📜 Verbum · 聖言
原文誦讀聖經與教父文獻
♥ 贊助

← 回書卷目次 · 希臘教父 › 與赫拉克利德對話

與赫拉克利德對話 第 1 章 第 2/2 段

希臘文原文.77 節.部分字詞可點開查義.本章太長已分段,此段為 1:225–1:301(全章共 301 節)

← 上一段
ℹ️ 本語料沒有逐節的詞法標註。原形主要取自同語言其他書卷的逐詞標註(不是這一節的標註),少數查不到的才回頭依字形比對詞典。同形的罕見字仍可能判錯,需要精確判斷時請覆核原文與專門詞典。
ℹ️ 中英對照為本站自譯,直接譯自本頁的原文(非和合本/WEB —— 那兩者譯自馬所拉文本,與本頁底本不同)。
1:225
Πάντα τὰ ὀστᾶ μου ἐροῦ σιν·
「我的骨頭都要說:」
"All my bones shall say:"
1:226
Κύριε, τίς ὅμοιός σοι; Ταῦτα τὰ ὀστᾶ λαλεῖ, διαλέγεται, λέγει, αἰσθάνεται τοῦ Θεοῦ, καὶ ταῦτα ἀναίσθητα ὡς ἰατρῶν παῖδες παριστᾶσιν πρίζοντες ὀστᾶ τοῦ μὴ αἰσθανομένου ἐν τῇ πρίσει
「耶和華啊,誰能像你?」這些骨頭會說話、會交談、會宣告、會覺察神;而那些無知覺的骨頭,則像醫生的學徒所擺出來的,他們鋸著那在鋸割之下毫無知覺之人的骨頭。
"O Lord, who is like you?" These bones speak, converse, declare, and perceive God; whereas those insensible bones are like the ones that physicians' assistants present, sawing through bones of one who feels nothing under the sawing.
1:227
Πάντα οὖν τὰ ὀστᾶ μου ἐροῦσιν·
「所以我的骨頭都要說:」
"Therefore all my bones shall say:"
1:228
Κύριε, τίς ὅμοιός σοι; Ὀστᾶ πάντα ἔχει ὁ ἔσω ἄνθρωπος
「耶和華啊,誰能像你?」內在的人擁有他一切的骨頭。
"O Lord, who is like you?" The inner man has all his bones.
1:229
Ἔχει καρδίαν ὁ ἔσω ἄνθρωπος·
內在的人有一顆心:
The inner man has a heart:
1:230
Ἀκούσατέ μου οἱ ἀπολωλεκότες τὴν καρδίαν. Ἐκεῖνοι καρδίαν εἶχον ταύτην τὴν τοῦ σώματος·
「你們這些喪失了心的人哪,聽我說。」那些人原有這屬肉身的心;
"Listen to me, you who have lost your heart." Those people had this heart of the body;
1:231
οὐ γὰρ ἀπόλλυται ἐκείνη ἡ καρδία
因為那肉身的心並不會喪失。
for that bodily heart is not lost.
1:232
Ὅταν δέ τις ἀμελήσῃ τῆς γεωργίας τῆς ἕξεως νοητικῆς, καὶ ἀπὸ πολλῆς ἀργίας ἀποθῆται τὸ διανοητικόν, ἀπολώλεκεν τὴν καρδίαν, καὶ λέγεται πρὸς τὸν τοιοῦτον
但人若疏忽培養他理智的習性,因著大大的懶散而棄掉了悟性,他就喪失了心,於是有話對這樣的人說:
But whenever someone neglects the cultivation of his intellectual habit, and through much idleness casts away his power of understanding, he has lost his heart, and to such a one it is said:
1:233
Ἀκούσατέ μου οἱ ἀπολωλεκότες τὴν καρδίαν. Ὑμῶν δὲ καὶ αἱ τρίχες τῆς κεφαλῆς πᾶσαι ἠρι θμημέναι εἰσίν. Ποῖαι τρίχες; Δι' ὃ ἦσαν πνευματικῶς ναζιραῖοι
「你們這些喪失了心的人哪,聽我說。」「就是你們的頭髮也都被數過了。」是哪些頭髮呢?就是使他們在屬靈意義上成為拿細耳人的那些頭髮。
"Listen to me, you who have lost your heart." "But even the hairs of your head are all numbered." What hairs? Those by which they were spiritually Nazirites.
1:234
Ἐπεὶ ἔχεις ταῦτα πάντα τοῦ αἰσθητοῦ σώματος περὶ τὸν ἔσω ἄνθρωπον, μηκέτι δίσταζε καὶ περὶ τοῦ αἵματος ὅτι ὁμωνύμως τῷ αἰσθητῷ αἵματι, ὡς καὶ τὰ ἄλλα μέλη τοῦ σώματος, ἐστὶν κατὰ τὸν ἔσω ἄνθρω πον
既然你在內在的人身上擁有這一切屬於可感知之身體的部分,你就不要再對血有所疑惑:血也如同身體其他的肢體一樣,與可感知的血同名,存在於內在的人裡面。
Since you have all these things belonging to the perceptible body in relation to the inner man, no longer doubt concerning the blood as well, that—bearing the same name as the perceptible blood, just like the other members of the body—it exists in the inner man.
1:235
Ἐκεῖνο τὸ αἷμα ψυχῆς ἁμαρτωλοῦ ἐκχεῖται·
那血——就是有罪之靈魂的血——要被傾倒;
That blood—the blood of a sinful soul—is poured out;
1:236
καὶ γὰρ Τὸ αἷμα τῶν ψυχῶν ὑμῶν ἐκζητηθήσεται
因為經上確實說:「你們靈魂的血,我必追討。」
for indeed, "The blood of your souls shall be required."
1:237
Οὐκ εἶπεν Τὸ αἷμα ὑμῶν, ἀλλὰ Τὸ αἷμα τῶν ψυχῶν ὑμῶν
祂並沒有說「你們的血」,乃是說「你們靈魂的血」。
He did not say, "Your blood," but "The blood of your souls."
1:238
Καὶ Τὸ αἷμα ἐκ χειρὸς τοῦ σκοποῦ ἐκζητήσω
又說:「我必向守望的人手中追討這血。」
And, "The blood I will require from the hand of the watchman."
1:239
Ποῖον αἷμα ἐκζητεῖ ὁ Θεὸς ἐκ χειρὸς τοῦ σκοποῦ ἢ ἐκεῖνο τὸ ἐκχεόμενον τοῦ ἁμαρτωλοῦ; Οὕτως ἀπόλλυ ται καρδία τοῦ ἄφρονος, καὶ λέγεται Ἀκούσατέ μου οἱ ἀπολωλεκότες τὴν καρδίαν, ὡς ἐκχεῖται τὸ αἷμα καὶ ἡ δύναμις ἡ ζωτικὴ τῆς ψυχῆς
神向守望的人手中所追討的血,豈不正是那有罪之人所傾倒的血嗎?愚昧人的心就是這樣喪失的,所以才說「你們這些喪失了心的人哪,聽我說」,因為血和靈魂那賜生命的能力都被傾倒了。
What blood does God require from the hand of the watchman, other than that blood of the sinner which is poured out? In this way the heart of the fool is lost, and it is said, "Listen to me, you who have lost your heart," inasmuch as the blood and the life-giving power of the soul is poured out.
1:240
Εἰ νενόηται ἡ ψυχή, καὶ νενόηται κατὰ τὸν ἔσω ἄνθρωπον, καὶ νενόηται ὅτι ἐν ἐκείνῃ ἐστὶν τὸ κατ' εἰκόνα, δῆλον ὅτι καλῶς ὁ Παῦλος λέγει·
靈魂若已被正確地領會——按內在的人來領會,並領會「照著神形像而造」的本質就在其中——那麼顯然保羅說得好:
If the soul has been rightly understood—understood according to the inner man, and understood that in it lies the "according to the image"—then it is clear that Paul speaks well when he says:
1:241
Κάλλιον γὰρ ἀναλῦσαι καὶ σὺν Χριστῷ εἶναι. Πρὸ τῆς ἀνα στάσεως σὺν Χριστῷ ἐστιν ὁ δίκαιος καὶ ἐν αὐτῇ τῇ ψυχῇ ζῇ μετὰ Χριστοῦ
「因為離世與基督同在,是好得無比的。」在復活以前,義人就已與基督同在,並且在靈魂裡與基督一同活著。
"For it is far better to depart and be with Christ." Before the resurrection the righteous person is with Christ, and in the soul itself he lives with Christ.
1:242
Διὰ τοῦτο κάλλιον γὰρ ἀναλῦσαι καὶ σὺν Χριστῷ εἶναι
因此,「離世與基督同在,是好得無比的」。
For this reason, "It is far better to depart and be with Christ."
1:243
Κατὰ δὲ ὑμᾶς τοὺς λέγοντας ὅτι ἡ ψυχὴ κεῖται ἐν τῷ μνημείῳ μετὰ τοῦ σώματος, οὐκ ἐξῆλθεν ἀπὸ τοῦ σώματος, οὐκ ἀνα παύεται, οὐ γέγονεν ἐν τῷ παραδείσῳ τοῦ Θεοῦ, οὐκ ἀναπαύεται ἐν κόλποις Ἀβραάμ·
但照你們這些人所說的,靈魂與身體一同躺在墳墓裡,沒有離開身體,得不著安息,沒有進到神的樂園,也不在亞伯拉罕的懷裡安息——
But according to you who say that the soul lies in the tomb together with the body, that it has not gone out from the body, that it does not rest, that it has not come to be in the paradise of God, that it does not rest in the bosom of Abraham—
1:244
κατὰ δὲ ὑμᾶς τοὺς τὰ τοσαῦτα λέγοντας οὐ κάλλιον ἀναλῦσαι καὶ σὺν Χριστῷ εἶναι·
照你們這些說這等話的人,「離世與基督同在」就算不上是「好得無比」了;
according to you who say such things, it is not "far better to depart and be with Christ";
1:245
οὐ γὰρ σὺν Χριστῷ ἐστιν ἅμα τῷ ἀναλῦσαι, εἰ ἡ ψυχὴ αἷμα
因為靈魂若僅是血,人在離世的那一刻就不會與基督同在。
for one is not with Christ at the moment of departing, if the soul is blood.
1:246
Εἰ ἡ ψυχὴ κεῖται ἐν τοῖς μνημείοις, πῶς δύναται εἶναι σὺν Χριστῷ; Κατὰ δὲ ἐμὲ καὶ τὸν λόγον τοῦ Θεοῦ, ἡ ἀναλύσασα ἀπὸ τῶν καμάτων, ἡ ἀναλύσασα ἀπὸ τῶν ἱδρώτων ψυχή, ἡ ἀπολυθεῖσα τοῦ σώματος, ἡ δυναμένη λέγειν Νῦν ἀπολύεις τὸν δοῦλόν σου, δέσποτα, μετ' εἰρήνης, ἐξέρχεται ἐν εἰρήνῃ καὶ μετὰ Χριστοῦ ἀναπαύεται
靈魂若躺在墳墓裡,怎能與基督同在呢?但照我和神的道所說:那從勞苦中得釋放、從汗流中得釋放、脫離了身體的靈魂,那能說「主啊,如今可以照你的話,釋放僕人安然去世」的靈魂,必平平安安地出去,與基督一同安息。
If the soul lies in the tombs, how can it be with Christ? But according to me and to the word of God: the soul that has departed from its toils, that has departed from its sweat, that has been released from the body, that is able to say, "Now you release your servant, Master, in peace," goes forth in peace and rests with Christ.
1:247
Οὕτως ἡ ψυχὴ τοῦ Ἀβραὰμ ἤκουσεν·
亞伯拉罕的靈魂就是這樣聽見的:
Thus the soul of Abraham heard:
1:248
Σὺ δὲ ἀπελεύσει πρὸς τοὺς πατέρας σου μετ' εἰρήνης τραφεὶς ἐν γήρει καλῷ. Ἀπέρχεται πρὸς τοὺς πατέρας
「但你要享大壽數,平平安安地歸到你列祖那裡。」他歸到列祖那裡。
"But you shall go to your fathers in peace, nourished in a good old age." He departs to the fathers.
1:249
Ποίους πατέρας; Περὶ ὧν λέγει ὁ Παῦλος·
是哪些列祖呢?就是保羅所論到的那些:
What fathers? Those concerning whom Paul speaks:
1:250
Τούτου χάριν κάμπτω μου τὰ γόνατα πρὸς τὸν Πατέρα ἐξ οὗ πᾶσα πατριά. Οὕτω καθ' ἡμᾶς ἀπελύθη Ἀαρών·
「因此,我在父面前屈膝,天上地上的各家都是從祂得名。」照我們的看法,亞倫也是這樣被釋放離世的:
"For this reason I bow my knees to the Father, from whom every fatherhood is named." In this way, according to us, Aaron also was released:
1:251
καὶ γὰρ ἐν τῷ Ἐκκλησιαστῇ γέγραπται περὶ τοῦ δικαίου τοῦ καλῶς ἀγωνισαμένου, τοῦ ἐξελθόντος ἀπὸ τοῦ σωματι κοῦ δεσμοῦ ὅτι Ἐξ οἴκου τῶν δεσμίων ἐξελεύσε [ τα]ι τοῦ βασιλεῦσαι
因為在《傳道書》上也記著那位美好爭戰、已脫離肉身捆鎖的義人說:『他必從監牢中出來作王。』
For indeed it is written in Ecclesiastes concerning the righteous man who has striven nobly, who has departed from the bond of the body: 'Out of the house of prisoners he shall come forth to reign.'
1:252
Οὕτω πείθομαι ἀποθνῄσκειν ὑπὲρ ἀληθείας, οὕτως ἑτοίμου τοῦ λεγομένου θανάτου καταφρονῶ, οὕτως φέρε θηρία, φέρε σταυρούς, φέρε πῦρ, φέρε βασάνους
我這樣甘心為真理而死,這樣輕看那所謂的死。儘管放出野獸來罷,儘管立起十字架來罷,儘管燒起火來罷,儘管加上酷刑來罷!
Thus am I persuaded to die for the truth; thus do I despise the death so called; thus—bring on the wild beasts, bring on the crosses, bring on the fire, bring on the tortures!
1:253
Οἶδα ὅτι ἅμα τῷ ἀπαλλαγῆναι ἐξέρχομαι τοῦ σώματος, μετὰ Χριστοῦ ἀναπαύομαι
我知道,我一旦得釋放,便要出離這身體,與基督同享安息。
I know that as soon as I am set free I go out of the body, and I rest with Christ.
1:254
Διὰ τοῦτο ἀγωνισώμεθα, διὰ τοῦτο παλαίσωμεν, στενάζωμεν ὄντες ἐν τῷ σώματι, οὐχ ὡς πάλιν ἐσό μενοι ἄρτι ἐν τοῖς μνημείοις ἐν τῷ σώματι, ἀλλ' ἀπο λυθησόμενοι μέν, μεταβαλοῦντες δὲ τὸ σῶμα ἐπὶ τὸ πνευματικώτερον·
為此我們要爭戰,為此我們要竭力角力,並且在身內歎息——不是像那將要重新留在墳墓裡、仍在這身體中的人,乃是像那將要得釋放、要把身體改變成更屬靈之體的人。
For this reason let us strive, for this reason let us wrestle and groan while we are in the body—not as those who shall yet again be in the tombs in the body, but as those who shall be set loose, and who shall change the body into one more spiritual;
1:255
ἀναλύσοντες δὲ καὶ σὺν Χριστῷ ἐσόμενοι, πῶς στενάζομεν οἱ ὄντες ἐν τῷ σώματι; Εἰσελθόντος Φιλίππου ἐπισκόπου, Δημήτριος, ἄλλος ἐπίσκοπος, εἶπεν·
我們既要離世與基督同在,那麼我們這些在身內的人為甚麼歎息呢?那時,腓利主教進來了,另一位主教底米丟說:
we who shall be released and be with Christ—how then do we groan, we who are in the body? When Philip the bishop had come in, Demetrius, another bishop, said:
1:256
Διδάσκει ὁ ἀδελφὸς Ὠριγένης ὅτι ἡ ψυχὴ ἀθάνατός ἐστιν. Ὠριγένης εἶπεν·
弟兄俄利根教導說,靈魂是不死的。俄利根說:
Our brother Origen teaches that the soul is immortal. Origen said:
1:257
Ὁ λόγος τοῦ πάπα Δημητρίου ἄλλου προβλήματος δέδωκεν ἡμῖν ἀρχήν
底米丟主教的話,給了我們另一個問題的開端。
The remark of Pope Demetrius has given us the starting point for another question.
1:258
Ἔφασκεν ἡμᾶς εἰρηκέναι ὅτι ἀθάνατος ἡ ψυχή
他說我們曾主張靈魂是不死的。
He said that we had asserted the soul to be immortal.
1:259
Πρὸς τοῦτον τὸν λόγον ἐρῶ ὅτι καὶ ἀθάνατος ἡ ψυχὴ καὶ οὐκ ἀθάνα τος ἡ ψυχή
對於這話我要回答說:靈魂既是不死的,又不是不死的。
To this assertion I will reply that the soul is both immortal and not immortal.
1:260
Παραστῆσαι πειράσομαι ὅσα σημαίνεται οὐ καθ' Ἕλληνας, ἀλλ' ὅσα σημαίνεται κατὰ τὴν θείαν γραφήν
我要試著闡明這話的種種含義——不是照希臘人的講法,乃是照神聖經所指的種種意思。
I shall try to set forth all that this means—not in the manner of the Greeks, but all that it means according to the divine Scripture.
1:261
Ἴσως μέν μου σοφώτερος καὶ ἄλλα σημαι νόμενα παραστήσει·
或許有比我更有智慧的人,能闡明另外一些含義;
Perhaps someone wiser than I will set forth still other meanings as well;
1:262
ἐγὼ μέντοι γε ἐπὶ τοῦ παρόντος οἶδα τρεῖς θανάτους
至於我,目前所知道的有三種死。
I, however, for the present know of three deaths.
1:263
Ποίους τούτους τρεῖς θανάτους; Ζῇ τις τῷ Θεῷ καὶ ἀπέθανεν τῇ ἁμαρτίᾳ κατὰ τὸν ἀπόστολον
是哪三種死呢?照使徒所說,有人向神活著,卻向罪死了。
Which are these three deaths? A man lives to God and has died to sin, according to the apostle.
1:264
Οὗτος μακάριος ὁ θάνατος·
這樣的死乃是有福的死。
This death is a blessed one.
1:265
ἀποθνῄσκει τις τῇ ἁμαρτίᾳ·
有人向罪死了;
A man dies to sin;
1:266
τοῦτον τὸν θάνατον ὁ Κύριός μου ἀπέθανεν
這正是我主所死的那種死。
this is the death which my Lord died.
1:267
Ὃ γὰρ ἀπέθανεν, τῇ ἁμαρτίᾳ ἀπέθανεν. Οἶδα καὶ ἄλλον θάνατον καθ' ὃν ἀποθνῄσκει τις τῷ Θεῷ, περὶ οὗ εἴρηται·
因為他死,是向罪死了。我也知道另一種死,就是人向神死了的死,論到這死有話說:
For in that he died, he died to sin. I know also another death, by which a man dies to God, concerning which it is said:
1:268
Ψυχὴ ἡ ἁμαρτάνουσα αὐτὴ ἀποθανεῖται. Οἶδα καὶ τρίτον θάνατον καθ' ὃν κοινῶς νομίζομεν τοὺς ἀπαλλαγέντας τοῦ σώματος ἀποτεθνά ναι·
『犯罪的他必死亡。』我又知道第三種死,就是我們通常所說那些已脫離身體之人所經歷的死;
'The soul that sins, it shall die.' I know also a third death, by which we commonly reckon those who have departed from the body to have died;
1:269
ἔζησεν γὰρ Ἀδὰμ ἔτη τριάκοντα καὶ ἐνακόσια, καὶ ἀπέθανεν
因為亞當活了九百三十歲,就死了。
for Adam lived nine hundred and thirty years, and he died.
1:270
Τριῶν τοίνυν ὄντων θανάτων, ἴδωμεν ἡ ψυχὴ ἀνθρωπίνη πότερόν ἐστιν κατὰ τοὺς τρεῖς θανάτους ἀθάνατος, ἢ οὐ κατὰ τοὺς τρεῖς θανάτους, ἀλλὰ κατά τινας τούτων ἀθάνατος
既然有這三種死,我們就來思想:人的靈魂究竟是照這三種死都是不死的呢,還是並非照這三種死,乃是只照其中某幾種才是不死的。
Since, then, there are three deaths, let us consider whether the human soul is immortal with respect to all three deaths, or not with respect to all three, but immortal with respect to certain of them.
1:271
Κατὰ τὸν μέσον θάνατον πάντες ἄνθρωποι ἀποθνῄσκομεν·
照那居中的一種死,我們眾人都要死;
According to the middle death we all men die;
1:272
ὃν διάλυσιν νομίζομεν εἶναι
這就是我們所認為的解體分離。
this is the one we reckon to be the dissolution.
1:273
< Τοῦτον> τὸν θάνατον οὐδεμία ψυχὴ ἀνθρώπου ἀπο θνῄσκει·
至於另一種死,沒有一個人的靈魂會死;
<This> death no human soul dies;
1:274
εἰ γὰρ ἀπέθνῃσκεν, οὐκ ἂν ἐκολάζετο μετὰ τὸν θάνατον
因為它若真死了,死後就不會再受刑罰了。
for if it did die, it would not be punished after death.
1:275
Ζητήσουσιν, φησίν, οἱ ἄνθρωποι τὸν θάνατον καὶ οὐχ εὑρήσουσιν αὐτόν. Αἱ γὰρ κολαζόμεναι ψυχαὶ ζητήσουσιν τὸν θάνατον, θελήσουσιν μᾶλλον εἰ μὴ ἔσονται ἤπερ ἵνα ὦσιν μέν, κολάζωνται δέ·
經上說:『人要求死,卻尋不見。』因為那些受刑罰的靈魂必尋求死亡,它們寧願根本不存在,也不願存著而受刑。
'Men shall seek death,' it says, 'and shall not find it.' For the souls that are punished shall seek death; they will rather wish not to exist at all than to exist and be punished;
1:276
διὰ τοῦτο ζητήσουσιν οἱ ἄνθρωποι τὸν θάνατον καὶ οὐ μὴ εὑρήσουσιν αὐτόν
為此緣故,人必尋求死亡,卻總尋不見。
for this reason men shall seek death and shall by no means find it.
1:277
Κατὰ τοῦτο τὸ σημαινόμενον πᾶσα ἡ ψυχὴ ἡ ἀνθρωπίνη ἀθάνατος
照這層意思說,每一個人的靈魂都是不死的。
According to this sense every human soul is immortal.
1:278
Κατὰ δὲ τὰ λοιπὰ τὰ σημαινόμενα, κατὰ μὲν τὸ ἕτερον θνητὴ ψυχή, καὶ μακαρία ἐὰν ἀποθάνῃ τῇ ἁμαρτίᾳ
但照其餘的意思說:照其中一種,靈魂是會死的——而且它若向罪死了,便是有福的。
But according to the remaining senses: according to the one, the soul is mortal—and blessed if it dies to sin.
1:279
Περὶ τούτου τοῦ θανάτου Βαλαὰμ προφητεύων ἔλεγεν εὐχόμενος ἐν πνεύματι θείῳ·
論到這種死,巴蘭在神聖的靈裡禱告、說預言道:
Concerning this death Balaam, prophesying as he prayed in the divine Spirit, said:
1:280
Ἀποθάνοι ἡ ψυχή μου ἐν ψυχαῖς δικαίων. Περὶ τούτου τοῦ θανάτου παραδόξως ἐπροφήτευσεν ὁ Βαλαάμ, καὶ ἑαυτῷ ἐν λόγῳ Θεοῦ τὰ κάλλιστα ηὔχετο·
『願我之死如義人之死。』論到這種死,巴蘭奇妙地說了預言,並在神的話語中為自己求了那最美好的福分;
'Let my soul die among the souls of the righteous.' Concerning this death Balaam prophesied in a marvelous way, and in a word from God he prayed for himself the most excellent things;
1:281
ηὔχετο γὰρ τῇ ἁμαρτίᾳ ἀποθανεῖν ἵνα ζήσῃ τῷ Θεῷ·
因為他祈求向罪死了,好叫他向神活著:
for he prayed to die to sin, that he might live to God:
1:282
Ἀποθάνοι ἡ ψυχή μου ἐν ψυχαῖς δικαίων, καὶ γένοιτο τὸ σπέρμα μου ὡς τὸ σπέρμα τούτων. Ἄλλος δὲ θάνατος ἔστιν, καθ' ὃν οὐκ ἐσμὲν μὲν ἀθάνατοι, δυνά-μεθα δὲ ἐκ τοῦ φυλάττεσθαι μὴ ἀποθανεῖν
『願我之死如義人之死,願我的後裔如他們的後裔。』然而還有另一種死,照這種死我們固然不是不死的,卻能因著儆醒持守而免於一死。
'Let my soul die among the souls of the righteous, and let my seed be as the seed of these.' But there is yet another death, with respect to which we are not indeed immortal, yet are able, by keeping watch, not to die.
1:283
Καὶ τάχα τὸ θνητὸν τῆς ψυχῆς οὐκ ἀεί ἐστιν θνητόν·
或許靈魂中那會死的部分,並非永遠是會死的;
And perhaps that which is mortal in the soul is not always mortal;
1:284
ὅσον μὲν γὰρ ἐπιδέχεται τὸ ἁμαρτάνειν τοιαύτην ἁμαρτίαν ὥστε γενέσθαι ψυχὴ ἡ ἁμαρτάνουσα αὐτὴ ἀποθανεῖται, θνητὴ τοῦ ὄντως θανάτου ἐστὶν ἡ ψυχή·
因為靈魂只要還有可能犯那樣的罪,以致『犯罪的他必死亡』,它就還是會經歷那真正的死,是會死的;
for in so far as it is open to committing such a sin that 'the soul that sins, it shall die,' the soul is mortal with the real death;
1:285
ἐὰν δὲ γένηται ἐν βεβαιώσει τῆς μακαριότητος ὥστε ἀνεπίδεκτος εἶναι τοῦ θανάτου, ἡ δὲ ἔχουσα τὴν αἰώνιον ζωὴν οὐκέτι ἐστὶν θνητή, ἀλλὰ γέγονεν καὶ κατὰ τοῦτο τὸ σημαινόμενον ἀθάνατος
但它若被堅立於福分之中,以致再不能被死所侵,那麼這已得永生的靈魂便不再是會死的了,乃是照這層意思也成了不死的。
but if it comes to be confirmed in blessedness, so as to be no longer susceptible to death, then the soul which has eternal life is no longer mortal, but has become, in this sense too, immortal.
1:286
Πῶς εἴρηται παρὰ τῷ ἀποστόλῳὉ μόνος ἔχων ἀθανασίαν ἐπὶ τοῦ Θεοῦ; Ζητῶ ἵν' εὕρω ὅτι Χριστὸς Ἰησοῦς ὑπὲρ πάντων ἀπέθανεν χωρὶς Θεοῦ
使徒論到神所說的『那獨一不死的』,這話是甚麼意思呢?我尋求,好叫我明白:基督耶穌是離了神,為萬人嘗了死味。
How is it said by the apostle, 'He who alone has immortality,' with reference to God? I seek, that I may find, that Christ Jesus died for all apart from God.
1:287
Ἔχεις ὅπως μόνος ὁ Θεὸς ἔχει τὴν ἀθανασίαν
由此你就明白,為何惟獨神才有不死。
You have here how God alone has immortality.
1:288
Ἀναλαμβάνωμεν οὖν τὴν αἰώνιον ζωήν·
所以我們要支取這永生;
Let us therefore take up eternal life;
1:289
ἀναλαμβάνωμεν ἐκ τοῦ ἐφ' ἡμῖν
我們要從那在乎我們自己的事上去支取它。
let us take it up out of that which lies within our own power.
1:290
Οὐ δίδωσιν αὐτὴν ἡμῖν ὁ Θεός, ἀλλὰ παρατίθησιν·
神並不是徑直把它賜給我們,乃是把它擺在我們面前;
God does not give it to us outright, but sets it before us;
1:291
Ἰδοὺ δέδωκα πρὸ προσώπου σου τὴν ζωήν. Ἐφ' ἡμῖν ἐστιν ἐκτεῖναι τὴν χεῖρ[α, πρᾶξαι πράξεσιν ἀγαθαῖς καὶ λαβεῖν τὴν ζωὴν καὶ ἐναποθέσθαι τῇ ψυχῇ
『看哪,我將生命陳明在你面前。』伸出手來、行善事、握住生命、並把它存放在靈魂裡,這乃是在乎我們自己的。
'Behold, I have set life before your face.' It lies within our power to stretch out the hand, to do good deeds, to take hold of life, and to lay it up in the soul.
1:292
Αὕτη ἡ ζωὴ Χριστός ἐστιν εἰπών·
這生命就是基督,他曾說:
This life is Christ, who said:
1:293
Ἐγώ εἰμι ἡ ζωή, αὕτη ἡ ζωὴἣ νῦν μὲν δικαίοις πάρεστιν ἐν σκιᾷ, τότε δὲ πρόσωπον πρὸς πρόσωπον·
『我就是生命。』這生命如今臨到義人,只是在影兒中;到那時,就要面對面了。
'I am the life.' This is the life which now is present to the righteous in a shadow, but then face to face;
1:294
Πνεῦμα γὰρ πρὸ προσώπου ἡμῶν Χριστὸς [ Κύριος] οὗ εἴπωμεν·
因為在我們面前的那靈,就是基督[主],論到他我們要說:
for a Spirit before our face is Christ [the Lord], of whom let us say:
1:295
Ἐν τῇ σκιᾷ αὐτοῦ ζησόμεθα ἐν τοῖς ἔθνεσιν
『我們必在他的蔭下,在列國中存活。』
'In his shadow we shall live among the nations.'
1:296
Εἰ τοσαῦτα ἀγαθὰ παρέχει ἡ σκιά σου τῆς ζωῆς, οἵαν εἶχεν Μωϋσῆς προφητεύων, ὁποίαν εἶχεν Ἡσαΐας βλέπων τὸν Κύριον Σαβαὼθ καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου, ὁποίαν εἶχεν Ἱερεμίας ἀκούων Πρὸ τοῦ με πλάσαι σε ἐν κοιλίᾳ, ἐπίσταμαί σε, καὶ πρὸ τοῦ με πλάσαι σε ἐν κοιλίᾳ, ἐπίσταμαί σε, καὶ πρὸ τοῦ σε ἐξελθεῖν ἐκ μήτρας, ἡγίακά σε, ὁποίαν εἶχεν Ἰεζεκιὴλ βλέπων τὰ Χερουβίμ, βλέπων τοὺς τροχούς, τὰ ἀπόρρητα μυστήρια, πῶς ζησόμεθα, ὅταν μηκέτι ὑπὸ τὴν σκιὰν ζῶμεν τῆς ζωῆς, ἀλλὰ γενώμεθα ἐν αὐτῇ τῇ ζωῇ
你那生命的蔭子既賜下這許多美好的福分——摩西說預言時所有的、以賽亞看見萬軍之耶和華坐在高高的寶座上時所有的、耶利米聽見『我未將你造在腹中,我已曉得你;我未將你造在腹中,我已曉得你;你未出母胎,我已分別你為聖』時所有的、以西結看見基路伯、看見那些輪子和那不可言傳的奧祕時所有的——那麼當我們不再活在生命的蔭下,乃是進到那生命的本體之中時,我們將要怎樣地活著呢?
If your shadow of life affords so many good things—such as Moses had when he prophesied, such as Isaiah had when he beheld the Lord of Sabaoth seated upon a throne high and lifted up, such as Jeremiah had when he heard, 'Before I formed you in the womb I knew you, and before I formed you in the womb I knew you, and before you came forth out of the womb I sanctified you,' such as Ezekiel had when he saw the Cherubim, when he saw the wheels and the unspeakable mysteries—how shall we live when we no longer live under the shadow of life, but come to be in that very Life itself?
1:297
Νῦν γὰρ ἡ ζωὴ ἡμῶν κέκρυπται σὺν τῷ Χριστῷ·
因為如今我們的生命是與基督一同藏起來的;
For now our life is hidden with Christ;
1:298
ὅταν δὲ Χριστὸς φανερωθῇ, ἡ ζωὴ ἡμῶν, τότε καὶ ἡμεῖς σὺν αὐτῷ φανερωθησόμεθα ἐν δόξῃ
及至基督,就是我們的生命顯現的時候,那時我們也要與他一同顯現在榮耀裡。
but when Christ, who is our life, shall be manifested, then shall we also be manifested with him in glory.
1:299
τῷ σκηνώματι, ὅτι ἐνδημοῦμεν ἐν τῷ σώματι
……在這帳棚裡,就是我們仍住在身內的時候;
...in the tabernacle, in that we are at home in the body;
1:300
Ὅσον ἐνδημοῦμεν ἐν τῷ σώματι, ἐκδημοῦμεν ἀπὸ τοῦ Κυρίου
因為我們住在身內,便與主相離。
for so long as we are at home in the body, we are away from the Lord.
1:301
Ἐπιποθήσωμεν ἐκδημῆσαι ἀπὸ τοῦ σώματος καὶ ἐνδημῆσαι πρὸς τὸν [ Κύριον], ἵν' ἐνδημοῦντες αὐτῷ γενώ μεθα ἓν πρὸς τὸν Θεὸν τῶν ὅλων [ καὶ] τὸν μονογενῆ αὐτοῦ Υἱὸν [ ὁρῶμεν] πρὸς πάντα σωζόμενοι καὶ μακάριοι γινόμενοι, ἐν Ἰησοῦ Χριστῷ ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων
願我們渴望離開這身體,與主同住,好叫我們既與祂同住,便在萬有之神面前合而為一;願我們仰望祂的獨生子,在凡事上得蒙拯救、成為有福的人,在耶穌基督裡;願榮耀與權能都歸與祂,直到萬世萬代。
Let us long to depart from the body and to dwell with the Lord, so that, dwelling with him, we may become one in relation to the God of all things; and let us behold his only-begotten Son, being saved in all things and made blessed, in Jesus Christ, to whom be the glory and the dominion unto the ages of the ages.
← 上一段
1

新的原文誦讀上線時通知我

每次有新章節誦讀影片就寄一封信。採雙重確認,隨時可一鍵取消。