📜 Verbum · 聖言
原文誦讀聖經與教父文獻
♥ 贊助

← 回書卷目次 · 希臘教父 › 書信集

書信集 第 1 章 第 24/55 段

希臘文原文.195 節.部分字詞可點開查義.本章太長已分段,此段為 1:4119–1:4313(全章共 9659 節)

← 上一段下一段 →
ℹ️ 本語料沒有逐節的詞法標註。原形主要取自同語言其他書卷的逐詞標註(不是這一節的標註),少數查不到的才回頭依字形比對詞典。同形的罕見字仍可能判錯,需要精確判斷時請覆核原文與專門詞典。
ℹ️ 中英對照為本站自譯,直接譯自本頁的原文(非和合本/WEB —— 那兩者譯自馬所拉文本,與本頁底本不同)。
1:4119
παρὰ γὰρ τοῦ κρατοῦντος ἴσχυσεν ὁ διάβολος
因為魔鬼正是藉著那掌權者而得逞。
For the devil prevailed through the one who held power.
1:4120
παρὰ σοῦ γὰρ τὸ προαιρεῖσθαι τὰ κράτιστα
因為揀選最美善之事,正在於你自己。
For it is from you that the choosing of the best things comes.
1:4121
πιστὸς ὁ θεός, εἰς ὃν ἤλπισας δοῦναί σοι τῆς τελειώσεως τὸν στέφανον
神是信實的,你曾仰望祂,祂必賜給你成全的冠冕。
Faithful is God, in whom you have hoped, to give you the crown of perfection.
1:4122
μόνον παρακαλῶ ἔτι μικρὸν ὅσον ὅσον ἐνεγκεῖν σε τὰς προσβολάς, τὰς ἀπειλάς, ἃς ἡ στερρότης σου ὡς ἀφρὸν θαλάττιον διαλύσειεν ἐν Χριστῷ Ἰησοῦ τῷ δεσπότῃ καὶ νυμφίῳ σου
我只求你再稍稍忍耐片刻,忍受那些攻擊與威嚇,願你在你的主宰兼新郎基督耶穌裡的堅定不移,能使這些攻擊威嚇如海沫般消散無蹤。
I only beseech you to endure yet a very little longer the assaults and the threats, which your steadfastness, in Christ Jesus your Master and Bridegroom, may dissolve like sea-foam.
1:4123
Δέξαιό μου τὸ γράμμα ἐξ ἀγάπης πνευματικῆς καὶ ἀντιδοίης μοι τὴν ἱεράν σου προσευχήν
願你以屬靈的愛接納我這封信,並以你聖潔的禱告回報於我。
May you receive my letter out of spiritual love, and may you give me in return your sacred prayer.
1:4124
{Σπαθαρέᾳ} Ἐκ πολλῶν προακηκοὼς τῆς κατὰ θεόν σου πολιτείας τὰ ἐξαίρετα ἄρτι καὶ πείρᾳ ἔμαθον δι' ὧν ἀπέστειλας τῇ εὐτελείᾳ μου ὅτι ἔχεις σπέρματα εὐσεβείας ἐν τῇ καρδίᾳ σου, μεμνημένη τῶν διὰ Χριστὸν πασχόντων
〔致斯帕塔雷婭〕我曾多次聽聞你敬虔生活中種種卓越的美德,如今又藉著你差人送予我這卑微之人的物品,親身體驗到你心中確實懷有敬虔的種子,因你常記念那些為基督受苦的人。
[To Spatharea] Having heard from many of the excellent qualities of your godly conduct, I have now also learned by experience, through what you sent to my insignificant self, that you have seeds of piety in your heart, being mindful of those who suffer for Christ's sake.
1:4125
ὅθεν, ὡς μανθάνω, καὶ φυλάττεις ἑαυτὴν ἀμέθεκτον τῆς τῶν αἱρετικῶν κοινωνίας
因此,據我所知,你也謹守自己,不與異端者共融。
Whence, as I learn, you also keep yourself uninvolved in the communion of the heretics.
1:4126
χάρις τῷ θεῷ ἐπὶ τῇ σεμνοπρεπείᾳ σου
感謝神,因你所具有的端莊尊貴之德。
Thanks be to God for your dignified gravity.
1:4127
τοῦ καλοῦ δὴ ἐκείνου ἀνθρώπου καὶ πᾶσιν ἐπιποθήτου σύμβιος ἡ κυρία μου·
我這位主母,正是那位人人所敬愛的良善之人的配偶;
My lady is the spouse of that good man, beloved by all;
1:4128
ἀγαθὸς ἀνήρ, γνώριμος ἡμῖν πάλαι
一位良善的男子,我們早已與他相識。
A good man, known to us of old.
1:4129
ὑμεῖς ἐξ ἀρχῆς καὶ φιλομόναχοι καὶ θεραπευταὶ τῶν ἐνδεῶν, ὥσπερ καὶ τανῦν·
你們從起初便是愛護修士、又服事貧乏之人者,如今也依然如此;
You have from the beginning been both lovers of monks and attendants of the needy, just as also now;
1:4130
καὶ γὰρ ξενοδοχεῖσθαι πύθομαι παρὰ τῇ εὐλογημένῃ σου ἑστίᾳ καὶ Λιτόιον, τὸν ἡμέτερον υἱόν·
因為我聽聞,就連我們的兒子利托伊烏,也在你那蒙福的家中受到款待留宿;
For indeed I hear that Litoios also, our son, is being received as a guest at your blessed hearth;
1:4131
τοὺς γὰρ ἄλλους αὐτὴ οἶσθα, οὓς καὶ περιέπεις
因為其餘的人你自己知道,你也照顧他們。
For you yourself know the others, whom you also look after.
1:4132
Ἀγαθή σου ἡ ἐργασία, εὐλογημένη σου ἡ χηρεία·
你的工作是美好的,你的守寡是蒙福的;
Good is your labor, blessed is your widowhood;
1:4133
φυλαχθείης ἐν ἅπασιν εὐαρεστοῦσα Χριστῷ καὶ τὸν ὑπὲρ ἡμῶν μισθὸν ἀμειβομένη ἐν τῇ αἰωνίᾳ ζωῇ, δέσποινά μου τιμιωτάτη
願你在一切事上蒙保守,常常討基督的喜悅,並在永生中領受為我們所存留的賞賜,我最尊貴的夫人。
May you be kept in all things pleasing to Christ, and receiving in return, in eternal life, the reward laid up for us, my most honored lady.
1:4134
{Ὑπατίσσῃ} Ἀνέγνων τὴν ἐπιστολὴν τῆς τιμιότητός σου, καὶ ἐπὶ μὲν τῇ ὑγιείᾳ σου ἐδόξασα τὸν θεὸν ὁ ταπεινός·
〔致希帕提莎(執政官夫人)〕我已讀了尊貴的你的來信,為著你的健康,我這卑微的人榮耀了神;
{To the Hypatissa} I read the letter of your honored self, and for your health I, the humble one, glorified God;
1:4135
ὑγιείαν δὲ λέγω οὐ τὴν τοῦ σώματος τοσοῦτον ( ἔστι γὰρ ὅτε τισὶ καὶ ἀλυσιτελὴς αὕτη, ὁπότε οὐ πρὸς ἀρετῆς ἐστιν ἐργασίαν), ἀλλὰ τὴν τῆς ψυχῆς·
我所說的健康,不是那麼指身體的健康(因為有時這對某些人反倒無益,就是當它不用於美德之操練的時候),而是指靈魂的健康;
I speak of health not so much of the body (for there are times when this is even unprofitable to some, when it is not directed toward the work of virtue), but of the soul;
1:4136
πόθεν γνωστόν; ὅτι φυλάττεις ἑαυτὴν σώαν τῆς κοινωνίας τῆς χριστομάχου αἱρέσεως φόβῳ θεοῦ καὶ πίστει ὀρθοδόξῳ·
這是怎麼知道的呢?因為你憑著敬畏神和正統的信仰,使自己不被那與基督為敵之異端的交通所沾染,保守自己完好;
How is this known? Because you keep yourself unharmed from communion with the Christ-opposing heresy, through fear of God and orthodox faith;
1:4137
ἐν οἷς κἀγὼ χαίρω, τοιαύτης γυναικὸς θεόφρονος ἀλείπτης ὑπάρχων
為此我也歡喜,因我竟是這樣一位思念神之婦人的訓練者。
in these things I too rejoice, being the trainer of such a God-minded woman.
1:4138
ἐπὶ δὲ τῇ θλίψει σου συνελυπήθην οὐ μετρίως, συμφορᾷ ἐπὶ συμφορᾷ δοκιμαζομένης
但為你的患難,我深深與你同悲,因你正遭受一連串的災禍試煉;
but at your affliction I grieved with you no little, as you are tried with calamity upon calamity;
1:4139
εὔχομαι οὖν ὡς ἐλάχιστος διασκεδασθῆναι τὰ προσπεσόντα σοι λυπηρὰ ἐλέει θεοῦ καὶ εἰς τὰ τέκνα καὶ εἰς τοὺς δούλους·
所以我這最微小的人祈求,願神以憐憫驅散那臨到你的憂苦,無論是關乎你的兒女,或是關乎你的僕人;
I pray therefore, as the least of all, that by the mercy of God the griefs that have befallen you be dispelled, both concerning your children and concerning your servants;
1:4140
σὺ δὲ φέρε, ὦ γύναι σεβαστή, εὐχαρίστως τὰ θλιβερά, ὅτι ὃν ἀγαπᾷ Κύριος παιδεύει, ἐπειδὴ διὰ θλίψεών ἐστιν ἐπιτυχεῖν ζωῆς αἰωνίου, φειδοῖ δὲ (ὑπομνήσκω) ἐν τοῖς ὑπὸ χεῖρα·
你呢,可敬的婦人啊,當存感謝的心忍受這些患難,因為主所愛的,他必管教,因為正是藉著患難才能得著永生;只是(我要提醒你)對你手下的人要有分寸;
But you, O revered woman, bear your afflictions with thanksgiving, for whom the Lord loves he disciplines, since it is through afflictions that one attains eternal life — yet with moderation (I remind you) toward those under your hand;
1:4141
ἀνιέντες, ὥς φησιν ὁ ἀπόστολος, τὴν ἀπειλήν, εἰδότες ὅτι καὶ ὑμῶν αὐτῶν ὁ Κύριός ἐστιν ἐν τοῖς οὐρανοῖς
正如使徒所說,要止住威嚇,因為知道你們自己的主也在天上。
relaxing the threat, as the apostle says, knowing that your own Master too is in the heavens.
1:4142
οἶδα δὲ ὅτι φιλανθρώπως ἔχεις τὰ περὶ αὐτούς
但我知道你對他們是仁慈以待的。
But I know that you are kindly disposed toward them.
1:4143
καὶ μὴ βαρηθῇς ἐν τῇ ὑπομνήσει τῇ ἀγαπητικῇ
也請不要因這出於愛的提醒而感到厭煩。
And do not be burdened by this reminder given out of love.
1:4144
ἐν πᾶσιν οὖν ὁ Κύριός μου ἄθλιπτόν σε διατηρήσοι, εὐθηνουμένην ἐν τῇ τρίβῳ τῶν ἐντολῶν αὐτοῦ
所以,願我的主在凡事上保守你免於患難,使你在祂誡命的道路上興盛昌旺。
In all things, then, may my Lord keep you free from affliction, prospering you in the path of his commandments.
1:4145
{Μακαρίῳ ἡγουμένῳ} Καὶ πρὸ ἀναγνώσεως, ἀπ' αὐτοῦ μόνου τοῦ ἐπὶ χεῖρας δέξασθαί με τὴν τῆς μακαριότητός σου ἁγίαν ἐπιστολήν, παρεκλήθη μου ἡ ταπεινὴ ψυχή, θεοτίμητέ μου πάτερ·
〔致馬迦里烏院長〕在還沒有讀之前,僅僅是把您(尊者)的聖信接到手中,我這卑微的靈魂就已得著安慰,我蒙神尊崇的父啊;
{To Abbot Macarius} Even before reading it, from the mere act of receiving into my hands the holy letter of your beatitude, my humble soul was comforted, my God-honored father;
1:4146
ἐπεὶ δὲ καὶ ἀνέγνων, ἀπελύθην πάσης ὑπονοίας ὑπολυπούσης μου τὴν ταπείνωσιν, μαθὼν τῆς βρα δυγραφίας τὰς αἰτίας, καὶ ἐδόξασά μου τὸν ἀγαθὸν θεόν, εὑρηκὼς τὴν πνευματικὴν ἀγάπην τῆς θεοφιλίας σου διαμένουσαν εἰλικρινῆ πρὸς ἡμᾶς τοὺς εὐτελεῖς
等我讀了之後,我便釋去了一切令我這卑微者不安的疑慮,因得知了遲遲未曾寫信的緣由,我便榮耀我良善的神,因為我發現您這蒙神所愛者對我們這卑微人的屬靈之愛,依然真誠不變。
but when I had read it, I was released from every suspicion that had been troubling my lowliness, having learned the reasons for the delay in writing, and I glorified my good God, having found the spiritual love of your God-loving self remaining sincere toward us the lowly ones.
1:4147
ἀλλὰ καὶ διαμείνοιεν, ὦ εἰρηνοποιητὰ τοῦ παντός, θεὲ καὶ Κύριε·
願這一切常存不變,你這使萬有和好的神與主啊;
and may these things also endure, O peacemaker of all, God and Lord;
1:4148
ἴσθι γάρ, φιλοθεώτατε, γνησίως φιλεῖσθαί σε παρ' ἡμῶν καὶ ἀρραγῆ τὸν τῆς ἀγάπης σύνδεσμον ἡμᾶς διατηρεῖν, καθότι καὶ προήχθημεν τὸ πρότερον γράψαι πρὸς τοὺς ὑπὲρ εὐσεβείας ἀγῶνας ἐμβεβηκότι σοι, οὐχ ὡς τοῦ εὐτελοῦς ἡμῶν γράμματος ὀνήσασθαί τι δυναμένου ἢ ἀλείφειν ἐξισχύοντος (πόρρω γὰρ τῶν τοιούτων ἡμεῖς καὶ λόγῳ καὶ βίῳ παρερριμμένοι), ἀλλ' ὡς τοῦ καιροῦ καὶ τῆς ἀγάπης ἀπαιτούσης·
因為要知道,至愛神者啊,你是真誠地被我們所愛的,我們也持守著這不可斷絕的愛之紐帶,正如我們先前也曾主動寫信給正投身於為虔敬而爭戰的你一樣——這並非因為我們這卑微的書信能有什麼益處,或有能力給人鼓舞(因為我們在言語與生活上都遠遠不及這等事),而是因為時勢與愛心都如此要求;
For know, most God-loving one, that you are genuinely loved by us, and that we maintain the bond of love unbroken, since we were also moved earlier to write to you as you entered upon the contests for piety — not as though our lowly letter could be of any benefit or had power to encourage (for we are far removed from such things, both in word and in life), but because the occasion and love demanded it;
1:4149
οὗ χάριν καὶ τὸ πρὸς ἄλλους ἀδελφοὺς καὶ πατέρας ἐπιστέλλειν ἠναγκάσθημεν
正因如此,我們也被迫寫信給其他的弟兄和父老們。
for the sake of which we were also compelled to write to other brothers and fathers.
1:4150
εὖ δὲ καὶ πάνυ εἰκότως λέλεχέν σου ἡ τιμιότης τὸν καιρὸν ἐξαγοράζειν φειδοῖ τῶν διωκόντων καὶ τῶν μὴ τὰ ἀδελφὰ φρονησάντων·
你尊貴的閣下說得極是、極為恰當:要把握時機(贖回光陰),為了顧惜那些逼迫者和沒有存弟兄般心思的人;
And well, and quite fittingly, has your honored self said that one must redeem the time, out of consideration for those who persecute and for those who have not thought in brotherly fashion;
1:4151
ὧν τίς οὐ στενάξειεν τὴν πτῶσιν, χαλεπὴν οὕτω οὖσαν καὶ ἐπιβλαβῆ πάσῃ τῇ τοῦ θεοῦ ἐκκλησίᾳ; εἰ κἀκείνοις ἀλογευθεῖσιν οἰκονομίας δοκεῖ εἰργάσθαι τρόπος, ὢ τῆς κακῆς ἀρχῆς καὶ ῥίζης–οἶδας ὁ πατὴρ ὃν λέγω, ἐξ οὗ καὶ οἱ λοιποὶ ᾤχοντο τῇ δυσβουλίᾳ
他們的跌倒是何等悲慘,又對神的全教會造成何等的傷害,有誰能不為此嘆息呢?倘若對那些行事悖理的人,竟還被人認為是出於某種『權宜通融』(經綸)而如此行事——唉,這惡的源頭與根基啊!父啊,你知道我所指的是誰,其餘的人也正是因著他的惡謀而墮落離去的。
Whose fall would not make anyone groan, so grievous is it and so harmful to the whole Church of God? If even for those who acted so irrationally a semblance of 'economy' is thought to have been contrived — O the evil source and root! You know, father, whom I mean, from whom the rest too went off through his evil counsel.
1:4152
πρόεσθαι εὐχῆς συγχωρητικῆς πρὸς τοῦτο εἰς θεὸν βουλόμενος
願意為此向神獻上求赦免的禱告。
wishing to send up to God a prayer of pardon concerning this.
1:4153
οὐ θαυμάζεις, ὦ ἄνθρωπε τοῦ θεοῦ; οὐ πεπλήρωται τὸ προφητικόν, ὅτι ἱερεὺς καὶ προφήτης ἅμα ἐξέστησαν; τίς δῴη τῇ κεφαλῇ μου ὕδωρ καὶ τοῖς βλεφάροις μου πηγὴν δακρύων καὶ κλαύσομαι ἐπὶ τῷ τηλικούτῳ συντρίμματι; οἱ τίμιοι καὶ ἰσόχρυσοι ἐγενήθησαν ὡς ἀγγεῖα ὀστράκινα
你不感到驚奇嗎,神的人啊?先知的話豈不應驗了嗎——祭司和先知竟都一同驚駭失措?誰能使我的頭為水、我的眼皮為淚水的泉源,好使我為這極大的破碎而哭泣呢?那些寶貴的、與精金同重的人,竟變成了瓦器。
Do you not marvel, O man of God? Has not the prophetic word been fulfilled, that priest and prophet alike were struck with astonishment? Who would give to my head water, and to my eyelids a fountain of tears, that I might weep over so great a shattering? Those precious ones, equal in worth to gold, have become as earthen vessels.
1:4154
Ἀλλὰ τί τὰ ἄλλων κατοδύρομαι; εἰς ἐμαυτὸν ἐπιστρέψω τὸν θρῆνον
但我為何要哀悼別人的事呢?讓我把這哀哭轉向自己吧。
But why do I lament the affairs of others? Let me turn my lament upon myself.
1:4155
πῶς σωθῶ ἀπὸ τοῦ πονηροῦ; πῶς διαβιβάσοιμι τὸν ἐνεστῶτα ἀγῶνα ἀνίσχυρος ὤν, τῶν δυνατῶν ὀλισθησάντων; διὰ τοῦτο δέομαί σου τῆς ὁσιότητος, στῆθι κἂν αὐτὸς ὁ ἐκλεκτὸς τοῦ θεοῦ ἀκλινής, πάγιος, ἐρηρεισμένος ἐν τῇ ἀσαλεύτῳ πίστει Χριστοῦ, τῇ οἰκείᾳ στάσει στερεῶν καὶ βεβαιῶν σὺν πολλοῖς ἄλλοις, οἷς ἐστι πνεῦμα ζωτικόν, καὶ τὴν ἐμὴν χαυνότητα, φιλοῦσαν μὲν ὑπὲρ Χριστοῦ καὶ διὰ Χριστὸν παθεῖν πάντα, ἀναξιουμένην δὲ διὰ τὰ ἄμετρα ἁμαρτήματα
我怎能得救脫離那惡者呢?我這軟弱無力的人,眼見連強壯的人都已跌倒,又怎能度過眼前的爭戰呢?為此,我懇求你這聖潔的人:你自己,神所揀選的人啊,要堅立不移、穩固不搖,牢牢扎根於基督那不能動搖的信仰之中,用你自身的堅定,與許多有活潑之靈的人一同,堅固並確立我這軟弱無力的人——我雖然愛為基督、也願為基督受一切的苦,卻因無數的罪過而自覺不配。
How shall I be saved from the evil one? How, being powerless myself, shall I get through the present struggle, seeing that even the strong have slipped? For this reason I beseech your holiness: stand — you yourself, the elect of God — unbending, firm, fixed in the unshaken faith of Christ, strengthening and confirming by your own steadfastness, together with many others in whom there is a living spirit, even my own laxity, which loves indeed to suffer all things for Christ and because of Christ, but is deemed unworthy on account of its immeasurable sins.
1:4156
ἐρρωμένον σε καὶ ἰσχύοντα μετὰ θεοῦ κατὰ τῶν κατὰ θεοῦ ἡ μεγάλη χεὶρ τοῦ Κυρίου διαφυλάξειεν, τὸν ἐμὸν πατέρα καὶ δεσπότην
願主的大能之手保守你,使你剛強壯健,與神同在,去抵擋那些與神為敵的人,我的父啊,我的主啊。
May the mighty hand of the Lord keep you strong and powerful, with God, against those who are against God, my father and master.
1:4157
{ Ἀθανασίῳ ἡγουμένῳ} Ἀδολεσχοῦντά με ἤδη ἐκ πολλοῦ χρόνου καὶ ποθοῦντα μαθεῖν τὰ τῆς ὁσιότητός σου, ἐπιστὰν τὸ θεοφιλές σου γράμμα, ὅσον εὔφρανεν καὶ ἥδυνεν τί χρὴ καὶ λέγειν; ἀπελύθην γὰρ τῆς μερίμνης καὶ ἐδόξασα τὸν ἀγαθὸν ἡμῶν θεόν, γνοὺς τὸ ὑγιές σου τῆς τε τοῦ σώματος ἕξεως καὶ τοῦ καταστήματος τῆς τιμίας σου ψυχῆς·
〔致阿他那修院長〕我已許久沉思、渴望得知你這聖潔者的消息,這時你蒙神所愛的信抵達了——這帶給我多大的喜悅與甘甜,又何須多言呢?因為我因此釋去了掛慮,並榮耀了我們良善的神,因得知你身體康健,並你尊貴之靈魂的狀況安好;
{To Abbot Athanasius} As I had already for a long time been musing and longing to learn news of your holiness, your God-loved letter arrived — how much it gladdened and delighted me, what need is there even to say? For I was released from anxiety and glorified our good God, having learned of the soundness both of your bodily condition and of the state of your honored soul;
1:4158
οἵα γὰρ ἡ ἐπιστολή, ἀγάπης ἀδελφικῆς ἐπίμεστος, ἀνδρείας θεϊκῆς ἀνάπλεως, ζήλου διαπύρου κατάκαρπος, τῶν χαρισμάτων ὄντως τοῦ πνεύματος πεπληρωμένη, καὶ ταῦτα ἐν εἱρκτῇ ὄντος σου σιδηροδεσμίου, ὢ τῆς καλῆς σου ὁμολογίας, ὢ τῆς σταθηρᾶς σου καρδίας·
這封信是何等了不起啊!滿溢著弟兄般的愛,充滿著屬神的勇氣,結滿了熾熱之熱心的果實,實在充滿了聖靈的恩賜——而這竟是在你身陷囹圄、被鐵鍊捆綁之時所寫!啊,你美好的認信,啊,你堅定的心!
For what a letter it was! Full of brotherly love, replete with divine courage, fruitful with burning zeal, truly filled with the gifts of the Spirit — and this while you were in prison, bound in iron! O your good confession, O your steadfast heart!
1:4159
ἐμαστιγώθης μετὰ Χριστοῦ, οὐχ ἅπαξ ἀλλὰ καὶ δίς, καὶ τετυμμένος ἐγεγήθεις καὶ τὴν ἐξορίαν εἵλου περιχαρῶς καὶ ὡς ἐντρυφήματα τὰ ὑπὲρ θεοῦ σοι βασανίσματα ἐγεγόνει
你與基督一同受了鞭打,不止一次,而是兩次;被打之後你反倒歡喜,你甘心樂意地選擇了流放,那些為神所受的酷刑,於你竟如同筵席上的美味一般。
You were scourged together with Christ, not once but even twice, and having been beaten you rejoiced, and you chose exile with great gladness, and the torments you suffered for God became to you as delights.
1:4160
διὰ τοῦτό σε καλῶ πατέρα μου καὶ πατέρα πολλῶν, ἀθλητὴν εὐσεβείας, στῦλον καὶ ἑδραίωμα τῆς ἀληθείας καὶ ὁμολογουμένως ὁμολογητὴν Χριστοῦ, οὐχ ἕνα δίαυλον διανύσαντα ἐν τῷ δρόμῳ τῆς μαρτυρίας, εἶτα ἠτονηκότα καὶ εἰς τοὐπίσω τραπέντα, ὡς οἱ περὶ Ἰωσὴφ ὀλισθήσαντες (ἐν οἷς ἐκεῖνο ἂν λεχθείη εἰκότως·
因此我稱你為我的父,也是眾人的父,是虔敬的鬥士,是真理的柱石與根基,也確實是基督的認信者——你不是那種只在見證的賽場上跑了一圈,隨後便疲軟退卻、轉身而返的人,像那與約瑟一夥而跌倒的人一樣(關於他們,恰可如此說:
For this reason I call you my father, and father of many, an athlete of piety, a pillar and foundation of the truth, and confessedly a confessor of Christ — not one who has run a single lap on the racecourse of witness and then grown faint and turned back, as those around Joseph who slipped (concerning whom that saying might fittingly be said:
1:4161
οὐδεὶς βαλὼν τὴν χεῖρα ἐπ' ἄροτρον καὶ στραφεὶς εἰς τὰ ὀπίσω εὔθετός ἐστιν ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν·
凡手扶著犁向後看的,不配進神的(天)國;
No one who has put his hand to the plow and turned back is fit for the kingdom of heaven;
1:4162
οἷς μεγάλη μὲν ἡ ἀνομία, μείζων δὲ ἡ αἰσχύνη ἐν μέσῳ τοῦ κόσμου μετὰ καὶ τῆς ἀρᾶς τῆς μυλιονίτιδος τοῦ σκανδάλου), ἀλλὰ πολλοὺς καὶ καλοὺς διαμείβοντα καὶ διαμείψοντα, εὖ οἶδ' ὅτι, εὐδοκίᾳ θεοῦ ἐπὶ τέλει τῶν στεφάνων
他們的不法是何等大,而在世人中間的羞辱更大,還加上那絆倒人之磨石所帶來的咒詛)——而是那已經跑完、也將要跑完許多美好賽程的人,我深知,靠著神的美意,直到得著冠冕的終點。
for whom great is the lawlessness, but greater still the shame in the midst of the world, together with the curse of the millstone of scandal) — but rather one who has completed, and well I know will complete, many good courses, by the good pleasure of God, unto the end of the crowns.
1:4163
Χαῖρε κράτιστε Ἀθανάσιε, τὸ μέγα παρὰ πᾶσιν καὶ σεβάσμιον ὄνομα, εἰκότως σοι ἐπιτεθὲν καὶ κατὰ φερωνυμίας λόγον·
歡欣吧,至尊的阿他那修啊,這在眾人中偉大而可敬的名字,恰如其分地加給了你,也正合乎其名字本身的含義(不朽者);
Rejoice, most excellent Athanasius, a name great among all and reverend, fittingly given to you also according to the meaning of the name itself;
1:4164
χαῖρε ὅρπηξ εὐστέλεχε Κυρίου, οὗ πρὸς σὲ ἡ ἀνάπαυσις
歡欣吧,主那茁壯而美好的枝條啊,主的安息就在你身上;
rejoice, O well-stemmed shoot of the Lord, in whom is his rest;
1:4165
ἐν τίνι, φησί, κατορθώσει νεώτερος τὴν ὁδὸν αὐτοῦ; ἐν τῷ φυλάξασθαι τοὺς λόγους σου
經上說:「少年人靠什麼可以潔淨他的行為(使他的道路正直)呢?是靠遵守你的話。」
By what, it says, shall a young man direct his way? By keeping your words.
1:4166
χαίροις ἐμοὶ προσφιλέστατε καὶ τεκνοπάτωρ, τὸ μὲν διὰ τὸν πόθον, τὸ δὲ διὰ τὸ ἀξίωμα, ὁ συνεργὸς καὶ σύναθλος, εἴπερ ἔνεστιν εἰς ψήφισμα κἀμὲ τὸν ἀχρεῖον λαμβάνεσθαι·
願你歡欣,你是我最親愛的,也是我屬靈兒女的父——一則因著情愛,一則因著你的職份——是我的同工,也是我的同賽者,若這卑劣的我也配被算在其中的話;
May you rejoice, most beloved to me and father of my spiritual children, the one on account of affection, the other on account of your office, my fellow-worker and fellow-contestant — if indeed it is possible for me, the worthless one, to be counted in the reckoning too;
1:4167
διότι οὐδὲν ἀγαθὸν κέκτημαι οὐδὲ συνεισήνεγκα τῇ ἐκκλησίᾳ τοῦ θεοῦ, εἰ δὲ καὶ ἔστιν, αὐτῷ ἡ χάρις, συνυπουργούντων καὶ ὑμῶν τῇ ὁμοτροπίᾳ διὰ τῆς ἀλληλουχίας, ἵνα, καθὼς γέγραπται, ἐκ πολλῶν προσώπων τὸ εἰς ἡμᾶς χάρισμα εὐχαριστηθῇ ὑπὲρ ὑμῶν
因為我一無所得,也未曾為神的教會有何貢獻;即或有,那也是出於祂的恩典,因你們也以同樣的心志、藉著彼此的聯繫一同效力,好叫我們所得的恩典,如經上所記,能藉著眾人的口為你們獻上感謝。
for I have gained nothing good, nor have I contributed anything to the church of God; but if indeed there is anything, to Him be the grace, since you too work together with like-mindedness through mutual connection, so that, as it is written, the grace bestowed on us through many persons might be given thanks on your behalf.
1:4168
Αὕτη ἡ μικρά μου προσφώνησις τοῦ εὐτελοῦς
這便是我這卑微之人的小小致辭。
This is my small address, that of the lowly one.
1:4169
σὺ δέ, ὦ ἱερὰ κεφαλή, τῷ καλῷ σου θεμελίῳ ἐποικοδομῶν, τελείωσον σεαυτὸν οἶκον θεοῦ, μέχρις αἵματος ἑτοιμαζόμενος ἐν τῇ ὁμολογίᾳ Χριστοῦ, τὰ αὐτὰ κἀμοὶ ἀεὶ ὑπερευχόμενος, ὡς ἂν μὴ διὰ τὰς ἁμαρτίας ἀποσχισθείην τῆς ἱερᾶς ὑμῶν τριάδος μηδ' αὖ τῶν ἄλλων ἰσοκλεῶν ὑμῖν πατέρων·
至於你,聖潔的頭啊,要在你美好的根基上建造,使自己成全為神的殿,在對基督的認信上預備自己直到流血,也要常常為我如此懇切代求,免得我因自己的罪過,被隔絕於你們這神聖的三人組之外,也不致被隔絕於與你們同榮的其餘眾位父老之外;
But you, O sacred head, building upon your good foundation, perfect yourself as a house of God, being prepared even unto blood in the confession of Christ, always praying the same things also on my behalf, lest because of my sins I be cut off from your sacred triad, nor again from the other fathers of equal glory to you;
1:4170
εἰσὶ γὰρ ἔτι οἱ μὴ κάμψαντες γόνυ τῇ Βαάλ
因為仍有未曾向巴力屈膝的人。
for there are still those who have not bent the knee to Baal.
1:4171
{Φιλίππῳ μονάζοντι} Τὰ συμβεβηκότα σοι, τέκνον πνευματικόν, γνωστὰ ἡμῖν ἐγένετο·
〔致腓利普修士〕發生在你身上的事,屬靈的孩子啊,我們都已知道了;
{To Philip the monk} The things that have happened to you, spiritual child, have become known to us;
1:4172
σε εἰς προστασίαν τῶν ἐν τοῖς αὐτόθι ἀδελφῶν μεσιτείᾳ τοῦ ἀδελφοῦ Θεοδούλου καὶ τέκνου ἡμῶν, ἀποσταλέντος αὐτοῦ παρά τε τοῦ οἰκονόμου, τοῦ τε ἀντιπροσώπου μου καὶ τῶν ὑπ' αὐτῷ ἀδελφῶν, εἰς αὐτὸ τοῦτο συνεργησάντων πάντων
你被立為那裡眾弟兄的護持者,此事乃藉著我們的兄弟兼孩子德奧多羅的居中斡旋而成——他是由司庫(經理修士)、我的代表,以及在他手下的眾弟兄所差遣的,眾人都為此目的同心協力。
you, for the protection of the brothers there, through the mediation of brother Theodoulos, our child, who was sent by the steward, by my representative, and by the brothers under him — all of whom cooperated to this very end.
1:4173
καί γε ἐδεξάμεθα καὶ ἡμεῖς οἱ ταπεινοὶ τὴν ψῆφον, σφραγισάμενοι ἐν Πνεύματι Ἁγίῳ τὸ γεγονός, εἶναί σε ἡγούμενον τοῦ τῇδε μοναστηρίου ὡς ὑφ' ἡμῶν αὐτῶν προβληθέντα καὶ δοθέντα εἰς κεφαλὴν τοῦ σώματος τῆς αὐτῆς ἀδελφότητος, διὰ σοῦ προσειληφότες τοὺς ἅπαντας
我們這些卑微的人,確實也已接受了這項選舉,並在聖靈裡印證了這既成之事:你被立為那裡修道院的院長,正如我們自己所推舉、並賜予你作為那同一弟兄團體之肢體的元首那樣,我們藉著你得著了全體弟兄。
And indeed we too, the humble ones, have received the vote, sealing in the Holy Spirit what has come to pass: that you are abbot of the monastery there, as one put forward and given by ourselves to be the head of the body of that same brotherhood, having through you gained all the brothers.
1:4174
χαίρομεν οὖν ἐν τούτοις καὶ ἔχομέν σε ἐν τοῖς αὐτόθι ἑπόμενον καὶ μαθητιοῦντα ἡμῖν, προηγούμενον δὲ τῶν λοιπῶν ἐν Κυρίῳ
因此我們為此歡喜,並視你在那裡仍是跟隨我們、以我們為師的門徒,但在主裡卻是引領其餘眾人的前導。
We rejoice, then, in these things, and we hold you there as one who follows and remains a disciple to us, but who leads the rest in the Lord.
1:4175
βλέπε οὖν, τέκνον, πῶς μέλλεις βιοῦν, θεοπρεπῶς καὶ κεκανονισμένως, τῇ κατὰ τὴν ἀδελφότητα ἡμῶν μιμήσει, εὐθυνόμενος εἰς πᾶσαν ἐντολὴν θεοῦ
所以,孩子啊,要留意自己當如何生活——要合乎神、要遵循規範,效法我們弟兄團體的樣式,在神的一切誡命中受引導而行。
See therefore, child, how you are to live — in a manner befitting God and according to the canons, in imitation of our brotherhood, being directed toward every commandment of God.
1:4176
ἐπειδὴ δὲ τὸ ζητούμενον ἄρτι ἡ τῆς ὀρθοδοξίας φυλακή, φύλαξαι, τέκνον, τῆς τῶν αἱρετικῶν κοινωνίας παντάπασιν ἀπεχόμενος, ἕτοιμος εἶναι εἰς πᾶσαν θλῖψιν καὶ στενοχωρίαν ὑπὲρ Χριστοῦ, δι' ὃν καὶ ὁ πόλεμος πανταχοῦ τοῦ διωγμοῦ
既然如今所要求的乃是持守正統信仰,孩子啊,你要謹守自己,完全遠避與異端者的交通,並要預備好為基督的緣故承受一切患難和困苦——正是為了祂,這逼迫的爭戰才無處不在。
And since what is required now is the guarding of orthodoxy, guard yourself, child, abstaining altogether from communion with heretics, being ready for every affliction and distress for the sake of Christ, on whose account also the war of persecution is everywhere.
1:4177
στῆθι κραταιῶς πρὸς τὰς προσβολὰς τῶν ὑπεναντίων τῆς πίστεως, μὴ πτοηθῇς, μὴ προδῷς τὸν Χριστὸν προδιδοὺς τὴν ἀλήθειαν·
要剛強地抵擋信仰之敵的攻擊,不要驚惶,不要因背棄真理而背叛了基督;
Stand firmly against the assaults of the adversaries of the faith; do not be terrified; do not betray Christ by betraying the truth;
1:4178
ἐὰν δεῖ διωχθῆναι, χαίρων διώχθητι, καλὸν τὸ συμφυγαδευθῆναι Χριστῷ·
若必須受逼迫,就當歡然承受逼迫;能與基督一同逃亡受苦,實是美事;
If it is necessary to be persecuted, be persecuted with joy; it is a good thing to be a fellow-fugitive with Christ;
1:4179
ἐὰν ἀπαιτοίη καὶ ἄλλο τι ὁ καιρός, δὸς τὸ σῶμά σου εἰς μάστιγας, τὸ αἷμα εἰς μαρτύριον Χριστοῦ, συνδιεγείρων ἐν τούτῳ καὶ τοὺς ὑπὸ χεῖρά σου τὰ αὐτὰ παθεῖν, διδάσκων, νουθετῶν, παρακαλῶν, ἀλείφων, ὁπλίζων ὡς καλὸς πρωτοστρατιώτης Χριστοῦ
若時勢還要求更多,就當將你的身體交給鞭打,將你的血交付作基督的見證,同時也要激勵你手下的人一同受這樣的苦,教導他們、勸誡他們、鼓勵他們、激勵他們、裝備他們,如同基督軍中一位優秀的前鋒戰士一般。
If the occasion should demand yet more, give your body to scourges, your blood to the martyrdom of Christ, at the same time rousing up also those under your hand to suffer the same things, teaching, admonishing, exhorting, encouraging, arming them, as a good front-line soldier of Christ.
1:4180
ἄρεσον τῷ στρατολογήσαντί σε θεῷ εἰς τὴν καλὴν στρατείαν ταύτην, μὴ συνδεόμενος τῇ ἐπιθυμίᾳ τῶν γηίνων, ὅτι πάντα παρερχόμενα καὶ ξένα ἡμῶν, διότι πάροικοι πάντες καὶ παρεπίδημοι
要討那將你招募入這美好軍旅的神的喜悅,不要被對世上之物的貪戀所綑綁,因為萬物都是要過去的、都與我們無關,因我們都不過是寄居的、作客旅的。
Please the God who has enlisted you into this good army, not being bound by desire for earthly things, because all things are passing and foreign to us, since we are all sojourners and strangers.
1:4181
ποῦ ὁ ἐνεγκών σε εἰς φῶς; οὐ παρῆλθεν; οὐ πάντα εἴασεν, ἓν μόνον ἀράμενος, τὸ φορτίον τῶν ἔργων, εἴτε καλὸν εἴτε ἄλλως; Ἐὰν οὕτω εὐθυνθῇς πολιτεύσασθαι, ἰδοὺ μετὰ σοῦ τὸ πνεῦμα τῆς ταπεινώσεώς μου
那生你入世的人如今何在呢?他豈不是已經過去了嗎?他豈不是撇下了一切,只帶著一樣東西,就是他自己行為的重擔,無論是善是惡?你若能如此立志度日,看哪,我這卑微者的靈就與你同在。
Where is the one who brought you into the light? Has he not passed away? Did he not leave everything behind, taking up only one thing — the burden of his own works, whether good or otherwise? If you are thus directed to conduct your life, behold, the spirit of my humility is with you.
1:4182
ὁμολογῶ σε μέλος μου εἶναι τίμιον, τέκνον γνήσιον ἐν μερίδι τῆς ἡμετέρας ἀδελφότητος, οἰκειότερον δὲ εἰπεῖν ἐν κλήρῳ ἁγίων
我承認你是我寶貴的肢體,是我們弟兄團體之份中真實的兒女,更親切地說,是聖徒基業中的一員。
I confess you to be a precious member of mine, a genuine child in the portion of our brotherhood, or, to put it more intimately, in the lot of the saints.
1:4183
εἴληφας τὸ ποίμνιον Χριστοῦ, ἀγρύπνησον, ποίμανον, κοπίασον ὡς Ἰακὼβ τῷ παγετῷ τῆς νοητῆς νυκτὸς καὶ τῷ καύσωνι τῆς ἡμέρας, τὸ ἠσθενηκὸς ἐνισχύων, τὸ πλανώμενον ἐπιστρέφων, τὸ συντετριμμένον καταδεσμῶν, τοὺς νοητοὺς θῆρας εὐχαῖς ἀποσοβῶν, σεαυτὸν περὶ πάντα παρεχόμενος τύπον καλῶν ἔργων, ἵνα βασιλείας οὐρανῶν διὰ τῆς εὐαρέστου ποιμνιαρχίας ἄξιος ἔσῃ, προσευχόμενος ἅμα καὶ περὶ ἡμῶν, ἵνα ὡς διδάσκειν ἐπιστεύθημεν ὑπὸ θεοῦ καὶ πράττοντες πορευώμεθα
你已領受了基督的羊群,當儆醒、當牧養、當如雅各般勞苦,忍受屬靈黑夜的霜凍與白晝的炎熱,扶持軟弱的,領回迷失的,纏裹破損的,用禱告驅散那屬靈的野獸,在凡事上將自己樹立為美好行為的榜樣,好叫你能藉著這蒙神喜悅的牧養職分,配得天國;同時也要為我們禱告,好叫我們既蒙神所託去教導人,也能身體力行、按所教導的而行。
You have received the flock of Christ; keep watch, shepherd it, labor as Jacob did, through the frost of the noetic night and the heat of the day, strengthening the weak, turning back the straying, binding up the broken, driving away the noetic beasts with prayers, presenting yourself in all things as a pattern of good works, so that through this pleasing shepherding you may be worthy of the kingdom of heaven, praying at the same time also for us, that as we have been entrusted by God to teach, we may also go forward in practicing what we teach.
1:4184
{Κωνσταντίνῳ κουράτορι} Ἀκοὴ ἀγαθὴ τῆς τιμιότητός σου ἐλθοῦσα ἐν ὠσί μου ἔπεισέν με ἐπιστεῖλαί σοι, ἄνερ ἀγαθέ
〔致君士坦丁管家(庫拉托爾)〕關於閣下的美好聲名傳到我耳中,使我決意寫信給你,善良的人啊;
{To Constantine the curator} A good report of your honored self, coming to my ears, persuaded me to write to you, good man;
1:4185
τίς δὲ αὕτη; ὅτι μετὰ τῆς ἄλλης σου ἀρετῆς, ἧς ἔσχες ἀπὸ χάριτος θεοῦ, ἔτι ἔχεσαι ἀκακίας, φυλάττων τὴν ὀρθόδοξον πίστιν ὡς θησαυρὸν ἐν τῷ ταμιείῳ τῆς τιμίας σου ψυχῆς καὶ ἀφιστάμενος τῆς κοινωνίας τῶν αἱρετικῶν
這是什麼樣的聲名呢?就是說,除了你從神的恩典所得的其他美德之外,你仍然持守著純樸無邪,將正統的信仰如同珍寶一般,珍藏在你尊貴之靈魂的庫房中,並且遠離與異端者的交通。
And what is this report? That along with your other virtue, which you have from the grace of God, you still hold fast to guilelessness, guarding the orthodox faith as a treasure in the storeroom of your honored soul, and withdrawing from communion with the heretics.
1:4186
χάριν πολλὴν ἔσχον ἐν τούτῳ τῷ θεῷ μου, ὅτι λαϊκοὶ ἴσα μονάζουσιν ἀγωνίζονται εὐαρεστεῖν Κυρίῳ, φεύγοντες τὸν βόθρον τῆς αἱρέσεως·
為此,我向我的神獻上極大的感謝,因為平信徒竟能與修道人同樣努力,討主的喜悅,逃避異端的深坑;
I had much thanks in this to my God, that laymen, equally with monks, strive to please the Lord, fleeing the pit of heresy;
1:4187
βόθρος γάρ ἐστιν ὡς ἀληθῶς, ἀδελφέ, καὶ παγὶς διαβόλου, καὶ ἡ κοινωνία αὐτῶν διίστησι τοῦ Χριστοῦ τὸν ἁλῶντα καὶ μακρὰν τῆς ποίμνης Κυρίου ἀποφέρει
因為,弟兄啊,那確實是一個深坑,是魔鬼的網羅;與他們交通,會使落入其中的人與基督分離,並將他帶到遠離主羊群之地。
For it truly is a pit, brother, and a snare of the devil, and communion with them separates the one caught in it from Christ and carries him far from the flock of the Lord.
1:4188
ὡς γὰρ τὸ φῶς ἀπὸ τοῦ σκότους κεχώρισται, οὕτως καὶ ἡ ὀρθόδοξος μετάληψις τῆς αἱρετικῆς κοινωνίας·
因為正如光與暗是分開的,正統的領受(聖餐交通)也與異端的交通是分開的;
For as light is separated from darkness, so too is orthodox communion separated from heretical communion;
1:4189
ἡ μὲν γὰρ φωτίζει, ἡ δὲ σκοτίζει, καὶ ἡ μὲν ἑνοῖ τῷ Χριστῷ, ἡ δὲ τῷ διαβόλῳ, καὶ ἡ μὲν ζωοποιεῖ τὴν ψυχήν, ἡ δὲ θανατοῖ
因為前者光照人,後者使人昏暗;前者使人與基督合一,後者使人與魔鬼合一;前者使靈魂得生命,後者則使靈魂死亡。
for the one illumines, the other darkens; and the one unites to Christ, the other to the devil; and the one gives life to the soul, the other puts it to death.
1:4190
Καλῶς οὖν ποιεῖς, ἐπὶ τὴν πηγὴν τῆς ζωῆς τρέχων καὶ οὐκ ἀρυόμενος τοῦ θανασίμου ποτηρίου τῆς ἀσεβείας, ἧς τὸ τέλος ὄλεθρος αἰώνιος
所以你做得好,因你奔向那生命的泉源,而不從那不敬虔的死亡之杯中汲取——那杯的結局乃是永遠的滅亡。
You do well, then, running to the fountain of life and not drawing from the deadly cup of impiety, whose end is eternal destruction.
1:4191
ἀλλὰ βλέπε ἵνα καθὼς ἐνήρξω καὶ τελειώσῃς ἐν τῇ δυνάμει Χριστοῦ, τοῦ ἔχοντός σε προσλαβέσθαι εἰς τὴν ἑαυτοῦ βασιλείαν καὶ δόξαν διὰ τοῦ ἀγαθοῦ τέλους
但要留意,正如你開始了一樣,也要靠著基督的大能完成它——祂必能藉著美好的結局,接納你進入祂自己的國度與榮耀。
But see to it that, just as you have begun, you also complete the course in the power of Christ, who is able to receive you into his own kingdom and glory through a good end.
1:4192
προσεύχου περὶ ἡμῶν τῶν ἁμαρτωλῶν, ἀδελφὲ ὁμόπιστε
請為我們這些罪人禱告,同信的弟兄啊。
Pray for us sinners, brother of the same faith.
1:4193
πατήρ, ὅτι καὶ ταπείνωσίς σοι πρόσεστι καὶ πίστις κραταιὰ καὶ προθυμία ζέουσα καὶ εὐψυχία ὑπομονῆς καὶ σοφία λόγου, ᾗ οὐκ ἠδυνήθη ὑπαντῆσαι ὁ υἱὸς τῆς ἀπωλείας καὶ μυωξὸς τῆς ἀλογίας·
父啊,因你兼備謙卑、堅固的信心、熱切的殷勤、忍耐的勇氣,以及言語的智慧,這是那滅亡之子、那不理性的睡鼠所無法抵擋的;
father, since you possess both humility and strong faith and fervent eagerness and courageous endurance and wisdom of speech, which the son of perdition and that dormouse of unreason was not able to withstand;
1:4194
καὶ χάρις θεῷ τῷ εὐθύβολον δόντι σοι στόμα καὶ γλῶσσαν διατέμνουσαν αἱρετικὴν γλωσσαλγίαν
感謝神,賜給你一張百發百中的口,和一條能斬斷異端饒舌之言的舌頭。
and thanks be to God, who has given you a mouth that hits the mark and a tongue that cuts through heretical babbling.
1:4195
Νῦν οὖν, υἱέ μου γνήσιε καὶ πατὴρ πολυπόθητε, ἔτι ἀγώνων ἔπαθλα, ἐπείπερ ἔμαθον ὅτι μετέστης εἰς τὸ κολαστήριον
所以如今,我真實的兒子、我至為思念的父啊,爭戰的獎賞仍在前頭,因我已得知你被轉移到了刑所(監獄);
Now therefore, my genuine son and much-longed-for father, there are yet prizes of contests, since I have learned that you have been transferred to the place of punishment;
1:4196
στῆθι, παρακαλῶ, ἄνδρισαι, δέομαι, ἀρίστευσον, ἀντιβολῶ, δεῖξον ἔργα δυνάμεως θεοῦ ἐν τῇ ἀσθενεῖ ταύτῃ σαρκί, πρὸ τῶν ποδῶν σου ἱκετεύω·
求你站立得住,我懇求你;求你剛強如男子漢,我祈求你;求你奮勇爭先,我懇切求你;願你在這軟弱的肉身上,顯明神大能的作為;我在你腳前懇求你;
Stand, I entreat you; be manly, I beg you; excel, I beseech you; show forth the works of the power of God in this weak flesh; I supplicate you at your feet;
1:4197
ἀπείποι ὁ κολάζων τῶν ἄλλω, τοῖς σοῖς ἡττηθεὶς ἀγωνίσμασιν
願那施刑者被你的爭戰所擊敗,因而放棄對其餘人的迫害。
May he who tortures you give up assailing the rest, defeated by your contests.
1:4198
ἐν ἐπισκόποις, φῶς μου, λάμψον, ἐν μονάζουσι, ζωή μου, κορυφώθητι, ἐν ὁμολογηταῖς, σπλάγχνον μου ὁμοῦ καὶ κορυφή, στεφανώθητι·
在眾主教中,你這我的光啊,願你發光;在眾修道人中,你這我的生命啊,願你居於巔峰;在眾認信者中,你這我的心腸與冠冕啊,願你得著冠冕;
Among bishops, my light, shine; among monks, my life, rise to the summit; among confessors, my very heart and crown, be crowned;
1:4199
αἰνεσάτωσαν ἐπὶ σοὶ ὁ οὐρανὸς καὶ ἡ γῆ, δοξασάτωσαν ἱερεῖς καὶ ἱεράρχαι ὁμοῦ τε καὶ μονασταί, τῶν ἑαυτῶν ἕκαστος εἰσποιούμενος εἰς ἐγκαλλώπισμα διὰ τοῦ οἰκείου ἀξιώματος
願天與地都為你頌讚,願眾祭司、眾主教與眾修道人一同榮耀你,各按自己的品位,將你視為自己那一等人的光榮裝飾。
Let heaven and earth praise you upon this; let priests and hierarchs together with monks glorify you, each one claiming you as an adornment for his own order, according to his proper rank.
1:4200
ἔστω, ταλαιπωροῦμεν, λιμώττομεν, ἐκλείπομεν δίψει, ἀπορούμεθα, ἐξαπο ρούμεθα, προσθείην, μαστιγούμεθα·
就這樣吧:我們受苦、我們飢餓、我們因乾渴而昏厥、我們窘迫無措、我們陷入絕境——我還要加上一句——我們遭受鞭打;
So be it: we suffer hardship, we hunger, we faint with thirst, we are perplexed, we are driven to utter despair — I might add — we are scourged;
1:4201
ἐπὶ ξύλου ὁ ποῦς, ἐπὶ δεσμοῦ ὁ τράχηλος, μάχαιρα, τὸ τελευταῖον, πῦρ
腳上加木枷,頸上加鎖鏈,刀劍,最後,烈火。
The foot in the stocks, the neck in bonds, the sword, and finally, fire.
1:4202
τί πρὸς τὴν βασιλείαν τῶν οὐρανῶν; τί πρὸς τὰ ἐν ἐπαγγελίαις ἀγαθά; καὶ ὅτι οὐκ ἔστι διὰ Χριστὸν πάσχοντα μὴ Χριστὸν ἔχειν ἐπικουροῦντα καὶ τοσοῦτον παραχωροῦντα πειρασθῆναι, ὁπόσον καὶ οἷόν τε ἐνεγκεῖν ἡμᾶς·
這與天國相比算得了什麼?與應許中的美善之事相比又算得了什麼?並且要知道,凡為基督受苦的人,基督必不會不施以扶助,且只容許他受試煉到我們所能忍受的程度。
What is this compared to the kingdom of heaven? What is it compared to the good things promised? And know that it cannot be that one who suffers for Christ's sake does not have Christ as his helper, allowing him to be tried only so far as we are able to bear.
1:4203
μὴ γὰρ ἄλλος ἐστὶν ὁ θανατῶν καὶ ζωογονῶν; μὴ δὴ οὖν, ἀδελφέ, ἀτονήσωμεν, ἀκούοντες τοῦ λέγοντος, πέπεισμαι ὅτι οὔτε θάνατος οὔτε ζωὴ οὔτε ἄγγελοι οὔτε ἀρχαὶ οὔτε δυνάμεις οὔτε ἐνεστῶτα οὔτε μέλλοντα οὔτε ὕψωμα οὔτε βάθος οὔτε τις κτίσις ἑτέρα δυνήσεται ἡμᾶς χωρίσαι ἀπὸ τῆς ἀγάπης τοῦ θεοῦ
使人死、使人活的,豈不是同一位嗎?所以,弟兄啊,我們不要因聽見那說『我深信無論是死,是生,是天使,是掌權的,是有能的,是現在的事,是將來的事,是高處的,是低處的,是別的受造之物,都不能叫我們與神的愛隔絕』的話而灰心喪志。
For is it not the same one who puts to death and gives life? Let us not, then, brother, grow faint, hearing him who says: 'I am persuaded that neither death, nor life, nor angels, nor principalities, nor powers, nor things present, nor things to come, nor height, nor depth, nor any other creature, shall be able to separate us from the love of God.'
1:4204
Οὕτως ἐλπίζω τὰ περὶ σοῦ, οὕτω καὶ αὐτὸς προσεύχου τὰ περὶ ἐμοῦ τοῦ ἁμαρτωλοῦ, ἐῶν οὓς ἀναξίως προσάπτεις μοι ἐπαίνους·
我如此盼望你的景況;你也當如此為我這罪人祈禱,且要撇開你不配加給我的那些讚譽。
Thus I hope concerning you; thus do you also pray concerning me, the sinner, setting aside the praises which you unworthily attach to me.
1:4205
εἰμὶ γὰρ ἐλαχιστότερος πάντων ἀνθρώπων
因為我實在是眾人中最微小的。
For I am the least of all men.
1:4206
{ Βησσαρίωνι τέκνῳ} Ἡδέως ἀνέγνων σου τὴν ἐπιστολήν, τέκνον μου, ἐν τῷ εὑρεῖν με τὴν ὑγίειάν σου καὶ προθυμίαν, τὴν ὑπομονὴν καὶ παράκλησιν·
〔致子貝薩里翁〕我兒,我欣然讀了你的信,見信中所述你的健康與熱忱、忍耐與慰藉。
{To Bessarion, my son} I read your letter with pleasure, my son, in finding therein your health and eagerness, your endurance and comfort.
1:4207
μακάριος εἶ, τέκνον μου Βησσαρίων, ὅτι διὰ Χριστὸν πάσχεις, φυλακὴν κατακριθεὶς παρὰ τῶν ἀσεβούντων, ἥτις ἐστὶ δόξα σοι καὶ στέφανος·
我兒貝薩里翁,你是有福的,因為你為基督受苦,被不敬虔的人判處監禁,這對你來說乃是榮耀與冠冕。
Blessed are you, my son Bessarion, because you suffer for Christ's sake, condemned to prison by the impious—which is glory and a crown to you.
1:4208
τί οἴει πανθάνειν τοὺς Κρῆτας, ἀκούοντας ὅτι ὁμολογητὴς Χριστοῦ εἶ; εὐκλέησας καὶ τὸ γένος καὶ τὴν πατρίδα σου κἀμὲ τὸν ἀνάξιον, καὶ μέντοι τοὺς ἀδελφούς σου
你想克里特人聽見你是基督的認信者時,會有何感受呢?你為你的家族、你的故鄉、也為我這不配的人,並你的弟兄們,都增添了光榮。
What do you think the Cretans feel when they hear that you are a confessor of Christ? You have brought glory to your family and your homeland, and to me, unworthy as I am, and indeed to your brothers as well.
1:4209
ὀξύνου εἰς γνῶσιν θεοῦ, ἐπιστόμιζε τοὺς προσβάλλοντάς σοι αἱρετικούς, ὅτι Χριστὸς ἡ Χριστοῦ εἰκὼν τῇ κλήσει οὐ τῇ φύσει, ἐν ᾗ τιμᾶται (ὡς καὶ τοὐναντίον), οὕτως τῆς Θεοτόκου, οὕτως ἑκάστου ἁγίων
要在對神的認識上更加敏銳,要使那些攻擊你的異端啞口無言,因為基督的聖像是因稱謂而非因本性被稱為『基督』,而基督正是在此聖像中受敬奉(反之,褻瀆亦然),聖母的聖像也是如此,每位聖人的聖像也是如此。
Be sharpened in the knowledge of God; silence the heretics who assail you, teaching them that Christ's icon is called 'Christ' by appellation, not by nature, in which it is honored (and, conversely, dishonored likewise); so too the icon of the Theotokos, so too that of each of the saints.
1:4210
ἐν τῇ ὑπομονῇ σου κτῆσαι τὸν μισθόν σου, μνημονεύων κἀμοῦ τοῦ ἁμαρτωλοῦ, ἵνα διασῴζωμαι ἐν πᾶσιν
當在你的忍耐中獲得你的賞賜,也要記念我這罪人,好叫我在凡事上都得蒙保守。
In your endurance obtain your reward, remembering me also, the sinner, that I may be preserved in all things.
1:4211
{Ὑπατίῳ τέκνῳ} Ἠρέσθην ἐν τοῖς γράμμασί σου, τέκνον μου, ὅτι ἐκεῖνα στέργεις καὶ ἀγαπᾷς, οἷα καὶ ὅσα φιλῶ ἐν Κυρίῳ, ὥστε ἀποδέξασθαί με καὶ τὴν προτέραν σου πρόθεσιν καὶ τὴν ὑστεραίαν ταπείνωσιν
〔致子希帕提烏〕我兒,我從你的信中得著喜悅,因為你所珍愛的正是我在主裡所愛的,以至於我既悅納你先前的志向,也悅納你後來的謙卑。
{To Hypatius, my son} I was pleased with your letters, my son, that you cherish and love those very things which I too love in the Lord, so that I have welcomed both your former resolve and your latter humility.
1:4212
ἔσο τοίνυν, τέκνον, εὐαρεστῶν τῷ θεῷ μετὰ τοῦ ἀδελφοῦ Λουκιανοῦ·
所以,孩子,你要與魯基阿諾弟兄一同蒙神喜悅。
Be, then, my son, well-pleasing to God together with brother Lucian.
1:4213
οὐδὲ γὰρ εὐαγὲς οὔτε ἀπρόσκοπον διῃρημένους ὑμᾶς εἶναι, οὐ μόνον ἀδελφοὺς ὄντας, ἀλλὰ καὶ ἀπ' ἐμοῦ τοῦ ταπεινοῦ χωρισθέντας
因為你們彼此分裂,這既不虔誠也非無可指摘——你們不僅是弟兄,而且是與我這卑微之人分離的人。
For it is neither pious nor blameless for you to be divided—being not only brothers, but also men separated from me, the lowly one.
1:4214
οὐκ ἀρκεῖ μοι τοῦτο, ἀλλὰ καὶ μετὰ χώρισιν πάλιν χώρισις; φεῦ τοῦ κακοῦ·
這對我來說還不夠嗎?在分離之後竟又再分離?唉,這惡事!
Is this not enough for me, but must there be, even after a separation, yet another separation? Alas for this evil!
1:4215
εἰ καὶ παρὰ διαβόλου, βασκαίνοντος τὴν ὁμόνοιαν καὶ διὰ τοῦτο ἢ ἀπεχθείας ἢ σχέσεις παραρτύοντος, ὡς ἐξ ἀμφοτέρων τὸν χωρισμὸν ἐργάσασθαι, ἀλλ' ἡμεῖς γε, τὰ νοήματα αὐτοῦ μὴ ἀγνοοῦντες, βιαζοίμεθα τὴν φύσιν καὶ ἕλκωμεν διὰ ταπεινώσεως τὸν ἔλεον τοῦ θεοῦ πρὸς τὸ μὴ διίστασθαι ἡμᾶς·
即使這是出於魔鬼——牠嫉妒和睦,因此策動仇隙或種種糾葛,好使雙方都陷入分裂——但我們既不至於不明白牠的詭計,就當勉強克制己性,藉著謙卑求得神的憐憫,使我們不致分離。
Even if this comes from the devil, who envies concord and for this reason contrives either enmities or entanglements, so as to work division out of both parties, yet let us, not being ignorant of his devices, do violence to our nature and draw down, through humility, the mercy of God, so that we may not be separated.
1:4216
εἴη γὰρ ὁ Χριστὸς οὕτω μεθ' ὑμῶν
願基督如此與你們同在。
May Christ thus be with you.
1:4217
τίς Πέτρου καὶ Ἰωάννου μείζων ἐν ἀπο-στόλοις; ἀλλὰ καὶ Πέτρος παραχωρεῖται ὑπὸ Ἰωάννου δημηγορεῖν, παίει καὶ Πέτρος, Παύλου λαλοῦντος·
在眾使徒中,誰比彼得和約翰更大呢?然而彼得也讓約翰公開發言,保羅說話時,彼得同樣退讓。
Who among the apostles is greater than Peter and John? Yet Peter also yields to John to speak publicly, and Peter likewise gives way when Paul is speaking.
1:4218
οὐ γὰρ ὅπως τὸ πρωτεῖόν τις ἁρπάσοι, ἀλλ' ὡς ἂν τὸ χρειῶδες γίνοιτο καὶ τὸ τακτικὸν αὐτοῖς ἐσκοπεῖτο
因為這並非為了讓人搶奪首位,而是他們所顧念的乃是何為必要、何為合宜。
For it was not so that anyone might seize the primacy, but they had regard for whatever was needful and orderly among them.
1:4219
Οὕτω καὶ αὐτοὶ μιμηταὶ εἴητε τῶν ἁγίων
願你們也照樣效法聖徒。
Thus may you also be imitators of the saints.
1:4220
χαίρω ὅτι διὰ σοῦ προέρχεται λόγος εἰς τοὺς ζητοῦντας, ἀλλὰ μετὰ συμβουλίας
我歡喜因你的緣故,道得以傳給尋求的人,但務要伴隨商議而行。
I rejoice that through you the word goes forth to those who seek it, but let it be with counsel.
1:4221
προαιρούμεθα ἄλλους, καὶ τὰς προσόδους ἐξ ἀναγκαίου·
我們也揀選其他人,並出於必要而取得收入。
We choose others as well, and the revenues out of necessity.
1:4222
τὸ φιλογύρευτον ἄκαρπον καὶ διαλυτικὸν ψυχῆς
好四處遊蕩乃是無益的,且會使靈魂渙散。
Love of roaming about is fruitless and dissolves the soul.
1:4223
ταῦτα γινώσκων φύλασσέ μοι ἑαυτὸν σῶον
知道這些後,求你為我保守自己平安無恙。
Knowing these things, keep yourself safe and sound for my sake.
1:4224
{ Βασσιανῷ τέκνῳ} Ἐπισκέπτομαί σε καὶ αὖθις διὰ τοῦ γράμματος, τέκνον μου Βασσιανέ, καὶ χαιρετίζω σε ἐν Κυρίῳ
〔致子巴西安〕我兒巴西安,我再次藉此信探望你,並在主裡向你問安。
{To Bassian, my son} I visit you again through this letter, my son Bassian, and greet you in the Lord.
1:4225
ζῆθι, γήθου, εὐφραίνου, ὅτι ἠξίωσαι διὰ Χριστὸν ἐν φυλακῇ εἶναι, ἐν μονώσει, ἐν θλίψει, ἐν στενοχωρίᾳ·
你要活著,要歡喜,要快樂,因為你已配得為基督的緣故身陷牢獄,處於孤獨、患難、困苦之中。
Live, rejoice, be glad, because you have been deemed worthy for Christ's sake to be in prison, in solitude, in affliction, in distress.
1:4226
ἀνατελεῖ σοι μικρὸν ὕστερον χαρὰ ἀνεκλάλητος ἐπὶ τέλει τῶν ἀγώνων
不久之後,在爭戰終了之時,那不可言喻的喜樂必要為你升起。
A little later, unspeakable joy will dawn for you at the end of your struggles.
1:4227
διό, τέκνον, στέρξον, καρτέρησον ἐν Κυρίῳ, τὰς αἰωνίους ἀμοιβὰς ἀναλογιζόμενος, ὅτε σκιρτήσεις αἰώνια·
所以,孩子,你要甘心承受,在主裡堅忍到底,思念那永遠的賞賜,那時你必永遠歡躍。
Therefore, my son, embrace it willingly, endure in the Lord, considering the eternal rewards, when you shall leap for joy forever.
1:4228
βλέπε ὅτι ὁ διάβολος παντί ἐστιν ἐφεδρεύων, ζητῶν τὴν ἀπώλειαν ἡμῶν, ἵνα συμποδίσῃ, ἵνα σκοτώσῃ τὸν νοῦν
要留意,魔鬼時刻埋伏窺伺眾人,尋索我們的滅亡,為要絆住我們,為要蒙蔽我們的心思。
See that the devil lies in wait for everyone, seeking our destruction, that he may entangle us, that he may darken the mind.
1:4229
γρηγόρει καὶ ἐν τῇ φυλακῇ, ὅτι καὶ μᾶλλον ὧδε ἀγριώτερος καθίσταται ἡμῖν, μεμονωμένοις οὖσι καὶ οὐκ ἔχουσιν ὑπό τινων περιέλκεσθαι ὧδε κἀκεῖσε
即使在監獄中也要警醒,因為在此地他對我們更加兇猛,因我們孤身一人,沒有人能把我們拉來扯去。
Be watchful even in prison, for here he becomes even fiercer toward us, since we are isolated and have no one to drag us this way and that.
1:4230
σὺ οὖν χρῶ ἐργοχείρῳ, ἀναγνώσει, στιχολογίᾳ, προσευχῇ, ἐννοίαις οὐρανίοις, ἵνα μὴ ἀργὸν καὶ ἄπρακτον εὑρίσκων σε βάλλοι·
所以你要專務手工、讀經、詠詩、祈禱、思念天上的事,免得他發現你閒懶無事而向你發動攻擊。
You, therefore, occupy yourself with handiwork, reading, psalmody, prayer, and heavenly thoughts, lest he, finding you idle and inactive, should strike you down.
1:4231
ἀλλὰ καὶ ὁσάκις τιτρώσκει, τοσαυτάκις ἀνταναιρείσθω φόβῳ θεοῦ καὶ μηδαμῶς κάτω ἡμᾶς ἐχέτω
但每逢他加以創傷,就當以敬畏神的心加以抵銷消除,切莫容他將我們壓倒。
But as often as he wounds you, so often let it be counteracted by the fear of God, and let him by no means hold us down.
1:4232
μέγα τὸ σωθῆναι, μεγάλων καὶ ἀγώνων χρεία
得救乃是大事,也需要極大的爭戰。
Great is the matter of being saved; it requires great struggles too.
1:4233
συγχωρηθείη σοι τὰ ἕως τοῦ παρόντος·
願你直到如今所有的過犯都得蒙赦免。
May all your sins up to the present be forgiven you.
1:4234
νῦν ἠρξάμην, εἰπὲ καὶ αὐτός, αὕτη ἡ ἀλλοίωσις τῆς δεξιᾶς τοῦ Ὑψίστου
『我現在才開始』——你也當如此說——『這是至高者右手所變的』。
'Now I have begun'—say this also yourself—'this is the change wrought by the right hand of the Most High.'
1:4235
Μνημόνευε τῆς ταπεινώσεώς μου
求你記念我的卑微。
Remember my lowliness.
1:4236
προσαγορεύουσίν σε οἱ σὺν ἐμοὶ ἀδελφοί σου
與我同在的你的弟兄們都問候你。
Your brothers who are with me greet you.
1:4237
{ Εὐοδίῳ καὶ Ἰωάννῃ τέκνοισ} Καὶ νῦν δεξάμενος τὴν ἐπιστολήν σου, τέκνον μου ἠγαπημένον, ἀπεδεξάμην, ἐπιγνοὺς τὴν ἀληθινὴν πίστιν σου καὶ ἀγάπην, οὐ μὴν ἀλλὰ καὶ εὐγενῆ καὶ ἱεράν σου πρόθεσιν, ἣν ἔχεις ὑπὲρ ἀληθείας θεοῦ, ἕτοιμος ὢν πάντα παθεῖν ὑπὲρ αὐτοῦ
〔致子歐多丟斯與約安〕我親愛的兒子,如今我收到你的信,就樂意接受了,因我從中認出了你真實的信與愛,以及你為神的真理所懷的高貴而神聖的志向,甘願為此忍受一切苦難。
{To Euodius and John, my sons} And now, having received your letter, my beloved son, I welcomed it, recognizing your true faith and love, and moreover also your noble and sacred resolve, which you hold for the truth of God, being ready to suffer all things for it.
1:4238
εὐλογητὸς Κύριος ὁ οὕτως ἑτοιμάσας καὶ παρασκευάσας σε·
主是應當稱頌的,祂如此裝備、預備了你。
Blessed is the Lord, who has thus prepared and equipped you.
1:4239
τοῦτό με μάλα εὔφρανεν, τοῦτό με εἰ φίλτρον σου περισσότερον ἤγαγεν, εἶτα κἀμὲ ἐστερέωσεν·
這事使我甚是歡喜;這事更使我對你增添了愛慕之情,繼而也堅固了我。
This greatly gladdened me; this drew me all the more into affection for you, and then it strengthened me as well.
1:4240
ὑμῶν γὰρ σπενδομένων διὰ Χριστὸν ἐγὼ ἐστερέωμαι ὁ ταπεινός
因為當你們為基督的緣故被澆奠時,我這卑微的人便得著堅固。
For while you are being poured out as a libation for Christ's sake, I, the lowly one, am strengthened.
1:4241
ἐν τῇ τοιαύτῃ οὖν διαθέσει συντηρήσειεν ὑμᾶς τὸ Πνεῦμα τὸ Ἅγιον ( κοινῶς λέγω διὰ τὸ μαθεῖν με σὺν σοὶ εἶναι καὶ τὸν ἀδελφὸν Ἰωάννην, τὸ ἐξ ἴσου ἠγαπημένον μου τέκνον)·
願聖靈在這樣的心志中保守你們(我用複數說話,因為我得知約安弟兄——我同樣所愛的孩子——與你同在)。
In such a disposition, then, may the Holy Spirit preserve you (I speak in the plural, because I have learned that brother John, my equally beloved son, is with you).
1:4242
τοῦτο γάρ ἐστιν ὅτι ἕνεκά σου θανατούμεθα ὅλην τὴν ἡμέραν, ἡ τοιαύτη, λέγω, παρασκευὴ καὶ ἑτοιμασία
因為這正是『我們為你的緣故終日被殺』的意思——我是說,這樣的預備與準備。
For this is the meaning of 'for your sake we are put to death all the day long'—this, I say, is our preparation and readiness.
1:4243
Ἀλλὰ προσεύχεσθε, παρακαλῶ, καὶ ὑπὲρ ἐμοῦ τοῦ ταπεινοῦ τελειῶσαί με ἐν Κυρίῳ τὸν προκείμενον ἡμῖν ἀγῶνα, οὐ μόνον τὸν ὁρώμενον, ἀλλὰ καὶ τὸν νοούμενον
但我懇求你們,也要為我這卑微的人禱告,使我在主裡完成擺在我們面前的爭戰,不僅是看得見的那一場,也是那思想中的爭戰。
But pray, I beseech you, also for me the lowly one, that I may complete in the Lord the contest set before us, not only the visible one, but also the one perceived in the mind.
1:4244
ἀσπάζονται ὑμᾶς οἱ σὺν ἐμοὶ ἀδελφοὶ ὑμῶν·
與我同在的你們的弟兄們問候你們。
Your brothers who are with me greet you.
1:4245
{Δωροθέῳ τέκνῳ} Καὶ πάλιν κατάρχω τοῦ γράφειν σοι, τέκνον μου ἠγαπημένον·
〔致子多羅特烏〕我親愛的兒子,我再次開始寫信給你。
{To Dorotheus, my son} And again I begin to write to you, my beloved son.
1:4246
ἣν γὰρ ἐδεξάμην ἐπιστολήν σου, ἀπόδοσις ἦν προτέρων μου γραμμάτων
因為我所收到你的信,乃是對我先前書信的回覆。
For the letter of yours which I received was a reply to my earlier letters.
1:4247
πῶς οὖν ἔχεις ἐρωτῶ, πῶς διαβιβάζεις σου τὰς ἡμέρας
所以你如今如何?我問你,你是怎樣度過你的日子的?
How, then, are you? I ask; how do you pass your days?
1:4248
καλῶς, οἶδ' ὅτι (λέγω δὲ κατὰ θεόν·
好——我知道(我是照著神的心意說的——
Well—I know it (I say this according to God's will—
1:4249
τί γὰρ ἡδύτερον τοῦ ὑπὲρ ἀληθείας πάσχειν;), πρὸς δὲ τὸ σῶμα καὶ λίαν θλιπτικῶς, φυλακῆς οὔσης καὶ ταύτης κακίστης, ἔπειτα καὶ τοῦ διδομένου σοι ἄρτου δυσβρώτου ὄντος, καθὼς ἀπηγγέλη μοι
因為還有什麼比為真理受苦更甘甜呢?)——但論到肉身,你的景況卻極其困苦,你所在的監獄本身也是最惡劣的,並且,照我所聽聞的,給你的食物也難以下嚥。
for what is sweeter than to suffer for the truth?)—but as regards the body, you fare very grievously, the prison itself being most wretched, and further the bread given to you being hard to eat, as I have been told.
1:4250
ἀλλὰ τί πρὸς τὸν κατέχοντά σε ἀτεράμονα καὶ στρατοφύλακα, ἀλλ' οὐ μονάζοντα, πολλοῦ γε εἰπεῖν ἡγούμενον; ἤνεγκεν δὲ ὅμως ὁ καιρὸς ἵνα φανῶσιν οἱ τοῦ θεοῦ καὶ τὰ ζιζάνια ἐξ ἐναντίας
但那看守你的人,性情冷酷剛硬,是個軍中衛卒,而非修士——更遑論稱他為院長了——面對這樣的人,又能如何呢?然而這時勢終究使屬神的人得以顯明,反面的稗子也同樣隨之顯露。
But what can be done regarding the harsh man who holds you—a military guard, and no monk, far be it to call him an abbot? Yet the time has brought it about that those who are God's may be manifested, and likewise the tares on the opposite side.
1:4251
ἐπὶ τῆς μοιχοσυνόδου προεφασίζοντο προφάσεις ἐν ἁμαρτίαις·
在那次姦淫宗教會議(莫伊基安宗教會議)之時,他們曾不斷為自己的罪過尋找藉口。
At the time of the Moechian synod, they kept making excuses for their sins.
1:4252
ἀπηλέγχθησαν τανῦν ὅτι κἀκεῖνα ἀσεβοῦντες ἐποίουν
如今他們已被揭露,可見他們在那些事上也是行不敬虔之事。
They have now been exposed, [showing] that they were acting impiously in those matters as well.
1:4253
σὺ δέ, ὦ τέκνον μου ἠγαπημένον, ὡς τὰ πάλαι διὰ Χριστὸν οὕτω τε καὶ τανῦν πάσχεις, φρουρὰν οἰκῶν δι' αὐτόν, μόνος ὢν ἐν αὐτῇ, ἀλλ' οὐ μόνος·
但你,我親愛的兒子,如同往昔,如今也照樣為基督受苦,因祂的緣故而身居囚牢,雖獨居其中,卻並不孤單。
But you, my beloved son, as of old, so now also suffer for Christ's sake, dwelling in a prison for him, being alone in it, yet not alone.
1:4254
ὁ Χριστὸς γὰρ μετὰ σοῦ καὶ ὁ φύλαξ τῆς ζωῆς σου ἄγγελος
因為基督與你同在,看守你生命的天使也與你同在。
For Christ is with you, and so is the angel who guards your life.
1:4255
ὑπομείνωμεν, παρακαλῶ, τὸν τῆς ὑπομονῆς τοὺς στεφάνους ἡμῖν ἑτοιμάζοντα·
我懇求,讓我們忍耐到底,仰望那為我們預備忍耐之冠冕的主。
Let us endure, I beseech you, looking to him who prepares for us the crowns of endurance.
1:4256
εἰ καὶ πνιγόμεθα τῇ ὀλιγωρίᾳ, ἀλλὰ γλυκανθῶμεν τῇ ἐλπίδι·
即使我們因灰心而窒悶,仍當因盼望而得甘甜。
Even if we are choked by faintheartedness, let us be sweetened by hope.
1:4257
εἰ καὶ στενούμεθα ταῖς χρείαις, ἀλλ' εὐψυχῶμεν τῇ ἀποκαραδοκίᾳ
即使我們因缺乏而受困窘,仍當因熱切的期盼而振奮心志。
Even if we are hard-pressed by our needs, let us take courage through eager expectation.
1:4258
τί γάρ; οὐ δυνατὸς ὁ Κύριος ὀμβρίσαι ἀορασίᾳ ἄρτους, πᾶν εἴ τι ἐδώδιμον ἄλλο; ἀλλὰ ἀναμένει τὴν ὑπομονὴν ἡμῶν, ἵνα στεφανώσῃ, ὅπως δοξάσῃ καὶ εὐφράνῃ εἰς αἰῶνας
這又算得了什麼呢?主豈不能不見形跡地降下食物,或任何可吃的東西嗎?但祂等待我們的忍耐,為要加冕於我們,好叫祂得以榮耀我們、並使我們永遠歡喜快樂。
For what of it? Is the Lord not able to rain down bread invisibly, or whatever else is edible? But he awaits our endurance, that he may crown us, that he may glorify and gladden us forever.
1:4259
ἰδοὺ ὡς ὄναρ ὁ κόσμος οὗτος·
看哪,這世界如同一場夢。
Behold, this world is like a dream.
1:4260
πάντα παρελεύσονται, ὁ δὲ ποιῶν τὸ θέλημα Κυρίου ζήσεται ἀιδίως καὶ οὐκ ἀποθανεῖται
萬事都要過去,惟獨遵行主旨意的人必永遠活著,不至於死。
All things will pass away, but he who does the will of the Lord will live forever and will not die.
1:4261
τούτοις τοῖς ἐνθυμήμασι νεαροποιῶν ἀεὶ τὴν ψυχήν σου, χαῖρε, ὅτι πολὺς ὁ μισθός σου ἐν τοῖς οὐρανοῖς
常以這些思念更新你的靈魂,你要歡喜,因為你在諸天之上的賞賜是大的。
Ever renewing your soul with these thoughts, rejoice, for great is your reward in the heavens.
1:4262
{ Δωροθέῳ τέκνῳ ἑτέρῳ} Καλὲ Δωρόθεε, χαῖρε·
〔致另一位子多羅特烏〕善良的多羅特烏啊,願你安好。
{To another son, Dorotheus} Good Dorotheus, greetings.
1:4263
εἴη σοι χάρις, ἔλεος ἀπὸ θεοῦ καὶ Κυρίου Ἰησοῦ Χριστοῦ, τοῦ ἐνισχύσαντός σε ὑπὲρ αὐτοῦ ἐκδοῦναι ἑαυτὸν εἰς μάστιγας καὶ πληγάς, εἰς φυλακὴν καὶ ἐξορίαν
願恩典、憐憫從神並主耶穌基督臨到你,是祂使你得著力量,為祂的緣故甘願將自己交付於鞭笞、擊打、監禁與放逐。
May grace and mercy be yours from God and the Lord Jesus Christ, who has strengthened you to give yourself up for his sake to scourges and blows, to prison and exile.
1:4264
πόθεν σοι τὸ ἀγαθὸν τοῦτο; ἐξ ἀφανῶν ἐμφανὴς ἐγένου, ἐξ ἀδόξων ἔνδοξος, ἐξ ὑστερήσεως τῶν ἐν Κυρίῳ ἀδελφῶν σου μέγας καὶ τίμιος
這美善從何而來?你從無名變為顯赫,從無榮變為榮耀,從在主內弟兄中原本卑微不足,變為尊大而受敬重。
Whence comes this good to you? From being unknown you have become manifest, from being without honor you have become glorious, from being of lesser standing among your brothers in the Lord you have become great and honored.
1:4265
βλέπεις πῶς σοι διαλέγομαι ὁ ταπεινός; πολλοὶ τῶν προαγόντων σε ἐπιθυμοῦσι συλλαβήν μου δέξασθαι, σοὶ δὲ μετ' ἐγκωμίων τὸ γράμμα·
你看我這卑微的人是怎樣與你交談的嗎?許多超乎你之上的人都渴望得到我隻字片語,而給你的卻是滿載讚譽的書信。
Do you see how I, the lowly one, address you? Many who surpass you desire to receive but a syllable from me, yet to you I write a letter full of praise.
1:4266
οὕτως γὰρ ὁ θεὸς δοξάζει τοὺς δοξάζοντας αὐτόν
因為神如此榮耀那些榮耀祂的人。
For thus God glorifies those who glorify him.
1:4267
αἴνει τὸν θεόν, εὐχαρίστει, ὅτι ἐποίησέν σοι μεγάλα καὶ θυμαστά, ὁμολογητὴν αὐτοῦ ὀνομάζεσθαι νῦν ἐν τοῖς χριστιανοῖς
要讚美神,要感謝祂,因祂為你行了大事、奇事,使你如今在眾基督徒中被稱為祂的認信者。
Praise God, give thanks, that he has done great and wonderful things for you—that you are now called his confessor among Christians.
1:4268
πολλοὺς ἀπέκρυψας ἐπισκόπους, πολλοὺς ἡγουμένους, πολλοὺς ἐρημίτας, ἐκλάμπων ἐν τῇ ἐκκλησίᾳ·
你使許多主教、許多院長、許多隱士都相形失色,你在教會中光芒四射。
You have outshone many bishops, many abbots, many hermits, shining forth in the church.
1:4269
βλέπε τὴν κλῆσίν σου, βλέπε τὴν δόξαν σου
你要看清自己的呼召,看清自己的榮耀。
Consider your calling, consider your glory.
1:4270
μὴ ἀπονυστάξῃς, μὴ ἀποπέσῃς, μέχρι θανάτου ἀγώνισαι ἐν ὑπομονῇ·
不可打盹,不可跌落,要在忍耐中爭戰至死。
Do not slumber, do not fall away; strive unto death in endurance.
1:4271
ὁ γὰρ ὑπομείνας εἰς τέλος, οὗτος, φησί, σωθήσεται
因為經上說:「唯有忍耐到底的,必然得救。」
For 'he who endures to the end,' it says, 'will be saved.'
1:4272
φυλακῇ πάσῃ τήρει ἑαυτὸν μὴ παραρρυῆναι ἐν πάθει τινὶ ἀτιμίας·
要竭盡防守,保守自己不致陷入任何可恥的情慲之中;
Guard yourself with all vigilance, lest you slip into any passion of dishonor;
1:4273
καὶ τοῦτο γὰρ μαρτύριον μέγα, τὸ τηρεῖν τὸ συνειδὸς καθαρὸν ἀπὸ ἁμαρτίας
因為這也是極大的殉道:保守良心清潔、不沾染罪污。
for this too is a great martyrdom: to keep the conscience pure from sin.
1:4274
καθάριζε αὐτὸ ἀεὶ διὰ μετανοίας, διὰ δακρύων, διὰ προσευχῶν, δεόμενος καὶ περὶ ἐμοῦ τοῦ ἁμαρτωλοῦ, ὅπως ὦ σεσωσμένος ἀπὸ παντὸς ἔργου πονηροῦ
要藉著悔改、藉著眼淚、藉著禱告常常潔淨它,也求你為我這罪人祈求,使我得蒙拯救、脫離一切惡行。
Cleanse it always through repentance, through tears, through prayers, beseeching also on behalf of me the sinner, that I may be saved from every evil work.
1:4275
Ἀσπάζονταί σε οἱ σὺν ἐμοὶ ἀδελφοί σου πλεῖστα
與我同在的弟兄們向你致上最深切的問候。
The brothers who are with me greet you most warmly.
1:4276
ὁ θεός σε, τέκνον μου ἠγαπημένον, περὶ πάντα διαφυλάξειεν ἀβλαβῆ καὶ ἀπήμονα, πληροῦντα τὸν προκείμενόν σοι ἀγῶνα ἐν Κυρίῳ
願神,我親愛的孩子,在萬事上保守你毫髮無損、平安無恙,使你在主裡完成擺在你面前的爭戰。
May God keep you, my beloved child, unharmed and unscathed in all things, as you fulfill the contest set before you in the Lord.
1:4277
{ Τίτῳ καὶ Φίλωνι τέκνοισ} Ὦ καλὲ Τῖτε καὶ ὦ καλέ μου Φίλων, τί τὸ ξένον θέαμα, ὅτι ἐκ τῶν πολλῶν ἀδελφῶν ὑμῶν ὑμεῖς ἐξελέχθητε παρὰ θεῷ ὁμολογεῖν αὐτῷ καὶ διὰ τοῦτο εἶναι ἐν φυλακῇ; πάντως ὅτι πολὺ ἠγαπήσατε, πάντως ὅτι ἀληθῶς ἐπιστεύσατε
〔致提多與腓羅二子〕啊,善良的提多,我善良的腓羅啊,這是何等奇異的景象:你們竟從眾多弟兄之中被神揀選,為祂作見證,並因此身陷囹圄!這無疑是因為你們深深愛祂,無疑是因為你們真實地信了祂。
{To Titus and Philo, sons} O good Titus, and my good Philo, what a strange sight it is, that out of your many brothers you were chosen by God to confess him, and for this reason to be in prison! Surely it is because you loved greatly; surely it is because you truly believed.
1:4278
εὐλογῶ οὖν τὸν θεόν μου καὶ Κύριον, τὸν μεγαλεῖα ποιήσαντα ἐν ὑμῖν
所以我稱頌我的神、我的主,祂在你們身上行了大事。
I therefore bless my God and Lord, who has done great things in you.
1:4279
βλέπετε, ἀδελφοί, καθὼς καὶ προέγραψα ὑμῖν, στῆτε γενναίως, ἀνολιγώρως, κραταιῶς, καθὼς ἐκλήθητε ὑπὸ θεοῦ·
弟兄們,你們要留意,正如我先前已寫信告訴你們的:要照著神所召你們的,剛強、不灰心、堅定地站立;
Take heed, brothers, as I also wrote to you beforehand: stand nobly, without faintheartedness, mightily, as you were called by God;
1:4280
δοξάσατε αὐτὸν ἐν τοῖς μέλεσιν ὑμῶν, μὴ παραδέξησθε διδασκαλίαν αἱρετικοῦ, μὴ ὀκλάσητε πρὸς τὴν κακοπάθειαν τῆς φυλακῆς, ἀκούοντες τοῦ λέγοντος ὅτι διὰ πολλῶν θλίψεων δεῖ ἡμᾶς εἰσελθεῖν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν
要在你們的肢體上榮耀祂,不可接受異端者的教訓,不可因監獄的苦難而軟弱屈服,因你們聽見那說「我們必須經歷許多患難才能進入天國」的話。
glorify him in your members; do not accept the teaching of the heretic; do not falter before the hardship of prison, hearing him who says that we must enter the kingdom of heaven through many tribulations.
1:4281
Μνημονεύετε κἀμοῦ τοῦ ἁμαρτωλοῦ
也請記念我這罪人。
Remember me also, the sinner.
1:4282
ἀσπάζονται ὑμᾶς οἱ σὺν ἐμοὶ ἀδελφοί·
與我同在的弟兄們問候你們;
The brothers who are with me greet you;
1:4283
{ Νικολάῳ μάγκιπι} Πῶς οἴει δέχεσθαί με τὰς ἀποστολάς σου καὶ εὐλογίας, ἠγαπημένε ἄνερ; οὐδ' ἂν χρυσίου τάλαντα τοσαῦτα ἡδύτερόν μοι εἰς ὑποδοχήν, διότι ἐξ ἀνθρώπου ὀρθοδόξου, φυλάττοντος ἀρχαίαν ἀγάπην καὶ μὴ ἑαλωκότος τῇ κοινωνίᾳ τῆς αἱρέσεως·
〔致麵包師尼哥拉〕親愛的人哪,你以為我是如何領受你所送來的禮物與祝福的呢?就算是那麼多塔冷通的金子,也不會比這更令我甘甜地領受,因為這是出於一位持守正統信仰、保存古老之愛、未曾陷入異端之相通的人;
{To Nicholas the baker} How do you suppose I receive your gifts and blessings, beloved man? Not even so many talents of gold would be sweeter for me to receive, because they come from an orthodox man, one who keeps the ancient love and has not been ensnared in communion with the heresy;
1:4284
ὃ καὶ μάλα με ξενίζει, πῶς ἐν μέσῳ πυρὸς ἄφλεκτος διαμένεις
這實在令我甚為驚異:你怎能身處烈火之中而不被焚燒。
and this greatly astonishes me: how you remain unburned in the midst of the fire.
1:4285
ἀλλὰ γὰρ καὶ ἔτι διαμενεῖς θείᾳ προμηθείᾳ, ὡς ἂν μέγα δῶρον ἀπενέγκοις τῷ θεῷ τῆς οἰκείας σωτηρίας
但你必因神聖的眷佑仍要如此持守下去,好使你能將自己得救的大禮獻與神。
But indeed you will yet continue to remain so by divine providence, so that you may carry off to God a great gift, that of your own salvation.
1:4286
Πάνυ δὲ ἐθεραπεύθην καί γε μεμακάρικά σε, ὅτι τὸν γραμματηφόρον ἐν ἡμέρα ἑορτῆς ἔλαβες συνδαιτυμόνα ἐν τόπῳ ξένῳ καὶ τραπέζῃ πληθούσῃ·
我因此深感欣慰,也稱你為有福的,因為你在節期那日,於異鄉之地、在豐盛的筵席上,接待了送信之人與你同席;
I was greatly delighted, and indeed I have called you blessed, because on a feast day you received the letter-bearer as a fellow guest at table in a strange place and at a table laden with abundance;
1:4287
ἀνθ' οὗ ἀνακλινεῖ σε ὁ Κύριος ἐν τῇ ἡμέρᾳ ἐκείνῃ μετὰ Ἀβραὰμ καὶ Ἰσαὰκ εἰς εὐφροσύνην αἰώνιον
為此,主必要在那日使你與亞伯拉罕、以撒同席,得享永遠的喜樂。
in return for which the Lord will make you recline on that day with Abraham and Isaac unto everlasting gladness.
1:4288
{ Ἰσιδώρῳ λαϊκῷ} Καὶ πάλιν κόπους σοι παρέσχον, ἄνθρωπε τοῦ θεοῦ καὶ γνήσιε φίλε, ἐπὶ ταῖς ἀποστολαῖς σου·
〔致平信徒伊西多爾〕神的僕人、真摯的朋友啊,我又再一次因你所送的禮物而勞煩了你;
{To Isidore, a layman} Once again I have caused you trouble, man of God and true friend, on account of your gifts;
1:4289
ἀλλ' ὁ Κύριος ἀντιμετρήσει σοι μισθὸν ἐπουράνιον, ὃν χρῄζεις παρὰ Κυρίου, ὑπὲρ οὗ καὶ μετέρχει βίον παρθενίας καὶ εὐλαβείας, σχολάζων ἐν ἐκκλησίαις, διατρίβων ἐν ἔργοις εὐσεβείας ὡς φιλομόναχος, ὡς ἄπλαστος, οἰκῶν οἰκίαν κατὰ τὸν πατριάρχην Ἰακώβ
但主必要照你從主所渴求的,量給你天上的賞賜,你正是為此而過著童貞與虔敬的生活,安享閒暇於教會之中,如愛慕修道之人般忙碌於敬虔的工作,質樸無偽,照著先祖雅各的樣式安居於自己的家中。
but the Lord will measure back to you a heavenly reward, which you seek from the Lord, for whose sake you also pursue a life of virginity and reverence, spending your leisure in churches, occupying yourself in works of piety as a lover of monks, as one without guile, dwelling in your own house after the manner of the patriarch Jacob.
1:4290
ἔτι παρακαλῶ ἔχεσθαί σε τῆς ὀρθοδοξίας καὶ ἀποχῆς τῆς αἱρετικῆς κοινωνίας, δι' ἣν ἕξομεν παρρησίαν ἐπὶ τοῦ βήματος τοῦ Χριστοῦ
我還要勸你持守正統信仰,遠離異端的相通,好使我們在基督的審判台前得以坦然無懼。
I further exhort you to hold fast to orthodoxy and to abstain from heretical communion, on account of which we shall have boldness before the judgment seat of Christ.
1:4291
Μιμνήσκου ἡμῶν εὐχὰς ἁγίας ποιούμενος, τιμιώτατέ μου καὶ ποθεινότατε
我至為敬重、至為思念的人哪,求你獻上聖潔的禱告,記念我們。
Remember us, offering holy prayers, my most honored and most beloved one.
1:4292
{ Ἡγουμένῃ} Ἀπήγγειλέν μοι ὁ ἀδελφὸς ἑωρακέναι σου τὴν τιμιότητα καὶ ὡς ἔρρωται κατὰ πνεῦμα, τὴν δι' ὑπομονῆς ἐλπίδα κατέχουσα
〔致某女修道院院長〕那位弟兄向我報告,說他已見到你尊貴的面容,也說你的靈裡安康,靠著忍耐持守著盼望,
{To an Abbess} The brother has reported to me that he has seen your honored self, and that you are well in spirit, holding fast to hope through endurance,
1:4293
τὸν καὶ ἐν ἀσθενεῖ φύσει τὴν ἑαυτοῦ δύναμιν ἐμφανίσαντα·
仰望那位甚至在軟弱的本性中也彰顯自己大能的主;
in him who has manifested his own power even in a weak nature;
1:4294
τῷ ὄντι γὰρ μακαρία σὺ ἐν μοναζούσαις, ἀλλὰ γὰρ καὶ ἐν γυναιξὶ πάσαις, ὅτι ἐν ταῖς ἡμέραις ταύταις, ἐν αἷς ἑάλωσαν οὐ μόνον γυναῖκες ὁμόσχημοι καὶ κανονικαί, ἀλλὰ καὶ πάντες μικροῦ δεῖν ἐν τῇ Βυζαντίδι μονασταί τε καὶ ἡγούμενοι, αὐτὴ σὺν ἄλλαις τέσσαρσιν ἢ καὶ πρὸς εἵλου ὑπὲρ Χριστοῦ πάσχειν ἢ μετασχεῖν τῆς χωριζούσης Χριστοῦ αἱρετικῆς κοινωνίας
因為你實在是在眾修女中蒙福的,甚至在所有婦女中也是蒙福的,因為在這些日子裡——不但同袍的修女與領受聖職的婦女被擄獲了,甚至幾乎全拜占庭境內的修士與院長也都被擄獲了——唯獨你與另外四人,寧可為基督受苦,也不願分享那使人與基督隔絕的異端之相通。
for truly you are blessed among nuns, indeed among all women besides, because in these days — in which not only women of the monastic habit and canonesses were overcome, but also nearly all the monks and abbots throughout Byzantium as well — you yourself, together with four others, chose rather to suffer for Christ than to share in the heretical communion that separates from Christ.
1:4295
ὁ γὰρ μετέχων αὐτῆς ἀπόκληρος Χριστοῦ ὡς ὁ Ἰούδας καὶ κοινωνὸς τῶν παραλαβόντων τὸν Κύριον εἰς τὸ σταυρωθῆναι·
因為凡與其相通的,就如猶大一樣,被剝奪了在基督裡的份,也成了那些捉拿主、要將祂釘十字架之人的同夥;
For whoever partakes of it is disinherited from Christ, as Judas was, and a partner of those who seized the Lord to crucify him;
1:4296
καὶ γὰρ τοῦ Χριστοῦ διῶκται καὶ σταυρῶται οἱ τὴν εἰκόνα αὐτοῦ ἐκμειοῦντες καὶ ἀποσκορακίζοντες, ὥσπερ καὶ αὐτῆς τῆς Θεοτόκου καὶ ἑκάστου τῶν ἁγίων
因為那些貶損並棄絕祂的聖像的人,實在是逼迫基督、將基督釘十字架的人,正如他們也是逼迫聖母及每一位聖徒一樣。
for indeed those who diminish and cast away his image are persecutors and crucifiers of Christ, just as they are also of the Theotokos herself and of each of the saints.
1:4297
Βλέπε, δούλη Χριστοῦ, μὴ καταισχύνῃς τὸν καλέσαντά σε εἰς τὴν ὁμολογίαν αὐτοῦ
基督的婢女啊,要謹慎,不要使那呼召你作見證的主蒙羞。
Take heed, servant of Christ, lest you put to shame him who called you to his confession.
1:4298
σπέρμα ἅγιον σὺ (ἐῶ τὸ κατὰ σάρκα, ὅτι καὶ τοῦτο τοιοῦτον), ἀλλὰ Θέκλης λέγω τῆς πρωτομάρτυρος, Φεβρωνίας, Εὐγενίας, Ματρώνης καὶ τῶν ὁμοίων·
你是聖潔的後裔(我且不論按肉身而言的部分,因為那也同樣是聖潔的),我所指的乃是首位女殉道者德克拉、腓布羅尼婭、歐根尼婭、瑪特羅娜以及與她們相似之人的後裔;
You are a holy seed (I pass over the seed according to the flesh, since that too is of such a kind), but I mean the seed of Thecla the protomartyr, of Febronia, of Eugenia, of Matrona, and of women like them;
1:4299
εἶπον δὲ Ματρώνης, ὅτι καὶ ἐν ταῖς κατ' αὐτὴν ἡμέραις αἱρέσεως οὔσης καί τινων μοναζουσῶν ἐνισταμένων ἀπέχεσθαι τῆς κοινωνίας ὡς ὑμεῖς νῦν οἱ ἀλάστορες αἱρετικοί, μὴ φέροντες τὴν μανίαν, βίᾳ χειρὶ ἤνοιγον τὰ στόματα καὶ ἐνέχεον τὴν κοινωνίαν αὐτῶν
我提到瑪特羅娜,是因為在她那時代也有異端存在,也有些修女堅持不領異端的相通——正如你們這些可咒詛的異端者如今所行的一般——那些迫害者忍受不了她們的堅決,便用強暴的手掰開她們的口,把他們的相通灌了進去;
I mentioned Matrona, because also in her days, when there was heresy and certain nuns persisted in abstaining from communion — as you accursed heretics likewise do now — those who could not bear their resolve forced open their mouths with violent hand and poured their communion into them;
1:4300
ἀλλὰ τὸ χειρὶ οὐ συνηγορεῖτο, ὥστε καὶ αὐτὴ σκόπει πολλὰ διὰ Χριστὸν πειρασθῆναι
然而藉強暴之手所行的,並不算為她們的罪;因此你自己也當明白,必要為基督的緣故經歷許多試煉。
but what was done by force of hand was not reckoned against them; so you too must expect to be tried greatly for Christ's sake.
1:4301
Χριστὸς γὰρ ἡμῖν βοηθός, κἂν μέχρις αἵματος πειράσωσιν
因為基督是我們的幫助者,即使他們試煉我們直到流血也是如此。
For Christ is our helper, even if they try us unto blood.
1:4302
προσεύχου περὶ ἡμῶν διὰ τὸν Κύριον καὶ ἡμᾶς τοὺς ἁμαρτωλοὺς μὴ ἀποτυχεῖν Χριστοῦ
求你為我們向主祈禱,使我們這些罪人也不至於失落基督。
Pray for us to the Lord, that we sinners too may not fail to obtain Christ.
1:4303
{ Ἰωάννῃ Καλχηδόνοσ} Ὃν ἐκ μακροῦ χρόνου ὤδινον πόθον, νῦν ἀποτεκὼν εἰκότως εὐχαριστῶ τῷ θεῷ μου ὁ ταπεινός·
〔致迦克墩的約翰〕我這卑微的人,久已懷著這渴望如同懷孕一般,如今終於將它生了出來,理當為此感謝我的神;
{To John of Chalcedon} The longing which I had travailed with for a long time, having now given birth to it, I, the humble one, rightly give thanks to my God;
1:4304
τίς δὲ ὁ πόθος; τὸ γράμματι συναφθῆναί με τῇ πατρικῇ ἁγιωσύνῃ σου καὶ δοῦναι ἀσπασμὸν καὶ γνωρίσαι τὸν πόθον ὅσος καὶ ἡλίκος, οὐχ ὅτι τὸ πρὶν οὐκ ἦν, ἀλλ' ὅτι ἄρτι μάλα ἐξῆπται τῇ ὑπὲρ ἀληθείας ταὐτοπαθείᾳ·
這渴望是甚麼呢?就是藉著書信與你父親般的聖德相連結,致上問安,並讓你知曉這渴望是何等深、何等大——並非先前沒有這渴望,而是如今因我們為真理所共受的患難,這渴望更加被點燃了;
And what is this longing? To be joined by letter to your fatherly holiness, to give a greeting, and to make known how great and how vast this longing is — not that it was not present before, but that now it has been kindled all the more by our shared suffering for the sake of truth;
1:4305
οὗ γὰρ ὁμόνοια πίστεως, ἐκεῖ δηλαδὴ καὶ ἀγάπης σύνδεσμος, οὗ δὲ ἀγάπης σύνδεσμος, ἐκεῖ θεὸς τὸ κεφάλαιον, ὑπὲρ οὗ καὶ δι' ὃν τὸ πάσχειν
因為信仰若有合一之處,那裡必然也有愛的聯繫;而愛的聯繫所在之處,神就是那總綱,是我們為祂受苦、也因祂受苦的緣由。
for where there is concord of faith, there manifestly is also the bond of love, and where there is the bond of love, there God is the sum and head, for whose sake and on whose account is our suffering.
1:4306
ἀλλὰ τὸ μὲν ἡμέτερον οὐδενὸς λόγου διὰ τὸ ἀμφοτέρωθεν μηδαμινόν, τὸ δὲ τῆς σῆς ὁσιότητος καὶ τῶν οἷος σὺ μεγίστης εὐδοξίας τὰ παρόντα, ὑπὲρ εὐσεβείας ἑλομένων κινδυνεύειν καὶ κακοπαθείας ἀνατλᾶν·
但我們自己這一方毫不足道,因為無論哪一方面都是微不足道的;反倒是你的聖德以及像你這樣尊貴之人如今的處境,才是至大的榮耀,因為你們選擇了為敬虔而冒險,甘願忍受苦難;
But our own case is of no account, being worthless in every respect; whereas the present circumstances of your holiness, and of those like you, are of the greatest renown, since you have chosen to face danger for the sake of piety and to endure hardship;
1:4307
ὁπόσης γὰρ θλίψεως τὸ περιορισθῆναί σου τὴν θεοσέβειαν πόρρω που τῶν ἐν ἄστει καὶ ἕλκειν ἡμέραν ἐξ ἡμέρας πόνους καὶ ὀδύνας ἐξοριστικὰς καὶ μεριμνητικὰς τῶν διαφερόντων καὶ πνεύματι καὶ σώματι, καὶ ταῦτα ἐν ἀσθενεῖ σώματι καὶ ἀήθει τῶν τοιούτων, εἰ καὶ τοῖς ἑκουσίοις τῆς ἀσκήσεως πόνοις ἱκανῶς προγεγυμνασμένῳ
因為你的敬虔被限制、流放於遠離都城之地,日復一日拖延著放逐的辛勞與痛楚,以及靈裡與身體上種種掛慮,這是何等大的患難啊;何況你的身體本是柔弱、又不慣於這樣的境遇,雖然你先前已在自願的苦修操練中受過相當的鍛鍊。
for how great an affliction it is, that your piety should be confined somewhere far from the city, and should drag out, day after day, the toils and pains of exile, and the anxious cares that belong to them, both in spirit and in body — and this in a body weak and unaccustomed to such things, even though sufficiently trained beforehand in the voluntary labors of asceticism.
1:4308
Ἀλλ' εὖγε, ὦ πατέρων κράτιστε, ὅτι σὲ ἔλαβεν ἡ ἐκκλησία ἐκ τῆς συγκλήτου κόσμον ἑαυτῇ τὰ πρῶτα, νῦν δὲ καὶ φύλακα τῶν εὐσεβῶν αὐτῆ δογμάτων, ὁμολογίας στέφανον ἀναδησάμενον ( πῶς γὰρ οὔ;) ὑπὲρ Χριστοῦ πάσχοντα καὶ μὴ ὑπείκοντα τοῖς Χριστὸν διώκουσι, κἂν οὐ δοκῇ τοῖς ἐλαύνουσι·
但作得好,諸位教父中最傑出的一位啊!教會起初從元老院揀選了你,作為自己的裝飾,如今更立你為她敬虔教義的守護者,為你戴上了認信的冠冕——怎能不是如此呢?——你為基督受苦,不向那些逼迫基督之人屈服,即使在驅逐你的人看來並非如此;
But well done, O best of fathers, that the Church took you from the senate at first as an ornament for herself, and now also as a guardian of her pious doctrines, having bound upon yourself the crown of confession — how could it be otherwise? — suffering for Christ and not yielding to those who persecute Christ, even though it may not seem so to those who drive you into exile;
1:4309
Χριστὸς γὰρ ἡ Χριστοῦ εἰκὼν ὡς σταυρὸς ὁ σταυροῦ τύπος·
因為基督的聖像就是基督,正如十字架的圖像就是十字架;
For the icon of Christ is Christ, just as the figure of the cross is the cross;
1:4310
καὶ οὔπω λέγω τῆς Θεοτόκου καὶ οὑτινοσοῦν τῶν ἁγίων, εἰδότι σοι καὶ ἡμᾶς μᾶλλον μυοῦντι καὶ τεχνοῦντι τοὺς ἀμυήτους καὶ ἀσόφους
我且不必再說聖母以及任何一位聖徒的情形,因你自己深知此理,甚至更能教導我們,並巧妙地指教那些未受啟蒙、無智慧的人。
and I need not even speak yet of the Theotokos and of any of the saints whatsoever, since you know this, and indeed rather instruct us, and skillfully teach the uninitiated and unwise.
1:4311
δεινὸν οὖν, ὦ θεία καὶ ἱερὰ κεφαλή, τὸ ἀσέβημα καὶ προεισόδιον τῆς τοῦ Ἀντιχρίστου ἐλεύσεως καὶ οἱονεὶ εἰκών, εἴπερ τῇ Χριστοῦ εἰκόνι μάχεται, μηδένα διαμερισμὸν πρὸς τὸ πρωτότυπον ἐχούσῃ·
因此,神聖而尊貴的元首啊,這不敬虔之舉實在可怕,乃是敵基督來臨的前奏,彷彿正是敵基督的形像,因為它與基督的聖像為敵——而聖像與其原型之間,原無絲毫分別;
Terrible, then, O divine and sacred head, is this impiety, a forerunner of the coming of the Antichrist and, as it were, his very image, since it wars against the icon of Christ, which has no division whatsoever from its archetype;
1:4312
τοιαύτη γὰρ ἡ φύσις τῶν λεγομένων
因為所論之事的本質正是如此。
for such is the nature of the things spoken of.
1:4313
διὸ ὅσον τὸ μέγεθος τῆς ἀσεβείας ἐκείνοις, τοσοῦτον ἡμῖν τὸ αὔχημα τῆς ὁμολογίας, μὴ τὰ δευτέρια παραχωρούσης τῶν πάλαι Χριστοῦ μαρτύρων
所以,他們的不敬虔何等之大,我們認信的誇耀也何等之大,絲毫不遜於古時基督殉道者的地位。
Wherefore, as great as the magnitude of their impiety is, so great is our boast of confession, which yields not second place even to the martyrs of Christ of old.
← 上一段下一段 →
1

新的原文誦讀上線時通知我

每次有新章節誦讀影片就寄一封信。採雙重確認,隨時可一鍵取消。