📜 Verbum · 聖言
原文誦讀聖經與教父文獻
♥ 贊助

← 回書卷目次 · 希臘教父 › 啟示錄註

啟示錄註 第 1 章 第 12/14 段

希臘文原文.217 節.部分字詞可點開查義.本章太長已分段,此段為 1:2513–1:2729(全章共 3007 節)

← 上一段下一段 →
ℹ️ 本語料沒有逐節的詞法標註。原形主要取自同語言其他書卷的逐詞標註(不是這一節的標註),少數查不到的才回頭依字形比對詞典。同形的罕見字仍可能判錯,需要精確判斷時請覆核原文與專門詞典。
ℹ️ 中英對照為本站自譯,直接譯自本頁的原文(非和合本/WEB —— 那兩者譯自馬所拉文本,與本頁底本不同)。
1:2513
οὐ δύναται ὁ υἱὸς τοῦ ἀνθρώπου ποιεῖν ἀφ' ἑαυτοῦ οὐδὲν ἐὰν μὴ βλέπῃ τὸν πατέρα αὐτοῦ ποιοῦντα·
『人子憑著自己不能做什麼,除非看見父所做的』;
'the Son of Man can do nothing of himself, unless he sees his Father doing [it]';
1:2514
πῆ δὲ διαβεβαιούμενος εἰ δὲ ἐγὼ ἐν πνεύματι Θεοῦ ἐκβάλλω τὰ δαιμόνια
又在另一處堅定地說:『我若靠著神的靈趕鬼……』
and in another place affirming: 'But if I cast out demons by the Spirit of God...'
1:2515
πλὴν ἐπειδὴ αἰσθητὸν ἔργον, ὡς εἴρηται, οὐδὲν ἦν τοῦ Ἁγίου Πνεύματος παρὰ τοῖς ἀνθρώποις, ᾠκονομήθῃ τοὺς ἅπαντας σχεδὸν ἀνθρώπους τῇ ἐπιφοιτήσει καὶ τῇ δυνάμει τοῦ Παρακλήτου καὶ τοῦ Θεοῦ καὶ Πατρὸς τὴν εἰς Χριστὸν δέξασθαι πίστιν, ἵνα δὴ καὶ αὐτοῦ τὸ πρὸς τὸν Πατέρα καὶ υἱὸν ὁμοούσιόν τε καὶ ἰσοδύναμον πᾶσι κατάδηλον γένηται
然而,既然如前所述,聖靈在人間並沒有可感知的工作,於是便安排藉著保惠師、以及神即父的降臨與大能,使幾乎所有人都領受了對基督的信仰,好叫聖靈與父、子同質同等大能之事,向眾人顯明。
However, since there was, as has been said, no perceptible work of the Holy Spirit among men, it was arranged that nearly all men should receive faith in Christ through the visitation and power of the Paraclete, and of God the Father, so that his consubstantiality and equal power with the Father and the Son might become manifest to all.
1:2516
ἀμέλει τοι πάντι τῷ τῆς ἐνανθρωπήσεως χρόνῳ οὐχ' ἱστόρηνται πλείους τῶν ἑκατὸν εἴκοσι, πεπιστευκότες·
確實,在道成肉身的整段期間,有記載信主的人數不超過一百二十人;
Indeed, throughout the whole time of the incarnation, no more than one hundred twenty are recorded as having believed;
1:2517
τοσούτους γὰρ αἱ Πράξεις ἀπαριθμοῦνται τοὺς ἅμα συνειλεγμένους ἐν τῷ ὑπερώῳ
因為《使徒行傳》所數點聚集在樓上的人數正是如此之多。
for the Acts number that many as having been gathered together in the upper room.
1:2518
εἰ καὶ τῆς διδασκαλίας ἡ δύναμις τοῦ Χριστοῦ εἰς πολλοὺς διαβεβήκει, ἡ δέ γε πίστις αὐτῇ τῇ παρουσίᾳ πεφύλακτο τοῦ Πνεύματος
縱然基督教訓的能力已傳及眾人,然而信仰本身卻是為聖靈的親臨所保留的。
Even though the power of Christ's teaching had reached many, yet faith itself was reserved for the very presence of the Spirit.
1:2519
ὅθεν εὕροι τις, ὥσπερ σπόρου διαβεβλημένου, ὅταν ὑετὸς ἐπέλθῃ καὶ ἥλιος ἐπιλάμψῃ πάντα τὰ τέως ἐν τῇ γῇ κεκρυμμένα καὶ λανθάνοντα σπέρματα, ἐξανατέλλοντα τότε σαφῆ γίνεται ὅτι ὅλως ἐναπέκειτο τῇ γῇ, οὕτω γεγένηται τῇ τοῦ Ἁγίου Πνεύματος ἐπιφοιτήσει
由此可以看出,正如種子撒下之後,當雨水降臨、陽光照耀,一切先前隱藏、潛伏在地裡的種子便發芽生長,這時才清楚顯明它們原來一直深藏在地裡;聖靈降臨之時,情形也正是如此:
Hence one might find that, just as when seed has been sown, when rain comes and the sun shines, all the seeds that had until then been hidden and lay concealed in the earth, then sprouting up, become clearly manifest that they had been lying in the earth all along — so it happened also at the visitation of the Holy Spirit:
1:2520
πάντες εἰς οὓς ἡ διδασκάλια τοῦ Κυρίου κατεσπάρη, ἐξανέτειλαν πρὸς τὴν πίστιν·
凡是主的教訓曾撒播於其中的人,都萌發生長,歸向了信仰;
all those in whom the Lord's teaching had been sown sprang up unto faith;
1:2521
διὸ ἀκριβέστερον εἴρηται τῇ ἀποκαλύψει ὅτι οἱ λοιποὶ τῶν νεκρῶν οὐκ ἔζησαν ἄχρι τελεσθῇ τὰ χίλια ἔτη
因此《啟示錄》更精確地說:「其餘的死人還沒有復活,直等那一千年完了。」
Wherefore it is said more precisely by the Apocalypse: "the rest of the dead did not live again until the thousand years were finished."
1:2522
αὕτη φησὶν ἡ ἀνάστασις ἡ πρώτη, ἡ τῆς πίστεως δηλονότι·
他說:「這是頭一次的復活」——顯然是指信仰的復活。
"This," he says, "is the first resurrection" — evidently that of faith.
1:2523
ἡ γὰρ δεύτερα, ἡ καθολικὴ σωμάτων γενήσεται ἀνάστασις
因為第二次的復活,將是身體全體的復活。
For the second will be the universal resurrection of bodies.
1:2524
μακάριος οὖν ὁ ἔχων μέρος ἐν τῇ πρώτῃ ἀναστάσει·
因此,在頭一次復活有份的人是有福的。
Blessed, therefore, is he who has a part in the first resurrection.
1:2525
τῆς γὰρ δευτέρας πάντες καὶ ἄκοντες μεθέξομεν
因為第二次復活,我們眾人都要有份,即使不情願也是如此。
For in the second all of us will partake, even unwillingly.
1:2526
ἐπὶ δέ γέ φησι τοῖς τῆς πρώτης ἀναστάσεως μετόχοις, τουτέστι τοῖς πιστοῖς, οὐχ ἕξει ἐξουσίαν ὁ δεύτερος θάνατος
然而他說,對於分享頭一次復活的人,就是信徒,第二次的死沒有權柄轄制他們。
But upon those who share in the first resurrection, that is, the faithful, he says, the second death will have no power.
1:2527
ποῖος; οὗτος ὁ τῆς ἁμαρτίας δηλαδὴ καὶ τῆς τότε κολάσεως·
哪一種死呢?顯然就是罪之死,以及那時刑罰之死。
Which [death]? This is evidently that of sin, and of the punishment [belonging] to that [time].
1:2528
ὥσπερ γὰρ πρώτην εἶπε καὶ δευτέραν ἀνάστασιν, οὕτω καὶ πρῶτον καὶ δεύτερον θάνατον
正如他說了頭一次與第二次的復活,同樣他也說了頭一次與第二次的死。
For just as he spoke of a first and a second resurrection, so also of a first and a second death.
1:2529
καὶ πρῶτος μέν ἐστιν ὁ αἰσθητός, ὁ χωρισμὸν ἔχων ψυχῆς καὶ σώματος, δεύτερος δὲ ὁ νοητὸς ὁ τῆς ἁμαρτίας, περὶ οὗ καὶ ὁ Κύριος ἔλεγεν μὴ φοβηθῆτε ἀπὸ τῶν ἀποκτενόντων τὸ σῶμα·
頭一次是感官所能覺察的死,即靈魂與身體的分離;第二次則是理智範疇的死,就是罪的死,主也曾論及這死說:「那殺身體的,不要怕他們。」
And the first is the sensible [death], which consists in the separation of soul and body, while the second is the intelligible [death], that of sin, concerning which the Lord also said: "Do not fear those who kill the body."
1:2530
φοβηθῆτε δὲ μᾶλλον τὸν καὶ ψυχὴν καὶ σῶμα ἀποκτεῖναι δυνάμενον ἐν Γεέννῃ
「倒要怕那能把身體和靈魂都滅在地獄裡的。」
"But rather fear him who is able to destroy both soul and body in Gehenna."
1:2531
ἔσονται δέ φησιν οἱ πιστοὶ ἱερεῖς τοῦ Θεοῦ καὶ τοῦ Χριστοῦ·
他說:「信徒將要作神和基督的祭司。」
"And the faithful," he says, "will be priests of God and of Christ."
1:2532
ἱερουργοὶ γὰρ τοῦ εὐαγγελικοῦ λόγου πάντες ἀπεδείχθησαν οἱ πιστοί, περὶ ὧν καὶ ὁ προφήτης τὴν προφητικὴν ἀνακρουόμενος λύραν ἔλεγε καταστήσεις αὐτοὺς ἄρχοντας ἐπὶ πᾶσαν τὴν γῆν
因為凡信徒都被顯明為福音真道的祭司,先知也曾撥動先知的琴弦,論到他們說:「你要立他們作全地的首領。」
For all the faithful have been shown to be ministering priests of the evangelical word, concerning whom the prophet also, striking up the prophetic lyre, said: "You will make them rulers over all the earth."
1:2533
καὶ βασιλεύσουσι μετ' αὐτοῦ τὰ χίλια ἔτη, τὰ τῆς ἐνανθρωπήσεως καθὼς πολλάκις εἴρηται
「他們要與他一同作王一千年」——就是道成肉身的那段時期,正如前面屢次所說的。
"And they will reign with him a thousand years" — [meaning] those [years] of the incarnation, as has often been said.
1:2534
καὶ ὅταν φησὶ τελεσθῇ τὰ χίλια ἔτη
他說:「當那一千年完了……」
"And when," he says, "the thousand years are finished—"
1:2535
τουτέστιν ὅταν πληρώσας ὁ Κύριος τὴν μετὰ σαρκὸς οἰκονομίαν εἰς τοὺς οὐρανοὺς ἀναφοιτήσῃ, τῶν νοητῶν δεσμῶν ἀφεθήσεται ὁ Διάβολος, καὶ πάλιν πλανήσει τὰ ἔθνη·
意思是說,當主完成了祂在肉身中的救贖計劃、升上諸天之後,魔鬼就要從那理智性的捆綁中被釋放,再次迷惑列國。
That is, when the Lord, having fulfilled the dispensation in the flesh, ascends into the heavens, the devil will be released from his intelligible bonds, and will again lead the nations astray.
1:2536
τὴν ἐνέργειαν τοῦ Διαβόλου ἡ τοῦ Κυρίου μετὰ ἀνθρώπων ἀναστροφή
魔鬼的作為,因主與世人的同在交往而受到抑制。
The devil's activity was curbed by the Lord's converse among men.
1:2537
τοῦ δέ γε Κυρίου ἀνεληλυθότος εἰς τοὺς οὐρανούς, αὐτός τε ὁ Διάβολος τὰ οἰκεῖα καὶ εἰωθότα ἐνεργήσει, καὶ οἱ ἐπὶ γῆς ἄνθρωποι τῷ αὐτεξουσίῳ, ὥσπερ ἐχρῶντο, χρήσονται·
然而,當主升上諸天之後,魔鬼自己就要施展他所慣行的事,地上的人也將照著他們先前所用的方式,運用自己的自由意志。
But when the Lord has ascended into the heavens, the devil himself will work his own accustomed [works], and the men on earth will make use of their free will, just as they [formerly] used it.
1:2538
ὁ μὲν γὰρ Διάβολος πάντας ἐπιχειρεῖ πλανᾶν
因為魔鬼企圖迷惑眾人。
For the devil attempts to lead all astray.
1:2539
ἀλλ' οἱ μὲν πείθονται, οἱ δὲ ἀπειθοῦντες καταγωνίζονται τὸν πονηρόν
然而,有些人被說服順從,有些人卻不順從,因而勝過那惡者。
But some are persuaded, while others, by not being persuaded, overcome the evil one.
1:2540
καὶ τί δήποτε ἐπεχόμενος καὶ ἀνακοπτόμενος τῆς οἰκείας ὁρμῆς ὁ Διάβολος ἐν τῇ τοῦ Κυρίου σωματικῇ παρουσίᾳ, πρὸς ἡμᾶς πάλιν ἀφείθη πλανᾶν τοὺς ἐπὶ γῆς; οὐ γὰρ ἦν βέλτιον αὐτὸν δεδέσθαι, καὶ τοὺς ἀνθρώπους ἀπλανεῖς διαμένειν; πρὸς ὃν λεκτέον·
那麼,魔鬼在主親身臨在之時,其本有的衝動既被抑制、被阻止,為何又再次被釋放來對付我們,迷惑地上的人呢?他若仍舊被捆綁、使人不致被迷惑,豈不是更好嗎?對此當如此回答:
And why then, the devil — though restrained and checked from his own impulse during the Lord's bodily presence — was again let loose against us, to lead astray those on earth? For was it not better that he remain bound, and that men remain unled-astray? To this one must say:
1:2541
τί γὰρ οὐ μᾶλλον λέγεις αὐτὸς τὴν ἀρχὴν διὰ τί γέγονεν ὁ Διάβολος, ἢ γενόμενος καὶ παραβὰς τί μὴ τέλεον ἐξηφανίσθη, ὡς μὴ γενέσθαι αὐτῷ πάραδον κατὰ τῶν ἀνθρώπων; καὶ πῶς ἄν, ὦ οὗτος, διεγυμνάσθησαν οἱ ἀγωνισταὶ μηδενὸς προσπαλαίοντος; πῶς δὲ καὶ διεδείχθη τῶν ἀθλητῶν ἡ ἰσχύς, μὴ ὄντος ἀνταγωνιστοῦ; οἱ μὲν γὰρ ῥάθυμοι τῶν ἀνθρώπων καὶ τῶν ἡδονῶν ἥττους, καὶ μὴ παρόντος μηδὲ προσερεθίζοντος τοῦ Διαβόλου, ἀφ' ἑαυτῶν εἰσι σκαιοί·
你為何不乾脆從頭問起:魔鬼當初為何存在?或者,他既已存在並犯了罪過,為何不徹底被消滅,使他無從對人施展手段呢?再者,這位朋友啊,若無人與之搏鬥,競技者要如何得到操練?若沒有對手,運動員的力量又如何得以顯明?因為那些懈怠、被逸樂所勝的人,即使魔鬼不在場、不加誘惑,他們也自甘卑劣。
Why do you not rather ask, from the beginning, why the devil came to be at all, or, having come to be and transgressed, why he was not utterly annihilated, so that no access against men should be given to him? And how, O friend, would the contestants have been trained if no one wrestled against them? And how would the strength of the athletes have been shown, there being no antagonist? For the slothful among men, and those overcome by pleasures, even when the devil is not present nor provoking them, are base of their own accord.
1:2542
οἱ δέ γε τοῦ Θεοῦ ἄνθρωποι καὶ γενναῖοι ἀγωνισταὶ ἠδικήθησαν ἂν τὴν κατὰ τῶν παθῶν ἀνδρείαν μὴ δημοσιεύοντες·
然而,神的子民、那些高貴的競技者,若不能公開展現他們對抗情慾的勇毅,便會因此受屈。
But the men of God, the noble contestants, would have been wronged, not being able to make public their courage against the passions.
1:2543
ὡς συμβαίνειν, καὶ τοὺς ῥαθύμους μηδὲν ὠφελεῖσθαι μὴ ὄντος τοῦ Σατανᾶ, καὶ τοὺς σπουδαίους τὰ μέγιστα ἀδικεῖσθαι
於是便會發生這樣的情況:懈怠者即使沒有撒但也毫無益處,而勤勉者卻要受到極大的虧損。
So that it would come about both that the slothful gain nothing from Satan's not existing, and that the diligent are wronged in the greatest degree.
1:2544
ὁ γὰρ Σατανᾶς παιδοτρίβης τρόπον τινὰ τῶν ἀνθρώπων ὑπάρχει, πρόφασιν παρέχων στεφάνων τοῖς ἀγωνιζομένοις
因為撒但在某種意義上,如同人的教練,為那爭戰的人提供了得冠冕的機緣。
For Satan is, in a certain manner, a trainer of men, providing an occasion for crowns to those who contend.
1:2545
οἱ γὰρ φιλαμαρτήμονες, οἱ καὶ μὴ παρόντος τοῦ Διαβόλου τῇ σφῶν αὐτῶν ῥαθυμίᾳ ἀντὶ Διαβόλου χρώμενοι, οὐδὲ ἠδίκηνται, καθὼς εἴρηται
因為那些喜愛犯罪的人,即使魔鬼不在場,也會以自己的懈怠代替魔鬼,所以正如前面所說,他們並未因此受屈。
For those who love sin, who, even when the devil is not present, use their own sloth in place of the devil, are not wronged at all, as has been said.
1:2546
ὥστε τοὺς μὲν ἄκων εὐεργετεῖ, τοὺς δὲ οὐδὲν ἀδικεῖ, ἢ λίαν βραχύ
因此他不情願地使一些人得益,卻對另一些人毫無損害,或損害極其輕微。
So that he unwillingly benefits some, while he wrongs others not at all, or very little.
1:2547
σὺ δὲ ἐβούλου δι' ἐμὲ καὶ σὲ τοὺς δούλους τῆς ἁμαρτίας καὶ ἀνειμένους καὶ ἀναπεπτωκότας, ἵνα μή τι μικρὸν ἢ παντελῶς οὐδὲν προσαδικηθῶμεν τῇ ἐνεργείᾳ τοῦ Διαβόλου, ἀποστε ρηθῆναι τῆς δόξης πατριάρχας τε καὶ προφήτας, ἀποστόλους καὶ εὐαγγελιστὰς καὶ τοὺς ἄχρις αἵματος τῇ μαρτυρίᾳ Χριστοῦ προσμεμενηκότας καὶ τὸ γνήσιον αὐτῷ φυλάξαντας, ἔτι δὲ ὁμολογητὰς καὶ τοὺς τῶν ἐκκλησιῶν καλῶς ἡγησαμένους ποιμένας καὶ τοὺς καρτερικωτάτους ἀσκητὰς καὶ πάντα δίκαιον καὶ τῇ πίστει Χριστοῦ τετελειωμένον, ὧν οὐκ ἔστιν ἄξιος ὁ κόσμος οὗτος
然而你竟願意,為了我和你——這些罪的奴僕、鬆懈墮落之人——使我們不致因魔鬼的作為而受絲毫、甚或全然不受任何損害,就讓列祖與眾先知、使徒與福音書作者,以及那些持守基督的見證直至流血、為祂保守純正的人,還有那些認信者、善牧眾教會的牧者、最堅忍的苦修者,以及一切因基督的信仰而得成全的義人——這世界不配有他們——被剝奪了榮耀。
But you would wish, for the sake of me and you — the slaves of sin, the slack and the fallen — that, so we might not be wronged even a little, or not at all, by the devil's activity, the patriarchs and prophets, apostles and evangelists, and those who remained steadfast even unto blood in the testimony of Christ and kept genuine loyalty to him, and further the confessors and those who governed the churches well as shepherds, and the most steadfast ascetics, and every righteous man made perfect in the faith of Christ — of whom this world is not worthy — should be deprived of glory.
1:2548
ὥστε τῶν κομιδῆ βραχέα προσαδικουμένων ἁμαρτωλῶν τὴν ζημίαν παραμυθοῦνται οἱ γενναῖοι τῆς ἀρετῆς ἀγωνισταί·
因此,那些德行高貴的競技者,足以彌補那些僅受極輕微損害之罪人的損失。
So that the noble contestants of virtue compensate for the loss of the sinners who are wronged only to a very small degree.
1:2549
εἷς γὰρ κατορθῶν, προτιμητέος θεῷ, μυρίων ἀθετούντων
因為在神看來,一個行事端正的人,勝過萬千悖逆的人。
For one man who does right is to be preferred by God over ten thousand who transgress.
1:2550
ἀμφότερα οὖν κάλλιστα καὶ ἐνθεώτατα πέπρακται, καὶ τὸ ἐν τῇ τοῦ Κυρίου παρουσίᾳ τὰς ἀνοσίους ὁρμὰς ἀνακόπτεσθαι τοῦ Διαβόλου, καὶ μετὰ τῆν εἰς οὐρανὸν ἄνοδον αὐτὸν λυθῆναι πρὸς πεῖραν τῶν ἀνθρώπων
因此,這兩件事都做得極其美善、極其合乎神旨:一是在主臨在之時,魔鬼那不敬虔的衝動受到了抑制;二是在祂升天之後,魔鬼又被釋放,為要試驗世人。
Both things, then, have been done most excellently and most divinely: both that, during the Lord's presence, the unholy impulses of the devil were checked, and that, after the ascent into heaven, he was released for the testing of men.
1:2551
εἰ μὲν γὰρ συνεχωρήθη πᾶσαν ἐνδείξασθαι τὴν ἑαυτοῦ ἐνέργειαν ὁ Σατανᾶς, ἐπὶ γῆς ἀναστρεφομένου τοῦ Κυρίου, οὐκ ἂν εἴασε τοὺς ἀνθρώπους οὐδὲ τῆς θείας αὐτοῦ διδασκαλίας ἀκροατὰς γενέσθαι οὔτε μαθεῖν τίς τε ὁ φύσει καὶ ἀληθῶς Θεός, καὶ τίς εἰς αὐτὸν εὐαγὴς θρησκεία, ποία τε ἡ κακία καὶ τίς ἡ ἀρετή·
因為倘若撒但在主於地上與人同住之時,被容許完全施展他的能力,他就必不容許世人聽聞祂神聖的教導,也不容許世人明白誰是本性上、真理上真實的神,何為向祂應盡的虔敬崇拜,何為惡,何為德。
For if Satan had been permitted to display the whole of his activity while the Lord was living among men on earth, he would not have allowed men even to become hearers of his divine teaching, nor to learn who is, by nature and in truth, God, and what reverent worship is due to him, and what vice is, and what virtue is.
1:2552
ἀλλὰ καὶ τὸν σταυρὸν αὐτῷ πρὸ καιροῦ κατεσκευάκει καὶ πρὶν τῆς διδασκαλίας ἄρξασθαι
他甚至會在時候未到之前,在祂尚未開始施教之前,就為祂預備了十字架。
But he would even have prepared the cross for him before the [proper] time, before he began his teaching.
1:2553
οὗ γινομένου, ἀτελὴς ἂν ὑπῆρξε, μᾶλλον δὲ ἀνωφελής, ἡ τοῦ Κυρίου ἐνανθρώπησις καὶ τὸ τοσοῦτον καὶ οὕτως ἀξιάγαστον μυστήριον
若真如此發生,主的道成肉身——這如此偉大、如此可敬的奧秘——就會是不完整的,甚或是徒然無益的。
Had this happened, the Lord's incarnation — so great and so admirable a mystery — would have been incomplete, or rather unprofitable.
1:2554
μεθ' ὃ δὲ τῷ δεσμῷ τοῦ Διαβόλου ταῦτα ἐδιδάχθησαν οἱ ἐπὶ γῆς, ἀφείθησαν λοιπὸν τῷ οἰκείῳ χρῆσθαι αὐτεξουσίῳ καὶ τῇ πρὸς τὸν ἀντίπαλον διαμάχῃ ἐπὶ ὡμολογημέναις καὶ ἀγνωσμέναις ὁδοῖς τῆς τε κακίας καὶ τῆς ἀρετῆς
然而,在地上的人藉著魔鬼被捆綁而受了如此的教導之後,此後便被容許運用自己固有的自由意志,並在那已被承認、已被認識的惡與德之途徑上,與那敵對者相爭。
But after those on earth had been taught these things through the binding of the devil, they were then let go, to make use of their own free will and to engage in the struggle against the adversary, along paths of vice and of virtue now acknowledged and known.
1:2555
ὁ μὲν γὰρ εἰδὼς τὸ καλὸν καὶ τὸ οὐ τοιοῦτον, αὐτοκελεύστοις ὁρμαῖς ἢ τοῦτο ἢ ἐκεῖνο πάν τως ἐκλέγεται·
因為那明白何為善、何為非善的人,會憑著自發的意向,全然選擇這一個或那一個。
For he who knows the good, and that which is not such, altogether chooses either the one or the other by self-prompted impulses.
1:2556
ὁ δὲ ἀγνοῶν τί ἂν καὶ πράξειεν, ὡς ἐν νυκτομαχίᾳ τιτρωσκόμενος καὶ ὅτι οὐδὲ βέβληται αἰσθανόμενος, οὐδὲ τὴν οἰκείαν γινώσκει ἀπώλειαν
但那無知的人,又能做什麼呢?他如同在夜戰中受傷一般,甚至不曾察覺自己已被擊中,也不知道自己正走向滅亡。
But he who is ignorant — what indeed would he do? — being wounded as in a battle by night, and not even perceiving that he has been struck, does not even know his own destruction.
1:2557
ἐπὶ μὲν γὰρ τοῦ γνῶσιν ἔχοντος τῶν ἐναντίων χώρα τῷ αὐτοεξουσίῳ εἰς τὸ ἑλέσθαι ὃ βούλεται, ἐπὶ δέ γε τοῦ ἀγνοοῦντος οὐ χώρα
因為對於明白對立雙方的人而言,自由意志有選擇自己所願的餘地;但對於無知的人而言,卻沒有這樣的餘地。
For in the case of him who has knowledge of the opposites, there is room for free will to choose what he wishes, but in the case of him who is ignorant, there is no room [for it].
1:2558
ὁ δὲ Θεὸς αὐτεξούσιον ἐξ ἀρχῆς πεποίηκε τὸν ἄνθρωπον καὶ αὐτοκρατορικοῖς λογισμοῖς διοικούμενον
然而神從起初就造人具有自由意志,並由其自主的理性來治理。
But God from the beginning made man free-willed, and governed by self-determining reasonings.
1:2559
Ἰσραηλιτῶν λαῷ ἐν Δευτερονομίῳ ἰδοὺ δέδωκα πρὸ ὀφθαλμῶν σου σήμερον τὴν ζωὴν καὶ τὸν θάνατον, τὸ ἀγαθὸν καὶ τὸ κακόν, ἵνα πάντως ἐξ ἀμφοτέρων ἐπιλέξηται τὸ αἱρεθέν·
祂對以色列百姓在《申命記》中說:「看哪,我今日將生與死、善與惡都擺在你眼前」,好叫他從這兩者中,全然揀選那當選擇的。
[He said] to the people of Israel in Deuteronomy: "Behold, I have set before your eyes this day life and death, good and evil," so that from the two he should altogether choose that which is [to be] chosen.
1:2560
καὶ πάλιν ὁ αὐτὸς ἐν Ἐξόδῳ ἐὰν ἀκοῇ ἀκούσῃ τῆς φωνῆς μου καὶ ποιήσῃς φησὶ πάντα ὅσα ἂν εἴπω σοι
同一位神在《出埃及記》中又說:「你若留意聽我的話,」他說,「又遵行我一切所吩咐的……」
And again the same [God], in Exodus: "If you will indeed hear my voice," he says, "and do all that I shall tell you—"
1:2561
τί δὲ καὶ ὁ Ἡσαΐας, οὗ τὸ αὐτὸ δόγμα παρατίθεται ἀμφὶ τὰς ἀρχὰς τῆς αὐτοῦ προφητείας, λέγων ἐκ προσώπου τοῦ Θεοῦ ἐὰν θέλητε καὶ εἰσακούσητέ μου, τὰ ἀγαθὰ τῆς γῆς φάγεσθε·
以賽亞又如何呢?他在其預言的開端附近,也提出同樣的教訓,以神的口吻說:「你們若甘心聽從,必吃地上的美物;」
And what of Isaiah too, who sets forth the same doctrine near the beginning of his prophecy, saying in the person of God: "If you are willing and hear me, you shall eat the good things of the land—"
1:2562
ἐὰν δὲ μὴ θέλητε μηδὲ εἰσακούσητέ μου, μάχαιρα ὑμᾶς κατέδεται·
「若不聽從,反倒悖逆,必被刀劍吞滅;」
"But if you are not willing, nor hear me, the sword shall devour you—"
1:2563
τὸ γὰρ στόμα κυρίου ἐλάλησε ταῦτα
「因為這是耶和華親口說的。」
"for the mouth of the Lord has spoken these things."
1:2564
ἐπειδὴ δὲ εἶπεν ἐν τοῖς φθάσασιν ὅτι ἐξελεύσεται ὁ Διάβολος πλανῆσαι τὰ ἔθνη, νῦν λέγει ποία ἔθνη καὶ τίνων ἀφηγουμένων αὐτῶν·
既然他在前文說魔鬼將出去迷惑列國,此刻他就說明是哪些列國,以及由誰率領他們。
And since he said in what preceded that the devil would go out to deceive the nations, now he says which nations, and under whose leadership.
1:2565
τὸν Γώγ φησι καὶ Μαγώγ, συναγαγεῖν αὐτοὺς εἰς τὸν πόλεμον·
他說:「歌革和瑪各」,要招聚他們去打仗。
"Gog," he says, "and Magog" — to gather them together for war.
1:2566
πόλεμον δὲ τὸν κατὰ τῶν ἁγίων
而這場戰爭,是針對聖徒的。
And the war is against the saints.
1:2567
πληρώσας γὰρ τὸν περὶ τῆς σωτηρίου ἐνανθρωπήσεως λόγον, πάλιν ἐπανελήλυθεν ὅθεν ἐξελθὼν ἐκεῖνα ἡμῖν διηγήσατο
因為他既已完成了論及救贖之道成肉身的敘述,便再度回到他先前離開之處,繼續向我們敘述那些事。
For having completed the account concerning the saving incarnation, he has again returned to the point from which he departed when he narrated those things to us.
1:2568
ἐξεληλύθει δὲ ἐκ τῆς τοῦ Διαβόλου καὶ τοῦ ἀντιχρίστου·
而他先前是從論及魔鬼與敵基督的敘述中離開的。
And he had departed from [the account] concerning the devil and the antichrist.
1:2569
καὶ τῆς τῶν συλλαβομένων αὐτοῖς ἐθνῶν ἥττης τε καὶ τιμωρίας
也是從論及那些與他們聯合之列國的失敗與懲罰的敘述中離開的。
And [from the account] of the defeat and punishment of the nations that joined together with them.
1:2570
νῦν οὖν ἀναπληρῶ τὰ πρότερον ἐλλιπῶς εἰρημένα
因此,如今我要補足先前說得不完整的部分。
Now, then, I fill up what was previously said incompletely.
1:2571
συνάπτει τοῖς λοιποῖς ἔθνεσι τοῖς τῷ ἀντιχρίστῳ συστρατεύσασι·
他將〔歌革、瑪各〕與其餘那些曾與敵基督一同作戰的列國連結在一起。
He joins [them] to the rest of the nations that fought together with the antichrist.
1:2572
καὶ ἐξῆλθε πλανῆσαι πάντα τὰ ἔθνη ἐν ταῖς τέσσαρσι γωνίαις τῆς γῆς·
「他出去,要迷惑地上四方的列國,」
"And he went out to deceive all the nations in the four corners of the earth—"
1:2573
μεθ' ὧν φησι καὶ τὸν Γὼγ καὶ τὸν Μαγώγ, συναγαγεῖν αὐτοὺς εἰς τὸν πόλεμον, ὧν ὁ ἀριθμὸς αὐτῶν ὥσει ἄμμος τῆς θαλάσσης
他說:「其中也有歌革和瑪各,」要招聚他們去打仗,他們的數目多如海沙。
"with whom," he says, "also Gog and Magog" — to gather them together for war, whose number is as the sand of the sea.
1:2574
καὶ ἀνέβησαν ἐπὶ τὸ πλάτος τῆς γῆς, καὶ ἐκύκλωσαν τὴν παρεμβολὴν τῶν ἁγίων καὶ τὴν πόλιν τὴν ἠγαπημένην
「他們上來遍滿了全地,圍住聖徒的營與那蒙愛的城,」
"And they went up over the breadth of the earth, and surrounded the camp of the saints and the beloved city—"
1:2575
καὶ κατέβη πῦρ ἀπὸ τοῦ Θεοῦ ἐκ τοῦ οὐρανοῦ καὶ κατέφαγεν αὐτούς·
「就有火從神那裡、從天降下,燒滅了他們,」
"and fire came down from God out of heaven and devoured them—"
1:2576
καὶ ὁ Διάβο λος, ὁ πλανῶν αὐτοὺς, ἐβλήθη εἰς τὴν λίμνην τοῦ πυρὸς τοῦ θείου, ὅπου τὸ θηρίον καὶ ὁ ψευδοπροφήτης, καὶ βασανι σθήσονται ἡμέρας καὶ νυκτὸς εἰς τοὺς αἰῶνας τῶν αἰώνων
「那迷惑他們的魔鬼,被扔進了硫磺火湖裡,就是獸和假先知所在之處,他們必晝夜受痛苦,直到永永遠遠。」
"and the devil, who deceived them, was cast into the lake of fire and brimstone, where the beast and the false prophet [are], and they will be tormented day and night, forever and ever."
1:2577
περὶ τούτων τοῦ γὼγ καὶ τοῦ μαγὼγ καὶ ὁ θεσπέσιος προφήτης Ἱεζεκιὴλ παρέδωκε, διεξιὼν ὅπως κακοὶ κακῶς ἀπολοῦνται
關於這歌革與瑪各,那受神默示的先知以西結也曾傳述,詳細述說惡人將如何以惡報應而滅亡。
Concerning these, Gog and Magog, the divinely-inspired prophet Ezekiel also has handed down [an account], relating in detail how the wicked will perish wickedly.
1:2578
οὗτοι δὲ ἔθνη τινὰ καὶ ἡγούμενοι ἐθνῶν ἔσονται ἀμφὶ τὴν συντελείαν·
而這些,將是在末日終結之際的某些列國及其列國的首領。
And these will be certain nations, and leaders of nations, around the time of the consummation.
1:2579
νῦν γὰρ οὐκ εἰσίν, ἤ τινά ἐστιν τῶν νῦν ὑπαρχόντων ἐθνῶν ἑτέροις ὀνόμασι παρὰ τῆς θείας καλούμενα γραφῆς
因為如今他們並不存在;或者說,他們就是如今已存在的某些列國,只是被聖經以其他名字稱呼。
For now they do not exist, or [rather] they are certain of the nations now existing, called by other names by the divine Scripture.
1:2580
οὗτοι οὖν συναγωνίσονται τῷ θεοστυγεῖ Σατανᾷ κατὰ τῶν τοῦ Χριστοῦ δούλων·
因此,這些人將與那憎恨神的撒但聯合,一同對抗基督的僕人。
These, then, will fight together with the God-hating Satan against the servants of Christ.
1:2581
καὶ κυκλώσουσι τὴν πόλιν τὴν ἠγαπημένην, τουτέστι τὴν ἐκκλησίαν
他們要圍住那蒙愛的城,就是教會。
And they will surround the beloved city, that is, the church.
1:2582
ἀλλὰ πῦρ ἐκ τοῦ οὐρανοῦ φερόμενον διαφθερεῖ πάντας, καὶ τῆς συντελείας λοιπὸν γενομένης, ἅμα τῷ Διαβόλῳ καὶ τῷ ἀντιχρίστῳ βληθήσεται ὁ ἀρχέκακος Σατανὰς εἰς τὴν λίμνην τοῦ πυρός, τουτέστι τὴν Γέενναν
但從天而降的火,將要毀滅他們眾人;此後末日既已來到,那始作惡端的撒但,就要與魔鬼及敵基督一同被扔進火湖,就是地獄。
But fire, borne from heaven, will destroy them all, and, the consummation then having taken place, together with the devil and the antichrist, the arch-evil Satan will be cast into the lake of fire, that is, Gehenna.
1:2583
ἴστω γὰρ ὁ ἀναγνωσόμενος ὅτι τρεῖς παρέδωκεν ἡμῖν ἐν τοῖς ἔμπροσθεν ἡ παροῦσα ἀποκάλυψις·
讀者當知道,這卷《啟示錄》在前文已向我們呈現了三者:
Let the reader know that the present Apocalypse has, in what precedes, presented to us three [figures]:
1:2584
ἕνα μὲν τὸν ἀρχέκακον δράκοντα ἐν τῷ οὐρανῷ δεικνύμενον, δεύτερον δὲ θηρίον ἐκ τῆς θαλάσσης ἀναβαῖνον, ὃν ἐνοήσαμεν δευτερεύειν μὲν τοῦ Σατανᾶ, προὔχειν δὲ τῶν λοιπῶν δαιμόνων, καὶ τρίτον τὸν ἀντίχριστον, ὃν καὶ ψευδοπροφήτην καλεῖ
其一是那顯現於天上的始作惡端之龍;其二是那從海中上來的獸,我們理解牠是次於撒但,卻居於其餘眾鬼魔之首;其三是敵基督,他也稱之為假先知。
one, the arch-evil dragon shown in heaven; second, the beast rising from the sea, which we understood to be second to Satan, but preeminent over the rest of the demons; and third, the antichrist, whom he also calls the false prophet.
1:2585
ἀλλὰ περὶ μὲν τοῦ δευτέρου τοῦ Διαβόλου καὶ τοῦ ἀντιχρίστου ἐν τοῖς μικρὸν ἔμπροσθεν εἴρηται ὅτι ἐβλήθησαν οἱ δύο εἰς τὴν λίμνην τοῦ πυρὸς τὴν καιομένην θείῳ
然而關於那第二個魔鬼〔即那獸〕與敵基督,前文不久已說過,他們二者已被扔進那燒著硫磺的火湖裡。
But concerning the second devil [i.e., the beast] and the antichrist, it was said a little before that the two of them were cast into the lake of fire that burns with brimstone.
1:2586
νῦν δέ γε περὶ τοῦ Σατανᾶ φησιν ἤτοι Διαβόλου, ὃν ἐν τοῖς φθάσασι δράκοντα ὠνόμασε
然而如今他所說的,是關於撒但,或者說魔鬼,就是他在前文稱為龍的那一位。
But now he speaks concerning Satan, or rather the devil, whom in what preceded he named the dragon.
1:2587
καὶ βασανισθήσονταί φησιν ἡμέρας καὶ νυκτὸς εἰς τοὺς αἰῶνας τῶν αἰώνων
他說:「他們必晝夜受痛苦,直到永永遠遠。」
"And they will be tormented," he says, "day and night, forever and ever."
1:2588
ἔγνως ἄρα ὁ ἐντυχὼν τῷ πονήματι ὅτι λίαν ἀκριβῶς τὰ χίλια ἔτη, ἐν οἷς δεθεὶς ὁ Διάβολος ἐβλήθη εἰς τὴν ἄβυσσον καὶ αὖθις ἐλύθη, τὴν ἐνανθρώπησιν ἐνοήσαμεν τοῦ Κυρίου καὶ τὴν ἐπὶ γῆς ἀναστροφὴν αὐτοῦ, ἐν ᾗ πρὸς βραχὺ ἡ ἐνέργεια αὐτοῦ κατηργεῖτο
凡讀過這篇論著的人,如今都已明白:我們極其精確地把那一千年——在其中魔鬼被捆綁、扔進深淵,而後又被釋放——理解為主的道成肉身及祂在地上的居留期間;在此期間,魔鬼的作為在短暫時間內被廢止了。
You who have engaged with this work have therefore come to know that we understood, very precisely, the thousand years — during which the devil, having been bound, was cast into the abyss and again released — to be the incarnation of the Lord and his sojourn on earth, during which his activity was for a short time rendered ineffective.
1:2589
ἰδοὺ γὰρ νῦν ἔδειξεν ὡς οὐ χίλια ἔτη ἐστὶν ἡ κόλασις αὐτοῦ τε καὶ τῶν ὑπ' αὐτοῦ ἀπατωμένων, καὶ λοιπὸν λύσις τοῦ κακοῦ ἀλλὰ εἰς αἰῶνα αἰώνων
因為看哪,他如今已表明:無論是魔鬼本身,或是那些被他迷惑的人,其懲罰並非只有一千年、此後便得脫離惡境,而是要直到永永遠遠。
For behold, he has now shown that the punishment, both of him and of those deceived by him, is not a thousand years, with a release from evil thereafter, but rather [it lasts] forever and ever.
1:2590
καὶ εἶδον θρόνον μέγαν λευκὸν καὶ τὸν καθήμενον ἐπ' αὐτοῦ, οὗ ἀπὸ προσώπου αὐτοῦ ἔφυγεν ἡ γῆ καὶ ὁ οὐρανός, καὶ τόπος οὐχ εὑρέθη αὐτοῖς
「我又看見一個白色的大寶座,和那坐在其上的;從祂面前,天與地都逃避了,再無可見之處。」
"And I saw a great white throne, and him who sat upon it, from whose face the earth and heaven fled, and no place was found for them."
1:2591
καὶ εἶδον τοὺς νεκρούς, τοὺς με γάλους καὶ τοὺς μικρούς, ἑστῶτας ἐνώπιον τοῦ θρόνου, καὶ βιβλία ἠνοίχθησαν·
我又看見死了的人,無論大小,都站在寶座前,案卷都展開了;
And I saw the dead, the great and the small, standing before the throne, and books were opened;
1:2592
καὶ ἄλλο βιβλίον ἠνοίχθη, ὅ ἐστι τῆς ζωῆς·
又有另一卷書展開,就是生命冊;
And another book was opened, which is the book of life;
1:2593
καὶ ἐκρίθησαν οἱ νεκροὶ ἐκ τῶν γεγραμμένων ἐν τοῖς βιβλίοις κατὰ τὰ ἔργα αὐτῶν
死了的人都憑著這些案卷上所記載的,照他們的行為受審判。
and the dead were judged out of the things written in the books, according to their works
1:2594
λευκὸν λέγει θρόνον, τὸν λαμπρὸν καὶ ἐξαστράπτοντα
他所說的『白色』寶座,是指明亮而閃耀的寶座
He speaks of a white throne, meaning the bright and flashing one
1:2595
τοῦ οὐρανοῦ καὶ τῆς γῆς τὴν ἐναλλαγὴν αὐτῶν καὶ τὴν μεταποίησιν ὁ λόγος αἰνίττεται
經文所暗示的,是天與地的變易與改造
the text hints at the alteration and transformation of heaven and earth
1:2596
οἱ γὰρ οἱ οὐρανοὶ ῥοιζηδὸν παρελεύσονται, κατὰ τὸν θεσπέσιον Πέτρον καὶ κατὰ τὸν προφήτην ὅς φησι καταρχὰς τὴν γῆν σου, Κύριε, ἐθεμελίωσας, καὶ ἔργα τῶν χειρῶν σού εἰσιν οἱ οὐρανοί·
因為諸天必轟然而逝,正如神聖的彼得所言,也如那先知所說:『主啊,你起初立了地的根基,諸天也是你手的工作;』
For the heavens will pass away with a rushing sound, according to the divinely-inspired Peter and according to the prophet, who says: 'In the beginning you founded the earth, O Lord, and the heavens are the works of your hands;'
1:2597
αὐτοὶ ἀπολοῦνται, σὺ δὲ διαμένεις·
『天地都要滅沒,你卻長存;』
'they will perish, but you remain;'
1:2598
καὶ πάντες ὡς ἱμάτιον παλαιωθήσονται καὶ ὡσεὶ περιβόλαιον ἑλίξεις αὐτούς, καὶ ἀλλαγήσονται, εἰκότως τὴν παρέλευσιν καὶ τὴν ἀπώλειαν
『萬物都要如衣服漸漸舊了,你要將天地捲起來,如同捲一件外衣,天地就都改變了』——恰如其分地,這是指其消逝與滅沒
'and they will all grow old like a garment, and like a mantle you will roll them up, and they will be changed' — fittingly, [he speaks of] the passing away and the destruction
1:2599
ἅτινα τὴν ἐναλλαγὴν αὐτῶν διασημαίνει, φυγὴν ἐκάλεσεν ἡ ἀποκάλυψις ὡς μὴ εὑρίσκεσθαι τόπον αὐτοῖς·
這正表明了它們的變易,啟示錄稱之為『逃避』,以致找不到它們的地方;
which signify their alteration; the Apocalypse called it 'flight,' in that no place was found for them;
1:2600
ποῦ γὰρ καὶ εὑρεθείη ἣν ἀπέβαλον φθοράν; νῦν μὲν οὖν τὴν ἐναλλαγὴν αὐτῶν εἴρηκε, μικρὸν δὲ προϊὼν ὅτι καὶ καινοὶ ἔσονται λέγει
因為它們所拋棄的那朽壞,又能在何處尋得呢?如今他既已言明它們的變易,稍後又說它們也將成為嶄新的
For where indeed could the corruption which they cast off be found? Now, then, he has spoken of their alteration, but going on a little further he says that they will also be new
1:2601
καὶ εἶδόν φησι νεκρούς, τοὺς μεγάλους καὶ τοὺς μικρούς, ἑστῶτας ἐνώπιον τοῦ θρόνου
他說:『我又看見死了的人,無論大小,都站在寶座前』
'And I saw,' he says, 'the dead, the great and the small, standing before the throne'
1:2602
μεγάλους μὲν τοὺς δικαίους φησίν, οὐ τῷ σωματικῷ μεγέθει μεγάλους αὐτοὺς καλέσας, ἀλλὰ τῇ δόξῃ καὶ τῇ λαμπρότητι τῆς ἀρετῆς, μικροὺς δέ γε τοὺς ἁμαρτωλοὺς ὡς οὐδαμινοὺς διὰ τὴν ταπεινότητα καὶ τὸ εὐτελές
他所說的『大』是指義人,稱他們為大,並非因身量的高大,而是因德行的榮耀與光輝;所說的『小』則是指罪人,因其卑下與低劣而視為無足輕重
By 'the great' he means the righteous, calling them great not by bodily stature, but by the glory and splendor of virtue; and by 'the small,' the sinners, as worthless on account of their lowliness and meanness
1:2603
καὶ ἄλλο βιβλίον ἀνεῴχθη, ὅ ἐστι τῆς ζωῆς
『又有另一卷書展開,就是生命冊』
'And another book was opened, which is the book of life'
1:2604
ὁ Κύριος ἐν Εὐαγγελίοις φησὶ πλατείαν εἶναι καὶ εὐρύχωρον τὴν ἀπάγουσαν ὁδὸν εἰς τὴν ἀπώλειαν, καὶ πολλοὺς πορεύεσθαι ἐν αὐτῇ·
主在福音書中說,那通往滅亡的路是寬闊的,行走的人也多;
The Lord says in the Gospels that the road leading to destruction is broad and spacious, and that many travel on it;
1:2605
στενὴν δὲ καὶ τεθλιμμένην τὴν ὁδὸν τὴν ἀπάγουσαν εἰς τὴν ζωήν, καὶ ὀλί γους εἶναι οὐ μόνον τοὺς περιπατοῦντας ἐν αὐτῇ, ἀλλὰ καὶ τοὺς εὑρίσκοντας αὐτήν
而那通往生命的路是窄小且艱難的,不但行走在其上的人少,就是找到這條路的人也少
but the road leading to life is narrow and hard-pressed, and few are they, not only who walk on it, but even who find it
1:2606
διὰ τοῦτο βίβλους εἶδε πολλὰς καὶ μίαν·
因此他看見了許多書卷,也看見了一卷;
For this reason he saw many books and one;
1:2607
πολλὰς μὲν ἐν αἷς εἰσι πάντες οἱ ἄνθρωποι γεγραμμένοι διὰ τὸ πλῆθος τῶν ἐγκειμένων, μίαν δὲ τῆς ζωῆς, ἐν ᾗ εἰσιν οἱ τῶν ἄλλων ἐξειλεγμένοι καὶ οἷον ἄμωμοι τῇ ἀρετῇ καὶ πᾶσαν τὴν τραχείαν καὶ ἀνάντη τῆς ἀρετῆς ὁδὸν ὁδεύοντες
許多書卷,是因所載之人眾多而記錄了所有的人;而那唯一的生命冊,則記著那些從眾人中被揀選出來的人,他們在德行上可謂無可指摘,行走了德行那崎嶇而險峻的全程
many, in which all people are written on account of the multitude of those entered, but one of life, in which are those chosen out from the rest, as it were blameless in virtue and traveling the whole rough and steep road of virtue
1:2608
καὶ ἕκαστός φησι τῶν ἐν τοῖς βίβλοις ἐκρίθη τῶν οἰκείων πράξεων ἐπαξίως
他說:『書卷上所記的各人,都照他自己的行為受了相稱的審判』
'And each one,' he says, 'of those in the books was judged worthily according to his own deeds'
1:2609
ἐν δὲ τῇ ἀρχῇ τοῦ ἕκτου λόγου καὶ ἄλλου βιβλίου μέμνηται, ὅπερ βιβλιδάριον καλεῖ
在第六卷書的開頭,他也提到了另一卷書,稱之為『小書卷』
At the beginning of the sixth book he also mentions another book, which he calls a 'little book'
1:2610
νῦν δὲ βίβλον καὶ βιβλίον ζωῆς, ὡς εἶναι τρεῖς διαφοράς·
而如今則有書卷與生命冊,如此便有三種區別;
but now, a book and the book of life, so that there are three distinctions;
1:2611
βιβλιδάριον μέν φησιν, ἐν ᾧ εἰσιν οἱ λίαν ἀσεβεῖς κατὰ τὰ ἐκεῖ νενοημένα·
他說,小書卷中所記的,是那些依照當處所指之意而極為不敬虔的人;
the little book, he says, in which are the exceedingly impious, according to what was understood there;
1:2612
βίβλον δὲ ζωῆς, ἐν ᾗ οἱ λίαν εὐσεβεῖς καὶ δίκαιοι·
生命冊中,則是那些極為敬虔且公義的人;
the book of life, in which are the exceedingly pious and righteous;
1:2613
βίβλοι δέ, ἐν αἷς οἱ πάντες ἄνθρωποι μέσοι πως τυγχάνοντες κακίας καὶ ἀρετῆς, εἰπὼν δὲ τὰ περὶ τῆς ἀναστάσεως·
書卷中則是所有介於邪惡與美德之間、處於中等地位的人——這是他論及復活之事所說的;
and the books, in which are all people who happen to stand in a certain middle place between wickedness and virtue — having thus spoken of the matters concerning the resurrection;
1:2614
τὸ γὰρ εἰπεῖν καὶ εἶδον τοὺς νεκροὺς ἐνώπιον τοῦ θρόνου ἀπολαμβάνοντας καὶ κρινομένους κατὰ τὰ ἔργα αὐτῶν, τὴν ἀνάστασίν ἐστιν εἰπεῖν
因為說『我又看見死了的人在寶座前領受並照他們的行為受審判』,正是在說復活一事
For to say 'and I saw the dead before the throne receiving back and being judged according to their works' is to speak of the resurrection
1:2615
ἀναστάντας γὰρ τοὺς νεκροὺς εἶδεν τὴν ἀντιμισθίαν ἀπολαμβάνοντας καὶ λοιπὸν ἐπιδιηγεῖται ποίῳ τρόπῳ ἡ ἀνάστασις γέγονε·
因他看見那些死了的人復活之後領受了他們的報應,此後他又進一步敘述復活是以何種方式發生的;
for he saw the dead, having risen, receiving back their recompense, and thereafter he further recounts in what manner the resurrection took place;
1:2616
ἔδωκεν ἡ θάλασσα τοὺς νεκροὺς τοὺς ἐν αὐτῇ, καὶ ὁ θάνατος καὶ ὁ Ἅδης ἔδωκαν τοὺς νεκροὺς τοὺς ἐν αὐτοῖς, καὶ ἐκρίθη σαν ἕκαστος κατὰ τὰ ἔργα αὐτῶν
『海交出其中的死人,死亡和陰間也交出其中的死人,他們都照各人的行為受審判』
'The sea gave up the dead that were in it, and death and Hades gave up the dead that were in them, and each one was judged according to their works'
1:2617
καὶ ὁ θάνατος καὶ ὁ Ἅδης ἐβλήθησαν εἰς τὴν λίμνην τοῦ πυρὸς
『死亡和陰間也被扔在火湖裡』
'And death and Hades were thrown into the lake of fire'
1:2618
καὶ εἴ τις οὐχ εὑρέθη ἐν τῇ βίβλῳ τῆς ζωῆς γεγραμμένος, ἐβλήθη εἰς τὴν λί μνην τοῦ πυρός
『凡沒有記在生命冊上的,就被扔在火湖裡』
'And if anyone was not found written in the book of life, he was thrown into the lake of fire'
1:2619
καὶ εἶδον οὐρανὸν καινὸν καὶ γῆν καινήν·
『我又看見一個新天新地;』
'And I saw a new heaven and a new earth;'
1:2620
ὁ γὰρ πρῶτος οὐρανὸς καὶ ἡ πρώτη γῆ ἀπῆλθον, καὶ ἡ θάλασσα οὐκ ἔστιν ἔτι
『因為先前的天地已經過去了,海也不再有了』
'for the first heaven and the first earth had passed away, and the sea was no more'
1:2621
καὶ τὴν πόλιν τὴν ἁγίαν Ἱερουσαλὴμ καινὴν εἶδον καταβαίνουσαν ἐκ τοῦ οὐρανοῦ ἀπὸ τοῦ Θεοῦ ἡτοιμασ μένην, ὡς νύμφην κεκοσμημένην τῷ ἀνδρὶ αὐτῆς
『我又看見聖城新耶路撒冷由神那裡從天而降,預備好了,就如新婦妝飾整齊,等候丈夫』
'And I saw the holy city, the new Jerusalem, coming down out of heaven from God, prepared as a bride adorned for her husband'
1:2622
ὅσοι τῇ τῶν σωμάτων ἀπιστοῦσιν ἀναστάσει, καταμειδιῶσιν ἡμῶν τε καὶ τοῦ ἡμετέρου δόγματος τοῦ λέγοντος, ταῦτα τὰ σώματα πάλιν ἀνίστασθαι, ὡς οὐ μόνον δυσχεροῦς τούτου τυγχάνοντος, ἀλλὰ καὶ παντάπασιν ἀδυνάτου
凡不信身體復活的人,都對我們及我們那『這些身體要再次復活』的教義嗤之以鼻,彷彿這不但是件難事,甚至是全然不可能的
As many as disbelieve the resurrection of bodies smile scornfully at us and at our doctrine which says that these same bodies rise again, as though this were not only difficult, but altogether impossible
1:2623
καί φασιν ἕκαστον τῶν ἐπὶ γῆς σωμάτων ἐκ τῶν τεσσάρων συνεστάναι στοιχείων, πυρός, ὕδατος, γῆς, ἀέρος·
他們說,地上的每個身體都是由火、水、土、氣四種元素組成的;
And they say that each of the bodies on earth is composed of the four elements — fire, water, earth, air;
1:2624
τὰ δέ γε τῷ θανάτῳ διαλυθέντα σώματα εἰς ἐκεῖνα χωρεῖν ἐξ ὧν καὶ συνέστη τὴν ἀρχήν
而那些因死亡而分解的身體,則歸回它們最初所由組成的那些元素
and that the bodies dissolved by death return into those [elements] out of which they were originally composed
1:2625
οἷον τὸ μὲν πυρῶδες τὸ ἐν ἡμῖν εἰς τὸ συγγενὲς καὶ καθόλου πῦρ·
例如,我們裡面屬火的部分歸入與其同類的普遍之火;
for instance, the fiery element in us [returns] into its kindred and universal fire;
1:2626
τὸ δὲ ὑδατῶδες εἰς τὸ ὕδωρ·
屬水的部分歸入水;
and the watery [returns] into water;
1:2627
καὶ ἡ ἑτέρα συζυγία πρὸς τὰ οἰκεῖα
另一對元素也各歸回其本類
and the other pair [likewise returns] to their own kin
1:2628
ἀνακραθέντων οὖν τούτων καὶ συγχυθέντων ταῖς οἰκείαις οὐσίαις, πῶς ἔνεστι τὸ τῇ συγκρίσει ἀδιάκριτον γεγονός, αὖθις ἑκάστῳ τῶν ὡς ὑμεῖς φατε σωμάτων ἀποδοθῆναι, πλὴν εἰ μὴ ἕτερα ἀνθ' ἑτεροίων ἀνίσασθαι φαίητε; πρὸς οὓς ἄν τις εἴποι τὸ τῆς θείας γραφῆς·
既然這些元素已彼此混合、與其同類的實質相混淆,那麼,這已因混合而無法區辨之物,又如何能如你們所言那般,重新歸還給各自的身體呢?除非你們要說,是以彼元素代替此元素而復活?對這樣的人,或可用神聖經文的話回應他們:
These, then, having been mixed together and confounded with their kindred substances, how is it possible for that which has become indistinguishable through commingling to be restored again to each of the bodies, as you claim, unless you should say that different [elements] rise up in place of other different ones? To such people one might say the word of the divine Scripture:
1:2629
πλανᾶσθε, ὦ ἄνθρωποι, μὴ εἰδότες τὴν δύναμιν τοῦ Θεοῦ, οὗ τῷ θελήματι οὐσιώθη τὸ πᾶν, οὗ τὸ βουληθῆναι μόνον ἔργον ἐστὶ συντετελεσμένον, καθὼς καὶ πρόσθεν εἴρηται
『你們錯了,世人啊,不明白神的大能』——萬物皆因祂的旨意而存在,祂只要一意欲,事便已成就,如前文所言
'You are mistaken, O men, not knowing the power of God' — by whose will all things were brought into being, whose mere willing is an accomplished work, as has also been said before
1:2630
παραγαγεῖν τὰς οὐσίας, ἢ παραχθείσας καὶ ἑαυταῖς ἢ ἑτέραις συγχυθείσας αὖθις ἀφελεῖν, καὶ ἑκάστῳ τὸ ἴδιον ἀπονεῖμαι; τὸ μὲν γὰρ τελευταῖον καὶ ἡμεῖς ἐπιτελοῦμεν, πολλάκις χωρίζοντες τέχνῃ τινὶ τὸν οἶνον ἀνακραθέντα τῷ ὕδατι
使諸實質存在,或使已存在、彼此混合或與他物混合之物再次分離,並各歸其本份,這對祂豈是難事?至於最後這一點,甚至我們自己也能做到,我們常憑某種技藝,將已與水混合的酒分離出來
[Is it beyond his power] to bring substances into being, or, once brought into being and confounded either with themselves or with others, to separate them again and assign to each its own [portion]? For even this last thing we ourselves accomplish, often separating by some art the wine that has been mixed with water
1:2631
ἀλλὰ καὶ ὁ ἥλιος τὸ μὲν πότιμον καὶ γλυκὺ διὰ τῶν ἀτμῶν καὶ τῶν ἀναθυμιάσεων ἐκ τῆς θαλάσσης ἕλκει, τὸ δὲ βαρὺ καὶ γεῶδες καὶ ἁλμυρὸν καὶ πικρὸν ἐᾶ
甚至太陽也是如此,藉著蒸氣與水氣,從海中吸取那可飲用的甘甜部分,而留下那沉重、含土質、鹹苦的部分
Indeed, even the sun draws up from the sea, through vapors and exhalations, the potable and sweet part, while it leaves behind the heavy, earthy, salty, and bitter part
1:2632
τὸ δέ γε πρῶτον Θεοῦ μόνου τοῦ τὰ πάντα δυναμένου ὅσα ἂν ἐθελήσῃ
而前者,則唯獨屬於凡事都能成就其所願的神
But that first [act] belongs to God alone, who is able to do all things whatsoever he wills
1:2633
εἰ οὖν τὰ μὴ ὄντα ὁ Θεὸς εἰς τὸ εἶναι παρήγαγε, πῶς οὐ ῥάδιον αὐτῷ τὰ τοῖς καθ' ὅλου στοιχείοις ἀνακραθέντα πάλιν διακρῖναι μόνῳ τῷ βουλη θῆναι καὶ τὸ ἴδιον ἑκάστῳ σώματι νεῖμαι, εἰ καὶ ἀνθρώποις ἀδύνατον τοῦτο τυγχάνει; ὥσπερ γὰρ σοί τε καὶ ἐμοὶ ἀδύνατον διακόψαι τὸ φωτιστικὸν τοῦ πυρὸς ἀπὸ τοῦ καυστικοῦ, Θεῷ δὲ δυνατόν, εἴρηται γὰρ φωνὴ Κυρίου διακόπτοντος φλόγα πυρός, οὕτω καὶ τὰ συγχυθέντα σοὶ μὲν ἀδύνατον καὶ ἐμοί, Θεῷ δὲ ῥάδιον καὶ εὐχερές
既然神能使不存在之物成為存在,那麼,僅憑祂的意願,將已與各元素整體混合之物重新分開,並將各自的部分歸還給各個身體,這對祂又豈會不是易事呢?縱然這對人而言是不可能的。正如你我無法將火的照明之力與其焚燒之力分開,神卻能做到——因經上記著:『耶和華的聲音使火焰分岔』——同樣地,那對你我而言不可能分開之物,對神而言卻是輕而易舉的
If, then, God brought into being the things that were not, how is it not easy for him, by mere willing, to separate again the things that have been mixed together with the elements as a whole, and to assign to each body its own [portion], even if this happens to be impossible for men? For just as it is impossible for you and me to sever the illuminating power of fire from its burning power, yet possible for God — for it is said, 'the voice of the Lord divides the flame of fire' — so too, what is impossible for you and me to unmix is easy and effortless for God
1:2634
τοῦτο νῦν ἡμῖν τὸ θαυμάσιον δόγμα παρατίθεται ὁ παρὼν τῆς ἀποκαλύψεως λόγος, εἰπὼν ἔδωκεν ἡ θάλασσα τοὺς νεκροὺς τοὺς ἐν αὐτῇ ἀπὸ τῆς θαλάσσης
這奇妙的教義,正是啟示錄此處經文如今向我們陳明的,說:『海交出其中的死人』——出於海
This wondrous doctrine the present text of the Apocalypse now sets before us, saying, 'the sea gave up the dead that were in it' — from the sea
1:2635
στοιχεῖον δὲ αὕτη τοῦ ὕδατος πᾶσαν τὴν ὑγρὰν οὐσίαν ἐσήμανεν
而所謂『這水的元素』,指的正是一切濕潤的實質
and by 'the element,' namely this [sea] of water, he signified the whole moist substance
1:2636
ἔδωκε τοίνυν ἡ ὑγρά φησιν οὐσία ὅσον ἐν αὐτῇ ἀνεκράθη ἐκ τοῦ τῶν ἀνθρωπίνων σωμάτων ὑδατώδους
他說,『那濕潤的實質』於是交出了人體中屬水部分曾與之混合的所有份量
'The moist substance,' he says, 'therefore gave up' as much of the watery [element] of human bodies as had been mixed within it
1:2637
καὶ ὁ θάνατός φησι καὶ ὁ Ἅδης ἔδωκαν τοὺς νεκροὺς τοὺς ἐν αὐτοῖς
他說:『死亡和陰間也交出其中的死人』
'And death,' he says, 'and Hades gave up the dead that were in them'
1:2638
θάνατον τὴν γῆν καλέσας παρὰ τὸ ἐν αὐτῇ διαλύεσθαι ἡμῶν τὰ σώματα·
他稱地為『死亡』,因為我們的身體是在其中分解的;
calling the earth 'death,' because our bodies are dissolved in it;
1:2639
ὅθεν καὶ ὁ θεσπέσιος προφήτης χοῦν θανάτου κατὰ περίφρασιν τὸν θάνατον καλεῖ, λέγων καὶ εἰς χοῦν θανάτου κατήγαγέ με
因此,那神聖的先知也以婉曲之辭稱死亡為『死亡的塵土』,說:『你將我帶入死亡的塵土』
hence the divinely-inspired prophet too, by way of periphrasis, calls death 'the dust of death,' saying, 'and you have brought me down into the dust of death'
1:2640
δέδωκε τοιγαροῦν καὶ ἡ γῆ ἅπαν τὸ ἐν αὐτῇ γεῶδες ἡμῶν
因此,地也同樣交出了我們在其中屬土的一切部分
The earth, then, has likewise given up all of our earthy part that was in it
1:2641
πρὸς τούτοις καὶ ὁ Ἅδης δέδωκε τοὺς ἐν αὐτῷ νεκρούς, Ἅδην λέγων τὸν ἀέρα καὶ τὸ πῦρ ἀπὸ τοῦ ἀειδοῦς καὶ ἀοράτου
除此之外,陰間也交出了其中的死人;他稱氣與火為『陰間』,是因它們無形而不可見
In addition to these, Hades too has given up the dead that were in it, calling 'Hades' the air and the fire, on account of their being formless and invisible
1:2642
καὶ γὰρ καὶ ὁ ἀὴρ τῇ λεπτότητι ἀόρατος τυγχάνει, πλὴν εἰ μὴ παχυνθείη
因為氣本身因其稀薄之故是不可見的,除非它變得濃厚
For indeed the air, on account of its fineness, is invisible, unless it should be thickened
1:2643
καὶ τὸ πῦρ τὸ τέως ἐμφωλεῦον ταῖς ὕλαις ἀόρατον, πλὴν εἰ μὴ ἐπὶ τὰ ἔξω παρ' αὐτοῦ προσκληθείη
火在潛藏於物質之中時也是不可見的,除非它被從其中引發到外面
and fire, while it lurks within materials, is likewise invisible, unless it be summoned forth out of them to the exterior
1:2644
ἀλλὰ καὶ τὸ τοῦ πυρὸς στοιχεῖον, ὁ αἰθὴρ ἀόρατος ἡμῖν τυγχάνει τῇ ἐπιπροσθήσει τοῦ πολλοῦ ἀέρος σκοτιζόμενος
甚至火之元素,即以太,對我們而言也是不可見的,因被濃密之氣所遮蔽而暗淡不明
Moreover, even the element of fire, the aether, is invisible to us, being obscured by the interposition of the dense air
1:2645
ἢ γοῦν καὶ Ἅδην λέγει τὸ πῦρ ἀπὸ τοῦ ἀφάνειαν καὶ ἀειδίαν ἐμποιεῖν οἷς ἂν ἐπέλθῃ·
又或者,他稱火為『陰間』,是因它使凡它所臨及之物歸於消失無形;
Or else he calls fire 'Hades' because it produces disappearance and formlessness in whatever it comes upon;
1:2646
ὅθεν καὶ ἄδηλον αὐτὸ προσαγορεύουσιν πολλοὶ τῶν λογίων
因此許多學者也稱它為『隱而不見者』
hence also many of the learned call it 'unseen'
1:2647
ἑκάστου οὖν τῶν στοιχείων ἀποδεδωκότος ὅσον ἦν ἐν αὐτοῖς τοῦ ἀνθρωπίνου συγκρί ματος, ἐνηργήθη ἡ ἀνάστασις
於是,各元素既已交還了其中所含屬人的成分,復活便得以成就
Each of the elements, then, having given back as much of the human compound as was in them, the resurrection was brought about
1:2648
οὗ γενομένου, ἐκρίθησάν φησιν ἕκαστος κατὰ τὰ ἔργα αὐτῶν
此事既成,他說,『各人就照他們的行為受審判』
and this having taken place, 'each,' he says, 'was judged according to their works'
1:2649
καὶ ὁ θάνατος καὶ ὁ Ἅδης φησὶν ἐβλήθησαν εἰς τὴν λίμνην τοῦ πυρός·
他說:『死亡和陰間也被扔在火湖裡;』
'And death and Hades,' he says, 'were thrown into the lake of fire;'
1:2650
τουτέστιν ἀνηρέθη ὁ θάνατος καὶ ἡ ἀειδὴς καὶ ἀσώματος τῶν ψυχῶν ἐν τῷ θανάτῳ διαγωγή, τῆς ἀναστάσεως ἅπαξ γεγενημένης καὶ ἑκάστης ψυχῆς τὸ ἴδιον σῶμα ἀπολαβούσης·
意即:死亡已被廢除,靈魂在死亡中那無形無體的存在方式也隨之終結,因復活已一次成就,各靈魂也已領回了自己本有的身體;
that is, death was abolished, and [with it] the formless and bodiless mode of existence of souls in death, since the resurrection has now once for all taken place and each soul has received back its own body;
1:2651
ὅπερ τροπικώτερον ἐξηγησάμενος καὶ τὴν ἀπώλειαν αὐτῶν αἰνιξάμενος, εἶπεν ἐμβεβλῆσθαι τὸν θάνατον καὶ τὸν Ἅδην εἰς τὴν λίμνην τοῦ πυρός
他以較為譬喻的方式解釋此事,並暗示了它們的滅亡,故說死亡和陰間被扔進了火湖
and having explained this in a more figurative manner, and having hinted at their destruction, he said that death and Hades were cast into the lake of fire
1:2652
τοῦτο ποιεῖ καὶ ὁ προφήτης Ὠσηέ, εἰπὼν ποῦ ἡ δίκη σου, θάνατε; ποῦ τὸ κέντρον σου, Ἅδη; οὗτός φησιν ὁ θάνατος ὁ δεύτερός ἐστιν ἡ λίμνη τοῦ πυρός·
先知何西阿也曾如此說:『死亡啊,你的刑罰在哪裡?陰間啊,你的毒鉤在哪裡?』他說,這就是第二次的死——即火湖;
The prophet Hosea does this as well, saying, 'O death, where is your penalty? O Hades, where is your sting?' This, he says, is the second death — the lake of fire;
1:2653
εἴρηται γὰρ καὶ ἐν τοῖς ἔμπροσθεν ὡς πρῶτος μὲν θάνατός ἐστιν ὁ αἰσθητός, ἡ διάζευξις τῆς ψυχῆς καὶ τοῦ σώματος, δεύτερος δὲ ὁ νοητός, ἡ κόλασις καὶ ἡ τιμωρία, ὅστις μητέρα ἔχει τὴν ἁμαρτίαν
因為前文也已說過,第一次的死是感官可覺的死,即靈魂與身體的分離;第二次的死則是理智層面的死,即懲罰與刑罰,其根源乃是罪
for it has also been said before that the first death is the sensible one, the separation of soul and body, while the second is the intelligible one, the chastisement and punishment, which has sin as its mother
1:2654
ἀλλὰ καὶ ὅσοι φησὶ γεγόνασιν ἐν ἁμαρτίαις καὶ οὐκ ἠξίωνται τῆς ἐν τῇ ζωῇ γραφῆς, τὰ ἴσα πεπόνθασιν
他又說,凡活在罪中、未蒙配得記在生命冊上的人,也都遭受了同樣的事
But also, he says, as many as have lived in sins and have not been deemed worthy of being written in the [book of] life have suffered the same things
1:2655
εἰ δὲ καὶ τοὺς μέσως ἔχοντας τῶν ἁμαρτωλῶν εἶπε βεβλῆσθαι εἰς τὴν λίμνην τοῦ πυρὸς σὺν τῷ Διαβόλῳ καὶ τῷ ἀντιχρίστῳ, τοῦτο γὰρ ἐν τοῖς ἔμπροσθεν εἴρηκε, μὴ θαυμάσῃς·
若他曾說,就連那些處於中等狀態的罪人,也與魔鬼和敵基督一同被扔進了火湖——因為這是他前文已說過的——你不必驚訝;
But if he has said that even sinners who are in a middling condition have been cast into the lake of fire together with the Devil and the Antichrist — for this he has said earlier — do not be astonished;
1:2656
ἔνι γὰρ καὶ ἐκεῖ διάφορος κόλασις, ὥσπερ καὶ πυρετοῦ·
因為就連在那裡,刑罰也有輕重之別,正如發燒也有輕重之分;
for even there, punishment differs in degree, just as with fever;
1:2657
ὁ μέν τις καῦσός ἐστι καὶ συνεχὴς ὁ δὲ μείων καὶ μαλθακός, εἰ καὶ πάντες καλοῦνται πυρετοί, οὕτω μοι κἀκεῖ νοήσεις
有的是灼熱而持續的高燒,有的則較輕而溫和,儘管都同稱為『發燒』——你對那裡的情形也當如此理解
one is a burning and continuous fever, another is lesser and mild, even though all are called 'fevers' — in this way you should understand matters there too
1:2658
καὶ εἶδόν φησιν οὐρανοὺς καινοὺς καὶ γῆν καινήν·
他說:『我又看見新天新地;』
'And I saw,' he says, 'new heavens and a new earth;'
1:2659
ὁ γὰρ πρῶτος οὐρανὸς καὶ ἡ πρώτη γῆ ἀπῆλθον, καὶ ἡ θάλασσα οὐκ ἔστιν ἔτι
『因為先前的天和先前的地都已過去了,海也不再有了』
'for the first heaven and the first earth had passed away, and the sea was no more'
1:2660
τούτου ὅμοιόν φησιν ὁ Πέτρος ἐν δευτέρᾳ τῶν αὐτοῦ ἐπιστολῶν, καινοὺς δὲ οὐρανοὺς λέγων καὶ γῆν κατὰ τὰ ἐπαγγέλματα αὐτοῦ προσδοκῶμεν
彼得在他的第二封書信中也說過與此相似的話,他說:『但我們照他的應許,盼望新天新地』
Peter says something similar to this in the second of his epistles, saying, 'but according to his promise we await new heavens and a new earth'
1:2661
ἄλλοι ἀντ' αὐτῶν γεγένηνται, ἀλλ' ὅτι ἀποβεβλήκασιν αὐτῶν οἱ νῦν ὄντες τὴν φθορὰν καὶ καινοὶ γεγένηνται, ὥσπερ ἱμάτιον παλαιὸν καὶ πιναρὸν ἀπαμφιασάμενοι τὸν ἐν αὐτοῖς ῥύπον·
並非有別的(天地)取而代之,而是如今存在的這些已經脫去了自身的朽壞、成為新的,如同脫去一件又舊又髒的衣裳,除去其中的污穢。
...not that others have come into being in their place, but that the ones now existing [the heavens and the earth] have cast off their corruption and become new, having stripped off, like an old and filthy garment, the filth that was in them.
1:2662
καινὸν γὰρ ἅπαν καλεῖται τὸ μὴ ὂν μὲν τοιοῦτον πρότερον, νῦν δὲ γενόμενον
因為凡先前不是這樣、如今才變成這樣的,都稱為新的。
For everything is called new which previously was not such, but has now become so.
1:2663
τότε δὲ γενήσεται ἡ κτίσις καθαρὰ φθορᾶς ἁπάσης, ἣν ἀνεμάξατο τῇ παραβάσει τῶν ἀνθρώπων
那時,受造之物將變得潔淨,脫盡一切因人的悖逆而沾染的朽壞。
Then creation will become pure of all the corruption which it contracted through the transgression of men.
1:2664
καὶ μάρτυς τούτων ἀξιοπιστότατος ὁ θεῖος ἀπόστολος Ῥωμαίοις ἐπιστέλλων καὶ τάδε γράφων περὶ τῆς κτίσεως ἡ γὰρ ἀποκαραδοκία τῆς κτίσεως τὴν ἀποκάλυψιν τῶν υἱῶν τοῦ Θεοῦ ἀπεκδέχεται·
這些事最可信的見證人,就是那位神聖的使徒,他寫信給羅馬人,論到受造之物如此說:『受造之物切望等候神的眾子顯出來。』
And the most trustworthy witness of these things is the divine apostle, writing to the Romans and saying the following concerning creation: 'For the earnest expectation of creation eagerly awaits the revelation of the sons of God.'
1:2665
τῇ γὰρ ματαιότητι ἡ κτίσις ὑπετάγη, οὐχ ἑκοῦσα ἀλλὰ διὰ τὸν ὑποτάξαντα ἐπ' ἐλπίσιν ὅτι καὶ αὐτὴ ἡ κτίσις ἐλευθερωθήσεται ἀπὸ τῆς δουλείας τῆς φθορᾶς εἰς τὴν ἐλευθερίαν τῆς δόξης τῶν τέκνων τοῦ Θεοῦ
『因為受造之物服在虛空之下,不是出於自己的意願,而是因那使它屈服的,盼望受造之物本身也要脫離敗壞的轄制,得享神兒女那榮耀的自由。』
'For creation was subjected to futility, not willingly but because of him who subjected it, in hope that creation itself also will be set free from the bondage of corruption into the freedom of the glory of the children of God.'
1:2666
οὐ μόνον δὲ αὐτὸς ἀλλὰ καὶ ὁ θεσπέσιος προφήτης ψάλλων περὶ τοῦ οὐρανοῦ καὶ τῆς γῆς κατὰ τὴν ἀρτίως παρατεθεῖσαν μαρτυρίαν·
不但他如此說,那位神感的先知也在詩篇中論到天地歌唱,正如剛才所引的見證所說:
And not only he, but also the divinely-inspired prophet, singing concerning heaven and earth, according to the testimony just now cited, [says]:
1:2667
καὶ πάντες ὡς ἱμάτιον παλαιωθήσονται καὶ ὡσεὶ περιβόλαιον ἑλίξεις αὐτοὺς καὶ ἀλλαγήσονται
『它們都要像衣服漸漸舊了,你要將它們像外袍捲起來,它們就都改變了。』
'And they will all grow old like a garment, and like a cloak you will roll them up, and they will be changed.'
1:2668
καὶ τὴν πόλιν φησὶ τὴν ἁγίαν Ἱερουσαλὴμ καινὴν εἶδον καταβαίνουσαν ἐκ τοῦ οὐρανοῦ ἀπὸ τοῦ Θεοῦ ἡτοιμασμένην, ὡς νύμφην κεκοσμημένην τῷ ἀνδρὶ αὐτῆς
他說:『我看見聖城新耶路撒冷由神那裡從天而降,預備好了,就如新婦妝飾整齊,等候丈夫。』
And [John] says: 'I saw the holy city, new Jerusalem, coming down out of heaven from God, prepared as a bride adorned for her husband.'
1:2669
διὰ τῆς Ἱερουσαλὴμ τὴν μακαρίαν λῆξιν καὶ κατασκήνωσιν τῶν ἁγίων αἰνίττεται, ἥντινα καλέσας Ἱερουσαλὴμ τροπικῶς καὶ νῦν καὶ ἐπὶ τοῖς ἔπειτα, μεγαλοπρεπῶς καὶ εὐπρεπῶς κεκόσμηκεν, ἵνα ἐκ τῶν αἰσθητῶς λεγομένων εἰς τὴν νοητὴν τῶν ἁγίων μακαριότητα καὶ διαγωγὴν τὸν νοῦν παραπέμψωμεν τὸν ἡμέτερον
他藉『耶路撒冷』暗示聖徒那蒙福的分和居所;他既已將之比喻性地稱為『耶路撒冷』,無論在此處或在其後的經文中皆然,便以宏偉而合宜的方式加以裝飾,好使我們的心思能從這些以感官方式所說的事物,轉向聖徒那可理解的福樂與生活方式。
Through Jerusalem he hints at the blessed lot and dwelling-place of the saints, which, having called it Jerusalem figuratively both here and in what follows, he has adorned magnificently and fittingly, so that from the things spoken in a sensible manner we might direct our mind to the intelligible blessedness and manner of life of the saints.
1:2670
καὶ ἤκουσα φωνῆς μεγάλης ἐκ τοῦ οὐρανοῦ λεγούσης·
『我聽見有大聲音從天上出來,說:』
'And I heard a great voice from heaven, saying:'
1:2671
ἰδοὺ ἡ σκηνὴ τοῦ Θεοῦ μετὰ τῶν ἀνθρώπων, καὶ σκηνώσει μετ' αὐ τῶν, καὶ αὐτοὶ λαοὶ αὐτοῦ ἔσονται, καὶ αὐτὸς ὁ Θεὸς μετ' αὐτῶν ἔσται αὐτῶν ὁ Θεός, καὶ ἐξαλείψει πᾶν δάκρυον ἀπὸ τῶν ὀφθαλμῶν αὐτῶν, καὶ ὁ θάνατος οὐκέτι ἔσται·
『看哪,神的帳幕在人間,他要與人同住,他們要作他的子民,神要親自與他們同在,作他們的神;他要擦去他們一切的眼淚,不再有死亡;』
'Behold, the tabernacle of God is with men, and he will tabernacle with them, and they will be his peoples, and God himself will be with them, their God, and he will wipe away every tear from their eyes, and death will no longer be;'
1:2672
οὔτε πένθος οὔτε κραυγὴ οὔτε πόνος οὐκ ἔσται ἔτι
『也不再有悲哀、哭號、疼痛了。』
'neither will there be mourning, nor crying, nor pain any longer.'
1:2673
καὶ εἶπεν ὁ καθήμενος ἐπὶ τῷ θρόνῳ·
『那坐寶座的說:』
'And he who sat on the throne said:'
1:2674
γράψον, ὅτι οὗτοι οἱ λόγοι πι στοὶ καὶ ἀληθινοί εἰσιν
『你要寫下來,因這些話是可信的、真實的。』
'Write, for these words are faithful and true.'
1:2675
οὐ καλῶς ἔλεγον ἐν τοῖς ἔμπροσθεν ὅτι τὴν τῶν ἁγίων λῆξιν καὶ τὴν ἐκεῖ κατοικίαν τροπικῶς νοητὴν Ἱερουσαλὴμ ἡ θεωρία καλεῖ; ἰδοὺ νῦν ἀπεκάλυψε τὸ αἴνιγμα, εἰποῦσα ἰδοὺ ἡ σκηνὴ τοῦ Θεοῦ μετὰ τῶν ἀνθρώπων καὶ σκηνώσει μετ' αὐτῶν, καὶ αὐτοὶ λαὸς αὐτοῦ ἔσονται, καὶ αὐτὸς Θεὸς μετ' αὐτῶν ἔσται αὐτῶν Θεός
我先前豈不是說得對嗎──這異象用比喻的方式,把聖徒的分及他們在那裡的居所稱為『可理解的耶路撒冷』?看哪,如今這謎已被揭開,經文說:『看哪,神的帳幕在人間,他要與人同住,他們要作他的子民,神要親自與他們同在,作他們的神。』
Did I not say correctly earlier that the vision figuratively calls the lot of the saints and their dwelling there the 'intelligible Jerusalem'? Behold, now it has revealed the riddle, saying: 'Behold, the tabernacle of God is with men, and he will tabernacle with them, and they will be his people, and God himself will be with them, their God.'
1:2676
τοῦτο σαφέστερον ὁ ἀπόστολος δηλῶν ἔλεγεν ἔπειτα ἡμεῖς οἱ ζῶντες οἱ περιλειπόμενοι ἁρπαγησόμεθα ἐν νεφέλαις εἰς ἁπάντησιν τοῦ Κυρίου εἰς ἀέρα·
使徒把這事說得更清楚,他說:『然後我們這些活著還存留的人,必和他們一同被提到雲裡,在空中與主相遇;』
The apostle, making this clearer, said: 'Then we who are alive, who remain, will be caught up together in the clouds to meet the Lord in the air;'
1:2677
καὶ πάντοτε σὺν Κυρίῳ ἐσόμεθα
『這樣,我們就要和主永遠同在了。』
'and so we will always be with the Lord.'
1:2678
καὶ ἐξαλείψει φησὶ πᾶν δάκρυον ἀπὸ τῶν ὀφθαλμῶν αὐτῶν
他說,他要擦去他們一切的眼淚。
And he will wipe away, [John] says, every tear from their eyes.
1:2679
καὶ τούτου ὅμοιον ἔφη Ἡσαΐας ὁ προφήτης, εἰπὼν κατέπιεν ὁ θάνατος ἰσχύσας, καὶ πάλιν ἀφεῖλεν ὁ Θεὸς πᾶν δάκρυον ἀπὸ παντὸς προσώπου
先知以賽亞也說過與此相似的話,他說:『死亡得勝,把人吞滅』,又說:『神要從各人臉上除去一切眼淚。』
And similar to this the prophet Isaiah said, declaring: 'Death, having prevailed, has swallowed up,' and again: 'God has taken away every tear from every face.'
1:2680
εἰ γὰρ κατὰ τὸν θεῖον ἀπόστολον ἐν τῇ μακαρίᾳ ἐκείνῃ Τῶν Ἁγίων Ζωῇ ἀπέδρα ὀδύνη καὶ λύπη καὶ στεναγμὸς, ποῖον ἔσται λοιπὸν δάκρυον, τούτων ἀποδράντων; τὰ πρῶτά φησιν ἀπῆλθεν
因為照那位神聖使徒所說,在聖徒那蒙福的生命中,苦痛、憂傷、嘆息都已逃離;既然這些都已逃離,還會剩下什麼眼淚呢?經上說:『先前的事都已過去了。』
For if, according to the divine apostle, in that blessed Life of the Saints pain and grief and sighing have fled away, what tear will there be left, once these have fled? 'The former things,' he says, 'have passed away.'
1:2681
πέρας φησὶν ἔσχεν ἡ τῶν ἁγίων κακοπάθεια
他說:『聖徒的苦難已經到了盡頭。』
'The suffering of the saints,' he says, 'has come to an end.'
1:2682
νῦν αἱ ἀμοιβαὶ τῶν πόνων παρέχονται
如今他們勞苦的酬報正被賜下。
Now the recompenses for their labors are being given.
1:2683
ἰδού φησι καινὰ ποιῶ πάντα
他說:『看哪,我將一切都更新了。』
'Behold,' he says, 'I make all things new.'
1:2684
εἰ γὰρ ὁ οὐρανὸς καὶ ἡ γῆ καὶ ἡ θάλασσα καινοί, ἔτι δὲ καὶ οἱ ἄνθρωποι καὶ καινὰ τὰ τῆς χαρᾶς αὐτῶν καὶ δόξης, δακρύοις ἢ πένθεσιν ἢ ἀδοξίαις οὐ διακοπτόμενα, ἄρα πάντα ἔσται καινά
因為既然天、地、海都是新的,並且人也是新的,他們的喜樂與榮耀之事也是新的,不再被眼淚、哀慟或羞辱所打斷,那麼萬物就都要成為新的了。
For if heaven and earth and sea are new, and moreover men also, and the things of their joy and glory are new, not interrupted by tears or mournings or dishonors, then all things will be new.
1:2685
μὴ νόμιζε δέ φησιν, ὦ Ἰωάννη, τῇ τοῦ μεγέθους ὑπερβολῇ φαντασίαν ἔχειν τινὰ ἢ ψεῦδος τὰ λεγόμενα καὶ δεικνύμενά σοι·
他說:『約翰啊,你不要因為這些事極其宏大,就以為對你所說、所顯明的事帶有什麼幻想或虛假;』
'Do not suppose, O John,' he says, 'that because of the excess of their greatness, the things spoken and shown to you contain any fantasy or falsehood;'
1:2686
πάντα πιστά ἐστιν καὶ ἀληθῆ·
『萬事都是可信、真實的;』
'all things are faithful and true;'
1:2687
ἐγώ εἰμι τὸ ˉα καὶ τὸ ˉω·
『我是阿拉法,我是俄梅戛。』
'I am the Alpha and the Omega.'
1:2688
ἐγὼ διψῶντι δώσω ἐκ τῆς πηγῆς τοῦ ὕδατος τῆς ζωῆς δωρεάν
『我要將生命水的泉源白白賜給那口渴的人喝。』
'I will give to the one who thirsts from the spring of the water of life freely.'
1:2689
ὁ νικῶν κληρονομήσει ταῦτα, καὶ ἔσομαι αὐτῷ Θεός, καὶ αὐτός μοι υἱός
『得勝的,必承受這些為業;我要作他的神,他要作我的兒子。』
'He who conquers will inherit these things, and I will be God to him, and he will be a son to me.'
1:2690
τοῖς δὲ λοιποῖς καὶ ἀπί στοις καὶ ἐβδελυγμένοις καὶ φονεῦσι καὶ πόρνοις καὶ φαρμα κοῖς καὶ εἰδωλολάτραις καὶ πᾶσι τοῖς ψευδέσι·
『但其餘的人,就是不信的、可憎的、殺人的、淫亂的、行邪術的、拜偶像的,和一切虛謊的;』
'But for the rest, both the unbelieving and the abominable, and murderers and fornicators and sorcerers and idolaters and all the false;'
1:2691
τὸ μέρος αὐτῶν ἐν τῇ λίμνῃ τῇ καιομένῃ πυρὶ καὶ θείῳ, ὅ ἐστιν ὁ θάνατος ὁ δεύτερος
『他們的分,就在燒著硫磺的火湖裡,這就是第二次的死。』
'their part is in the lake that burns with fire and brimstone, which is the second death.'
1:2692
τί γεγόνασιν; ταῦτα, τουτέστι τὰ εἰρημένα, καὶ οὐδὲν ἐπ' αὐτοῖς ψευδές
什麼事已經成就了呢?就是這些事,也就是前面所說的那些事,其中沒有任何虛假。
What has come to pass? These things, that is, the things spoken, and nothing false is upon them.
1:2693
τὸ γεγόνασιν ἀντὶ τοῦ γενήσονται τέθεικεν
他用『已經成就』一詞來代替『將要成就』。
He has put 'have come to pass' in place of 'will come to pass.'
1:2694
ἐγώ εἰμί φησι τὸ ˉα καὶ τὸ ˉω·
他說:『我是阿拉法,我是俄梅戛。』
'I am,' he says, 'the Alpha and the Omega.'
1:2695
ἡμεῖς κατ' ἴχνος αὐτῷ ἑπόμενοι ἀναλάβωμεν πάλιν ἃ πρότερον εἴπομεν
讓我們循著他的腳蹤,再次重申我們先前所說過的話。
Let us, following in his footsteps, take up again what we said before.
1:2696
τὸ ˉα καὶ τὸ ˉω, ἡ ἀρχὴ καὶ τὸ τέλος, τὸ ἄναρχον τοῦ Θεοῦ καὶ ἀτελεύτητον δηλοῖ·
『阿拉法和俄梅戛,初和終』,表明神是無始亦無終的;
'The Alpha and the Omega, the beginning and the end' signifies the beginninglessness and endlessness of God;
1:2697
ἐπειδὴ γὰρ οὐδὲν ἄναρχον ἐν τῷδε τῷ βίῳ τῇ παρ' ἡμῖν ἀρχῇ καὶ τῷ τέλει ἀντὶ ἀνάρχου ἐχρήσατο καὶ ἀτελευτήτου
因為既然在今生中沒有任何事物是無始的,他就用我們所熟知的『始』與『終』,來代替『無始』與『無終』的表達。
for since nothing in this life is without beginning, he used the beginning and end which are found among us in place of [expressing] 'without beginning' and 'without end.'
1:2698
ἐγώ φησι διψῶντι δώσω ἐκ τῆς πηγῆς τοῦ ὕδατος τῆς ζωῆς δωρεάν
他說:『我要將生命水的泉源白白賜給那口渴的人。』
'I,' he says, 'will give to the one who thirsts from the spring of the water of life freely.'
1:2699
φησὶν ἐν Εὐαγγελίοις ὁ Κύριος μακάριοι οἱ πεινῶντες καὶ διψῶντες τὴν δικαιοσύνην, ὅτι αὐτοὶ χορτασθήσονται
主在福音書中說:『飢渴慕義的人有福了,因為他們必得飽足。』
The Lord says in the Gospels: 'Blessed are those who hunger and thirst for righteousness, for they will be satisfied.'
1:2700
τῷ τοίνυν τὴν τοιαύτην δίψαν διψῶντι δώσω τὴν ζωὴν δωρεάν
因此,對那懷有這樣渴望的人,我要白白將生命賜給他。
To the one, then, who thirsts with such a thirst, I will give life freely.
1:2701
καὶ πῶς ἔφη δωρεάν, ὁπότε μετὰ μυρίων ἱδρώτων ἐπιτυγχανοῦσιν οἱ ἅγιοι τῆς μελλούσης ζωῆς; διὰ τί οὖν φησι διδόναι δωρεάν; τοῦτο λέγει σημαίνων ὅτι οὐδὲν ἀντάξιον τῶν τότε ἀγαθῶν εἰσενέγκοι ποτὲ ἄνθρωπος, κἂν μυρία ὅσα μοχθήσῃ, τοῦτο καὶ ὁ ἀπόστολος δηλῶν ἔλεγεν·
他既說『白白』,那麼聖徒豈不是要經過無數的辛勞汗水才得著那將來的生命嗎?他為何又說是白白賜下的呢?他這樣說,是要表明:無論一個人如何勞苦萬般,他也永遠無法帶來與那時的美善相稱的等價之物。使徒也曾明白表示過這一點,他說:
And how did he say 'freely,' when the saints attain the life to come only after countless sweats [labors]? Why then does he say he gives it freely? He says this, signifying that no man could ever bring anything equal in worth to the goods of that time, however much he might toil; this too the apostle, making clear, said:
1:2702
λογίζομαι γὰρ ὅτι οὐκ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν δόξαν ἀποκαλυφθῆναι εἰς ἡμᾶς
『因為我想,現今的苦楚,若比起將來要顯於我們的榮耀,就不足介意了。』
'For I consider that the sufferings of this present time are not worthy to be compared with the glory that is to be revealed to us.'
1:2703
ὁ νικῶν φησι τά τε πάθη καὶ τὸ πονηρὸν θηρίον τὸν Διάβολον, ταῦτα κληρονομήσει
他說:『那勝過情慾、也勝過惡獸──就是魔鬼──的人,必承受這些為業。』
'He who conquers,' he says, both the passions and the evil beast the Devil, will inherit these things.
1:2704
τοῖς δέ γε δειλοῖς καὶ ἀπίστοις καὶ τοῖσδε καὶ τοῖσδε ἔσται μερὶς ἐν τῇ τοῦ πυρὸς λίμνῃ
但那些膽怯的、不信的,以及種種這類人,他們的分就在那火湖裡。
But for the cowardly and the unbelieving, and this sort and that sort, there will be a portion in the lake of fire.
1:2705
δειλοὺς καλεῖ τοὺς εἰς πᾶν ἔργον ἀγαθὸν ἀσθενεῖς διὰ ἑκουσίαν ταλαιπωρίαν
他稱那些因自願陷溺於困苦而在一切善工上軟弱無力的人為『膽怯的』。
He calls 'cowardly' those who are weak for every good work because of voluntary wretchedness.
1:2706
καὶ πᾶσί φησι τοῖς ψευδέσιν
他又說:『和一切虛謊的人。』
And to all, he says, the false.
1:2707
οὐκ εἶπε τοῖς ψεύσταις ἀλλὰ τοῖς ψευδέσι, τουτέστι τοῖς τὰ παρὰ φύσιν πράττουσι καὶ ψευδομένοις τὸ φυσικὸν κάλλος τῆς ἀρετῆς εἰς νόθα καὶ παρηλλαγμένα κακίας προσωπεῖα
他不是說『說謊者』,而是說『虛謊的人』,意即那些行悖乎本性之事、把美德那天然的美好偽造成邪惡那假冒而扭曲的面具的人。
He did not say 'to liars' but 'to the false,' that is, to those who do things contrary to nature and falsify the natural beauty of virtue into spurious and distorted masks of vice.
1:2708
ὅτι δὲ τὸ πῦρ ἐκεῖνο ἔσται ὁ δεύτερος θάνατος, καὶ ἐν τοῖς φθάσασιν εἴρηται
至於那火將是第二次的死,這一點在前文中已經說過了。
And that that fire will be the second death has also been stated in what has preceded.
1:2709
καὶ ἦλθεν εἷς ἐκ τῶν ἑπτὰ ἀγγέλων τῶν ἐχόντων τὰς ἑπτὰ φιάλας τῶν γεμόντων τῶν ἑπτὰ πληγῶν τῶν ἐσχάτων, καὶ ἐλάλησε μετ' ἐμοῦ λέγων·
『拿著盛滿末後七災的七個碗的七位天使中,有一位來對我說:』
'And there came one of the seven angels who had the seven bowls full of the seven last plagues, and he spoke with me, saying:'
1:2710
δεῦρο δείξω σοι τὴν γυναῖκα τοῦ ἀρνίου
『你來,我要將新婦,就是羔羊的妻子,指給你看。』
'Come, I will show you the wife of the Lamb.'
1:2711
καὶ ἀπήνεγκέ με ἐν πνεύματι ἐπὶ ὄρος μέγα καὶ ὑψηλόν, καὶ ἔδειξέ μοι τὴν πόλιν τὴν ἁγίαν Ἱερουσαλὴμ καταβαίνουσαν ἀπὸ τοῦ οὐρανοῦ ἐκ τοῦ Θεοῦ, ἔχουσαν τὴν δόξαν τοῦ Θεοῦ·
『他就在聖靈感動下,帶我到一座高大的山上,將那由神那裡從天而降的聖城耶路撒冷指給我看,城中有神的榮耀;』
'And he carried me away in the Spirit to a great and high mountain, and showed me the holy city Jerusalem coming down out of heaven from God, having the glory of God;'
1:2712
ὁ φωστὴρ αὐτῆς ὅμοιος λίθῳ τιμιω τάτῳ, ὡς λίθῳ ἰάσπιδι, κρυσταλίζοντι·
『城的光輝如同極貴重的寶石,好像碧玉,明如水晶;』
'her light was like a most precious stone, like a jasper stone, clear as crystal;'
1:2713
ἔχουσα τεῖχος μέγα καὶ ὑψηλόν, ἔχουσα πυλῶνας δεκαπέντε, καὶ ἐπὶ τοῖς πυ λῶσιν ἀγγέλους δώδεκα, καὶ ὀνόματα ἐπιγεγραμμένα ἅ ἐστι τὰ ὀνόματα τῶν δώδεκα φυλῶν υἱῶν Ἰσραήλ·
『有高大的城牆,有十五個門,門上有十二位天使,又寫著名字,是以色列十二支派的名字;』
'having a great and high wall, having fifteen gates, and at the gates twelve angels, and names written on them, which are the names of the twelve tribes of the sons of Israel;'
1:2714
ἀπὸ ἀνατολῆς πυλῶνες τρεῖς, καὶ ἀπὸ βορρᾶ πυλῶνες τρεῖς, καὶ ἀπὸ νότου πυλῶνες τρεῖς·
『東邊有三個門,北邊有三個門,南邊有三個門;』
'on the east three gates, and on the north three gates, and on the south three gates;'
1:2715
καὶ τὸ τεῖχος τῆς πόλεως ἔχον θεμελίους δώδεκα, καὶ ἐπ' αὐτῶν δώδεκα ὀνόματα, τῶν δώδεκα ἀποστόλων τοῦ ἀρνίου
『城牆有十二根基,根基上有十二個名字,是羔羊十二使徒的名字。』
'and the wall of the city had twelve foundations, and on them twelve names, of the twelve apostles of the Lamb.'
1:2716
καὶ ἦλθέ φησιν εἷς ἐκ τῶν ἑπτὰ ἀγγέλων, ποίων ἑπτά, περὶ ὧν πολὺς γέγονε λόγος ἐν τοῖς ἔμπροσθεν
他說:『七位天使中,有一位來』──是哪七位呢?就是前文已多有論述的那七位。
'And there came,' he says, 'one of the seven angels' — which seven? Those concerning whom much has been said earlier.
1:2717
δεῦρό φησι δείξω σοι τὴν γυναῖκα τοῦ ἀρνίου
他說:『你來,我要將羔羊的妻子指給你看。』
'Come,' he says, 'I will show you the wife of the Lamb.'
1:2718
τὴν ἐκκλησίαν δεῖξαι θέλει τῶν πρωτοτόκων τῶν ἀπογεγραμμένων ἐν οὐρανοῖς, ἣν καὶ ἐπουράνιόν φησιν Ἱερουσαλήμ·
他要指明的,是那名錄在天上的長子之教會,他也稱之為天上的耶路撒冷;
He wishes to show the church of the firstborn who are enrolled in heaven, which he also calls the heavenly Jerusalem;
1:2719
περὶ ἧς ἔλεγεν ὁ Παῦλος Ἑβραίοις ἐπιστέλλων οὐ γὰρ προσεληλύθατε ψηλαφωμένῳ ὄρει κεκαυμένῳ πυρὶ καὶ γνόφῳ καὶ σκότῳ καὶ θυέλλῃ καὶ σάλπιγγος ἠχῷ καὶ φωνῇ ῥημάτων, ἧς οἱ ἀκούσαντες παρῃτήσαντο μὴ προστεθῆναι αὐτοῖς λόγον·
論到這耶路撒冷,保羅在寫給希伯來人的信中說:『你們原不是來到那能摸的山,有火燒著,又有密雲、黑暗、暴風,角聲與說話的聲音;那些聽見這聲音的,都懇求不要再向他們多說話;』
concerning which Paul, writing to the Hebrews, said: 'For you have not come to a mountain that could be touched and that burned with fire, and to darkness and gloom and tempest, and the sound of a trumpet and the voice of words, which those who heard begged that no further word be spoken to them;'
1:2720
οὐκ ἔφερον γὰρ τὸ διαστελλόμενον·
『因為他們不能忍受所吩咐的話:』
'for they could not bear what was commanded:'
1:2721
κἂν θηρίον θήγῃ τοῦ ὄρους, λιθοβοληθήσεται·
『甚至走獸挨近這山,也要被石頭打死;』
'even if a beast touches the mountain, it will be stoned;'
1:2722
καὶ οὕτω φοβερὸν ἦν τὸ φανταζόμενον, ὡς εἰπεῖν ἔμφοβός εἰμι καὶ ἔντρομος·
『所見的景象如此可怕,以致摩西說:「我甚是恐懼戰兢」;』
'and so terrible was the sight that [Moses] said, "I am full of fear and trembling";'
1:2723
ἀλλὰ προσεληλύθατε Σιὼν ὄρει καὶ πόλει Θεοῦ ζῶντος Ἱερουσαλὴμ ἐπουρανίῳ, καὶ μυριάσιν ἀγγέλων πανηγύρει·
『但你們是來到錫安山,永生神的城邑,就是天上的耶路撒冷,那裡有千萬的天使聚集歡慶;』
'but you have come to Mount Zion and to the city of the living God, the heavenly Jerusalem, and to myriads of angels in festal gathering;'
1:2724
καὶ ἐκκλησίᾳ πρωτοτόκων ἀπογεγραμμένων ἐν οὐρανοῖς, καὶ κριτῇ Θεῷ πάντων
『也是來到那名錄在天上諸長子之教會,並來到審判眾人的神那裡。』
'and to the church of the firstborn who are enrolled in heaven, and to God the judge of all.'
1:2725
διὰ δὲ τῆς τῶν ἁγίων πάντων εἰς ἓν συναγωγῆς ἤτοι ἐκκλησίας καὶ διὰ τῆς ἐπουρανίου Ἱερουσαλὴμ τὴν μακαριότητα τῶν ἁγίων ὁ λόγος ζωγραφεῖ, καὶ τὴν ἐν Θεῷ καὶ μετὰ Θεοῦ ζωὴν αὐτῶν ἐσομένην, ὡς εἴρηται, σωματικῶς μὲν αὐτὴν καὶ μεγαλοφυῶς διακοσμῶν, εἰς νοητὴν δὲ δόξαν καὶ λαμπρότητα τὸν νοῦν ἡμῶν ἀνάγων
藉著眾聖徒歸聚為一──亦即教會──並藉著天上的耶路撒冷,經文描繪出聖徒的福樂,以及他們將來在神裡面、與神同在的生命,如前所述,一方面以形體的、宏偉的方式加以裝飾,另一方面則將我們的心思提升到那可理解的榮耀與光輝之中。
Through the gathering of all the saints into one, that is, the church, and through the heavenly Jerusalem, the discourse depicts the blessedness of the saints, and their life which will be in God and with God, as has been said, adorning it in a bodily and grand manner, while raising our mind up to intelligible glory and splendor.
1:2726
καὶ ἀπήνεγκέ μέ φησιν ἐν πνεύματι ἐπὶ ὄρος ὑψηλόν, καὶ ἔδειξέ μοι τὴν πόλιν τὴν ἁγίαν Ἱερουσαλὴμ καταβαίνουσαν ἐκ τοῦ οὐρανοῦ ἀπὸ τοῦ Θεοῦ, ἔχουσαν τὴν δόξαν τοῦ Θεοῦ
他說:『他在聖靈感動下,帶我到一座高山,將那由神那裡從天而降的聖城耶路撒冷指給我看,城中有神的榮耀。』
'And he carried me away,' he says, 'in the Spirit to a high mountain, and showed me the holy city Jerusalem coming down out of heaven from God, having the glory of God.'
1:2727
οὐ γὰρ ἄνευ πνευματικῆς χάριτος ὑψωθῆ ποτε νοῦς ἀνθρώπινος ὥστε ἐν περινοίᾳ γενέσθαι τῆς τῶν ἁγίων δόξης
因為若沒有屬靈的恩典,人的心思絕不可能被提升到足以完全領悟聖徒之榮耀的地步。
For never without spiritual grace could a human mind be raised up so as to come into full comprehension of the glory of the saints.
1:2728
εἰκότως δὲ ἡ ἐκκλησία καὶ οἷον ἡ ζωὴ τῶν δικαίων καὶ ἡ πολιτεία·
教會,以及可以說義人的生命與生活方式,理所當然地〔被比作高山〕;
And fittingly [is the mountain likened to] the church, and as it were, the life and manner of living of the righteous;
1:2729
ἐνταῦθά τε καὶ ἐκεῖ ὄρος μέγα καὶ ὑψηλὸν ὑπῆρχεν·
因為無論在此處或在彼處,它都是一座高大的山;
for both here and there it was a great and high mountain;
← 上一段下一段 →
1

新的原文誦讀上線時通知我

每次有新章節誦讀影片就寄一封信。採雙重確認,隨時可一鍵取消。