It is clear who is meant by Babylon; and this too is shown to the evangelist: the fall of the Antichrist and of the arch-evil dragon, and into what punishment they shall depart at the time of the end and of the recompense, and also the destruction of the kings who shall then rise up against the servants of Christ. And observe what he says:
1:2344
εἶδον τὸν οὐρανὸν ἀνεωγμένον, καὶ ἰδοὺ ἵππος λευκός, καὶ ὁ ἐπιβάτης πιστὸς καὶ ἀληθὴς καὶ δίκαιος
我看見天開了,看哪,有一匹白馬,騎馬的那位是信實、真實、公義的。
I saw heaven opened, and behold, a white horse, and its rider was faithful and true and righteous.
1:2345
τὸν Κύριον ὁρᾶ μονονουχὶ συμπολεμοῦντα καὶ προπολεμοῦντα τῶν ἁγίων καὶ στρατευόμενον κατὰ τῶν ἀντιπάλων
他幾乎是親眼看見主與聖徒一同作戰、為聖徒爭戰,並出征攻打那些敵對者。
He sees the Lord all but fighting alongside and fighting on behalf of the saints, and waging war against the adversaries.
1:2346
διὸ καὶ στρατηγικὸν αὐτῷ σχῆμα περιτίθησιν ἡ ὀπτασία, ἵππον καὶ ξίφος ἐγχειρίζουσα καὶ τὸ ἐξηγεῖσθαι στρατευμά των
因此,這異象也賦予他一位將軍的形象,把馬與劍交在他手中,並讓他統帥眾軍。
Therefore the vision also invests him with the figure of a general, putting a horse and a sword into his hand, and giving him the leading of armies.
1:2347
καὶ ἰδού φησιν ἵππος λευκὸς ᾧ ἐποχεῖτο ὁ Κύριος, δηλοῦντος τοῦ αἰνίγματος μὴ ἄλλοις ἐπαναπαύεσθαι Χριστὸν ἢ τοῖς καθαροῖς καὶ μηδενὶ ῥύπῳ ἁμαρτίας κατεστιγμένοις
他說:『看哪,有一匹白馬』,主就騎在其上;這謎樣的表達乃是要顯明,基督所安歇的,不是別人,正是那些純潔、未被任何罪污所玷染的人。
"And behold," he says, "a white horse," on which the Lord was mounted, the riddle signifying that Christ rests upon none other than the pure, those stained by no filth of sin.
1:2348
διὸ καὶ περὶ τοῦ σκεύους τῆς ἐκλογῆς τοῦ Παύλου εἴρηται παρὰ τοῦ Κυρίου τοῦ βαστάσαι τὸ ὄνομά μου ἐνώπιον τῶν ἐθνῶν καὶ βασιλέων υἱῶν Ἰσραήλ
因此,論到那蒙揀選的器皿保羅,主也曾說過:『要在外邦人、君王,並以色列人面前,宣揚我的名。』
Therefore also concerning the chosen vessel Paul it was said by the Lord: "to bear my name before the Gentiles and kings, and the sons of Israel."
1:2349
ὅρα οὖν τοῖς κατὰ τὸν Παῦλον ἐπαναπαύεται καὶ ἐποχεῖται ὁ Χριστός
你看,基督正是安歇並騎乘在那些像保羅一樣的人身上。
Observe then that Christ rests upon and is mounted upon those who are like Paul.
1:2350
καὶ ὁ καθήμενός φησιν ἐπ' αὐτοῦ, τουτέστι τοῦ ἵππου, καλούμενος πιστὸς καὶ ἀληθινός, καὶ ἐν δικαιοσύνῃ κρινεῖ καὶ πολεμεῖ
他說:『那騎在其上的』,也就是那馬上的,『稱為信實、真實;他按公義審判,爭戰。』
"And he who sat upon it," he says, that is, upon the horse, "was called Faithful and True, and in righteousness he judges and makes war."
1:2351
πιστός ἐστιν ὁ ἀληθὴς κατὰ τὸν λέγοντα περὶ αὐτοῦ ἀπόστολον·
那真實者也是信實的,正如那論到他的使徒所說:
He who is true is faithful, according to the apostle who says concerning him:
1:2352
ἀρνήσασθαι ἑαυτὸν οὐ δύναται
『他不能背乎自己。』
"He cannot deny himself."
1:2353
ὥστε ὁ πιστὸς καὶ ἀληθινός·
因此,他就是『信實、真實』的。
So he is "Faithful and True."
1:2354
κατὰ τοῦ αὐτοῦ γὰρ εἴρηται, δύο κειμένων προσηγοριῶν ἐφ' ἑνὶ πράγματι
因為這是就同一位所說的,是兩個稱謂用在同一個實體上。
For it is said concerning the same one, two appellations being applied to a single reality.
1:2355
ὅτι δὲ κρίνει δικαίως καὶ πολεμεῖ κατὰ τῶν αἰσθητῶν ἐχθρῶν ὑπὲρ τῶν αὐτοῦ δούλων, μάρτυς ὁ λέγων προφήτης ὁ Θεός, τὸ κρῖμα σου τῷ βασιλεῖ δός, καὶ τὴν δικαιοσύνην σου τῷ υἱῷ τοῦ βασιλέως, τουτέστι Χριστῷ·
至於他按公義審判,並為自己的僕人爭戰、攻打那可感知的仇敵,先知作見證說:『神啊,求你將判斷的權柄賜給王,將公義賜給王的兒子』——也就是基督。
And that he judges righteously and wars against sensible enemies on behalf of his own servants, the prophet is witness, saying: "O God, give your judgment to the king, and your righteousness to the king's son" — that is, to Christ.
1:2356
υἱὸς γὰρ Σολομῶνος τὸ κατὰ σάρκα Χριστός, εἰς ὃν ὁ ψαλμὸς ἀνατίθεται εἶτα ἐπάγων κρίνειν τὸν λαόν σου ἐν δικαιοσύνῃ καὶ τοὺς πτωχούς σου ἐν κρίσει
因為基督按肉身說,乃是所羅門的兒子,這詩篇正是獻給他的;接著又說:『使他按公義審判你的百姓,按公正審判你的困苦人。』
For Christ, according to the flesh, is the son of Solomon, to whom the psalm is dedicated; then adding, "to judge your people in righteousness, and your poor with justice."
1:2357
ὅτι δὲ καὶ πολεμεῖ ὁ αὐτός, δηλοῖ στρατιωτικῶς αὐτὸν ὁπλίζων ἐν τῷ λέγειν περίζωσαι τὴν ῥομφαίαν σου ἐπὶ τὸν μηρόν σου, δυνατέ, τῇ ὡραιότητί σου καὶ τῷ κάλλει σου, καὶ ἔντεινον, καὶ κατευοδοῦ καὶ βασίλευε, εἶτα προστιθεὶς τὰ βέλη σου ἠκονημένα, δυνατέ·
至於這同一位也爭戰,這一點可從詩人以軍裝裝備他看出,詩人說:『大能者啊,願你腰間佩劍,具有威嚴與華美,願你張弓,行事亨通,作王掌權』;接著又說:『大能者啊,你的箭甚是銳利;』
And that the same one also wars, he shows, arming him in a military manner, saying: "Gird your sword upon your thigh, O mighty one, in your comeliness and your beauty, and bend your bow, and proceed prosperously and reign"; then adding, "Your arrows are sharpened, O mighty one;"
1:2358
λαοὶ ὑποκάτω σου πεσοῦνται
『萬民要仆倒在你以下。』
"Peoples shall fall beneath you."
1:2359
οἱ δὲ ὀφθαλμοὶ αὐτοῦ φησι φλὸξ πυρός
他說:『他的眼睛如同火焰。』
"And his eyes," he says, "were a flame of fire."
1:2360
τὴν κατὰ τῶν πολεμίων ὀργὴν ἡ τῶν ὀφθαλμῶν ἐμφαίνει πύρωσις
眼中的火焰彰顯出他對仇敵的忿怒。
The fiery blaze of the eyes signifies his wrath against the enemies.
1:2361
καὶ ἐπὶ τῆς κεφαλῆς αὐτοῦ φησι διαδήματα πολλά, τοσαῦτα πάντως ὅσων ταγμάτων ἐν οὐρανῷ καὶ ἐπὶ γῆς βασιλεύει
他說:『他頭上戴著許多冠冕』——確實有多少,就相應於他在天上與地上所統管的品級之數。
"And on his head," he says, "were many diadems" — so many, assuredly, as the orders over which he reigns in heaven and on earth.
1:2362
ἔχων φησὶν ὄνομα γεγραμμένον ὃ οὐδεὶς οἶδεν εἰ μὴ αὐτός
他說:『他有一個寫著的名字,除了他自己沒有人知道。』
"Having," he says, "a name written which no one knows except himself."
1:2363
φησὶν ὁ Θεὸς ἐν τῇ Ἐξόδῳ τῆς ἑβδόμης πρὸς τὸν θεσπέσιον Μωϋσέα·
神在《出埃及記》第七卷,對那蒙神默示的摩西如此說:
God says in the seventh of Exodus to the divinely inspired Moses:
1:2364
ἐγὼ Κύριος ὤφθην πρὸς Ἁβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ Θεὸς ὢν αὐτῶν·
『我是耶和華,曾向亞伯拉罕、以撒、雅各顯現,作他們的神;
"I, the Lord, appeared to Abraham and Isaac and Jacob, being their God;
1:2365
καὶ τὸ ὄνομά μου τὸ κύριον οὐκ ἐδήλωσα αὐτοῖς, ὡς κρεῖττον δῆλον ἢ ἀκοῇ ἀνθρώπου χωρηθῆναι
但我那至尊之名,我並未向他們顯明』,因為這名顯然過於崇高,非人的聽覺所能領受。
and my proper name I did not make known to them," as being too great, plainly, to be received by human hearing.
1:2366
διὸ καὶ ὅπως βαπτιστέον τοὺς ἐπιστρέφοντας εἰς θεογνωσίαν παραδιδοὺς ὁ Κύριος τοῖς ἀποστόλοις, ἔφη βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα, καὶ εἰπὼν ὄνομα οὐ τὰ κύρια παρέδωκεν·
因此,主在向使徒傳授該如何為那些歸向認識神之人施洗時,說:『給他們施洗,歸於……的名』;他雖說『名』,卻並未傳授下具體的專名;
Therefore also, when handing down to the apostles how those turning to the knowledge of God should be baptized, the Lord said, "baptizing them into the name," and having said "name," he did not hand down the proper names;
1:2367
οὐ γὰρ ἦν ὁ ὑποστῆναι τὴν ἐκφώνησιν αὐτῶν ἰσχύων, ἀλλὰ ἀντὶ τῶν κυρίων σχετικὰ καὶ προσηγορικὰ παρέδωκεν, σχετικὰ μὲν εἰπὼν εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ, προσηγορικὸν δὲ ἐπάγων καὶ τοῦ Ἁγίου Πνεύματος
因為沒有人能承受得住那些名的宣告;他反倒以關係性的與稱謂性的詞語來代替專名,說『歸於父與子的名』是關係性的說法,又加上『與聖靈』的稱謂性說法。
for there was no one able to endure the utterance of them; but instead of the proper names, he handed down relational and appellative terms — relational, saying "into the name of the Father and of the Son," and adding also an appellative term, "and of the Holy Spirit."
1:2368
ὅθεν λίαν ἀσφαλῶς καὶ ἐν τῇ ἀποκαλύψει ἄγνωστον ἐᾶται πᾶσι τὸ κύριον ὄνομα τοῦ μονογενοῦς
因此,在《啟示錄》中,那獨生子的專名也極其穩妥地被留為眾人所不知。
Whence also, very securely, in the Apocalypse the proper name of the Only-Begotten is left unknown to all.
1:2369
περιβεβλημένος φησὶν ἱμάτιον ἐρραμμένον αἵματι·
他說:『披著一件以血縫成的衣袍』;
"Clothed," he says, "with a garment sewn in blood";
1:2370
ἐδείκνυ μονονουχὶ πεφυρμένον τῷ τιμίῳ αὐτοῦ αἵματι
這幾乎是要顯明他被自己那寶貴的血所浸染。
he showed him as all but drenched with his own precious blood.
1:2371
καὶ καλεῖται τὸ ὄνομα αὐτοῦ ὁ Λόγος τοῦ Θεοῦ
『他的名稱為神的道。』
"And his name is called The Word of God."
1:2372
ὁρᾶς πῶς ἐν τοῖς ἄνω φυγοῦσα τὸ κύριον ὄνομα, ἡ ὀπτασία νῦν προσηγορικὸν ἀντ' αὐτοῦ τέθεικεν, ὁ Λόγος εἰποῦσα τοῦ Θεοῦ; καὶ τὰ στρατεύματα ἠκολούθη αὐτῷ ἐν ἵπποις λευκοῖς, ἐνδεδυμένοι βύσσινον λευκὸν καθαρόν·
你看,這異象在前面既避開了那專名,此刻便以一個稱謂性的詞語取而代之,稱他為『神的道』?『眾軍也騎著白馬跟隨他,穿著潔白乾淨的細麻衣』;
Do you see how, having above avoided the proper name, the vision has now put in its place an appellative term instead, saying "The Word of God"? "And the armies followed him on white horses, clothed in fine linen, white and clean";
1:2373
ἀρχιστράτηγος γὰρ τῶν οὐρανίων δυνάμεών ἐστί τε καὶ ἑαυτὸν οὕτω κέκληκεν ὁ Κύριος, Ἰησοῦ τοῦ Ναυῒ χρηματίζων
因為他乃是天上眾軍的元帥;主也曾如此自稱,在向嫩的兒子約書亞顯現時。
for he is the commander-in-chief of the heavenly hosts, and the Lord has so called himself, appearing to Joshua the son of Nun.
1:2374
ἐγώ φησιν ἀρχιστράτηγος δυνάμεως Κυρίου νῦν παραγέγονα
他說:『我現在來,是要作耶和華軍隊的元帥。』
"I," he says, "am now come as commander-in-chief of the host of the Lord."
1:2375
λευκοὶ δὲ καὶ τοῖς ἁγίοις ἀγγέλοις οἱ ἵπποι·
馬匹之於聖天使,也是白色的;
And the horses are white also for the holy angels;
1:2376
καὶ γὰρ καὶ αὐτοὶ τοῖς καθαροῖς τῶν ἀνθρώπων ἐφήδονται ἐπεὶ καὶ καθαροὶ τὴν φύσιν εἰσὶ καὶ πάσης κηλίδος ἀμιγεῖς
因為他們也喜悅那些純潔的人,既然他們本性純潔,不沾染任何污點。
for they too delight in the pure among men, since they themselves are pure by nature and unmixed with any stain.
1:2377
καὶ δείκνυσι τοῦτο τὸ ἐκ βύσσου περίβλημα τῆς λευκῆς καὶ καθαρᾶς
這一點也由那潔白純淨的細麻衣袍顯明出來。
And this is shown by the garment of fine linen, white and pure.
1:2378
καὶ ἐκ τοῦ στόματος αὐτοῦ, τοῦ ἀρχιστρατήγου δηλονότι, ῥομφαία ἐκπορεύεται
『從他口中』——顯然是指那元帥——『有劍出來。』
"And out of his mouth" — that is, of the commander-in-chief, evidently — "a sword goes forth."
1:2379
ὁ μὲν οὖν θεῖος προφήτης ἐπὶ τῷ μηρῷ τοῦ Κυρίου δίδωσι τὴν ῥομφαίαν ἐν τῇ μικρῷ πρόσθεν παρατεθείσῃ χρήσει·
先前那位神聖的先知,在剛才所引述的經文中,是把劍放在主的大腿上;
The divine prophet, then, places the sword upon the thigh of the Lord, in the citation set forth a little before;
1:2380
ἡ δὲ ὀπτασία ἀκριβέστερον ὑπογράφουσα ἐν τῷ στόματι παρέχει
但這異象描繪得更為精確,把劍安置在他的口中。
but the vision, describing more precisely, places it in the mouth.
1:2381
δι' οὗ σημαίνεται ὅτι τῷ λόγῳ τοῦ Θεοῦ πάντα οὐσιοῦται καὶ ὁ τοῦτον παραβαίνων κατά τι οὐκ ἀτιμώρητος ἔσται ἵνα ἐν αὐτῷ πατάξῃ τὰ ἔθνη
由此表明:萬有皆藉神的道而得其本質;凡在任何方面干犯此道者,必不能免於刑罰——「要用這道擊打列國。」
By which it is signified that by the Word of God all things are constituted in being, and whoever transgresses this Word in any respect will not go unpunished — "that with it he might strike the nations."
1:2382
ἔθνη ποῖα; τὰ συστρατευόμενα τῷ ἀντιχρίστῳ κατὰ τῶν τοῦ Χριστοῦ δούλων καὶ ὑπ' αὐτὸν τεταγμένα
是哪些列國呢?就是那些與敵基督聯合出征、攻擊基督眾僕人、並被編列在他麾下的列國。
Which nations? Those who campaign together with the Antichrist against the servants of Christ, and who are arrayed under him.
1:2383
καὶ αὐτός φησι ποιμανεῖ αὐτοὺς ἐν ῥάβδῳ σιδηρᾷ·
經文又說:「他必用鐵杖轄管他們」;
And he himself, it says, "will shepherd them with a rod of iron";
1:2384
ἤθελε μὲν γὰρ ὁ Κύριος, ὡς αὐτοαγαθότης ὢν καὶ ἐλεημοσύνη, ῥάβδῳ ποιμαντικῇ καὶ παρακλητικῇ ποιμᾶναι ταῦτα τὰ ἔθνη περὶ ὧν ὁ λόγος, ἄγειν τε αὐτὰ εἰς τόπον χλόης καὶ ἐπὶ ὕδατος ἀναπαύσεως ἐκτρέφειν
因為主,作為至善本身與憐憫本身,原願意用牧養與安慰的杖,來牧養經文所論的這些列國,領他們到青草地,在安歇的水邊養育他們。
For the Lord, being goodness itself and mercy itself, wished to shepherd these nations, of whom the text speaks, with a shepherding and consoling rod, and to lead them into a place of green pasture and nourish them beside the water of rest.
1:2385
ἀλλ' ἐπεὶ μὴ βεβούληνται τοῦτο, σιδηρᾷ ῥάβδῳ ποιμανθήσονται, τουτέστιν αὐστηρᾷ καὶ θανατηφόρῳ
但既然他們不願如此,他們就必被鐵杖牧養,就是被嚴酷而致死的杖牧養。
But since they were not willing for this, they will be shepherded with a rod of iron, that is, a harsh and death-dealing rod.
1:2386
οὓς γὰρ λόγος οὐ μεταρρυθμίζει, τούτους τιμωρία πάντως ἐκδέχεται
凡不能被言語(道理)所感化的人,刑罰必然等候著他們。
For those whom reason does not reform, punishment altogether awaits.
1:2387
καὶ ὅτι τὴν αὐστηρὰν καὶ τιμωρητικὴν δηλοῖ ἡ ῥάβδος ἡ σιδηρᾶ, τὴν Ῥωμαίων ἀρχὴν ὑποσημᾶναι θέλων ὁ προφήτης περὶ ἧς ὁ Δανιήλ φησιν ἀνάστηθι, φάγε κρέα πολλά, ἔφη πρὸς τὸν Θεὸν ποιμανεῖς αὐτοὺς ἐν ῥάβδῳ σιδηρᾷ·
至於鐵杖所顯明的,乃是嚴厲而施罰的統治——先知有意藉此暗指羅馬帝國,論及此,但以理曾說:「起來,吞吃許多肉」——又對神說:「你必用鐵杖牧養他們」;
And that the iron rod signifies the harsh and punitive rule — the prophet wishing to hint at the empire of the Romans, concerning which Daniel says, "Arise, devour much flesh" — he said to God, "You will shepherd them with a rod of iron";
1:2388
ὡς σκεύη κεραμέως συντρίψεις αὐτούς
「你必將他們摔碎,如同摔碎窯匠的器皿。」
"like a potter's vessels you shall shatter them."
1:2389
ἀλλ' ὅτε μὲν ἦν καιρὸς εὔκαιρος δι' ἐκείνης ἐποίμανεν ὁ Θεός·
然而,當時機合宜之時,神曾藉它施行牧養;
But when it was an opportune time, God shepherded through it;
1:2390
ἐν δὲ τῷ καιρῷ τῷ ἐσχάτῳ διὰ ταύτης
但到末後的時候,卻要藉這一根施行牧養。
but in the last time, through this one.
1:2391
καὶ αὐτὸς πατεῖ τὴν ληνὸν τοῦ οἴνου τοῦ θυμοῦ τῆς ὀργῆς τοῦ Θεοῦ τοῦ παντοκράτορος
「他且踹全能神烈怒之酒醡。」
"and he treads the winepress of the wine of the fury of the wrath of God the Almighty."
1:2392
ὁ Κύριος ἐν Εὐαγγελίοις ἔφη περὶ τοῦ οἰκείου πατρὸς ὁ πατὴρ κρίνει οὐδένα·
主在福音書中論及祂自己的父,曾說:「父不審判什麼人」;
The Lord said in the Gospels concerning his own Father: "The Father judges no one";
1:2393
τὴν δὲ κρίσιν πᾶσαν δέδωκε τῷ υἱῷ
「乃將審判的事全交與子。」
"but has given all judgment to the Son."
1:2394
ὀρθότατα οὖν εἴρηται τῇ ἀποκαλύψει ὅτι αὐτὸς πατεῖ τὴν ληνὸν τοῦ θυμοῦ τῆς ὀργῆς τοῦ Θεοῦ·
所以《啟示錄》說「他親自踹神烈怒之酒醡」,這說得極為正確;
Most rightly, therefore, it is said in the Apocalypse that he himself treads the winepress of the fury of the wrath of God;
1:2395
αὐτὸς γὰρ διὰ τῆς κρίσεως καὶ ἀνταποδόσεως τῶν πονηρῶν τὸ πατρικὸν ἐκπληροῖ θέλημα καὶ τῆς δικαίας ὀργῆς τοῦ Πατρὸς γίνεται πληρωτής
因為祂正是藉著對惡人的審判與報應,成全父的旨意,並成為父公義烈怒的執行者。
for he himself, through the judgment and requital of the wicked, fulfills the will of the Father, and becomes the executor of the Father's righteous wrath.
1:2396
καὶ ἔχει ἐπὶ τὸ ἱμάτιον αὐτοῦ καὶ ἐπὶ τὸν μηρὸν αὐτοῦ γεγραμμένον·
「在祂衣服和大腿上,寫著名號:」
"And he has on his garment and on his thigh written:"
1:2397
Βασιλεὺς βασιλέων καὶ Κύριος κυρίων
「萬王之王,萬主之主。」
"King of kings and Lord of lords."
1:2398
ἱμάτιον μὲν ἡ σὰρξ τοῦ Κυρίου τροπολογεῖται ἡ νοερῶς ἐμψυχωμένη κατὰ τοὺς λέγοντας ἁγίους ἀγγέλους παρὰ τῷ Ἡσαΐᾳ·
「衣服」被喻指為主的肉身,是具有理性靈魂的肉身,這是按那些人的說法,即以賽亞書中發問者乃眾聖天使:
The garment is interpreted figuratively as the flesh of the Lord, rationally ensouled, according to those who say the speakers in Isaiah are holy angels:
1:2399
διὰ τί σου ἐρυθρᾶ τὰ ἱμάτια, καὶ τὰ ἐνδύματά σου ὡς ἀπὸ πατητοῦ ληνοῦ; πλήρης καταπεπατημένης
「你的衣服為何是紅的?你的衣袍為何像踹酒醡者的衣袍?……滿是被踐踏之物。」
"Why are your garments red, and your robes as of one who treads in the winepress? ... full of that which is trodden."
1:2400
ὁ δέ γε μηρὸς τὴν σαρκικὴν γέννησιν διασημαίνει·
至於「大腿」,則表明肉身的誕生;
And indeed the thigh signifies the fleshly birth;
1:2401
γέγραπται γὰρ ἐν τῇ Γενέσει πᾶσαι δὲ αἱ ψυχαὶ αἱ εἰσελθοῦσαι μετὰ Ἰακὼβ εἰς Αἴγυπτον, αἱ ἐξελθοῦσαι ἐκ τῶν μηρῶν αὐτοῦ
因為《創世記》記著說:「與雅各同來埃及的人口,凡從他大腿而出的……」
for it is written in Genesis: "And all the souls that entered Egypt with Jacob, that came out of his thighs..."
1:2402
τοῦτο οὖν δηλοῖ τὸ αἴνιγμα τὸ ἐν ἱματίῳ καὶ τῷ μηρῷ γεγράφθαι βασιλέα πάντων τὸν Ἐμμανουήλ
因此,這謎語所表明的,就是:在衣服與大腿上都寫著,以馬內利乃是萬有之王;
This, then, is what the riddle signifies, that it is written on the garment and on the thigh that Emmanuel is King of all;
1:2403
ὅτι καὶ σαρκὶ καθ' ὑπόστασιν ἑνωθεὶς ὁ Λόγος καὶ σαρκικὴν ὑπομείνας τὴν ἐκ παρθένου γέννησιν, οὐδὲν ἧττον Βασιλεὺς καὶ Κύριος πάντων καθέστηκε τῶν ἐν οὐρανῷ καὶ τῶν ἐπὶ γῆς, οὐκ ἐλαττωθεὶς τῆς ἀξίας διὰ τὴν ἐνανθρώπησιν·
因為道雖按位格與肉身聯合,且經歷了從童貞女而生的肉身誕生,卻絲毫不減其為天上地下萬有之王與主的地位,並未因道成肉身而使其尊貴受損;
for the Word, having been united hypostatically also to flesh, and having undergone the fleshly birth from the Virgin, is nonetheless established as King and Lord of all, of those in heaven and those on earth, not having been diminished in dignity on account of the incarnation;
1:2404
ἦν γὰρ καὶ οὕτω Θεὸς καὶ ἔστι καὶ ἔσται
因為即便如此,祂仍是神,現今是,將來也是。
for even so he was God, and is, and shall be.
1:2405
καὶ εἶδον ἄλλον ἄγγελον ἑστῶτα ἐν τῷ ἡλίῳ, καὶ ἔκραξε φωνῇ μεγάλῃ, λέγων πᾶσι τοῖς ὀρνέοις τοῖς πετομένοις ἐν μεσουρανήματι·
「我又看見一位天使站在日頭中,向天空所飛的一切鳥大聲喊著說:」
"And I saw another angel standing in the sun, and he cried out with a loud voice, saying to all the birds that fly in mid-heaven:"
1:2406
συνάχθητε εἰς τὸ δεῖπνον τὸ μέγα τοῦ Θεοῦ, ἵνα φάγητε σάρκας βασιλέων καὶ σάρκας χιλιάρχων καὶ σάρκας ἰσχυρῶν καὶ σάρκας ἵππων καὶ τῶν καθημένων ἐπ' αὐτῶν, καὶ σάρκας πάντων, ἐλευθέρων τε καὶ δούλων, μι κρῶν τε καὶ μεγάλων
「你們聚集來赴神的大筵席,好吃君王的肉、將軍的肉、壯士的肉、馬和騎馬者的肉,並一切自主的、為奴的、以及大小人物的肉。」
"Gather together to the great supper of God, that you may eat the flesh of kings, and the flesh of commanders, and the flesh of the mighty, and the flesh of horses and of those who sit on them, and the flesh of all, both free and slave, both small and great."
1:2407
καὶ εἶδον τὸ θηρίον καὶ τοὺς βασιλεῖς τῆς γῆς καὶ τὰ στρατεύματα αὐτῶν συνηγμένα ποιῆσαι πό λεμον μετὰ τοῦ καθημένου ἐπὶ τοῦ ἵππου καὶ τοῦ στρατεύ ματος αὐτοῦ
「我又看見那獸和地上的君王,並他們的眾軍都聚集,要與那騎白馬的並祂的軍隊爭戰。」
"And I saw the beast, and the kings of the earth, and their armies, gathered together to make war against him who sat on the horse and against his army."
1:2408
ἐπλάνησε τοὺς λαβόντας τὸ χάραγμα τοῦ θηρίου καὶ τοὺς προσκυνοῦντας τὴν εἰκόνα αὐτοῦ·
「牠曾迷惑那些受了獸印記、並拜獸像的人;」
"[he] deceived those who had received the mark of the beast, and those who worshiped his image;"
1:2409
ζῶντες ἐβλήθησαν οἱ δύο εἰς τὴν λίμνην τοῦ πυρὸς τὴν καιομένην ἐν θείῳ
「這兩個活活地被扔在燒著硫磺的火湖裡。」
"the two were thrown alive into the lake of fire burning with brimstone."
1:2410
καὶ οἱ λοιποὶ ἀπεκτάνθησαν ἐν ῥομφαίᾳ τοῦ καθημένου τοῦ ἵπ που τῇ ἐξελθούσῃ ἐκ τοῦ στόματος αὐτοῦ, καὶ πάντα τὰ ὄρνεα ἐχορτάσθησαν ἐκ τῶν σαρκῶν αὐτῶν
「其餘的都被那騎馬者口中出來的劍殺了;飛鳥都吃飽了牠們的肉。」
"and the rest were killed by the sword of him who sat on the horse, which came out of his mouth, and all the birds were gorged with their flesh."
1:2411
οἶμαι τοῦτον τὸν ἅγιον ἄγγελον περὶ οὗ νῦν ὁ λόγος στρατοκήρυκά τινα ὑπάρχειν τῆς θείας παρατάξεως
我認為,經文此處所論的這位聖天使,乃是神聖軍隊的某種傳令官;
I think that this holy angel, of whom the text now speaks, is a kind of herald of the divine army;
1:2412
καὶ πᾶσιν ἐγκελεύεσθαι τοῖς ἐν οὐρανῷ ἁγίοις ἀγγέλοις, οὓς τροπικῶς ὄρνεα καλεῖ διὰ τὸ μετέωρον αὐτῶν καὶ ἀεροπόρον, μετασχεῖν τοῦ κατὰ τῶν ἐχθρῶν φόνου·
他向天上所有聖天使發令——經文因其高翔與凌空飛行的特性,而喻稱他們為飛鳥——要他們一同參與剿滅仇敵之事;
and he commands all the holy angels in heaven, whom the text figuratively calls birds because of their loftiness and their traversing of the air, to take part in the slaughter of the enemies;
1:2413
οὐχ ὅτι ἀνίκανος ἦν καὶ εἷς ἄγγελος πᾶσαν τῶν πολεμίων ἀνελεῖν τὴν παράταξιν, τοῦτο γὰρ ἔδειξε σαφῶς ὁ ἐν μιᾷ νυκτὶ τῶν Ἀσσυρίων πατάξας ἕκατον ὀγδοηκονταπέντε χιλιάδας, ἀλλ' ἵνα πάντες μέτοχοι γένωνται τῆς κατὰ τῶν ἐχθρῶν εὐφροσύνης
並非因為單獨一位天使不足以殲滅敵軍的全部陣列——這一點,那在一夜之間擊殺十八萬五千亞述人的天使已清楚顯明——而是要使眾天使都能分享戰勝仇敵的喜樂。
not because a single angel was incapable of destroying the entire battle-line of the enemy — this was indeed clearly shown by the one who in a single night struck down a hundred and eighty-five thousand of the Assyrians — but so that all might become partakers of the joy over the enemies.
1:2414
οἶμαι γὰρ καὶ αὐτοὺς λέγειν σὺν τῷ προφήτῃ οὐχὶ τοὺς μισοῦντάς σε, Κύριε, ἐμίσησα, καὶ ἐπὶ τοὺς ἐχθροὺς σου ἐξετηκόμην; τέλειον μῖσος ἐμίσουν αὐτοὺς, εἰς ἐχθροὺς ἐγένοντό μοι
因為我認為,眾天使也與詩人一同說:「耶和華啊,恨惡你的,我豈不恨惡他們嗎?我豈不因你的仇敵而憂傷如焚嗎?我恨他們是完全的恨,他們成了我的仇敵。」
for I think that they too say together with the prophet: "Did I not hate those who hate you, O Lord, and pine away because of your enemies? I hated them with a perfect hatred; they became enemies to me."
1:2415
ἐπειδὴ δὲ τοῖς ἐν τῷ μεσουρανήματι πετομένοις ἀγγέλοις ἐνεκελεύετο, καὶ αὐτὸς ἐν τῷ μεσουρανήματι στὰς ἐκήρυττεν·
既然他是向那些在天空飛翔的天使發令,他自己也就站在天空中宣告此事;
And since he was giving command to the angels flying in mid-heaven, he himself also stood in mid-heaven and proclaimed this;
1:2416
ὁ γὰρ ἥλιος ἐν μέσῳ τῶν ἑπτὰ πλανητῶν κατεστήρι κται, τρεῖς ἔχων ὑπὲρ αὐτὸν καὶ τρεῖς ὑπ' αὐτόν
因為太陽被安置在七大行星之中央,其上有三個行星,其下也有三個。
for the sun is fixed in the middle of the seven planets, having three above it and three below it.
1:2417
ἢ οὖν τοῦτο, ἢ ὅτι ἐν τῷ φωτὶ οἷον ἐν πνεύματι ἐποιεῖτο τὸ κήρυγμα, καὶ τῶν μελλόντων ἔσεσθαι φόνων ἔλεγε τὴν ἀπόβασιν·
所以,這若不是站在日頭中的緣故,便是:這宣告是在光中作成,彷彿是在靈裡作成,並且他宣告了即將發生之殺戮的結局;
Either, then, this is the reason, or it is that the proclamation was made in the light, as it were in the Spirit, and he announced the outcome of the slaughters that were about to take place;
1:2418
φῶς γὰρ νοητὸν τὸ πνεῦμα ὡς ὁ προφήτης διδάσκει, πρὸς τὸν Θεόν·
因為靈乃是理智之光,正如先知向神所教導的:
for the Spirit is intelligible light, as the prophet teaches, speaking to God:
1:2419
καὶ πατέρα ποιούμενος τοὺς λόγους καὶ λέγων ἐν τῷ φωτί σου ὀψόμεθα φῶς, τουτέστι, ἐν πνεύματι τὸν υἱόν
並以父為對象說話,說:「在你的光中,我們必得見光」,意即:在靈裡得見子。
and addressing his words to the Father, saying, "In your light we shall see light," that is, we shall see the Son in the Spirit.
1:2420
ἵνα φησὶ φάγητε σάρκας βασιλέων
經文說:「要你們吃君王的肉,」
"that," it says, "you may eat the flesh of kings,"
1:2421
καὶ τῶνδε καὶ τῶνδε βρῶσιν καλεῖ τὴν ἐπὶ τῷ θανάτῳ τῶν ἐχθρῶν χαρμονήν·
而所謂「吃」這些人與那些人的肉,指的乃是因仇敵死亡而生的喜樂;
and by "eating" this and that flesh he means the joy at the death of the enemies;
1:2422
οὕτως γὰρ καὶ ὁ Κύριος τὴν χαρὰν ὀνομάζει λέγων πρὸς τοὺς αὐτοῦ μαθητὰς καὶ ἀποστόλους·
因為主也是如此稱呼喜樂的,祂對自己的門徒和使徒說:
for thus the Lord also names joy, speaking to his disciples and apostles:
1:2423
ἐγὼ βρῶσιν ἔχω φαγεῖν, ἣν ὑμεῖς οὐκ οἴδατε, τὴν ἐπὶ τοῖς πιστεύειν μέλλουσιν εὐφροσύνην οὕτω καλῶν
「我有食物吃,是你們不知道的」——祂是以此稱呼那因將要信的人而生的喜樂為「食物」。
"I have food to eat that you do not know of," thus calling the joy over those who were about to believe "food."
1:2424
ἐποίησαν μὲν τὸν πόλεμον μετὰ τοῦ Κυρίου καὶ τῶν θείων ἀγγέλων ὅ τε Διάβολος καὶ ὁ ἀντίχριστος, τοῦτον γὰρ καλεῖ ψευδοπροφήτην τοῦ θηριώδους Διαβόλου, καὶ οἱ τούτοις συστρατεύοντες βασιλεῖς·
魔鬼與敵基督確實與主及眾聖天使爭戰了——因為經文稱這位(敵基督)為那如獸一般的魔鬼的假先知——與他們一同出征的還有那些君王;
The Devil and the Antichrist waged the war against the Lord and the divine angels — for he calls this one the false prophet of the beast-like Devil — together with the kings who campaigned along with them;
1:2425
ἡττήθησαν δὲ θᾶττον ἢ λόγος
然而他們被打敗的速度,比言語所能述說的還要快。
but they were defeated more swiftly than word can tell.
1:2426
τί γάρ φασιν αἱ θεῖαι γραφαὶ περὶ αὐτῶν; ὁ μὲν Ἡσαΐας ἀρθήτω ὁ ἀσεβής, ἵνα μὴ ἴδῃ τὴν δόξαν Κυρίου, τὴν αἰφνίδιον ἀναίρεσιν, λέγων·
因為聖經對他們是怎麼說的呢?以賽亞論及他們突然的滅亡,說:「讓那不虔敬的人被除去,使他看不見主的榮耀」;
For what do the divine Scriptures say about them? Isaiah, speaking of their sudden destruction, says: "let the impious be taken away, that he may not see the glory of the Lord";
1:2427
ὁ δὲ ἀπόστολος ὃν ὁ Κύριος ἀνελεῖ τῷ πνεύματι τοῦ στόματος αὐτοῦ
使徒則說:「主必用祂口中的氣將他除滅。」
and the apostle says: "whom the Lord will destroy with the breath of his mouth."
1:2428
τί δὲ συντομώτερον τοῦ ἐμπνεῦσαι καὶ ἐμφυσῆσαι τοὺς ἐχθρούς; καὶ ζῶντές φησιν ἐβλήθησαν οἱ δύο εἰς τὴν λίμνην τοῦ πυρός, καὶ οἱ λοιποὶ ἀπεκτάνθησαν ἐν ῥομφαίᾳ
還有什麼比對仇敵吹一口氣更迅速呢?經文說:「這兩個活活地被扔進火湖,其餘的都被劍所殺。」
And what is quicker than to breathe upon and blow upon the enemies? And, it says, "the two were thrown alive into the lake of fire, and the rest were killed by the sword."
1:2429
οὐ τῆς αὐτῆς ἠξίωσε κολάσεως τούς τε αἰτίους τοῦ πολέμου καὶ τοὺς συναιτίους·
對於戰爭的主謀與其同謀者,祂並未判以相同的刑罰;
He did not deem worthy of the same punishment both those responsible for the war and their accomplices;
1:2430
ἀλλ' οἱ μὲν δύο, ὁ Διάβολος τουτέστι καὶ ὁ ἀντίχριστος, τῷ πυρὶ κατεδικάσθησαν, ἐν ᾧ ζῶντες διαιωνίσουσι, τοῦτο γὰρ αἰνίττεται τὸ ζῶντας αὐτοὺς ἐν τῷ πυρὶ βληθῆναι·
而這兩位——就是魔鬼和敵基督——則被判入火中,他們必在其中永活受苦;因為經文所說「他們活活地被扔進火裡」,正是暗指此事;
but the two — that is, the Devil and the Antichrist — were condemned to the fire, in which they will remain alive forever; for this is what is hinted at by their being thrown alive into the fire;
1:2431
οἱ δὲ λοιποὶ ξίφει ἀνηρέθησαν
至於其餘的人,則是被劍所殺。
but the rest were slain by the sword.
1:2432
παρὰ πολὺ δὲ δήπουθέν ἐστι τὸ ξίφει δοῦναι σύντομον δίκην ἢ πυρί
而以劍施行的,乃是遠比以火施行更為迅速的刑罰。
and surely it is by far a swifter penalty to be given by the sword than by fire.
1:2433
ἅπαξ δὲ ἀρξάμενος εἰπεῖν περὶ τοῦ Διαβόλου οἷαν δώσει δίκην, τὴν συνέχειαν ὥσπερ φυλάττων τοῦ λόγου, λέγει καὶ ἃ πέπονθεν ἐν τῇ τοῦ Κυρίου ἐνανθρωπήσει·
既然一旦開始論及魔鬼將受何種刑罰,經文便彷彿要保持論述的連貫性一般,也一併述及魔鬼在主道成肉身之時所受的苦;
And having once begun to speak about what kind of punishment the Devil would suffer, the text, as though preserving the continuity of the discourse, also relates what he suffered at the incarnation of the Lord;
1:2434
καὶ τούτου λαβόμενος τοῦ εἱρμοῦ, πλείονα λέγει περὶ τῆς τοῦ Κυρίου ἐν σαρκὶ παρουσίας, καί φησιν·
並且順著這條脈絡,進一步論述主在肉身中的降臨,說道:
and taking hold of this sequence, it says more concerning the Lord's coming in the flesh, and says:
1:2435
εἶδον ἄγγελον καταβαίνοντα ἐκ τοῦ οὐρανοῦ, ἔχοντα τὴν κλεῖν τῆς ἀβύσσου καὶ ἅλυσιν μεγάλην ἐπὶ τὴν χεῖρα αὐτοῦ
「我又看見一位天使從天而降,手裡拿著無底坑的鑰匙,並一條大鍊子。」
"I saw an angel coming down from heaven, holding the key of the abyss and a great chain in his hand."
1:2436
καὶ ἐκράτησε τὸν δράκοντα, τὸν ὄφιν τὸν ἀρχαῖον, ὅς ἐστιν ὁ Διάβολος καὶ ὁ Σατανάς, καὶ ἔδησεν αὐτὸν χίλια ἔτη, καὶ ἔβαλεν αὐτὸν εἰς τὴν ἄβυσσον, καὶ ἔκλεισε καὶ ἐσφράγισεν ἐπάνω αὐτοῦ, ἵνα μὴ πλανήσῃ ἔτι τὰ ἔθνη, ἄχρι τελεσθῇ τὰ χίλια ἔτη·
「他捉住了龍,就是那古蛇,又名魔鬼,也叫撒但,把牠捆綁一千年,扔在無底坑裡,將無底坑關閉,用印封上,使牠不得再迷惑列國,等到那一千年完了;」
"And he seized the dragon, the ancient serpent, who is the Devil and Satan, and bound him a thousand years, and cast him into the abyss, and shut it and sealed it over him, that he should deceive the nations no more, until the thousand years should be finished;"
1:2437
μετὰ ταῦτα δεῖ λυθῆναι αὐτὸν μικρὸν χρόνον, ἵνα πάλιν πλανήσῃ τὰ ἔθνη
「此後,牠必須暫時被釋放,好再迷惑列國。」
"after these things he must be loosed for a little time, that he may deceive the nations again."
1:2438
ἆρα μὴ τὴν χιλιονταετηρίδα τῶν ἀθέων Ἑλλήνων καὶ τὰς τῶν ψυχῶν μετενσωματώσεις καὶ τὸ λήθαιον ὕδωρ, καὶ οὐκ οἶδα οὕς τινας ὕθλους καὶ λήρους ἡμῖν ἡ ἀποκάλυψις παραδίδωσι, χίλια λέγουσα ἔτη δεθήσεσθαι τὸν Διάβολον καὶ πάλιν λυθήσεσθαι καὶ πλανῆσαι τὰ ἔθνη; ἄπαγε τῶν οὕτως ὀλεθρίων δογμάτων καὶ τῇ σκαιότητι τῇ Ἑλληνικῇ πρεπόντων
難道《啟示錄》向我們傳授的,竟是那些不敬神的希臘人所講的千年輪迴、靈魂轉世投胎、忘川之水,以及我不知道還有什麼胡言亂語——說魔鬼要被捆綁一千年,然後又被釋放,再去迷惑列國嗎?這種如此有害、且與希臘人愚昧相稱的教義,去它的吧!
Is it then the case that the Apocalypse hands down to us the millennium of the godless Greeks, and the reincarnations of souls, and the water of forgetfulness, and I know not what other nonsense and folly — saying that the Devil shall be bound a thousand years and again loosed and shall deceive the nations? Away with such pernicious doctrines, fitting for Greek folly!
1:2439
χίλια ἔτη ἐν ὀφθαλ μοῖς σου, Κύριε, ὡς ἡ ἡμέρα ἡ ἐχθὲς ἥτις διῆλθε καὶ φυλακὴ ἐν νυκτί
「主啊,在你眼中,千年如已過的昨日,又如夜間的一更。」
"A thousand years in your eyes, O Lord, are as yesterday, which has passed, and as a watch in the night."
1:2440
τὰ χίλια τοιγαροῦν ἔτη ὡς μία ἡμέρα λογίζεται ἐν ὀφθαλμοῖς τοῦ Θεοῦ
所以,這一千年在神眼中,乃被算作一日。
The thousand years, therefore, is reckoned as one day in the eyes of God.
1:2441
τὸ δὲ αὐτὸ καὶ ἡ δευτέρα Πέτρου τοῦ θεσπεσίου ἐπιστολή φησι, γράψαντος·
神聖的彼得所寫的第二封書信,也說了同樣的話:
And the second epistle of the divinely-inspired Peter says the same thing, he having written:
1:2442
ἓν δὲ τοῦτο μὴ λανθανέτω ὑμᾶς, ἀγαπητοί, ὅτι μία ἡμέρα παρὰ Κυρίῳ ὡς χίλια ἔτη, καὶ χίλια ἔτη ὡς ἡμέρα μία
「親愛的弟兄啊,有一件事你們不可忘記,就是主看一日如千年,千年如一日。」
"But let this one thing not escape you, beloved, that one day with the Lord is as a thousand years, and a thousand years as one day."
1:2443
ὁ θεσπέσιος δὲ Ἡσαΐας ἡμέραν φησὶ πᾶσαν τὴν τοῦ Κυρίου ἐνανθρώπησιν, λέγων καιρῷ δεκτῷ ἐπήκουσά σου, καὶ ἐν ἡμέρᾳ σωτηρίας ἐβοήθησα σοι
神聖的以賽亞則稱主整個道成肉身的時期為「一日」,他說:「在悅納的時候,我應允了你;在拯救的日子,我幫助了你。」
And the divinely-inspired Isaiah calls the whole incarnation of the Lord "a day," saying: "In an acceptable time I heard you, and in a day of salvation I helped you."
1:2444
οὐ μόνον δέ, ἀλλὰ καὶ ὁ ψαλμωδὸς ἡμέραν αὐτὴν καλεῖ καὶ πρωΐαν, πῆ μὲν λέγων αὕτη ἐστὶν ἡ ἡμέρα ἣν ἐποίησεν ὁ Κύριος·
不僅如此,詩人也稱其為「日」與「清晨」,一處他說:「這是耶和華所定的日子,」
And not only he, but the Psalmist also calls it "day" and "morning," in one place saying: "This is the day which the Lord has made;"
1:2445
ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ τὴν τῆς σωτηρίας ἡμῶν εὐφροσύνην·
「我們在其中要高興歡喜」——意指我們得救的喜樂;
"let us rejoice and be glad in it" — meaning the joy of our salvation;
1:2446
πῆ δὲ ψάλλων τὸ πρωῒ εἰσακούσῃ τῆς φωνῆς μου·
另一處他歌唱道:「清晨,你必聽我的聲音;」
and in another place, singing: "In the morning you shall hear my voice;"
1:2447
τὸ πρωῒ παραστήσομαί σοι, καὶ ἐπόψει με·
「清晨,我要在你面前陳明,你必鑒察我;」
"in the morning I will present myself before you, and you will look upon me;"
1:2448
εὐπρόσδεκτοι γὰρ ἡμῶν αἱ δεήσεις τῆς ἐποψίας ἀξιωθεῖσαι τοῦ Θεοῦ καὶ Πατρός·
因為我們的祈求,既蒙神與父的鑒察垂顧,便是蒙悅納的;
for our petitions, having been deemed worthy of the regard of God and the Father, are well accepted;
1:2449
τῇ τοῦ Κυρίου γεγόνασι μεσιτείᾳ καὶ καταλλαγῇ
這是藉著主的中保之職與和好之功而成就的。
they have come to be through the mediation and reconciliation of the Lord.
1:2450
καὶ αὖθις περὶ τῆς Ἱερουσαλήμ φησι·
此外,論到耶路撒冷,他又說:
and again, concerning Jerusalem, he says:
1:2451
βοηθήσει αὐτῇ ὁ Θεὸς τὸ πρὸς πρωῒ πρωΐ
神必幫助她,在清晨破曉之時。
God will help her at the break of day, early in the morning.
1:2452
ἡμέρα δὲ καὶ πρωΐα ἡ τοῦ Κυρίου ἐνανθρώπησις γέγονεν, ὡς ἐπιλάμψαντος ἡμῖν τοῦ τῆς δικαιοσύνης ἡλίου
而『白日』與『清晨』就是主的道成肉身,因為義的太陽已向我們照耀。
And 'day' and 'dawn' have become the Lord's incarnation, since the sun of righteousness has shone upon us.
1:2453
οὕτω γὰρ αὐτὸν ὁ Μαλαχίας φησί, καὶ κομίσαντος ἡμῖν τὸ τῆς γνώσεως φῶς, περὶ οὗ θείου φωτὸς ὁ Ζαχαρίας προανεφώνησε, λέγων ἐν οἷς ἐπεσκέψατο ἡμᾶς ἀνατολὴ ἐξ ὕψους, ἐπιφάναι τοῖς ἐν σκότει καὶ σκιᾷ θανάτου καθημένοις·
瑪拉基如此稱呼他,他為我們帶來了知識之光;論到這神聖之光,撒迦利亞也曾預先宣告,說:『清晨的日光從高處臨到我們,要照亮那坐在黑暗和死蔭中的人。』
For thus Malachi speaks of him, who brought us the light of knowledge; concerning this divine light Zachariah also proclaimed beforehand, saying, in the words, 'the dayspring from on high has visited us, to shine upon those who sit in darkness and the shadow of death.'
1:2454
ᾧ συνωδὰ καὶ ὁ προφήτης Θεὸς ἔφη Κύριος καὶ ἐπέφανεν ἡμῖν συστήσασθαι ἑορτὴν ἐν τοῖς πυκάζουσιν ἕως τῶν κεράτων τοῦ θυσιαστηρίου
與此相合,先知也曾說:『耶和華是神,他光照了我們;當用茂密的枝條,直到祭壇的角,設立節期。』
In harmony with this the prophet also said: 'The Lord is God, and he has shone upon us; arrange a festival with thick branches, up to the horns of the altar.'
1:2455
τούτων οὕτω προαφηγηθέντων, ἐπὶ τὸ προκείμενον ἰτέον
既已如此預先敘述了這些事,我們就當進到眼前的正題。
Having thus related these things beforehand, we must proceed to the matter at hand.
1:2456
ἐπειδὴ εἴρηται ὅτι ἡ ἡμέρα ὡς χίλια ἔτη λελόγισται τῷ Θεῷ, καὶ ἀνάπαλιν ἡμέρα κέκληται ἡ τοῦ Κυρίου ἐπὶ γῆς ἀναστροφή, ταύτην τὴν ἡμέραν χίλια ἔτη φησίν, ὡς οὐκ οὔσης διαφορᾶς παρὰ Θεῷ ἡμέρας τε μιᾶς καὶ χιλίων ἐτῶν·
既然經上說一日在神看來如同千年,反過來說,主在地上的行止也被稱為一日,所以他稱這一日為『千年』,因為在神那裡,一日與千年並無分別;
Since it has been said that a day is reckoned by God as a thousand years, and conversely the Lord's sojourn upon earth is called a day, he calls this day 'a thousand years,' since with God there is no difference between a single day and a thousand years;
1:2457
ἐν ᾗ ταύτῃ, τῇ τοῦ Κυρίου ἐνανθρωπήσει, ἐδέθη ὁ Διάβολος, ταῖς τοῦ σωτῆρος θεοσημείαις ἀνταιρεῖν μὴ δυνάμενος
就在此時,即主的道成肉身之時,魔鬼被捆綁了,因為他無法抵擋救主的神蹟。
in this — the incarnation of the Lord — the devil was bound, unable to rise up against the divine signs of the Savior.
1:2458
ὅθεν τοῦ νοητοῦ τούτου δεσμοῦ ἐπαισθανόμενοι οἱ ἀλητήριοι δαίμονες ἔκραζον τί ἡμῖν καὶ σοί, ὑιὲ τοῦ Θεοῦ τοῦ ζῶντος; ἦλθες πρὸ καιροῦ βασανίσαι ἡμᾶς; ἀλλὰ καὶ ὁ Κύριος τούτων παραγυμνῶν τὸν δεσμόν, ἔλεγεν·
因此,那些四處作惡的遊蕩鬼魔感受到這無形的捆綁,就喊叫說:『永生神的兒子,我們與你有什麼相干?你來是要在時候未到以先叫我們受苦嗎?』但主也揭露了他們的捆綁,說:
Whence the destructive wandering demons, perceiving this intelligible bond, cried out: 'What have we to do with you, Son of the living God? Have you come before the time to torment us?' But the Lord, laying bare their bondage, also said:
1:2459
ἢ πῶς δύναταί τις εἰσελθεῖν εἰς τὸν οἶκον τοῦ ἰσχυροῦ καὶ τὰ σκεύη αὐτοῦ διαρπάσαι, ἐὰν μὴ πρῶτον δήσῃ τὸν ἰσχυρόν; καὶ τότε τὴν οἰκίαν αὐτοῦ διαρπάσει
『人怎能進壯士家裡,搶奪他的家具呢?除非先捆住那壯士,才可以搶奪他的家財。』
'Or how can someone enter the house of the strong man and plunder his goods, unless he first binds the strong man? And then he will plunder his house.'
1:2460
ἐπεὶ οὖν, ὡς εἴρηται, τὴν ἐνανθρώπησιν τοῦ Κυρίου καὶ τὴν ἐπὶ γῆς ἀναστροφὴν ἡμέραν τε μίαν καὶ χίλια ἔτη νενοήκαμεν, ἀδιαφόρως τῇ θείᾳ γραφῇ κεκλημένον μυστικῶς τὸν τοιοῦτον ἀριθμόν, ὅρα τί φησιν ἡ ἀποκάλυψις
既然如前所述,我們已明白主的道成肉身及其在地上的行止,被聖經神秘地無分別地稱為『一日』與『千年』,那麼請看啟示錄怎麼說:
Since therefore, as has been said, we have understood the Lord's incarnation and his sojourn on earth as both one day and a thousand years, this number being called indifferently in a mystical sense by the divine scripture, see what the Apocalypse says:
1:2461
εἶδον ἄλλον ἄγγελον καταβαίνοντα ἐκ τοῦ οὐρανοῦ, ἔχοντα τὴν κλεῖν τῆς ἀβύσσου καὶ ἅλυσιν, καὶ κρατήσας φησὶ τὸν Διάβολον ἔδησε καὶ ἔβαλεν εἰς τὴν ἄβυσσον
『我看見另一位天使從天而降,拿著無底坑的鑰匙和鎖鏈』;經文說,他抓住了魔鬼,把他捆綁,扔進無底坑。
'I saw another angel coming down from heaven, having the key of the abyss and a chain'; and having seized, it says, the devil, he bound him and cast him into the abyss.
1:2462
ὡς ἐν πίνακι ζωγραφίας θεωρεῖται τῷ εὐαγγελιστῇ τὰ νοητῶς ἐνεργηθέντα τῷ Κυρίῳ κατὰ τοῦ Διαβόλου
主針對魔鬼所行、屬靈意義上成就的事,如同繪在畫板上一般,被這位福音書作者所觀看。
As on a painted panel, the things intelligibly wrought by the Lord against the devil are beheld by the evangelist.
1:2463
ἐπειδὴ γὰρ τὰ νοητὰ οὐκ ἦν ἰδεῖν ἄνθρωπον ὄντα τὸν Ἰωάννην, σωματικῶς αὐτῷ τὰ γεγονότα διαγράφεται, ἄγγελος ἅλυσιν ἔχων καὶ δεσμῶν τὸν Διάβολον καὶ βάλλων εἰς τὴν ἄβυσσον·
因為約翰身為人,不可能看見屬靈之事,所以所發生的事就以有形的方式向他描繪出來:一位天使拿著鎖鏈,捆綁魔鬼,把他扔進無底坑;
For since it was not possible for John, being a man, to see the intelligible things, the things that had happened are depicted for him in bodily form: an angel having a chain, binding the devil, and casting him into the abyss;
1:2464
οὕτω γὰρ καὶ ἡ βίβλος τοῦ Ἰὼβ ἐγχείρησιν τοῦ Διαβόλου καὶ τὴν τοῦ Θεοῦ συγχώρησιν σωματικῶς διαπλάττουσα, τὸν μὲν ἐποίησεν παρὰ τοῦ Θεοῦ τὸν Ἰὼβ ἐξαιτούμενον, τὸν δὲ Θεὸν παρέχοντα καὶ λόγους ἐπιτηδείους πρὸς αἴτησιν καὶ δόσιν συμπαρέγραψε τοῖς γενομένοις
正如約伯記那樣,也以有形的方式描繪魔鬼的圖謀與神的許可:一方面使魔鬼向神求取約伯,另一方面使神應允,並且將求取與應允所用的合宜言辭,一併記載於所發生之事中;
for thus also the book of Job, giving bodily shape to the devil's attempt and God's permission, made the one — the devil — request Job from God, and the other — God — grant it, and it recorded, alongside the events, words fitting for the request and the granting;
1:2465
οὕτως οὖν καὶ νῦν μοι νοήσεις ὀρθῶς ποιῶν
所以現在,你這樣理解也是對的。
so also now, you will do well to understand it in this way.
1:2466
ἵνα μὴ πλανήσῃ φησὶν ἔτι τὰ ἔθνη ἄχρι τελεσθῇ τὰ χίλια ἔτη·
『使他不再迷惑列國』,經文說,『直等到那一千年完了』;
'that he should deceive the nations no more,' it says, 'until the thousand years should be finished;'
1:2467
ἔδει γάρ τι πλέον ἔχειν ἀντιλήψεως καὶ κηδεμονίας λόγου τὴν τοῦ Κυρίου ἐπὶ γῆς διατριβὴν εἰς τὸ κωλύεσθαι κατὰ ταύτην τὰ ἴσα τοῖς πρὸ τῆς ἐνανθρωπήσεως χρόνοις ἐνεργεῖν κατὰ τῶν ἀνθρώπων τοὺς ἀκαθάρτους δαίμονας
因為主在地上的行止理當具有更大的扶助與看顧,使污穢的鬼魔在此期間,不能像道成肉身之前那樣任意加害於人。
for it was necessary that the Lord's sojourn on earth have some greater measure of help and care, so that during it the unclean demons should be prevented from working against men to the same degree as in the times before the incarnation.
1:2468
καὶ μετὰ τοῦτο δεῖ αὐτόν φησι λυθῆναι μικρὸν χρόνον
『此後必須』,經文說,『暫時釋放他』。
'And after this it is necessary,' it says, 'for him to be loosed for a short time.'
1:2469
ποῖον λέγει μικρόν; τὸν μεταξὺ τῆς τοῦ Κυρίου ἐνανθρωπήσεως καὶ τῆς συντελείας τοῦ παρόντος αἰῶνος·
他所說的『短暫』是指什麼呢?是指主的道成肉身與今世終結之間的那段時間;
What does he mean by 'short'? The time between the Lord's incarnation and the consummation of the present age;
1:2470
μικρὸς γὰρ οὗτος, κἂν μέγιστος εἶναι δοκῇ, πρός τε τὸν παρεληλυθότα καὶ τὸν μέλλοντα μετρούμενός τε καὶ παραβαλλόμενος
因為這段時間,縱然看似極長,若與過去和將來相較量、相比較,其實仍是短暫的。
for this is short, even if it seems to be very great, when measured and compared against both the time that has passed and the time to come.
1:2471
κέκληται ὁ ἄχρι τῆς συντελείας καιρός, μεθ' ὃν πάλιν δεθήσεται τὸν αἰώνιον καὶ ἀτελεύτητον δεσμόν
這段時期被稱為直到終結的時候,此後他將再度被永恆無盡的捆綁所束縛。
It is called the time until the consummation, after which he will again be bound with the eternal and unending bond.
1:2472
ἀλλὰ καὶ λυθέντος αὐτοῦ, δῆσον αὖθις, Κύριε, τὰς καθ' ἡμῶν μεθοδείας αὐτοῦ·
但即便他被釋放,主啊,求你再次捆綁他那些謀害我們的詭計;
But even when he is loosed, bind again, O Lord, his schemes against us;
1:2473
βασιλεύεις γὰρ ἡμῶν καὶ πρέπει σοι ἡ δόξα εἰς τοὺς αἰῶνας
因為你是我們的王,願榮耀歸與你,直到永遠。
for you reign over us, and glory is fitting to you unto the ages.
1:2474
ἀμήν # Λόγος ἑνδέκατοσ ἔτι τῆς αὐτῆς ἐννοίας ἔχεται ἡ ἀποκάλυψις
阿們。# 第十一卷。啟示錄仍延續同一思路。
Amen. # Book Eleven. The Apocalypse still adheres to the same idea.
1:2475
καὶ εἶδον θρόνους, καὶ ἐκάθησαν ἐπ' αὐτούς, καὶ κρῖμα ἐδόθη αὐτοῖς, καὶ τὰς ψυχὰς τῶν πεπελεκισμένων διὰ τὴν μαρτυρίαν Ἰησοῦ καὶ διὰ τὸν λόγον τοῦ Θεοῦ, καὶ οἵτινες οὐ προσεκύνησαν τῷ θηρίῳ οὐδὲ τὴν εἰκόνα αὐτοῦ καὶ οὐκ ἔλα βον τὸ χάραγμα ἐπὶ τὸ μέτωπον καὶ ἐπὶ τὴν χεῖρα αὐτῶν·
『我又看見幾個寶座,也有坐在上面的,並有審判的權柄賜給他們。我又看見那些因為給耶穌作見證、並為神之道被斬者的靈魂,和那沒有拜過獸與獸像、也沒有在額上和手上受過牠印記之人的靈魂』;
'And I saw thrones, and they sat upon them, and judgment was given to them, and the souls of those who had been beheaded for the testimony of Jesus and for the word of God, and those who had not worshiped the beast nor its image, and had not received the mark upon their forehead and upon their hand;'
1:2476
καὶ ἔζησαν καὶ ἐβασίλευσαν μετὰ τοῦ Χριστοῦ χίλια ἔτη
『他們就活了,與基督一同作王一千年。』
'and they lived and reigned with Christ a thousand years.'
1:2477
μακάριος καὶ ἅγιος ὁ ἔχων μέρος ἐν τῇ ἀναστάσει τῇ πρώτῃ
『在頭一次復活有分的,有福了,聖潔了!』
'Blessed and holy is he who has a part in the first resurrection;'
1:2478
ἐπὶ τούτων ὁ δεύ τερος θάνατος οὐκ ἔχει ἐξουσίαν, ἀλλὰ ἔσονται ἱερεῖς τοῦ Θεοῦ καὶ Χριστοῦ, καὶ βασιλεύσουσι μετ' αὐτοῦ τὰ χίλια ἔτη
『在這等人身上,第二次的死沒有權柄;他們必作神和基督的祭司,並要與基督一同作王一千年。』
'over these the second death has no power, but they shall be priests of God and of Christ, and shall reign with him the thousand years.'
1:2479
καὶ ὅταν τελεσθῇ τὰ χίλια ἔτη, λυθήσεται ὁ Σατα νᾶς ἐκ τῆς φυλακῆς αὐτοῦ, καὶ ἐξελεύσεται πλανῆσαι τὰ ἔθνη ἐν ταῖς τέσσαρσι γωνίαις τῆς γῆς
『那一千年完了,撒但必從監牢裡被釋放,出來要迷惑地上四方的列國』,
'And when the thousand years are finished, Satan will be loosed from his prison, and will go out to deceive the nations in the four corners of the earth,'
1:2480
καὶ ἐν τῷ πρὸ τούτου εἴρηται λόγῳ ὅτι τοῦ Διαβόλου μνήμην ἅπαξ ποιησαμένη ἡ θεωρία, ὥσπερ εἱρμὸν ἕνα τῷ διηγήματι φυλάττουσα, οὐ μόνον ἃ πείσεται ὁ Διάβολος ἐν τῇ συντελείᾳ τοῦ παρόντος αἰῶνος, ἀλλὰ καὶ ἃ πέπονθεν νοητῶς ἐν τῇ τοῦ Κυρίου ἐνανθρωπήσει διηγήσατο
在前一卷中已經說過,這異象一旦提及魔鬼,便如同為敘事保持著一貫的連續脈絡,不僅敘述魔鬼在今世終結時將要遭受的事,也敘述他在主道成肉身時於屬靈意義上所遭受的事。
And it has been said in the preceding book that the vision, having once made mention of the devil, as if preserving one continuous sequence for the narrative, related not only what the devil will suffer at the consummation of the present age, but also what he suffered intelligibly at the Lord's incarnation.
1:2481
οὗπερ εἱρμοῦ λαβομένη, πλείονα περὶ τῆς τοῦ Κυρίου ἐνσάρκου ἐπιδημίας διέξεισιν, οἷον ὑπάρχει καὶ τὸ νῦν ἡμῖν εἰς θεωρίαν προκείμενον·
抓住這同一脈絡,它繼續詳述更多關於主道成肉身之臨在的事,正如眼下擺在我們面前、供我們思考的內容一般;
Taking hold of this same sequence, it goes on to relate more concerning the Lord's incarnate sojourn, such as is also what now lies before us for consideration;
1:2482
φησὶ γὰρ καὶ εἶδον θρόνους, καὶ ἐπ' αὐτοὺς ἐκάθησαν καὶ κρῖμα ἐδόθη αὐτοῖς
因為經文說:『我又看見幾個寶座,也有坐在上面的,並有審判的權柄賜給他們。』
for it says: 'And I saw thrones, and they sat upon them, and judgment was given to them.'
1:2483
τοὺς ἁγίους ἀποστόλους θεωρεῖ κατὰ τὴν ἐπαγγελίαν τὴν πρὸς αὐτοὺς ἐπὶ δώδεκα θρόνων καθημένους καὶ κρίνοντας τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ
他所看見的,是聖使徒們照著向他們所應許的,坐在十二個寶座上,審判以色列十二個支派。
He beholds the holy apostles, according to the promise made to them, sitting on twelve thrones and judging the twelve tribes of Israel.
1:2484
ὅπερ εἰ καὶ ἐντελέστερον ἐν τῷ μέλλοντι αἰῶνι πληρωθήσεται, ἀλλὰ καὶ συμβέβηκε μετρίως ἐν τῷ τῆς ἐνανθρωπήσεως καιρῷ·
此事雖將在來世更完全地應驗,但在道成肉身之時,也已在某種程度上實現了;
Although this will be fulfilled more completely in the age to come, it has also, to a certain measure, already come to pass in the time of the incarnation;
1:2485
αὐτοὶ γὰρ εἰς τὸν Κύριον πεπιστευκότες καὶ μυρίων ἀγαθῶν ἐν μετουσίᾳ γενόμενοι, κατέκριναν τοὺς οὐκ ἐθελήσαντας τῇ πίστει προσδραμεῖν, οὐδὲ ἐκ τῆς τοῖς ἀποστόλοις δοθείσης χάριτος παιδαγωγηθέντας εἰς τὴν ὁμόνοιαν ἀνελθεῖν θεοσέβειαν, ἀλλὰ καὶ σταυρὸν αὐτῷ καὶ θάνατον ὑφάναντας
因為他們自己既已信了主,並且成了無數美善之事的分享者,就定了那些人的罪——那些不願奔赴信仰、也不肯因使徒所受的恩典而受教、進而歸於一致的敬虔,反倒為他編織十字架與死亡的人。
for they themselves, having believed in the Lord and having become partakers of countless good things, condemned those who were unwilling to run to the faith, nor, being instructed by the grace given to the apostles, to rise up into unanimous piety, but who even wove a cross and death for him.
1:2486
καὶ τὰς ψυχάς φησι τῶν πεπελεκισμένων διὰ τὴν μαρτυρίαν Ἰησοῦ καὶ διὰ τὸν λόγον τοῦ Θεοῦ
『又看見那些因為給耶穌作見證、並為神之道被斬者的靈魂』,經文說——
And 'the souls,' it says, 'of those who had been beheaded for the testimony of Jesus and for the word of God' —
1:2487
ἀπὸ κοινοῦ τὸ εἶδον καθημένους ἐπὶ θρόνων καὶ κρίνοντας τοὺς λοιποὺς τῶν ἀνθρώπων
『我看見』一語是共用於此的:〔他們〕坐在寶座上,審判其餘的人。
[the verb] 'I saw' applies in common [to these also]: sitting on thrones and judging the rest of mankind.
1:2488
πεπελεκισμένους δέ φησι τοὺς ἀνηρημένους πελέκεσι
他所說的『被斬』,是指那些被斧頭處死的人,
And by 'beheaded' he means those who were killed with axes,
1:2489
λέγει δὲ τροπικῶς περὶ τῶν νεκρωσάντων τὰ μέλη τὰ ἑαυτῶν διὰ τὴν εἰς Χριστὸν πίστιν, καὶ πλεῖστα δι' αὐτὴν ὑπομεινάντων
但他其實是以比喻的方式,論到那些因信基督而治死自己肢體、並為此忍受了極多苦難的人。
but he speaks figuratively concerning those who mortified their own members because of their faith in Christ, and who endured very much for it.
1:2490
καὶ γὰρ καὶ ἀποσυναγώγους αὐτοὺς ἐποίησαν καὶ μυρίαις ἔβαλλον λοιδορίαις καὶ δι' ἁρπαγῆς ἴδια τὰ ὑπάρχοντα αὐτῶν ἐποιοῦντο, ὡς μαρτυρεῖ ὁ σοφὸς ἀπόστολος, ἐπειδὴ ὅλως εἰς Χριστὸν ἐπίστευσαν
因為他們確實被趕出會堂,遭受無數辱罵,他們的財物也被劫掠、被人據為己有,正如那智慧的使徒所見證的,只因他們全然信了基督。
For indeed they were put out of the synagogue, and were assailed with countless reproaches, and their possessions were seized by plunder, as the wise apostle testifies, because they had wholly believed in Christ.
1:2491
περὶ ὧν καὶ ἔλεγεν ὁ Κύριος μακάριοί ἐστε ὅταν, ὀνειδίσωσι καὶ διώξωσιν ὑμᾶς καὶ εἴπωσι πᾶν πονηρὸν ῥῆμα καθ' ὑμῶν ψευδόμενοι ἕνεκεν ἐμοῦ
論到這些人,主也曾說:『人若因我辱罵你們,逼迫你們,捏造各樣壞話毀謗你們,你們就有福了。』
Concerning whom the Lord also said: 'Blessed are you when they revile and persecute you and say every evil word against you, lying, for my sake.'
1:2492
τοὺς δέ γε μὴ προσκυνοῦντας τὸ θηρίον μηδὲ λαβόντας αὐτοῦ τὸ χάραγμα καὶ τὴν εἰκόνα νοήσεις, ἑπόμενος τῇ συνεχείᾳ τοῦ λόγου καὶ αἰχμαλωτίζων πᾶν νόημα εἰς τὴν ὑπακόην τῆς θείας γραφῆς, τοὺς μὴ ὁμογνωμονήσαντας τοῖς λοιποῖς τῶν Ἰουδαίων εἰς τὰς κατὰ Κυρίου ἐπιβουλάς, μήτε ἐθελήσαντας ταῖς ὑποθήκαις τοῦ θεοστυγοῦς Διαβόλου πειθαρχῆσαι·
至於那些沒有拜獸、也沒有受其印記與像的人,你應當理解為——順著論述的連貫脈絡,並將一切心思都擄來順服於神聖經文——那些不與其餘猶太人在謀害主的陰謀上同心、也不願順從那憎恨神的魔鬼所提出之建議的人;
But those who did not worship the beast, nor received its mark and image, you should understand — following the continuity of the discourse and taking every thought captive to the obedience of the divine scripture — to be those who did not share the mind of the rest of the Jews regarding the plots against the Lord, nor were willing to submit to the suggestions of the God-hating devil;
1:2493
τοῦτο γὰρ τὸ προσκυνῆσαι αὐτόν τε καὶ τὴν εἰκόνα αὐτοῦ
因為這就是敬拜他及其像的意思。
for this is [what it means] to worship him and his image.
1:2494
εἰκόνα γὰρ καλεῖ τὸ ἐνσεσημάνθαι τὸ αὐτοῦ θέλημα ἐν ταῖς τῶν Ἰουδαίων καρδίαις
他所稱的『像』,是指他的意志已經印刻在猶太人的心中,
For he calls 'image' the fact that his will had been imprinted in the hearts of the Jews,
1:2495
ὅπερ καὶ χάραγμα λέγει περιλαβὸν αὐτῶν τὸ ἡγεμονικὸν καὶ πρακτικόν·
這也就是他所稱的『印記』,涵蓋了他們的主導官能與實踐官能;
and this he also calls 'mark,' encompassing both their ruling faculty and their practical faculty;
1:2496
τοῦ μὲν γὰρ ἡγεμονικοῦ τύπος ἡ κεφαλή, ἧς μέρος τὸ μέτωπον, ἡ χεῖρ δὲ τοῦ πρακτικοῦ
因為頭是主導官能的表徵,額頭是頭的一部分;而手則是實踐官能的表徵。
for the head is the type of the ruling faculty, of which the forehead is a part, while the hand is [the type] of the practical faculty.
1:2497
καὶ ἔζησαν καὶ ἐβασίλευσαν μετὰ Χριστοῦ χίλια ἔτη
『他們就活了,與基督一同作王一千年。』
'and they lived and reigned with Christ a thousand years.'
1:2498
χίλια ἔτη πάλιν καλεῖ κατὰ τὰ πρόσθεν εἰρημένα τὴν τοῦ Κυρίου ἐπὶ γῆς ἀναστροφήν, δι' ἧς ἔζων τὴν νοητὴν ζωήν, καὶ συνεβασίλευον Χριστῷ, δαίμοσιν ἐπιτάσσοντες, πάθεσιν ἐπιτιμῶντες, καὶ μυρίας ἐνεργοῦντες δυνάμεις
他再次照先前所說的,稱『一千年』為主在地上的行止;藉著這行止,他們過著屬靈的生命,與基督一同作王,命令鬼魔,斥責情慾,並且行了無數的異能;
Again he calls 'a thousand years,' according to what has been said before, the Lord's sojourn on earth, through which they lived the intelligible life, and reigned together with Christ, commanding demons, rebuking passions, and working countless powers;
1:2499
μὴ ὅτι καὶ τὸ μόνον συνεῖναί τινα τῷ βασιλεῖ τῆς δόξης Χριστῷ συμβασιλεύειν ἐστὶ αὐτῷ
並非說僅僅與榮耀的君王基督同在,就算是與他一同作王。
not that merely being present with Christ, the King of glory, constitutes reigning together with him.
1:2500
ὅθεν καὶ εἴρηται περὶ αὐτῶν τῷ προφήτῃ ἐν τῷ διαστέλλειν τὸν ἐπουράνιον βασιλεῖς ἐπ' αὐτῆς χιονωθήσονται ἐν Σελμών
因此先知也曾論及他們說:『那從天上來的一位使列王四散於其上的時候,他們必在撒們變得如雪一般潔白。』
Hence also it is said about them by the prophet: 'When the Heavenly One scatters kings over it, they shall be made white as snow in Zalmon.'
1:2501
λοιποὶ τῶν νεκρῶν οὐκ ἔζησάν φησιν ἄχρι τελεσθῇ τὰ χίλια ἔτη
『其餘的死人沒有活』,經文說,『直等那一千年完了』。
'The rest of the dead did not live,' it says, 'until the thousand years were finished.'
1:2502
νεκροὺς καλεῖ τοὺς τῇ ἀπιστίᾳ παραμεμενηκότας, περὶ ὧν καὶ ὁ Κύριος ἔλεγεν ἄφετε τοὺς νεκροὺς θάψαι τοὺς ἑαυτῶν νεκρούς
他所稱的『死人』,是指那些仍停留在不信中的人;主也曾論到這些人說:『任憑死人埋葬他們的死人吧。』
He calls 'dead' those who remained in unbelief, concerning whom the Lord also said: 'Let the dead bury their own dead.'
1:2503
οἱ ἄπιστοι τοιγαροῦν οὐκ ἔζησαν τὴν νοητὴν ζωὴν ἄχρι τελεσθῇ ὁ τῆς ἐνανθρωπήσεως χρόνος, ὅς ἐστιν τὰ χίλια ἔτη·
所以,不信的人並未過屬靈的生命,直到道成肉身之期滿了,也就是那一千年;
The unbelievers, therefore, did not live the intelligible life until the time of the incarnation was finished, which is the thousand years;
1:2504
πῶς; τῇ τοῦ Ἁγίου Πνεύματος ἐπιφοιτήσει καὶ παρουσίᾳ
如何滿呢?藉著聖靈的降臨與同在;
how so? By the visitation and presence of the Holy Spirit;
1:2505
τότε γὰρ οἱ πλεῖστοι τῶν Ἰουδαίων πεπιστεύκασι Χριστῷ, ὅσοι μὴ ἐπίστευσαν αὐτῷ σωματικῶς αὐτοῖς συναναστρεφομένῳ
因為那時,大多數猶太人都信了基督,就是那些在他親身與他們同住之時尚未信他的人。
for then most of the Jews believed in Christ, as many as had not believed in him when he bodily dwelt among them.
1:2506
καὶ γὰρ θειότατα τὸ πρᾶγμα ᾠκονομήθῃ, καὶ ὡς οὐκ ἂν ἤλπισε νοῦς ἀνθρώπινος·
因為這事乃是以最神聖的方式安排成就的,是人的心思絕不會期望到的;
For indeed the matter was arranged most divinely, and in a way that no human mind would have hoped for;
1:2507
ἐπειδὴ γὰρ ἐν τῇ παλαιᾷ ὁ Πατὴρ κεκήρυκτό τε καὶ ἔγνωστο, καὶ διὰ τῆς ἐνανθρωπήσεως καὶ τῶν μυρίων θεοσημειῶν τε καὶ δυνάμεων ὁ υἱός·
因為在舊約中,父已被宣揚並被認識;而藉著道成肉身以及無數的神蹟異能,子也已被人認識;
for since in the Old [Testament] the Father had been proclaimed and known, and through the incarnation and the countless divine signs and powers, the Son [had been known];
1:2508
τὸ δὲ Πνεῦμα τὸ Ἅγιον οὔπω τοῖς ἀνθρώποις σαφῶς ἦν ἀποκεκαλυμμένον
然而聖靈尚未清楚地向人啟示出來。
but the Holy Spirit had not yet been clearly revealed to men.
1:2509
Λόγος δὲ μόνον ἦν περὶ αὐτοῦ ἐν τῇ παλαιᾷ, ἔργον δὲ ἐναργὲς καὶ αἰσθητὸν οὐδὲν ἦν, ὃ μάλιστα τοὺς ἀνθρώπους πρὸς πίστιν ἐνάγεται, ὥσπερ τοῦ υἱοῦ, εἰ καὶ τοῖς διαβεβηκόσιν εἰς βάθη θεωρίας ἐγινώσκετο
在舊約中,關於他只有言語的記載,卻沒有明顯可感知的工作——而這樣的工作最能引導人歸於信仰——正如子的情形一樣,儘管對那些已深入默觀之境的人來說,他仍是被認識的。
There was only a word about him in the Old [Testament], but there was no clear and perceptible work — which especially leads men to faith — as was the case with the Son, even though he was known to those who had advanced into the depths of contemplation.
1:2510
ὅτι δὴ πάντα ὅσα πέπρακται καὶ δεδημιούργηται παρὰ τῆς Ἁγίας τετέλεσται Τριάδος, καὶ τοῦτο σαφῶς παρίστησιν ὁ Κύριος, πῆ μὲν λέγων ὁ πατὴρ ἔδωκέ μοι ἐντολὴν τί εἴπω καὶ τί λαλήσω·
凡所行、所造之事,實在都是由聖三一所成就的——這一點主清楚地表明了,他一處說:『父已給我命令,叫我說什麼、講什麼』;
That indeed all things that have been done and wrought have been accomplished by the Holy Trinity — this the Lord clearly shows, saying in one place: 'The Father has given me a commandment, what I should say and what I should speak';
1:2511
ἀπ' ἐμαυτοῦ οὐδὲν δύναμαι ποιεῖν, εἰς τὴν τριάδα ἀνάγων τὰ γινόμενα·
『我憑著自己不能做什麼』,將所成就的事都歸於三一;
'of myself I can do nothing,' referring the things that happen back to the Trinity;
1:2512
καὶ αὖθις παρὰ τῷ Ἰωάννῃ·
又在約翰福音中說:
and again, in John:
← 上一段下一段 →
1

新的原文誦讀上線時通知我

每次有新章節誦讀影片就寄一封信。採雙重確認,隨時可一鍵取消。