← 回書卷目次 · 希臘教父 › 與赫拉克利德對話
俄利根
與赫拉克利德對話 第 1 章
希臘文原文.301 節.部分字詞可點開查義
1:1
Λόγων κινηθέντων ὑπὸ τῶν παρόντων ἐπισκόπων περὶ τῆς πίστεως Ἡρακλείδα τοῦ ἐπισκόπου, ἵνα ἐπὶ πάντων ὁμολογήσῃ τὸ πῶς πιστεύει, καὶ ἑκάστου εἰπόντος τὸ παραστὰν αὐτῷ καὶ πυθομένου, Ἡρακλεί δης ἐπίσκοπος εἶπεν·
在座的眾主教就赫拉克利德主教的信仰提出了問題,要他在眾人面前公開承認他是怎樣相信的;每一位都把心中所想的說了出來,並提出詢問之後,赫拉克利德主教說:
When questions had been raised by the bishops present concerning the faith of Bishop Heraclides, so that he might confess before everyone how he believes, and after each had said what occurred to him and put his questions, Bishop Heraclides said:
1:2
Καὶ ἐγὼ πιστεύω ἅπερ αἱ θεῖαι γραφαὶ λέγουσιν·
我所信的,正是聖經所說的:
I too believe exactly what the divine Scriptures say:
1:3
Ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ λόγος
太初有道,道與神同在,道就是神。
In the beginning was the Word, and the Word was with God, and the Word was God.
1:4
Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν
這道太初與神同在。
He was in the beginning with God.
1:5
Πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν
萬物是藉著他造的;凡被造的,沒有一樣不是藉著他造的。
All things were made through him, and without him was not anything made that was made.
1:6
Ἆρα οὖν τῇ πίστει συμφερόμεθα καὶ κατὰ τοῦτο καὶ πιστεύομεν ὅτι εἴληφε σάρκα ὁ Χριστός, ὅτι ἐγεννήθη, ὅτι ἀνῆλθεν εἰς τοὺς οὐρανοὺς ἐν τῇ σαρκὶ ᾗ ἀνέστη, ὅτι κάθηται ἐν δεξιᾷ τοῦ Πατρὸς μέλλων ἐκεῖθεν ἔρχεσθαι καὶ κρίνειν ζῶντας καὶ νεκρούς, θεὸς καὶ ἄνθρωπος. Ὠριγένης εἶπεν·
那麼,我們在信仰上是否一致?在這一點上我們是否也相信:基督取了肉身,被生下來,又帶著他復活的肉身升入諸天,坐在父的右邊,將要從那裡再來,審判活人死人,他既是神又是人?俄利根說:
Do we then agree in the faith, and on this point also do we believe that Christ took flesh, that he was born, that he ascended into the heavens in the flesh in which he rose, that he sits at the right hand of the Father, about to come from there and to judge the living and the dead, being God and man? Origen said:
1:7
Ἐπεὶ ἅπαξ ἀνάκρισις γίνεται εἰπεῖν τι εἰς τὸν τόπον τῆς ἀνακρίσεως, ἐρῶ
既然已經在進行查問,在這查問的場合理當說幾句話,那麼我就說了。
Since once an inquiry is being held, and it is fitting to say something in the place of inquiry, I will speak.
1:8
Ὅλη ἡ ἐκκλησία πάρεστιν ἀκούουσα
全教會都在這裡聆聽。
The whole church is present, listening.
1:9
Οὐκ ὀφείλει ἐκκλησία ἐκκλησίας διαφορὰν ἔχειν ἐν γνώσει, ἐπεὶ οὐκ ἐστὲ ἐκκλησία ἡ ψευδομένη
教會與教會之間在認識上不該有差異,因為你們不是說謊的教會。
One church ought not to differ from another in knowledge, since you are not a church that lies.
1:10
Παρακαλῶ σε, πάπα Ἡρα κλείδα·
我懇求你,赫拉克利德神父:
I beg you, Father Heraclides:
1:11
Θεός ἐστιν ὁ παντοκράτωρ, ὁ ἀγένητος, ὁ ἐπὶ πᾶσιν ποιήσας τὰ ὅλα·
神是全能者,是非受生的,是超乎萬有之上、造成萬物的那一位;
God is the Almighty, the unbegotten, who is over all and who made all things;
1:12
ἀρέσκει τοῦτο; Ἡρακλείδης εἶπεν·
這樣說可以嗎?赫拉克利德說:
is this agreeable? Heraclides said:
1:13
οὕτω γὰρ κἀγὼ πιστεύω. Ὠριγένης εἶπεν·
我也是這樣相信的。俄利根說:
for so I too believe. Origen said:
1:14
Χριστὸς Ἰησοῦς ἐν μορφῇ Θεοῦ ὑπάρχων, ἕτερος ὢν παρὰ τὸν Θεὸν οὗ ἐν μορφῇ ὑπῆρχεν, Θεὸς ἦν πρὸ τοῦ ἔλθῃ εἰς σῶμα ἢ οὔ; Ἡρακλείδης εἶπεν·
基督耶穌本有神的形像,與他所在其形像中的那位神有所分別——在他進入身體之前,他是不是神?赫拉克利德說:
Christ Jesus, being in the form of God, being other than the God in whose form he existed—was he God before he came into a body, or not? Heraclides said:
1:15
Θεὸς πρὸ ἦν. Ὠριγένης εἶπεν·
他先前就是神。俄利根說:
He was God beforehand. Origen said:
1:16
Θεὸς ἦν πρὶν ἔλθῃ εἰς σῶμα ἢ οὔ; Ἡρακλείδης εἶπεν·
在他進入身體之前,他是不是神?赫拉克利德說:
Was he God before he came into a body, or not? Heraclides said:
1:17
Ἕτερος Θεὸς παρὰ τοῦτον τὸν Θεὸν οὗ ἐν μορφῇ ὑπῆρχεν αὐτός; Ἡρακλείδης εἶπεν·
他是與這位神有別的另一位神嗎——就是他自己所在其形像中的那位神?赫拉克利德說:
A God other than this God in whose form he himself existed? Heraclides said:
1:18
Δηλονότι ἄλλου τινός, καὶ ὢν < ἐν> μορφῇ ἐκείνου ἐστὶν τοῦ πάντα κτίσαντος. Ὠριγένης εἶπεν·
顯然他是與某一位有別的,而他既在那一位的形像中,就是屬於那位創造萬有者的。俄利根說:
Clearly other than someone, and being in the form of that one, he belongs to him who created all things. Origen said:
1:19
Οὐκοῦν Θεὸς ἦν Θεοῦ υἱὸς ὁ μονογενὴς τοῦ Θεοῦ, ὁ πρωτότοκος πάσης κτίσεως, καὶ οὐ δεισιδαιμονοῦμεν πῇ μὲν εἰπεῖν δύο Θεούς, πῇ δὲ εἰπεῖν ἕνα Θεόν; Ἡρακλείδης εἶπεν·
如此說來,神的兒子、神的獨生子、一切被造之物中的首生者,就是神;那麼,我們一面說有兩位神、一面又說只有一位神,這豈不是落入迷信了嗎?赫拉克利德說:
So then, the Son of God, the only-begotten of God, the firstborn of all creation, was God; and are we not being superstitious when in one sense we say there are two Gods, and in another sense we say there is one God? Heraclides said:
1:20
ἡμεῖς δὲ λέγομεν Θεὸν εἶναι τὸν παντοκράτορα, Θεὸν ἄναρχον, ἀτελεύτητον, ἐμπεριέχοντα τὰ πάντα καὶ μὴ ἐμπεριε χόμενον, καὶ τὸν τούτου λόγον υἱὸν τοῦ Θεοῦ τοῦ ζῶντος, θεὸν καὶ ἄνθρωπον, δι' οὗ τὰ πάντα γέγονεν, θεὸν μὲν κατὰ πνεῦμα, ἄνθρωπον δὲ καθ' ὃ γεγέννηται ἐκ τῆς Μαρίας. Ὠριγένης εἶπεν·
我們乃是說:神是全能者,是無始無終的神,他包含萬有卻不被任何事物所包含;而他的道是永生神的兒子,既是神又是人,萬物都是藉著他造的——按著靈說他是神,按著他由馬利亞所生的說他是人。俄利根說:
But we say that God is the Almighty, God without beginning and without end, who contains all things and is contained by nothing; and that his Word is the Son of the living God, God and man, through whom all things came to be—God according to the spirit, but man inasmuch as he was born of Mary. Origen said:
1:21
Ὃ ἐπυθόμην οὐκ ἔδοξας εἰρηκέ ναι
我所問的,你似乎還沒有回答;
What I asked you do not seem to have answered;
1:22
ἴσως γὰρ οὐ παρηκολούθησα
也許是我沒有跟上你的意思。
perhaps I did not follow.
1:23
Θεὸς ὁ Πατήρ; Ἡρακλείδης εἶπεν·
父是神嗎?赫拉克利德說:(是的。)
Is the Father God? Heraclides said: (Yes.)
1:24
Ἕτερος τοῦ Πατρὸς ὁ Υἱός; Ἡρακλείδης εἶπεν·
子是與父有別的嗎?赫拉克利德說:(是的。)
Is the Son other than the Father? Heraclides said: (Yes.)
1:25
Πῶς γὰρ δύναται υἱὸς εἶναι, ἐὰν καὶ πατὴρ ᾖ; Ὠριγένης εἶπεν·
因為他若同時又是父,怎能是子呢?俄利根說:
For how can he be Son, if he is also Father? Origen said:
1:26
Ἕτερος ὢν τοῦ Πατρὸς ὁ Υἱὸς καὶ αὐτός ἐστιν Θεός; Ἡρακλείδης εἶπεν·
子既然與父有別,他自己是不是也是神?赫拉克利德說:
The Son, being other than the Father, is he himself also God? Heraclides said:
1:27
Καὶ αὐτός ἐστιν Θεός. Ὠριγένης εἶπεν·
他自己也是神。俄利根說:
He himself also is God. Origen said:
1:28
Καὶ γίνονται ἓν δύο Θεοί; Ἡρακλείδης εἶπεν·
那麼,兩位神成為一了嗎?赫拉克利德說:(是的。)
And do two Gods become one? Heraclides said: (Yes.)
1:29
Ὁμολογοῦμεν δύο Θεούς; Ἡρακλείδης εἶπεν·
我們是承認有兩位神嗎?赫拉克利德說:
Do we confess two Gods? Heraclides said:
1:30
ἡ δύναμις μία ἐστίν. Ὠριγένης εἶπεν·
那大能是一個。俄利根說:
The power is one. Origen said:
1:31
Ἀλλ' ἐπεὶ προσκόπτουσιν οἱ ἀδελφοὶ ἡμῶν δύο εἶναι Θεούς, τὸν λόγον θεραπευτέον, καὶ <δεῖ> δεῖξαι κατὰ τί δύο εἰσὶν καὶ κατὰ τί εἷς Θεός εἰσιν οἱ δύο
但既然我們的弟兄們因「有兩位神」這話跌倒,就必須謹慎地處理這個說法,並要指明:他們在哪一方面是兩位,又在哪一方面這兩位乃是一位神。
But since our brethren take offence at there being two Gods, the matter must be carefully treated, and it must be shown in what respect they are two and in what respect the two are one God.
1:32
Καὶ αἱ θεῖαι γραφαὶ πολλὰ δύο ἐδί δαξαν εἶναι ἕν, καὶ οὐ μόνον δύο ἀλλὰ καὶ πλείονα τῶν δύο τινὰ καὶ εἰ πολλῷ πλείονα τῷ ἀριθμῷ ἐδίδαξαν εἶναι ἕν
聖經也教導我們:許多本是「二」的東西其實是「一」;不僅是「二」,連數目上遠多於二的事物,聖經也教導說它們是「一」。
And the divine Scriptures have taught that many things which are two are one—and not only two, but they have taught that some things which are far more than two in number are one.
1:33
Τὸ νῦν προκείμενόν ἐστιν οὐ λαβόντα πρό βλημα παρέρχεσθαι καὶ εἴρειν, ἀλλὰ διαμασήσασθαι διὰ τοὺς ἀκεραιοτέρους ὡσπερεὶ τὰ κρέα καὶ κατὰ βραχὺ τὸν λόγον ἐντιθέναι ταῖς ἀκοαῖς τῶν ἀκουόντων
如今擺在我們面前的,不是把這擺出來的難題輕輕帶過、敷衍了事,乃是為著那些較為單純的人,要像咀嚼肉一般把它細嚼透徹,並一點一點地把這道理送進聽眾的耳中。
What lies before us now is not to pass over the problem set before us and merely speak it away, but for the sake of the simpler ones to chew it thoroughly, as it were like meat, and little by little to lodge the teaching in the ears of the hearers.
1:34
Πολλὰ τοίνυν δύο κατὰ τὰς γραφὰς λέγεται εἶναι ἕν
因此,照聖經所說,許多本是「二」的,卻被稱為「一」。
Many things, then, that are two are said by the Scriptures to be one.
1:35
Ποίας γραφάς; Ἀδὰμ ἕτερος, ἡ γυνὴ ἑτέρα
是哪些經文呢?亞當是一個,那女人是另一個。
What Scriptures? Adam is one, the woman is another.
1:36
Ἀδὰμἕτερος τῆς γυναικὸς καὶ ἡ γυνὴ ἑτέρα τοῦ ἀνδρός·
亞當與那女人有別,那女人也與那男人有別;
Adam is other than the woman, and the woman is other than the man;
1:37
καὶ εἴρηται εὐθέως ἐν τῇ Κοσμοποιΐᾳ ὅτι οἱ δύο ἕν εἰσιν·
然而在創世的記載中卻立刻說,這二人乃是一體;
and yet it is said straightway in the account of Creation that the two are one;
1:38
Ἔσονται γὰρ οἱ δύο εἰς σάρκα μίαν. Οὐκοῦν ἔνεστίν ποτε δύο εἶναι μίαν σάρκα
因為經上說:「二人要成為一體。」如此看來,二人有時竟可成為一個肉體。
for "the two shall become one flesh." So then it is possible at some time for two to be one flesh.
1:39
ἕν, οὐδὲ ἔσονται οἱ δύο εἰς ψυχὴν μίαν, ἀλλ' ἔσονται οἱ δύο εἰς σάρκα μίαν
⋯⋯成為一;那二人並不成為一個魂,乃是那二人成為一個肉體。
...one; nor shall the two become one soul, but the two shall become one flesh.
1:40
Ὁ δίκαιος πάλιν ἕτερος ὢν τοῦ Χριστοῦ λέγεται ὑπὸ τοῦ ἀπο στόλου πρὸς τὸν Χριστὸν εἶναι ἕν·
再者,那義人雖然與基督有別,使徒卻說他與基督是一;
Again, the righteous man, being other than Christ, is said by the apostle to be one with Christ;
1:41
Ὁ γὰρ κολλώμενος τῷ Κυρίῳ ἓν πνεῦμά ἐστιν. Οὐκ ἔστιν ὃς μὲν οὐσίας ὑποδεεστέρας ἢ καταβεβηκυίας καὶ ἐλάττονος, Χριστὸς δὲ θειοτέρας καὶ ἐνδοξοτέρας καὶ μακαριωτέρας; Οὐκοῦν οὐκέτι εἰσὶν δύο; – Ἀλλὰ γὰρ ὁ ἀνὴρ καὶ γυνὴ οὐκέτι εἰσὶν δύο ἀλλὰ σὰρξ μία, καὶ ὁ ἄνθρωπος ὁ δίκαιος καὶ ὁ Χριστὸς πνεῦμα ἕν·
因為經上說:「與主聯合的,便是與主成為一靈。」豈不是這義人的本質較為低下、卑微、次等,而基督的本質卻較為神聖、榮耀、有福嗎?這樣,他們豈不就不再是兩個了嗎?——因為男人與女人不再是兩個,乃是一個肉體;那義人與基督也是一靈。
for "he who is joined to the Lord is one spirit." Is it not the case that the one is of an inferior, lower, and lesser essence, while Christ is of a more divine, more glorious, and more blessed essence? Are they not then no longer two?—For indeed the man and the woman are no longer two but one flesh, and the righteous man and Christ are one spirit.
1:42
οὕτως ὁ Σωτὴρ ἡμῶν καὶ Κύριος πρὸς τὸν Πατέρα καὶ Θεὸν τῶν ὅλων ἐστὶν οὐ μία σάρξ, οὐχὶ ἓν πνεῦμα, ἀλλὰ τὸ ἀνωτέρω καὶ σαρκὸς καὶ πνεύματος, εἷς Θεός
照樣,我們的救主和主,與那位萬有之父和神的關係,並不是一個肉體,也不是一個靈,乃是那超乎肉體與靈之上的——一位神。
In the same way our Saviour and Lord, in relation to the Father and God of all, is not one flesh, nor one spirit, but that which is higher than both flesh and spirit—one God.
1:43
Ἔδει γὰρ ἐπὶ μὲν ἀνθρώπων κολλωμένων ἀλλήλοις τὸ σαρκὸς ὄνομα κεῖσθαι, ἐπὶ δὲ δικαίου ἀνθρώπου κολλωμένου Χριστῷ τὸ πνεῦμα ὄνομα κεῖσθαι, ἐπὶ δὲ Χριστοῦ ἑνουμέ νου τῷ Πατρὶ οὐ τὸ σάρξ, οὐ τὸ πνεῦμα ὄνομα κεῖσθαι, ἀλλὰ τούτων τιμιώτερον τὸ Θεός
因為這是合宜的:人與人相聯合時,要用「肉體」這名;義人與基督相聯合時,要用「靈」這名;唯獨基督與父聯合時,既不該用「肉體」、也不該用「靈」這名,乃要用那更尊貴的名——「神」。
For it was fitting that in the case of men joined to one another the name "flesh" should be applied, and in the case of a righteous man joined to Christ the name "spirit" should be applied, but in the case of Christ united to the Father neither the name "flesh" nor "spirit" should be applied, but rather the more honourable name, "God."
1:44
Ὅθεν τὸ Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν οὕτω νοῶμεν
因此,「我與父原為一」這句話,我們就當這樣領會。
Hence we understand in this way the saying, "I and the Father are one."
1:45
Εὐχώ μεθα διὰ μὲν τοὺς τηροῦντες τὴν δυάδα, διὰ δὲ τοὺς ἐμποιοῦντες τὴν ἑνάδα, καὶ οὕτως οὐδὲ εἰς τὴν γνώμην τῶν ἀποσχισθέντων ἀπὸ τῆς ἐκκλησίας εἰς φαντασίαν μοναρχίας ἐμπίπτομεν, ἀναιρούντων Υἱὸν ἀπὸ Πατρὸς καὶ δυνάμει ἀναιρούντων καὶ τὸν Πατέρα, οὔτε εἰς ἄλλην ἀσεβῆ διδασκαλίαν ἐμπίπτομεν τὴν ἀρνουμένην τὴν θεότητα τοῦ Χριστοῦ
為著那些持守「二」的人,又為著那些主張「一」的人,我們禱告;如此,我們既不致落入那些離了教會、墮入「獨一神格」幻想之人的見解——他們把子從父那裡除掉,實際上連父也一併除掉了——也不致落入那否認基督神性的另一種不敬虔的教導。
We pray, on account of those who guard the duality and on account of those who introduce the unity; and so we neither fall into the opinion of those who have split off from the church into the fantasy of monarchianism—doing away with the Son apart from the Father, and in effect doing away with the Father also—nor do we fall into that other impious teaching which denies the divinity of Christ.
1:46
Πῶς οὖν λέγουσιν αἱ θεῖαι γραφαὶ ὥσπερ ἐν τῷ Ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεός, καὶ μετ' ἐμὲ οὐκ ἔσται καὶ ἐν τῷ Ἐγώ εἰμι, καὶ οὐκ ἔστιν Θεὸς πλὴν ἐμοῦ
那麼,聖經怎麼說呢——如經上所說:「在我以前沒有別的神被造出來,在我以後也必沒有」,又如「我就是那一位」、「除我以外再沒有神」?
How then do the divine Scriptures speak, as in "Before me no other God came into being, and after me there shall be none," and in "I am," and "there is no God besides me"?
1:47
Ταύταις ταῖς φωναῖς οὐ νομιστέον τὸ ἓν ἐπὶ τοῦ Θεοῦ τῶν ὅλων † τῷ ἀχράντῳ χωρὶς Χριστοῦ·
對於這些話語,我們不可以為:用在萬有之神、那無玷污者身上的「獨一」,是與基督分開而言的;
By these utterances we must not suppose that the term "one," applied to the God of all, the undefiled One, is meant apart from Christ;
1:48
μήτε μὴν Χριστοῦ χωρὶς Θεοῦ·
也不可以為基督是與神分開而言的;
nor indeed Christ apart from God;
1:49
ἀλλὰ οὕτως λέγωμεν εἶναι ὡς Ἰησοῦς λέγει τὸ Ἐγὼ καὶ ὁ Πατήρ μου ἕν ἐσμεν
乃要照耶穌所說的「我與我父原為一」這話的意思,來說他們是一。
but let us say that they are one in the way that Jesus says, "I and my Father are one."
1:50
<Ἐν> τούτοις τοῖς λόγοις μελετᾶν δεῖ διὰ τὸ πολλὰ κεκινῆσθαι ἐν ταύτῃ τῇ ἐκκλησίᾳ
對於這些話,我們必須加以默想,因為在這教會中有許多事已被攪動起來。
On these words it is necessary to meditate, because many things have been stirred up in this church.
1:51
Πολλάκις γράφουσιν ὑπογράψαι, καὶ τὸν ἐπίσκοπον ὑπογράψαι καὶ τοὺς ὑπονοουμένους καὶ ὑπογράψαι ἐπὶ τοῦ λαοῦ παντός, ἵνα μηκέτι περὶ τούτου γένηται στάσις ἢ ζήτησίς τις
他們常將事情寫成署名的聲明:讓主教簽署,也讓那些受質疑的人簽署,並在全體會眾面前簽署,免得日後再為此事生出紛爭或爭辯。
They often have things put in writing as a signed declaration: let the bishop subscribe, and let those under suspicion subscribe as well, and let them subscribe before all the people, so that no further dissension or dispute may arise over this matter.
1:52
Ἐπιτρέποντος οὖν τοῦ Θεοῦ, δεύτερον καὶ τῶν ἐπι σκόπων, τρίτον τῶν πρεσβυτέρων καὶ τοῦ λαοῦ δέ, τὸ κινοῦν με πάλιν εἰς τὸν τόπον ἐρῶ
所以,既蒙神准許,其次有眾主教,第三又有眾長老和會眾,我要再一次說出在這一點上感動我的事。
Therefore, since God permits it, and secondly the bishops, and thirdly the presbyters and the people also, I will state once more what moves me concerning this point.
1:53
Ἀεὶ προσφορὰ γίνεται Θεῷ παντοκράτορι διὰ Ἰησοῦ Χριστοῦ, ὡς προσφόρου τῷ Πατρὶ τὴν θεότητα αὐτοῦ·
獻祭總是藉著耶穌基督獻給全能的神,因為祂的神性是獻給聖父的。
An offering is always made to God the Almighty through Jesus Christ, inasmuch as His divinity is offered to the Father.
1:54
μὴ δὶς ἀλλὰ Θεῷ διὰ Θεοῦ προσφορὰ γινέσθω
這奉獻不可獻兩次,乃要藉著神獻給神。
Let the offering not be made twice over, but to God through God.
1:55
Τολμηρὸν δόξω λέγειν, εὐχόμενοι ἐμμένειν ταῖς συνθήκαις·
我這樣說或許顯得放膽,但願我們同心禱告,持守這些約定。
It may seem bold of me to say it, yet let us pray that we hold fast to these agreements.
1:56
ἐὰν μὴ γένηται, οὐ μὴ λήμψῃ πρόσωπον ἀνθρώπου οὐδὲ θαυμάσεις πρόσ ωπον δυνάστου ἐπίσκοπός ἐστιν αν † οὕτως καὶ ἀνίσταται ἐπὶ πάντων εἰ μὴ τοῦτο γίνεται ουτ † συν θήκας ταύτας ἀφορμὰς παρέχοι ζητήσεσιν και ναι † ἐπίσκοπος ἢ πρεσβύτερος οὐκ ἔστιν ἐπίσκοπος, οὐκ ἔστιν πρεσβύτερος·
倘若不這樣行,你就不可看人的情面,也不可懼怕掌權者的臉色。作主教的……如此他確實要站在眾人之上;若不這樣行,就不要叫這些約定成為爭辯的把柄。誠然,主教或長老若不如此,就不算是主教,也不算是長老。
If this is not done, you shall not show partiality to any man, nor stand in awe of the person of one in power. He who is a bishop... thus indeed he stands over all; but if this is not done, let not these agreements furnish occasions for disputes. Truly, a bishop or presbyter who acts otherwise is no bishop, is no presbyter.
1:57
εἰ διάκονος, οὐκ ἔστιν διάκονος οὐδὲ λαικός·
若是執事,就不算是執事,連平信徒也算不上;
If he is a deacon, he is no deacon, nor even a layman;
1:58
εἰ λαικός ἐστιν, οὐκ ἔστιν λαικὸς οὐδὲ συνάγεται
若是平信徒,就不算是平信徒,也不得與會眾一同聚集。
and if he is a layman, he is no layman, nor is he gathered together with the assembly.
1:59
Εἰ δοκεῖ, αὗται αἱ συνθῆκαι γενέσθωσαν
倘若看為合宜,就讓這些約定立定吧。
If it seems good, then let these agreements be established.
1:60
Ἐπιλέγουσίν τινες ὅτι τὰ μὲν περὶ τῆς θεότητος οὐσιωδῶς οὕτω προσφέρων Ἰησοῦ Χριστῷ τὴν θεότητα ὡμολόγησα ἀνάστασιν νεκροῦ σώματος ἐπὶ τῆς ἐκκλη σίας
有些人補充這一點:說我這樣按本質將神性獻給耶穌基督,就是在教會面前承認了那神性,並承認了死去之身體的復活。
Some add this further point: that in thus offering His divinity essentially to Jesus Christ, I have confessed the divinity, and the resurrection of the dead body, before the church.
1:61
Ἐπεὶ δὲ ἀνέλαβεν σῶμα ὁ Σωτὴρ καὶ Κύριος ἡμῶν, τὸ σῶμα ἐξετάσωμεν τί ἦν
既然我們的救主和我們的主取了身體,就讓我們察驗那身體究竟是甚麼。
Since then our Savior and Lord took up a body, let us examine what that body was.
1:62
Μόνη ἡ ἐκκλησία < παρὰ> πάσας τὰς αἱρέσεις ἀρνουμένας τὴν ἀνάστασιν ὁμολογεῖ ἀνάστασιν νεκροῦ σώματος, ὡς ἀκολούθου ὄντος τῷ τὴν ἀπαρχὴν ἐγηγέρθαι ἐκ νεκρῶν τοῦ τοὺς νεκροὺς ἐγείρεσθαι
惟獨教會,對抗一切否認復活的異端,承認死去之身體的復活;因為既有那初熟的果子從死裏復活,死人也照樣要復活,這是必然之理。
The church alone, over against all the heresies that deny the resurrection, confesses the resurrection of the dead body—since it follows that, the firstfruits having been raised from the dead, the dead too are raised.
1:63
διὰ τοῦτο νεκρὸν γέγονεν αὐτοῦ τὸ σῶμα
為這緣故,祂的身體真實地死了。
For this reason His body became truly dead.
1:64
Εἰ γὰρ μὴ νεκρὸν γέγονεν αὐτοῦ τὸ σῶμα, δυνάμενον ἑλιγῆναι σινδόνι, σμύρναν λαβεῖν καὶ ὅσα ἄλλα τοῖς νεκροῖς, καὶ ἀπο τεθῆναι ἐν μνήματι, – ταῦτα δὲ σῶμα πνευματικὸν παθεῖν οὐ δύναται·
因為若祂的身體沒有真實地死去,就不能被裹在細麻布裏,不能受沒藥的膏抹,也不能受其他凡為死人所行的事,更不能被安放在墳墓裏──然而屬靈的身體是不能受這些事的;
For if His body had not become truly dead—able to be wrapped in a linen cloth, to receive myrrh, and all else that is done to the dead, and to be laid in a tomb—but a spiritual body cannot undergo these things;
1:65
πάντῃ γὰρ τὸ πνευματικὸν νεκρω θῆναι οὐχ οἷόν τέ ἐστιν, ἢ ἀναίσθητον τὸ πνευματικὸν γενέσθαι οὐχ οἷόν τέ ἐστιν·
因為屬靈之物斷不能被治死,屬靈之物也斷不能變為無知無覺。
for that which is spiritual cannot in any way be put to death, nor can the spiritual become devoid of sensation.
1:66
εἰ γὰρ δύναται πνευματικὸν νεκρωθῆναι, φόβος ἐστὶν μὴ μετὰ τὴν ἀνάστασιν τῶν νεκρῶν, ὅταν ἐγερθῇ ἡμῶν τὸ σῶμα κατὰ τὸν ἀπό στολον λέγοντα Σπείρεται ψυχικόν, ἐγείρεται πνευμα τικόν, ἀποθνῄσκωμεν πάντες
因為屬靈的若能被治死,就叫人懼怕:恐怕在死人復活之後──當我們的身體照使徒所說『所種的是血氣的身體,復活的是靈性的身體』而復活時──我們眾人仍要死亡。
For if the spiritual could be put to death, there would be cause to fear lest, after the resurrection of the dead—when our body is raised, according to the apostle who says, 'It is sown a natural body, it is raised a spiritual body'—we should all die.
1:67
Εἰ ἀρέσκει ταῦτα, καὶ ταῦτα ἐπὶ διαμαρτυρίας τοῦ λαοῦ ἔσται νενομοθετημένα καὶ πεπηγμένα
倘若這些事得人贊同,就讓它們在會眾作見證之下定為條例,堅立確定。
If these things meet with approval, let them also, with the people as witnesses, be enacted as law and firmly established.
1:68
Τί ἄλλο περὶ τῆς πίστεως; δοκεῖ σοι ταῦτα, Μάξιμε, † ειπεναι; Μάξιμος εἶπεν·
關於信仰還有甚麼別的呢?馬克西穆,你看這樣說好嗎?馬克西穆說:
What else concerning the faith? Does this seem good to you, Maximus, to say? Maximus said:
1:69
Γένοιτο πάντας ὁμοίους μοι γενέσθαι
但願眾人都能與我一樣。
Would that all might become like me.
1:70
Ἐπὶ Θεοῦ καὶ ἐκκλησίας, καὶ <ὑπο>γράφω καὶ καταθεματίζω·
在神和教會面前,我既簽署,也起誓詛咒〔背道之事〕;
Before God and the church, I both subscribe and pronounce the anathema;
1:71
πλὴν μέντοι ἵνα μὴ δισταχθεὶς ὅλως καὶ διψυχήσω † περί τινος πυνθάνομαι·
然而,為叫我絲毫不存疑惑,也不致三心二意,我要請教一件事。
yet, however, so that I may not be left in any doubt at all nor be double-minded, I ask about a certain matter.
1:72
καὶ γὰρ τοῦτο οἴδασιν οἱ ἀδελφοὶ ὅτι ἔλεγον·
因為弟兄們確實知道,我曾說過:
For the brethren indeed know this, that I was saying:
1:73
Ἔχω παρὰ τοῦ ἀδελφοῦ ὠφεληθῆναι καὶ τοῦτο διδαχθῆναι. Ὄντος τοῦ πνεύματος παραδεδομένου τῷ Πατρὶ κατὰ τὸ Πάτερ, εἰς χεῖράς σου παρατίθημι τὸ πνεῦμά μου, τοῦ τε πνεύματος χωρὶς τῆς σαρκὸς ἀποθανούσης καὶ κειμένης ἐν μνημείῳ, ὡς ἀνοίγεται καὶ οἱ νεκροὶ πῶς ἀνίστανται; Ὠριγένης εἶπεν·
我盼望能從這位弟兄得益處,並在這事上受教。既然那靈是託付給聖父的,正如所說:『父啊,我將我的靈交在你手裏』,這靈是與那死了並安放在墳墓裏的肉身分離的──那麼墳墓怎樣開了,死人又怎樣復活呢?俄利根說:
I have something to gain from the brother, and to be taught this. Seeing that the spirit was committed to the Father, according to the word, 'Father, into your hands I commit my spirit,' and the spirit being separated from the flesh which died and lay in the tomb—how is the tomb opened, and how do the dead rise? Origen said:
1:74
Σύνθετον εἶναι τὸν ἄνθρωπον μεμαθήκαμεν ἀπὸ τῶν ἱερῶν γραφῶν
我們從聖經學到,人是由幾部分組合而成的。
We have learned from the sacred Scriptures that man is a composite being.
1:75
Ὁ δὲ Θεὸς ἁγιάσαι ὑμῶν τὸ πνεῦμα καὶ ἡ ψυχὴ καὶ τὸ σῶμα· τὸ δὲ Ἁγιάσαι ὑμᾶς ὁλοτελεῖς, καὶ ὁλόκληρον ὑμῶν τὸ πνεῦμα καὶ ἡ ψυχὴ καὶ τὸ σῶμα ἀμέμπτως ἐν τῇ παρουσίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τηρηθείη, – τοῦτο τὸ πνεῦμα οὐκ ἔστιν τὸ ἅγιον πνεῦμα, ἀλλὰ μέρος τῆς τοῦ ἀνθρώπου συστάσεως, ὡς διδάσκων ὁ αὐτὸς ἀπόστολος λέγει·
那麼,『願神使你們的靈、魂、體都成聖』,又說『願神親自使你們全然成聖,又願你們的靈、魂、體得蒙保守,在我們主耶穌基督降臨的時候完全無可指摘』──這裏的靈並不是聖靈,乃是構成人之一部分,正如同一位使徒所教導的,他說:
Now, 'May God sanctify your spirit and soul and body,' and again, 'May He sanctify you wholly, and may your whole spirit and soul and body be kept blameless at the coming of our Lord Jesus Christ'—this spirit is not the Holy Spirit, but a part of man's constitution, as the same apostle teaches when he says:
1:76
Τὸ πνεῦμα συμμαρτυρεῖ τῷ πνεύματι ἡμῶν. Εἰ γὰρ ἦν τὸ πνεῦμα τὸ ἅγιον, οὐκ ἂν ἔλεγεν·
『聖靈與我們的靈同證。』因為若這指的是聖靈,他就不會這樣說:
'The Spirit bears witness with our spirit.' For if it were the Holy Spirit, he would not have said:
1:77
Τὸ πνεῦμα συμμαρτυρεῖ τῷ πνεύματι ἡμῶν.Ὁ τοίνυν Σωτὴρ καὶ Κύριος ἡμῶν θέλων ἄνθρωπον σῶσαι ὥσπερ ἠθέ λησεν σῶσαι, διὰ τοῦτο οὕτως ἠθέλησεν σῶσαι σῶμα, ὡς ἠθέλησεν ὁμοίως σῶσαι καὶ ψυχήν, ἠθέλησεν καὶ τὸ λεῖπον τοῦ ἀνθρώπου σῶσαι, τὸ πνεῦμα
『聖靈與我們的靈同證。』因此,我們的救主和我們的主既然要照祂所願的拯救人,就為這緣故甘願這樣拯救身體,正如祂同樣甘願拯救魂;祂也甘願拯救人所餘下的那部分,就是靈。
'The Spirit bears witness with our spirit.' Our Savior and Lord, then, willing to save man even as He willed to save him, for this reason willed thus to save the body, just as He likewise willed to save the soul; and He willed also to save what remained of man, namely the spirit.
1:78
Οὐκ ἂν δὲ ὅλος ἄνθρωπος ἐσώθη, εἰ μὴ ὅλον τὸν ἄνθρωπον ἀνειλήφει
因為祂若不取了完整的人,全人就不能得救。
For the whole man would not have been saved, had He not taken up the whole man.
1:79
Ἀθετοῦσι τὴν σωτηρίαν τοῦ σώματος τοῦ ἀνθρωπίνου πνευματικὸν λέγοντες τὸ σῶμα τοῦ Σωτῆ ρος·
那些說救主的身體是屬靈的人,就廢棄了人之身體的救恩;
They set aside the salvation of the human body when they say that the body of the Savior was spiritual;
1:80
ἀθετοῦσι τὴν σωτηρίαν τοῦ ἀνθρωπίνου πνεύματος περὶ οὗ λέγει ὁ ἀπόστολος·
他們也廢棄了人之靈的救恩,就是使徒論到的那靈,他說:
they set aside the salvation of the human spirit, concerning which the apostle says:
1:81
Οὐδεὶς οἶδεν ἀνθρώπων τὰ τοῦ ἀνθρώπου, εἰ μὴ τὸ πνεῦμα τοῦ ἀνθρώπου τὸ ἐν αὐτῷ. Θέλων σῶσαι τὸ πνεῦμα τοῦ ἀνθρώπου, περὶ οὗ τάδε εἶπεν ὁ ἀπόστολος, ἀνέλαβεν καὶ ἀνθρώ που πνεῦμα
『除了在人裏頭的靈,誰知道人的事呢?』祂既要拯救人的靈,就是使徒如此論到的那靈,便也取了人的靈。
'No man knows the things of a man except the spirit of the man which is in him.' Willing to save the spirit of man, concerning which the apostle spoke thus, He took up also the spirit of man.
1:82
Τὰ τρία ταῦτα παρὰ τὸν καιρὸν τοῦ πάθους διηρέθη, τὰ τρία ταῦτα παρὰ τὸν καιρὸν τῆς ἀναστάσεως ἡνώθη
這三者在受難的時候被分開,這三者在復活的時候又聯合為一。
These three were divided at the time of the passion; these three were united at the time of the resurrection.
1:83
Παρὰ τὸν καιρὸν τοῦ πάθους διηρέθη
在受難的時候,它們被分開了。
At the time of the passion they were divided.
1:84
Πῶς; Τὸ σῶμα ἐν τῷ μνημείῳ, ἡ ψυχὴ ἐν ᾅδου, τὸ πνεῦμα παρέθετο τῷ Πατρί
怎樣分開呢?身體在墳墓裏,魂在陰間,靈祂則交託給聖父。
How? The body was in the tomb, the soul was in Hades, the spirit He committed to the Father.
1:85
Οὐκ ἐγκαταλείψεις τὴν ψυχήν μου εἰς τὸν ᾅδην. Εἰ παρέθετο τὸ πνεῦμα τῷ Πατρί, παρακατα θήκην δέδωκεν τὸ πνεῦμα
『因你必不將我的靈魂撇在陰間。』祂若將靈交託給聖父,就是把靈當作寄存之物交付了。
'You will not abandon my soul to Hades.' If He committed the spirit to the Father, He gave the spirit as a deposit.
1:86
Ἄλλο ἐστὶν χαρίσασθαι, καὶ ἄλλο παραδοῦναι, καὶ ἄλλο τὸ παρακαταθέσθαι
白白賜下是一回事,交付又是一回事,而當作寄存之物託付則是另一回事。
It is one thing to bestow as a gift, another to hand over, and yet another to entrust as a deposit.
1:87
Ὁ παρακατατιθέμενος παρακατατίθεται ἵνα ἀπολάβῃ τὴν παρακαταθήκην
凡把寄存之物託付出去的,是為要日後能將那寄存之物取回。
He who entrusts a deposit entrusts it in order that he may receive the deposit back again.
1:88
Τίνι οὖν ἔδει τὴν παρακαταθήκην παραθέσθαι τὸ πνεῦμα τῷ Πατρί; Ὑπὲρ ἐμέ ἐστιν καὶ τὴν ἐμὴν ἕξιν καὶ τὸν ἐμὸν νοῦν, –οὐ γάρ εἰμι τηλι κοῦτος εἰπεῖν ὅτι ὥσπερ τὸ σῶμα οὐχ οἷόν τε ἦν εἰς ᾅδου καταβῆναι, κἂν τοῦτο λέγωσιν οἱ πνευματικὸν λέγοντες τὸ σῶμα τοῦ Ἰησοῦ, οὕτως οὐδὲ τὸ πνεῦμα οἷόν τε ἦν καταβῆναι εἰς ᾅδου, διὸ παρακαταθήκην ἔδωκεν ἕως ἀναστῇ ἐκ νεκρῶν τὸ πνεῦμα τῷ Πατρί
那麼,這靈該把這寄存之物託付給誰,就是聖父嗎?這超過我,超過我的能力,也超過我的悟性──因為我還不夠資格說:正如身體不能下到陰間(雖然那些說耶穌身體是屬靈的人這樣主張),照樣靈也不能下到陰間;所以祂把靈當作寄存之物交託,直等到那靈從死裏復活,交給聖父。
To whom, then, was the spirit to entrust the deposit—the Father? This is beyond me, beyond my capacity and beyond my understanding—for I am not great enough to say that, just as the body could not descend into Hades (even though those who say the body of Jesus was spiritual assert this), so neither could the spirit descend into Hades; and therefore He gave it as a deposit, until the spirit should be raised from the dead, to the Father.
1:89
Ταύτην τὴν παραθήκην παραθέμενος τῷ Πατρί, ἀπο λαμβάνει
祂既將這寄存之物交託給聖父,就再取回。
Having entrusted this deposit to the Father, He receives it back.
1:90
Πότε; Οὐχ ἅμα τῇ ἀναστάσει, ἀλλ' εὐθέως μετὰ τὴν ἀνάστασιν
甚麼時候呢?不是在復活的那一刻,乃是在復活之後隨即取回。
When? Not at the very moment of the resurrection, but immediately after the resurrection.
1:91
Μάρτυρά μοι φέρε τὴν γραφὴν τὴν εὐαγγελικήν
請為我引福音書的經文作見證。
Bring me as my witness the Scripture of the Gospel.
1:92
Ἀνέστη ὁ Κύριος Ἰησοῦς Χριστὸς ἐκ νεκρῶν·
主耶穌基督從死裏復活了;
The Lord Jesus Christ rose from the dead;
1:93
ἀπήντησεν αὐτῷ ἡ Μαρία, καί φησιν πρὸς αὐτήν·
馬利亞遇見祂,祂就對她說:
Mary met Him, and He said to her:
1:94
Μή μου ἅπτου. Ἐβούλετο γὰρ τὸν ἁπτό μενον αὐτοῦ ὁλοτελοῦς ἅψασθαι, ἵνα ἁψάμενος ὁλοτε λοῦς ὠφεληθῇ ἀπὸ τοῦ σώματος τὸ σῶμα, ἀπὸ τῆς ψυχῆς τὴν ψυχήν, τὸ πνεῦμα ἀπὸ τοῦ πνεύματος·
『不要摸我。』因為祂願意那摸祂的人能摸著祂全部,叫她這樣完整地摸著之後,就能以身體從祂的身體得益處,以魂從祂的魂得益處,以靈從祂的靈得益處;
'Do not touch me.' For He wished that the one who touched Him should touch Him in His entirety, so that, having so touched Him completely, she might be benefited from the body in her body, from the soul in her soul, and in the spirit from His spirit;
1:95
Οὔπω γὰρ ἀναβέβηκα πρὸς τὸν Πατέρα·
『因我還沒有升上去見父。』
'for I have not yet ascended to the Father.'
1:96
ἀναβαίνει πρὸς τὸν Πατέρα καὶ ἔρχεται πρὸς τοὺς μαθητάς
祂升上去見父,然後來到門徒這裏。
He ascends to the Father and comes to the disciples.
1:97
Οὐκοῦν ἀναβαίνει πρὸς τὸν Πατέρα
所以祂升上去見父。
Therefore He ascends to the Father.
1:98
Ἕνεκα τίνος; τὴν παρακαταθήκην ἀπολαβεῖν
為著甚麼緣故呢?為要取回那寄存之物。
For what reason? To receive back the deposit.
1:99
Τὰ μὲν περὶ τῆς πίστεως, ὅσα ἔσηνεν ἡμᾶς, συν εξετάσθη·
關於信仰的事,凡催逼我們的,都已一同察驗過了;
The matters concerning the faith, in so far as they pressed upon us, have been examined together;
1:100
εἰδέναι δὲ χρὴ ὅτι κρινόμεθα ἐν τῷ θείῳ δικαστηρίῳ οὐ περὶ πίστεως μόνης, ὡς τοῦ βίου μὴ ἐξεταζομένου, οὐδὲ περὶ βίου μόνου, ὡς τῆς πίστεως μὴ ἐρευνωμένης
但我們必須知道,在神的審判台前,我們受審判並非單論信仰,好像生活不被察驗一般;也並非單論生活,好像信仰不被查考一般。
but we must know that we are judged at the divine tribunal not concerning faith alone, as though our life were not also examined, nor concerning life alone, as though our faith were not also searched out.
1:101
Ἐξ ἀμφοτέρων κατορθουμένων δι καιούμεθα, ἐξ ἀμφοτέρων μὴ κατορθουμένων ἐπ' ἀμφοτέροις κολαζόμεθα
我們若在這兩方面都行得正,就得稱義;若在這兩方面都不行得正,就要因這兩方面同受刑罰。
If we do well in both respects we are justified; but if we fail in both respects we are punished on both counts.
1:102
κατωρθωμένῳ, οἱ δὲ ἀνάπαλιν ἐπὶ τῇ πίστει οὐ κολα σθήσονται, ἐπὶ δὲ τῷ βίῳ ὡς παρὰ τὸν ὀρθὸν λόγον βιώσαντες κολασθήσονται
……(在信仰上)行得正(卻在生活上失敗);而另有些人則相反,他們不因信仰受刑罰,卻要因生活受刑罰,因為他們的生活違背了正道。
...having done well [in faith but failed in life]; while others, on the contrary, will not be punished on account of their faith, but will be punished on account of their manner of life, as having lived contrary to right reason.
1:103
Ἐγὼ νομίζω ἐν ταῖς Σολο μῶντος Παροιμίαις τὰ γενικὰ ταῦτα δύο, – λέγω δὲ τὸ περὶ τοῦ πῶς πιστεύομεν καὶ γινώσκομεν καὶ τὸ περὶ τοῦ πῶς βιοῦμεν, – λέγεσθαι ὑπὸ τοῦ Σολο μῶντος τοῦτον τὸν τρόπον·
我認為在所羅門的箴言中,這兩件總綱性的事——我指的是我們如何相信、如何認識,以及我們如何生活——所羅門是這樣說的:
I think that in the Proverbs of Solomon these two general matters—I mean the question of how we believe and know, and the question of how we live—are stated by Solomon in this way:
1:104
Τίς καυχήσεται ἁγνὴν ἔχων τὴν καρδίαν;Ἢ τίς παραστήσεται λέγων καθαρὸς εἶναι ἀπὸ ἁμαρτιῶν; Τὴν γὰρ διαφορὰν τούτων οὕτω λαμβάνομεν, περὶ μὲν φρόνημα τὴν καρδίαν, περὶ δὲ τὰς πράξεις τὰς ἁμαρτίας
「誰能說,我潔淨了我的心,我脫淨了我的罪?」我們這樣理解兩者的分別:心是指人的心思意念,罪則是指行為。
"Who can boast of having a pure heart? Or who can stand and say he is clean from sins?" For we understand the distinction between these thus: the heart refers to the mind's disposition, while the sins refer to deeds.
1:105
Τίς καυχήσεται ἁγνὴν ἔχων τὴν καρδίαν μὴ μεμολυμμένην ψευδωνύμῳ γνώσει, μὴ μεμολυμμένην ψεύδει;Ἢ τίς παραστή σεται λέγων καθαρὸς εἶναι ἀπὸ ἁμαρτιῶν ἐν τῷ πρακτικῷ μηδὲν ἁμαρτήσας; Εἴπερ οὖν βουλόμεθα σώζεσθαι, μὴ περὶ τὴν πίστιν μὲν γινόμενοι περὶ τὴν πρᾶξιν ἀμελῶμεν τοῦ βίου, μὴ οὐδὲ πάλιν τῷ βίῳ θαρρῶμεν·
誰能誇口說自己有純潔的心,未被那虛假之名的「知識」所玷污,未被謊言所玷污?或誰能站起來說自己在行為上脫淨了罪,在實際生活中毫無過犯?所以我們若想得救,就不可一面注重信仰,一面卻在生活的實踐上鬆懈;也不可反過來只倚靠自己的生活而自滿。
Who can boast of having a pure heart, undefiled by knowledge falsely so called, undefiled by falsehood? Or who can stand and say he is clean from sins in his conduct, having sinned in nothing in practice? If then we wish to be saved, let us not, while attending to faith, neglect the practice of life; nor again let us be overconfident in our life.
1:106
ἐξ ἀμφοτέρων γινώσκωμεν, καταλαμβά νωμεν, πιστεύωμεν ἢ τὸ ἀνέγκλητον ἕξειν ἢ καὶ τὸ μακάριον, ἢ τὸ ἐναντίον τούτοις
讓我們藉著這兩方面——認識、領會、相信——或得著無可指責、甚至蒙福的地步,或落到與此相反的境地。
Let us through both—knowing, comprehending, and believing—possess either freedom from blame and even blessedness, or else the opposite of these.
1:107
Τῶν οὖν κολαζομένων ἐστὶν οὐ μόνον τὰ φρικτὰ καὶ φοβερά,ἃ οὐδὲ ὀνομά ζεσθαι ὀφείλει ἐν ἀμφοτέροις, ἀλλὰ καὶ τὰ νομιζόμενα εἶναι ὑποδεέστερα
在那受刑罰的人中,所犯的不只是那些可怕可畏、在兩方面都連提都不該提的罪,也包括那些被視為較輕微的罪。
Among those who are punished, then, there are not only the dreadful and fearful sins—which ought not even to be named in either respect—but also those reckoned to be lesser.
1:108
Διὰ τοῦτο δοκεῖ ὁ ἀπόστολος κατειλεχέναι τοῖς ( εἰ δεῖ οὕτως ὀνομάσαι) τοῖς ἀθεμίτοις καὶ μυσαροῖς καὶ μιαροῖς τὰ ὑπὸ τῶν πολλῶν κατα φρονούμενα
因此使徒似乎把(若可以這樣稱呼的話)那不法的、可憎的、污穢的罪,與那些被多數人輕看的罪,一同列舉出來。
For this reason it seems that the apostle listed alongside the (if one may so call them) the unlawful, the abominable, and the defiled, those sins that are despised by most people.
1:109
Τί γὰρ λέγει; Μὴ πλανᾶσθε·
他怎麼說呢?「你們不要自欺;」
For what does he say? "Do not be deceived:"
1:110
οὔτε πόρνοι, οὔτε μοιχοί, οὔτε μαλακοί, οὔτε ἀρσενοκοῖται, οὔτε κλέπται, οὐ μέθυσοι, οὐ λοίδοροι βασιλείαν Θεοῦ κληρονομήσουσιν. Ὁρᾷς τοῖς τηλικούτοις κακοῖς, τῷ ἀρσενοκοίτῃ, τῷ μαλακῷ, τῷ μοιχῷ, τῷ πόρνῳ συνη ρίθμησεν τὸν μέθυσον, τὸν λοίδορον, ἁμαρτήματα καταφρονούμενα ὑπὸ πάντων ἡμῶν, ἵνα διδαχθῶμεν ὅτι οὐκ ἐπ' ἐκείνοις μόνοις ἐκβαλλόμεθα ἐκ τῆς βασι λείας τοῦ Θεοῦ, ἀλλὰ καὶ ἐπὶ τούτοιςἃ νομίζεται εἶναι ἐλάττονα
「無論是淫亂的、姦淫的、作孌童的、親男色的、偷竊的、醉酒的、辱罵的,都不能承受神的國。」你看見嗎?他把醉酒的、辱罵的——這些是我們眾人所輕看的罪——竟與那等大惡,就是親男色的、作孌童的、姦淫的、淫亂的,一同列在一起,為要教導我們:我們被趕出神的國,不單是因為那些大罪,也是因為這些被視為較輕的罪。
"neither the immoral, nor adulterers, nor the effeminate, nor men who lie with men, nor thieves, nor drunkards, nor revilers shall inherit the kingdom of God." Do you see? Alongside such great evils—the man who lies with men, the effeminate, the adulterer, the fornicator—he numbered the drunkard and the reviler, sins that all of us despise, so that we may be taught that we are cast out of the kingdom of God not only for those great sins, but also for these that are reckoned lesser.
1:111
Διόπερ μήτε λοιδορῶμεν, μήτε μεθύω μεν, μήτε ἁρπάζωμεν, μήτε κλέπτωμεν, μηδὲ τὰ οὐ θεμιτὰ πράττωμεν, κἂν πλανώμεθα
所以我們不可辱罵人,不可醉酒,不可搶奪,不可偷竊,也不可行不法的事,免得我們走入迷途。
Therefore let us neither revile, nor get drunk, nor seize what is not ours, nor steal, nor do unlawful things, even though we may go astray.
1:112
Εἴ τι περὶ κανόνος λείπει, ὑπομνήσατε·
若論到信仰的準則還有甚麼缺漏的,請提醒我。
If anything is lacking concerning the rule of faith, remind me.
1:113
ἔτι λοιπὸν εἰς τὴν γραφὴν ἐροῦμεν. Διονύσιος εἶπεν·
其餘的,我們現在要轉向經文來討論。狄奧尼修說:
For the rest we will now turn to the Scripture. Dionysius said:
1:114
Εἰ ἡ ψυχὴ τὸ αἷμα; Ὠριγένης εἶπεν·
靈魂就是血嗎?俄利根說:
Is the soul the blood? Origen said:
1:115
Ἦλθέν μου εἰς τὰς ἀκοάς, καὶ πεπληροφορημένος λέγω, ὅτι τινὲς τῶν ἐνταῦθα καὶ τῶν ἐν τοῖς ἀστυγείτοσιν οἴονται μετὰ τὴν ἐντεῦθεν ἀπαλλαγὴν τὴν ψυχὴν μηδὲν αἰσθάνεσθαι, ἀλλὰ εἶναι ἐν τῷ μνημείῳ, ἐν τῷ σώματι
我已聽聞此事,並且我有充分的把握而說:此地以及鄰近地區的某些人,以為人從今生離世以後,靈魂便毫無知覺,反倒留在墳墓裡、留在身體裡。
It has come to my ears, and I speak as one fully assured, that some people here and in the neighbouring districts suppose that after the departure from this life the soul perceives nothing, but is in the tomb, in the body.
1:116
Καὶ οἶδα περὶ τούτου τραχύτερον ἐνεχθεὶς πρὸς τὸν ἄλλον Ἡρακλείδαν καὶ Κέλερα τὸν πρὸ αὐτοῦ, καὶ τοσοῦτον τραχύτερον ὥστε καταλιπεῖν καὶ θελῆσαι ἀπελθεῖν·
我知道,論到這事,我曾對那另一位赫拉克利德,以及在他之先的凱勒,言詞相當嚴厲——嚴厲到一個地步,以致我離席,並想要離去。
And I know that on this matter I once dealt rather harshly with the other Heraclides and with Celer before him—so harshly indeed that I left and wished to go away.
1:117
καίτοι τιμῆς ἕνεκεν καὶ τοῦ λόγου μετεπέμψατο ἡμᾶς·
然而,為了尊重,也為了這場討論,他差人來請我們。
And yet, for the sake of honour and of the discussion, he sent for us.
1:118
συγκατέβημεν εἰς τὸν λόγον, ἔδωκεν φωνὴν ὡς ἐκεῖνος ἐκάθαρεν αὑτὸν ὡς πρὸς ἡμᾶς φωναῖς πίστεως † ὅτι ὡς πρὸς Θεόν
我們便俯就參與了討論;他開口表態,正如那人在我們面前用信仰的話為自己辯明,† 彷彿是在神面前一般。
We condescended to enter the discussion; he gave his assent, inasmuch as that man cleared himself before us with words of faith, † that it was as before God.
1:119
Ἀναγκαίως οὖν καὶ τοῦτο ζητεῖ ὁ ἀγαπητὸς Διο νύσιος
因此,親愛的狄奧尼修必然也提出了這個問題。
Of necessity, then, the beloved Dionysius also raises this question.
1:120
Τὰ ῥητὰ ὑφ' ὧν περισπῶνται, μή τί με λάθῃ αὐτῶν, πρῶτον ἐκθήσομαι, καὶ πρὸς ἕκαστον, Θεοῦ διδόντος, κατὰ τὴν εὐχὴν ὑμῶν ἀποκρινούμεθα
那些使他們困惑的經文——免得其中有甚麼從我眼前漏過——我要先一一列出,然後若神照你們的禱告賜下幫助,我們要逐一作出回答。
The texts by which they are perplexed—lest any of them escape me—I will first set forth, and to each one, God granting it according to your prayer, we will give an answer.
1:121
Τὸ μὲν περισπάσαν ἐστὶν ὅτιἩ ψυχὴ πάσης σαρκὸς αἷμά ἐστιν·
使他們困惑的是這句話:「凡有血肉之物,牠的生命(魂)就在於血。」
The thing that perplexes is this: "The soul of all flesh is its blood."
1:122
καὶ τοῦτο τὸ ῥητὸν δεινῶς ἐκίνησεν τοὺς μὴ νοήσαντας αὐτό·
這句話大大攪擾了那些不明白其意的人。
And this saying has greatly troubled those who have not understood it.
1:123
καὶ Οὐ φάγεσθε τὴν ψυχὴν μετὰ τῆς σαρκός·
又說:「你們不可吃帶著生命(魂)的肉,就是帶血的肉。」
And: "You shall not eat the soul together with the flesh;"
1:124
πρόσεχε ἰσχυρῶς τοῦ μὴ φαγεῖν αἷμα·
你要嚴緊謹守,不可吃血。
Take strict heed not to eat the blood.
1:125
οὐ φάγεσθε τὴν ψυχὴν μετὰ τῆς σαρκός
你們不可吃帶著生命(魂)的肉。
You shall not eat the soul together with the flesh.
1:126
Τὸ περισπάσαν τοῦτό ἐστιν·
這就是那使人困惑的地方。
This is the thing that perplexes.
1:127
τὰ γὰρ ἕτερα τὰ περισπάσαντα πολλῷ ἐλάττονά ἐστιν τῆς ἐμφάσεως τῆς κατὰ ταῦτα διανοίας
因為其他使人困惑的經文,遠不及這幾處在字面意義上所給人的印象那樣重大。
For the other texts that perplex are far less significant than the impression conveyed by the sense of these.
1:128
Ἐγὼ δὲ κατὰ τὰ ἐμὰ μέρη, εὐχόμενος βοηθεῖσθαι ἐν τῷ ἀναγινώσκειν τὰ θεῖα ( βοηθείας γὰρ δεόμεθα ἵνα μὴ ἄλλο τι παρὰ τὴν ἀλήθειαν φρονήσωμεν)
至於我,就我自己的本分而言,我祈求在誦讀神聖的經文時得著幫助——因為我們需要幫助,免得我們存有任何違背真理的想法——
But as for me, for my own part, praying to be helped in reading the divine Scriptures—for we need help, lest we should think anything contrary to the truth—
1:129
Εὗρον ὁμωνύμως πᾶσι τοῖς σωματικοῖς ὀνομαζόμενα οὐ σωμα τικά, ἵνα τὰ μὲν σωματικὰᾖ κατὰ τὸν ἔξω ἄνθρωπον, τὰ δὲ ὁμώνυμα τοῖς σωματικοῖς κατὰ τὸν ἔσω
我發現有些非屬肉體的事物,卻與一切屬肉體的事物用同樣的名稱來稱呼,為使那屬肉體的歸於外面的人,而那與屬肉體之物同名的則歸於裡面的人。
I found that things which are not bodily are named with the same names as all bodily things, so that the bodily things belong to the outer man, while the things named the same as bodily things belong to the inner man.
1:130
Δύο ἀνθρώπους ἡ γραφὴ λέγει εἶναι τὸν ἄνθρωπον·
聖經說,這「人」其實是兩個人。
Scripture says that the man is two men.
1:131
Εἰ γὰρ καὶ ὁ ἔξω ἡμῶν ἄνθρωπος διαφθείρεται, ἀλλ' ὁ ἔσω ἡμῶν ἀνακαινοῦται ἡμέρᾳ καὶ ἡμέρᾳ·
「我們外面的人雖然毀壞,裡面的人卻一天新似一天。」
"For though our outer man is being destroyed, yet our inner man is being renewed day by day."
1:132
καὶ Συνήδομαι τῷ νόμῳ τοῦ Θεοῦ κατὰ τὸν ἔσω ἄνθρωπον. Τούτους τοὺς δύο ἀνθρώπους ὁ μὲν ἀπόστολος πανταχοῦ παρίστησιν καθ' ἕκαστον
又說:「按著我裡面的人,我喜歡神的律。」使徒在各處、在每一段經文中,都把這兩個人擺明出來。
And: "I delight in the law of God according to the inner man." These two men the apostle everywhere sets forth in each particular passage.
1:133
Δοκεῖ δέ μοι οὐκ αὐτὸς τετολμηκέναι τοῦτον τὸν λόγον καινοτομεῖν, ἀλλ' ἀπὸ τῶν γραφῶν ἀσαφέστερον εἰρηκυιῶν γυμνότερον νε νοηκὼς εἰρηκέναι
在我看來,他並非擅自大膽創立這個說法,而是因為他更清楚地領會了經文中說得較隱晦之處,便把它說得更為明白。
It seems to me that he did not venture to innovate this teaching of his own accord, but having understood more plainly what the Scriptures had stated rather obscurely, he expressed it more openly.
1:134
Κοσμοποιΐᾳ ἐπανάλημψιν εἶναι μετὰ τὴν κτίσιν τοῦ ἀνθρώπου τὸ Ἔλαβεν ὁ Θεὸς χοῦν ἀπὸ τῆς γῆς καὶ ἔπλασεν τὸν ἄνθρωπον
在創世的記載中,在(人被)造之後,有一段重述,就是:「神用地上的塵土造人。」
In the account of the creation of the world, after the creation [of man], there is a recapitulation, namely: "God took dust from the earth and formed the man."
1:135
Τούτοις ἀκολουθεῖ τὸ κατ' εἰκόνα τὸ σῶμα εἶναι καὶ τὸν Θεὸν ἀνθρωπόμορφον διδόναι, ἢ τὴν μορφὴν τοῦ Θεοῦ εἶναι κατὰ τοῦτο τὸ σχῆμα
照這些人的看法,得出的結論是:身體就是那「按神形像」所造的,並要承認神是有人形的,或說神的形狀是照著這身軀的樣式。
It follows from these views that the body is what is "according to the image," and that one must grant that God is in human form, or that the form of God is according to this shape.
1:136
Ἡμεῖς δὲ οὐχ οὕτως μεμήναμεν ὡς εἰπεῖν ἢ σύνθετον εἶναι τὸν Θεὸν ἐκ χείρονος καὶ κρείττονος, ἵνα τὸ κατ' εἰκόνα ἐπ' ἀμφότερον < ᾖ>, ἢ ὁλόκληρον, † ὄντος τοῦ Θεοῦ, τὸ κατ' εἰκόνα γέγονεν ἐν τῷ χείρονι μᾶλλον, καὶ μὴ ἐν τῷ κρείττονι
但我們還不至於瘋狂到這地步,竟說神是由次等與上等兩部分組合而成的,以致那「按神形像」乃是關乎這兩部分;或說——既然神是完整無缺的 †——那「按神形像」反倒成於那次等的部分,而不在那上等的部分。
But we are not so mad as to say either that God is composite, made up of an inferior and a superior part, so that the "according to the image" applies to both, or that—God being whole and entire †—the "according to the image" came to be rather in the inferior part and not in the superior.
1:137
Οἱ λόγοι λεπτότεροί εἰσιν·
這些道理是相當精微的。
These matters are rather subtle.
1:138
δεόμεθα ἀκροατῶν ἰσχνὴν διάνοιαν ἐχόντων
我們需要悟性敏銳的聽眾。
We need hearers who possess a keen understanding.
1:139
Παρακαλῶ οὖν τοὺς ἀκροατὰς προσέχειν ἑαυτοῖς, μή ποτε αἴτιοί μοι γένωνται τοῦ ἐγκληθῆναι ὅτι τὰ ἅγια παραβάλλω κυσίν, ἀναιδέσι ψυχαῖς
因此我懇求各位聽眾要謹慎自守,免得他們害我落入被控的境地,被指責把聖物丟給狗、丟給無恥的人。
I therefore beg the hearers to give heed to themselves, lest they become to me a cause of the charge that I am throwing holy things to dogs, to shameless souls.
1:140
Οἱ γὰρ ὑλακτικοί, οἱ κυνώδεις, οἱ ταῖς πορ νείαις, οἱ ταῖς λοιδορίαις τεταμένοι οὐδὲν ἄλλο ποιοῦσιν ἢ βαϋβίζουσιν, καὶ οὐ δεῖ τὰ ἅγιά με τοῖς τοιούτοις παραβάλλειν
因為那好吠叫的、像狗一般的,那專心於淫亂、專心於辱罵的人,所做的不過是狂吠而已;我斷不可把聖物丟給這樣的人。
For those who are given to barking, the dog-like, those bent on fornications and on revilings, do nothing else but yelp; and I must not throw holy things to such people.
1:141
Οὕτω δὲ καὶ παρακαλῶ τοὺς ἀκροατὰς μὴ αἰτίους μοι γενέσθαι τοῦ ἐγκληθῆναι ὡς μαργαρί τας τηλικούτους, οὓς συναγαγεῖν πειρώμεθα ὡς καλοὶ ἔμποροι, παρατιθέντες τοῖς ἐγκυλιομένοις ἐν ταῖς ἀκα θαρσίαις τῶν σωμάτων, καὶ διὰ τοῦτο χρηματίζουσιν χοίροις·
照樣,我也懇求各位聽眾,不要害我落入被控之地,被指責把這等寶貴的珍珠——就是我們竭力像好商人一樣收聚來的——擺在那些在身體污穢中打滾、因此算為豬的人面前。
And in the same way I also beg the hearers not to become to me a cause of the charge of casting such great pearls—which we strive to gather like good merchants—before those who wallow in the uncleannesses of their bodies and on this account rank as swine.
1:142
εἴποιμι γὰρ ἂν τὸν ἐν σωματικοῖς ἀεὶ κυλιόμε νον καὶ ἐγκυλινδόμενον ἐπὶ τοῖς βορβόροις τοῦ βίου καὶ μὴ σπεύδοντα ἐπὶ τὸν καθαρὸν βίον, ἐπὶ τὸν ἅγιον, τοῦτον πάντα εἶναι χοῖρον
因為我要說:那常在屬肉體的事上打滾、在今生污泥裡翻滾、又不急切奔向那潔淨聖別生活的人,這人完全就是一頭豬。
For I would say that the man who is always wallowing in bodily things and rolling about in the mire of this life, and who does not hasten toward the pure and holy life—such a man is altogether a swine.
1:143
Ἐὰν οὖν, ὁμοιουμένης τῆς βασιλείας τῶν οὐρανῶν ἀνθρώπῳ ἐμπόρῳ ζητοῦντι καλοὺς μαργαρίτας, εὑρίσκω τοὺς καλοὺς μαργαρίτας, καὶ ὠνούμενος καὶ καμάτοις καὶ ἀγρυπνίαις παραβάλλω ψυχαῖς φιληδόνοις, καὶ τοῖς περὶ τὰ σωματικὰ βορβό ροις καὶ ἐν ταῖς ἀκαθαρσίαις ἐγκυλιομέναις, ἔσομαι κἀγὼ παρανομήσας ὅτι ἔβαλον τοὺς μαργαρίτας τοῖς χοίροις
天國既好比商人尋找好珠子,倘若我找著了那些好珠子,又用辛勞和不眠之夜的代價買來,卻把它們擺在那貪愛宴樂的人面前、擺在那在屬肉體污泥與污穢中打滾的人面前,那麼我自己也成了犯法的,因為我把珠子丟給了豬。
If then, the kingdom of heaven being likened to a merchant seeking goodly pearls, I find the goodly pearls, and having bought them with toils and sleepless nights I cast them before pleasure-loving souls and before those wallowing in bodily mire and in uncleannesses, I too shall be a transgressor, because I have thrown the pearls before swine.
1:144
Οἱ χοῖροι δὲ παραλαβόντες τοὺς μαργαρίτας, ἅτε μὴ βλέποντες αὐτῶν τὸ κάλλος μηδὲ αἰσθανόμενοι τῆς ὑπεροχῆς αὐτῶν, καταπατοῦσιν αὐτούς, διὰ τὸ κακῶς λέγειν τὰ καλῶς λεγόμενα, καὶ οὐ μόνον κατα πατοῦσιν τοὺς μαργαρίτας, ἀλλὰ καὶ στρεφόμενοι τοὺς διακόνους τῶν μαργαριτῶν ῥηγνύουσιν
那些豬接過珠子,既看不見珠子的美麗,也察覺不出它們的尊貴,便把珠子踐踏在腳下,妄論那本是美善的話;牠們不僅踐踏珠子,還轉過來把那供應珠子之人撕裂了。
And the swine, receiving the pearls, inasmuch as they neither see their beauty nor perceive their excellence, trample them underfoot by speaking evil of what is rightly spoken; and not only do they trample the pearls underfoot, but turning they also tear to pieces the ministers of the pearls.
1:145
Δέομαι οὖν ὑμῶν, μεταμορφώθητε·
所以我懇求你們,要被變化過來!
I beseech you, therefore, be transformed!
1:146
θέλετε μαθεῖν ὅτι ἐν ὑμῖν ἔστιν τὸ μεταμορφωθῆναι, καὶ ἀποθέσθαι τὴν τοῦ χοίρου μορφήν, οὖσαν κατὰ τὴν ἀκάθαρτον ψυχήν, καὶ τὴν μορφὴν τοῦ κυνός, οὖσαν κατὰ τὸν ὑλακτικὸν καὶ βαϋβίζοντα καὶ κακολογοῦντα ἄνθρωπον
你們願意明白嗎?被變化乃是在你們裡面的事,你們能脫去那屬於污穢之魂的豬的形狀,也能脫去那屬於好吠、好叫、好毀謗之人的狗的形狀。
Are you willing to learn that it is within you to be transformed, and to put off the form of the swine, which belongs to the unclean soul, and the form of the dog, which belongs to the barking, yelping, slandering man?
1:147
Ἔστιν δὲ μεταμορφωθῆναι ἀπὸ ὄφεων·
並且,人也能從蛇的形狀被變化過來;
And it is possible to be transformed away from serpents;
1:148
πονηρὸς γὰρ ἄνθρωπος ἀκούει ὄφις καὶ γεννήματα ἐχιδνῶν·
因為惡人被稱為蛇,被稱為毒蛇的種類。
for the wicked man is called a serpent and a brood of vipers.
1:149
εἰ τοίνυν θέλο μεν ἀκούειν ὅτι ἐν ἡμῖν ἔστιν μεταμορφωθῆναι ἀπὸ ὄφεων, ἀπὸ χοίρων, ἀπὸ κυνῶν, μάθωμεν ἀπὸ τοῦ ἀπο στόλου τὴν ἐφ' ἡμῖν μεταμόρφωσιν
所以我們若願意聽見:從蛇、從豬、從狗的形狀被變化過來,這乃是在我們裡面的事,就讓我們從使徒學那在我們能力之內的變化。
If then we wish to hear that it is within us to be transformed away from serpents, away from swine, away from dogs, let us learn from the apostle the transformation that is in our power.
1:150
Ἡμεῖς δὲ πάντες ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν Κυρίου κατοπτριζόμενοι τὴν αὐτὴν εἰκόνα μεταμορφούμεθα. Εἰ ὑλακτικὸς ἦς καὶ ὁ λόγος σε ἔπλασεν καὶ μετεποίησέν σε, μετεμορφώθης ἀπὸ κυνὸς εἰς ἄνθρωπον
「我們眾人既然敞著臉得以看見主的榮光,就變成主的形狀。」你若曾是個好吠叫的人,而這道理塑造了你、改變了你,那麼你就已經從狗被變化成人了。
"And we all, with unveiled face, beholding the glory of the Lord, are being transformed into the same image." If you were a barker, and the word molded you and remade you, then you have been transformed from a dog into a man.
1:151
Εἰ ἀκάθαρτος ἦς καὶ ὁ λόγος καθίκετό σου τῆς ψυχῆς καὶ παρέσχες σεαυτὸν τῇ τοῦ λόγου πλάσει, μετέβαλες ἀπὸ χοίρου εἰς ἄνθρωπον
你若是不潔淨的,而道觸及了你的靈魂,你也將自己交給道來陶塑,你就從一隻豬變成了一個人。
If you were unclean, and the Word reached down into your soul, and you yielded yourself to be molded by the Word, then you have been transformed from a swine into a human being.
1:152
Εἰ θηριώδης ἦς, ἀκούων λόγον τὸν ἡμεροῦντα, τὸν τιθασ σεύοντα, τὸν εἰς ἄνθρωπόν σε μεταβάλλοντα ἐπὶ τῷ βουλήματι τοῦ λόγου, οὐκέτι ἀκούσει ὄφις, γεννήματα ἐχιδνῶν
你若是兇暴如野獸的,一旦聽見那馴服人、教化人、照著道的旨意把你變成人的道,你就不再被稱為蛇,不再被稱為毒蛇的種類了。
If you were beastlike, and on hearing the Word that tames, that domesticates, that transforms you into a human being according to the will of the Word, you will no longer be called a serpent or a brood of vipers.
1:153
Οὐκ ἂν γὰρ εἰ ἀδύνατον ἦν τοὺς ὄφεις τού τους, <τοὺς> κατὰ ψυχὴν διὰ κακίαν ὄφεις, μεταβαλεῖν, ὁ Σωτὴρ ἔλεγεν (ἢ ὁ Ἰωάννης)·
因為這些蛇,就是因著惡而在靈魂裏為蛇的人,若是不可能改變,救主(或約翰)就不會說:
For if it were impossible for these serpents—those who are serpents in soul by reason of wickedness—to be changed, the Savior (or John) would not have said:
1:154
Ποιήσατε οὖν καρ ποὺς ἀξίους τῆς μετανοίας. Μετανοήσας οὐκέτι εἶ ὄφις, γεννήματα ἐχιδνῶν
「你們要結出果子來,與悔改的心相稱。」你一悔改,就不再是蛇,不再是毒蛇的種類了。
"Bring forth therefore fruits worthy of repentance." Once you have repented, you are no longer a serpent, a brood of vipers.
1:155
Ἐπεὶ τοίνυν περὶ ἀνθρώπου πρόκειται λέγειν, καὶ περὶ τῆς ψυχῆς τοῦ ἀνθρώπου ζητεῖν εἰ μή ἐστιν αἷμα, καὶ ὁ λόγος ἡμᾶς ἀπῄτησε φθάσαι ἐπὶ τὸν περὶ δύο ἀνθρώπων καθ' ἕκαστον λόγον, καὶ ἤλθομεν ἐπὶ λόγον μυστικόν, παρακαλοῦμεν ὑμᾶς ἵνα μὴ ἐγκληθῶ δι' ὑμᾶς ὡς τοὺς μαργαρίτας χοίροις, ὡς τὰ ἅγια κυσὶ βαλών, ὡς ῥίψας τὰ θεῖα τοῖς ὄφεσιν, ὡς μεταδοὺς τοῦ ξύλου τῆς ζωῆς τῷ ὄφει
既然如此,我們既定意要論到人,要查考人的靈魂是不是血,討論又要求我們先處理「各人裏面有兩個人」的道理,並且我們已經來到一個奧秘的教訓,我們便求你們,不要因你們的緣故使我被控告,說我把珍珠丟給豬,把聖物丟給狗,把神聖之事拋給蛇,把生命樹分給了那蛇。
Since, then, we have set ourselves to speak about man, and to inquire concerning the soul of man whether it is not blood, and since the discussion has required us first to take up the matter of the two men in each person, and we have come to a mystical teaching, we beg you not to have me charged on your account with casting the pearls to swine, with throwing what is holy to dogs, with flinging divine things to serpents, or with handing over the tree of life to the serpent.
1:156
Ἵνα μὴ ἐγκληθῶ, μεταμορφώθητε, ἀπόθεσθε τὴν κακίαν, στάσιν, ὀργήν, μάχας, θυμόν, λύπας, διχόνοιαν, ἵνα μὴᾖ μηκέτι ἐν ὑμῖν σχίσματα ἀλλ' ἦτε κατηρτισμένοι τῷ αὐτῷ νοῒ καὶ τῇ αὐτῇ γνώμῃ
為叫我不被控告,你們要變化:脫去惡毒、紛爭、惱怒、爭競、暴怒、憂愁、不和,使你們中間不再有分裂,倒要在同一的心思和同一的意念上完全聯合。
That I may not be so charged, be transformed: put away wickedness, strife, anger, quarrels, wrath, sorrows, dissension, so that there may no longer be divisions among you, but that you may be perfectly joined together in the same mind and in the same judgment.
1:157
Ἀγωνιῶ καὶ εἰπεῖν, ἀγωνιῶ καὶ μὴ εἰπεῖν
我說也為難,不說也為難。
I am in anguish whether to speak, and in anguish whether not to speak.
1:158
εἰπεῖν, μὴ ἐγκληθῶ ὡς τῶν δυναμένων ἀκούειν ἀποστερήσας τὸν λόγον·
我若說了,就怕被控告,說我從那些能聽的人手中奪去了這道;
If I speak, I fear lest I be charged with depriving of the Word those who are able to hear it;
1:159
διὰ τοὺς μὴ ἀξίους ὀκνῶ εἰπεῖν, διὰ τὰ προειρημένα, μή ποτε ῥίψω τὰ ἅγια κυσὶν καὶ βαλῶ τοὺς μαργαρίτας τοῖς χοίροις
但為著那些不配的人,又因前面所說的緣故,我又遲疑不敢說,惟恐我把聖物丟給狗,把珍珠丟在豬前。
but for the sake of the unworthy I shrink from speaking, on account of what has been said before, lest I should ever throw what is holy to dogs and cast the pearls before swine.
1:160
Ἰησοῦ μόνου ἔργον ἦν εἰδέναι χωρίζειν ἐν τοῖς ἀκροα ταῖς τοὺς ἔξω ἀπὸ τῶν ἔσω, ἵνα τοῖς μὲν ἔξω ἐν παρα βολαῖς λέγῃ, τοῖς δὲ εἰσελθοῦσιν αὐτοῦ εἰς τὴν οἰκίαν λύσῃ τὰς παραβολάς
惟有耶穌才能在祂的聽眾中分辨誰在外面、誰在裏面,好叫祂對外面的人用比喻講說,對那進到祂家裏的人卻把比喻講解明白。
It was the work of Jesus alone to know how to distinguish among His hearers those outside from those within, so that to those outside He might speak in parables, but to those who had entered into His house He might explain the parables.
1:161
Τὸ ἔξω καὶ τὸ εἰσελθεῖν εἰς τὴν οἰκίαν μυστικόν ἐστιν
「在外面」和「進入家裏」乃是奧秘的事。
The being outside and the entering into the house are something mystical.
1:162
Τί γάρ μοι τοὺς ἔξω κρίνειν; Πᾶς ὁ ἁμαρτάνων ἔξω ἐστίν·
「因為審判外面的人與我何干呢?」凡犯罪的人都是在外面的;
"For what have I to do with judging those outside?" Everyone who sins is outside;
1:163
διὰ τοῦτο ἐν παραβολαῖς λεγέσθω τοῖς ἔξω, ἐάν πως δυνηθῶσιν καταλιπόντες τὰ ἔξω γενέσθαι ἔσω
因此,要對外面的人用比喻講說,盼望他們或者能撇下外面的事,得以成為裏面的人。
for this reason let things be spoken in parables to those outside, in the hope that, leaving what is outside behind, they may somehow be able to become those within.
1:164
Τὸ εἰσελθεῖν εἰς τὴν οἰκίαν μυ στικόν ἐστιν·
「進入家裏」乃是奧秘的事;
The entering into the house is something mystical;
1:165
εἰσέρχεται εἰς τὴν Ἰησοῦ οἰκίαν ὁ γνήσιος αὐτοῦ μαθητής, εἰσέρχεται διὰ τοῦ φρονεῖν τὰ ἐκκλη σιαστικά, διὰ τοῦ βιοῦν ἐκκλησιαστικῶς
凡作祂真門徒的,就進入耶穌的家——他藉著思念教會的事、藉著按教會的樣式而活,得以進入。
he who is His genuine disciple enters into the house of Jesus—he enters by minding the things of the Church, by living in a manner befitting the Church.
1:166
Τὸ ἔσω καὶ τὸ ἔξω πνευματικόν ἐστιν
「裏面」和「外面」乃是屬靈的事。
The within and the without are something spiritual.
1:167
Ὁρᾷς πόσα λέγω ἐν προοιμίῳ εὐτρεπίζων τοὺς ἀκροατάς
你們看,我在開場白中說了這許多話,為要豫備聽眾。
Do you see how much I am saying by way of preface, preparing my hearers?
1:168
Ὀκνῶ εἰπεῖν μέλλων ἐν τῷ λέγειν ὑπερτι θέμενος
我遲疑著不敢說,正當我要說的時候,卻在言語之間一再延遲。
I shrink from speaking, for as I am about to speak I keep putting it off in the very speaking.
1:169
Τί ποιῆσαι βούλομαι; Λαβεῖν λόγον θερα πεύοντα τὰς ψυχὰς τῶν ἀκουόντων
我所要作的是甚麼呢?乃是要領受一篇能醫治聽者靈魂的話。
What is it I wish to do? To take up a word that heals the souls of those who hear.
1:170
Ὁ ἄνθρωπος τοίνυν κτιζόμενος πρότερον μὲν ἐκτίσθη ὁ κατ' εἰκόνα, οὗ ὕλη οὐχ εὑρίσκεται·
這樣,人被造的時候,那「照著形像」所造的人是先被造的,這人找不到任何物質的成分;
The man, then, when he was created, was first created as the one after the image, for whom no matter is to be found;
1:171
οὐδὲ γὰρ ἐξ ὕλης ἐστὶν ὁ κατ' εἰκόνα·
因為那「照著形像」所造的,根本不是出於物質。
for the one after the image is not of any matter at all.
1:172
Ποιή σωμεν ἄνθρωπον κατ' εἰκόνα καὶ καθ' ὁμοίωσιν ἡμετέ ραν·
「我們要照著我們的形像、按著我們的樣式造人;」
"Let us make man after our image and after our likeness;"
1:173
καὶ ἀρχέτωσαν καὶ τὰ ἑξῆς·
「使他們管理」,以及以下所記的。
"and let them have dominion," and so on.
1:174
Καὶ ἐποίησεν ὁ Θεὸς τὸν ἄνθρωπον οὐ χοῦν ἀπὸ τῆς γῆς λαβὼν ὡς ἐπὶ τοῦ δευτέρου, ἀλλὰ κατ' εἰκόνα Θεοῦ ἐποίησεν αὐτόν
「神就造了人」——不是像第二段記載那樣取地上的塵土,乃是「照著神的形像造了他。」
"And God made man"—not taking dust from the ground as in the second account, but "after the image of God He made him."
1:175
Ὅτι δὲ τὸ κατ' εἰκόνα Θεοῦ οὐ μόνος Μωϋσῆς οἶδεν ἄϋλον, κρεῖττον πάσης σωματικῆς ὑποστάσεως, ἀλλὰ καὶ ὁ ἀπόστολος, παρίστησιν ἡ λέξις αὐτοῦ λέγοντος·
「照著神的形像」所造的這人是非物質的,超越一切屬身體的存在,這事不單摩西知道,連使徒也知道,他的話顯明這點,他說:
And that the one after the image of God is immaterial, higher than every bodily existence, is known not to Moses alone, but also to the Apostle, as his words make clear when he says:
1:176
Ἐκδυσάμενοι τὸν παλαιὸν ἄνθρωπον σὺν ταῖς πράξεσιν αὐτοῦ καὶ ἐνδυσάμενοι τὸν νέον, τὸν ἀνακαινούμενον εἰς ἐπίγνωσιν κατ' εἰκόνα τοῦ κτί σαντος. Δύο οὖν καθ' ἕκαστον ἡμῶν εἰσιν ἄνθρωποι
「既脫去了舊人和舊人的行為,並且穿上了新人;這新人在知識上正照著創造他者的形像漸漸更新。」所以在我們各人裏面有兩個人。
"Having put off the old man with his deeds, and having put on the new, which is being renewed unto knowledge after the image of Him who created him." There are therefore two men in each one of us.
1:177
Πῶς λέγεται ψυχὴ πάσης σαρκὸς αἷμά ἐστιν; Μέγα τὸ πρόβλημά ἐστιν
為何說「凡有血肉之物的生命就是牠的血」呢?這真是一個極大的難題。
How is it said, "The soul of all flesh is its blood"? The problem is a great one.
1:178
Ὡς οὖν ὁμωνυμεῖ ὁ ἔξω ἄνθρωπος τῷ ἔσω, οὕτω καὶ τὰ μέλη αὐτοῦ, ὥστε εἰπεῖν ὅτι πᾶν μέλος τοῦ ἔξω ἀνθρώπου ὀνομάζεται καὶ κατὰ τὸν ἔσω ἄνθρωπον
外面的人既與裏面的人同名,他的肢體也是如此;以致可以說,外面之人的每一個肢體,也都按著裏面的人有相同的稱呼。
As, then, the outer man bears the same names as the inner, so also do his members; so that one may say that every member of the outer man is named also with reference to the inner man.
1:179
Ὀφθαλμοὺς ἔχει ὁ ἔξω ἄνθρωπος, καὶ ὁ ἔσω λέγε ται ἔχειν ὀφθαλμούς·
外面的人有眼睛,裏面的人也說是有眼睛的;
The outer man has eyes, and the inner man is said to have eyes too;
1:180
Φώτισον τοὺς ὀφθαλμούς μου, μή ποτε ὑπνώσω εἰς θάνατον. Οὐ περὶ τούτων τῶν ὀφθαλμῶν λέγει, οὔτε περὶ τοῦ αἰσθητοῦ ὕπνου, οὔτε περὶ τοῦ κοινοῦ θανάτου
「求你光照我的眼目,免得我沉睡至死。」他所說的不是指這肉身的眼睛,不是指感官的睡眠,也不是指普通的死亡。
"Lighten my eyes, lest I sleep the sleep of death." He is not speaking of these bodily eyes, nor of sensible sleep, nor of common death.
1:181
Ἡ ἐντολὴ Κυρίου τηλαυγὴς φωτίζουσα ὀφθαλμούς·
「耶和華的命令清潔,能明亮人的眼目;」
"The commandment of the Lord is clear, enlightening the eyes;"
1:182
οὐχὶ ἐκ τοῦ τηρεῖν τὰς ἐντολὰς τοῦ Κυρίου ὀξυδερκέστεροι γινόμεθα κατὰ τὸ σῶμα, ἀλλ' ἐκ τοῦ τηρεῖν τὰς θείας ἐντολὰς κατὰ τὸν νοῦν γινόμεθα ὀξυδερκέστεροι
我們並不是因遵守主的命令而在身體上變得目光更敏銳,乃是因遵守神聖的命令而在心思上變得目光更敏銳。
it is not by keeping the commandments of the Lord that we become keener-sighted in respect of the body, but by keeping the divine commandments we become keener-sighted in respect of the mind.
1:183
Οἱ ὀφθαλμοὶ τοῦ ἔσω ἀνθρώ που μᾶλλον ἡμῶν διαβλέπουσιν·
裏面之人的眼睛,比我們更能洞察事物;
The eyes of the inner man see through things better than we do;
1:184
Ἀποκάλυψον τοὺς ὀφθαλμούς μου, καὶ κατανοήσω τὰ θαυμάσια τοῦ νόμου σου, ὡς κεκαλυμμένων αὐτοῦ τῶν ὀφθαλμῶν οὐχί, ἀλλ' εἰσὶν οἱ ὀφθαλμοὶ ἡμῶν ὁ νοῦς
「求你開我的眼睛,使我看出你律法中的奇妙。」這並不是說他的眼睛被遮蔽了,乃是說我們的眼睛就是心思。
"Open my eyes, that I may behold the wondrous things of your law"—not as though his eyes were covered, but our eyes are the mind.
1:185
Τοῦ Ἰησοῦ μόνου ἐστὶν ἀποκαλύψαι, ἵνα δυνηθῶμεν τὰ γεγραμ μένα θεωρῆσαι καὶ τὰ κεκρυμμένως εἰρημένα κατα νοῆσαι
惟有耶穌才能揭開這眼睛,使我們能看見所記載的事,並能領會那些隱藏著所說的話。
It belongs to Jesus alone to uncover them, that we may be able to behold the things that are written and to understand the things spoken in a hidden way.
1:186
Ὦτα ἔχει ὁ ἔξω ἄνθρωπος, καὶ ὁ ἔσω ἄνθρωπος λέγεται ὦτα ἔχειν
外面的人有耳朵,裏面的人也說是有耳朵的。
The outer man has ears, and the inner man is said to have ears.
1:187
Ὁ ἔχων ὦτα ἀκούειν, ἀκουέτω. Πάντες εἶχον ὦτα τὰ τῆς αἰσθήσεως, ἀλλ' οὐ πάντες ἦσαν κατωρθωκότες τὸ ἔχειν τὰς ἔνδον ἀκοὰς κεκα θαρμένας
「有耳可聽的,就應當聽。」眾人都有那感官的耳朵,但並非眾人都成就了使裏面的聽覺得以潔淨這事。
"He who has ears to hear, let him hear." All had the ears of sense, but not all had succeeded in keeping the inner hearing cleansed.
1:188
Ταῦτα τὰ ὦτα οὐκ ἐφ' ἡμῖν, ἐκεῖνα ἐφ' ἡμῖν·
這肉身的耳朵不在乎我們,那裏面的耳朵卻在乎我們;
These ears are not within our power, but those are within our power;
1:189
καὶ ἐπεὶ ἐφ' ἡμῖν ἐστιν ἔχειν ἐκεῖνα τὰ ὦτα, διὰ τοῦτο λέγει ὁ προφήτης·
既然有那裏面的耳朵是在乎我們的,因此申言者說:
and since it is within our power to have those ears, for this reason the prophet says:
1:190
Οἱ κωφοὶ ἀκούσατε, καὶ οἱ τυφλοὶ ἀναβλέψατε ἰδεῖν·
「你們聾子,要聽;你們瞎子,要抬頭觀看;」
"You deaf, hear; and you blind, look up that you may see;"
1:191
καὶ τίς κωφὸς ἀλλ' ἢ οἱ παῖδές μου καὶ τίς τυφλὸς ἀλλ' ἢ οἱ κυριεύοντες αὐτῶν; Καὶ ἐτυφλώθησαν οἱ δοῦλοι τοῦ Θεοῦ. Ὅτι ἐφ' ἡμῖν ἐστιν τὸ κωφωθῆναι
「誰比我的僕人更聾呢?誰比那轄管他們的更瞎呢?神的僕人竟瞎了眼。」這是因為使自己變聾,乃是在乎我們的。
"and who is deaf but my servants, and who is blind but those who rule over them? And the servants of God were blinded." Because it is within our power to become deaf.
1:192
μέλλει ἅπτεσθαι πάν των ἡμῶν τὰ λεγόμενα·
所說的這些話將要觸及我們眾人;
What is being said is going to touch us all;
1:193
τὸν ἔσω ἄνθρωπον δεῖ δια γράψαι ἵνα τὸ αἷμα εὑρεθῇ), ὅτι ἐφ' ἡμῖν ἐστιν τὸ κωφωθῆναι κατ' ἐκείνας τὰς ἀκοάς, ἄκουε τοῦ προφήτου λέγοντος·
(因為必須把裏面的人描繪出來,好叫那血得以尋見,)這是因為使自己對那裏面的聽覺變聾,乃是在乎我們的——你要聽申言者所說的:
(for the inner man must be delineated, so that the blood may be found,) because it is within our power to become deaf with regard to that hearing—listen to the prophet as he says:
1:194
Ἀπηλλοτριώθησαν οἱ ἁμαρτωλοὶ ἀπὸ μήτρας, ἐπλανήθησαν ἀπὸ γαστρός, ἐλάλησαν ψευδῆ
「惡人一出母胎就與神疏遠;他們一離母腹便走差了路,說起謊話。」
"The wicked are estranged from the womb; they go astray from birth, speaking lies."
1:195
βύετε τὰ ὦτα οὐκ ἀνοίγοντες οὐδὲ ἀναπεταννύντες αὐτὰ πρὸς παραδοχὴν τῶν λεγομένων, φθάσει ἐφ' ὑμᾶς τὸ Θυμὸς αὐτοῖς κατὰ τὴν ὁμοίωσιν τοῦ ὄφεως ὡσεὶ ἀσπίδος κωφῆς καὶ βυούσης τὰ ὦτα αὐτῆς, ἥτις οὐκ εἰσακούσεται φωνὴν ἐπᾳδόντων φαρ μάκου τε φαρμακευομένου παρὰ σοφοῦ
你們若塞住耳朵,不肯開放、不肯張開耳朵去領受所說的話,這話就要臨到你們:「他們的烈怒就像那蛇,彷彿那塞住耳朵的聾虺,不肯聽行法術之人的聲音,就是那精於念咒之人的咒語。」
If you stop up your ears, neither opening nor spreading them wide to receive what is spoken, there will come upon you this: "Their wrath is according to the likeness of the serpent, like the deaf adder that stops up its ears, which will not hear the voice of charmers, of the cunning enchanter who casts spells."
1:196
Ὁ ἔξω ἄνθρωπος ὀσφραίνεται μυκτῆρσιν, ἀντιλαμ βανόμενος εὐωδίας καὶ δυσωδίας·
外面的人用鼻子聞,分辨香氣與臭氣;
The outer man smells with the nostrils, perceiving sweet odors and foul ones;
1:197
καὶ ὁ ἔσω ἄνθρωπος ἀντιλαμβάνεται εὐωδίας δικαιοσύνης καὶ δυσωδίας ἁμαρτημάτων ἄλλοις μυκτῆρσιν, εὐωδίας μὲν ὡς ὁ ἀπόστολος διδάσκει λέγων·
裏面的人也用另一種鼻子,分辨公義的香氣與罪惡的臭氣——說到那香氣,正如使徒所教導的,他說:
and the inner man, by other nostrils, perceives the sweet fragrance of righteousness and the foul stench of sins—the fragrance, as the Apostle teaches when he says:
1:198
Εὐωδία Χριστοῦ ἐσμεν τῷ Θεῷ ἐν παντὶ τόπῳ, ἐν τοῖς σωζομένοις καὶ ἐν τοῖς ἀπολλυμένοις, οἷς μὲν ὀσμὴ ἐκ θανάτου εἰς θάνατον, οἷς δὲ ὀσμὴ ἐκ ζωῆς εἰς ζωήν. Φησὶν δὲ καὶ ὁ Σολο μὼν ἐν τῷ Ἄσματι τῶν ᾀσμάτων ἐκ προσώπου τῶν νεανίδων τῶν θυγατέρων Ἱερουσαλήμ·
「無論在何處,我們在神面前都是基督的馨香之氣,在那些得救的人和那些滅亡的人身上:在這等人就作了從死到死的氣味,在那等人就作了從生到生的氣味。」所羅門在雅歌裏,也藉著那些少女、耶路撒冷眾女子的口說:
"We are the fragrance of Christ unto God in every place, among those who are being saved and among those who are perishing: to the one a savor from death unto death, but to the other a savor from life unto life." Solomon too says, in the Song of Songs, speaking in the person of the young women, the daughters of Jerusalem:
1:199
Ὀπίσω σου εἰς ὀσμὴν μύρων σου δραμοῦμεν. Ὥσπερ οὖν τοῖς μυκτῆρσιν ἀντιλαμβανόμεθα αἰσθητῆς εὐωδίας καὶ αἰσθητῆς δυσωδίας, οὕτως κατὰ τὸν ἔσω ἄνθρωπον ἔστιν ἀντίλημψις τοῦ ὑγιαίνοντος κατὰ τὰ θεῖα αἰσθη τήρια, εὐωδίας δικαιοσύνης, ἣν εἶχεν ὁ ἀπόστολος, καὶ δυσωδίας ἁμαρτημάτων
「我們必快跑跟隨你,朝向你膏油的香氣。」所以,正如我們用鼻子分辨那感官的香氣與感官的臭氣,照樣,按著裏面的人,藉著那些健全的屬神感官,也能分辨那使徒所有的、公義的香氣,以及罪惡的臭氣。
"We will run after you, toward the fragrance of your ointments." Just as, then, with the nostrils we perceive sensible fragrance and sensible stench, so too, according to the inner man, there is, by means of the divine sense-organs that are sound, a perception of the fragrance of righteousness which the Apostle had, and of the stench of sins.
1:200
Ποίας δυσωδίας ἁμαρ τημάτων; Περὶ ἧς λέγει ὁ προφήτης οὕτως·
甚麼樣的罪惡臭氣呢?就是申言者如此所說的那種:
What stench of sins? That of which the prophet thus speaks:
1:201
Προσ ώζεσαν καὶ ἐσάπησαν οἱ μώλωπές μου ἀπὸ προσώπου τῆς ἀφροσύνης μου.Ὁ ἔξω ἄνθρωπος ἔχει τὸ γευστικόν, καὶ ὁ ἔσω ἄνθρωπος ἔχει τὸ πνευματικὸν γευστικόν, περὶ οὗ εἴρηται·
「因我的愚昧,我的傷發臭流膿。」外在的人有味覺,內在的人也有屬靈的味覺,正如經上所說:
"My wounds grow foul and fester because of my folly." The outer man has the faculty of taste, and the inner man also has a spiritual faculty of taste, concerning which it is said:
1:202
Γεύσασθε καὶ ἴδετε ὅτι χρηστὸς ὁ Κύριος.Ὁ ἔξω ἄνθρωπος ἔχει ἁφὴν τὴν αἰσθητήν, καὶ ὁ ἔσω ἄνθρωπος ἔχει ἁφήν, ἐκείνην τὴν ἁφὴν ᾗ ἥψατο ἡ αἱμορροῦσα τοῦ κρασπέδου τοῦ Ἰησοῦ
「你們要嘗嘗主恩的滋味,便知道祂是美善的。」外在的人有可感知的觸覺,內在的人也有觸覺,就是那患血漏的婦人摸耶穌衣裳繸子時所用的那種觸覺。
"Taste and see that the Lord is good." The outer man has the sense of touch that is perceptible, and the inner man also has a touch—that very touch by which the woman with the flow of blood touched the fringe of Jesus' garment.
1:203
Τίς ἥψατό μου; Καί γε πρὸ βραχέος ὁ Πέτρος αὐτῷ ἔλεγεν·
「摸我的是誰?」其實就在片刻之前,彼得對祂說:
"Who touched me?" Indeed, just a moment before, Peter had said to him:
1:204
Οἱ ὄχλοι θλίβουσίν σε καὶ σὺ λέγεις Τίς ἥψατό μου; Οἴεται ὅτι οἱ ἁπτό μενοι σωματικῶς ἅπτονται, οὐ πνευματικῶς
「眾人擁擠你,你還說『摸我的是誰』嗎?」彼得以為摸耶穌的人是按肉身摸祂,而不是按屬靈的方式摸祂。
"The crowds press in upon you, and yet you say, 'Who touched me?'" Peter supposed that those who touched him were touching him bodily, not spiritually.
1:205
Οἱ οὖν θλίβοντες τὸν Ἰησοῦν οὐχ ἥπτοντο αὐτοῦ·
那些擠著耶穌的人,其實並沒有摸著祂,
But those who were pressing against Jesus were not really touching him,
1:206
οὐ γὰρ πίστει αὐτοῦ ἥπτοντο
因為他們不是憑著信摸祂。
for they were not touching him with faith.
1:207
Ἐκείνη δὲ μόνη ἔχουσα θείαν τινὰ ἁφὴν ἥψατο τοῦ Ἰησοῦ καὶ διὰ τοῦτο ἐθεραπεύθη·
唯有那婦人,因擁有某種神聖的觸覺,摸著了耶穌,因此她得了醫治。
But she alone, possessing a certain divine touch, touched Jesus, and on this account she was healed.
1:208
καὶ ἐπεὶ θείᾳ αὐτοῦ ἁφῇ ἥψατο, διὰ τοῦτο δύναμις τοῦ Ἰησοῦ ἐξῆλθεν ἐπὶ τὴν θείαν αὐτῆς ἁφήν
因為她是以祂那神聖的觸覺摸祂,所以有能力從耶穌身上發出,臨到她那神聖的觸覺上。
And because she touched him with his divine touch, for this reason power went out from Jesus upon her divine touch.
1:209
Τίς ἥψατό μου; Ἐγὼ γὰρ ἔγνων δύναμιν ἐξ εληλυθυῖαν ἀπ' ἐμοῦ
「摸我的是誰?因我覺得有能力從我身上出去了。」
"Who touched me? For I perceived that power had gone forth from me."
1:210
Περὶ ταύτης τῆς θειοτέρας ἁφῆς Ἰωάννης λέγει
論到這更為神聖的觸覺,約翰說:
Concerning this more divine touch, John says:
1:211
Καὶ αἱ χεῖρες ἡμῶν ἐψηλάφησαν περὶ τοῦ λόγου τῆς ζωῆς. Οὕτως ἔχομεν ἄλλας χεῖρας, περὶ ὧν λέγεται·
「我們親手摸過生命之道。」可見我們另有一雙手,正如經上所說的:
"And our hands have handled, concerning the word of life." Thus we possess other hands, concerning which it is said:
1:212
Ἔπαρσις τῶν χειρῶν μου θυσία ἑσπερινή. Οὐ γὰρ ἐὰν ταύτας ἐπάρω τὰς χεῖρας, κάτω δέ μου κέωνται αἱ χεῖρες τῆς ψυχῆς, καὶ μὴ ἐπάρω αὐτὰς διὰ τῶν ἁγίων καὶ ἀγαθῶν πράξεων γίνεταί μου ἔπαρσις τῶν χειρῶν θυσία ἑσπερινή
「我舉手禱告,願如獻晚祭。」因為我若舉起這肉身的手,而我靈魂的手卻垂落在下,不藉著聖潔美善的行為將它們舉起,我舉手就不成為晚祭;唯有當我藉聖潔美善的行為舉起靈魂的手,我舉手才成為晚祭。
"The lifting up of my hands as an evening sacrifice." For if I lift up these bodily hands, but the hands of my soul lie low and I do not lift them up through holy and good deeds, then the lifting up of my hands does not become an evening sacrifice; but when I do lift up the hands of the soul through holy and good works, then the lifting up of my hands becomes an evening sacrifice.
1:213
Ἔχω καὶ ἄλλους πόδας, περὶ ὧν ἐπηγγείλατό μοι ὁ Σολομὼν λέγων·
我也另有一雙腳,論到這雙腳,所羅門曾應許我說:
I have other feet as well, concerning which Solomon promised me, saying:
1:214
Ὁ πούς σου μὴ προσκόψῃ. Λέγεται < ἄτοπόν> τι ἐν τῷ Ἐκκλησιαστῇ·
「不叫你的腳碰跌。」傳道書中有一句〈看似奇怪〉的話:
"Let your foot not stumble." Something <strange> is said in Ecclesiastes:
1:215
τῷ μὴ συνιέντι γὰρ δόξει ἀνόητον εἶναι, τῷ δὲ σοφῷ ἀπὸ Ἐκκλησιαστοῦ εἴρηται·
因為這話在不領悟的人看來似乎無理,但在智慧人聽來,傳道者所說的乃是:
for to the one who does not understand it will seem senseless, but to the wise it is spoken by the Preacher:
1:216
Τοῦ σοφοῦ οἱ ὀφθαλμοὶ αὐτοῦ ἐν κεφαλῇ αὐτοῦ. Ἐν ποίᾳ κεφαλῇ; Παντὸς γὰρ ἀνθρώπου, καὶ τοῦ ἀνοήτου καὶ τοῦ ἄφρονος, οἱ αἰσθητοὶ ὀφθαλμοὶ ἐν κεφαλῇ αἰσθητῇ εἰσιν, ἀλλὰ τοῦ σοφοῦ οἱ ὀφθαλμοὶ οἱ προειρημένοι, οἱ φωτιζόμενοι ὑπὸ τῆς τοῦ Κυρίου ἐντολῆς, ἐν κεφαλῇ αὐτοῦ, ἐν Χριστῷ, ἐπεὶ Κεφαλὴ ἀνδρὸς ὁ Χριστός, ὁ ἀπόστολος λέγει
「智慧人的眼目在他頭上。」是在哪一個頭上呢?因為凡人的肉眼,連愚昧無知之人的肉眼,都在那可感知的頭上;但智慧人的眼目,就是前面所說、被主的命令所光照的眼目,乃在他的頭上,就是在基督裡,因為使徒說「基督是各人的頭」。
"The wise man—his eyes are in his head." In what head? For every man's perceptible eyes, even the foolish and senseless man's, are in his perceptible head; but the eyes of the wise man—those eyes spoken of before, enlightened by the commandment of the Lord—are in his head, which is in Christ, since "Christ is the head of the man," as the Apostle says.
1:217
Τὸ διανοητικόν ἐστιν ἐν Χριστῷ
悟性的官能是在基督裡。
The faculty of understanding is in Christ.
1:218
Τὴν κοιλίαν μου, τὴν κοιλίαν μου ἀλγῶ, εἶπεν Ἱερεμίας
耶利米說:「我的肺腑啊,我的肺腑啊,我心疼痛!」
"My bowels, my bowels! I am in anguish," said Jeremiah.
1:219
Ποίαν κοιλίαν ἀλγεῖ; Ἣν καὶ ἡμεῖς ἀλγοῦμεν, ᾗ ἐπεὶ ὤδινεν τὸν λαὸν τὴν κοιλίαν ἀλγῶ καὶ τὰ αἰσθητήρια, οὐ ταῦτα ἀλλὰ τῆς καρδίας μου
他在哪一種肺腑裡疼痛呢?就是我們也在其中疼痛的那肺腑——他因為產痛般地為百姓擔憂,才說「我的肺腑與我的感官疼痛」;他指的不是肉身的肺腑,乃是我心腸的肺腑。
What bowels does he feel anguish in? The same in which we too feel anguish—in which, since he was in travail over the people, he says, "I am anguished in my bowels and in my senses"; not in these bodily ones, but in those of my heart.
1:220
Ἐὰν καὶ ἐπὶ τὰ λεπτὰ μέρη ἔλθω τοῦ σώματος, βλέπω αὐτὰ ἄσαρκα ἐπὶ τὴν ψυχήν
我即或進而論到身體更細微的肢體,我看它們也是無肉身的,乃屬於靈魂的。
And if I go on even to the smaller parts of the body, I see them as fleshless, belonging to the soul.
1:221
Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με, μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με
「耶和華啊,求你不要在怒中責備我,也不要在烈怒中懲罰我。」
"O Lord, rebuke me not in your anger, nor chasten me in your wrath."
1:222
Ἐλέησόν με, Κύριε, ὅτι ἀσθενής εἰμι·
「耶和華啊,求你可憐我,因為我軟弱;」
"Have mercy on me, O Lord, for I am weak;"
1:223
ἴασαι με, Κύριε, ὅτι ἐταράχθη τὰ ὀστᾶ μου. Ποῖα ὀστᾶ ἐτα ράχθη τοῦ προφήτου;Ἡ ἁρμονία τῆς ψυχῆς καὶ τὸ στερρὸν τῆς διανοίας αὐτοῦ ἦν τεταραγμένον, καὶ παρα καλεῖ περὶ τῆς ἀποκαταστάσεως ἐκείνων τῶν ὀστέων
「耶和華啊,求你醫治我,因為我的骨頭發戰。」先知的哪些骨頭發戰呢?乃是他靈魂的和諧與他心思的剛強被攪擾了,他便祈求那些骨頭得以復原。
"heal me, O Lord, for my bones are troubled." What bones of the prophet were troubled? The harmony of his soul and the firmness of his mind were thrown into turmoil, and he prays for the restoration of those bones.
1:224
κακίας, ἐρεῖς περὶ τοῦ τοιούτου ὅτι τὰ ὀστᾶ αὐτοῦ ἐσκορπίσθη
至於陷在惡裡的——論到這樣的人,你會說「他的骨頭散落了」。
Of wickedness—you will say concerning such a person that "his bones were scattered."
1:225
Πάντα τὰ ὀστᾶ μου ἐροῦ σιν·
「我的骨頭都要說:」
"All my bones shall say:"
1:226
Κύριε, τίς ὅμοιός σοι; Ταῦτα τὰ ὀστᾶ λαλεῖ, διαλέγεται, λέγει, αἰσθάνεται τοῦ Θεοῦ, καὶ ταῦτα ἀναίσθητα ὡς ἰατρῶν παῖδες παριστᾶσιν πρίζοντες ὀστᾶ τοῦ μὴ αἰσθανομένου ἐν τῇ πρίσει
「耶和華啊,誰能像你?」這些骨頭會說話、會交談、會宣告、會覺察神;而那些無知覺的骨頭,則像醫生的學徒所擺出來的,他們鋸著那在鋸割之下毫無知覺之人的骨頭。
"O Lord, who is like you?" These bones speak, converse, declare, and perceive God; whereas those insensible bones are like the ones that physicians' assistants present, sawing through bones of one who feels nothing under the sawing.
1:227
Πάντα οὖν τὰ ὀστᾶ μου ἐροῦσιν·
「所以我的骨頭都要說:」
"Therefore all my bones shall say:"
1:228
Κύριε, τίς ὅμοιός σοι; Ὀστᾶ πάντα ἔχει ὁ ἔσω ἄνθρωπος
「耶和華啊,誰能像你?」內在的人擁有他一切的骨頭。
"O Lord, who is like you?" The inner man has all his bones.
1:229
Ἔχει καρδίαν ὁ ἔσω ἄνθρωπος·
內在的人有一顆心:
The inner man has a heart:
1:230
Ἀκούσατέ μου οἱ ἀπολωλεκότες τὴν καρδίαν. Ἐκεῖνοι καρδίαν εἶχον ταύτην τὴν τοῦ σώματος·
「你們這些喪失了心的人哪,聽我說。」那些人原有這屬肉身的心;
"Listen to me, you who have lost your heart." Those people had this heart of the body;
1:231
οὐ γὰρ ἀπόλλυται ἐκείνη ἡ καρδία
因為那肉身的心並不會喪失。
for that bodily heart is not lost.
1:232
Ὅταν δέ τις ἀμελήσῃ τῆς γεωργίας τῆς ἕξεως νοητικῆς, καὶ ἀπὸ πολλῆς ἀργίας ἀποθῆται τὸ διανοητικόν, ἀπολώλεκεν τὴν καρδίαν, καὶ λέγεται πρὸς τὸν τοιοῦτον
但人若疏忽培養他理智的習性,因著大大的懶散而棄掉了悟性,他就喪失了心,於是有話對這樣的人說:
But whenever someone neglects the cultivation of his intellectual habit, and through much idleness casts away his power of understanding, he has lost his heart, and to such a one it is said:
1:233
Ἀκούσατέ μου οἱ ἀπολωλεκότες τὴν καρδίαν. Ὑμῶν δὲ καὶ αἱ τρίχες τῆς κεφαλῆς πᾶσαι ἠρι θμημέναι εἰσίν. Ποῖαι τρίχες; Δι' ὃ ἦσαν πνευματικῶς ναζιραῖοι
「你們這些喪失了心的人哪,聽我說。」「就是你們的頭髮也都被數過了。」是哪些頭髮呢?就是使他們在屬靈意義上成為拿細耳人的那些頭髮。
"Listen to me, you who have lost your heart." "But even the hairs of your head are all numbered." What hairs? Those by which they were spiritually Nazirites.
1:234
Ἐπεὶ ἔχεις ταῦτα πάντα τοῦ αἰσθητοῦ σώματος περὶ τὸν ἔσω ἄνθρωπον, μηκέτι δίσταζε καὶ περὶ τοῦ αἵματος ὅτι ὁμωνύμως τῷ αἰσθητῷ αἵματι, ὡς καὶ τὰ ἄλλα μέλη τοῦ σώματος, ἐστὶν κατὰ τὸν ἔσω ἄνθρω πον
既然你在內在的人身上擁有這一切屬於可感知之身體的部分,你就不要再對血有所疑惑:血也如同身體其他的肢體一樣,與可感知的血同名,存在於內在的人裡面。
Since you have all these things belonging to the perceptible body in relation to the inner man, no longer doubt concerning the blood as well, that—bearing the same name as the perceptible blood, just like the other members of the body—it exists in the inner man.
1:235
Ἐκεῖνο τὸ αἷμα ψυχῆς ἁμαρτωλοῦ ἐκχεῖται·
那血——就是有罪之靈魂的血——要被傾倒;
That blood—the blood of a sinful soul—is poured out;
1:236
καὶ γὰρ Τὸ αἷμα τῶν ψυχῶν ὑμῶν ἐκζητηθήσεται
因為經上確實說:「你們靈魂的血,我必追討。」
for indeed, "The blood of your souls shall be required."
1:237
Οὐκ εἶπεν Τὸ αἷμα ὑμῶν, ἀλλὰ Τὸ αἷμα τῶν ψυχῶν ὑμῶν
祂並沒有說「你們的血」,乃是說「你們靈魂的血」。
He did not say, "Your blood," but "The blood of your souls."
1:238
Καὶ Τὸ αἷμα ἐκ χειρὸς τοῦ σκοποῦ ἐκζητήσω
又說:「我必向守望的人手中追討這血。」
And, "The blood I will require from the hand of the watchman."
1:239
Ποῖον αἷμα ἐκζητεῖ ὁ Θεὸς ἐκ χειρὸς τοῦ σκοποῦ ἢ ἐκεῖνο τὸ ἐκχεόμενον τοῦ ἁμαρτωλοῦ; Οὕτως ἀπόλλυ ται καρδία τοῦ ἄφρονος, καὶ λέγεται Ἀκούσατέ μου οἱ ἀπολωλεκότες τὴν καρδίαν, ὡς ἐκχεῖται τὸ αἷμα καὶ ἡ δύναμις ἡ ζωτικὴ τῆς ψυχῆς
神向守望的人手中所追討的血,豈不正是那有罪之人所傾倒的血嗎?愚昧人的心就是這樣喪失的,所以才說「你們這些喪失了心的人哪,聽我說」,因為血和靈魂那賜生命的能力都被傾倒了。
What blood does God require from the hand of the watchman, other than that blood of the sinner which is poured out? In this way the heart of the fool is lost, and it is said, "Listen to me, you who have lost your heart," inasmuch as the blood and the life-giving power of the soul is poured out.
1:240
Εἰ νενόηται ἡ ψυχή, καὶ νενόηται κατὰ τὸν ἔσω ἄνθρωπον, καὶ νενόηται ὅτι ἐν ἐκείνῃ ἐστὶν τὸ κατ' εἰκόνα, δῆλον ὅτι καλῶς ὁ Παῦλος λέγει·
靈魂若已被正確地領會——按內在的人來領會,並領會「照著神形像而造」的本質就在其中——那麼顯然保羅說得好:
If the soul has been rightly understood—understood according to the inner man, and understood that in it lies the "according to the image"—then it is clear that Paul speaks well when he says:
1:241
Κάλλιον γὰρ ἀναλῦσαι καὶ σὺν Χριστῷ εἶναι. Πρὸ τῆς ἀνα στάσεως σὺν Χριστῷ ἐστιν ὁ δίκαιος καὶ ἐν αὐτῇ τῇ ψυχῇ ζῇ μετὰ Χριστοῦ
「因為離世與基督同在,是好得無比的。」在復活以前,義人就已與基督同在,並且在靈魂裡與基督一同活著。
"For it is far better to depart and be with Christ." Before the resurrection the righteous person is with Christ, and in the soul itself he lives with Christ.
1:242
Διὰ τοῦτο κάλλιον γὰρ ἀναλῦσαι καὶ σὺν Χριστῷ εἶναι
因此,「離世與基督同在,是好得無比的」。
For this reason, "It is far better to depart and be with Christ."
1:243
Κατὰ δὲ ὑμᾶς τοὺς λέγοντας ὅτι ἡ ψυχὴ κεῖται ἐν τῷ μνημείῳ μετὰ τοῦ σώματος, οὐκ ἐξῆλθεν ἀπὸ τοῦ σώματος, οὐκ ἀνα παύεται, οὐ γέγονεν ἐν τῷ παραδείσῳ τοῦ Θεοῦ, οὐκ ἀναπαύεται ἐν κόλποις Ἀβραάμ·
但照你們這些人所說的,靈魂與身體一同躺在墳墓裡,沒有離開身體,得不著安息,沒有進到神的樂園,也不在亞伯拉罕的懷裡安息——
But according to you who say that the soul lies in the tomb together with the body, that it has not gone out from the body, that it does not rest, that it has not come to be in the paradise of God, that it does not rest in the bosom of Abraham—
1:244
κατὰ δὲ ὑμᾶς τοὺς τὰ τοσαῦτα λέγοντας οὐ κάλλιον ἀναλῦσαι καὶ σὺν Χριστῷ εἶναι·
照你們這些說這等話的人,「離世與基督同在」就算不上是「好得無比」了;
according to you who say such things, it is not "far better to depart and be with Christ";
1:245
οὐ γὰρ σὺν Χριστῷ ἐστιν ἅμα τῷ ἀναλῦσαι, εἰ ἡ ψυχὴ αἷμα
因為靈魂若僅是血,人在離世的那一刻就不會與基督同在。
for one is not with Christ at the moment of departing, if the soul is blood.
1:246
Εἰ ἡ ψυχὴ κεῖται ἐν τοῖς μνημείοις, πῶς δύναται εἶναι σὺν Χριστῷ; Κατὰ δὲ ἐμὲ καὶ τὸν λόγον τοῦ Θεοῦ, ἡ ἀναλύσασα ἀπὸ τῶν καμάτων, ἡ ἀναλύσασα ἀπὸ τῶν ἱδρώτων ψυχή, ἡ ἀπολυθεῖσα τοῦ σώματος, ἡ δυναμένη λέγειν Νῦν ἀπολύεις τὸν δοῦλόν σου, δέσποτα, μετ' εἰρήνης, ἐξέρχεται ἐν εἰρήνῃ καὶ μετὰ Χριστοῦ ἀναπαύεται
靈魂若躺在墳墓裡,怎能與基督同在呢?但照我和神的道所說:那從勞苦中得釋放、從汗流中得釋放、脫離了身體的靈魂,那能說「主啊,如今可以照你的話,釋放僕人安然去世」的靈魂,必平平安安地出去,與基督一同安息。
If the soul lies in the tombs, how can it be with Christ? But according to me and to the word of God: the soul that has departed from its toils, that has departed from its sweat, that has been released from the body, that is able to say, "Now you release your servant, Master, in peace," goes forth in peace and rests with Christ.
1:247
Οὕτως ἡ ψυχὴ τοῦ Ἀβραὰμ ἤκουσεν·
亞伯拉罕的靈魂就是這樣聽見的:
Thus the soul of Abraham heard:
1:248
Σὺ δὲ ἀπελεύσει πρὸς τοὺς πατέρας σου μετ' εἰρήνης τραφεὶς ἐν γήρει καλῷ. Ἀπέρχεται πρὸς τοὺς πατέρας
「但你要享大壽數,平平安安地歸到你列祖那裡。」他歸到列祖那裡。
"But you shall go to your fathers in peace, nourished in a good old age." He departs to the fathers.
1:249
Ποίους πατέρας; Περὶ ὧν λέγει ὁ Παῦλος·
是哪些列祖呢?就是保羅所論到的那些:
What fathers? Those concerning whom Paul speaks:
1:250
Τούτου χάριν κάμπτω μου τὰ γόνατα πρὸς τὸν Πατέρα ἐξ οὗ πᾶσα πατριά. Οὕτω καθ' ἡμᾶς ἀπελύθη Ἀαρών·
「因此,我在父面前屈膝,天上地上的各家都是從祂得名。」照我們的看法,亞倫也是這樣被釋放離世的:
"For this reason I bow my knees to the Father, from whom every fatherhood is named." In this way, according to us, Aaron also was released:
1:251
καὶ γὰρ ἐν τῷ Ἐκκλησιαστῇ γέγραπται περὶ τοῦ δικαίου τοῦ καλῶς ἀγωνισαμένου, τοῦ ἐξελθόντος ἀπὸ τοῦ σωματι κοῦ δεσμοῦ ὅτι Ἐξ οἴκου τῶν δεσμίων ἐξελεύσε [ τα]ι τοῦ βασιλεῦσαι
因為在《傳道書》上也記著那位美好爭戰、已脫離肉身捆鎖的義人說:『他必從監牢中出來作王。』
For indeed it is written in Ecclesiastes concerning the righteous man who has striven nobly, who has departed from the bond of the body: 'Out of the house of prisoners he shall come forth to reign.'
1:252
Οὕτω πείθομαι ἀποθνῄσκειν ὑπὲρ ἀληθείας, οὕτως ἑτοίμου τοῦ λεγομένου θανάτου καταφρονῶ, οὕτως φέρε θηρία, φέρε σταυρούς, φέρε πῦρ, φέρε βασάνους
我這樣甘心為真理而死,這樣輕看那所謂的死。儘管放出野獸來罷,儘管立起十字架來罷,儘管燒起火來罷,儘管加上酷刑來罷!
Thus am I persuaded to die for the truth; thus do I despise the death so called; thus—bring on the wild beasts, bring on the crosses, bring on the fire, bring on the tortures!
1:253
Οἶδα ὅτι ἅμα τῷ ἀπαλλαγῆναι ἐξέρχομαι τοῦ σώματος, μετὰ Χριστοῦ ἀναπαύομαι
我知道,我一旦得釋放,便要出離這身體,與基督同享安息。
I know that as soon as I am set free I go out of the body, and I rest with Christ.
1:254
Διὰ τοῦτο ἀγωνισώμεθα, διὰ τοῦτο παλαίσωμεν, στενάζωμεν ὄντες ἐν τῷ σώματι, οὐχ ὡς πάλιν ἐσό μενοι ἄρτι ἐν τοῖς μνημείοις ἐν τῷ σώματι, ἀλλ' ἀπο λυθησόμενοι μέν, μεταβαλοῦντες δὲ τὸ σῶμα ἐπὶ τὸ πνευματικώτερον·
為此我們要爭戰,為此我們要竭力角力,並且在身內歎息——不是像那將要重新留在墳墓裡、仍在這身體中的人,乃是像那將要得釋放、要把身體改變成更屬靈之體的人。
For this reason let us strive, for this reason let us wrestle and groan while we are in the body—not as those who shall yet again be in the tombs in the body, but as those who shall be set loose, and who shall change the body into one more spiritual;
1:255
ἀναλύσοντες δὲ καὶ σὺν Χριστῷ ἐσόμενοι, πῶς στενάζομεν οἱ ὄντες ἐν τῷ σώματι; Εἰσελθόντος Φιλίππου ἐπισκόπου, Δημήτριος, ἄλλος ἐπίσκοπος, εἶπεν·
我們既要離世與基督同在,那麼我們這些在身內的人為甚麼歎息呢?那時,腓利主教進來了,另一位主教底米丟說:
we who shall be released and be with Christ—how then do we groan, we who are in the body? When Philip the bishop had come in, Demetrius, another bishop, said:
1:256
Διδάσκει ὁ ἀδελφὸς Ὠριγένης ὅτι ἡ ψυχὴ ἀθάνατός ἐστιν. Ὠριγένης εἶπεν·
弟兄俄利根教導說,靈魂是不死的。俄利根說:
Our brother Origen teaches that the soul is immortal. Origen said:
1:257
Ὁ λόγος τοῦ πάπα Δημητρίου ἄλλου προβλήματος δέδωκεν ἡμῖν ἀρχήν
底米丟主教的話,給了我們另一個問題的開端。
The remark of Pope Demetrius has given us the starting point for another question.
1:258
Ἔφασκεν ἡμᾶς εἰρηκέναι ὅτι ἀθάνατος ἡ ψυχή
他說我們曾主張靈魂是不死的。
He said that we had asserted the soul to be immortal.
1:259
Πρὸς τοῦτον τὸν λόγον ἐρῶ ὅτι καὶ ἀθάνατος ἡ ψυχὴ καὶ οὐκ ἀθάνα τος ἡ ψυχή
對於這話我要回答說:靈魂既是不死的,又不是不死的。
To this assertion I will reply that the soul is both immortal and not immortal.
1:260
Παραστῆσαι πειράσομαι ὅσα σημαίνεται οὐ καθ' Ἕλληνας, ἀλλ' ὅσα σημαίνεται κατὰ τὴν θείαν γραφήν
我要試著闡明這話的種種含義——不是照希臘人的講法,乃是照神聖經所指的種種意思。
I shall try to set forth all that this means—not in the manner of the Greeks, but all that it means according to the divine Scripture.
1:261
Ἴσως μέν μου σοφώτερος καὶ ἄλλα σημαι νόμενα παραστήσει·
或許有比我更有智慧的人,能闡明另外一些含義;
Perhaps someone wiser than I will set forth still other meanings as well;
1:262
ἐγὼ μέντοι γε ἐπὶ τοῦ παρόντος οἶδα τρεῖς θανάτους
至於我,目前所知道的有三種死。
I, however, for the present know of three deaths.
1:263
Ποίους τούτους τρεῖς θανάτους; Ζῇ τις τῷ Θεῷ καὶ ἀπέθανεν τῇ ἁμαρτίᾳ κατὰ τὸν ἀπόστολον
是哪三種死呢?照使徒所說,有人向神活著,卻向罪死了。
Which are these three deaths? A man lives to God and has died to sin, according to the apostle.
1:264
Οὗτος μακάριος ὁ θάνατος·
這樣的死乃是有福的死。
This death is a blessed one.
1:265
ἀποθνῄσκει τις τῇ ἁμαρτίᾳ·
有人向罪死了;
A man dies to sin;
1:266
τοῦτον τὸν θάνατον ὁ Κύριός μου ἀπέθανεν
這正是我主所死的那種死。
this is the death which my Lord died.
1:267
Ὃ γὰρ ἀπέθανεν, τῇ ἁμαρτίᾳ ἀπέθανεν. Οἶδα καὶ ἄλλον θάνατον καθ' ὃν ἀποθνῄσκει τις τῷ Θεῷ, περὶ οὗ εἴρηται·
因為他死,是向罪死了。我也知道另一種死,就是人向神死了的死,論到這死有話說:
For in that he died, he died to sin. I know also another death, by which a man dies to God, concerning which it is said:
1:268
Ψυχὴ ἡ ἁμαρτάνουσα αὐτὴ ἀποθανεῖται. Οἶδα καὶ τρίτον θάνατον καθ' ὃν κοινῶς νομίζομεν τοὺς ἀπαλλαγέντας τοῦ σώματος ἀποτεθνά ναι·
『犯罪的他必死亡。』我又知道第三種死,就是我們通常所說那些已脫離身體之人所經歷的死;
'The soul that sins, it shall die.' I know also a third death, by which we commonly reckon those who have departed from the body to have died;
1:269
ἔζησεν γὰρ Ἀδὰμ ἔτη τριάκοντα καὶ ἐνακόσια, καὶ ἀπέθανεν
因為亞當活了九百三十歲,就死了。
for Adam lived nine hundred and thirty years, and he died.
1:270
Τριῶν τοίνυν ὄντων θανάτων, ἴδωμεν ἡ ψυχὴ ἀνθρωπίνη πότερόν ἐστιν κατὰ τοὺς τρεῖς θανάτους ἀθάνατος, ἢ οὐ κατὰ τοὺς τρεῖς θανάτους, ἀλλὰ κατά τινας τούτων ἀθάνατος
既然有這三種死,我們就來思想:人的靈魂究竟是照這三種死都是不死的呢,還是並非照這三種死,乃是只照其中某幾種才是不死的。
Since, then, there are three deaths, let us consider whether the human soul is immortal with respect to all three deaths, or not with respect to all three, but immortal with respect to certain of them.
1:271
Κατὰ τὸν μέσον θάνατον πάντες ἄνθρωποι ἀποθνῄσκομεν·
照那居中的一種死,我們眾人都要死;
According to the middle death we all men die;
1:272
ὃν διάλυσιν νομίζομεν εἶναι
這就是我們所認為的解體分離。
this is the one we reckon to be the dissolution.
1:273
< Τοῦτον> τὸν θάνατον οὐδεμία ψυχὴ ἀνθρώπου ἀπο θνῄσκει·
至於另一種死,沒有一個人的靈魂會死;
<This> death no human soul dies;
1:274
εἰ γὰρ ἀπέθνῃσκεν, οὐκ ἂν ἐκολάζετο μετὰ τὸν θάνατον
因為它若真死了,死後就不會再受刑罰了。
for if it did die, it would not be punished after death.
1:275
Ζητήσουσιν, φησίν, οἱ ἄνθρωποι τὸν θάνατον καὶ οὐχ εὑρήσουσιν αὐτόν. Αἱ γὰρ κολαζόμεναι ψυχαὶ ζητήσουσιν τὸν θάνατον, θελήσουσιν μᾶλλον εἰ μὴ ἔσονται ἤπερ ἵνα ὦσιν μέν, κολάζωνται δέ·
經上說:『人要求死,卻尋不見。』因為那些受刑罰的靈魂必尋求死亡,它們寧願根本不存在,也不願存著而受刑。
'Men shall seek death,' it says, 'and shall not find it.' For the souls that are punished shall seek death; they will rather wish not to exist at all than to exist and be punished;
1:276
διὰ τοῦτο ζητήσουσιν οἱ ἄνθρωποι τὸν θάνατον καὶ οὐ μὴ εὑρήσουσιν αὐτόν
為此緣故,人必尋求死亡,卻總尋不見。
for this reason men shall seek death and shall by no means find it.
1:277
Κατὰ τοῦτο τὸ σημαινόμενον πᾶσα ἡ ψυχὴ ἡ ἀνθρωπίνη ἀθάνατος
照這層意思說,每一個人的靈魂都是不死的。
According to this sense every human soul is immortal.
1:278
Κατὰ δὲ τὰ λοιπὰ τὰ σημαινόμενα, κατὰ μὲν τὸ ἕτερον θνητὴ ψυχή, καὶ μακαρία ἐὰν ἀποθάνῃ τῇ ἁμαρτίᾳ
但照其餘的意思說:照其中一種,靈魂是會死的——而且它若向罪死了,便是有福的。
But according to the remaining senses: according to the one, the soul is mortal—and blessed if it dies to sin.
1:279
Περὶ τούτου τοῦ θανάτου Βαλαὰμ προφητεύων ἔλεγεν εὐχόμενος ἐν πνεύματι θείῳ·
論到這種死,巴蘭在神聖的靈裡禱告、說預言道:
Concerning this death Balaam, prophesying as he prayed in the divine Spirit, said:
1:280
Ἀποθάνοι ἡ ψυχή μου ἐν ψυχαῖς δικαίων. Περὶ τούτου τοῦ θανάτου παραδόξως ἐπροφήτευσεν ὁ Βαλαάμ, καὶ ἑαυτῷ ἐν λόγῳ Θεοῦ τὰ κάλλιστα ηὔχετο·
『願我之死如義人之死。』論到這種死,巴蘭奇妙地說了預言,並在神的話語中為自己求了那最美好的福分;
'Let my soul die among the souls of the righteous.' Concerning this death Balaam prophesied in a marvelous way, and in a word from God he prayed for himself the most excellent things;
1:281
ηὔχετο γὰρ τῇ ἁμαρτίᾳ ἀποθανεῖν ἵνα ζήσῃ τῷ Θεῷ·
因為他祈求向罪死了,好叫他向神活著:
for he prayed to die to sin, that he might live to God:
1:282
Ἀποθάνοι ἡ ψυχή μου ἐν ψυχαῖς δικαίων, καὶ γένοιτο τὸ σπέρμα μου ὡς τὸ σπέρμα τούτων. Ἄλλος δὲ θάνατος ἔστιν, καθ' ὃν οὐκ ἐσμὲν μὲν ἀθάνατοι, δυνά-μεθα δὲ ἐκ τοῦ φυλάττεσθαι μὴ ἀποθανεῖν
『願我之死如義人之死,願我的後裔如他們的後裔。』然而還有另一種死,照這種死我們固然不是不死的,卻能因著儆醒持守而免於一死。
'Let my soul die among the souls of the righteous, and let my seed be as the seed of these.' But there is yet another death, with respect to which we are not indeed immortal, yet are able, by keeping watch, not to die.
1:283
Καὶ τάχα τὸ θνητὸν τῆς ψυχῆς οὐκ ἀεί ἐστιν θνητόν·
或許靈魂中那會死的部分,並非永遠是會死的;
And perhaps that which is mortal in the soul is not always mortal;
1:284
ὅσον μὲν γὰρ ἐπιδέχεται τὸ ἁμαρτάνειν τοιαύτην ἁμαρτίαν ὥστε γενέσθαι ψυχὴ ἡ ἁμαρτάνουσα αὐτὴ ἀποθανεῖται, θνητὴ τοῦ ὄντως θανάτου ἐστὶν ἡ ψυχή·
因為靈魂只要還有可能犯那樣的罪,以致『犯罪的他必死亡』,它就還是會經歷那真正的死,是會死的;
for in so far as it is open to committing such a sin that 'the soul that sins, it shall die,' the soul is mortal with the real death;
1:285
ἐὰν δὲ γένηται ἐν βεβαιώσει τῆς μακαριότητος ὥστε ἀνεπίδεκτος εἶναι τοῦ θανάτου, ἡ δὲ ἔχουσα τὴν αἰώνιον ζωὴν οὐκέτι ἐστὶν θνητή, ἀλλὰ γέγονεν καὶ κατὰ τοῦτο τὸ σημαινόμενον ἀθάνατος
但它若被堅立於福分之中,以致再不能被死所侵,那麼這已得永生的靈魂便不再是會死的了,乃是照這層意思也成了不死的。
but if it comes to be confirmed in blessedness, so as to be no longer susceptible to death, then the soul which has eternal life is no longer mortal, but has become, in this sense too, immortal.
1:286
Πῶς εἴρηται παρὰ τῷ ἀποστόλῳὉ μόνος ἔχων ἀθανασίαν ἐπὶ τοῦ Θεοῦ; Ζητῶ ἵν' εὕρω ὅτι Χριστὸς Ἰησοῦς ὑπὲρ πάντων ἀπέθανεν χωρὶς Θεοῦ
使徒論到神所說的『那獨一不死的』,這話是甚麼意思呢?我尋求,好叫我明白:基督耶穌是離了神,為萬人嘗了死味。
How is it said by the apostle, 'He who alone has immortality,' with reference to God? I seek, that I may find, that Christ Jesus died for all apart from God.
1:287
Ἔχεις ὅπως μόνος ὁ Θεὸς ἔχει τὴν ἀθανασίαν
由此你就明白,為何惟獨神才有不死。
You have here how God alone has immortality.
1:288
Ἀναλαμβάνωμεν οὖν τὴν αἰώνιον ζωήν·
所以我們要支取這永生;
Let us therefore take up eternal life;
1:289
ἀναλαμβάνωμεν ἐκ τοῦ ἐφ' ἡμῖν
我們要從那在乎我們自己的事上去支取它。
let us take it up out of that which lies within our own power.
1:290
Οὐ δίδωσιν αὐτὴν ἡμῖν ὁ Θεός, ἀλλὰ παρατίθησιν·
神並不是徑直把它賜給我們,乃是把它擺在我們面前;
God does not give it to us outright, but sets it before us;
1:291
Ἰδοὺ δέδωκα πρὸ προσώπου σου τὴν ζωήν. Ἐφ' ἡμῖν ἐστιν ἐκτεῖναι τὴν χεῖρ[α, πρᾶξαι πράξεσιν ἀγαθαῖς καὶ λαβεῖν τὴν ζωὴν καὶ ἐναποθέσθαι τῇ ψυχῇ
『看哪,我將生命陳明在你面前。』伸出手來、行善事、握住生命、並把它存放在靈魂裡,這乃是在乎我們自己的。
'Behold, I have set life before your face.' It lies within our power to stretch out the hand, to do good deeds, to take hold of life, and to lay it up in the soul.
1:292
Αὕτη ἡ ζωὴ Χριστός ἐστιν εἰπών·
這生命就是基督,他曾說:
This life is Christ, who said:
1:293
Ἐγώ εἰμι ἡ ζωή, αὕτη ἡ ζωὴἣ νῦν μὲν δικαίοις πάρεστιν ἐν σκιᾷ, τότε δὲ πρόσωπον πρὸς πρόσωπον·
『我就是生命。』這生命如今臨到義人,只是在影兒中;到那時,就要面對面了。
'I am the life.' This is the life which now is present to the righteous in a shadow, but then face to face;
1:294
Πνεῦμα γὰρ πρὸ προσώπου ἡμῶν Χριστὸς [ Κύριος] οὗ εἴπωμεν·
因為在我們面前的那靈,就是基督[主],論到他我們要說:
for a Spirit before our face is Christ [the Lord], of whom let us say:
1:295
Ἐν τῇ σκιᾷ αὐτοῦ ζησόμεθα ἐν τοῖς ἔθνεσιν
『我們必在他的蔭下,在列國中存活。』
'In his shadow we shall live among the nations.'
1:296
Εἰ τοσαῦτα ἀγαθὰ παρέχει ἡ σκιά σου τῆς ζωῆς, οἵαν εἶχεν Μωϋσῆς προφητεύων, ὁποίαν εἶχεν Ἡσαΐας βλέπων τὸν Κύριον Σαβαὼθ καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου, ὁποίαν εἶχεν Ἱερεμίας ἀκούων Πρὸ τοῦ με πλάσαι σε ἐν κοιλίᾳ, ἐπίσταμαί σε, καὶ πρὸ τοῦ με πλάσαι σε ἐν κοιλίᾳ, ἐπίσταμαί σε, καὶ πρὸ τοῦ σε ἐξελθεῖν ἐκ μήτρας, ἡγίακά σε, ὁποίαν εἶχεν Ἰεζεκιὴλ βλέπων τὰ Χερουβίμ, βλέπων τοὺς τροχούς, τὰ ἀπόρρητα μυστήρια, πῶς ζησόμεθα, ὅταν μηκέτι ὑπὸ τὴν σκιὰν ζῶμεν τῆς ζωῆς, ἀλλὰ γενώμεθα ἐν αὐτῇ τῇ ζωῇ
你那生命的蔭子既賜下這許多美好的福分——摩西說預言時所有的、以賽亞看見萬軍之耶和華坐在高高的寶座上時所有的、耶利米聽見『我未將你造在腹中,我已曉得你;我未將你造在腹中,我已曉得你;你未出母胎,我已分別你為聖』時所有的、以西結看見基路伯、看見那些輪子和那不可言傳的奧祕時所有的——那麼當我們不再活在生命的蔭下,乃是進到那生命的本體之中時,我們將要怎樣地活著呢?
If your shadow of life affords so many good things—such as Moses had when he prophesied, such as Isaiah had when he beheld the Lord of Sabaoth seated upon a throne high and lifted up, such as Jeremiah had when he heard, 'Before I formed you in the womb I knew you, and before I formed you in the womb I knew you, and before you came forth out of the womb I sanctified you,' such as Ezekiel had when he saw the Cherubim, when he saw the wheels and the unspeakable mysteries—how shall we live when we no longer live under the shadow of life, but come to be in that very Life itself?
1:297
Νῦν γὰρ ἡ ζωὴ ἡμῶν κέκρυπται σὺν τῷ Χριστῷ·
因為如今我們的生命是與基督一同藏起來的;
For now our life is hidden with Christ;
1:298
ὅταν δὲ Χριστὸς φανερωθῇ, ἡ ζωὴ ἡμῶν, τότε καὶ ἡμεῖς σὺν αὐτῷ φανερωθησόμεθα ἐν δόξῃ
及至基督,就是我們的生命顯現的時候,那時我們也要與他一同顯現在榮耀裡。
but when Christ, who is our life, shall be manifested, then shall we also be manifested with him in glory.
1:299
τῷ σκηνώματι, ὅτι ἐνδημοῦμεν ἐν τῷ σώματι
……在這帳棚裡,就是我們仍住在身內的時候;
...in the tabernacle, in that we are at home in the body;
1:300
Ὅσον ἐνδημοῦμεν ἐν τῷ σώματι, ἐκδημοῦμεν ἀπὸ τοῦ Κυρίου
因為我們住在身內,便與主相離。
for so long as we are at home in the body, we are away from the Lord.
1:301
Ἐπιποθήσωμεν ἐκδημῆσαι ἀπὸ τοῦ σώματος καὶ ἐνδημῆσαι πρὸς τὸν [ Κύριον], ἵν' ἐνδημοῦντες αὐτῷ γενώ μεθα ἓν πρὸς τὸν Θεὸν τῶν ὅλων [ καὶ] τὸν μονογενῆ αὐτοῦ Υἱὸν [ ὁρῶμεν] πρὸς πάντα σωζόμενοι καὶ μακάριοι γινόμενοι, ἐν Ἰησοῦ Χριστῷ ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων
願我們渴望離開這身體,與主同住,好叫我們既與祂同住,便在萬有之神面前合而為一;願我們仰望祂的獨生子,在凡事上得蒙拯救、成為有福的人,在耶穌基督裡;願榮耀與權能都歸與祂,直到萬世萬代。
Let us long to depart from the body and to dwell with the Lord, so that, dwelling with him, we may become one in relation to the God of all things; and let us behold his only-begotten Son, being saved in all things and made blessed, in Jesus Christ, to whom be the glory and the dominion unto the ages of the ages.