📜 Verbum · 聖言
原文誦讀聖經與教父文獻
♥ 贊助

← 回書卷目次 · 希臘教父 › 約伯記註釋

約伯記註釋 第 1 章 第 2/19 段

希臘文原文.231 節.部分字詞可點開查義.本章太長已分段,此段為 1:190–1:420(全章共 4511 節)

← 上一段下一段 →
ℹ️ 本語料沒有逐節的詞法標註。原形主要取自同語言其他書卷的逐詞標註(不是這一節的標註),少數查不到的才回頭依字形比對詞典。同形的罕見字仍可能判錯,需要精確判斷時請覆核原文與專門詞典。
ℹ️ 中英對照為本站自譯,直接譯自本頁的原文(非和合本/WEB —— 那兩者譯自馬所拉文本,與本頁底本不同)。
1:190
δύναται δὲ καὶ σχηματίζεσθαι καὶ τοὺς οἰκείους δορυφόρους δαίμονας διασκευάζειν ὡς πολεμίους φαίνεσθαι καὶ ὡς ἀνθρώπους ἀπαγγέλλοντας συμφοράς, καὶ πυρὸς ὑπόληψιν ποιεῖν ἐξ οὐρανοῦ κατερχομένου καὶ πνοῆς ἀνέμου βιαίας φερομένης κατὰ τῆς οἰκίας, ὅπουγε καὶ εἰς ἄγγελον φωτὸς μετασχηματίζεται τοιαύτην τινὰ φύσεως ἐξουσίαν παρὰ τοῦ δημιουργοῦ λαβών
他也能夠變化形貌,能將自己麾下的隨從惡魔裝扮成敵人的模樣,或裝扮成報告災禍的人;也能製造出彷彿有火從天而降、彷彿有狂風猛烈吹向房屋的假象──因為他甚至能變作光明的天使,這乃是他從造物主那裡領受了某種對自然界的權柄所致。
He is also able to transform himself, and to disguise his own attendant demons so that they appear as enemies and as men bringing reports of calamities, and to create the illusion of fire descending from heaven and of a violent gust of wind rushing against the house — since he even transforms himself into an angel of light, having received from the Creator a certain such authority over nature.
1:191
εἴτε οὖν οὕτως εἴτε ἐκείνως ἠγωνίσατο, πλὴν ὅτι πικρῶς καὶ ἐντέχνως καὶ κακοήθως ἐχρήσατο τοῖς παλαίσμασιν
無論他是以這種方式還是那種方式進行爭戰,他所使用的摔角招數總是刻毒、狡詐而又惡毒的。
Whether, then, he contended in this way or in that, nevertheless he employed his wrestling-tricks bitterly, cunningly, and maliciously.
1:192
τὰ ζεύγη τῶν βοῶν ἠροτρία, καὶ αἱ θήλειαι ὄνοι ἐβόσκοντο ἐχόμεναι αὐτῶν·
牛正成對耕地,母驢在牠們旁邊吃草:
The yokes of oxen were plowing, and the female donkeys were grazing beside them:
1:193
καὶ ἐλθόντες οἱ αἰχμαλωτεύοντες ἠχμαλώτευσαν αὐτὰς καὶ τοὺς παῖδας ἀπέκτειναν ἐν μαχαίραις
劫掠者忽然來到,擄走了牠們,又用刀殺了僕人。
and the raiders came and carried them off captive, and killed the servants with swords.
1:194
σωθεὶς δὲ ἐγὼ μόνος ἦλθον τοῦ ἀπαγγεῖλαί σοι
唯獨我一人逃脫,前來報信給你。
And I alone escaped and came to tell you.
1:195
ὁρᾷς ἀγγελίαν διαβολικὴν κακοτέχνως καὶ κατὰ αὔξησιν προερχομένην, ἐφ' ᾧ τὴν ἄσειστον τοῦ δικαίου κατασεῖσαι ψυχήν; οὐκ εἶπεν ἁπλῶς τὰ ζεύγη τῶν βοῶν, ἀλλὰ καὶ ἠροτρία, ἀντὶ τοῦ·
你看這魔鬼的報信,是何等狡詐地層層升級,為的是要動搖這位義人那不可動搖的心靈!他並非只說『牛』,還說『正在耕地』,意思是:
Do you see the diabolical report, proceeding with malicious art and by way of increase, in order to shake the unshakeable soul of the righteous man? He did not simply say 'the yokes of oxen,' but also 'were plowing,' meaning:
1:196
πόρον ἐκ τῶν τῆς γῆς προσόδων εἰργάζοντο·
牠們正靠著土地的出產,為他效力謀生:
they were producing a livelihood from the earth's produce:
1:197
αἱ ὄνοι, ἀλλὰ αἱ θήλειαι, ἐξ ὧν ἡ ἐπιγονὴ καὶ ἡ αὔξησις
不只是『驢』,而是『母驢』,因為由此才有後代與繁殖增多。
not just 'the donkeys,' but 'the female donkeys,' from which come offspring and increase.
1:198
τότε προστίθησι καὶ τῶν οἰκετῶν τὴν ἀναίρεσιν κατὰ προσθήκην αὔξων τὴν συμφοράν
接著他又加上僕人被殺一事,藉此逐步加深這場災難。
Then he adds also the slaughter of the servants, thereby increasing the calamity by addition.
1:199
ἐγώ, φησίν, ἐσώθην μόνος ὁ τὰς τῶν κακῶν ἀγγελίας ἀποκομίζων
他說:『唯獨我,這報惡信的人,得以存活。』
'I,' he says, 'alone was saved, the one who brings back the reports of evils.'
1:200
ἔτι τούτου λαλοῦντος ἦλθεν ἕτερος ἄγγελος καὶ εἶπεν πρὸς Ἰώβ·
他還在說話的時候,又有一個報信的人前來,對約伯說:
While he was still speaking, another messenger came and said to Job:
1:201
πῦρ ἔπεσεν ἐκ τοῦ οὐρανοῦ καὶ κατέκαυσε τὰ πρόβατα καὶ τοὺς ποιμένας κατέφαγεν ὁμοίως
有火從天上降下,燒盡了羊群,也同樣吞滅了牧人。
Fire fell from heaven and burned up the sheep, and likewise consumed the shepherds.
1:202
καὶ σωθεὶς ἐγὼ μόνος ἦλθον τοῦ ἀπαγγεῖλαί σοι
唯獨我一人逃脫,前來報信給你。
And I alone escaped and came to tell you.
1:203
ἐπειδὴ πρὸς τὴν πρώτην ἀκοὴν ὁ δίκαιος οὐκ ἐταράχθη, ἀλλὰ γενναίᾳ ψυχῇ τὴν ἀγγελίαν ἤνεγκε καὶ τὴν πεῖραν τοῦ δυσμενοῦς ἀπεκρούσατο, εὐθὺς ἕτερος τοῦ διαβόλου δορυφόρος ἐπέστη οὐκέτι μὲν αὐτὸν ἐξ ἀνθρώπων πολεμεῖσθαι λέγων, οὐρανόθεν δὲ κεραυνωθῆναι τὰ πρόβατα καὶ τοὺς ποιμένας, τὸν θεὸν αὐτῷ παραδηλῶν πολέμιον γεγονέναι τὸν ὑπ' αὐτοῦ σεβόμενον
既然這義人在聽到第一個消息時並未驚慌,反倒以高貴的心靈承受這報信,擊退了那惡意者的試探,於是魔鬼的另一個爪牙立刻上前,不再說他是遭人攻擊,而是說羊群與牧人被天上的雷火擊斃──藉此暗示他,向來受他敬奉的神已成了他的仇敵。
Since, at the first report, the righteous man was not disturbed, but bore the news with a noble soul and repelled the assault of the malicious one, immediately another attendant of the devil came forward, no longer saying that he was being warred against by men, but that the sheep and the shepherds had been struck by lightning from heaven — thereby signaling to him that God, whom he worshiped, had become his enemy.
1:204
ἔτι τούτου λαλοῦντος ἦλθεν ἕτερος ἄγγελος καὶ εἶπεν πρὸς Ἰώβ·
他還在說話的時候,又有一個報信的人前來,對約伯說:
While he was still speaking, another messenger came and said to Job:
1:205
οἱ ἱππεῖς ἐποίησαν ἡμῖν κεφαλὰς τρεῖς, καὶ ἐκύκλωσαν τὰς καμήλους καὶ ἠχμαλώτευσαν αὐτὰς καὶ τοὺς παῖδας ἀπέκτειναν ἐν μαχαίραις·
騎兵分成三隊來攻擊我們,圍住駱駝,將牠們擄走,又用刀殺了僕人:
The horsemen formed themselves into three companies against us, and surrounded the camels and carried them off captive, and killed the servants with swords:
1:206
ἐσώθην δὲ ἐγὼ μόνος καὶ ἦλθον τοῦ ἀπαγγεῖλαί σοι
唯獨我一人逃脫,前來報信給你。
and I alone escaped and came to tell you.
1:207
πάλιν κάτωθεν ἡ ἀγγελία τοῦ πολέμου, ὡς ἂν ἀπείπῃ καὶ ὑπὸ θεοῦ καὶ ὑπὸ ἀνθρώπων πολεμούμενος
戰爭的消息又再度從人間傳來,為要使他因同時遭受神與人的攻擊而心灰意冷、放棄信心。
Again the report of war comes from below, so that, being warred against both by God and by men, he might grow weary and give up.
1:208
τὸ δὲ κεφαλὰς τρεῖς ἀντὶ τοῦ·
『三隊』一詞的意思是:
The phrase 'three companies' means:
1:209
διέταξαν ἑαυτοὺς οἱ πολέμιοι εἰς ἀρχὰς καὶ τάγματα τρία
敵人將自己編組成三個統領、三個隊伍。
the enemies arranged themselves into three commands and divisions.
1:210
σῴζεσθαι δὲ πάλιν μόνος φησὶν ὁ τῶν συμφορῶν ἀγγελιαφόρος·
這報告災禍的信使又再次說,唯獨他一人得以倖存:
And again, the bearer of the tidings of calamities says that he alone was saved:
1:211
προσέθηκεν δὲ καὶ τῶν ἀνθρώπων τὴν ἀναίρεσιν, ἐφ' ᾗ μάλιστα ἀλγοῦσιν οἱ δίκαιοι
他又加上了眾人的滅亡,這是義人最感痛心的事。
He added also the destruction of the people, at which the righteous grieve the most.
1:212
ἔτι τούτου λαλοῦντος ἄγγελος ἄλλος ἔρχεται λέγων τῷ Ἰώβ·
他還在說話的時候,另一個報信的人來對約伯說:
While he was still speaking, another messenger came, saying to Job:
1:213
τῶν υἱῶν σου καὶ τῶν θυγατέρων σου ἐσθιόντων καὶ πινόντων παρὰ τῷ ἀδελφῷ αὐτῶν τῷ πρεσβυτέρῳ ἐξαίφνης πνεῦμα μέγα ἐξῆλθεν ἐκ τῆς ἐρήμου καὶ ἥψατο τῶν τεσσάρων γωνιῶν τῆς οἰκίας, καὶ ἔπεσεν ἡ οἰκία ἐπὶ τὰ παιδία σου καὶ ἐτελεύτησαν·
你的兒女正在他們長兄家中吃喝的時候,忽然有狂風從曠野颳來,擊打房屋的四角,房屋倒塌在你兒女身上,他們就都死了;
While your sons and your daughters were eating and drinking at the house of their elder brother, suddenly a great wind came out of the desert and struck the four corners of the house, and the house fell upon your children, and they died;
1:214
ἐσώθην δὲ ἐγὼ μόνος καὶ ἦλθον τοῦ ἀπαγγεῖλαί σοι
只有我一人逃脫,來報信給你。
and I alone escaped, and have come to tell you.
1:215
θεώρει κἀνταῦθα τοῦ διαβόλου τὴν πικρίαν, πῶς ὀνομαστὶ τῆς γονῆς μέμνηται τῶν υἱῶν σου λέγων καὶ τῶν θυγατέρων σου, μονονουχὶ τὴν φύσιν αὐτὴν τοῦ δικαίου πλήττων
在此也可看出魔鬼的惡毒,他怎樣特意提及他們的出身,說「你的兒子」和「你的女兒」,幾乎是直接打擊這義人的天性本身。
Observe here too the bitterness of the devil, how he specifically names the offspring, saying 'your sons' and 'your daughters,' well-nigh striking the very nature of the righteous man.
1:216
σεμνύνει καὶ τὸ συμπόσιον παρὰ μὲν τῷ ἀδελφῷ τῷ πρεσβυτέρῳ λέγων γίνεσθαι, αὐτοὺς δὲ κατευφραίνεσθαι καὶ ἐξαίφνης ἐλθεῖν πνεῦμα ἐκ τῆς ἐρήμου καὶ ἄλλης μὲν οἰκίας μὴ ἅψασθαι, μόνην δὲ ἐκείνην ἔνθα οἱ παῖδες εὐωχοῦντο κατασεῖσαι
他還特意鋪陳這筵席,說是在長兄家中舉行,眾人正歡樂暢飲,忽然有風從曠野颳來,不觸碰別的房屋,惟獨震塌那孩子們正歡宴的一間。
He also dignifies the banquet, saying that it took place at the house of the elder brother, and that they were making merry, and that suddenly a wind came from the desert and touched no other house, but shook down only that one where the children were feasting.
1:217
καὶ πάλιν ἐπισημαίνου τὸ πικρὸν τῆς ἀγγελίας·
再者,你當留意這消息的悲痛:
And again note the bitterness of the message:
1:218
καὶ ἔπεσεν ἐπὶ πάντας τοὺς ἔνδον, καίτοιγε πάντας ἀπέκτεινεν, ἐξ ὧν αὐτός, φησίν, ἐσώθην δὲ ἐγὼ μόνος, ἀλλ' ἰδικῶς φησιν·
「倒塌在裡面所有的人身上」——雖然他說殺死了所有人,其中只有他自己一人逃脫,但他卻特別點名說:
'And it fell upon all those within' — although he says he killed them all, of whom he himself alone, he says, escaped — yet he speaks particularly, saying:
1:219
καὶ ἔπεσεν ἐπὶ τὰ παιδία σου τῆς φύσεως ἀναμιμνήσκων καὶ καιρίας αὐτῷ διδοὺς τὰς πληγάς
「倒塌在你的孩子們身上」,提醒他血緣天性,給他致命的打擊。
'And it fell upon your children,' reminding him of nature and dealing him mortal blows.
1:220
πάλιν δὲ θεήλατον ἔπλασεν τὴν συμφορὰν δύο μὲν πολεμίων σχηματίσας ἐφόδους, δύο δὲ ἐκ θεοῦ, τήν τε τοῦ πυρὸς καὶ τοῦ ἀνέμου
他又把這災禍編造成出於神所降,設計了兩次仇敵的侵襲,又有兩次出於神,就是火與風。
Again he contrived the calamity as god-sent, fashioning two assaults of enemies, and two from God, namely that of the fire and that of the wind.
1:221
τελευταίαν δὲ τὴν τῶν παίδων ἀναίρεσιν ἐπαγαγὼν καὶ μόνων τῶν σῳζομένων ἀγγέλων τὸ παράδοξον εἰς ἀμηχανίαν καὶ σύγχυσιν καὶ τὴν κατὰ θεοῦ βλασφημίαν ὑπερεθίζει τὸν δίκαιον
最後又加上兒女的喪命,以及唯獨報信者得以倖存這樁怪事,藉此極力煽動這義人陷入絕望、慌亂,並褻瀆神。
Having brought on the destruction of the children as the last blow, and the strangeness of the fact that only the messengers survived, he goads the righteous man on toward helplessness and confusion and blasphemy against God.
1:222
οὕτως ἀναστὰς Ἰὼβ διερρήξατο τὰ ἱμάτια αὐτοῦ καὶ ἐκείρατο τὴν κόμην τῆς κεφαλῆς αὐτοῦ
「約伯就這樣起來,撕裂自己的衣服,剃去頭上的頭髮。」
'Then Job arose, and tore his garments, and shaved the hair of his head.'
1:223
ἐπὶ μὲν ταῖς προτέραις ἀγγελίαις σύννους ἦν ὡς εἰκὸς καὶ ἐθαύμαζε τὰ γινόμενα
在先前的幾次報信中,他理所當然地沉思,並對所發生的事感到驚異。
At the earlier reports he was thoughtful, as was fitting, and marveled at what was happening.
1:224
ὡς δὲ τὴν τῶν πολλῶν καὶ ὡραίων παίδων ἀθρόαν ἤκουσε τελευτήν, ἵνα μή τις ἀνάλγητος εἶναι δόξῃ καὶ ἀσυμπαθής, ἀποδίδωσι τῇ φύσει τὸ χρέος καὶ διαρρήσσει μὲν τὴν ἐσθῆτα, κείρεται δὲ τὴν κόμην πενθικῶς
但當他聽見眾多俊美的兒女忽然一同喪命時,為了不讓人以為他麻木不仁、毫無同情心,他便向天性盡了本分,撕裂衣服,並依哀悼之禮剃去頭髮。
But when he heard of the sudden death, all at once, of his many and beautiful children, lest he should seem to anyone to be unfeeling and without compassion, he pays the debt owed to nature, and tears his garment, and shaves his hair in mourning.
1:225
οἷς μὲν γὰρ τὸ κομᾶν πρὸς κόσμον νενόμιστο, οὗτοι ἐπὶ τοῖς πένθεσιν ἐκείροντο·
因為在那些以蓄髮為美的民族中,他們遇喪就剃髮;
For those among whom it was customary to wear long hair as an adornment, these would shave it off in mourning;
1:226
οἷς δὲ τὸ κείρεσθαι εὐπρεπὲς ἐδόκει, οὗτοι ἐπὶ τοῖς πένθεσιν ἐκόμων τοῦ τῶν τριχῶν ἀνεχόμενοι βάρους
而在那些以剃髮為體面的民族中,他們遇喪反倒蓄髮,忍受頭髮的重負。
but those to whom it seemed proper to shave, these would let their hair grow in mourning, enduring the burden of their hair.
1:227
ὅτι δὲ οὐκ ἀφιλόσοφον τὸ συμπαθές, δείκνυσι μὲν καὶ Παῦλος λέγων ἐν ταῖς Πράξεσιν·
同情之情並非違背哲理,保羅在《使徒行傳》中也如此表明,他說:
That compassion is not contrary to philosophy, Paul also shows, saying in the Acts:
1:228
τί κλαίετε καὶ συνθρύπτετέ μου τὴν καρδίαν; δείκνυσι δὲ καὶ Δαυὶδ οὐ τῶν παίδων τὸν πειθήνιον, ἀλλὰ τὸν πολεμιώτατον ὀλοφυρόμενος καὶ μετὰ πικρᾶς οἰμωγῆς ἀναστένων καὶ λέγων·
「你們為什麼哭泣,使我心碎呢?」大衛也如此表明,他所哀哭的不是那順服他的兒子,而是那最與他為敵的兒子,帶著悲痛的哀號嘆息說:
'Why do you weep and break my heart?' David also shows this, lamenting not the obedient one of his children but the most hostile, groaning with bitter wailing and saying:
1:229
υἱέ μου Ἀβεσσαλώμ, υἱέ μου
「我兒押沙龍啊,我兒啊!」
'My son Absalom, my son!'
1:230
δακρύει δὲ καὶ αὐτὸς ὁ θεὸς ἡμῶν καὶ σωτὴρ συμπαθῶς, εἴτε διὰ τὸν Λάζαρον εἴτε διὰ τὴν τῶν Ἰουδαίων ἀπώλειαν, ὃ δὴ καὶ ἀληθέστερον εἰπεῖν
我們的神與救主自己也懷著同情落淚,或是為拉撒路,或是為猶太人的滅亡而哭,其實後者更合乎實情。
Our God and Savior himself also weeps with compassion, whether for Lazarus or for the perdition of the Jews, which indeed is the truer thing to say.
1:231
οὐ γὰρ ἐν τῷ μὴ πάσχειν ἡ νίκη, ἀλλ' ἐν τῷ πάσχοντα καρτερεῖν
因為得勝並不在於不受苦,而在於受苦時仍能堅忍。
For victory does not consist in not suffering, but in enduring while suffering.
1:232
ἀληθῶς γυμνὸς γενόμενος τὰ πολυύμνητα φθέγξηται ῥήματα·
願他真成了赤身的人時,說出那句被千古傳頌的話:
Having truly become naked, may he utter those much-praised words:
1:233
καὶ πεσὼν χαμαὶ προσεκύνησεν καὶ εἶπεν·
「他就仆倒在地,敬拜,說:」
'And falling to the ground, he worshiped, and said:'
1:234
αὐτὸς γυμνὸς ἐξῆλθον ἐκ κοιλίας μητρός μου, γυμνὸς καὶ ἀπελεύσομαι ἐκεῖ·
「我赤身出於母腹,也必赤身歸回那裡;」
'Naked I came forth from my mother's womb, and naked shall I depart thither;'
1:235
ὁ κύριος ἔδωκεν, ὁ κύριος ἀφείλατο·
「賞賜的是耶和華,收取的也是耶和華;」
'the Lord gave, the Lord has taken away;'
1:236
ὡς τῷ κυρίῳ ἔδοξεν, οὕτως καὶ ἐγένετο·
「耶和華的旨意怎樣,事情也照樣成就了;」
'as it seemed good to the Lord, so it has come to pass;'
1:237
εἴη τὸ ὄνομα κυρίου εὐλογημένον
「願耶和華的名是應當稱頌的。」
'blessed be the name of the Lord.'
1:238
βαβαὶ φιλοσοφίας ὑπερβολῇ
何等超卓的智慧啊!
O the surpassing excellence of his philosophy!
1:239
τῷ μὲν σχήματι τῇ φύσει τὸ χρέος ἀπέδωκεν, τῇ δὲ διαθέσει χωρεῖ πρὸς τὸν θεὸν καὶ κλίνει γόνυ καὶ προσκυνεῖ γνησίως καὶ φυσικῆς ἅπτεται φιλοσοφίας ἐν μέσοις τοῖς πάθεσιν ἑαυτῷ τε καὶ ἡμῖν τὸ τῆς παραμυθίας σκευάσας φάρμακον
他在外在的舉止上向天性盡了本分,但在內心的意向上卻轉向神,屈膝下拜,誠心敬拜,並在種種苦難之中把握了真正的哲理,為自己也為我們預備了安慰的良藥。
In outward form he paid the debt owed to nature, but in disposition he turns toward God, and bends the knee, and worships sincerely, and lays hold of natural philosophy in the very midst of his sufferings, preparing the remedy of consolation both for himself and for us.
1:240
νόμος ἀνθρώπῳ, φησίν, ἐξ οὐκ ὄντων εἰς τὸ εἶναι παράγεσθαι γυμνόν, ἀλλὰ καὶ ἐξιέναι τοῦ βίου μετὰ τοῦ ὁμοίου σχήματος·
他說,人有一條律例:從無有中被帶到存有之時是赤身的,離開此生時也必以同樣的樣式離去;
It is a law for man, he says, to be brought from non-being into being naked, and likewise to depart from life in the same condition;
1:241
τί οὖν δεινὸν πεπόνθαμεν, φησίν, φυσικῶς μὲν οὐδὲν ἔχοντες, εἰληφότες δὲ παρὰ θεοῦ καὶ αὖθις ἀφαιρεθέντες ὧν μικρὸν ὕστερον τὴν στέρησιν ὑπομένειν ἀνάγκη
他說,那麼我們所遭遇的又有什麼可怕呢?既然我們本來一無所有,是從神那裡領受的,如今又被收回,而這些東西我們遲早也必須經歷失去。
what terrible thing, then, have we suffered, he says, since by nature we possess nothing, but have received from God, and again have been deprived of, those things whose loss we must in any case undergo a little later?
1:242
καὶ νομίζει μὲν ὑπὸ θεοῦ πάσχειν τὰ δεινά, προσκυνεῖ δὲ καὶ εὐχαρίστως ἀποδίδωσι τὴν παρακαταθήκην καὶ αὐτοῖς τοῖς ἀκοντίοις τοῖς διαβολικοῖς κατατοξεύει τὸν ἀλιτήριον
他雖認為自己所受的苦難是出於神,卻仍下拜,並存感恩之心歸還這寄託之物,正用那些魔鬼的箭矢反射回去,射穿了那可咒詛的惡者。
And he considers that he suffers these terrible things at the hand of God, yet he worships and thankfully returns the deposit, and with those very devilish darts he shoots down the accursed one.
1:243
ὁ μὲν γὰρ ἔλεγεν εἰρωνευόμενος·
因為那一位曾嘲諷地說:
For the one was saying, in mockery:
1:244
ἦ μὴν εἰς πρόσωπόν σε εὐλογήσει, ἀντὶ τοῦ δυσφημήσει, ὁ δὲ τὸν χαριστήριον ἐπὶ τοῖς συμβᾶσιν ἀναπλέκων ὕμνον αὐτὴν ταύτην ἀφίησι τὴν φωνὴν εὐλογῶν τὸν θεόν, καί φησιν·
「他必當面稱頌你」——其實意思是「必要毀謗你」;而這一位卻在所遭遇的一切事上編織出感恩的頌歌,發出正是同樣的話語來稱頌神,說:
'Surely he will bless you to your face' — meaning, he will blaspheme — while the other, weaving a hymn of thanksgiving over what has happened, utters this very same word, blessing God, and says:
1:245
εἴη τὸ ὄνομα κυρίου εὐλογημένον
「願耶和華的名是應當稱頌的。」
'Blessed be the name of the Lord.'
1:246
ἐν τούτοις πᾶσι τοῖς συμβεβηκόσιν αὐτῷ οὐδὲν ἥμαρτεν Ἰὼβ ἐναντίον τοῦ κυρίου καὶ οὐκ ἔδωκεν ἀφροσύνην τῷ θεῷ
「約伯在這一切所遭遇的事上並沒有得罪耶和華,也沒有將愚妄的話歸給神。」
'In all these things that happened to him, Job did not sin before the Lord, nor did he ascribe folly to God.'
1:247
ἐν τούτοις, φησίν, πᾶσι τοῖς τῶν συμφορῶν κύμασιν οὐδὲ κατὰ διάνοιάν τι ἀπρεπὲς περὶ θεοῦ ὁ Ἰὼβ ἐλογίσατο·
他說,在這一切患難的波濤之中,約伯甚至在心思裡也沒有對神存過任何不合宜的念頭;
In all these waves of misfortune, he says, Job did not even in thought reckon anything unseemly concerning God;
1:248
τοῦτο γὰρ σημαίνει τὸ ἐναντίον τοῦ κυρίου
因為這正是「在耶和華面前」一語的含義。
for this is what 'before the Lord' signifies.
1:249
ἄνθρωπος μὲν γὰρ εἰς πρόσωπον, ὁ δὲ θεὸς εἰς τὴν καρδίαν βλέπει
因為人看外貌,神卻看內心。
For man looks upon the face, but God looks upon the heart.
1:250
μετὰ γνησίας οὖν τῆς διαθέσεως τὴν δοξολογίαν προσήνεγκε καὶ οὐ φαύλους καὶ ἄφρονας λογισμοὺς ἀντὶ ἀγαθῶν προσεκόμισεν
因此他是懷著真誠的心意獻上讚美,並非以卑劣愚昧的思想取代美善之念。
With genuine disposition, then, he offered up the doxology, and did not bring forth base and foolish reckonings in place of good ones.
1:251
ἐγένετο δὲ ὡς ἡ ἡμέρα αὕτη καὶ ἦλθον οἱ ἄγγελοι παραστῆναι ἐναντίον τοῦ κυρίου, καὶ ὁ διάβολος ἦλθεν ἐν μέσῳ αὐτῶν παραστῆναι ἐναντίον τοῦ κυρίου
「有一天,眾天使來侍立在耶和華面前,撒但也來到他們中間,侍立在耶和華面前。」
'And it came to pass, as on this day, that the angels came to stand before the Lord, and the devil came among them to stand before the Lord.'
1:252
καὶ εἶπεν ὁ κύριος τῷ διαβόλῳ·
「耶和華對撒但說:」
'And the Lord said to the devil:'
1:253
πόθεν σὺ ἔρχῃ; τότε εἶπεν ὁ διάβολος ἐναντίον τοῦ κυρίου·
「你從哪裡來?」撒但在耶和華面前回答說:
'Whence do you come?' Then the devil said before the Lord:
1:254
διαπορευθεὶς τὴν ὑπ' οὐρανὸν καὶ ἐμπεριπατήσας τὴν σύμπασαν πάρειμι
「我走遍天下,往來巡行,剛剛回來。」
'Having gone about the earth under heaven, and walked through the whole of it, I am here.'
1:255
εἶπε δὲ ὁ κύριος πρὸς τὸν διάβολον·
「耶和華對撒但說:」
'And the Lord said to the devil:'
1:256
προσέσχες οὖν τῷ θεράποντί μου Ἰώβ, ὅτι οὐκ ἔστι κατ' αὐτὸν τῶν ἐπὶ τῆς γῆς ἄνθρωπος ἄκακος, ἀληθινός, ἄμεμπτος, θεοσεβής, ἀπεχόμενος ἀπὸ παντὸς κακοῦ; ἔτι δὲ ἔχεται ἀκακίας·
「你曾留意到我的僕人約伯沒有?地上再沒有人像他那樣純全、正直、無可指摘、敬畏神、遠離惡事。他仍然持守他的純全;」
'Have you then given heed to my servant Job, that there is none like him among the men on the earth, blameless, true, without fault, God-fearing, abstaining from all evil? And he still holds fast to his innocence;'
1:257
σὺ δὲ εἶπας τὰ ὑπάρχοντα αὐτῷ διὰ κενῆς ἀπολέσαι
「你卻慫恿我無故毀滅他的家業。」
'yet you said that his possessions should be destroyed in vain.'
1:258
πρῶτον ἐν πενίᾳ καὶ ἀπαιδίᾳ γυμνασθέντος τοῦ δικαίου καὶ τὴν ἄκραν φιλοσοφίαν ἐπιδειξαμένου, ἐφ' οἷς οὐ μόνον οὐκ ἐδυσφήμησεν, ἀλλὰ καὶ εὐχαριστηρίους φωνὰς ἀνέπεμψεν, οἱ μὲν ἅγιοι συνέχαιρον ἄγγελοι τῇ νίκῃ, ὁ δὲ διάβολος διέπριε τοὺς ὀδόντας καὶ δευτέρας πείρας ἐξουσίαν ἐξῄτει κατ' αὐτοῦ λαβεῖν
首先,這義人在貧窮與喪子之中受了磨煉,顯出了至高的哲理,不但沒有口出惡言,反而發出感恩的言語;聖天使們都為這場勝利同聲歡喜,而魔鬼卻咬牙切齒,再三懇求得著權柄,要向他發起第二次的試探。
First, when the righteous man had been trained in poverty and childlessness and had displayed the utmost philosophy, on account of which he not only did not blaspheme but even sent up words of thanksgiving, the holy angels rejoiced together in his victory, while the devil ground his teeth and begged to obtain authority for a second trial against him.
1:259
ὁ δὲ ἀγαθὸς θεὸς καὶ τοὺς ἑαυτοῦ δοξάζων γνησίους ὑπερεθίζει τὸ θηρίον, ἵνα καὶ μᾶλλον καταισχυνθῇ, καὶ πολλοῖς ἐγκωμίοις στεφανοῖ τὸν δίκαιον ὡς τὴν φυσικὴν ἀλήθειαν διαφυλάξαντα καὶ οὐδεμίαν ὑπομείναντα διαστροφὴν ἐκ τῶν συμφορῶν
而良善的神,為要榮耀屬他自己的真信徒,便更加激動這惡獸,好叫牠越發蒙羞,並用許多讚辭為這義人加冕,因他持守了天性中的真理,在種種患難中毫不動搖、毫無扭曲。
But the good God, glorifying his own genuine servants, provokes the beast further, so that he might be all the more put to shame, and crowns the righteous man with many praises, as one who preserved natural truth and endured no perversion from his misfortunes.
1:260
ἀλλὰ καὶ ἔτι, φησίν, τῆς αὐτῆς ἀκακίας ἔχεται μηδεμίαν ὑπομείνας τροπήν·
「然而他仍然,」他說,「持守著同樣的純全,毫無改變;」
'But still,' he says, 'he holds fast to the same innocence, having undergone no change;'
1:261
σὺ δὲ ἐμεγαλαύχεις διὰ κενῆς, ἀντὶ τοῦ·
「你卻無故誇口說」——意思是說:
'but you boasted in vain' — meaning:
1:262
ἐὰν ἀπολέσῃ τὰ ὑπάρχοντα, δυσφημεῖ
「若他喪失了他的家業,他必要毀謗你。」
'if he loses his possessions, he will blaspheme.'
1:263
κατανόει δὲ ἐντεῦθεν, ὡς ὁ μὲν θεὸς προγνώστης ὢν καὶ εἰδὼς τὸ ἐκβησόμενον καὶ ὅτι οὐκ ἂν ὁ μέγας Ἰὼβ ἀπρεπές τι φθέγξοιτό ποτε, ἐπέτρεψε τὴν κατὰ τοῦ δικαίου πάλην
由此可以看出,神因是預知者,早已知道結局,也知道偉大的約伯絕不會說出任何不合宜的話,所以才容許這場與義人的爭鬥;
Observe from this that God, being foreknowing and knowing the outcome, and that the great Job would never utter anything unseemly, permitted the contest against the righteous man;
1:264
ὁ δὲ διάβολος οὔτε τὸ μέλλον οἶδεν οὔτε τὰ ἐν τῇ ἡμετέρᾳ καρδίᾳ γινώσκει, διὸ καὶ ἀγνοῶν, ὅτι ἡττηθήσεται, ἐφλυάρει λέγων·
而魔鬼卻既不知道將來的事,也不曉得我們心中所存的,因此牠在無知中妄稱必勝,說道:
but the devil neither knows the future nor knows the things in our heart; therefore, being ignorant that he would be defeated, he babbled, saying:
1:265
ἦ μὴν εἰς πρόσωπόν σε εὐλογήσει
「他必當面稱頌你。」
'Surely he will bless you to your face.'
1:266
καὶ αὖθις νικήσειν οἰόμενος τὴν εἰς τὸ δέρμα τοῦ δικαίου πεῖραν ἐξαιτεῖ καί φησιν·
牠又自以為必能得勝,於是要求試探這義人的皮肉,說:
And again, thinking that he would prevail, he begs for a trial upon the skin of the righteous man, and says:
1:267
ὅσα ὑπάρχει ἀνθρώπῳ ὑπὲρ τῆς ψυχῆς αὐτοῦ ἐκτίσει
「人一切所有的,都必為自己的性命捨去。」
'All that a man has he will give in exchange for his life.'
1:268
οὐ μὴν δὲ ἀλλὰ ἀποστείλας τὴν χεῖρά σου ἅψαι τῶν ὀστῶν αὐτοῦ καὶ τῶν σαρκῶν, ἦ μὴν εἰς πρόσωπόν σε εὐλογήσει
「你且伸手,傷他的骨頭和他的肉,他必當面褻瀆你。」
'But indeed, stretch out your hand and touch his bones and his flesh; surely he will bless you to your face.'
1:269
τὸ μὲν θηρίον ὠμὸν καὶ ἀναίσχυντον·
這惡獸實在殘暴無恥;
The beast is savage and shameless;
1:270
οὐ γὰρ ἀνέχεται μόνον τῶν ἡμετέρων ἐμφορηθῆναι σαρκῶν, ἀλλὰ καὶ μέχρις ὀστῶν καὶ μυελῶν διελθεῖν βούλεται
因為牠不但不滿足於飽食我們的肌肉,還想要深入骨髓之中。
for he is not content merely to gorge himself on our flesh, but wishes to penetrate even to the bones and marrow.
1:271
ἐλεγχθεὶς δὲ ὁ μισάνθρωπος πάλιν ἀναισχυντεῖ καί φησιν·
這仇視人類的惡者被駁倒之後,又再次無恥地說:
Yet the hater of mankind, though refuted, again grows shameless, and says:
1:272
ἐδυσφήμησε δεδοικώς, μή σε παροργίσῃ καὶ κατὰ τοῦ αὐτοῦ σώματος ἐνέγκῃς τὴν πληγήν
他之所以不曾出言毀謗,只是因為害怕觸怒了你,使你把災殃降在他自己的身體上。
He refrained from cursing only because he was afraid, lest he provoke you to anger and you bring the blow upon his own body.
1:273
καὶ ἄλλως δὲ πολλάκις τις, ἵνα μὴ εἰς ὀφθαλμὸν λάβῃ, τὴν χεῖρα προτείνει καὶ εἰς τὸ ἧττον τίμιον μέλος δέχεται τὴν πληγήν, δέρμα ὑπὲρ δέρματος προισχόμενος, ἵνα σώσῃ τὸ κυριώτερον
此外,人常有這樣的情形:為了不使眼睛受傷,便伸出手來,讓那較不緊要的肢體承受打擊,以皮換皮,為要保全那更為緊要的部分。
And besides, often someone, in order not to be struck in the eye, stretches out his hand and receives the blow on the less valuable member, offering skin for skin, in order to save the more essential part.
1:274
οὐδὲν οὖν μέγα, φησίν, εἰ τῶν ἔξωθεν περιεφρόνησεν
他說:「他若只是輕看外在的東西,也算不得什麼大事。」
'It is no great thing, then,' he says, 'if he despised what is external.'
1:275
ἐξευτελίζων τὴν τοῦ δικαίου πρὸς θεὸν εὐφημίαν ὁ πονηρὸς δέρμα, φησίν, ὑπὲρ δέρματος δέδωκεν, ἀντὶ τοῦ·
那惡者為了貶低這義人向神所發的美言,說:「他以皮換皮」——意思是說:
Belittling the righteous man's good speech toward God, the evil one says, 'He has given skin for skin' — meaning:
1:276
εἰς ὀλίγα βλαβεὶς ὀλίγην τινὰ εὐφημίαν προσήγαγεν, καὶ οὐδὲν μέγα, εἰ τῶν ὑπαρχόντων ἄνθρωπος καταφρονεῖ, ἵνα αὐτὸς μὴ βλαβῇ
「他所受損失既小,所獻上的稱頌也不過些微;一個人若只是為了自己不受傷害而輕看自己的家業,也算不得什麼了不起的事。」
'Having suffered but little harm, he offered a little praise; and it is no great thing if a man disregards his possessions, so that he himself might not be harmed.'
1:277
τὸ γὰρ ὑπὲρ τῆς ψυχῆς αὐτοῦ ἀντὶ τοῦ ὑπὲρ ἑαυτοῦ εἴρηκεν
因為他說「為自己的性命」,其實意思就是「為自己」。
For he said 'for his life' meaning 'for himself.'
1:278
εἶπεν δὲ ὁ κύριος τῷ διαβόλῳ·
「耶和華對撒但說:」
'And the Lord said to the devil:'
1:279
ἰδοὺ παραδίδωμί σοι αὐτόν, μόνον τὴν ψυχὴν αὐτοῦ διαφύλαξον
「看哪,我將他交在你手中,只要保全他的性命。」
'Behold, I deliver him into your hands; only preserve his life.'
1:280
πάλιν κατὰ μέτρον τὸν χρυσοῦν ἀνδριάντα τῷ διαβολικῷ πυρὶ δοκιμάζει ὁ θεὸς οὐκ αὐτὸς γνῶναι θέλων, ὃν ἠπίστατο, ἀλλ' εἰς ἔλεγχον διαβολικὸν καὶ ἐφ' ᾧ τοῦτον ἡμῖν γνωρίσαι
神再次按著分寸,用魔鬼的烈火試煉這金像,並非要親自去認識那祂早已知曉的人,而是為要駁倒魔鬼,並藉此使這人為我們所認識。
Again, in due measure, God tests the golden statue in the devilish fire, not wishing to know for himself the one he already knew, but for the refutation of the devil and to make this man known to us.
1:281
καὶ τοῦ μὲν σώματος δίδωσι τὴν ἐξουσίαν, οὐ συγχωρεῖ δὲ τοῦ σώματος ὑπεξαγαγεῖν τὴν ψυχήν, ἵνα ἐξ ἐπιγονῆς τὰ διπλασίονα χαρίσηται ἀγαθά
他將身體的權柄交出,卻不容許將靈魂從身體中取去,好使他日後藉著後裔,賜給他加倍的美物。
And he gives him power over the body, but does not allow him to remove the soul from the body, so that from posterity he might grant him double blessings.
1:282
ἢ καὶ τοῦτό φησιν, ὅτι τοῦ ἡγεμονικοῦ αὐτοῦ μὴ ἅψῃ, διὰ δὲ τῶν εἰς τὴν σάρκα βασάνων τὸν ἀγῶνα ποιοῦ
或者這也是說:不可觸碰他的主導理性,卻要藉著加諸肉體的折磨來進行這場爭戰。
Or he also says this: 'Do not touch his governing faculty, but wage the contest through torments upon the flesh.'
1:283
ἐξῆλθεν δὲ ὁ διάβολος ἀπὸ τοῦ κυρίου καὶ ἔπαισεν τὸν Ἰὼβ ἕλκει πονηρῷ ἀπὸ ποδῶν μέχρι κεφαλῆς
『魔鬼就從主面前出去,用惡瘡擊打約伯,從腳掌直到頭頂。』
'And the devil went out from the Lord and struck Job with a grievous sore from feet to head.'
1:284
καὶ ἔλαβεν ὄστρακον, ἵνα τὸν ἰχῶρα ξέῃ, καὶ αὐτὸς ἐκάθητο ἐπὶ τῆς κοπρίας ἔξω τῆς πόλεως
『他拿了一片瓦片,要刮去膿水,自己就坐在城外的糞堆上。』
'And he took a potsherd to scrape off the discharge, and he sat on the dunghill outside the city.'
1:285
μετὰ τὴν τῶν κτημάτων καὶ τῶν οἰκετῶν καὶ τῶν παίδων ἀφαίρεσιν τότε τὸ τῆς λώβης ἕλκος ἐπήγαγεν ὁ διάβολος, ὡς δριμεῖς μὲν ῥέειν ἰχῶρας ἐκ τοῦ σώματος καὶ ἐπιδάκνοντας, ἀπορίαν δὲ εἶναι παντελῆ τῶν τε ἀναγκαίων καὶ τῶν νοσοκομούντων
在奪去他的財產、僕婢和兒女之後,魔鬼才加上這毀容的惡瘡,以致從他身上流出刺痛螫咬的膿液,而且完全缺乏生活必需品,也無人照料他。
After the removal of his possessions, his servants, and his children, then the devil brought upon him the disfiguring sore, so that sharp, biting discharges flowed from his body, while there was utter destitution both of necessities and of those who might nurse him.
1:286
καὶ τῆς μὲν πόλεως ὡς λελωβημένος ἔξω καθῆστο
他既已毀容,就坐在城外。
And, as one disfigured, he sat outside the city.
1:287
τῇ δὲ χειρὶ τοὺς μυδῶντας ἰχῶρας οὐχ ὑπεδέχετο, ἵνα μὴ καὶ μᾶλλον ἀποκναίοιτο, ἀλλ' ὀστράκῳ τούτους ἀπέ ξεεν
他不用手去接那潰爛流出的膿水,免得更加痛楚受損,卻用瓦片將其刮去。
He did not catch the festering discharges with his hand, lest he be worn away even more, but scraped them off with a potsherd.
1:288
αἴθριος δὲ καὶ ἐπὶ κοπρίας ἔκειτο, ἵνα κἂν ἀνθρωπίνης ἀκούσῃ φωνῆς ἢ καθαρὸν ἀναπνεύσῃ τὸν ἀέρα ἤ, τό γε ἀληθέστερον εἰπεῖν, τῇ μείζονι κακοπαθείᾳ τὸν θεὸν ἐξιλεούμενος
他露天躺臥在糞堆之上,好讓自己至少能聽見人的聲音,或呼吸清新的空氣;或者說得更確切些,是藉著更大的苦難來使神息怒。
He lay in the open air, on the dunghill, so that he might at least hear a human voice or breathe pure air, or, to speak more truly, so that by the greater hardship he might propitiate God.
1:289
α χρόνου δὲ πολλοῦ προβεβηκότος εἶπεν αὐτῷ ἡ γυνὴ αὐτοῦ·
過了許久,他的妻子對他說:
And when much time had passed, his wife said to him:
1:290
μέχρι τίνος καρτερήσεις λέγων·
『你要忍耐到幾時,說:』
'How long will you endure, saying:'
1:291
ἰδοὺ ἀναμένω χρόνον ἔτι μικρὸν προσδεχόμενος τὴν ἐλπίδα τῆς σωτηρίας μου; ὁ μὲν οὖν γενναῖος καὶ φιλόθεος Ἰὼβ ἐνεκαρτέρει τῇ πενίᾳ καὶ τοῖς πάθεσι χρόνον οὐκ ὀλίγον καὶ πρὸς ἑαυτὸν παραμυθούμενος ἔλεγεν·
『看哪,我還要再等候片刻,盼望我得救的希望』?那高貴而愛神的約伯,在貧困與苦難中忍耐了相當長的時間,並如此安慰自己說:
'Behold, I wait a little while longer, expecting the hope of my salvation'? Now the noble and God-loving Job endured his poverty and sufferings for no small time, and comforting himself he said:
1:292
δεῖ φέρειν ἀνδρικῶς, δεῖ καρτερεῖν, δεῖ τὴν ἐκ θεοῦ προσμένειν βοήθειαν, οὐ βραδύνει θεὸς ἐπαμῦναι καὶ τῶν παρόντων ἀπαλλάξαι δεινῶν
『應當剛強忍受,應當堅忍到底,應當等候從神而來的幫助;神絕不遲延施以援手,使人脫離目前的苦難。』
'One must bear it manfully, one must endure, one must wait for the help that comes from God; God does not delay to come to our aid and to deliver us from present troubles.'
1:293
ἐξασθενεῖ δὲ ἡ γυνὴ πρὸς τὰς συμφορὰς ὑπὸ τοῦ διαβόλου τηρηθεῖσα ὥσπερ ὕστερον μηχάνημα κατά τινος ἀσείστου τείχους
然而他的妻子在災難面前卻軟弱下來,她被魔鬼留到最後,如同攻城器械一般,用來對付那座不可動搖的城牆。
But his wife grew weak in the face of the calamities, having been held in reserve by the devil like a siege-engine for later use against some unshaken wall.
1:294
ὁ δὲ πανοῦργος διάβολος ὡς ἱκανῷ χρόνῳ κατειργάσατο τὸν δίκαιον, τότε τῇ τῆς γυναικὸς ἀσθενείᾳ συγχρῆται καὶ ὁπλίζει ταύτην κατ' αὐτοῦ ὥσπερ ποτὲ καὶ τὴν Εὕαν κατὰ τοῦ προπάτορος Ἀδάμ
那狡詐的魔鬼,既已用相當長的時間攻擊這義人,便利用他妻子的軟弱,把她武裝起來對付他,正如從前把夏娃武裝起來對付始祖亞當一樣。
And the cunning devil, when he had for a sufficient time worked against the righteous man, then made use of the weakness of the wife and armed her against him, just as once he had armed Eve against our forefather Adam.
1:295
ἡ δὲ καὶ πρὸς τὰς συμφορὰς ἀπειποῦσα καὶ τοῦ διαβολικοῦ πληρωθεῖσα πνεύματος ἐπὶ τοὺς παρόντας προήχθη λόγους, καὶ πρῶτα μὲν αὐτῷ τὰς εἰς θεὸν ἐλπίδας ἀνηνύτους πειρᾶται δεικνύναι τῷ πολλῷ παρεληλυθότι χρόνῳ πιστουμένη τὸ μέλλον·
她既在災難面前絕望,又被魔鬼的靈充滿,便說出了眼前這些話。她首先試圖向他證明,對神的盼望是徒然的,以已經過去的漫長時間來印證未來的情形:
And she, having given up in the face of the calamities and having been filled with a diabolical spirit, was led forth into the words now before us; and first she tries to show him that his hopes in God are futile, confirming the future by the long time that had already passed:
1:296
βε ἰδοὺ γὰρ ἠφάνισταί σου τὸ μνημόσυνον ἀπὸ τῆς γῆς, υἱοὶ καὶ θυγατέρες, ἐμῆς κοιλίας ὠδῖνες καὶ πόνοι, οὓς εἰς τὸ κενὸν ἐκοπίασα μετὰ μόχθων
『看哪,你的紀念已從地上消失了——兒子和女兒,都是我腹中懷胎的陣痛與勞苦,我辛勞受苦,卻是徒然。』
'For behold, your memorial has vanished from the earth—sons and daughters, the birth-pangs and labors of my womb, for whom I toiled in vain with hardships.'
1:297
σύ τε αὐτὸς ἐν σαπρίᾳ σκωλήκων κάθισαι διανυκτερεύων αἴθριος·
『你自己坐在蟲蛆腐爛之中,露宿通宵;』
'And you yourself sit in the corruption of worms, passing the night in the open air;'
1:298
κἀγὼ πλανῆτις καὶ λάτρις τόπον ἐκ τόπου περιερχομένη καὶ οἰκίαν ἐξ οἰκίας, προσδεχομένη τὸν ἥλιον πότε δύσεται, ἵνα ἀναπαύσωμαι τῶν μόχθων καὶ τῶν ὀδυνῶν, αἵ με νῦν συνέ χουσιν
『而我則是個流浪者、女僕,從一地到另一地,從一家到另一家地奔波,等候太陽何時落下,好讓我從如今纏繞我的勞苦與痛楚中得些歇息。』
'and I, a wanderer and a hired servant, going about from place to place and from house to house, waiting for when the sun will set, so that I may rest from the toils and pains that now hold me fast.'
1:299
ἀλλὰ εἰπόν τι ῥῆμα πρὸς κύριον καὶ τελεύτα
『你不如說句話得罪主,死了吧。』
'But speak some word against the Lord, and die.'
1:300
ὅλον ἦν θεοῦ συγχώρησις καὶ διαβόλου προσβολὴ μετ' ἐξουσίας πράττοντος διὰ τὸν συγκεχωρηκότα θεόν, ἐφ' ᾧ διὰ πάντων ἀγωνισάμενον τὸν Ἰὼβ στεφανίτην ἀναδειχθῆναι
整件事乃是神的許可與魔鬼的攻擊,魔鬼因蒙神許可而以權柄行事,目的是要約伯經過這一切爭戰之後,被宣告為戴冠的得勝者。
The whole matter was God's permission and the devil's assault, acting with authority on account of God who had permitted it, to the end that Job, having contended through everything, should be proclaimed a crowned victor.
1:301
διὸ καὶ τὴν γυναῖκα οὐδεὶς ἠλέει οὐδὲ τῆς παλαιᾶς αὐτῆς εὐδαιμονίας μεμνημένος παρεμυθεῖτο τὴν ἔνδειαν, ἀλλ' ἐθήτευεν ἐπὶ μισθῷ ( τοῦτο γὰρ σημαίνει τὸ λάτρις) τοῖς ἑκάστοτε δεομένοις ὑπηρετοῦσα, ἐφ' ᾧ καὶ ἑαυτῇ καὶ τῷ συνεύνῳ ἐπαρκέσαι πρὸς τὸ ἀποζῆν
因此沒有人憐憫這位妻子,也沒有人念及她昔日的富足而接濟她的窮困,她反倒受僱服事人(這正是「女僕」一詞的含義),隨時服事有需要的人,好使自己和丈夫得以維持生計。
Therefore no one pitied the wife, nor, remembering her former prosperity, did anyone relieve her destitution; rather, she served for hire (for this is what 'hired servant' means), serving whoever at any time had need of her, so as to provide for herself and her husband enough to survive.
1:302
τοίνυν πρὸς τὰς συμφορὰς καὶ διαβολικῆς ἐνεργείας πεπληρωμένη ὑποτίθεται τῷ δικαίῳ ταύτην αὐτῷ τῶν κακῶν λύσιν ὑπολελεῖφθαι τὴν τοῦ σώματος ἀπαλλαγήν·
於是,她因災難而疲憊,又充滿了魔鬼的作為,便向這義人提出:唯一剩下能解決他苦難的辦法,就是脫離這身體;
Therefore, worn down by the calamities and filled with diabolical energy, she suggests to the righteous man that the only remaining solution to his troubles left to him is release from the body;
1:303
δυνατὸν δὲ ταύτην αὐτῷ προσγενέσθαι, εἰ παροργίσοι διὰ τῆς βλασφημίας τὸν θεὸν καὶ πρὸς τὴν ἀναίρεσιν ὑπερεθίσοι τὴν καθ' ἑαυτοῦ
而這是可能達成的,只要他藉著褻瀆的話激怒神,煽動神對自己施行毀滅。
and this could come to him if he should provoke God to anger through blasphemy and thereby incite God's own action against himself unto destruction.
1:304
κακοτέχνως δὲ καὶ ἀσυμπαθῶς τὴν τοιαύτην εἰσηγεῖται βουλὴν ἔκ τε τῶν τοῦ ἀνδρὸς καὶ τῶν ἑαυτῆς συμφορῶν τὸν λόγον κατασκευάζουσα
她以狡詐而毫無同情的手法提出這樣的建議,從丈夫和自己的苦難兩方面來鋪陳她的論點。
And with malicious cunning and without compassion she introduces such a counsel, constructing her argument from both her husband's misfortunes and her own.
1:305
τὰς τῶν ὠδίνων, φησίν, ἀλγηδόνας ὑπέμεινα, ἐμόχθησα παιδοτροφοῦσα, ἵνα μετὰ σὲ μνημόσυνόν σου τοὺς παῖδας καταλίπῃς
她說:『我忍受了生產的疼痛,辛勞撫養兒女,為要讓你死後留下兒女作你的紀念。』
'I endured,' she says, 'the pains of childbirth, I toiled in rearing children, so that after your death you might leave your children as your memorial.'
1:306
πάντες ἀπώλοντο, ἄρρενες ὁμοῦ καὶ θήλειαι
『他們卻都死了,男的女的一同滅亡。』
'They all perished, males and females alike.'
1:307
εἰς τίνα λοιπὸν ἀποβλέψομαι, εἰς σὲ τὸν τούτων πατέρα, τὸν σκωλήκων πλήρη, τὸν πένητα, τὸν ἀπερριμμένον; εἰς ἐμὲ τὴν ἀθλίαν, τὴν πλανῆτιν, τὴν ἐκ τῆς πολλῆς εὐδαιμονίας ἐπὶ μισθῷ θητεύουσαν, τὴν μέχρις ἑσπέρας ἐν ὀδύναις καὶ μόχθοις ἐξεταζομένην; ἀλλ' εἴ τί μοι πείθῃ, φθέγξαι τι ῥῆμα πρὸς τὸν θεὸν παροργίζων αὐτόν, ἵνα σε ἀνέλῃ·
『如今我還能仰望誰呢?仰望你這作父親的,滿身蟲蛆、貧窮、被人棄絕的人嗎?還是仰望我這淒苦流浪的人,從極大的富足淪落到受僱勞役,直到晚上都在痛苦勞碌中受試煉的人呢?你若肯聽我的話,就對神說句褻瀆的話,激怒祂,好叫祂除滅你;』
'To whom, then, shall I look? To you, their father, full of worms, poor, cast off? To me, the wretched one, the wanderer, who from great prosperity now serves for hire, who until evening is tried in pains and toils? But if you will listen to me at all, utter some word against God, provoking him, so that he may destroy you;'
1:308
αὕτη γάρ σοι μόνη τῶν κακῶν ὑπολέλειπται λύσις
『因為這是你唯一剩下能解決苦難的辦法了。』
'for this alone remains to you as a solution to your troubles.'
1:309
ὁ δὲ ἐμβλέψας αὐτῇ εἶπεν·
他就注視著她,說:
But he, looking at her, said:
1:310
ὥσπερ μία τῶν ἀφρόνων γυναικῶν ἐλάλησας
『你說話像個愚頑的婦人一樣。』
'You have spoken as one of the foolish women speaks.'
1:311
εἰ τὰ ἀγαθὰ ἐδεξάμεθα ἐκ χειρὸς κυρίου, τὰ κακὰ οὐχ ὑποίσομεν; ὁρᾷς διδασκάλου καὶ ἐν τοῖς πάθεσι γνώμην καὶ πρόσοψιν; ἐπειδὴ γὰρ τὴν γυναῖκα τοῖς τῆς θεοσεβείας ἐπαίδευεν νόμοις, τὰ παρ' ἐλπίδα ἀκούσας καταπληκτικῷ φοβεῖ τῷ βλέμματι
『我們既從主手中領受了美物,難道不能忍受禍患嗎?』你看,即使在苦難之中,他仍有教師般的心志與神情!因為他正是要用敬虔的律法教導妻子,聽到出乎意料的話,便以令人震懾的目光使她畏懼。
'If we have received good things from the hand of the Lord, shall we not bear the bad?' Do you see the mind and countenance of a teacher, even in the midst of sufferings? For since he was instructing his wife in the laws of piety, having heard what he did not expect, he frightens her with a startling look.
1:312
εἶτα καὶ ἠπίοις ἐντρέπει λόγοις·
接著,他又用溫和的話語責備她說:
Then he also rebukes her with gentle words:
1:313
ταῦτα, γάρ φησιν, ὦ αὕτη, ἄφρονος ἦν εἰπεῖν γυναικός
他說:『妻子啊,這些話是愚頑婦人才會說的。』
'For these things,' he says, 'O woman, were fit to be spoken by a foolish woman.'
1:314
ἢ γὰρ οὐκ ἀφροσύνη τὸ νομίζειν ὁμοῦ τῇ βλασφημίᾳ καὶ τὴν τελευτὴν ἐπακολουθεῖν ἢ ὅλως τολμᾶν βλασφημόν τι ῥῆμα προφέρειν κατὰ θεοῦ; τούτοις δὲ παιδεύσας τῷ τε λόγῳ καὶ τῷ βλέμματι νουθετεῖ φέρειν εὐχαρίστως τῶν δυσχερῶν τὴν ἐπαγωγήν
『因為以為死亡會緊隨褻瀆之言而來,豈不是愚昧嗎?抑或竟敢說出任何褻瀆神的話,豈不也是愚昧嗎?』他既以言語和目光如此教導她之後,便勸勉她要以感恩的心承受這艱難的臨到。
'For is it not folly to suppose that death will follow immediately upon blasphemy, or in general to dare utter any blasphemous word against God?' Having instructed her with both this word and his look, he admonishes her to bear the visitation of hardships with gratitude.
1:315
πολλοὶ μὲν γάρ, φησίν, οὐδὲ εὐθηνίας τινὸς ἐπειράθησαν, ἡμεῖς δὲ ταύτης ἀπολελαυκότες ἐκ θεοῦ τί πρὸς τἀναντία δυσχεραίνομεν, τί δὲ μὴ μετὰ πολλῆς τῆς εὐχαριστίας ὡς παρὰ γνησίου δεσπότου καὶ ταῦτα δεχόμεθα; ἡ μὲν οὖν ταῦτα ἀκούσασα ἐφησύχασε καὶ τὴν νουθεσίαν ἐδέξατο μηδὲν ἀντιφθεγξαμένη·
他說:『因為許多人連片刻的富足都未曾經歷過;我們既已從神那裡享受過富足,為何要因相反的境遇而煩惱呢?為何不能懷著滿心感恩,像從真正的主人那裡一樣,也領受這一切呢?』她聽了這些話,便安靜下來,接受了勸誡,沒有再反駁一句;
'For many,' he says, 'have not even experienced any prosperity at all; but we, having enjoyed it from God, why should we be vexed at the opposite? And why should we not receive these things too with much thanksgiving, as from a true master?' Now she, having heard these things, grew calm and accepted the admonition, saying nothing in reply;
1:316
διόπερ οἶμαι καὶ τῶν ὕστερον ἀγαθῶν κοινωνὸν αὐτὴν γεγενῆσθαι τῷ Ἰώβ
因此我想,她後來也與約伯一同分享了那些福分。
Therefore I think that she too became a partaker with Job of the later blessings.
1:317
ὁ δὲ γενναῖος ἀγωνιστὴς τριπλᾶς τῷ διαβόλῳ δέδωκε τὰς πληγὰς αὐτός τε μὴ καμφθεὶς καὶ τὴν ὑπ' αὐτοῦ παρατραπεῖσαν γυναῖκα ἐπανορθώσας τῇ νουθεσίᾳ καὶ τὰς εὐχαρίστους καὶ παντὸς ἀξίας ἐπαίνου καὶ ἀλήστου μνήμης φωνὰς ἀναφθεγξάμενος
這位高貴的鬥士給魔鬼帶來了三重的打擊:他自己毫不屈服,又以勸誡糾正了被魔鬼引入歧途的妻子,並且說出了滿有感恩、值得一切讚美、永誌不忘的話語。
But the noble contestant dealt the devil a threefold blow: he himself was not bent, he corrected by admonition the wife who had been led astray by him, and he uttered words of thanksgiving worthy of all praise and unforgettable memory.
1:318
ἐν τούτοις πᾶσι τοῖς συμβεβηκόσιν αὐτῷ οὐδὲν ἥμαρτεν Ἰὼβ τοῖς χείλεσιν ἐναντίον τοῦ θεοῦ
『在所發生在他身上的這一切事上,約伯並沒有用嘴唇的話得罪神。』
'In all these things that happened to him, Job did not sin with his lips against God.'
1:319
ἀσφαλίζεται πάλιν ἡμᾶς ἡ γραφὴ καὶ τῇ λαμπρότητι καὶ ἀναμαρτησίᾳ καὶ τῇ ἐν τοῖς πειρασμοῖς τοῦ ἀνδρὸς μεγαλοψυχίᾳ προσμαρτυρεῖ, ὡς ἂν ἐπαξίως τῆς τοιαύτης ψυχῆς καὶ τὰ ἐν παντὶ τῷ βιβλίῳ τοῦ ἀνδρὸς νοήσωμεν ῥήματα
經文再次使我們確信,並且進一步見證這人的光輝、無罪,以及他在試煉中的宏大器量,好叫我們能以與這樣一個靈魂相稱的方式,去理解他在全書中所說的一切話。
Again Scripture makes us secure, bearing further witness both to the man's splendor and sinlessness and to his magnanimity in his trials, so that we might understand the words of the man throughout the whole book in a manner worthy of such a soul.
1:320
δειχθείσης οὖν αὐτοῦ πανταχόθεν τῆς μεγαλονοίας καὶ ὡς παρ' ὅλους τοὺς ἀγῶνας ἐνίκησεν, μηδὲν ταπεινὸν ἐννοήσωμεν περὶ αὐτοῦ ἐν τῇ τῶν ἐφεξῆς ῥημάτων προφορᾷ
既然他的宏大心志已從各方面得到證實,又證明他在一切爭戰中都得勝,那麼在以下他所說的話語中,我們就不應對他存有任何卑下的想法。
Since, therefore, his greatness of mind has been shown from every side, and how he was victorious throughout all his contests, let us not think anything base concerning him in the utterance of the words that follow.
1:321
ἀκούσαντες δὲ οἱ τρεῖς φίλοι αὐτοῦ τὰ κακὰ πάντα τὰ ἐπελθόντα αὐτῷ παρεγένοντο ἕκαστος ἐκ τῆς ἰδίας χώρας πρὸς αὐτόν
『他的三個朋友聽見這一切臨到他的災禍,就各自從本地前來看他。』
'And his three friends, having heard of all the evils that had come upon him, came each from his own country to him.'
1:322
διὰ τί μετὰ τοσοῦτον χρόνον οἱ φίλοι παραγεγόνασιν, ἐννοείτω πρῶτον μέν, ὡς διαφόρους ᾤκουν χώρας καὶ μετὰ πολὺ μὲν ἴσως ἤκουσαν
至於為何這些朋友過了這麼久才來,首先應當想到:他們原本住在不同的地方,或許過了很長時間才聽到這消息。
As to why the friends arrived after so much time, let one consider first that they dwelt in different countries, and perhaps it was only after a long while that they heard the news.
1:323
τὸ δὲ παράδοξον τῆς συμφορᾶς καὶ ἄπιστον ἐδόκει, εἰ ἐπὶ κοπρίας ἀνεπικούρητος ὁ Ἰὼβ κάθηται, καὶ περιέμενον διὰ πλειόνων πιστώσασθαι τὴν ἀκοὴν ἢ καὶ ἐκπέμψαι καὶ ἰδεῖν, εἰ ἀληθῆ τὰ λεγόμενα
這場災難的怪異也令人難以置信——約伯竟會坐在糞堆上無人援助——因此他們等候,要藉由更多的來源證實這消息,或者派人前去查看所傳言的是否屬實。
And the strangeness of the calamity also seemed incredible—that Job should sit on a dunghill without any aid—and they waited to confirm the report through several sources, or even to send someone and see whether the things said were true.
1:324
ἐν τούτοις μὲν οὖν ὁ χρόνος ἐτρίβετο·
這段時間就這樣耗費在這些事上:
So, then, time was consumed in these matters:
1:325
πρὸς δὲ δὴ τούτοις, ὅτε τὸ ἀληθὲς ἔγνωσαν, βασιλεῖς ὄντες καὶ ἐκδημεῖν μέλλοντες ἀνάγκην εἶχον πρότερον εὖ διατάξασθαι τὸ ὑπήκοον, διαθεῖναι τὰ κατὰ τὸν οἶκον, ἐπιστῆσαι τοῖς ἀρχομένοις τοὺς ἀνθ' ἑαυτῶν
除此之外,當他們得知真相後,他們身為君王,又即將出國遠行,勢必要先妥善安排臣民的事務,料理家中的事,並指派代理人來治理他們的子民。
And besides this, when they learned the truth, being kings and about to go abroad, they were under the necessity first of setting their subjects well in order, of arranging the affairs of their households, and of appointing over their subjects those who would rule in their place.
1:326
ταῦτα πάντα αὐτοὺς ἀπησχόλει καὶ ἐνεβράδυνον, καὶ εἰ μὴ σφόδρα γε ἀγαπητικοί τινες ἦσαν καὶ δίκαιοι, οὐκ ἂν τὰς οἰκείας καταλιπόντες χώρας τε καὶ βασιλείας ἀφικνοῦντο πρὸς τὴν ἐπίσκεψιν, ἀλλὰ δι' ἑτέρων τὴν χρείαν ἐπλήρουν
這一切事情都佔用了他們的時間,使他們延遲了行程;若非他們是極其仁愛而公正的人,他們斷不會離開自己的國土和王國,親自前來探視,而是會託付他人代為完成這項義務。
All these things occupied them and caused delay; and if they had not been exceedingly loving and just men, they would not have left their own countries and kingdoms to come for the visit, but would have fulfilled the duty through others.
1:327
ἔστι δὲ ἐννοεῖν, ὡς καὶ οἰκονομία τις ἦν θεία ἡ τῆς ἀφίξεως ἀναβολή·
然而也可以想到,他們遲來,本身也是一種神聖的安排:
But one may also consider that the delay of their arrival was itself a kind of divine dispensation:
1:328
στεφανώσαντος, οἰκονομία τις θεία γέγονεν ἐμβραδῦναι τοὺς φί λους, ἵνα παράτασιν σχῇ τὰ τοῦ σκάμματος καὶ μειζόνως ἀθλήσας ὁ δίκαιος δικαιότερον ἀναρρηθῇ παρὰ τοῦ θεοῦ
既然神要為他加冠,便有一種神聖的安排,使朋友們遲延前來,好讓這場爭戰得以延長,使這義人在更大的搏鬥之後,能更加名正言順地被神宣告為得勝者。
for since God intended to crown him, it was a divine dispensation that the friends should be delayed, so that the contest might be prolonged, and the righteous man, having struggled the more greatly, might be more justly proclaimed victor by God.
1:329
Ἐλιφὰζ ὁ Θαιμανῶν βασιλεύς·
『提幔王以利法;』
'Eliphaz, king of the Temanites;'
1:330
Βαλδὰδ ὁ Σαυχαίων τύραννος·
『掃基人的統治者比勒達;』
'Baldad, ruler of the Sauchites;'
1:331
τὴν δὲ Σαυχὶ πόλιν εἶναί φασι Μωαβιτῶν
據說掃基城是摩押人的城。
And they say that the city of Sauchi belongs to the Moabites.
1:332
Μωαβιτῶν οὖν ἦν βασιλεὺς ὁ Βαλδάδ·
因此,比勒達是摩押人的王;
Baldad, then, was king of the Moabites;
1:333
τὸ γὰρ τύραννος ἐνταῦθα ἀντὶ τοῦ βασιλεὺς κεῖται
因為此處「統治者」一詞是代替「王」而用的。
for here the word 'tyrannos' is used in place of 'king.'
1:334
Σωφὰρ ὁ Μιναίων βασιλεύς·
『米拿人的王瑣法;』
'Sophar, king of the Minaeans;'
1:335
καὶ παρεγένοντο πρὸς αὐτὸν ὁμοθυμαδὸν τοῦ παρακαλέσαι καὶ ἐπισκέψασθαι αὐτόν
『他們同心合意來到他那裡,要安慰他、探望他。』
'and they came to him with one accord, to comfort and to visit him.'
1:336
Σύμμαχος οὕτως ἐκδέδωκεν·
西馬庫斯是這樣翻譯的:
Symmachus has rendered it thus:
1:337
_ σ_υ_ν_ε_τ_ά_ξ_α_ν_τ_ο_ _ γ_ὰ_ρ_ _ ὁ_μ_ο_ῦ_ _ἐ_λ_θ_ό_ν_τ_ε_ς_ _ σ_υ_μ_παθῆσαι αὐτῷ καὶ παραμυθήσασθαι αὐτόν
『他們相約一同前來,要同情他、安慰他。』
'For they arranged together, having come, to sympathize with him and to comfort him.'
1:338
ὅρα καὶ ἐντεῦθεν, ὡς καὶ ἕτερος παρῆλθε χρόνος, ἕως ὅτε πρὸς ἀλλήλους διαπεμψάμενοι τὴν ἐπὶ τὸ αὐτὸ σύνοδόν τε καὶ ἄφιξιν ἐποιήσαντο
由此也可看出,又過了一段時間,直到他們彼此互通消息之後,才共同前來會合抵達。
Observe from this too, how yet more time passed, until, having sent messages to one another, they made their joint assembly and arrival together.
1:339
ἰδόντες δὲ αὐτὸν πόρρωθεν οὐκ ἐπέγνωσαν τῆς λώβης τοὺς παλαιοὺς αὐτοῦ χαρακτῆρας ἐξαφανισάσης
『他們遠遠望見他,竟認不出他來,因為那毀容的惡疾已使他昔日的容貌全然改變。』
'But seeing him from afar, they did not recognize him, since the disfigurement had obliterated his former features.'
1:340
καὶ βοήσαντες φωνῇ μεγάλῃ ἔκλαυσαν ῥήξαντες ἕκαστος τὴν ἑαυτοῦ στολὴν τήν τε τοῦ φίλου συμφορὰν ἰδόντες καὶ τὴν ἀγχίστροφον τῶν πραγμάτων μεταβολὴν ἐνθυμηθέντες ἔκλαυσαν μετ' οἰμωγῆς ἔρρηξάν τε τὴν στολὴν ὡς νεκρὸν πενθοῦντες τὸν τῶν τεθνηκότων ἀπερριμμένων ἐλεεινότερον
『他們就放聲大哭,各人撕裂自己的外袍』——他們看見了朋友的災難,又想到事情如此急劇的逆轉,便悲號痛哭,撕裂衣袍,如同哀悼死者一般,認為他比那些被棄置的死者更為可憐。
'And crying out with a loud voice they wept, each tearing his own robe'—having seen the misfortune of their friend and having reflected on the sudden reversal of his affairs, they wept with wailing and tore their robes, mourning him as one dead, more pitiable than those of the dead who are cast aside.
1:341
καὶ καταπασάμενοι γῆν ἐπὶ τῆς κεφαλῆς αὐτῶν
『又把塵土撒在自己頭上。』
'and they sprinkled dust upon their heads.'
1:342
_ κ_α_ὶ_ _ἀ_ν_α_β_λ_έ_ψ_α_ν_τ_ε_ς_ _ ε_ἰ_ς_ _ τ_ὸ_ν_ _ ο_ὐ_ρ_α_ν_ὸ_ν τὸν θεὸν ἐξιλεούμενοι καὶ μονονουχὶ λέγοντες·
『又舉目望天』,以此向神求恩,幾乎就像在說:
'And looking up to heaven,' propitiating God and all but saying:
1:343
ἵλεως ἔσο, δέσποτα, καὶ μὴ τοιούτοις ἡμᾶς περιβάλῃς κακοῖς, ὃ δὴ καὶ ποιεῖν εἰώθαμεν θαυμάζοντες ὁμοῦ καὶ φοβούμενοι, ὅταν ὁρῶμέν τινας ταῖς ἀδοκήτοις περιπεπτωκότας συμφοραῖς
『主啊,求你憐憫,不要使這樣的災禍臨到我們身上』——這正是我們慣常會有的反應,每當我們看見有人遭遇意外的災難時,總是又驚異又恐懼。
'Be merciful, O Master, and do not surround us with such evils'—which indeed is what we are accustomed to do, marveling and fearing at once, whenever we see certain persons who have fallen into unforeseen calamities.
1:344
παρεκάθισαν αὐτῷ ἑπτὰ ἡμέρας καὶ ἑπτὰ νύκτας, καὶ οὐδεὶς αὐτῶν ἐλάλησεν·
『他們陪他坐了七天七夜,誰也沒有說話;』
'And they sat beside him seven days and seven nights, and none of them spoke;'
1:345
ἑώρων γὰρ τὴν πληγὴν μεγάλην οὖσαν καὶ δεινὴν σφόδρα
『因為他們看見他的災禍極其重大、極其可怕。』
'for they saw that his affliction was very great and exceedingly grievous.'
1:346
ἑπτὰ ἡμέρας ἀπὸ πρωίθεν ἕως ἑσπέρας, οὐδέ·
七天,從清晨到晚上——並非
Seven days from morning until evening—not
1:347
ἑπτὰ νύκτας ἀφ' ἑσπέρας μέχρι πρωίας
七夜,從晚上到清晨。
seven nights from evening until morning.
1:348
δῆλον οὖν, ὅτι τὸ πλεῖον τῆς ἡμέρας παρακαθεζόμενοι ὑπανεχώρουν τὰς ἀναγκαίας ἐκπληρώσαντες χρείας
由此可見,他們大部分時間都陪坐在他身邊,只有在必須處理自身需要時才暫時離開。
It is clear, then, that having sat beside him for the greater part of the day, they would withdraw after having attended to their necessary needs.
1:349
καὶ πάλιν ἐπανήκοντες μέχρι πολλοῦ τῆς νυκτὸς παρεκαθέζοντο, καὶ αὖθις ἀπιόντες πάλιν ὤρθριζον πρὸς αὐτόν, ὃ δὴ τῶν γνησιωτάτων καὶ συμπαθεστάτων φίλων ἴδιον
他們又再回來,一直陪坐到深夜,然後離去,又清早再來到他這裡——這正是最真誠、最富同情心的朋友所特有的表現。
And returning again, they sat beside him far into the night, and departing once more, they again rose early to come to him—which indeed is characteristic of the truest and most compassionate friends.
1:350
τῇ δὲ κοινῇ συνηθείᾳ χρωμένη ἡ γραφὴ οὕτως ἀπολύτως εἶπεν·
經文則依照一般習慣的說法,如此籠統地說道:
But Scripture, following common usage, has spoken thus in an absolute, unqualified manner:
1:351
παρεκάθισαν αὐτῷ ἑπτὰ ἡμέρας καὶ ἑπτὰ νύκτας, ἐπεὶ καὶ ὅτε λέγει τὸν Ἰακὼβ δεκατέσσαρα ἔτη δουλεῦσαι καὶ συγκαίεσθαι τῷ καύσωνι τῆς ἡμέρας καὶ τῷ παγετῷ τῆς νυκτός·
他們陪他坐了七天七夜,正如經上也說雅各服事了十四年,白日受炎熱煎熬,黑夜受寒霜凍逼;
They sat beside him seven days and seven nights, since indeed when it says that Jacob served fourteen years and was scorched by the heat of the day and the frost of the night;
1:352
ἆρα ὑπὸ στέγην οὐκ εἰσῄει ποτέ; ἆρα οὐδεμιᾶς ἀναπαύσεως ἔτυχεν ἐν ὅλῳ τῷ χρόνῳ; ταῦτα μὲν οὖν καὶ λεπτολογεῖν φλύαρον·
難道他在那整段時間裡,從未進到屋簷之下嗎?難道他絲毫沒有得著安歇嗎?在這類事上咬文嚼字,實屬無謂的空談;
Did he then never once go under a roof? Did he obtain no rest at all in the whole of that time? To quibble over such things is indeed idle talk;
1:353
ὡς γὰρ ἔφην, ἡ γραφὴ κοινῇ συνηθείᾳ χρῆται
因為正如我所說,聖經是照著一般通行的說法來表達的。
for as I have said, Scripture makes use of common, everyday manner of speech.
1:354
ἐπειδὴ δέ τινες κωμῳδοῦντες τὴν γραφὴν καὶ ἐντεῦθεν αὐτὴν ὡς ψευδῆ δια σύρουσιν ( οὐ γὰρ ἄν, φασίν, ἄσιτοι διετέλουν ἐπὶ τοσαύταις ἡμέραις), ἠναγκάσθημεν αὐτῶν συναπαχθῆναι τῇ ἀκαίρῳ στενολεσχίᾳ
然而,既有些人譏誚聖經,甚至就此把它詆毀為虛假的(他們說,人不可能連續這麼多天不進食),我們也就不得不被牽扯,捲入他們這不合時宜的瑣碎爭辯之中。
But since certain people, mocking Scripture, drag it down on this very account as false (for, they say, he could not have gone without food for so many days), we have been forced to be dragged along with them into their untimely quibbling.
1:355
προσκαρτεροῦντες τοιγαροῦν τάς τε ἡμέρας καὶ τὰς νύκτας, καθ' ὃν ἔφην τρόπον, καὶ ὡς ὁ τῆς ἀγάπης ἀπῄτει θεσμός, οὐδένα λόγον ηὕρισκον παραμυθίας, ὑπερνικώσης τῆς συμφορᾶς τὴν ἐκ τῶν λόγων παραψυχήν
於是他們照我所說的方式,日夜堅守陪伴,正如愛的法則所要求的,卻找不到任何安慰的話語,因為這場災禍遠遠勝過言語所能給予的慰藉。
Persevering, then, through the days and the nights in the manner I have described, and as the law of love required, they could find no word of consolation, the calamity utterly overcoming any comfort that words might give.
1:356
Μετὰ τοῦτο ἤνοιξεν Ἰὼβ τὸ στόμα αὐτοῦ καὶ κατηράσατο τὴν ἡμέραν αὐτοῦ λέγων
此後,約伯開口,咒詛自己的生日,說:
After this Job opened his mouth and cursed his day, saying:
1:357
Προθεωρία τοῦ κεφαλαίου ἀλγεῖ μὲν ὁ δίκαιος καὶ οὐκ ἄν τις ἀρνήσαιτο·
本章概覽:義人確實會感到痛苦,這一點無人能夠否認;
Preliminary survey of the chapter: the righteous man does indeed suffer pain, and no one could deny it;
1:358
οὐ γὰρ τῶν ἀναισθήτων ἡ ἀρετή, ἀλλὰ τῶν ἐν τοῖς πάθεσι φιλοσοφούντων
因為德行並不屬於麻木無感之人,而屬於那些在苦難之中仍能持守智慧的人。
for virtue does not belong to those without feeling, but to those who exercise wisdom in the midst of sufferings.
1:359
ὀδυνᾶται δὲ κατὰ μὲν τὸ φαινόμενον ὑπὸ τῆς ἐν τῇ σαρκὶ πληγῆς δριμυτάτως κεντούμενος, κατὰ δὲ τὸ νοούμενον οἷα δίκαιος καὶ φιλόθεος ἀνὴρ ὁρῶν τινας σκανδαλιζομένους ἐπὶ τοῖς αὐτοῦ πάθεσιν ὡς δὴ τοῦ δικαίου τοιαῦτα ὑπομένοντος
就外顯而言,他因肉身所受的災病而受到最劇烈的刺痛,故此痛苦;但就內在意會而言,他身為一個公義、又愛神的人,眼見有人因他所受的苦難而跌倒,以為義人竟遭遇這樣的事,故此更加痛苦。
On the visible level he is in anguish, being most sharply pierced by the affliction in his flesh; but on the level of understanding, as a righteous and God-loving man, he is in anguish because he sees certain people scandalized by his sufferings, on the ground that a righteous man was enduring such things.
1:360
ἤλγει τοιγαροῦν καὶ ὠδυνᾶτο καὶ διὰ τὰ πάθη καὶ ὡς τῆς τοῦ θεοῦ δόξης ἐπ' αὐτῷ διασυρομένης
因此,他既因自己所受的苦難而痛苦,又因神的榮耀因他的緣故遭受詆毀而憂傷煎熬。
He was therefore in pain and in anguish both because of his sufferings, and because God's glory was being disparaged on his account.
1:361
ἵνα τί ἔθου με κατεντευκτήν σου; οὐκ αὐτὸς κατὰ θεοῦ ἐνετύγχανεν, μὴ γένοιτο
「你為何使我成了與你對立、向你爭辯的人?」這並不是說他自己在向神提出控訴──絕無此事。
'Why have you set me up as one who contends with you?' It is not that he himself was bringing a complaint against God — far from it.
1:362
τίνι γὰρ καὶ εἶχεν ἐντυγχάνειν; ἀλλὰ τοῦτό ἐστιν ὅ φησιν·
因為他還能向誰申訴呢?其實他所要表達的乃是這個意思:
For to whom else could he have brought a complaint? Rather, this is what he means:
1:363
μήπως τελείαν ἐγκατάλειψιν ὑπέμεινεν ὑπὸ θεοῦ·
「莫非我已經遭到神的全然離棄?」
'Have I not perhaps suffered complete abandonment by God?'
1:364
οὐδὲν γὰρ οὕτω τιμωρεῖται ψυχὴν λογικὴν καὶ φιλόθεον ὡς τὸ ὑποπτεύειν καταλελεῖφθαι παρὰ θεοῦ
因為沒有什麼比懷疑自己被神所棄絕,更能折磨一個有理性、又愛神的靈魂了。
for nothing so torments a rational and God-loving soul as the suspicion of having been abandoned by God.
1:365
καὶ μυριάκις ᾑρεῖτο τὸν θάνατον ἢ μετὰ ἀλγηδόνων καὶ τοιαύτης ὑποψίας τοῖς ζῶσιν ἐγκαταλέγεσθαι
他寧可千萬次選擇死亡,也不願帶著這樣的痛苦和這樣的疑懼,仍被列在活人之中。
and ten thousand times over he would have chosen death rather than to be numbered among the living together with such pains and such a suspicion.
1:366
ἐπὶ μὲν οὖν τῇ τῶν κτημάτων ἀπωλείᾳ καὶ τῇ τῶν παίδων ἀθρόᾳ τελευτῇ οἵας ἀφῆκε χαριστηρίους φωνάς, ἠκούσαμεν, καὶ ὅπως τὴν γυναῖκα ἐξεπαίδευσεν ἀπρεπές τι περὶ τοῦ δεσπότου λογισαμένην καὶ ποῖα μετὰ πενίαν καὶ ἐξουδένωσιν καὶ τὸ δριμὺ πάθος ἐφθέγξατο, καὶ ὡς οὐδὲν αὐτὸν τῶν ἀνθρωπίνων συμπτωμάτων διεθορύβησεν
至於他因財產喪失、兒女同時死亡,發出了怎樣感恩的話語,我們已經聽聞了;他又如何教導那對主宰存有不合宜念頭的妻子,以及在貧窮、屈辱與劇烈苦痛之後說了怎樣的話,還有這一切人間的變故絲毫沒有使他慌亂,這些我們也都已經聽過了。
Now as to the loss of his possessions and the sudden death of his children, what words of thanksgiving he uttered, we have heard; and how he instructed his wife when she had thought something unbecoming concerning the Master, and what he said after his poverty, his humiliation, and his sharp suffering, and how none of these human misfortunes threw him into confusion, we have heard as well.
1:367
ὡς δὲ οἱ φίλοι παρεγένοντο ἄνδρες δίκαιοι καὶ συμπαθεῖς, εὔκαιρον ᾠήθη θεωρῶν αὐτῶν τὴν ὑπομονὴν καὶ τὴν ἀγάπην, ἐπ' αὐτῶν εἰπεῖν καὶ δημοσιεῦσαι τὰς κατὰ ψυχὴν ἀλγηδόνας
但當他的朋友們──這些既公義又富同情心的人──前來時,他看見他們的忍耐與愛心,便認為時機恰好,可以在他們面前訴說,公開表明自己內心的痛苦。
But when his friends arrived — righteous and sympathetic men — seeing their patience and their love, he thought it a fitting occasion to speak in their presence and to make public the pains of his soul.
1:368
καὶ φθέγγεται μὲν καθ' ἱστορίαν ἀκίνδυνα·
就字面的歷史敘事而言,他所說的話並無傷害;
And, on the level of the historical narrative, what he utters is harmless;
1:369
ἓν γὰρ τοῦ διαβόλου τὸ σπούδασμα τὸ παρασκευάσαι τὸν δίκαιον βλασφημῆσαι θεόν
因為魔鬼唯一的圖謀,就是要使這義人褻瀆神。
for the devil's one endeavor was to bring the righteous man to blaspheme God.
1:370
ὁ δὲ οὐδαμοῦ φαίνεται τοιοῦτόν τι διαπραξάμενος, ἀλλὰ καὶ μᾶλλον εὐφημήσας καὶ χαριστηρίους ἀναπέμψας φωνάς
然而他絲毫沒有這樣行的跡象,反倒更加稱頌神,獻上感恩的言語。
But he is nowhere shown to have done any such thing; rather, all the more, he spoke well of God and sent up words of thanksgiving.
1:371
καταρᾶται δὲ τὴν ἡμέραν τῆς γεννήσεως καὶ τὸν θάνατον ἐπιποθεῖ διὰ τὰς ἀνωτέρω λεχθείσας αἰτίας
他咒詛自己出生的那日,並渴望死亡,這都是出於前面所說的那些緣故。
He curses the day of his birth and longs for death for the reasons stated above.
1:372
πρὸς δὲ διάνοιαν μυστήρια λαλεῖ καὶ περὶ τῶν ἤδη προγεγονότων φιλοσοφεῖ καὶ πληροφορεῖται τὸ μέλλον·
但就深層的意義而言,他所說的乃是奧祕,他以智慧思辨已然過去的事,並且對將來要發生的事得著充分的確信;
But according to the deeper sense he speaks of mysteries, discourses with wisdom about things already past, and is fully assured concerning what is to come;
1:373
τοιαῦται γὰρ ἀεὶ τῶν ἁγίων προφητῶν αἱ ῥήσεις
因為眾聖先知的言語向來都是如此。
for such are always the utterances of the holy prophets.
1:374
ἐπὶ δὲ αὐτῶν τῶν λέξεων γενόμενοι σαφηνίσωμεν τὴν ἔννοιαν αὐτοῦ ποδηγοῦντος ἡμᾶς πρὸς τὴν ἑρμηνείαν τοῦ καὶ τὸν ἁγιώτατον Ἰὼβ πρὸς τοὺς ἀγῶνας ἐνισχύσαντος
現在讓我們就經文本身的字句,闡明其中的意涵,並蒙那位曾堅固至聖的約伯去面對爭戰的那一位,引導我們得著正確的解釋。
Coming now to the very words themselves, let us make clear their meaning, guided toward the interpretation by him who also strengthened the most holy Job for his struggles.
1:375
Αἱ λέξεισ , Μετὰ τοῦτο ἤνοιξεν Ἰὼβ τὸ στόμα αὐτοῦ καὶ κατηράσατο τὴν ἡμέραν αὐτοῦ λέγων·
經文:「此後,約伯開口,咒詛自己的生日,說:」
The words: 'After this Job opened his mouth and cursed his day, saying:'
1:376
ὅτε δίκαιος ἀνοίγει τὸ στόμα, οὐχ ἁπλῶς οὑτωσὶ προσήκει προσέχειν τοῖς λεγομένοις, ἀλλὰ τὴν ἐκ τῶν λόγων ὠφέλειαν ἀναζητεῖν
當義人開口說話時,我們不應只是隨便留意他所說的內容,而應當從他的話語中尋求益處。
When a righteous man opens his mouth, it is not fitting merely to pay casual attention to what is said, but to seek out the benefit that comes from his words.
1:377
μεστὰ γὰρ ἀεὶ ὠφελείας τῶν ἁγίων τὰ ῥήματα, διὸ καὶ τὸ σκεῦος τῆς ἐκλογῆς ὁ Παῦλος ἐπιστέλλων φησίν·
因為聖徒的話語向來滿了益處;所以那蒙揀選的器皿保羅,也在書信中這樣說:
For the words of the saints are always full of benefit; therefore Paul too, the vessel of election, says in his letter:
1:378
τὸ στόμα μου ἀνέωγεν πρὸς ὑμᾶς, Κορίνθιοι
「哥林多人哪,我們的口是向你們敞開的。」
'Our mouth has been opened to you, Corinthians.'
1:379
καὶ περὶ τοῦ κυρίου δὲ εἴρηται ἐν ταῖς ἱεραῖς τῶν εὐαγγελίων γραφαῖς·
論到主,福音書的聖經記載中也這樣說:
And concerning the Lord too it is said in the sacred writings of the Gospels:
1:380
καὶ ἀνοίξας τὸ στόμα αὐτοῦ ἐδίδασκεν αὐτοὺς λέγων
「他就開口教訓他們說……」
'And opening his mouth he taught them, saying...'
1:381
ἴδωμεν οὖν, τί καὶ ὁ μέγας Ἰὼβ ἀνοίξας τὸ στόμα φθέγγεται
那麼,讓我們來看看,偉大的約伯開口所說的又是什麼。
Let us see, then, what the great Job also utters when he opens his mouth.
1:382
ἀπόλοιτο ἡ ἡμέρα, ἐν ᾗ ἐγεννήθην, καὶ ἡ νύξ, ἐν ᾗ εἶπαν·
「願我出生的那日滅沒,願那說……的夜也滅沒──」
'Let the day perish in which I was born, and the night in which they said—'
1:383
ὅτι μὲν ἠθύμει διὰ τὰς εἰρημένας αἰτίας ὁ Ἰώβ, πρόδηλον
約伯因前面所說的緣故而心灰意冷,這是顯而易見的。
That Job was despondent for the reasons already stated is quite evident.
1:384
ἐκφέρει δὲ τὰ τῆς ἀθυμίας ῥήματα καὶ καταρᾶται πρᾶγμα οὐχ ὑφεστηκός, ἀλλ' ἡμερονύκτιον παρελθόν
他說出了灰心喪志的話,咒詛一件已不存在的事——那已然過去的一晝一夜。
He gives voice to words of despondency and curses a thing that has no real existence, but a day-and-night that has already passed away.
1:385
ὅτι δὲ ἀθυμοῦσιν ἐν ταῖς περιστάσεσιν οἱ δίκαιοι, καὶ Ἰερεμίου λέγοντος ἀκούσῃ·
義人在患難之中也會心灰意冷,這一點你也可以從耶利米所說的話聽見:
That the righteous become despondent in adverse circumstances, you may also hear from Jeremiah, who says:
1:386
ἐπικατάρατος ἡ ἡμέρα, ἐν ᾗ ἐγεννήθην, καὶ τοῦ ἱεροφάντου Μωσέως·
「我生的那日該受咒詛」;還有那大祭司摩西也說:
'Cursed be the day on which I was born'; and also the hierophant Moses says:
1:387
ἀπόκτεινόν με, εἰ οὕτως μοι μέλλεις ποιεῖν
「你若這樣待我,倒不如把我殺了吧。」
'Kill me, if you are going to deal with me in this way.'
1:388
καὶ αὐτὸς δὲ ὁ κύριός φησι περὶ τοῦ τοῖς ἀνηκέστοις περιπεπτωκότος κακοῖς Ἰούδα·
連主自己也論到那陷入無可挽回之惡的猶大,說:
And the Lord himself also says concerning Judas, who had fallen into irremediable evils:
1:389
καλὸν ἦν αὐτῷ, εἰ οὐκ ἐγεννήθη ὁ ἄνθρωπος ἐκεῖνος
「那人不生在世上倒好。」
'It would have been good for that man if he had not been born.'
1:390
ἀθυμοῦσι μὲν οὖν, ὡς ἔφην, οὐκ ὀλιγωροῦσι δὲ οὐδὲ καταπίπτουσιν οὐδὲ φθέγγονταί τι παλίμφημον κατὰ θεοῦ, ἀλλ' ἢ καθ' ἑαυτῶν ἢ κατὰ πραγμάτων οὐδὲν βλαπτομένων τὰ τῆς ἀθυμίας ἐκφέρουσι ῥήματα
所以,正如我所說,他們雖然心灰意冷,卻不至於失去信心,也不至於崩潰,更不會說出任何褻瀆神的話;他們發出這些灰心的言語,所針對的不過是自己,或是那些絲毫不受損害的事物。
They become despondent, then, as I have said, but they do not lose heart, nor do they collapse, nor do they utter anything blasphemous against God; rather they give voice to their words of despondency either against themselves or against things that suffer no harm from it.
1:391
καὶ γοῦν ὁ μέγας Δαυὶδ τὰ ὄρη τὰ Γελβοῦε καταρᾶται φάσκων·
果然,偉大的大衛也咒詛基利波山,說:
And indeed the great David curses the mountains of Gilboa, saying:
1:392
μὴ ἔλθοι ἐφ' ὑμᾶς δρόσος, ὅτι τὸν ποθούμενον Ἰωναθὰν μετὰ τοῦ πατρὸς καίτοιγε πολεμίου τυγχάνοντος αὐτῷ ἐπὶ τῶν ὀρῶν ἐκείνων ἤκουσεν ἀναιρεθέντας
「願你們身上不再降露水」──因為他聽聞他所深愛的約拿單,與他那雖為仇敵的父親一同,竟在那些山上陣亡了。
'Let no dew come upon you' — because he had heard that his beloved Jonathan, together with his father, who was in fact his enemy, had been slain upon those very mountains.
1:393
καὶ πρὸς μὲν ῥητὸν ταῦτα·
以上就是照著字面的意思而言的;
So much, then, for the literal sense;
1:394
ἐπικεκρυμμένως δὲ ὡς προφήτης μυστήρια λαλεῖ
但他作為先知,卻以隱晦的方式訴說著奧祕。
but in a hidden manner, as a prophet, he speaks of mysteries.
1:395
καὶ ἐπειδὴ γέννησιν οἶδεν ἡ γραφὴ οὐ τὴν κατὰ σάρκα μόνην, ἀλλὰ καὶ τὴν ἀπὸ τρόπου εἰς τρόπον μεταβολήν, οἷον ἀπὸ ἀρετῆς εἰς κακίαν ἢ ἀπὸ κακίας εἰς ἀρετήν, ἀπολέσθαι ἐπεύχεται τὴν ἡμέραν τῆς ἁμαρτίας, ἐν ᾗ ὁ Ἀδὰμ παρέβη
聖經所認識的「生」,不僅是按肉身而生,也包括從一種生活方式轉變為另一種,例如從德行轉入邪惡,或從邪惡轉入德行;因此他祈求那犯罪之日──亞當犯罪墮落的那一日──滅沒。
And since Scripture recognizes 'birth' not only as birth according to the flesh, but also as the change from one manner of life to another — as, for instance, from virtue to vice, or from vice to virtue — he prays that the day of sin may perish, the day on which Adam transgressed.
1:396
τὸ γὰρ τῆς ἀνθρωπότητος οἰκειοῦται πρόσωπον καί φησιν ὅτι·
因為他在此擔當了全人類的身分,說:
For he takes upon himself the persona of humanity and says:
1:397
ἀπόλοιτο ἡ ἡμέρα, καθ' ἣν ἀπὸ τῆς ἀρετῆς εἰς τὴν φαυλότητα ὁ ἄνθρωπος μετετράπη
「願人從德行轉入邪惡的那日滅沒。」
'Let the day perish on which man was turned from virtue to wickedness.'
1:398
ἰδοὺ ἄρσεν, ὅτι ἐξ ἑνὸς τοῦ Ἀδὰμ οἱ πολλοὶ ἁμαρτωλοὶ κατέστημεν
「看哪,是個男的」──因為我們眾人都是從亞當這一個人成為罪人的。
'Behold, a male' — because from the one man Adam we, the many, have become sinners.
1:399
ἡμέραν δὲ καὶ νύκτα τὴν αὐτήν φησι, πρὸς μὲν ῥητόν, ὅτι τὸ ἡμερονύκτιον μίαν ἡμέραν οἶδεν ἡ γραφή, πρὸς δὲ διάνοιαν, ὅτι ἡ παράβασις φωτὸς ἐπαγγελίαν ἔχουσα διὰ τὸ ἀκοῦσαι ἔσεσθε ὡς θεοὶ σκότους ἤνεγκεν ἔργα
他把白晝與黑夜當作同一回事來說:就字面而言,是因為聖經把一晝一夜算作一日;就深意而言,則是因為那項過犯,雖然藉著聽聞「你們必如神」而應許有光,卻反而帶來了黑暗的作為。
He speaks of the day and the night as the same thing: according to the letter, because Scripture reckons a day-and-night together as a single day; according to the deeper sense, because the transgression, though holding out a promise of light through the hearing 'You shall be as gods,' brought forth works of darkness.
1:400
σκότος γὰρ ἡ παρακοὴ δι' ἧς ὁ θάνατος εἰσῆλθεν, ὥστε δεῖν λοιπὸν ἐναργέστερον τὴν διαφορὰν ὀφθῆναι τοῦ ἄρρενος πρὸς τὸ θῆλυ
因為那使死亡進入世界的悖逆,其本身就是黑暗,所以此後男與女之間的分別,就必須更清楚地顯明出來。
For disobedience, through which death entered, is darkness, so that henceforth the distinction between the male and the female must be seen more plainly.
1:401
ἄνωθεν, μηδὲ ἔλθοι εἰς αὐτὴν φέγγος·
「從上頭,也不願亮光照臨其上;」
'from above, nor let light come upon it;'
1:402
ἐκλάβοι δὲ αὐτὴν σκότος καὶ σκιὰ θανάτου
「願黑暗和死蔭把它據為己有。」
'but let darkness and the shadow of death claim it.'
1:403
πρὸς μὲν ῥητὸν μὴ καταλαμφθῆναι ὑπὸ σελήνης ἢ ἀστέρων τὴν νύκτα ἐξαιτεῖ, ἀλλὰ βαθεῖ κατασχεθῆναι σκότῳ, ὃ δὴ καὶ σκιὰν θανάτου καλεῖ
就字面而言,他祈求那夜不被月亮或星辰照亮,而是被幽深的黑暗所籠罩,他也把這黑暗稱為「死蔭」。
According to the letter, he asks that the night not be lit up by the moon or the stars, but that it be seized by deep darkness, which indeed he also calls 'the shadow of death.'
1:404
πρὸς δὲ διάνοιαν τὴν ἁμαρτίαν ἐπεύχεται ἐν τῇ ἰδίᾳ κακίᾳ φαίνεσθαι, ἵνα μὴ ἰσχύσῃ ὑποκρίνεσθαι ἀρετήν, ἀλλὰ γνωριζομένη, ὅτι ζοφώδης ἐστὶ καὶ θανατηφόρος, φευκτὴ γένηται καὶ ἀποτρόπαιος
但就深意而言,他祈求罪能顯出其本相的邪惡,使它無法再假裝成德行;乃要使它一旦被人認清是幽暗且致死的,就成為人人所要逃避與厭棄的對象。
But according to the deeper sense he prays that sin may appear in its own wickedness, so that it may not have the power to feign virtue, but rather, being recognized as gloomy and death-bearing, may become a thing to be shunned and abhorred.
1:405
καταραθείη ἡ ἡμέρα ἐκείνη καὶ ἡ νὺξ ἐκείνη, ἀπενέγκοιτο αὐτὴν σκότος
「願那日受咒詛,那夜也受咒詛;願黑暗把它擄去。」
'Let that day be cursed, and that night; let darkness carry it away.'
1:406
πρὸς μὲν οὖν ῥητὸν εὔχεται ἀφεγγῆ γενέσθαι τήν τε ἡμέραν αὐτοῦ τῆς γεννήσεως καὶ τὴν νύκτα
就字面而言,他祈求他出生的那日與那夜都變得毫無光亮。
According to the letter, then, he prays that both the day of his birth and the night become without light.
1:407
πρὸς δὲ διάνοιαν ἐξαιτεῖ τὴν ἁμαρτίαν φαίνεσθαι, ὥσπερ καὶ ἔστιν, ἵνα μὴ ὁ Σατανᾶς ὡς ἄγγελος φωτὸς ὑποκρινόμενος δείξῃ τὰ φαῦλα ὡς ἀγαθά, ἀλλ' ἵνα γνωριζόμενα, ὅτι εἰσὶ φαῦλα καὶ σκότους αἴτια, φευκτὰ πᾶσι γένωνται
但就深意而言,他祈求罪顯明其真實本相,免得撒但假冒光明的天使,把邪惡的事顯示為良善;乃要使這些事一旦被認出是邪惡、且是黑暗的緣由,就成為眾人共同逃避的對象。
But according to the deeper sense he asks that sin appear as it truly is, so that Satan, feigning himself an angel of light, may not display evil things as good, but that, once known to be evil and the cause of darkness, they may become things shunned by all.
1:408
μὴ εἴη εἰς ἡμέρας ἐνιαυτοῦ μηδὲ ἀριθμηθείη εἰς ἡμέρας μηνῶν
「願這日不列在年日之中,也不算在月日的數目裡。」
'Let it not be reckoned among the days of the year, nor numbered among the days of the months.'
1:409
ἐξαφανισθείη, φησίν, ἡ ἡμέρα τῆς γεννήσεώς μου συστελλομένου τοῦ ἐνιαυσιαίου κύκλου
他說:「願我出生的那日被抹除,使那年度的週期因而縮減。」
'Let the day of my birth,' he says, 'be blotted out, the yearly cycle being thereby contracted.'
1:410
πρὸς δὲ διάνοιαν μηδὲ μνήμην εὔχεται γενέσθαι τῆς ἁμαρτίας, διὸ καί φησιν·
但就深意而言,他祈求連罪的記憶也不再留存;所以他接著說:
But according to the deeper sense he prays that not even a memory of sin should remain; therefore he also says:
1:411
ἀλλὰ ἡ νὺξ ἐκείνη εἴη ὀδύνη
「但願那夜充滿愁苦。」
'But let that night be sorrow.'
1:412
γνωσθήτω, ὅτι φαύλη ἐστίν, καὶ διὰ τοῦτο μισείσθω ὡς φαύλη καὶ ὀδύνης αἰτία
願人認清它是邪惡的,並且因此把它當作邪惡與痛苦的根源而加以厭惡。
Let it be known that it is wicked, and for this reason let it be hated as wicked and as a cause of sorrow.
1:413
καὶ μὴ ἔλθοι ἐπ' αὐτὴν εὐφροσύνη μηδὲ χαρμονή
「願歡樂與喜悅都不臨到其上。」
'And let neither gladness nor joy come upon it.'
1:414
ἀλλὰ μηδὲ ἔλθοι, φησίν, εἰς τὸν καιρὸν τῆς ἐμῆς γεννήσεως εὐφροσύνη τις ἢ χαρμοσύνη
他說:「但願任何的歡樂或喜悅,都不要臨到我出生的那個時刻。」
'But,' he says, 'let no gladness or joy whatsoever come upon the time of my birth.'
1:415
μηδείς, φησίν, ἐπιτερφθείη τῇ ἁμαρτίᾳ, μηδεὶς ὡς χαρᾶς αἰτίαν ταύτην ἐργάσαιτο
他說:「願無人以罪為樂,也無人把它當作喜樂的緣由。」
'Let no one,' he says, 'take delight in sin, let no one make it a cause of joy.'
1:416
ὁ μὲν οὖν, ὡς ἔφην, κατὰ πράγματος ἀνυποστάτου ῥίπτειν δοκεῖ τῆς ἀθυμίας τοὺς λόγους, προφητικῶς δὲ τὴν πατροπαράδοτον ἁμαρτίαν καταρᾶται αἰτῶν αὐτὴν ἐξαφανισθῆναι
所以,正如我所說,他表面上似乎是把灰心的言語擲向一件並不真實存在的事物;但實際上,他乃是以先知的口吻,咒詛那從我們始祖傳承下來的罪,祈求它被徹底除滅。
He, then, as I have said, seems to hurl his words of despondency against a thing that has no real subsistence; but prophetically he curses the sin handed down from our forefather, asking that it be utterly blotted out.
1:417
διὸ καὶ εἰς ἔργον ἐξέβη τὰ ῥήματα, τοῦ θεοῦ καὶ σωτῆρος ἡμῶν διὰ τοῦ λουτροῦ τῆς παλιγγενεσίας ταύτην ἐξαφανίσαντος
因此他的話語也確實應驗成就了,因為我們的神和救主已經藉著重生的洗滌,把這罪除滅了。
Therefore his words also came to fulfillment in fact, since God our Savior blotted out this sin through the washing of regeneration.
1:418
ἀλλὰ καταράσαιτο αὐτὴν ὁ καταρώμενος τὴν ἡμέραν ἐκείνην ὁ μέλλων τὸ μέγα κῆτος χειρώσασθαι
「但願那咒詛那日的人來咒詛它──就是那將要制伏那大海怪的人。」
'But let him curse it, who curses that day — he who is destined to subdue the great sea monster.'
1:419
σαφῶς ἐνταῦθα τὴν προφητείαν ἀπεκάλυψεν·
在此,他清楚地揭示了這預言;
Here he clearly disclosed the prophecy;
1:420
οὐ γὰρ περὶ αἰσθητοῦ κήτους λέγει, ἀλλὰ περὶ τοῦ νοητοῦ δράκοντος, τοῦ διαβόλου, ὃν ἰσχυρὸν ὄντα καὶ μέγα κῆτος δήσας ὁ ἰσχυρότερος, ὡς ἐν εὐαγγελίοις ἠκούσαμεν, διήρπασεν αὐτοῦ τὰ σκεύη, τουτέστιν·
因為他所說的並非感官所能察覺的海怪,而是那位屬靈可悟知的龍——魔鬼;儘管他強大,猶如一隻巨大的海怪,卻被那位更強者所捆綁,正如我們在福音書中所聽聞的,並奪去了他的家財,也就是:
for he does not speak of a sea monster perceived by the senses, but of the intelligible dragon, the devil, whom, strong though he was and a great sea monster, the Stronger One bound, as we have heard in the Gospels, and plundered his goods, that is:
← 上一段下一段 →
1

新的原文誦讀上線時通知我

每次有新章節誦讀影片就寄一封信。採雙重確認,隨時可一鍵取消。