📜 Verbum · 聖言
原文誦讀聖經與教父文獻
♥ 贊助

← 回書卷目次 · 希臘教父 › 約伯記註釋

約伯記註釋 第 1 章 第 3/19 段

希臘文原文.232 節.部分字詞可點開查義.本章太長已分段,此段為 1:421–1:652(全章共 4511 節)

← 上一段下一段 →
ℹ️ 本語料沒有逐節的詞法標註。原形主要取自同語言其他書卷的逐詞標註(不是這一節的標註),少數查不到的才回頭依字形比對詞典。同形的罕見字仍可能判錯,需要精確判斷時請覆核原文與專門詞典。
ℹ️ 中英對照為本站自譯,直接譯自本頁的原文(非和合本/WEB —— 那兩者譯自馬所拉文本,與本頁底本不同)。
1:421
τοὺς αἰχμαλωτισθέντας ἀνθρώπους ὑπ' αὐτοῦ
被他所擄掠的人。
the people taken captive by him
1:422
τίς οὖν ἕτερος τὴν ἁμαρτίαν κατηράσατο καὶ ἐξηφάνισεν ἐν ἑαυτῷ, τίς δὲ τὸ νοητὸν ἐχειρώσατο κῆτος, ἀλλ' ἢ ὁ δι' ἡμᾶς ἄνθρωπος γενέσθαι καταδεξάμενος τοῦ θεοῦ λόγος; ὃς ἐν τύπῳ τῆς ἁμαρτίας τὴν συκῆν κατηράσατο, ὡς ἐδιδάχθημεν ἐν εὐαγγελίοις
那麼,除了那位為我們的緣故甘願成為人的神的道之外,還有誰咒詛罪並在自己身上使罪歸於無有?還有誰制伏了那可理解的巨獸?正如我們在福音書中所受教導的,他曾以罪的預表咒詛了無花果樹。
Who else, then, cursed sin and annihilated it in himself, and who subdued the intelligible sea-monster, but the Word of God who condescended to become man for our sake? He it is who, as a figure of sin, cursed the fig tree, as we have been taught in the Gospels.
1:423
ὅτι γὰρ οὐ περὶ αἰσθητοῦ τινός φησι κήτους, ἠκούσαμεν ἐν ταῖς Καθολικαῖς·
因為他所說的並非某種可感知的巨獸,這一點我們在《大公書信》中已經聽聞:
For that he is not speaking of some perceptible sea-monster, we have heard in the Catholic Epistles:
1:424
πᾶσα γὰρ φύσις θηρίων τε καὶ πετεινῶν ἑρπετῶν τε καὶ ἐναλίων δαμάζεται καὶ δεδάμασται τῇ φύσει τῇ ἀνθρωπίνῃ
「因為各類走獸、飛禽、爬蟲和海中生物,本來就受人性所馴服,也已經被馴服了。」
'For every kind of beast and bird, of reptile and sea creature, is tamed, and has been tamed, by mankind.'
1:425
εἰ δὲ ἄνθρωπος καὶ τὰ θηρία καὶ τὰ ἐνάλια κήτη καὶ ἐχειρώσατο καὶ χειροῦται, πῶς περὶ θεοῦ ἔλεγεν ἡ γραφὴ ὡς μήπω μὲν χειρωσαμένου τὸ ἐνάλιον κῆτος, μέλλοντος δὲ αὐτοῦ κρατήσειν ὁ μέλλων τὸ μέγα κῆτος χειρώσασθαι; τί δὲ καὶ μέγα θεῷ τὸ κήτους ἐναλίου κρατῆσαι; εὔδηλον οὖν, ὡς περὶ τῆς ἁμαρτίας καὶ τοῦ διαβόλου ταῦτα τῷ δικαίῳ λέλεκται
但如果人已經制伏、且仍在制伏著走獸和海中的巨獸,那麼經上為何論到神說,祂尚未制伏那海中的巨獸,卻要制伏牠——「那將要制伏那大巨獸的」?況且,神制伏一隻海中的巨獸,又有什麼了不起呢?由此可見,這些話乃是就罪與魔鬼而向那義人說的。
But if man has both subdued and does subdue the beasts and the sea-monsters, how could Scripture speak of God as one who has not yet subdued the sea-monster of the sea, but is about to master it—‘he who is about to subdue the great sea-monster’? And what great thing would it be for God to master a sea-monster of the sea? It is clear, then, that these things were said to the righteous man concerning sin and the devil.
1:426
σκοτωθείη τὰ ἄστρα τῆς νυκτὸς ἐκείνης, καὶ μὴ ὑπομείναι καὶ εἰς φωτισμὸν μὴ ἔλθοι καὶ μὴ ἴδοι ἑωσφόρον ἀνατέλλοντα
「願那夜的星宿變為黑暗;願它等候光明卻不得來到,也不得見晨星升起。」
'Let the stars of that night be darkened; let it wait for light and it not come, and let it not see the morning star rise.'
1:427
μὴ δώσῃ, φησίν, τὸ οἰκεῖον φέγγος, ἀντὶ τοῦ·
他說「不給」,即:不發出它自己的光,意思是:
'Let it not give,' he says, 'its own light'—that is to say:
1:428
μὴ λάμψωσι τὰ ἄστρα τῆς νυκτὸς ἐκείνης
願那夜的星宿不再發光。
let the stars of that night not shine
1:429
ἄστρα δὲ κυρίως τὰ ἐκ πολλῶν ἀστέρων συγκείμενα ὥσπερ ἡ Πλειὰς καὶ ἡ Ἄρκτος·
嚴格說來,「星宿」是指由眾多星辰組成的星群,如昴星團與大熊星座:
'Stars,' properly speaking, are those made up of many individual stars, such as the Pleiades and the Bear:
1:430
ἀλλὰ μηδὲ ὑπομείναι, φησίν, ἀντὶ τοῦ·
他說「甚至不要等候」,意思是:
'But let it not even wait,' he says, that is:
1:431
μὴ ἐμμείνοι φαίνοντα μηδὲ τὸν οἰκεῖον ἐκτελοῦντα δρόμον, ἀλλὰ μηδὲ διαδέξηται τὴν νύκτα ἐκείνην φῶς
願它不持續發光,也不完成自己的運行;願那夜之後沒有光繼之而起。
let it not persist in shining, nor complete its own course; and let no light succeed that night.
1:432
ἑωσφόρον γὰρ ἀνατέλλοντα ἢ τὸν ἐωθινὸν ἀστέρα φησὶν ἢ τὸν ἥλιον ὡς τὴν ἕω φέροντα
因為「晨星升起」,他所指的,或是那顆晨星,或是太陽,因太陽帶來黎明。
For by 'the morning star rising' he means either the star of dawn or the sun, as bringing on the dawn.
1:433
τῆς ἁμαρτίας, φησίν, ἣν δὴ νύκτα καλεῖ, αἱ δοκοῦσαι τερπνότητες καὶ τὰ κάλλη ἐξαφανισθείησαν, καὶ μὴ νικήσοι τὰ πονηρὰ τὴν ἀρετήν ποτε
他說:「論到罪」——他確實稱之為「夜」——「願那看似的歡愉與美好徹底消失,願邪惡永不能勝過美德。」
'Of sin,' he says—which indeed he calls 'night'—'let its seeming delights and beauties be utterly effaced, and let evil never overcome virtue.'
1:434
τοῦτο γὰρ λέγει τὸ εἰς φωτισμὸν μὴ ἔλθοι ἀντὶ τοῦ·
因為「不得來到光明」所指的正是這個,意思是:
For this is what 'let it not come to light' means, that is:
1:435
γνωσθείησαν αἱ τῆς ἁμαρτίας τερπνότητες, ὅτι σκότος εἰσί, καὶ μὴ ἰσχυσάτωσαν ἀπατῆσαι μηδὲ πλάσασθαι, ὅτι ἔχουσί τι ἀγαθόν
願罪的種種歡愉被揭露為黑暗本身,願它們再無能力欺哄人,也不能假裝自己擁有任何美善。
let the delights of sin be exposed for what they are, that they are darkness, and let them have no power to deceive, nor to pretend that they possess anything good.
1:436
τὸ δὲ καὶ μὴ ἴδοι ἑωσφόρον ἀνατέλλοντα οὐκ εὐκτικῶς φησιν, ἀλλ' αὐτὸ τὸ ὂν ἀπαγγέλλει·
至於「也不得見晨星升起」,他這樣說並非出於祈願,而是宣告一件事實:
And 'let it not see the morning star rising' he says not as a wish, but declares this as an actual fact:
1:437
δύναται ἡ ἁμαρτία ὑπομεῖναι τὸν ἑωσφόρον ἐν ταῖς ψυχαῖς ἡμῶν ἀνατέλλοντα
罪豈能忍受晨星在我們靈魂中升起呢?
Can sin endure the morning star rising in our souls?
1:438
ἑωσφόρος δέ ἐστιν ὁ περὶ τοῦ κυρίου λόγος ὁ τὴν ἡμετέραν καταυγάζων ψυχήν, ὡς ὁ ἔγκριτος τῶν ἀποστόλων Πέτρος δευτέραν ἐπιστολὴν ἀποχαράττων ἐδίδαξεν καὶ ἔχομεν, λέγων, βεβαιότερον τὸν προφητικὸν λόγον, ᾧ καλῶς ποιεῖτε προσέχοντες ὡς λύχνῳ φαίνοντι ἐν αὐχμηρῷ τόπῳ, ἕως οὗ ἡ ἡμέρα διαυγάσῃ καὶ φωσφόρος ἀνατείλῃ ἐν ταῖς καρδίαις ὑμῶν
而晨星就是那論及主的道,是那照亮我們靈魂的道,正如使徒中蒙揀選的彼得在他所寫、且我們今仍存有的第二封書信中所教導的,說:「我們有先知更確實的話語,你們在這黑暗之地,好像留意一盞明燈,直等到天發亮,晨星在你們心裡升起,你們留意這話固然是好的。」
And the morning star is the Word concerning the Lord, which illumines our soul, as Peter, the foremost of the apostles, taught—and as we still have it—when he set down his second epistle, saying: 'And we have the prophetic word made more sure, to which you do well to pay attention, as to a lamp shining in a dark place, until the day dawns and the morning star rises in your hearts.'
1:439
φησὶν οὖν, ὅτι οὐ δύναται ἡ ἁμαρτία μένειν ἐν ταῖς ψυχαῖς, ἐπὰν ἀξιωθῶσι καταυγασθῆναι ὑπὸ τοῦ ἑωσφόρου, τουτέστι τοῦ θείου λόγου
因此他是說,罪不能存留在人的靈魂中,一旦這些靈魂配得被那晨星——也就是神聖的道——所照亮。
He says, then, that sin cannot remain in souls once they have been deemed worthy to be illumined by the morning star, that is, by the divine Word.
1:440
τοῦ γὰρ φωτὸς ἐπιλάμποντος τὸ σκότος ὑπαναχωρεῖ
因為光一發出,黑暗就退去。
For when the light shines forth, the darkness withdraws.
1:441
ὅτι οὐ συνέκλεισεν πύλας γαστρὸς μητρός μου
「因為它沒有關閉我母腹的門」
'because it did not shut the doors of my mother's womb'
1:442
ὅτι, φησίν, οὐκ ἐκώλυσέ με γεννηθῆναι, καίτοιγε οὐκ ἐν τῇ νυκτὶ ἐτύγχανε τὸ κωλῦσαι αὐτὸν ἐκ μήτρας προελθεῖν, ἀλλ' ὃ διὰ πάντων λέγει, τοιοῦτον ἔχει νοῦν, ὅτι ἄμεινον ἦν μὴ γεννηθῆναι
他說「因為」它「沒有阻止我出生」——雖然阻止他從母腹出來,本不是那夜所能做的事;但他通篇所說的用意乃是:不出生原是更好的。
'Because,' he says, 'it did not prevent me from being born'—although it was not really the night's place to prevent him from coming forth from the womb; but what he says throughout has this sense: that it would have been better not to be born.
1:443
ἐπαρῶμαι, φησίν, τὴν ἁμαρτίαν, ὅτι μὴ ἐκωλύθησάν μου αἱ τῆς προθέσεως ὁρμαί, ἀλλὰ καὶ ὠδίνησα τὴν ἁμαρτίαν καὶ ἀπεκύησα, τουτέστιν·
他說:「我要咒詛」罪,「因為我意志的衝動未受攔阻,反倒懷了罪的胎、生下了罪」——意思是說:
'I curse,' he says, 'sin, because the impulses of my resolve were not restrained, but I even travailed with sin and gave birth to it'—that is to say:
1:444
ἔργῳ ἔπραξα τοῦ ἀπηγορευμένου ξύλου γευσάμενος
我確實付諸行動,嚐了那被禁止的樹上的果子。
I actually did the deed, by tasting of the forbidden tree.
1:445
ἀπήλλαξε γὰρ ἂν πόνον ἀπὸ ὀφθαλμῶν μου
「因為那樣它就會使勞苦離開我的眼目」
'for it would have removed trouble from my eyes'
1:446
εἰ γὰρ μὴ ἐτέχθην, φησίν, οὐκ ἂν ταῖς παρούσαις περιέπιπτον συμφοραῖς
他說:「因為我若沒有出生,就不會遭遇眼前這些災禍。」
'For if I had not been born,' he says, 'I would not have fallen into my present misfortunes.'
1:447
εἰ μὴ γὰρ διὰ τὴν ἁμαρτίαν, φησίν, καὶ τὴν γενομένην παρατροπὴν οὐκ ἂν αἱ φθοραὶ καὶ αἱ νόσοι τοῖς ἀνθρώποις συνέβαινον
他說:「若不是因為罪,以及那已發生的過犯,敗壞與疾病本不會臨到人類身上。」
'For were it not for sin,' he says, 'and the transgression that took place, corruption and diseases would not have befallen mankind.'
1:448
διὰ τί γὰρ ἐν κοιλίᾳ οὐκ ἐτελεύτησα, ἐκ γαστρὸς δὲ ἐξῆλθον καὶ οὐκ εὐθὺς ἀπωλόμην; οὕτω γὰρ ἄμεινον ἦν ἢ μηδὲ τεχθῆναι, ἢ τεχθέντα παραχρῆμα ἀπο θανεῖν
「我為何不在母腹中就死去,或從腹中一出來就立刻滅亡呢?因為這樣,或是根本不出生,或是一出生就立刻死去,都比現在更好。」
'Why did I not die in the womb, or come out of the belly and perish at once? For thus it would have been better either not to be born at all, or, having been born, to die immediately.'
1:449
καλὸν γάρ ἐστιν, ἢ μηδὲ ὅλως τινὰ φαῦλον ἐν ἡμῖν γεννηθῆναι λογισμόν, ἢ καί, εἰ γένοιτο, παραχρῆμα αὐτὸν ἐξαφανισθῆναι
因為最好是:或是我們裡面根本不生出任何邪惡的念頭;或是即便生出了,也立刻使它消滅。
For it is good either that no base thought should be conceived in us at all, or, if one should arise, that it be effaced at once.
1:450
ἵνα τί δὲ συνήντησάν μοι γόνατα; ἵνα τί δὲ μαστοὺς ἐθήλασα; οὕτως οὐκ ὤφειλον, φησίν, οὔτε εἰς γόνατα τεθῆναι τιτθῆς οὔτε γάλακτος μεταλαβεῖν, ἵνα καὶ ζωοποιηθῶ
「膝為何接納了我?我為何吮吸乳房?」他說,這意味著:我本不該被放在乳母的膝上,也不該領受乳汁,好叫我得以存活。
'Why did knees receive me? Why did I suck at the breasts?' Thus, he says, I ought neither to have been set upon a nurse's knees, nor to have partaken of milk, so that I might even be kept alive.
1:451
ἵνα τί γάρ, φησίν, οὐκ ὤκλασα ἢ ὑπεσκελίσθην πορευόμενος τοῦ ἀπηγορευμένου ξύλου γεύσασθαι·
他說:「我為何沒有在前去嚐那禁樹之果的路上跌倒或絆跌呢?」
'For why,' he says, 'did I not stumble or trip as I went to taste of the forbidden tree?'
1:452
ἵνα τί δὲ καὶ ἐπίδοσίν τινα ἐποίησα ἐπὶ τὰ φαῦλα; τοῦτο γὰρ λέγει μαστοὺς ἐθήλασα, τουτέστι τοὺς τρόπους τῆς κακίας ηὔξησα
「我為何又在邪惡上有所增長呢?」因為「我吮吸乳房」正是這個意思,就是說:我在邪惡的行徑上漸漸增長。
'And why did I make any advance in wickedness?' For this is what 'I sucked at the breasts' means, that is: I grew in the ways of evil.
1:453
νῦν ἂν κοιμηθεὶς ἡσύχασα, ὑπνώσας δὲ ἀνεπαυσάμην, εἰ μὴ γὰρ ἐτέχθην, φησίν, ἢ τεχθεὶς παραχρῆμα ἐτελεύτησα, οὐκ ἂν εἰς πεῖραν ἠρχόμην τῶν δεινῶν
「因為那樣,我此刻早已躺下安靜,早已睡了得享安息。」他說,因為我若沒有出生,或出生後立即死去,就不會來經歷這些可怕的事。
'For now I would have lain down and been quiet, I would have slept and been at rest.' For if I had not been born, he says, or, having been born, had died at once, I would not have come to the experience of these terrible things.
1:454
μετὰ βασιλέων βουλευτῶν γῆς, οἳ ἐγαυριῶντο ἐπὶ ξίφεσιν, ἢ μετὰ ἀρχόντων, ὧν πολὺς ὁ χρυσός, οἳ ἔπλησαν τοὺς οἴκους αὐτῶν ἀργυρίου
「與地上那些君王和謀士同眠,他們曾以刀劍自誇;或與那些多金的首領同眠,他們曾將銀子裝滿自己的房屋。」
'with kings and counsellors of the earth, who gloried in their swords; or with princes, rich in gold, who filled their houses with silver.'
1:455
ἐκ τούτων παιδευόμεθα μὴ μέγα φρονεῖν ἐπὶ δυναστείᾳ ἢ πλούτῳ ἢ φρονήσει, ὅπουγε καὶ βασιλεῖς καὶ οἱ ἐπὶ γῆς βουλευταί, ἀντὶ τοῦ·
藉著這些話,我們受教訓不要因權勢、財富或智慧而心高氣傲,因為即便是君王和地上的謀士——意思是:
From these words we are taught not to be proud on account of power, or wealth, or wisdom, since even kings and the counsellors of the earth—that is:
1:456
οἱ ἐπὶ σοφίᾳ καὶ βουλῇ μέγα φρονοῦντες, καὶ οἱ γαυριῶντες ἐπὶ ξίφεσιν, τουτέστιν·
那些因智慧與謀略而自負的人,以及那些以刀劍自誇的人,也就是:
those who take pride in wisdom and counsel, and those who glory in their swords, that is:
1:457
ταῖς ἀρχαῖς, ταῖς δυναστείαις, τοῖς κατὰ πολεμίων τροπαίοις, πρὸς δὲ δὴ τούτοις καὶ οἱ πολύχρυσοι τὸν κοινὸν ἅπασιν ὑφίστανται θάνατον
在官職上、在權勢上、在戰勝仇敵所得的戰利品上誇耀的人——而且,除了這些,就連那些擁有大量金子的人,也都要經歷眾人所共有的死亡。
in offices, in positions of power, in trophies won against enemies; and besides these, even those rich in gold undergo the death common to all.
1:458
οὐδὲν οὖν ἔπασχον δεινὸν σύνδρο μον ὑπομένων τῇ γεννήσει τὸν θάνατον καὶ μηδενὸς τῶν ἐν βίῳ δοκούντων καλῶν ἐν μεθέξει γινόμενος, ὅπουγε καὶ οἱ ἐπὶ τούτοις μέγα φρονήσαντες ἴσα τοῖς λοιποῖς ἀνθρώποις τεθνήκασιν
因此,我若忍受死亡作為我出生的同伴,並且從未分享世上被視為美好的任何事物,也不算受了什麼可怕的事,因為就連那些因這些事而極其自負的人,也都與其餘世人一樣死了。
So I would have suffered nothing terrible in enduring death as the companion of my birth, and in having no part in any of the things reputed good in this life, since even those who prided themselves greatly upon such things have died just like all other men.
1:459
ἢ ὥσπερ ἔκτρωμα ἐκπορευόμενον ἐκ μήτρας μητρὸς ἢ ὥσπερ νήπιοι, οἳ οὐκ εἶδον φῶς
「或像從母腹中出來的流產胎兒,或像那些從未見過光的嬰孩。」
'or like a miscarriage that comes forth from a mother's womb, or like infants who never saw the light.'
1:460
ἔκτρωμά ἐστι τὸ μήπω διαμορφωθὲν τελείως ἐν τῇ γαστρί, νήπιον δὲ λέγει τὸν μήπω δεξάμενον αἴσθησιν τῶν τοῦ βίου καλῶν ἢ φαύλων
所謂「流產胎兒」,是指那尚未在母腹中完全成形的;所謂「嬰孩」,他是指那尚未領受此生美好或邪惡之事之感知的人。
'A miscarriage' is that which has not yet been fully formed in the womb; and by 'infant' he means one who has not yet received any perception of the good or bad things of this life.
1:461
τὸν δὲ περὶ τούτων λόγον, διὰ τί οἱ μὲν οὐδὲ τελεσφοροῦνται, οἱ δὲ καὶ τελεσφορηθέντες νεκροὶ γεννῶνται, οἱ δὲ ὁμοῦ τῇ γεννήσει τὸν θάνατον ὑπομένουσι, τοῖς ἀνεφίκτοις τοῦ θεοῦ κρίμασι καταλειπτέον
至於這些事的緣由——為何有些胎兒尚未足月即已夭亡,有些雖足月卻已死產,又有些則在出生的同時便遭遇死亡——這一切都當歸於神那不可測度的判斷。
But the explanation of these matters—why some are never even brought to term, while others, though carried to term, are born dead, and others suffer death together with their very birth—must be left to the unsearchable judgments of God.
1:462
ἐκεῖ ἀσεβεῖς ἔπαυσαν θυμὸν ὀργῆς, ἐκεῖ ἀνεπαύσαντο κατάκοποι τῷ σώματι
「在那裡,惡人已止息忿怒的烈氣;在那裡,身體疲乏的人得享安息。」
'There the wicked ceased from the wrath of anger; there the weary in body found rest.'
1:463
κάλλιστον ἡμᾶς διδάσκει μάθημα, ὅτι εἰ καὶ δι' ἁμαρτίαν ὁ θάνατος, ἀλλ' οὖν χρησίμως καὶ φιλανθρώπως ὁ θεὸς τοῖς ἀνθρώποις καὶ τοῦτον ᾠκονομήσατο
他教導我們一個極美好的功課:儘管死亡是因罪而來,但神仍以有益且慈愛人的方式,安排了這死亡。
He teaches us a most excellent lesson: that even though death came about on account of sin, God nevertheless also ordained it usefully and out of love for mankind.
1:464
καὶ γὰρ οἱ ἀσεβεῖς, φησίν, οἱ διὰ πλοῦτον καὶ ὑπεροψίαν βίου κατὰ θεοῦ θρασυνόμενοι, παύονται καὶ ἀνακόπτονται τοῦ κακοῦ μηκέτι θυμούμενοι ἢ ὀργιζόμενοι, καὶ οἱ ἐν ὀδύναις σωματικαῖς ὄντες τῶν πόνων λήγουσιν
他說:「就連惡人——那些因財富與對人生的輕慢而膽敢頂撞神的人——也都止息了,被攔阻不再作惡,不再狂怒或發怒;而那些身受痛苦煎熬的人,也結束了他們的苦楚。」
'For even the wicked,' he says, 'those who, because of wealth and contempt bred of life, grew bold against God, cease and are checked from evil, no longer raging or being angered; and those who are in bodily anguish find an end to their pains.'
1:465
χρησίμως οἰκονομηθέν, τὸν θάνατον
死亡,是被有益地安排的。
death, usefully ordained
1:466
ἐπεὶ δὲ ἕτερα βιβλία ἔχουσιν·
但既然另有一些抄本作:
But since other manuscripts read:
1:467
_ ἐ_κ_ε_ῖ_ _ἀ_σ_ε_β_ε_ῖ_ς_ _ ἐ_ξ_έ_κ_α_υ_σ_α_ν_ _ θ_υ_μ_ὸ_ν_ ὀργῆς, οὕτω νοήσεις·
「在那裡,惡人挑起了忿怒的烈氣」——你應當如此理解:
'There the wicked kindled the wrath of anger'—thus you should understand it:
1:468
οἱ μὴ ἐνταῦθα, φησίν, παιδευθέντες, ἀλλ' ἐμμείναντες τῇ ἀσεβείᾳ τὴν ἐκ τῆς θείας ὀργῆς κόλασιν ἑαυτοῖς ἐπισπῶνται
他說:「那些在此世未受管教、反倒堅持不敬虔的人,便為自己招來了源自神聖忿怒的懲罰。」
'Those,' he says, 'who were not disciplined here, but persisted in impiety, draw upon themselves the punishment that comes from divine wrath.'
1:469
ὁμοθυμαδὸν δὲ οἱ αἰώνιοι εὐθήνησαν·
「那些長久被囚的人一同得享安逸:」
'And together the long-bound prisoners were at ease:'
1:470
οὐκ ἤκουσαν φωνὴν φορολόγου
「他們不再聽見收稅吏的聲音」
'they did not hear the voice of the tax-collector'
1:471
ἀλλὰ καὶ οἱ ἐξ αἰῶνος, φησίν, τελευτήσαντες ἐκεῖ τυγχάνουσι τῶν πρακτόρων καὶ ἀπαιτητῶν τῆς ἐπαχθείας ἀπαλλαγέντες, ἵνα εἴπῃ ὅτι·
他說:「就連那些自古以來已經去世的人,在那裡也都得以擺脫收稅人與討債人那沉重的負擔」——意思是說:
'But even those,' he says, 'who died long ago, attain there to being set free from the tax-gatherers and debt-collectors and their oppressive burden'—meaning to say that:
1:472
τῶν τοῦ βίου συμφορῶν ἐκτὸς γενόμενοι
他們已經脫離了今生的種種災禍。
they have come to be outside the misfortunes of this life
1:473
πρὸς δὲ διάνοιαν φορολόγον φησὶ τὸν διάβολον, ὃς οὐ μόνον ὡς φορολόγος, ἀλλὰ καὶ ὡς δεσπότης τοὺς ὑπ' αὐτῷ προαιρετικῶς γεγονότας ὥσπερ τινὰ δασμὸν ἀπαιτεῖ τὸ πράττειν τὰ αὐτῷ καταθύμια
就更深的意思而言,「收稅吏」他所指的乃是魔鬼;魔鬼不僅像收稅吏一般,更像是主人一般,向那些自願臣服於他的人索取進貢,要他們去行使他稱心的事。
In a deeper sense, by 'tax-collector' he means the devil, who, not only as a tax-collector but also as a master, exacts from those who have of their own choice become subject to him, as it were a tribute, that they do what pleases him.
1:474
καὶ τούτου τοιγαροῦν τοῦ πικροῦ φορολόγου οἱ τὸν βίον ἐξελθόντες ἀπαλλάττονται οὐκέτι τὰ φαῦλα πράττειν δυνάμενοι
因此,那些已經離世的人,便從這殘酷的收稅吏手中得了釋放,不再能夠作惡。
And so, from this bitter tax-collector, those who have departed this life are set free, no longer able to do evil.
1:475
μικρὸς καὶ μέγας ἐκεῖ ἐστι καὶ θεράπων δεδοικὼς τὸν κύριον αὐτοῦ
「尊卑大小都在那裡,僕人也懼怕他的主人。」
'The small and the great are there, and the servant fearing his master.'
1:476
πάντες οὖν ἐκεῖ τυγχάνουσι, καὶ ἄλλο τοῦ θανάτου χρήσιμον τὸ μὴ εἶναι ἐκεῖ δοῦλον καὶ δεσπότην
因此,眾人都要到那裡去;而死亡的另一項益處,就是在那裡再沒有奴僕與主人之分。
All, then, come to be there; and this is another benefit of death, that there is neither slave nor master there.
1:477
καὶ γὰρ οἱ πάλαι, φησίν, δεδοικότες τοὺς ἑαυτῶν δεσπότας ἐκεῖ οὐ φοβοῦνται
他說:「就連那些從前懼怕自己主人的人,在那裡也不再懼怕了。」
'For even those,' he says, 'who formerly feared their own masters, do not fear there.'
1:478
οὐ δεδοικὼς τὸν κύριον αὐτοῦ
「不懼怕他的主人」
'not fearing his master'
1:479
εἰ μὲν οὖν οὐ δεδοικώς, πρόδηλος ἡ νόησις·
若讀作「不懼怕」,其意甚為明白:
If, then, [the reading is] 'not fearing,' the sense is plain:
1:480
εἰ δὲ δεδοικώς, ἀντὶ τοῦ·
但若讀作「懼怕」,則應理解為:
But if [the reading is] 'fearing,' it is to be understood instead as:
1:481
πάλαι μὲν δεδοικώς, ἐν ᾅδου δὲ οὐκέτι
從前雖懼怕,但在陰間卻不再懼怕了。
one who formerly feared, but no longer fears in Hades.
1:482
ταῦτα περὶ τοῦ θανάτου διὰ πολλῶν ἐφιλοσόφησεν ὁ σηπόμενος καὶ σκώληκας βρύων καὶ τῷ ἰχῶρι περιρρεόμενος, καὶ ὥσπερ τῶν ἀλγηδόνων ἐπιλαθόμενος καθαρῷ διανοίας ὄμματι τὰ κάλλιστα ἡμῖν τῶν μαθημάτων παραδέδωκεν, ἡμεῖς δὲ τούτων εἰς ἔννοιαν οὐκ ἐρχόμεθα
這許多關於死亡的哲思,都是他在身體腐爛、滋生蛆蟲、膿血淋漓之際所發出的;他彷彿忘卻了自己的劇痛,以清澈的心眼,將這些至美的教訓傳授給我們;然而我們自己卻未能真正領會這些道理。
These philosophical reflections on death—many of them—were uttered by him even as he was decaying, teeming with worms, and streaming with corrupt discharge; and as though forgetting his agonies, with the pure eye of his mind he has handed down to us these most excellent lessons; yet we ourselves do not come to a true understanding of them.
1:483
εἰ γὰρ τοῦ θανάτου τὴν μνήμην εἴχομεν, βελτίους ἂν ἐγινόμεθα καὶ πλούτου καὶ δυναστείας καὶ τῶν ἐν τῷ βίῳ δοκούντων τερπνῶν ῥᾳδίως ἂν περιεφρονοῦμεν
因為我們若常存對死亡的紀念,就會變得更好,也就能輕易看輕財富、權勢,以及此生一切被視為快樂的事物。
For if we kept the remembrance of death, we would become better, and we would easily despise both wealth and power, and the things reputed pleasurable in this life.
1:484
ἵνα τί γὰρ δέδοται τοῖς ἐν πικρίᾳ φῶς, ζωὴ δὲ ταῖς ἐν ὀδύναις ψυχαῖς; πολλαχοῦ ἡ γραφὴ τὸ ἵνα τί ἐπὶ παρακλήσεως τίθησιν, οὐκ ἐπὶ ἀποδυσπετήσεως, ὡς ἐπὶ τοῦ ἵνα τί, κύριε, ἀφέστηκας μακρόθεν, ὑπερορᾷς ἐν εὐκαιρίαις, ἐν θλίψει; οὐ γὰρ μέμφεται, ἀλλ' ἱκετεύει μὴ ἐγκαταλειφθῆναι ἐν ταῖς θλίψεσιν
「為何將光賜給那在苦楚中的人,將生命賜給那在痛苦中的靈魂呢?」聖經在許多地方使用「為何」一詞,是出於懇求,而非出於絕望,正如:「耶和華啊,你為何站在遠處?在急難、在患難之時,你為何隱藏不顧?」他這樣說並非在責怪,而是在懇求不要在患難中被撇棄。
'For why is light given to those in bitterness, and life to souls in anguish?' In many places Scripture uses the phrase 'why' as an expression of entreaty, not of despair, as in: 'Why, O Lord, do you stand far off? Why do you overlook us in times of need, in affliction?' For he is not laying blame, but is entreating that he not be abandoned in his afflictions.
1:485
ἵνα τί, ὁ θεός, ἀπώσω εἰς τέλος; ὠργίσθη ὁ θυμός σου ἐπὶ πρόβατα νομῆς σου
「神啊,你為何永遠丟棄我們呢?你的怒氣為何向你草場的羊發作呢?」
'Why, O God, have you cast us off forever? Why has your anger been kindled against the sheep of your pasture?'
1:486
πάλιν γὰρ οὐκ αἰτιᾶται, ἀλλὰ μὴ εἰς τέλος ἀπωσθῆναι παρακαλεῖ
因為在此他同樣不是在責怪,而是懇求不要被永遠丟棄。
For again, he is not laying blame, but is entreating that he not be cast off forever.
1:487
κἀνταῦθα τοίνυν ὁ μακάριος οὗτος ἀνὴρ ἱκετεύει λέγων·
因此,這位蒙福之人在此也同樣懇求說:
So here too this blessed man entreats, saying:
1:488
ἐπειδὴ φωτὸς καὶ ζωῆς εἶ χορηγός, κύριε, περίελε τὰς ὀδύνας, περίελε τῆς ψυχῆς τὴν πικρίαν
「主啊,既然你是光與生命的賜予者,求你除去我的痛苦,除去我靈魂中的苦楚。」
'Since you are the giver of light and life, O Lord, take away my sufferings, take away the bitterness of my soul.'
1:489
καὶ γὰρ αἱρετώτερος τοῦ ὀδυνηροῦ βίου ὁ θάνατος
因為死亡實在比充滿痛苦的人生更值得選擇。
For indeed death is more to be chosen than a life full of pain.
1:490
οἳ ὁμείρονται τοῦ θανάτου καὶ οὐ τυγχάνουσιν ἀνορύσσοντες ὥσπερ θησαυρούς, περιχαρεῖς δὲ ἐγένοντο, ἐὰν κατατύχωσιν
「他們切望死亡卻得不著,如尋找寶藏一般地挖掘尋求,若尋得了,就滿心喜樂。」
'who long for death and do not obtain it, digging for it as for treasures, and who become overjoyed if they find it.'
1:491
ὥσπερ, φησίν, οἱ χρυσὸν μεταλλεύοντες καὶ θησαυρὸν ζητοῦντες, ἐὰν εὕρωσιν, χαίρουσιν, οὕτω καὶ οἱ ἐν πικραῖς ὀδύναις, ἐὰν συναίσθωνται πλησίον ὄντα τὸν θάνατον, λύσιν αὐτὸν τῶν κακῶν ἐλπίζοντες εἶναι χαίρουσιν
他說,正如挖掘金礦、尋找寶藏的人若尋得,就歡喜;照樣,處在苦痛中的人,若察覺死亡臨近,因盼望死亡是脫離苦難的解脫,也就歡喜。
Just as, he says, those who mine for gold and seek treasure rejoice if they find it, so too those in bitter pains, if they perceive that death is near, rejoice, hoping that it will be a release from their evils.
1:492
θάνατος ἀνδρὶ ἀνάπαυσις, συνέκλεισεν γὰρ ὁ θεὸς κατ' αὐτοῦ
「死亡是人的安息,因為神將他四面圍堵。」
'Death is rest for a man, for God has hedged him in.'
1:493
πέρας γάρ ἐστι τοῦ ἐνταῦθα βίου καὶ συγκλείει τὰς ἐνταῦθα τῶν ἀνθρώπων πράξεις, ὥστε μὴ δύνασθαι ἡμᾶς ἔτι φαῦλόν τι πράττειν
因為死亡是此生的終點,並且封閉了人在世上的種種作為,使我們不能再行任何惡事。
For it is the end of life here, and it closes off the actions of men in this world, so that we can no longer do anything base.
1:494
ἀλλὰ καὶ τὰ κατὰ τοὺς πόνους τῆς ἀρετῆς πέρας ἔχει·
但也使德行的勞苦有了盡頭。
But the labors of virtue too have their end.
1:495
ἐκεῖ γὰρ οὐκέτι οἱ ἀγῶνες, ἀλλ' οἱ στέφανοι, οὐκέτι οἱ ἱδρῶτες, ἀλλ' ἡ ἀνάπαυσις
因為在那裡,不再有爭戰,只有冠冕;不再有汗水勞苦,只有安息。
For there, there are no longer contests, but crowns; no longer sweat, but rest.
1:496
τὸ οὖν συνέκλεισεν ὁ θεὸς κατ' αὐτοῦ ἀντὶ τοῦ·
所以「神將他四面圍堵」,意即等於說:
So then, 'God hedged him in' is equivalent to saying:
1:497
καὶ τῶν πόνων τῶν περὶ τὴν ἀρετὴν πέρας ἔχει ὁ θάνατος καὶ τῆς κακίας ἐποχήν
死亡既是德行勞苦的終點,也是罪惡的止息。
death is both the end of the labors of virtue and a check upon wickedness.
1:498
ἕτερα δὲ βιβλία ἔχουσι καὶ τοῦτον τὸν στίχον μετὰ τὸ θάνατος ἀνδρὶ ἀνάπαυσις·
但另有一些抄本,在「死亡是人的安息」之後,還加有這一節:
But other manuscripts also have this verse after 'death is rest for a man':
1:499
_ο_ὗ_ _ἡ_ _ὁ_δ_ὸ_ς_ _ἀ_π_ε_κ_ρ_ύ_β_η_ _ἀ_π_'_ _α_ὐ_τ_ο_ῦ_
「他的道路向他隱藏」
'whose way has been hidden from him'
1:500
τοῦ θανάτου ἡ ὁδὸς ἀπεκρύβη ἀπὸ τοῦ ἀνθρώπου·
死亡的道路向人隱藏;
The way of death has been hidden from man;
1:501
οὐ γὰρ οἶδεν ὁ ἄνθρωπος, πότε ὁ θάνατος ἐφίσταται διὰ τὸ αἰφνίδιον
因為人不知道死亡何時臨到,因它是突如其來的。
for man does not know when death will come upon him, because of its suddenness.
1:502
πρὸ γὰρ τῶν σιτίων μου στεναγμός μοι ἥκει, δακρύω δὲ ἐγὼ συνεχόμενος φόβῳ
「因為我的食物尚未到,嘆息就臨到我;我流淚,被懼怕籠罩。」
'For before my food comes groaning to me, and I weep, gripped by fear.'
1:503
αἰτίαν ἀποδίδωσι τοῦ ποθεῖν τὸν θάνατον·
他說明了自己渴望死亡的緣由:
He gives the reason for his longing for death:
1:504
οὔτε γὰρ ἀστενακτί, φησίν, τροφῆς μεταλαμβάνω, ἀλλὰ καὶ πυκνὰ δακρύω δεδοικώς, μή τι ἄρα ἐγκατάλειψιν τελείαν ὑπὸ θεοῦ ὑπέμεινα
他說:我連進食都不能不嘆息,反倒常常流淚,惟恐自己已遭神完全的棄絕。
'For not even without groaning,' he says, 'do I partake of food, but I weep constantly, fearing lest I have suffered utter abandonment by God.'
1:505
αἱρετώτερος δὲ τοῖς δικαίοις, ὡς φθάσαντες ἔφημεν, μυριάκις ὁ σωματικὸς θάνατος ἢ τὸ ὑποπτεύειν ἐγκατάλειψιν ὑπομεμενηκέναι παρὰ θεοῦ
正如我們先前所說,對義人而言,肉身的死亡遠勝過(勝過萬倍)懷疑自己已遭神棄絕。
For to the righteous, as we have already said, bodily death is ten thousand times more preferable than to suspect that one has suffered abandonment from God.
1:506
ἄμεινον κρίνει ὁ λογικὸς ἄνθρωπος τὸ μηδὲ ὅλως γενέσθαι ἢ ἐν ἐγκαταλείψει γενέσθαι θεοῦ
有理性的人認為,寧可根本不曾存在,也勝過活在被神棄絕之中。
The rational man judges it better never to have existed at all than to exist in abandonment by God.
1:507
φόβος γάρ, ὃν ἐφρόντισα, ἦλθέ μοι, καὶ ὃν ἐδεδοίκειν, συνήντησέ μοι
「因為我所思慮的懼怕臨到我身,我所畏懼的遭遇了我。」
'For the fear that I pondered has come upon me, and that which I dreaded has met me.'
1:508
φησί που ψάλλων ὁ μεγαλογράφος·
那位偉大的詩人在某處歌唱說:
The great psalmist says somewhere, singing:
1:509
ἐγὼ δὲ εἶπα ἐν τῇ εὐθηνίᾳ μου·
「我在我富足安逸之時曾說:
'And I said in my prosperity:
1:510
οὐ μὴ σαλευθῶ εἰς τὸν αἰῶνα
我永不動搖。」
I shall never be shaken forever.'
1:511
ἀπέστρεψας δὲ τὸ πρόσωπόν σου καὶ ἐγενήθην τεταραγμένος
「你卻掩面不顧,我就驚惶。」
'But you turned away your face, and I became troubled.'
1:512
ὁ δὲ μέγας Ἰὼβ ἐξ ὑπερβαλλούσης φιλοσοφίας ἐν πλούτῳ καὶ εὐθηνίᾳ οὐκ εἶπεν·
但偉大的約伯,因著超凡的智慧,即使在富足安逸之中,也沒有說:
But the great Job, out of surpassing wisdom, did not say, even in wealth and prosperity:
1:513
οὐ μὴ σαλευθῶ, ἀλλὰ καὶ σφόδρα ἐδεδοίκει καὶ περιδεὴς ἦν, μή τι προσκρούσῃ θεῷ, μὴ ἐκτὸς τῆς θείας σκοπῆς γένηται
「我永不動搖」;反倒他極其懼怕、戰兢不安,惟恐自己在任何事上得罪神,惟恐脫離神聖眷顧的範圍。
'I shall never be shaken'; rather he was greatly afraid and full of dread, lest he should offend God in anything, lest he should fall outside the bounds of divine oversight.
1:514
διὰ τοῦτο νῦν ἀγωνιᾷ καὶ τὸν θάνατον ποθεῖ ὑπονοῶν, ὅτι τοῦτο πέπονθεν, ὅπερ ἐφοβεῖτο, καὶ ὁ ὑπ' αὐτοῦ ποθούμενος θεὸς ἀπεστράφη τὰ κατ' αὐτόν
正因如此,他如今陷入痛苦掙扎,渴望死亡,猜想自己所遭遇的正是他所懼怕的事,就是他所渴慕的神已經轉臉不顧他的境況。
For this reason he is now in anguish and longs for death, suspecting that he has suffered exactly what he feared, and that God, whom he longed for, has turned away from his affairs.
1:515
οὔτε εἰρήνευσα οὔτε ἡσύχασα οὔτε ἀνεπαυσάμην, ἦλθε δέ μοι ὀργή
「我沒有平安,沒有寧靜,也沒有安息,忿怒卻臨到我。」
'I had no peace, nor was I quiet, nor did I rest, but wrath came upon me.'
1:516
οὐδέποτε, φησίν, ἀπεμερίμνησα, οὐ μετὰ τῆς ἁμαρτίας εἰρήνευσα, οὐκ ἐφησύχασα τοῦ ἀγαθοποιεῖν, τὴν ὀργὴν καὶ ἀποστροφὴν τοῦ θεοῦ δεδοικὼς τὴν νῦν ἐπελθοῦσάν μοι
他說:我從未免於憂慮,從未與罪惡言和,也從未停止行善,因為我懼怕神的忿怒與轉臉不顧——如今這正臨到我身上。
'Never,' he says, 'was I free from care; I made no peace with sin, nor did I cease from doing good, fearing the wrath and aversion of God which has now come upon me.'
1:517
Ὑπολαβὼν δὲ Ἐλιφὰζ ὁ Θαιμανίτης λέγει·μὴ πολλάκις σοι λελάληται ἐν κόπῳ; ἰσχὺν δὲ ῥημάτων σου τίς ὑποίσει; Προθεωρία τοῦ κεφαλαίου καὶ ταῦτα μὲν ὁ ἐν ταῖς βασάνοις κείμενος, ταῦτα ὁ ἐκ πλουσίων πένης, ὁ ἐκ πολυπαίδων ἄπαις, ὁ πᾶσιν ἐλεεινὸς καὶ ἀπερριμμένος ἐφιλοσόφησεν
提幔人以利法回答說:「若在你困苦之時對你說句話,你豈能忍受?然而誰能約束你言語的力量呢?」本章提要:這些話,是那躺臥在苦刑中的人、那從富有變為貧窮的人、那從多子變為無子的人、那為眾人所憐憫並被棄絕的人,所發出的哲思。
And Eliphaz the Temanite, answering, says: 'If one ventures a word with you in your distress, will you be grieved? Yet who could restrain the force of your words?' Overview of the chapter: These things he who lay in torments, he who became poor after being rich, he who became childless after having many children, he who was pitiable to all and cast aside, philosophized.
1:518
καὶ δέδειχε μέν, ὡς ἐπαισθάνεται τῶν ἀλγηδόνων·
他確實顯明自己感受到痛苦;
And he has indeed shown that he perceives his pains;
1:519
ἔξω δὲ γίνεται τοῦ σώματος ἐν αὐταῖς μέσαις ταῖς βασάνοις καὶ προφητεύει κατὰ θείαν χάριν καὶ τὸ περὶ ἀθανασίας ψυχῆς κάλλιστον εἰσηγεῖται μάθημα, δι' ὧν διδάσκει μὴ συναπόλλυσθαι τοῖς σώμασι τὰς ψυχάς, ἀλλ' ἐν ᾅδου τυγχάνειν
然而正在痛苦最深之際,他卻超脫肉體,憑著神的恩典說出預言,並提出關於靈魂不朽最卓越的教導,藉此教導人:靈魂不與肉身同歸於盡,而是存在於陰間。
yet in the very midst of his torments he rises above the body and prophesies by divine grace, and sets forth the most excellent teaching concerning the immortality of the soul, through which he teaches that souls do not perish together with bodies, but exist in Hades.
1:520
καὶ παιδεύει τοὺς πλουσίους καὶ παραμυθεῖται τοὺς ἐν ἀνάγκαις πέρας ἁπάντων εἶναι λέγων καὶ τῶν ἐν βίῳ φοβερῶν καὶ τῶν δοκούντων ἡδέων·
他教導富人,也安慰患難中的人,說世上一切事物,無論是可怕的,或是看似令人愉悅的,終究都有盡頭;
And he instructs the rich, and consoles those in distress, saying that there is an end to all things—both to the fearful things of life and to those that seem pleasant;
1:521
καὶ ὅτι χρησίμως καὶ σφόδρα φιλανθρώπως ὑπὸ θεοῦ τοῖς ἀνθρώποις τὸ τοῦ θανάτου μυστήριον ᾠκονομήθη διὰ τὸ καὶ κακίαν ἐπέχειν καὶ πόνων φέρειν ἀνάπαυλαν·
並且死亡的奧祕乃是神為人有益且極其慈愛地安排的,因為它既能止息罪惡,又能帶來勞苦的休息;
and that the mystery of death was ordained by God for men both usefully and with great loving-kindness, since it both checks wickedness and brings relief from toils;
1:522
καὶ ὡς οὐ δεῖ καταφρονεῖν ἐν ταῖς εὐθηνίαις, ἀλλ' ἐννοεῖν τοῦ βίου τὸ εὐμετάπτωτον καὶ δεδοικέναι·
又說人在富足安逸之時不可輕忽自恃,反倒當思念人生的無常變幻,並心存敬畏;
and that one ought not to grow contemptuous in times of prosperity, but rather to consider the fickleness of life and to be fearful;
1:523
καὶ ὅτι τὸ ἀποθανεῖν ἄμεινον ἢ ἐν προσκρούσει γενέσθαι θεοῦ
又說死亡勝過與神相犯衝突。
and that it is better to die than to come into conflict with God.
1:524
ταῦτα οὐ νενοηκότες οἱ περὶ τὸν Ἐλιφάζ, ὑποπτεύσαντες δὲ βλασφημίαν εἶναι κατὰ θεοῦ τὸ ποθεῖν τὸν δίκαιον ἀπαλλαγῆναι τοῦ βίου, ἀλόγῳ κινοῦνται ζήλῳ·
以利法及其同伴並不明白這些道理,反倒懷疑義人渴望脫離此生乃是對神的褻瀆,因而被無理性的激憤所驅動;
Eliphaz and his companions, not having understood these things, but suspecting that it is blasphemy against God for a righteous man to long to be released from life, are moved by an irrational zeal;
1:525
καὶ ἐκταραχθέντος αὐτοῖς τοῦ θυμικοῦ οὐκ εὐλόγῳ θυμῷ χρώμενοι κατὰ τοῦ δικαίου πλανῶνται περὶ τοὺς τῆς προνοίας λόγους·
他們的血氣被攪動,對這位義人懷著不合理的憤怒,以致在關於天命護理的道理上陷入謬誤;
and, their passionate part being thrown into confusion, employing an unreasonable anger against the righteous man, they go astray concerning the doctrines of providence;
1:526
καὶ νομίζοντες, ὅτι δι' ἁμαρτίας μόνον πάσχουσιν οἱ ἄνθρωποι, τὴν ὑπὲρ τοῦ θεοῦ δῆθεν συνηγορίαν ἀναλαβόντες, ὅτι δικαίως καὶ ὡς ἁμαρτωλὸν τιμωρεῖται τὸν Ἰώβ, προσθήκη τῶν ἀλγηδόνων οἱ ἐπὶ παραμυθίαν ἥκοντες αὐτῷ γεγόνασιν
又以為人受苦僅僅是因為罪的緣故,於是彷彿為神辯護一般,主張約伯是因罪而被公正懲罰,結果那些前來安慰他的人,反倒成了他痛苦的加增。
and, thinking that men suffer only on account of sin, having taken up, as it were, an advocacy on behalf of God—arguing that Job is justly punished as a sinner—those who came to comfort him have instead become an addition to his pains.
1:527
ποιοῦσι δὲ τοῦτο οὐ κακονοίᾳ τινί, ἀλλ' οἰόμενοι τὸν ἑαυτῶν φίλον ἐπιστρέφειν καὶ καλλίονα ποιεῖν καὶ διὰ τοῦ ἐκφοβεῖν ἐπὶ μετάνοιαν προτρέπειν
然而他們這樣做並非出於惡意,而是自以為在使朋友回轉、變得更好,並藉著使他懼怕來勸勉他悔改。
They do this not out of any malice, but supposing that they were turning their friend back, making him better, and, by instilling fear, urging him toward repentance.
1:528
διὸ καὶ ὑπὸ τοῦ κυρίου ἀγανακτοῦνται μὲν ὡς οὐ δίκαια λαλήσαντες, συγχωροῦνται δὲ ὡς οὐ κακονοίᾳ τινί, εὐνοίᾳ δὲ μᾶλλον τῇ περὶ τὸν δίκαιον καὶ τῇ πρὸς θεὸν εὐλαβείᾳ τὰ τοιαῦτα φθεγξάμενοι
因此他們也受到主的責備,因為他們所說的並不公正;但他們仍蒙寬恕,因為他們說這些話並非出於惡意,而是出於對這義人的善意,以及對神的敬畏。
Therefore they are also rebuked by the Lord for not having spoken rightly, yet they are pardoned, since they uttered such things not out of any malice, but rather out of goodwill toward the righteous man and out of reverence toward God.
1:529
ἔστιν οὖν οὐδὲ ἡ τῶν φίλων ἀντιλογία ἀνωφελὴς ἡμῖν, εἰ καὶ μὴ κατὰ τὸ δέον μηδὲ ἐν καιρῷ μηδὲ ἐπὶ προσώπου ταῦτα {μὴ} ὀφείλοντος ἀκούειν γέγονεν
因此,這些朋友的爭辯對我們並非毫無益處,儘管它並非按當有的方式進行,也不合時宜,且是對一個不該聽這些話的人所說的。
So then the disputation of the friends is not without benefit for us, even though it was made neither as it ought, nor at the right time, nor addressed to a person who deserved to hear such things.
1:530
πρῶτα μὲν γὰρ διδασκόμεθα μὴ ὡς ἔτυχε τὰς παραινέσεις ποιεῖσθαι, ἀλλὰ μετὰ πολλῆς εὐλαβείας καὶ δεήσεως τῆς πρὸς τὸν θεόν, ὅπως ἀπλανεῖς ἡμῶν καὶ ἀδιαστρόφους φυλάξῃ τοὺς λογισμούς, καὶ ὅτι οὐδεμία ὠφέλεια, μᾶλλον δὲ καὶ βλάβη τῷ μὴ κατὰ τὸ δέον κρίνοντι, κἂν ὑπὲρ θεοῦ δοκῇ ποιεῖσθαι τοὺς λόγους
首先,我們從中學到:勸誡他人不可隨意而為,而應懷著極大的敬畏,並向神懇切禱告,求祂保守我們的思想不致謬誤、不被扭曲;並且,若人判斷不當,即便自以為是在為神說話,也毫無益處,反而有害。
For, first, we are taught not to make our exhortations haphazardly, but with much reverence and supplication toward God, that he may keep our reasonings free from error and undistorted; and that there is no benefit—rather, even harm—for one who does not judge as he ought, even if he seems to be speaking on God's behalf.
1:531
χρὴ τοιγαροῦν, ὡς ἔφην, μετὰ φόβου θεοῦ ποιεῖσθαι τοὺς λόγους·
因此,正如我所說,說話必須存著對神的敬畏;
It is necessary, therefore, as I have said, to speak with the fear of God;
1:532
πέφυκε γὰρ ὁ πονηρὸς ἐφεδρεύειν ἡμῶν ταῖς διαλέξεσι καὶ τὸ θυμικὸν τῆς ψυχῆς ἐκταράττειν μέρος, ὡς ἂν σκοτωθέντες τὸν νοῦν καὶ τῆς εὐθείας παρατραπέντες οἱ ἐπὶ ὠφελείᾳ πολλάκις συναχθέντες βλάβης αἴτιοι ἑαυτοῖς γενώμεθα
因為那惡者本性就在窺伺我們的談話,攪動靈魂中屬血氣的部分,好使我們心智昏暗、偏離正道,以致我們這些常為求益處而聚集的人,反倒成了自己受害的原因。
for the evil one is by nature accustomed to lie in wait during our conversations and to throw into confusion the passionate part of the soul, so that, our mind being darkened and turned aside from the straight path, we who have often come together for benefit may become the cause of harm to ourselves.
1:533
πιθανῷ δὲ προοιμίῳ χρησάμενος ὁ Ἐλιφὰζ ἐν μέσοις πλανᾶται τοῖς λόγοις καὶ πειρᾶται δεικνύναι, ὡς δι' ἁμαρτίας πάσχει ὁ Ἰώβ, καὶ ἐπιστρέφειν τὸν ἐπεστραμμένον καὶ πρὸς θεοσέβειαν ἕλκειν τὸν ἄμεμπτον καὶ θεοσεβῆ καὶ παρ' αὐτὰς μέσας τὰς ἀλγηδόνας τοιαῦτα φιλοσοφήσαντα
以利法雖以一段動聽的開場白起頭,卻在言談之中逐漸走入謬誤,企圖證明約伯是因罪受苦,並試圖使一個已然回轉的人再回轉,把一個無可指摘、敬虔的人拉向敬虔——而這人正是在痛苦最深之際說出了如此深刻的哲思。
Eliphaz, having employed a persuasive preface, goes astray in the midst of his speech, and attempts to show that Job suffers on account of sin, and tries to convert one already converted, and to draw toward piety one who is blameless and pious and who, in the very midst of his pains, has philosophized such things.
1:534
Ἐλιφὰζ ὁ Θαιμανίτης λέγει·
提幔人以利法說:
Eliphaz the Temanite says:
1:535
τοὺς τοῦ Ἰὼβ λόγους διαδεξάμενος
接續回應約伯的話語,
taking up in reply the words of Job,
1:536
μὴ πολλάκις σοι λελάληται ἐν κόπῳ; ἰσχὺν δὲ ῥημάτων σου τίς ὑποίσει; οἶσθα, φησίν, ὦ Ἰώβ, ὅτι οὐδέποτέ σοι λελαλήκαμεν λυπηρὰ ὥστε σε κοπῶσαι, οὐδέποτέ σου κατεφρονήσαμεν·
「若對你說句話,你豈能忍受?然而誰能約束你言語的力量呢?」他說:約伯啊,你知道,我們從未對你說過令人憂傷、使你困乏的話,也從未輕視過你;
'If one ventures a word with you, will you be grieved? But who could restrain the force of your words?' You know, he says, O Job, that we have never spoken grievous things to you so as to wear you out, nor have we ever despised you;
1:537
νῦν δέ, ἐπειδὴ μὴ δυνάμεθά σου φέρειν τὴν τραχύτητα τῶν ῥημάτων, εἰς ἀντιλογίαν ἤλθομεν
但如今,因為我們無法忍受你話語中的粗暴,便來與你爭辯了。
but now, since we cannot bear the harshness of your words, we have come to dispute with you.
1:538
εἰ γὰρ σὺ ἐνουθέτησας πολλοὺς καὶ χεῖρας ἀσθενοῦς παρεκάλεσας, ἀσθενοῦντας τε ἐξανέστησας ῥήμασι, γόνασί τε ἀδυνατοῦσι θάρσος περιέθηκας
「你曾勸戒許多人,堅固軟弱人的手;你曾用言語扶起跌倒的人,使無力的膝蓋披上勇氣。」
'For you have admonished many, and have strengthened the hands of the weak; you have raised up the failing by your words, and have clothed feeble knees with courage.'
1:539
νυνὶ δὲ ἥκει ἐπὶ σὲ πόνος καὶ ἥψατό σου, σὺ δὲ ἐσπούδασας
「但如今患難臨到你,觸及了你,你就驚慌失措。」
'But now trouble has come upon you and touched you, and you are dismayed.'
1:540
ἀναμνήσθητι τοιγαροῦν, ὡς πολλοὺς ὑπὸ συμφορῶν ἐκλελυμένους ὡς φίλος τοῖς παρακλητικοῖς σου λόγοις ἐπέρρωσας καὶ καταπεσόντας ὑπὸ τῆς ἀθυμίας θαρρεῖν παρεσκεύασας ἀγαθὰς ἐλπίδας αὐτοῖς ὑποθέμενος
所以你當記得,你曾如朋友一般,用安慰的話使許多被苦難擊垮的人重新剛強起來,也使那些因灰心而倒下的人得著勇氣,向他們灌注美好的盼望。
Remember, then, how, like a friend, you strengthened with your consoling words many who were undone by misfortunes, and how you made those fallen under despondency take courage, by setting good hopes before them.
1:541
τί οὖν πέπονθας; πῶς τὸν ἐπελθόντα σοι πόνον φέρειν οὐ δύνῃ, ἀλλὰ θορυβῇ καὶ σπουδάζεις ἀποθέσθαι τὸ βάρος; καίτοιγε ἐ χρῆν σε τῶν οἰκείων ὑπομιμνησκόμενον λόγων μὴ ἐν ταῖς ἑτέρων μόνον, ἀλλὰ κἀν ταῖς σαυτοῦ συμφοραῖς φιλοσοφεῖν
那麼你如今是怎麼了呢?為何你不能承受臨到你身上的患難,反倒驚慌失措、急於卸下重擔?其實你本該記起自己說過的話,不僅在別人的患難中,也當在自己的患難中持守哲思智慧。
What, then, has happened to you? How is it that you cannot bear the trouble that has come upon you, but are thrown into confusion and eager to cast off the burden? And yet you ought, remembering your own words, to philosophize not only in the misfortunes of others, but also in your own.
1:542
ἐπιτήρει δέ, ὡς πρὸς ταῖς ἄλλαις ἀρεταῖς μαρτυρεῖ τῷ Ἰὼβ ὁ Ἐλιφάζ, ὅτι καὶ διδασκαλικὸν εἶχε χάρισμα καὶ τὸν παρακλητικὸν μετὰ χάριτος θείας προέφερε λόγον, ὥστε καὶ εὐθυμεῖν τοὺς ἐν ταῖς συμφοραῖς παρασκευάζειν διὰ τῆς παραινέσεως
請留意,除了其他美德之外,以利法還見證約伯擁有教導的恩賜,並帶著神的恩典說出安慰的話語,以致他的勸勉能使處在患難中的人重新得著喜樂。
Observe how, in addition to his other virtues, Eliphaz testifies concerning Job that he also possessed a gift of teaching, and that he brought forth words of consolation with divine grace, so that through his exhortation he made even those in misfortune to be of good cheer.
1:543
ταῦτα μὲν οὖν οὔπω τραχέα τοῦ Ἐλιφὰζ τὰ ῥήματα, τὰ δὲ ἐφεξῆς οὐκέτι πρὸς τὴν τοῦ παραμυθουμένου προσώπου ποιότητα φθέγγεται
以利法這些話,至此還不算嚴厲;但接下來他所說的,已不再符合安慰者應有的口吻。
These words of Eliphaz, then, are not yet harsh; but what follows he no longer utters in a manner befitting the character of one who consoles.
1:544
πότερον οὐχ ὁ φόβος σού ἐστιν ἐν ἀφροσύνῃ καὶ ἡ ἐλπίς σου καὶ ἡ κακία τῆς ὁδοῦ σου
「你的敬畏豈不是出於愚昧?你的盼望,以及你道路的邪惡,豈不也是如此?」
'Is not your fear rooted in folly, and your hope, and the wickedness of your way?'
1:545
δέδεικται γάρ, φησίν, ἐπὶ τῶν πραγμάτων, ὅτι μάτην ἔλεγες τὸν θεὸν φοβεῖσθαι
他說:事實已經證明,你所說「敬畏神」的話,原來是虛假的。
'For it has been shown,' he says, 'by the facts themselves, that you said in vain that you feared God.'
1:546
ὁ γὰρ περὶ θεὸν φόβος περιεκτικός ἐστι τῶν ἀρετῶν
因為敬畏神本是涵蓋一切美德的。
For the fear of God comprises all the virtues.
1:547
σὺ δὲ οὐ καθαρὸν τοῦτον ἐκέκτησο, ἀλλ' ἐν κακίᾳ ὢν ἔλεγες φοβεῖσθαι θεὸν καὶ ἐλπίζειν ἐπ' αὐτόν, ὅπερ ἐστὶν ἀφροσύνης
但你並未純潔地擁有這敬畏;你雖身處邪惡之中,卻聲稱敬畏神、仰望祂——這正是愚昧的表現。
But you did not possess this in purity; rather, being in wickedness, you said that you feared God and hoped in him, which is a mark of folly.
1:548
μνήσθητι οὖν τίς καθαρὸς ὢν ἀπώλετο ἢ πότε ἀληθινοὶ ὁλόρριζοι ἀπώλοντο
「你且回想,有哪個潔淨的人曾滅亡呢?又何曾有真正正直的人被連根拔除呢?」
'Remember, then, who, being pure, has ever perished? Or when have the truly upright been utterly destroyed, root and all?'
1:549
καθ' ὃν τρόπον εἶδον τοὺς ἀροτριῶντας τὰ ἄτοπα, οἱ δὲ σπείροντες αὐτὰ ὀδύνας θεριοῦσιν ἑαυτοῖς
「正如我所見,那些耕種罪孽之地的人,播種它的人,必為自己收割痛苦。」
'In the manner that I have seen those who plow up wickedness, and those who sow it shall reap sorrows for themselves.'
1:550
ἀπὸ προστάγματος κυρίου ἀπολοῦνται, ἀπὸ δὲ πνεύματος ὀργῆς αὐτοῦ ἀφανισθήσονται
「他們必因主的命令滅亡,也必因祂忿怒的氣息而被除滅。」
'By the command of the Lord they shall perish, and by the breath of his wrath they shall be utterly destroyed.'
1:551
ὅτι μὲν ὃ σπείρει τις τοῦτο καὶ θερίζει, κατὰ τὸν ἱερὸν ἀπόστολον πρόδηλον, καὶ καλῶς τοῦτο εἶπεν ὁ Ἐλιφάζ
「人所種的,必收成什麼」,這在聖使徒的話語中是顯而易見的,以利法在這一點上說得很對。
That whatever a man sows, this he also reaps, is evident according to the sacred apostle, and Eliphaz spoke well in saying this.
1:552
ἐπειδὴ δὲ δεῖ ἀροτριᾶν, εἶτα σπείρειν, εἶτα θερίζειν, ἀκολούθως ἐχρήσατο τῇ τροπῇ τοῦ λόγου
但既然必須先耕地,然後播種,然後收割,他便依照這順序恰當地運用了這個譬喻。
But since one must first plow, then sow, then reap, he employed the figure of speech accordingly, in due sequence.
1:553
ἐκεῖνο δὲ οὐκ ἐνόησεν, ὅτι οὐ πάντως ἐνταῦθα αἱ ἀνταποδόσεις·
但他卻沒有明白這一點:報應並非一律都在今生完成;
But this he did not understand, that the recompenses are not always given here in this life;
1:554
πολλοὶ γὰρ τῶν φαῦλα πραξάντων ἀνελέγκτως ἀπῆλθον μὴ κολασθέντες ἐν τῷδε τῷ βίῳ, ἀλλὰ τηρούμενοι τῷ μέλλοντι δικαίῳ κριτηρίῳ
因為許多作惡的人在今生並未受懲罰,未受譴責地離世,而是被保留到將來公義的審判台前。
for many who have done wicked deeds have departed unpunished, not chastised in this present life, but reserved for the just tribunal to come.
1:555
οὐ καλῶς οὖν ἀπεφήνατο, ὅτι πάντως οἱ ἄδικοι ἐνταῦθα κολάζονται, ἢ ὅτι πάντως οἱ ἀληθινοὶ καὶ δίκαιοι οὐ περιπίπτουσιν ἐνταῦθα συμφοραῖς
因此他所宣稱的並不正確——即不義的人必定在今生受罰,或真正正直、公義的人必定不會在今生遭遇患難。
He did not, therefore, correctly declare that the unjust are always punished here, or that the truly upright and righteous never fall into misfortunes here.
1:556
οὗτοι γὰρ μάλιστα ὡς ἐπίπαν πάσχουσιν, ἵνα καὶ δοκιμασθῶσιν
因為事實上,這些人多半正是為了要受試驗才受苦。
For these latter, for the most part, suffer precisely so that they may also be tested.
1:557
τὸ δὲ ὁλόρριζοι ἀντὶ τοῦ·
而「連根拔除」一詞的意思是:
And 'root and all' stands for:
1:558
αὐτοῖς τέκνοις καὶ περιουσίᾳ, ὅπερ πέπονθεν ὁ Ἰώβ
連同子女和財產一同拔除——這正是約伯所遭遇的。
together with their children and possessions—which is exactly what Job suffered.
1:559
πλανηθεὶς οὖν ὁ Ἐλιφὰζ ἀντιφθέγγεται τῇ γραφῇ
以利法既已陷入錯謬,便說出與經文相悖的話。
Eliphaz, then, having gone astray, speaks contrary to Scripture.
1:560
τῆς γὰρ γραφῆς εἰπούσης περὶ τοῦ Ἰώβ·
因為經文論及約伯時曾說:
For Scripture, in speaking about Job, has said:
1:561
καὶ ἦν ὁ ἄνθρωπος ἐκεῖνος ἀληθινὸς αὐτός φησιν ὅτι·
雖然經上說那人原是誠實正直的,但他(以利法)實際上卻是這樣說:
And though it was said that that man was true, this is in effect what he himself says:
1:562
οὐκ εἶ ἀληθινός, ἢ γὰρ ἂν οὐδὲ ἐκ ῥιζῶν ἀπώλου
「你並不真實;否則你就不會被連根拔除了。」
'You are not truthful; for otherwise you would not have been destroyed root and branch.'
1:563
τὸ δὲ ἀπὸ πνεύματος ὀργῆς αὐτοῦ ἀντὶ τοῦ·
而「因祂忿怒的氣息」的意思是:
And 'from the breath of his wrath' means:
1:564
σθένος λέοντος, φωνὴ δὲ λεαίνης, γαυρίαμα δὲ δρακόντων ἐσβέσθη·
「獅子的力氣、母獅的吼聲,並毒蛇的誇耀都熄滅了;」
'The lion's strength, and the lioness's voice, and the serpents' exultant boast, were quenched;'
1:565
μυρμηκολέων ὤλετο παρὰ τὸ μὴ ἔχειν βοράν, σκυμνοὶ δὲ λεόντων ἔλιπον ἀλλήλους
「蟻獅因無獵物可食而滅亡,幼獅們也彼此離散。」
'the ant-lion perished for lack of prey, and the lions' cubs forsook one another.'
1:566
εἰ δέ τι ῥῆμα ἀληθινὸν ἐγεγόνει ἐν λόγοις σου, οὐδὲν ἂν τούτων ἀπήντησέ σοι
「你的話語中若曾有一句真實的,這些事就不會臨到你了。」
'But if any true word had been found in your speech, none of these things would have befallen you.'
1:567
τὸν μυρμηκολέοντα οἱ μὲν οὐδὲ ὅλως εἶναί φασι ζῷον καθ' ἱστορίαν, ἀλλὰ κατὰ σύνθεσιν οὕτως εἰρῆσθαι
有人說「蟻獅」按博物實情而言根本不是一種真實動物,這個名稱只是由複合構詞而來。
Some say that the ant-lion is not, according to natural history, a real animal at all, but that the name is so formed merely by compounding.
1:568
οἱ δὲ λέγουσιν, ὅτι καὶ ζῷόν ἐστι καὶ δίχα τροφῆς δύναται διαζῆν οὕτως αὐτὸ τοῦ θεοῦ κατασκευάσαντος
但另有人說,牠確實是一種動物,並且能不靠食物存活,因為神造牠本是如此。
But others say that it is indeed an animal, and that it is able to live without food, since God has so constituted it.
1:569
πρὸς μὲν οὖν τὴν ἱστορίαν πειρᾶται δεικνύναι ὁ Ἐλιφάζ, ὅτι οὐκ ἔστιν ἀληθινὸς ὁ Ἰώβ, φυσικοῖς χρώμενος παραδείγμασιν
就字面歷史意義而言,以利法乃是藉自然界的例子,試圖證明約伯並非真誠正直之人。
According to the literal sense, then, Eliphaz, by means of examples drawn from nature, tries to show that Job is not truthful.
1:570
ἐτάχθησαν; ὥσπερ οὖν, φησίν, ταῦτα τηροῦσι τῆς φύσεως τοὺς ὅρους, οὕτω καὶ σὺ εἰ ἦς ἀληθινὸς ὄντως καὶ μὴ μέχρι λόγων μόνον εἶχες τὸ θεοσεβές, οὐδὲν ἂν τούτων συνήντησέ σοι
「……牠們是被安排定的?」他說,正如這些活物謹守自然所定的界限,你也是如此:倘若你真是誠實的人,而不是敬虔只停留在言語上,這些事就不會臨到你了。
'...were they appointed?' Just as, he says, these creatures keep the bounds set by nature, so also you, if you were truly genuine and your piety did not lie in words alone, none of these things would have met you.
1:571
κατὰ δὲ τὴν θεωρίαν τὰς ὁρμὰς τῶν παθῶν τοῖς θηρίοις ἀπεικαστέον, τὸν δὲ μυρμηκολέοντα τῷ διαβόλῳ, μύρμηκα μὲν ὄντα τοῖς εὐσεβέσιν, λέοντα δὲ τοῖς ἀσεβέσιν
但按靈意而言,情慾的衝動當比作野獸,蟻獅則喻指魔鬼——牠對敬虔的人如同螞蟻,對不敬虔的人卻如同獅子。
But according to the higher/contemplative sense, the impulses of the passions are to be likened to wild beasts, and the ant-lion to the devil, who is an ant to the pious but a lion to the impious.
1:572
εἰ μὴ εὗρεν, οὖν φησιν, τροφὴν παρὰ σοὶ ὁ διάβολος, τουτέστιν εἰ μὴ ἦς ἄδικος, ἀπώλετο ἄν, ἀντὶ τοῦ·
他說:「若魔鬼在你身上找不到食物」——就是說,倘若你不是不義的人——「牠就已經滅亡了」,意思是:
'If, then,' he says, 'the devil had not found food in you' — that is, if you had not been unjust — 'he would have perished,' meaning:
1:573
ἄπρακτος ἔμενε καὶ αἱ τῶν παθῶν προσβολαὶ ἀπεσβέννυντο καὶ διελύοντο
牠便會落得無所作為,情慾的攻擊也會被撲滅、消解。
it would have remained inactive, and the assaults of the passions would have been quenched and dissolved.
1:574
ταῦτα δὲ οὐχ ὡς τοῦ Ἐλιφὰζ οὕτω νοήσαντος ἐθεωρήσαμεν, ἀλλ' ὡς δυναμένων τῶν ῥητῶν καὶ πρὸς ἀλληγορίαν τρέπεσθαι, ὅταν ἡ χρεία καλέσοι
我們如此闡釋,並非以為以利法本意如此,而是因為這些話語在有需要時,也能被轉為寓意解釋。
We have expounded these things, however, not on the supposition that Eliphaz understood them in this way, but because the words are capable of being turned also toward allegory, whenever occasion calls for it.
1:575
οὐ γὰρ ἀποφαντέον, ὅτι ὁ Ἐλιφὰζ οὕτως ἐνόησεν, πλὴν οἱ παλαιότεροι ἐχρήσαντο τῇ θεωρίᾳ
因為不可斷言以利法確實如此理解;然而古來的解經者確實採用過這種靈意的解釋。
For one must not declare that Eliphaz understood it in this way; nevertheless, the elder interpreters made use of this contemplative sense.
1:576
πότερον οὐ δέξεταί μου τὸ οὖς ἐξαίσια παρ' αὐτοῦ; φόβος δὲ καὶ ἠχὼ νυκτερινή, ἐπιπίπτων φόβος ἐπ' ἀνθρώπους, φρίκη δέ μοι συνήντησε καὶ τρόμος καὶ μεγάλως μου τὰ ὀστᾶ συνέσεισεν
「我的耳朵豈不從祂那裡領受非常的事嗎?懼怕與夜間的回聲,那臨到世人的懼怕;戰兢與驚駭臨到我,並使我的骨頭大大震動。」
'Shall my ear not receive extraordinary things from him? Fear, and a nocturnal echo, a fear falling upon men; trembling and dread came upon me, and greatly shook my bones.'
1:577
καὶ πνεῦμα ἐπὶ πρόσωπόν μου ἐπῆλθεν, ἔφριξαν δέ μου τρίχες καὶ σάρκες, ἀνέστην καὶ οὐκ ἐπέγνων, εἶδον καὶ οὐκ ἦν μορφὴ πρὸ ὀφθαλμῶν μου, ἀλλ' ἢ αὖραν καὶ φωνὴν ἤκουον
「有靈掠過我的臉,我的毛髮和皮肉都豎立起來;我起來卻認不出是甚麼;我觀看,眼前卻沒有任何形狀,只聽見微風與聲音。」
'And a spirit passed over my face; my hair and my flesh bristled; I rose up and did not recognize what it was; I looked, and there was no form before my eyes, but I heard only a breeze and a voice.'
1:578
κατὰ πολλὰς ἐννοίας τὰ παρόντα δυνατὸν νοῆσαι·
這段經文可以按多種意涵來理解:
It is possible to understand the present passage according to several considerations:
1:579
ἢ γὰρ εἰς φόβον ἐνάγων τὸν Ἰώβ φησιν ὅτι·
或是,為要引導約伯心生懼怕,他這樣說:
for either, in order to lead Job into fear, he says:
1:580
δεῖ σε φοβεῖσθαι, ὦ Ἰώβ, καὶ μὴ καταφρονεῖν τοῦ θεοῦ, ἐπειδήπερ οὐ μόνον καθ' ἡμέραν κολάζει, ἀλλὰ καὶ διὰ νυκτερινῶν ὄψεων, ὡς καὶ ἑτέρων διηγουμένων τὰ περὶ αὐτοῦ θαυμάσια ἤκουσα καὶ αὐτὸς ἐπειράθην πολλάκις ἐν ὕπνῳ φοβηθεὶς ὡς φρίξαι μου τὰς τρίχας καὶ σύντρομον γενέσθαι καὶ σεισμὸν ὑπομεῖναι τῶν ὀστῶν τὴν ἁρμονίαν καὶ δοκεῖν τι πνεῦμα ἐπιέναι μοι καὶ μηδὲν μὲν μεμορφωμένον ὁρᾶν, φωνῶν δὲ μόνον ἀκούειν ἠρέμα ἐκπληκτικῶς μοι προσπιπτουσῶν καὶ τρόμον ἐμβαλλουσῶν
「約伯啊,你應當懼怕,不可輕慢神,因為祂的懲罰不僅在白晝,也藉夜間的異象——正如我曾聽別人述說關於祂的奇事,我自己也屢次在睡夢中經歷驚駭,以致毛髮豎立、渾身戰慄,骨節彷彿震動,並覺得有某種靈臨到我身上;眼前雖不見任何成形之物,卻只聽見輕柔而令人驚駭的聲音臨到,使我戰兢不已。」
'You must fear, O Job, and not despise God, since he punishes not only by day but also through nocturnal visions — even as I have heard others recounting the marvels concerning him, and I myself have often experienced, being terrified in sleep, that my hair stood on end, and I became all atremble, and endured a quaking in the joints of my bones, and seemed to have some spirit come upon me, and saw nothing that had taken shape, but heard only voices falling upon me softly yet with terror, and instilling trembling.'
1:581
δεῖσον τοίνυν, φησίν, τὸν θεὸν τὸν καὶ δι' ἐνυπνίων κολάζοντα
他說:「所以你當懼怕那位甚至藉夢境施行懲罰的神。」
'Fear, then,' he says, 'God, who punishes even through dreams.'
1:582
φοβεῖσθαι σε προσήκει, φησίν, τὸν θεόν, ὦ Ἰώβ, οὗ καὶ ἡ ἔννοια φοβερά·
他說:「約伯啊,你理當懼怕神,因為連對祂的思念本身都是可畏的;」
'It is fitting for you to fear God, O Job,' he says, 'the very thought of whom is fearful;'
1:583
καὶ γὰρ καὶ παλαιοτέρων ἤκουσα τὰ περὶ αὐτοῦ ἐξαίσια διηγουμένων
「因為我也曾聽年長者述說關於祂那異乎尋常之事。」
'for indeed I too have heard elders recounting extraordinary things concerning him.'
1:584
καὶ ἔγωγε ὅταν εἰς νοῦν λάβω τὴν περὶ τῆς φύσεως αὐτοῦ μεγαλειότητα, καὶ μάλιστα, πῶς ἦν ἐν τῇ οἰκείᾳ μακαριότητι πρὸ τοῦ τὸν κόσμον ποιῆσαι, πῶς δὲ καὶ νῦν ἐστι πανταχοῦ ὢν καὶ ἔξω τοῦ παντὸς τυγχάνων ἐν τῇ ἑαυτοῦ περιωπῇ καὶ μακαριότητι, ταὐτὸν ὑπομένω τοῖς ἀωρὶ τῶν νυκτῶν βαθείας σιγῆς κατεχούσης τὰ πάντα ἐν πολλῇ τῇ ἡσυχίᾳ ὑπὸ τοῦ ἤχου τοῦ νυκτερινοῦ καταπτοουμένοις, ὥστε καὶ φρίκην μοι συμβαίνειν καὶ τρόμον ἐν ταῖς τοιαύταις ἐννοίαις·
「而我自己,每當想起祂本性的威嚴,尤其是祂在創世以前如何處於自己的福樂之中,以及祂如今又如何無所不在,同時卻又超乎全宇宙之外,居於自己那超然而蒙福的境地——我便如同深夜萬籟俱寂、大靜之中被夜間某種聲響所驚嚇的人一樣,因這樣的思念而戰慄發抖;」
'And I myself, whenever I call to mind the majesty of his nature, and especially how he existed in his own blessedness before making the world, and how even now he is everywhere present, yet also stands beyond the whole universe in his own transcendence and blessedness, undergo the very thing that happens to those who, in the dead of night, when deep silence holds all things in great stillness, are struck with terror by some nocturnal sound — so that shuddering and trembling befall me in such thoughts;'
1:585
καὶ γίνομαι μὲν ἐν διανοίᾳ ἀφανοῦς τινος καὶ ἀκαταλήπτου πνεύματος·
「並且我心中彷彿意識到某種不可見、不可理解的靈臨到;」
'and in my mind I come to have a sense of some invisible and incomprehensible spirit;'
1:586
εἰ δὲ καὶ διανασταίην ἐπὶ πλεῖον τοῖς λογισμοῖς, οὐδὲν ἐπιγινώσκω οὐδὲ καταλαμβάνω
「但若我在思維上再進一步追究,我卻一無所知、一無所悟。」
'but if I should press on still further in my reasonings, I recognize nothing and comprehend nothing.'
1:587
τὸ γὰρ ἀνείδεον τοῦ θεοῦ καὶ ἀκατάληπτον διαφεύγει τὴν ὀπτικὴν τῆς ψυχῆς δύναμιν, καὶ ὅσον ἄν τις ἀνέλθοι τοῖς λογισμοῖς, τοσοῦτον αὐτὸν τοῦ ζητουμένου ἡ εὕρεσις ἀπολιμπάνει
因為神的無形無相與不可理解,逃避了靈魂的觀照能力;一個人在思維上攀升得越高,對所尋求之事的尋獲便越是遠遠落在他後面。
For the formlessness and incomprehensibility of God escapes the visual power of the soul, and the further one ascends in one's reasonings, the further the discovery of what is sought leaves him behind.
1:588
καὶ τὴν μὲν γὰρ φύσιν ἐστὶν ἀκατάληπτος, συναισθάνεται δὲ οὖν ὅμως ἡ διάνοια ὡσανεὶ αὔρας λεπτῆς καὶ φωνῆς ἠρεμαίας ἀναψυχούσης τὸν νοῦν, καὶ τῆς μὲν τοῦ θεοῦ ἐνεργείας ποιούσης συναισθάνεσθαι, τὴν μέντοι θείαν φύσιν οὐκ ἐπιδεικνύσης
因為就本性而言,祂固然是不可理解的;然而心思仍能感知,彷彿有一陣輕柔的微風、一種平靜的聲音使理智得以舒暢——那是神的能力使人有所感知,卻並未顯明神聖的本性本身。
For while he is incomprehensible in his nature, the mind nevertheless does perceive something, as it were, of a subtle breeze and a gentle voice refreshing the intellect — the energy of God producing this perception, yet without displaying the divine nature itself.
1:589
παντελῶς γάρ ἐστιν ἀνέφικτος καὶ φρίκης γέμουσα καὶ σκοτοδινιᾶν τοὺς λογισμοὺς παρασκευάζουσα ἡ τοιαύτη θεωρία
因為這樣的默觀是完全無法企及的,充滿戰慄,並使人的思維陷入昏眩黑暗之中。
For such contemplation is altogether unattainable, full of dread, and it makes the reasonings grow dizzy in darkness.
1:590
μὴ φαυλίσῃς μου, φησίν, τοὺς λόγους καὶ τὴν παραίνεσιν, ὦ Ἰώβ
他說:「約伯啊,不要輕看我的話語與勸勉。」
'Do not despise my words and my exhortation, O Job,' he says.
1:591
καὶ γὰρ καὶ θείας ἀποκαλύψεως ἠξιώθην καὶ δι' ὀνείρων ὀπτασίαν ἐθεώρησα καὶ ἁγίου πνεύματος ἔλλαμψιν ἐδεξάμην·
「因為我確實蒙受神的啟示,也藉夢境目睹異象,並領受了聖靈的光照;」
'For indeed I too have been deemed worthy of a divine revelation, and through dreams I beheld a vision, and I received an illumination of the Holy Spirit;'
1:592
καὶ οἶδα μέν, ὅτι ἀνείδεός ἐστιν ὁ θεὸς ἁπλοῦς τε καὶ ἀκατάληπτος τὴν φύσιν, πλὴν ὡς ἐν αὔρᾳ τινὶ λεπτῇ συναίσθησίς μοι θεία γέγο νεν
「我也知道神是無形無相、單純且本性不可理解的;然而彷彿在一陣輕柔的微風之中,我卻蒙受了一種神聖的感知。」
'and I know that God is formless, simple, and incomprehensible in his nature; nevertheless, as though in a certain subtle breeze, a divine perception has come upon me.'
1:593
ταῦτα δὲ ἴσως φησὶν εὐπρόσδεκτον ἑαυτοῦ τὸν λόγον κατασκευάζων, ἵνα ἐν οἷς μέλλει λέγειν πίστεως ἄξιος εἶναι δόξῃ
他這樣說,或許是為了使自己的言論顯得可信,好叫他接下來要說的話顯得值得信賴。
He says these things, perhaps, in order to make his own discourse acceptable, so that in what he is about to say he may seem worthy of belief.
1:594
κατὰ πάσας δὲ τὰς ἐννοίας φοβεῖν πειρᾶται τὸν Ἰὼβ καὶ εἰς μετάνοιαν ἐπιστρέφειν
無論按哪一種理解,他都是企圖使約伯心生懼怕,並使他轉向悔改。
In every one of these senses, he is trying to instill fear in Job and to turn him toward repentance.
1:595
τί γάρ; μὴ καθαρὸς ἔσται βροτὸς ἐναντίον τοῦ κυρίου ἢ ἀπὸ τῶν ἔργων αὐτοῦ ἄμεμπτος ἀνήρ; καὶ μὴ νόμιζε, φησίν, ὅτι ὀνειδιστικῶς σοι ταῦτα λέγω·
「因為,難道必死的人能在主面前算為潔淨嗎?或人能因自己的行為而無可指摘嗎?」他說:「你不要以為我說這些話是在責備你;」
'For what? Shall a mortal be pure before the Lord, or a man be blameless on account of his works?' 'And do not suppose,' he says, 'that I say these things to you as a reproach;'
1:596
πάντα ἐπιστάμενον οὐ διαλανθάνει
因為在那位無所不知者面前,沒有一件事能被隱瞞。
nothing escapes him who knows all things.
1:597
τοῦτο γὰρ σημαίνει τὸ ἐναντίον τοῦ κυρίου
這正是「在主面前」一語所表示的意思。
for this is what 'before the Lord' signifies.
1:598
εἰ κατὰ παίδων αὐτοῦ οὐ πιστεύει, κατὰ δὲ ἀγγέλων αὐτοῦ σκόλιόν τι ἐπενόησεν
「祂若不信任自己的僕人,並且對自己的天使也覺察出某種偏差……」
'If he does not put trust in his servants, and against his angels he has perceived something crooked...'
1:599
οἱ γὰρ ἄγγελοι, φησίν, οἱ γνήσιοι αὐτοῦ θεράποντες, ὅσον πρὸς τὴν τοῦ θεοῦ ἀκρίβειαν οὐκ εἰσὶν ἄμεμπτοι
他說:「因為那些天使,雖是祂真正的僕役,但相較於神的精確標準,仍算不得無可指摘。」
'For the angels,' he says, 'his genuine servants, are not blameless when measured against the exactness of God.'
1:600
τὸ γὰρ οὐ πιστεύει ἀντὶ τοῦ·
因為「不信任」一語的意思是:
For 'he does not trust' means:
1:601
εἰ πρὸς τὴν ἑαυτοῦ ἀκρίβειαν ἐξετάσοι, εὑρήσει μὴ ἐν πᾶσι πιστούς
若祂按自己的精確標準來審查他們,便會發現他們並非事事都可信實。
if he should examine them according to his own exactness, he would find them not faithful in every respect.
1:602
τὸ δὲ σκόλιόν τι ἐπενόησεν ἀντὶ τοῦ·
而「覺察出某種偏差」一語的意思是:
And 'he perceived something crooked' means:
1:603
τρεπτὴν αὐτῶν τὴν φύσιν κατεσκεύασεν, ὡς ἐνδέχεσθαι διὰ τῆς τροπῆς καὶ μέμψεως ἐντὸς γίνεσθαι, ὅπερ οὖν καὶ πεπόνθασιν αἱ ἀποστατικαὶ δυνάμεις, ἐπεὶ μὴ τὴν φύσιν ἄτρεπτον ἐκληρώσαντο, προαιρετικῶς τῆς οἰκείας στάσεως ἀπολισθήσασαι
祂使他們的本性成為可變的,以致他們也可能因這可變性而落入受責備之境——那些叛離的能力正是如此,因為牠們並未分得不變的本性,卻憑自己的意志從原本的地位滑落而去。
he made their nature mutable, so that through mutability it is also possible to fall under blame — which is indeed what the apostate powers have suffered, since they did not receive an immutable nature by their lot, but by their own free choice slipped away from their own standing.
1:604
παῖδας δὲ αὐτοῦ τοὺς ἁγίους ἀγγέλους καὶ ἀνθρώπους φησίν
「祂的僕人」是指聖天使與世人而言。
By 'his servants' he means the holy angels and men.
1:605
τοὺς δὲ κατοικοῦντας οἰκίας πηλίνας, ἐξ ὧν καὶ αὐτοὶ ἐκ τοῦ αὐτοῦ πηλοῦ ἐσμεν, ἔπαισεν αὐτοὺς σητὸς τρόπον καὶ ἀπὸ πρωίθεν ἕως ἑσπέρας οὐκέτι εἰσίν, παρὰ τὸ μὴ δύνασθαι αὐτοὺς ἑαυτοῖς βοηθῆσαι ἀπώλοντο·
「至於那些住在泥屋裡的人——我們自己也是出於同樣的泥土——祂擊打他們如同擊打蛀蟲一般,他們從早晨到晚上就不復存在了;因他們不能自救,所以就滅亡了;」
'And as for those who dwell in houses of clay — we ourselves also being made of that same clay — he struck them like a moth, and from morning until evening they are no more; because they were unable to help themselves, they perished;'
1:606
ἐνεφύσησεν γὰρ αὐτοῖς καὶ ἐξηράνθησαν, ἀπώλοντο παρὰ τὸ μὴ ἔχειν αὐτοὺς σοφίαν
「因祂向他們吹了一口氣,他們就枯乾了;他們因缺乏智慧而滅亡。」
'for he breathed upon them, and they withered; they perished because they had no wisdom.'
1:607
τί οὖν χρή, φησίν, λέγειν περὶ τῶν ἀνθρώπων τῶν χοϊκῶν; εἰ γὰρ ἄγγελοι πνεύματά τε ὄντες καὶ οὐρανὸν οἰκοῦντες οὐκ ἄμεμπτοι πρὸς τὴν θείαν ἀκρίβειαν, τί ἂν πάθοιμεν ἡμεῖς οἱ γήϊνοι καὶ γῆν οἰκοῦντες; εἰ γὰρ πλήξει θεός, οὕτω ῥᾳδίως δαπανώμεθα καὶ οὐδὲ ὅλην ἡμέραν ἀντέχομεν, ὡσπερανεὶ λάχανα ὑπὸ σκωλήκων βρωθέντα ἢ ἱμάτια ὑπὸ σητῶν δαπανηθέντα·
他說:「那麼,關於出於塵土的世人,又當怎麼說呢?倘若天使——本是靈體且居於天上——尚且相較於神的精確標準而不得無可指摘,那麼我們這些屬地、居於地上的人又將如何呢?因為神若一擊,我們便如此輕易地消亡,甚至連一整天都撐不住,正如蔬菜被蟲蛀食、衣服被蛀蟲毀壞一般;」
'What, then,' he says, 'must one say concerning men made of dust? For if angels, being spirits and dwelling in heaven, are not blameless when measured against the divine exactness, what should we suffer, who are earthly and dwell upon the earth? For if God should strike, we are consumed so easily, and do not even hold out a whole day, just as vegetables devoured by worms, or garments consumed by moths;'
1:608
ὥσπερ γὰρ ταῦτα, οὕτω καὶ ἡμεῖς ἐσμεν ἀσθενεῖς
因為正如那些東西一般,我們也是這樣軟弱。
for just as those things are, so also are we weak.
1:609
θεὸς δὲ οὕτω δυνατὸς καὶ μετ' εὐκολίας ἐξαφανίζων οὓς ἂν ἐθελήσῃ, ὅτι ὥσπερ ἀνθρώπῳ ῥᾴδιον τὸ φυσῆσαι, οὕτω θεῷ τὸ θελῆσαι μόνον καὶ ἀποξηρᾶναι
神是如此大能,祂能輕而易舉地毀滅祂所願毀滅的人;正如人吹一口氣是何等容易,神只需一個意念便能使人枯乾,也是同樣容易。
God is so powerful, and destroys with such ease whomever he wishes, that just as it is easy for a man to blow a breath, so for God it is enough merely to will, and to wither them.
1:610
τροπικῶς δὲ ὡς ἐπὶ ἀνέμου φυσῶντος καὶ ἀνθῶν ξηραινομένων διὰ τὸ παραστῆσαι τοῦ θεοῦ τὴν ἐξουσίαν τοῖς λόγοις ἐχρήσατο
他用這些話語是取其比喻之意,如同風吹、花朵枯萎一般,為要彰顯神的權能。
He used these words figuratively, as of a wind blowing and flowers withering, in order to set forth the authority of God.
1:611
εἶτα, ἵνα μὴ δόξῃ λέγειν, ὅτι ἐπ' ἐξουσίας ἅπαντα πράττων ἀκρίτως ἐπιφέρει τὴν ὀργήν, φησὶν ὅτι·
接著,為免顯得他在說神是憑權能任意妄為、不加分辨地降下忿怒,他便說:
Then, so that he might not seem to be saying that God, acting purely by authority, inflicts wrath without judgment, he says:
1:612
ταῦτα δὲ πάσχουσιν οἱ ἄνθρωποι οὐκ ἀκρίτως, ἀλλὰ διὰ τὸ μὴ ἔχειν σοφίαν, τουτέστιν·
「人受這些苦,並非毫無緣由,而是因為缺乏智慧」——意思是:
'Men suffer these things not without cause, but because they lack wisdom' — that is:
1:613
ἀρχὴ γὰρ σοφίας φόβος κυρίου
「敬畏耶和華是智慧的開端。」
'for the fear of the Lord is the beginning of wisdom.'
1:614
ἐπικάλεσαι δέ, εἴ τις σου ὑπακούσεται, ἢ εἴ τινα ἁγίων ἀγγέλων ὄψει
「你且呼求,看是否有人應允你,或看你是否能見到任何一位聖天使。」
'Call out, then, if anyone will listen to you, or if you will see any of the holy angels.'
1:615
καὶ γὰρ ἄφρονα ἀναιρεῖ ὀργή, πεπλανημένον δὲ θανατοῖ ζῆλος
「因為忿怒害死愚妄人,妒恨也害死被迷惑的人。」
'For wrath destroys the fool, and jealous rage puts to death him who has gone astray.'
1:616
τί οὖν, φησίν, ὑπὲρ τὴν ἀξίαν φθέγγῃ ἄνθρωπος ὤν; τοσοῦτον γὰρ ἀπολιμπάνεται θεοῦ ἄνθρωπος, ὅτι οὐ μόνον ἀόρατός ἐστιν ὁ θεὸς καὶ ἀκατάληπτος, ἀλλ' οὐδ', ἂν μυριάκις αὐτὸν ἐπικαλέσῃ, ἀποκρίνεταί σοι
他說:「那麼,你身為一個人,為何說話超過自己的身分呢?人與神之間相差何等遙遠,以致神不僅是不可見、不可理解的,就算你千萬次呼求祂,祂也不會回應你。」
'Why, then,' he says, 'do you speak beyond your worth, being only a man? For man falls so far short of God that not only is God invisible and incomprehensible, but even if you should call upon him ten thousand times, he will not answer you.'
1:617
τί δὲ λέγω περὶ θεοῦ, ὅπουγε καὶ οἱ αὐτοῦ λειτουργοί, οἱ ἅγιοι ἄγγελοι, ἀόρατοι τυγχάνουσιν ἡμῖν
「更何況我這裡在說的是神呢?就連祂的僕役——聖天使——對我們而言也是不可見的。」
'But why do I speak of God, when even his ministers, the holy angels, are invisible to us?'
1:618
σοφοῦ μὲν οὖν τὸ ταῦτα διανοεῖσθαι·
因此,思想這些事乃是智慧人的本分;
It belongs, then, to the wise man to ponder these things;
1:619
τὸν δὲ ἄφρονα καὶ πεπλανημένον καὶ κατὰ θεοῦ θρασυνόμενον ἡ δικαία τοῦ θεοῦ κίνησις καὶ ὁ ζῆλοςἀντὶ τοῦ·
但愚妄人、迷失的人,以及那向神放肆之人——是神公義的震動,也就是祂的熱怒(意思是:
but as for the fool, the one who has gone astray, and the one who acts insolently against God — it is the just motion of God, that is, his zeal (meaning:
1:620
τὸ μισοπόνηρον τοῦ θεοῦἀναιρεῖ
神對邪惡的憎恨)足以毀滅他。
God's hatred of evil) that destroys him.
1:621
ἔστι δὲ καὶ καθόλου ἄφρονα νοῆσαι τὸν ὀργίλον, ἵνα ᾖ καθολικὸς ὁ λόγος, ὅτι παντὶ ἄφρονι καὶ ὀργίλῳ ἡ οἰκεία ὀργὴ θάνατον κατεργάζεται
也可以將「愚妄人」理解為泛指易怒的人,使這句話成為一項普遍的道理:對每一個愚妄且易怒的人而言,他自己的忿怒都會為他招致死亡。
It is also possible to understand 'the fool' in a general sense as the irascible man, so that the statement becomes a general one: that for every fool and irascible man, his own wrath works out death for him.
1:622
παραινεῖ οὖν, μὴ θρασύνεσθαι κατὰ θεοῦ
因此他勸勉人不可向神放肆狂妄。
He exhorts, therefore, that one should not act insolently against God.
1:623
ἐγὼ δὲ ἑώρακα ἄφρονας ῥίζας βαλόντας, ἀλλ' εὐθέως ἐβρώθη αὐτῶν ἡ δίαιτα
「我曾見愚妄人扎下根基,但他們的居所卻忽然被吞噬。」
'But I have seen fools taking root, yet suddenly their dwelling was devoured.'
1:624
ἐπειδὴ ἀντιπίπτει τῷ Ἐλιφὰζ τὸ καὶ ἀδίκους πολλάκις ἐν εὐημερίᾳ γίνεσθαι καὶ μάλιστα τὰ κατ' αὐτὸν τὸν Ἰὼβ πρότερον ἐν εὐπραγίᾳ τυγχάνοντα, τὸ ἀντιπῖπτον ἐπιλύων ἔφη, ὅτι ὁ ἄδικος, κἂν γένηται ἐν εὐπαθείᾳ τινὶ καὶ βεβαίως ἔχειν νομίσῃ τὰ ἀγαθάτοῦτο γάρ ἐστι τὸ ῥίζας βαλόντας, ἀλλ' οὐκ ἐπὶ πολὺ διαμένει
由於「不義的人常常也享安逸」這一事實,對以利法的論點構成了難題——尤其約伯本人先前正處於順境——於是他為解決這難題便說:不義的人縱使一時得享某種安逸,自以為穩妥地擁有美物(這正是「扎下根基」之意),但這種狀態並不會持續長久。
Since it presents a difficulty for Eliphaz that the unjust often come to enjoy prosperity — and especially the case of Job himself, who was formerly in a state of prosperity — in resolving this difficulty he said that the unjust man, even if he should come into some measure of well-being and suppose that he holds his goods securely (for this is what is meant by 'taking root'), nevertheless does not remain so for long.
1:625
δίαιταν δὲ τὴν πᾶσαν αὐτῶν οἰκίαν καὶ ἐν εὐθηνίᾳ διαγωγήν φησιν
「居所」是指他們整個家業,以及在富足中度日的生活方式。
By 'dwelling' he means their whole household and a manner of life lived in prosperity.
1:626
εἶτα ἐπιφέρει τῶν ἀσεβῶν τὰ ἀποτελέσματα
接著他便陳述不敬虔之人的結局。
Then he adduces the outcomes of the impious.
1:627
πόρρω γένοιντο οἱ υἱοὶ αὐτῶν ἀπὸ σωτηρίας
「願他們的兒子遠離拯救。」
'May their sons be far from salvation.'
1:628
κολαβρισθείησαν δὲ ἐπὶ θύραις ἡσσόνων καὶ οὐκ ἔσται ὁ ἐξαιρούμενος
「願他們在卑微人的門前被踐踏羞辱,並無人搭救。」
'May they be trampled at the gates of their inferiors, and there will be no one to deliver them.'
1:629
ἃ γὰρ ἐκεῖνοι συνήγαγον, δίκαιοι ἔδονται, αὐτοὶ δὲ ἐκ κακῶν οὐκ ἐξαιρετοὶ ἔσονται, ἐκσιφωνισθείη αὐτῶν ἡ ἰσχύς
「因為他們所積聚的,義人必要吃盡;他們自己卻不能從禍患中被救出;願他們的力量被抽乾耗盡。」
'For the things that they gathered, the righteous will eat, but they themselves will not be delivered from evils; may their strength be drained away.'
1:630
ταῦτα πολλάκις μὲν συμβαίνει τοῖς ἀσεβέσιν
這些事常常臨到不敬虔之人身上。
These things often befall the impious.
1:631
καὶ γὰρ ἐκληρονόμησεν ὁ Ἑβραίων λαὸς τὴν γῆν τῆς ἐπαγγελίας τῶν προτέρων οἰκητόρων δι' ἀσέβειαν ἀναιρεθέντων
因為希伯來民族確實承受了應許之地,是在先前的居民因不敬虔而被消滅之後。
For indeed the people of the Hebrews inherited the land of promise, after its former inhabitants had been destroyed on account of impiety.
1:632
οὐκ ἀεὶ δὲ ταῦτα συμβαίνει ἐν τῷ παρόντι βίῳ·
然而這些事在今生並非總是如此發生;
But these things do not always come to pass in the present life;
1:633
αἱ γὰρ ἀνταποδόσεις οὐκ ἐνταῦθα πάντως, ἀλλὰ καὶ ἐν τῷ μέλλοντι, ὥστε μὴ μετὰ διαιρέσεως τεθέντα οὐ καλῶς εἴρηται τῷ Ἐλιφάζ
因為報應並非全都在今世發生,也在來世發生;所以以利法這番話未加區分,說得並不妥當。
for recompenses are not entirely given in this life, but also in the age to come; therefore, since Eliphaz spoke of this without making that distinction, he has not spoken well.
1:634
τὸ δὲ πόρρω γένοιντο οὐκ εὐκτικῶς εἴρηται, ἀλλ' ὡς πάντως συμβαῖνον·
「願他們遠離」這句話並非以祈願的語氣說出,而是作為必然發生之事而說,
The phrase 'may they be far off' is not spoken as a wish, but as something that happens without exception,
1:635
μάλιστα ἐν τῇ παρούσῃ γραφῇ
尤其是在目前這段經文中。
especially in the present passage of Scripture.
1:636
τὸ δὲ κολαβρισθείησαν ἀντὶ τοῦ·
「願他們被踐踏」一詞是指:
The word 'let them be trodden down' stands for:
1:637
ἐπιτριβείησαν, ἐξευτελισθείησαν·
「願他們被壓碎,願他們被貶抑」;
'let them be crushed, let them be humbled';
1:638
κόλαβρος γὰρ ὁ μικρὸς χοῖρος
因為「科拉布洛斯」是指小豬。
for a 'kolabros' is a small pig.
1:639
οὐκ ἔσται δὲ ὁ ἐξαιρούμενος, ἐκ τῆς συνεχούσης δηλονότι πενίας·
「必無人搭救他」——顯然是指從纏繞他的貧困中搭救出來;
'And there shall be none to deliver him' — clearly, from the poverty that besets him;
1:640
ὅμοιον δὲ τῷ οὐκ ἐξαιρούμενος τὸ οὐκ ἐξαιρετοὶ ἔσονται
「他們必不能倖免」與「無人搭救」意思相近。
'They shall not be exempt' is similar in meaning to 'there shall be none to deliver.'
1:641
τὸ δὲ ἐκσιφωνισθείη αὐτῶν ἡ ἰσχὺς ἀντὶ τοῦ·
「願他們的力量被抽乾」一詞是指:
The phrase 'may their strength be drained away' stands for:
1:642
οὐ γὰρ μὴ ἐξέλθῃ ἐκ γῆς κόπος οὐδὲ ἐξ ὀρέων ἀναβλαστήσει πόνος, ἀλλὰ ἄνθρωπος γεννᾶται κόπῳ, νεοσσοὶ δὲ ἀετῶν τὰ ὑψηλὰ πέτονται
因為勞苦必不從地裡發出,患難也不從山中生出;人卻是生來受苦,鷹的雛鳥則飛向高處。
For toil shall by no means come forth from the earth, nor shall trouble spring up out of the mountains; but man is born to toil, and the young of eagles fly to the heights.
1:643
ἠρέμα δοκεῖ παραμυθεῖσθαι τὸν Ἰὼβ ἐν τούτοις ἐκ φυσικῆς παραινέσεως
在這些話中,他似乎藉著出於天性的勸勉,溫和地安慰約伯。
In these words he seems gently to console Job by means of a natural exhortation.
1:644
οὐ γὰρ δεῖ σε, φησίν, δυσχεραίνειν ἄνθρωπον ὄντα καὶ πάσ χοντα·
他說:「你既是人,又正受苦,就不應心生怨懟」;
'For you ought not,' he says, 'to be vexed, seeing you are a man and one who suffers';
1:645
οὐ γὰρ ἀναισθήτων τὸ τιμωρεῖσθαι
因為受懲罰之事並不屬於無感覺之物。
for to be punished does not belong to beings without feeling.
1:646
ἀλλὰ καὶ τὰ πτηνάἀπὸ γὰρ τοῦ ἀετοῦ τὰ πάντα πτηνὰ λέγειἀπονώτερον ἡμῶν καὶ ἀμεριμνότερον ἐκληρώσαντο βίον
「就連飛鳥」——他用「鷹」泛指一切飛鳥——「所得的生活也比我們更少勞苦、更無憂慮。」
'But even the birds' — for by 'eagle' he means all birds — 'have been allotted a life less toilsome and less anxious than ours.'
1:647
οὐ μὴν δέ, ἀλλ' ἐγὼ δεηθήσομαι κυρίου·
然而我卻要向主懇求;
Nevertheless, I will make supplication to the Lord;
1:648
κύριον δὲ τὸν πάντων δεσπότην ἐπικαλέσομαι τὸν ποιοῦντα μεγάλα καὶ ἀνεξιχνίαστα, ἔνδοξά τε καὶ ἐξαίσια, ὧν οὐκ ἔστιν ἀριθμός·
我要呼求主,就是萬有的主宰,他所行的偉大而不可測度,榮耀又奇妙,多得不可勝數;
and I will call upon the Lord, the Master of all, who does great and untraceable things, glorious and marvelous deeds without number;
1:649
τὸν διδόντα ὑετὸν ἐπὶ τὴν γῆν, ἀποστέλλοντα ὕδωρ ἐπὶ τὴν ὑπ' οὐρανόν·
他降雨在地上,差水降到天下之地;
who gives rain upon the earth, who sends water upon the land beneath heaven;
1:650
τὸν ποιοῦντα ταπεινοὺς εἰς ὕψος καὶ ἀπολωλότας ἐξεγείροντα
他使卑微的人升高,使將要滅亡的人得以興起。
who raises up the lowly to the heights, and lifts up those who were perishing.
1:651
καὶ ταῦτα μέν, φησίν, ὧδε ἐχέτω, ἐγὼ δὲ προσφεύγω θεῷ καὶ πρὸς τὴν αὐτοῦ καταφεύγω βοήθειαν
他說:「這些事姑且如此;至於我,我卻投奔於神,逃向他的幫助。」
'Let these things,' he says, 'be as they are; but as for me, I flee for refuge to God, and take refuge in his help.'
1:652
τοῦ θεοῦ τὴν ὑπεροχήν, πρὸς φόβον ἐνάγων τὸν Ἰὼβ καὶ διὰ τοῦ οἰκείου προσώπου πρὸς μετάνοιαν ἕλκων
他藉此彰顯神的超越至尊,引導約伯生出敬畏,並藉自己現身說法,引他歸向悔改。
By setting forth the transcendence of God, he leads Job toward fear, and, by presenting his own person, draws him toward repentance.
← 上一段下一段 →
1

新的原文誦讀上線時通知我

每次有新章節誦讀影片就寄一封信。採雙重確認,隨時可一鍵取消。