📜 Verbum · 聖言
原文誦讀聖經與教父文獻
♥ 贊助

← 回書卷目次 · 希臘教父 › 書信集

書信集 第 1 章 第 25/55 段

希臘文原文.212 節.部分字詞可點開查義.本章太長已分段,此段為 1:4314–1:4525(全章共 9659 節)

← 上一段下一段 →
ℹ️ 本語料沒有逐節的詞法標註。原形主要取自同語言其他書卷的逐詞標註(不是這一節的標註),少數查不到的才回頭依字形比對詞典。同形的罕見字仍可能判錯,需要精確判斷時請覆核原文與專門詞典。
ℹ️ 中英對照為本站自譯,直接譯自本頁的原文(非和合本/WEB —— 那兩者譯自馬所拉文本,與本頁底本不同)。
1:4314
Ὧν τὸν στέφανον κομίσειας, τρισόλβιε, προσευχόμενος εἰρήνην τῇ ἐκκλησίᾳ καί γε κἀμοὶ τῷ ἐλαχίστῳ μὴ πάντῃ διαμαρτεῖν τῆς τῶν ἰχνῶν σου προσψαύσεως διὰ τὸ μέγιστόν με φορτίον οἴσειν τῶν ἁμαρτιῶν
願你,三重蒙福的人哪,得著這些殉道者的冠冕,並為教會的平安祈禱,也為我這最卑微的人祈求,使我不致完全無份於觸及你的足跡,因為我所背負的乃是最沉重的罪惡重擔。
May you obtain the crown of these martyrs, O thrice-blessed one, praying for peace for the Church, and also for me, the least, that I may not utterly fail to touch upon your footsteps, since I bear the greatest burden of sins.
1:4315
{ Εὐθυμίῳ τέκνῳ} Ὑγίαινε, τέκνον μου ἠγαπημένον Εὐθύμιε·
〔致孩兒歐緒米烏〕願你安康,我親愛的孩子歐緒米烏;
{To Euthymios, son} Be well, my beloved child Euthymios;
1:4316
εὐπροθύμου γνώμης, τοῦτο μὲν ἐλθὼν καὶ ἐνεγκὼν τὰ κατὰ χρείαν ἐν τῷ οἴκῳ τοῦ ἁρπάσαντός με ἄρχοντος, τοῦτο δὲ καὶ ἐμπλοήσας καὶ συμπροθυμησάμενός με περὶ τῶν χρηστοτέρων ἐλπίδων εἰς τὴν ἀδελφότητα, φρουρουμένην στρατιωτικῇ χειρὶ εἰς τὰ Στουδίου
你懷著甘心樂意之情:一方面前來,將所需之物送到那擄走我的官長家中;另一方面又親自搭船前往,與我同心竭力,關心修院弟兄們更美好的盼望——他們如今正被軍隊看守在斯圖迪奧;
a man of ready good will — in that you came and brought what was needed to the house of the magistrate who seized me, and in that you also sailed there and shared my zeal concerning the better hopes for the brotherhood, which is now guarded by a military hand at the Studios;
1:4317
καί γε δέδειχας ἐξ ὧν προεθυμοῦ μόνος καλῶς βουλευσάμενος, εἰ καὶ ῥιψοκινδύνως·
你確實已經表明,你獨自懷著的熱忱是出於良善的思慮,雖然這也帶著些冒險的成分;
and indeed you have shown, by the zeal you displayed on your own, that you took good counsel, even if it was done recklessly;
1:4318
τί τοῦτο; ἀναθεματίσαι τὸν ἀλιτήριον Ἀντώνιον, καθελόντα τὰς σεπτὰς εἰκόνας, σὺν πάσῃ τῇ ἀδελφότητι·
這是甚麼呢?就是與全體弟兄一同咒詛那推翻可敬聖像的可惡之人安東尼;
What is this? To anathematize the accursed Antony, who tore down the venerable icons, together with the whole brotherhood;
1:4319
δι' ἣν αἰτίαν ἐτύφθης σὺν ἐννέα προέχουσιν ἀνδρείᾳ τῶν ἄλλων
你也正因此緣故,與另外九位一同受到鞭打,你們在勇氣上超過了其餘眾人。
for which cause you were beaten together with nine others, surpassing the rest in courage.
1:4320
ἔργον ἐποίησας, τέκνον μου, μάρτυρος, στρατιώτου Ἰησοῦ Χριστοῦ
我的孩子,你已做成了殉道者的工作,作了耶穌基督的精兵。
You have done the work, my child, of a martyr, of a soldier of Jesus Christ.
1:4321
ὢ τῆς στερροκαρδίας σου, πρώτου μαστιγωθέντος ὑπὲρ Χριστοῦ καὶ μετὰ Χριστοῦ καὶ ἐκβάντος ἐκ τῶν τοσούτων πληγῶν ἐξαίμου καὶ σαρκοτμήτου, μήτε γοερὰν φωνὴν ἀφεῖναι μήτε συμπεσεῖν τῷ προσώπῳ, ἀλλ' ἐκείνην ῥῆξαι τὴν ῥῆσιν, ἣν ᾄδουσι πολλοί, μὴ φοβηθῆτε, ἀδελφοί, οὐδέν ἐστι ταῦτα
哦,你這堅毅的心志啊!你率先為基督、且與基督一同受了鞭打,雖然受了如此多的傷、流血不止、肌膚被割裂,卻既未發出一聲哀嚎,也未面容失色,反而喊出了眾人所吟誦的那句話:「弟兄們,不要害怕,這算不得甚麼。」
Oh, the firmness of your heart! You were the first to be scourged for Christ and with Christ, and though you emerged from so many blows drained of blood and with your flesh cut open, you neither uttered a mournful cry nor let your countenance fall, but burst forth with that saying which many sing: 'Fear not, brothers, this is nothing.'
1:4322
αὕτη ἡ φωνὴ καὶ τὸν τύραννον καὶ πανδαμάτορα ᾔσχυνεν, τύψαντά σε ἔτι διὰ ταύτην, καὶ τοὺς ἀδελφούς σου παρεθάρρυνεν ἴσα σοι ἐνηθληκέναι, καὶ τὸ μέγιστον, τὸν θεὸν εὔφρανεν, τὸν ἑτοιμάζοντά σοι τὸν στέφανον τῆς δικαιοσύνης
這句話使那暴君——那萬人的征服者——也感到羞愧,他因此更加鞭打你;這句話也堅固了你弟兄們的心,使他們與你一同奮力爭戰;最重要的是,這句話使神喜悅,祂正在為你預備公義的冠冕。
This word put to shame even the tyrant, that all-subduer, who struck you all the more because of it, and it emboldened your brothers to contend equally with you, and, greatest of all, it gladdened God, who is preparing for you the crown of righteousness.
1:4323
Μόνον, τέκνον, τελείως ἀγωνισώμεθα τὸν καλὸν ἀγῶνα·
我的孩子,只求我們能全然打那美好的仗,直到得勝;
Only, my child, let us fight the good fight to its very completion;
1:4324
πέποιθα δὲ ὅτι ὁ ἐναρξάμενος ἐν ὑμῖν τὸν ἆθλον τοῦτον καὶ τελειώσειεν
我深信,那在你們裡面開始這場爭戰的主,也必要成全它。
and I am confident that he who began this contest in you will also bring it to completion.
1:4325
βοήθει καὶ ἐν τῇ ἐξορίᾳ, ἀδελφέ, τοῖς συνεξορίστοις σου λόγῳ, ἔργῳ
弟兄啊,即使在流放之地,也要用言語、用行為幫助與你同被流放的人;
Help, brother, even in exile, your fellow exiles, in word and in deed;
1:4326
προσεύχου καὶ περὶ ἐμοῦ τοῦ ταπεινοῦ ἵνα ἐνέγκω πάντα διὰ Χριστόν, τὸν νῦν διωκόμενον διὰ τῆς ἁγίας εἰκόνος αὐτοῦ
也求你為我這卑微的人祈禱,使我能為基督忍受一切,因祂如今正因祂的聖像而受逼迫。
pray also for me, the humble one, that I may endure all things for the sake of Christ, who is now persecuted through his holy icon.
1:4327
προσαγορεύουσίν σε οἱ σὺν ἐμοὶ ἀδελφοί σου·
與我同在的弟兄們向你問安;
Your brothers who are with me greet you;
1:4328
ἡ χάρις τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ μετὰ τοῦ πνεύματός σου
願主耶穌基督的恩惠與你的心靈同在。
The grace of the Lord Jesus Christ be with your spirit.
1:4329
{Ὑπερεχίῳ τέκνῳ} Εὖγε, εὖγε, Ὑπερέχιε τέκνον ἐμόν, καλὸν ἆθλον ἠξιώθης ἀπενέγκασθαι ὑπὲρ Χριστοῦ·
〔致孩兒許佩雷奇烏〕好極了,好極了,我的孩子許佩雷奇烏,你已配得為基督贏得美好的獎賞;
{To Hyperechios, son} Well done, well done, Hyperechios my child, you have been deemed worthy to carry off a noble contest-prize for Christ's sake;
1:4330
ἐδάρης, ἐφυλακίσθης, ἐξωρίσθης, ἐλογίσθης μετὰ ὁμολογητῶν Χριστοῦ
你被鞭打、被下獄、被流放,被列入基督認信者的行列。
you were flayed, you were imprisoned, you were exiled, you were numbered among the confessors of Christ.
1:4331
πόθεν σοι ἡ χάρις αὕτη, τὸ δῶρον τὸ οὐράνιον, ἵνα σου τὸ αἷμα ἴδῃς διὰ Χριστὸν περιρρεόμενον καὶ τὰς σάρκας ἐξεσμένας ταῖς μάστιξιν; ἀπελούσω τὰς ἁμαρτίας, ἡγίασας σεαυτόν
這樣的恩典、這天上的恩賜是從何而來的呢——竟使你親眼看見自己的血為基督而流、你的肌肉被鞭打所剝削?你已洗淨了罪,使自己成為聖潔了。
Whence comes to you this grace, this heavenly gift, that you should see your own blood flowing round about for Christ's sake, and your flesh scraped away by the scourges? You have washed away your sins; you have sanctified yourself.
1:4332
βλέπε, ἀδελφέ μου, μή ποτε ἐπιλάθῃ τῆς εὐεργεσίας, μή ποτε ἀπονυστάξῃς ἀπὸ θεοῦ
我的弟兄啊,要謹慎,切莫忘記這恩惠,切莫從神那裡打盹沉睡。
Take heed, my brother, lest you ever forget this benefit, lest you ever grow drowsy and fall away from God.
1:4333
γρηγόρει εἰς τὴν σωτηρίαν σου, παρακαλῶ, εἰς ὑπομονὴν τελειώσεως·
我懇求你,要為自己的救恩儆醒,持守忍耐直到功德完全;
Stay watchful, I beseech you, for your salvation, unto the endurance that brings completion;
1:4334
οὐ γὰρ τὸ ἄρξασθαι μόνον, ἀλλὰ καὶ τὸ τελειῶσαι μακάριον
因為蒙福的不僅是起頭,更是善終。
for it is not only the beginning, but also the completing, that is blessed.
1:4335
ἤνεγκας πόνους πληγῶν, ἔνεγκον, τέκνον μου, καὶ κόπους ἀσκήσεως, λογισμοὺς πονηροὺς καθαίρων ἀπὸ τῆς καρδίας σου, ἐξ ὧν προάγεται ἄνθρωπος εἰς πρᾶξιν ἁμαρτίας
你已忍受了鞭傷之苦,我的孩子,也要忍受苦修的勞苦,從心中除去那些惡念——人正是被這些惡念引誘去犯罪的。
You have borne the pains of blows; bear also, my child, the labors of asceticism, purging from your heart the evil thoughts by which a man is led forth into the commission of sin.
1:4336
φοβερὸς ὁ θεός, πῦρ καταναλίσκον τοὺς καταφρονητάς·
神是可畏的,是吞滅那些藐視祂之人的烈火;
God is fearsome, a fire consuming those who despise him;
1:4337
φύγωμεν τὴν παρρησίαν, τὴν θύραν τῆς ἀνομίας, ἔστω τὸ κάθισμά σου ἀσκανδάλιστον, ὅσιον
讓我們逃避放縱不羈之風,那是不法之門;願你的居所無可指摘、聖潔。
let us flee undue familiarity, the door of lawlessness; let your dwelling be free of scandal, and holy.
1:4338
ψαλμὸν ἔχεις, ᾠδὴν ἔχεις, εὐχὴν ἔχεις·
你有詩篇,你有頌歌,你有禱告;
You have the psalm, you have the hymn, you have the prayer;
1:4339
ἀνάγνωσιν ἔχε, δάκρυον, ἀναλογίζου ἀεὶ τὸν θάνατον, τὴν ἡμέραν τῆς κρίσεως, ὅτε γυμνὰ καὶ τετραχηλισμένα σταίη τὰ σύμπαντα
要誦讀,要流淚,常常思念死亡、思念審判的日子,那時萬物都要赤裸裸地、毫無遮蔽地顯露出來。
have reading, have tears; consider always death, the day of judgment, when all things shall stand naked and laid bare.
1:4340
οἷος φόβος ἐκεῖ καὶ τρόμος τῷ κατ' ἐμὲ ἁμαρτωλῷ καὶ πηλίκη χαρὰ καὶ ἀγαλλίασις τῷ δικαίῳ
在那裡,像我這樣的罪人將是何等的懼怕戰兢,義人卻將是何等的歡喜快樂!
what fear and trembling there for a sinner such as I, and what great joy and exultation for the righteous!
1:4341
Ναί, τέκνον, φυλακῇ φυλάξωμεν ἑαυτούς, ἵνα τὴν παραθήκην ἡμῶν, τουτέστι τὴν ψυχήν, προσενέγκωμεν τῷ θεῷ σώαν, καθαράν·
是的,孩子啊,讓我們謹慎自守,好使我們把我們的寄存物,就是靈魂,完好純潔地獻給神;
Yes, my child, let us keep watch over ourselves, that we may present our deposit, that is, our soul, to God safe and pure;
1:4342
κἂν γὰρ ῥυποῦται διὰ τῶν σκολιῶν λογισμῶν, ἀλλὰ καθαρίζεται πάλιν διὰ τῶν ἐν μετανοίᾳ δακρύων
因為即使它因悖謬的思念而被玷污,它仍會藉著悔改中的眼淚再次得潔淨。
for even if it is defiled through crooked thoughts, yet it is cleansed again through tears shed in repentance.
1:4343
προσεύχου περὶ ἐμοῦ τοῦ ἁμαρτωλοῦ ἵνα σῴζωμαι ἐν πᾶσιν
求你為我這罪人禱告,使我在凡事上都得救。
Pray for me, a sinner, that I may be saved in all things.
1:4344
οἱ μετ' ἐμοῦ ἀδελφοί σου προσαγορεύουσίν σε·
與我同在的你的弟兄們問候你;
The brothers who are with me greet you;
1:4345
{ Ἀφροδισίῳ τέκνῳ} Χαίροις, Ἀφροδίσιε, τὸ ἐμὸν τέκνον, μᾶλλον δὲ θεοῦ, ὑπὲρ οὗ ὁ προκείμενος ἀγών
〔致兒子阿弗羅狄西烏〕願你歡喜,阿弗羅狄西烏,我的孩子——不如說是神的孩子,你眼前所擺設的這場爭戰,正是為了他的緣故。
{To Aphrodisios, his child} Rejoice, Aphrodisios, my child—or rather, God's—for whose sake the contest now set before you is waged.
1:4346
τί τὸ γεγονὸς ἐν σοί, ὅτι οὕτως ἀπηυτομόλησας ἐκδοῦναι τὰς ἑαυτοῦ σάρκας εἰς μάστιγας ὑπὲρ Χριστοῦ, οὕτως ἐνεγκὼν τὰς τοσαύτας πληγὰς ὡς ἀδάμας καρτερῶς; χαῖρε, τοῦ Χριστοῦ στρατιῶτα·
在你裡面究竟發生了什麼事,使你如此甘心自願地將自己的肉體交付鞭打,為了基督的緣故,如金剛石一般堅忍地承受了這麼多的擊打?願你歡喜,基督的戰士啊;
What has happened in you, that you so willingly surrendered your own flesh to the scourges for Christ's sake, bearing so many blows steadfastly, like adamant? Rejoice, soldier of Christ;
1:4347
ὅρα ποῦ σε κέκληκεν ἡ χάρις, πῶς ἀνεπήδησας εἰς ὕψος ἀρετῆς, ἀναποιησάμενος ἑαυτὸν ἀπὸ προλαβόντων ἐλαττωμάτων
看哪,恩典把你召到了何等的高處,你如何一躍而登上德行的巔峰,從先前的種種缺失中重新塑造了自己。
see to what height grace has called you, how you have leapt up to the summit of virtue, having remade yourself out of your former shortcomings.
1:4348
ἐδόξασας τὸν θεόν, τέκνον μου, ἐν τοῖς μέλεσί σου, ἐτίμησας κἀμὲ τὸν ἁμαρτωλόν·
我的孩子啊,你在你的肢體上榮耀了神,也尊榮了我這個罪人;
You have glorified God, my child, in your members; you have honored me also, sinner that I am;
1:4349
ἔλαμψας ἐν τῇ ἀδελφότητί σου μετὰ τῆς ἰσάθλου ἑταιρείας ὡς ἀστὴρ ἑωθινός, ἐγένου τῆς ἐκκλησίας τοῦ θεοῦ στῦλος
你在你的弟兄群中,與同場競賽的夥伴們一同閃耀,如同晨星;你已成為神教會的柱石。
you have shone among your brotherhood together with your fellow-contestants like the morning star; you have become a pillar of the Church of God.
1:4350
Μακάριος εἶ καὶ καλόν σοι ἔσται
你是有福的,福樂必臨到你——
Blessed are you, and it shall be well with you—
1:4351
σου, ὅτι ἀκμὴν οὐκ εἰς πέρας ἐστίν·
只是這尚未到達終點;
yet it is not yet at its end;
1:4352
δεῖ μέχρι τέλους ἐγκαρτερῆσαι, ἵνα οὕτως στεφανωθῇς
你必須堅忍到底,好叫你因此得著冠冕。
you must endure to the end, so that you may thus be crowned.
1:4353
φέρε γενναίως τὰ τῆς ἐξορίας, ἑτοιμάζου καὶ ἀποθανεῖν διὰ Χριστοῦ τὴν ἁγίαν εἰκόνα·
要勇敢地承受流放的種種艱苦,也要預備好為基督、為那聖像而死;
Bear nobly the hardships of exile; prepare also to die for Christ, for the sake of the holy icon;
1:4354
φύλαττε ἑαυτὸν ἀπαρρησίαστον, γρηγόρει πρὸς τοὺς ἀοράτους ἐχθρούς
要謹守自己,不可放縱無忌,並要警醒防備那些看不見的仇敵。
keep yourself reserved, without taking liberties, and be watchful against the unseen enemies.
1:4355
χαῖρε τῇ ἐλπίδι, ὑπόμενε τῇ θλίψει, νῆφε ταῖς προσευχαῖς, δεόμενος καὶ περὶ ἐμοῦ τοῦ ἁμαρτωλοῦ ἵνα σῴζωμαι σὺν ὑμῖν
要在盼望中喜樂,在患難中忍耐,在禱告中儆醒,也求你為我這罪人祈求,使我能與你們一同得救。
Rejoice in hope, endure in tribulation, be sober in prayers, beseeching also for me, a sinner, that I may be saved together with you.
1:4356
ἀσπάζονταί σε οἱ σὺν ἐμοὶ ἀδελφοί σου·
與我同在的你的弟兄們問候你;
Your brothers who are with me greet you;
1:4357
{ Ἀμμωνᾶ τέκνῳ} Ἀδελφὲ Ἀμμωνᾶ, χαῖρε ἐν Κυρίῳ·
〔致兒子阿摩納〕阿摩納弟兄啊,願你在主裡歡喜;
{To Ammonas, his child} Brother Ammonas, rejoice in the Lord;
1:4358
ἀσπάζομαί σε ἀπὸ χειλέων καρδίας μου, στεφανῶν σε ἐπαίνοις, καλῶς ἀγωνισάμενον, ὑπὲρ Χριστοῦ μαστιγωθέντα καὶ εὐφόρως ἐνεγκόντα τὰς τοσαύτας πληγάς
我從我心的口唇問候你,以讚美為你加冕,因為你已經打了美好的仗,為基督受了鞭打,並以堅忍承受了這麼多的擊打。
I greet you from the lips of my heart, crowning you with praises, since you have contended well, having been scourged for Christ's sake and having borne so many blows with good endurance.
1:4359
εἴθε ἠσπασάμην τὰς ξανθείσας σου σάρκας διὰ Χριστόν, εἴθε ἠξιούμην κἀγὼ ὁ ταπεινὸς συγκοινωνῆσαί σου τοῖς πάθεσι·
但願我曾親吻你那為基督被撕裂的肌膚;但願我這卑微的人也蒙算為配得,能與你一同分擔你的苦難;
Would that I had kissed your flesh, torn open for Christ's sake; would that I too, humble as I am, had been counted worthy to share in your sufferings;
1:4360
πλὴν τῇ διαθέσει συνεκοινώνησα καὶ χαίρω, ὅτι τοιοῦτον τέκνον κέκτημαι ὁ ἁμαρτωλός, οὗ τὸ αἷμα σὺν τοῖς συνάθλοις ἀδελφοῖς σου εἰς μαρτύριον ἀληθείας τῇ ἐκκλησίᾳ τοῦ θεοῦ, οὗ ἡ ἐξορία εἰς ἐξοστράκισιν τῆς ἀσεβείας
然而我在心志上已與你一同分擔了,並且我為此歡喜,因我這罪人竟擁有這樣的孩子——你的血,與你那些同場競賽的弟兄們的血一同,成了向神教會作真理見證的憑據;你的流放,也成了驅除不敬虔之事的放逐。
yet in disposition I have shared with you, and I rejoice that I, a sinner, possess such a child, whose blood, together with your fellow-contestant brothers, serves the Church of God as a testimony of truth, and whose exile serves as a casting-out of impiety.
1:4361
μιᾷ ῥοπῇ τετραυμάτισαι, καὶ ὁρᾷς οἵοις ἐγκωμίοις ἐπᾴδεσαι·
你在轉瞬之間受了傷,看哪,你正被何等的頌詞所歌詠讚美;
In a single moment you have been wounded, and see with what praises you are being extolled;
1:4362
τί λοιπὸν ἐπὶ τοῦ κριτηρίου τῶν ἁπάντων, ὅτε προσληφθήσονται εἰς βασιλείαν οὐρανῶν παρ' αὐτοῦ οἱ εὐλογημένοι τοῦ πατρὸς αὐτοῦ; Διὸ θάρσει, στῆθι·
那麼,在萬有的審判台前將會如何呢?那時,他父所祝福的人必被他接入天國。所以要壯膽,要站立得穩;
what, then, shall it be at the tribunal of all things, when those blessed of his Father shall be received by him into the kingdom of heaven? Therefore take courage, stand firm;
1:4363
ἔτι γὰρ ὁ ἀγών, ἔτι ὁ δρόμος
因為爭戰仍未結束,賽程仍未跑完;
for the contest is still ongoing, the race is still being run;
1:4364
μὴ ἀναπέσῃς ὡς ἤδη τελειοδρομήσας·
不要就此躺下休息,彷彿你已經跑完了全程;
do not lie down to rest as though you had already finished the course;
1:4365
ἐὰν δέῃ, καὶ σφαγιασθῶμεν ὑπὲρ τῆς ἁγία εἰκόνος Χριστοῦ
若有需要,讓我們也甘願為基督的聖像被殺。
if need be, let us also be slain for the sake of the holy icon of Christ.
1:4366
ναί, τέκνον μου, παρακαλῶ, μὴ ὀλιγωρήσωμεν τὴν ἄσκησιν, τὴν ἐξορίαν·
是的,我的孩子,我懇求你,讓我們不要在苦修上、在流放中鬆懈;
Yes, my child, I beseech you, let us not grow slack in our ascetic discipline, in our exile;
1:4367
οὐ γὰρ ὁ ἐναρξάμενος μόνον ἐπαινετός, ἀλλ' ὁ τελειῶν τὸ ἔργον τοῦ θεοῦ
因為不是那開始的人才配得稱讚,而是那完成神工作的人。
for it is not the one who merely begins who is praiseworthy, but the one who completes the work of God.
1:4368
ἔχομεν καθ' ἡμέραν τοὺς νοητοὺς ἐχθροὺς τιτρώσκοντας ἡμᾶς βέλεσι λογισμῶν·
我們每日都有那些屬靈的仇敵,用思念的箭矢傷害我們;
Daily we have the intelligible enemies wounding us with the arrows of thoughts;
1:4369
βλέπε τούτους, ἔσο τεθωρακισμένος τῇ πίστει, τῇ ἀγάπῃ, τῇ ἐλπίδι
要提防他們,要以信、望、愛為甲胄裝備自己。
watch out for these, and be armored with faith, with love, with hope.
1:4370
ἀκούω ὅτι ἀκριβολογεῖσαι τὸ καθισμάτιόν σου ἀπαρρησιάστως καὶ χαίρω·
我聽說你嚴謹地看守你那小小的居所,並不放縱無忌,我因此歡喜;
I hear that you keep exact and careful watch over your little cell, without taking liberties, and I rejoice;
1:4371
πάντων γὰρ κακῶν μήτηρ ἡ παρρησία
因為放縱無忌乃是萬惡之母。
for taking liberties is the mother of all evils.
1:4372
ὁ θεός σε, τέκνον, ἔτι ἀνδρειώσειεν, στερεώσειεν, καταρτίσειεν εἰς πᾶν ἔργον ἀγαθόν
願神,孩子啊,使你更加剛強,堅固你,並使你在一切善工上得以完備。
May God, my child, yet further make you manly, establish you, and equip you for every good work.
1:4373
προσεύχου καὶ περὶ ἐμοῦ τοῦ ἁμαρτωλοῦ ἵνα σῴζωμαι
也求你為我這罪人禱告,使我得救。
Pray also for me, a sinner, that I may be saved.
1:4374
ἐὰν σύνεστί σοι ὁ κατὰ σάρκα καὶ πνεῦμα ἀδελφὸς καὶ τέκνον μου, προσαγορεύω αὐτόν
若你那按肉身與靈性都是弟兄、也是我孩子的人與你同在,我問候他。
If your brother according to flesh and spirit, my child, is with you, I greet him.
1:4375
οἱ σὺν ἐμοὶ ἀδελφοί σου ἀσπάζονταί σε·
與我同在的你的弟兄們問候你;
Your brothers who are with me greet you;
1:4376
{ Συμεὼν τέκνῳ} Χαῖρε, τέκνον μου Συμεών, ὁ κληθεὶς ὑπὸ τῆς χάριτος εἰς ὁμολογίαν Χριστοῦ·
〔致兒子西面〕願你歡喜,我的孩子西面,你是蒙恩典召去為基督作見證的人;
{To Symeon, his child} Rejoice, my child Symeon, you who were called by grace to the confession of Christ;
1:4377
ἴδε πῶς οὐκ ἐπῃσχύνθη σε Χριστὸς κατὰ τὴν προτέραν ἀναστροφήν, ἀλλ' εὐδοκῶν εὐδόκησε μαστιγωθῆναί σε ὑπὲρ αὐτοῦ, χλευασθῆναι, φυλακισθῆναι, εἶτα καὶ ἐξορισθῆναι σὺν τοῖς ὁμοτρόποις σου ἀδελφοῖς
看哪,基督並未因你先前的行為而以你為恥,反倒喜悅使你為他的緣故受鞭打、被戲弄、被囚禁,然後又與你那些志同道合的弟兄們一同被流放。
see how Christ was not ashamed of you on account of your former manner of life, but was well pleased to let you be scourged for his sake, mocked, imprisoned, and then also exiled together with your like-minded brothers.
1:4378
τί ἀνταποδώσεις τῷ Κυρίῳ; τί προσενέγκοις κατ' ἀξίαν; τί ἄλλο ἢ τὸ φυλάξαι σε ἀναφαίρετον τὴν χάριν διὰ μακροθυμίας καὶ τελείας πίστεως; ὅθεν γρηγόρει, νῆφε πρὸς τὰς μεθοδείας τοῦ διαβόλου μή που παρεισδύσῃ, μή που ὑποσκελίσῃ
你將如何報答主呢?你能獻上什麼與此相稱的呢?除了藉著忍耐與完全的信,使你所得的恩典不可被奪去之外,還有什麼呢?所以要警醒,要儆醒防備魔鬼的詭計,免得牠悄悄潛入,免得牠使你絆跌。
What shall you render to the Lord? What could you offer him that is worthy? What else but to keep the grace given you inalienable, through patience and perfect faith? Therefore be watchful, be sober against the devil's wiles, lest he somehow slip in, lest he somehow trip you up.
1:4379
τοῦτο δὲ λέγω διὰ τὸ ἀκηκοέναι με χάριν ἰατρείας ἀφίστασθαί σε τῆς κέλλης·
我這樣說,是因為我聽說你為了行醫的緣故,離開了你的靜室;
I say this because I have heard that, for the sake of practicing medicine, you have been leaving your cell;
1:4380
οὐ τοιοῦτος ὁ καιρός, τέκνον μου, ἀλλὰ μαρτυρίου
我的孩子啊,這不是那樣的時候,而是作見證(殉道)的時候。
this is not that kind of season, my child, but a season of testimony.
1:4381
ἰατρεύειν θέλεις; ἰῶ τοὺς κατὰ ψυχὴν νοσοῦντας διὰ λόγου·
你想要醫治人嗎?那就藉著言語去醫治那些靈魂患病的人吧;
Do you wish to heal? Heal, through the word, those who are sick in soul;
1:4382
εἰ δὲ καὶ σώματι, ἄνπερ εὔκολόν σοί ἐστι καθημένῳ καὶ μὴ μεταβαίνοντι τόπον ἐκ τόπου, καὶ τοῦτο ἐπὶ ἀνδρῶν εὐσεβῶν, οὐ μέντοι γυναικῶν
至於身體方面,若你也願意醫治,只可在你安坐不動、不需從一處轉到另一處的情況下進行,並且只限於虔誠的男子,而非女子。
and if you also wish to heal the body, do so only insofar as it is possible for you while seated, without moving from place to place, and this only in the case of pious men, not, however, of women.
1:4383
ἔστω δὲ ἀεὶ ἡ μέριμνα καὶ ἀδολεσχία σου ἐν νόμῳ Ὑψίστου μετὰ ἐργοχείρου·
但願你的關切與默想常常在至高者的律法上,並輔以手工勞作;
but let your care and meditation always be in the law of the Most High, together with the labor of your hands;
1:4384
ἡ γὰρ ἀργία μήτηρ ἁμαρτίας
因為懶惰乃是罪的根源(母親)。
for idleness is the mother of sin.
1:4385
ἐκδέχου καὶ αὖθις πληγὰς διὰ Χριστόν, μήπως καὶ θάνατον τὸν ἀοίδιμον, ἐάνπερ τοσοῦτον καταξιώσειεν εἰς σέ
要預備好再次為基督受鞭打,或許甚至是那榮耀可頌的死亡,若他算你配得如此大的恩典的話。
expect blows once more for Christ's sake, and perhaps also that renowned death, should he deem you worthy of so great a thing.
1:4386
προσεύχου καὶ περὶ ἐμοῦ τοῦ ἁμαρτωλοῦ ἵνα σῴζωμαι ἐν πᾶσιν
也求你為我這罪人禱告,使我在凡事上都得救。
Pray also for me, a sinner, that I may be saved in all things.
1:4387
οἱ σὺν ἐμοὶ ἀδελφοὶ προσαγορεύουσίν σε
與我同在的弟兄們問候你。
The brothers who are with me greet you.
1:4388
ὁ Κύριός σε διαφυλάξειεν ἀσινῆ κατὰ πάντα·
願主保守你在凡事上都不受傷害;
May the Lord keep you unharmed in all things;
1:4389
{ Θεοφυλάκτῳ πρεσβυτέρῳ} Ἐξ ὧν ἐπέστειλεν ἡ τιμιότης σου, ἐφανέρωσεν ἑαυτῆς τὴν ἀρετὴν διά τε τῆς κατὰ τὴν ἐπιγραφὴν ταπεινολογίας καὶ διὰ τῆς ἐν τοῖς γράμμασιν ἐμφερομένης δυνάμεως·
〔致長老德奧腓拉克特〕從您(閣下)所寫的信中,您的德行已然彰顯——一方面藉著書信抬頭中謙卑的用語,另一方面藉著信中所流露出的力量;
{To Theophylact, presbyter} From what your Reverence has written, you have manifested your own virtue, both through the humble wording of the address, and through the force conveyed within the letter itself;
1:4390
τὸ γάρ τοι τοῖς μάρτυσι συμπαρεῖναί σε, συμπροθυμούμενον καὶ συναγωνιῶντα, καὶ τὸ τὸν ἅγιον Θαδδαῖον οἰκείαις χερσὶν ἐνταφιάσαι ἀπόδειξιν ὅτι μάλιστα μεγίστην εὐσεβείας σου ἔχει, ὦ ἱερὲ ἄνερ
因為你與眾殉道者同在,與他們同心奮發、同感焦慮,並且親手安葬了聖德撒得烏斯——這確實是你敬虔至大明證,哦,聖潔的人啊!
for indeed your being present with the martyrs, sharing their zeal and their anguish, and your burying the holy Thaddaeus with your own hands, is a proof possessing the very greatest testimony of your piety, O sacred man.
1:4391
ἀλγῶ δὲ ἐν σοὶ διὰ τὸ τῆς ἀσεβείας χειρόγραφον
然而我因你那不敬虔的悔過文書而為你憂傷;
Yet I grieve for you because of the written pledge of impiety;
1:4392
λεαίνεται καὶ τῷ στεναγμῷ σου διαρρήσσεται
它正因你的歎息而被磨平、被撕裂。
it is being smoothed away and torn apart by your groaning.
1:4393
φέρε τοίνυν τὸ ἄλγος καὶ τὸν καιρὸν τῆς εἰργομένης ἱερατείας, ἕως ἂν ἐπιλάμψειεν Χριστὸς ἔαρ ὀρθοδοξίας, ἐν ᾧ καυχήσῃ ἐν οἷς διὰ Χριστὸν δρᾷς νῦν μετὰ καὶ τῆς ἀπολήψεως τοῦ βαθμοῦ δῆλον ὅτι
所以,要忍受這憂傷,以及你的聖職如今被阻擋的這段時期,直到基督照亮那正統信仰的春天為止;到那時,你必因你現今為基督所行的事而誇口,並且顯然也將一同恢復你的品秩。
Bear, then, the grief and this season in which your priesthood is held back, until Christ shall shine forth the spring of orthodoxy, in which you shall boast in the things you now do for Christ's sake, together also, clearly, with the recovery of your rank.
1:4394
{ Βησσαρίωνι τέκνῳ} Εἰ καὶ μὴ ἐδεξάμην ἀντίγραφα ὧν ἐπέστειλά σοι, τέκνον μου ἠγαπημένον (δι' ἣν αἰτίαν οἶδεν ὁ γραμματηφόρος), ἀλλ' ὅμως ἐμοὶ τὸ γράφειν οὐκ ὀκνηρόν, καίπερ ὄντι ἐγκεκλεισμένῳ ἀσφαλῶς σὺν τῷ ἀδελφῷ Νικολάῳ
〔致兒子貝薩里翁〕雖然我未曾收到你對我先前所寫之信的回覆,我親愛的孩子啊(其中緣由,那送信人知道),但寫信對我而言並非麻煩之事,儘管我如今與尼哥拉弟兄一同被嚴密囚禁著。
{To Bessarion, his child} Even though I have not received replies to what I wrote you, my beloved child (the letter-bearer knows the reason why), nevertheless writing is not burdensome to me, though I am securely confined together with brother Nicholas.
1:4395
χαίροις οὖν, ὁ μάρτυς τῆς ἀληθείας, χαίροις, ὁ ὁμολογητὴς τοῦ Χριστοῦ, χαίροις, τὸ ἐμὸν καὶ τῆς ἐκκλησίας καύχημα
所以,願你歡喜,真理的殉道者;願你歡喜,基督的認信者;願你歡喜,我與教會的誇耀。
Rejoice, then, martyr of the truth; rejoice, confessor of Christ; rejoice, my boast and the boast of the Church.
1:4396
ὁρᾷς οἵας φωνὰς ἀκούεις, τί σοι παρέσχεν ἡ καλὴ ὑποταγή, ἡ πίστις ἡ ὀρθή, ἡ ὑπομονὴ τῆς φυλακῆς, ἡ ἀδειλία καὶ ἀφόβητος ἔνστασις, ἡ τῶν μαστίγων ὑποδοχή, τῶν σαρκῶν ὁ ξεσμός, τοῦ αἵματος ἡ κένωσις, τῶν μωλώπων αἱ ὠτειλαί; ποῦ σε ἀνύψωσαν, τί σε ἀπειργάσαντο; καὶ ἔτι ὑψωθήσῃ, καὶ ἔτι μεγαλυνθήσῃ, ἐάνπερ, ἱερέ μου παῖ, ὑπομείνῃς τελέως ὅσα ἂν καὶ συμβαίη ἐλθεῖν
你看,你正在聽見何等的言語,那美好的順服、那正直的信仰、那監禁中的忍耐、那無畏無懼的堅忍、那對鞭打的承受、那肌膚的撕裂、那血的傾流、那傷痕的疤痕,為你帶來了什麼?它們把你提升到何等的高處,把你造就成了什麼樣的人?你還要被高舉,還要被尊大,只要,我聖潔的孩子啊,你能徹底忍受將來一切可能臨到的事。
Do you see what words you are hearing, what your good submission has procured for you—the right faith, the endurance of imprisonment, the fearless and dauntless steadfastness, the receiving of the scourges, the tearing of your flesh, the shedding of your blood, the scars of the bruises? To what heights have they raised you, what have they made of you? And you shall be exalted still further, and magnified still further, if, my sacred child, you endure to the full whatever may yet come to pass.
1:4397
ὁ γὰρ ὑπομείνας εἰς τέλος οὗτος σωθήσεται, εἶπεν ὁ Κύριος
因為主曾說:「唯有忍耐到底的,必然得救。」
for 'whoever endures to the end, this one will be saved,' said the Lord.
1:4398
εἰ καὶ πάλιν τύψωσιν, ὁ Χριστὸς βοηθός·
即使他們再次擊打你,基督也是你的幫助;
Even if they strike you again, Christ is your helper;
1:4399
ἢ οὐκ οἶδας ὅτι ὅσον περισσεύει τὰ παθήματα τοῦ Χριστοῦ τοσοῦτον καὶ ἡ δόξα καὶ ἡ παράκλησις; φέρε, υἱέ μου, τὴν μόνωσιν, τὴν φυλακήν, τὴν στενοχωρίαν, τὴν ἀθυμίαν·
難道你不知道,基督的苦難越是增多,榮耀與安慰也越是增多嗎?我兒啊,要忍受孤獨、忍受監禁、忍受困厄、忍受沮喪;
or do you not know that as the sufferings of Christ abound, so also do glory and consolation abound in equal measure? Bear, my son, the solitude, the imprisonment, the distress, the despondency;
1:4400
ἀνάπνεε Χριστόν, κόπτε τοὺς λογισμοὺς τῶν ἐναντίων
要以基督為你的呼吸,斬斷那些敵對思念。
breathe Christ, and cut down the thoughts of the adversaries.
1:4401
τὴν ἡμέραν μερίμνησον διελθεῖν, ἐν ᾗ ζῇς, καὶ περὶ τῆς αὔριον μὴ φροντίσῃς·
只要留心度過你如今所活的這一天,不要為明天憂慮;
take care to get through the day in which you are living, and do not be anxious about tomorrow;
1:4402
ὁ δοὺς σήμερον ὑπομονὴν δοίη καὶ εἰς τὴν ἑξῆς, ἐὰν φθάσωμεν
願那賜下今日忍耐的主,也在我們得以活到明日之時,賜下明日的忍耐。
may he who has given endurance today grant it also for the next day, should we live to see it.
1:4403
Ταῦτά σοι παρ' ἐμοῦ, ταῦτα καὶ αὐτὸς περὶ ἡμῶν τῶν ἁμαρτωλῶν εὔχεσθαι μὴ διαλείποις
這些是我對你所說的話;願你也不要停止為我們這些罪人祈求同樣的事。
These things from me to you; and do not cease, in turn, to pray these same things for us sinners.
1:4404
{ Ἰωάννῃ τέκνῳ} Ἐπέγνων τὴν δύναμιν τῶν γραμμάτων σου, τέκνον μου, καὶ ηὐχαρίστησα τῷ θεῷ μου ὅτι διαφυλάττῃ ἀσινής, ῥυσθεὶς ἐκ χειρὸς τῶν διωκτῶν
〔致兒子約翰〕我的孩子啊,我已認出你信中所含的力量,並且我已感謝我的神,因你蒙保守毫髮無傷,並已從逼迫者的手中被拯救出來。
{To John, his child} I have recognized the force of your letter, my child, and I have given thanks to my God that you are being kept unharmed, having been delivered from the hand of your persecutors.
1:4405
βλέπε οὖν πῶς καθέζῃ, ἵνα μὴ ἁλῷς πάλιν·
所以要留意你如何自處,免得你再次被擒獲;
See to it, then, how you conduct yourself, so that you may not be caught again;
1:4406
εἰ δέ πως καὶ γένηται, στερέωσον τὴν ψυχήν σου, τέκνον μου, ὑπὲρ τοῦ ὀνόματος τοῦ θεοῦ ὑπομεῖναι πάντα, ὁρῶν μάλιστα τοὺς ἀδελφούς σου ἀθλήσαντας καὶ ἔτι ἀθλοῦντας
但若這事再次發生,我的孩子啊,要堅固你的靈魂,好為神的名忍受一切,尤其是看見你的弟兄們已經競賽過、也仍在競賽中。
but if it should somehow happen again, strengthen your soul, my child, to endure all things for the sake of the name of God, seeing especially your brothers who have contended, and are still contending.
1:4407
πάντα ἰσχύει ὁ πιστεύων ἐν τῷ ἐνδυναμοῦντι Χριστῷ, ὃς καὶ ἐκάλεσέν σε ἐν καθέδρᾳ πρεσβυτέρων αἰνεῖν αὐτόν
凡相信的人,靠著那加力量給他的基督,凡事都能作;正是這位基督,呼召你坐在長老的席位上,讚美他。
The one who believes can do all things in Christ who strengthens him, who has also called you to a seat among the presbyters, to praise him.
1:4408
Ἱερατικῶς ζῆθι, εὐλαβῶς ἴσθι καθαίρων σαυτόν, ἵνα καθαρὸς τῷ καθαρῷ προσπελάζοις
要過聖職者的生活,要虔敬謹慎,潔淨自己,好使你以潔淨之身親近那位至潔者。
Live in a priestly manner; be reverent, purifying yourself, so that being pure you may draw near to the Pure One.
1:4409
προσεύχου καὶ περὶ ἡμῶν ἵνα σῳζοίμεθα, ἵνα τοὺς λόγους ἡμῶν ἡ πρᾶξις σφραγίζῃ, ἐπειδὴ ἁμαρτωλός εἰμι ἄνθρωπος
也求你為我們禱告,使我們得救,使我們的行為印證我們的言語,因為我是個罪人。
Pray also for us, that we may be saved, that our deeds may seal our words, since I am a sinful man.
1:4410
ὁ Κύριος μετὰ τοῦ πνεύματός σου
願主與你的靈同在。
The Lord be with your spirit.
1:4411
{ Εὐοδίῳ τέκνῳ} Ἐπεὶ ἐδεξάμην σου τὴν διὰ τοῦ γράμματος ἀπολογίαν, τέκνον ἠγαπημένον, μετέβαλον τὸ λυπηρὸν τῆς ταπεινῆς μου ψυχῆς, ἀλγυ νομένης ἐπὶ τοῖς συμβεβηκόσι·
(致艾伏迪烏,吾兒)自從我收到你書信中的辯解,親愛的孩子,我那因所發生之事而哀傷的卑微靈魂,其憂苦便已轉變。
{To Euodius, my child} Since I received your explanation in writing, beloved child, the sorrow of my humble soul, which was grieving over what had happened, was turned aside.
1:4412
μὴ γὰρ οἴου, ἀδελφέ, μικρὸν εἶναι τὸ ἐν λόγῳ πεσεῖν
因為,弟兄啊,切莫以為在言語上跌倒是件小事。
For do not suppose, brother, that it is a small thing to fall in word.
1:4413
τί λέγει ὁ Κύριος; εἴ τις ὁμολογήσει ἐν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων, ὁμολογήσω κἀγὼ ἐν αὐτῷ ἔμπροσθεν τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς
主怎麼說呢?『凡在人面前承認我的,我在我天上的父面前也必承認他。』
What does the Lord say? 'If anyone confesses me before men, I too will confess him before my Father who is in heaven.'
1:4414
ἀλλ' ἐπεὶ γέγονεν, ὁ θεὸς ἐλεήμων, συγχωρῶν τὰ ὀλισθήματα ἡμῶν
但既然事已發生,神是慈悲的,寬恕我們的過失。
But since it has happened, God is merciful, forgiving our lapses.
1:4415
μέχρι δὲ τούτου φθάσας φοβήθητι τὸν θεὸν καὶ μὴ προβῇς εἰς περισσότερον, ἀλλὰ φεῖσαί σου τῆς ψυχῆς κἀμοῦ τοῦ ταπεινοῦ, ὁρῶν σου τοὺς ἀδελφοὺς ἀθλοῦντας·
然而既已至此地步,你當敬畏神,不要再往前踏進,卻要顧惜你自己的靈魂,也顧惜我這卑微之人,眼見你的弟兄們正在奮力爭戰。
But having come this far, fear God and go no further, but spare your own soul and me, the humble one, seeing your brothers still contending in the struggle.
1:4416
οἱ γὰρ πεσόντες ἐλεεινοὶ καὶ ἔνθεν κἀκεῖθεν, εἰ μὴ μετανοήσειαν ἀξιολόγως
因為跌倒的人若不作出相稱的悔改,無論今生或來世都是可憐的。
For those who have fallen are pitiable on both sides, unless they should repent worthily.
1:4417
Τὰ δὲ καθ' ἡμᾶς ὡς ἂν ἀπαγγείλῃ ὁ γραμματηφόρος μανθάνων προσεύχου σῴζεσθαι ἡμᾶς
至於我們這裡的情況,你將從送信人的稟報中得知;請為我們的得救祈禱。
As for our affairs, learn of them as the letter-bearer will report, and pray that we may be saved.
1:4418
{ Νικήτᾳ ἡγουμένῳ} Καὶ πρὸ τῶν γραμμάτων διὰ φωνῆς τοῦ γραμματηφόρου πάλαι διαγνοὺς τὰ κατὰ τὴν ὁσιότητά σου ᾔνεσα ὁ τάλας, καὶ νῦν διὰ τῆς ἀναγνώσεως ᾖσα τῷ Κυρίῳ μεγάλως, ὅτι ὁ πατὴρ ἐν τοῖς πατράσι καὶ ὁ λαμπτὴρ ἐν τοῖς λαμπτῆρσιν·
(致尼基塔,院長)早在你的書信之前,我已藉送信人的口述,得知有關你聖德之事,便讚美不已,我這可憐之人;如今又藉閱讀來信,更大大向主歌頌,因為你是眾父中的父,眾燈中的燈。
{To Niketas, hegoumenos} Even before your letter, having long ago learned of the affairs of your holiness through the voice of the letter-bearer, I, wretched as I am, gave praise; and now, through reading it, I have sung greatly to the Lord, because you are a father among fathers and a lamp among lamps.
1:4419
ἔδει γάρ, ἔδει τὸν δι' ὑποταγῆς δοκίμου ἀχθέντα καὶ διὰ νομίμου βίου καθηγησάμενον μὴ ἐναπομεῖναι τοῖς συναπαχθεῖσι κατὰ τὰς ἁμαρτίας μου τῷ αἰῶνι τούτῳ, ἀλλὰ θᾶττον ῥαγῆναι τῇ μαχαίρᾳ τοῦ πνεύματος καὶ περιφανεστέραν ποιήσασθαι τῆς ἥττης τὴν ἀνάκλησιν, ἀναδραμόντα ἐν τῇ περιωπῇ τῆς Χριστοῦ ὁμολογίας καὶ φρυκτωροῦντα ἐν κόσμῳ τὸ φῶς τῆς ἀληθείας
因為理當如此,理當如此:一位藉著蒙考驗的順服而被引領、又藉合乎律法的生活引導他人之人,不應因我的罪過,而與那些被一同擄去、滯留於這世代者為伍,反倒該急速地藉聖靈的寶劍掙脫,使自己從失敗中的恢復顯得更加光耀,重新奔上基督認信的高處瞭望台,在世間如烽火守望者般點燃真理之光。
For it was necessary — it was necessary — that one who had been led in through tested obedience and had guided others through a lawful life should not remain, because of my sins, among those swept away into this present age, but should quickly break free by the sword of the Spirit, and make the recovery from his defeat all the more conspicuous, running back up to the watchtower of Christ's confession and, like a beacon-keeper, signaling to the world the light of truth.
1:4420
οὐ γὰρ οὕτω δάκνει ὁ ἐνιστάμενος ὡς ὁ μετὰ τὴν ἅλωσιν ἀναπαλαίσας ἐν Κυρίῳ
因為那堅守不動之人所帶來的刺痛,遠不及那被擄之後仍於主裡重新奮力搏鬥之人。
For he who merely holds his ground does not vex the enemy so much as he who, after being taken captive, wrestles anew in the Lord.
1:4421
τὰ δὲ ἡμέτερα οὐχ ὡς ἐγκωμιάζει ἡ φιλία σου, ὑφ' ἧς καὶ φιλεῖ κλέπτεσθαι, ὥς φασιν, ἡ ἀλήθεια·
至於我們的情形,並不如你的情誼所讚譽的那樣;正如人所說,情誼往往容易使真理受到蒙蔽。
But our own affairs are not as your friendship praises them, by which, as they say, truth is wont to be stolen away.
1:4422
πόρρω ἐγὼ ὁ ταπεινὸς καλοῦ παντός
我這卑微之人,離一切美善甚遠。
I, the humble one, am far from every good thing.
1:4423
τῆς σῆς δ' ἂν εἴη θεοκλινοῦς προσευχῆς χρησιμεῦσαί με εἴς τι καὶ ἐν ᾧ νῦν πάρεσμεν ἀγῶνι τῆς μερίδος ὑμῶν τῶν ἁγίων μὴ ἀποπεσεῖν
唯願藉著你那向神俯傾的禱告,使我在某方面能有所助益,並使我在我們如今所處的這場爭戰中,不致從你們聖徒的份中墜落。
It would be through your prayer, inclined toward God, that I might be of some use, and that in the struggle in which we now stand I might not fall away from the portion of you the saints.
1:4424
ὁ δὲ ἀγὼν γνωστὸς τῇ θεοσεβείᾳ σου, ὅτι ὑπὲρ Χριστοῦ ἐστι τῆς εἰκόνος αὐτοῦ εἵνεκα ἀθλεῖν·
而這場爭戰,你敬虔的心必然知曉:那便是為了基督之故,為祂的聖像而爭戰;
And the struggle is known to your godly reverence: that it is for Christ's sake to contend on behalf of his icon;
1:4425
ἑκάτερον γὰρ ἐν ἑκατέρῳ ἀχώριστον καὶ ὁμολογούμενον καὶ ἀρνούμενον
因為兩者彼此不可分離,無論是承認或是否認,皆是如此。
For each is inseparable from the other, both when confessed and when denied.
1:4426
καὶ οἱ ἄρτι ὁμολογηταὶ μᾶλλον τῶν πάλαι ἠξίωνται ἐπαΐειν πρὸς τοῦ Κυρίου, μακάριοι οἱ μὴ ἰδόντες καὶ πιστεύσαντες
而如今的認信者,比往昔的更蒙主看為配得聽見這話:『那沒有看見就信的,有福了。』
And the confessors of the present time have been deemed by the Lord all the more worthy than those of old to hear: 'Blessed are they who have not seen and yet have believed.'
1:4427
Ὁ σὺν ἐμοὶ προσαγορεύει τὴν ἁγιωσύνην σου ὥσπερ κἀγὼ τὸν ἀληθῶς Ἀρσένιον, τὸν ἄρσενα τῇ φρονήσει καὶ διάπυρον τῷ ζήλῳ, τὸν σὸν μὲν ἀληθινὸν υἱόν, ἐμὸν δὲ ἐραστὸν ἀδελφόν
與我同在之人向你的聖德致意,正如我也問候那真正名副其實、心志剛毅的阿爾塞尼烏斯——他心智剛毅、熱忱似火,是你真正的兒子,也是我摯愛的弟兄。
He who is with me greets your holiness, as I also greet the truly manly Arsenius — manly in prudence and ardent in zeal — your true son, and my beloved brother.
1:4428
{Ἀντιόχῳ σιλεντιαρίῳ} Ἄξιον τῆς εὐσεβείας σου τὸ γράμμα, ὅτι ἐν καιρῷ ἐν ᾧ φεύγουσιν οἱ πλεῖστοι καὶ ψιλὴν προσηγορίαν ἡμῖν ποιεῖσθαι αὐτὸς καὶ γράφεις καὶ γράφειν ἡμᾶς ἐκκαλεῖσαι, ἐγκαλῶν τὴν σιωπήν
(致安提阿古,靜默侍衛官)你的信配得上你的敬虔;因為在這連向我們作簡單問候都被多數人所迴避的時刻,你卻親自寫信,並邀我們回信,責備我們的沉默。
{To Antiochus, silentiary} Your letter is worthy of your piety, in that at a time when most flee even from offering us a bare greeting, you yourself both write and call upon us to write, chiding our silence.
1:4429
φαίνῃ τίνος εἶ ὅρπηξ, τοῦ χρυσοῦ γένους, τῆς εὐσεβοῦς ῥίζης·
你顯明了自己是誰的嫩枝——出於那金貴的家系,出於那敬虔的根;
You show whose sapling you are — of the golden race, of the pious root;
1:4430
διὰ τοῦτο καὶ φίλοι σοι καὶ φίλων ἐμοὶ ὁ διάπυρος, οὕτως στεργόμενος ὡς ὁ μακάριος γεννήτωρ
因此你在朋友中備受喜愛,在我心中更是眾友之中最熱切的一位,如同你那蒙福的父親一樣,同得敬愛。
For this reason you are dear to friends, and to me you are the most ardent of friends, cherished just as was your blessed father.
1:4431
ἀλλὰ τὸ θαυμαστὸν ὅτι καὶ ἐν τῷ τῆς ἀπιστίας χειμῶνι οὐκ ἐμαράνθη σου τὸ τῆς ἀρετῆς ἄνθος, ἄχραντον διαμένον τῆς αἱρετικῆς κοινωνίας, καθὰ γράφεις
然而更令人驚異的是,即使在這不信的寒冬風暴之中,你美德之花並未凋謝,仍如你信中所言,未曾沾染與異端者的交通。
But what is marvelous is that even in the winter storm of unbelief the flower of your virtue has not withered, remaining undefiled by communion with the heretics, as you write.
1:4432
ὃ καὶ διαμεμενηκέναι ἔτι προσευκτέον μοι·
而這狀況能繼續持守下去,也是我所當為此祈求的。
And that it should still remain so is a thing I must still pray for.
1:4433
τῷ ὄντι γὰρ χαλεπὸν διαφυγεῖν καὶ μάλιστα ἐν ἀξιώματι, ἑαλωκότων σχεδὸν ἁπάντων δέει κινδύνου ἀνθρωπίνου, καταφρονήσει δὲ θεοῦ τοῦ ἀθετουμένου·
因為實在難以逃脫這試探,尤其身居高位者更是如此;幾乎所有人都已因懼怕人間的危險、並因輕慢那被棄絕的神,而陷入其中;
For in truth it is difficult to escape this, especially in a position of rank, since almost all have been captured by fear of human danger, and by contempt for God, who is set at naught;
1:4434
οὗ τῇ προμηθείᾳ φυλάττοιο καὶ σῴζοιο ἀμφοτέρωθεν, ὁ κατὰ πάντα ἐρασμιώτατος ἅπασιν
願你——這位在各方面都為眾人所摯愛之人——蒙祂的護佑,在今生與永世兩方面都得保守、得拯救。
By his providence may you be guarded and saved on both counts — you who are in every way most beloved by all.
1:4435
{ Γρηγορίῳ} Αἱ ἀποστολαὶ τῶν ἐπιστολῶν σύζυγοι·
(致格里高利)書信的往來理當成雙成對。
{To Gregory} The sending of letters is meant to be paired, reciprocal.
1:4436
σὺ δέ, ὦ φίλων ἄριστε, προσθείην δ' ἂν καὶ εὐσεβῶν κράτιστε, ταῖς μὲν εὔφρανας καὶ μάλιστα ἐπὶ τοσαύταις καὶ τηλικαύταις, τῶν δὲ ἐφθόνησας μεταδοῦναι, καὶ ταῦτα ἐκ τῶν ἀδύτων θησαυρῶν σου τῆς καρδίας δαψιλῶς δυναμένων προϊέναι
而你,摯友中的至善者——我還要加上一句,敬虔者中的至強者——你用一封信使我歡欣,尤其那信中有如此眾多且重大的內容;然而你卻吝於再賜我一份回信,儘管這本可從你心中那深藏的寶庫豐盛地湧出。
But you, best of friends — and I would add, mightiest of the pious — with the one letter you gladdened me, especially with such numerous and weighty words, yet you begrudged me a share of the other, even though it could flow forth abundantly from the innermost treasuries of your heart.
1:4437
ἵν' οὖν μὴ ἑτεροζυγοῦντες φαινοίμεθα, προσθῶμεν ταῖς πρώταις καὶ τὰς δευτέρας
因此,為要使我們不致顯得不相稱地同軛,讓我們在頭一封信之後,再添上第二封。
So that we may not appear unevenly yoked, let us add second letters to the first.
1:4438
Ὁρᾷς οἷά σοι φιλοσοφῶ ἐν καιρῷ φιλοσοφίας; φιλοσοφία γάρ ἐστι τὸ φυγεῖν τὸν ὄλεθρον τῆς αἱρέσεως, ἧς σὲ θεὸς ἀμέτοχον διατηρήσειεν, ἀνταμειβόμενος ὑπὲρ ὧν ἔθρεψας ἡμᾶς τοὺς ταπεινοὺς τοῖς ἀκηράτοις ἀγαθοῖς
你看我在這適於哲思的時節,向你講論怎樣的哲學呢?因為哲學正是逃避異端之毀滅;願神保守你不沾染其中,並以那不朽的美善報答你,因你曾以此供養我們這些卑微之人。
Do you see what philosophy I expound to you at a season fit for philosophy? For philosophy is to flee the ruin of heresy — from which may God keep you untouched, rewarding you with incorruptible good things for having nourished us, the humble ones.
1:4439
{ Λουκιανῷ τέκνῳ} Ἀδάμ, ποῦ εἶ; φωνή ἐστι θεοῦ οὐ μόνον πρὸς τὸν ἀρχιπάτορα ἡμῶν, ἀλλὰ γὰρ καὶ πρὸς ἕκαστον τὸν ἐκπεπτωκότα τῆς θείας ἐντολῆς
(致路加努,吾兒)『亞當,你在哪裡?』這是神的聲音,不僅是對我們的始祖說的,也是對每一個違背神聖誡命而跌倒之人說的。
{To Lucian, my child} 'Adam, where are you?' is the voice of God, spoken not only to our first father, but also to every one who has fallen away from the divine commandment.
1:4440
ποῦ οὖν εἶ, τέκνον καὶ ἀδελφέ; ἐκ ποίας δόξης ὠλισθήσαμεν, περιθέμενοι αἰσχύνης κάλυμμα; ἀλγῶ ἐπὶ σοί, στένω, κλάω, ἐν τῇ ἥττῃ σου τὸ οἰκεῖον πτῶμα ὁρῶν
你如今在哪裡呢,孩子、弟兄啊?我們是從怎樣的榮耀中滑落,披上羞恥的遮蓋呢?我為你哀痛、歎息、哭泣,因為在你的失敗中,我看見了自己的跌倒。
Where then are you, child and brother? From what glory have we slipped, clothing ourselves with a covering of shame? I grieve over you, I groan, I weep, seeing in your defeat my own fall.
1:4441
οἴμοι, τί ὑπέστης, τί πέπονθας; ἀλλ' ἐπειδὴ θεὸς τῶν μετανοούντων, ἀνάστα, τοῦτο πρῶτον καὶ τελευταῖον φάρμακον μετανοίας λαμβάνων, τὸ πᾶσιν ἐξαγορεύειν σου τὴν ἀνομίαν, ὅπως ὁ Κύριος ἀφήσῃ σοι τὴν τῆς ἀσεβείας κοινωνίαν
哀哉,你經歷了什麼,你遭受了什麼呢?然而,既然神是接納悔改者的神,你就當起來,領受這第一而也是最終的悔改良藥:向眾人承認你的過犯,好叫主赦免你在不敬虔之事上的相與。
Alas, what have you undergone, what have you suffered? But since God is a God of those who repent, arise, taking up this first and last remedy of repentance: to confess your transgression to all, so that the Lord may release you from your participation in impiety.
1:4442
οἴομαι γάρ σε συντετριμμένον εἶναι καὶ λίαν λελυπημένον, ἀλλὰ ἄνες, τέκνον·
因為我想你此刻必是心碎痛悔、極其憂傷;但你要寬心,孩子啊;
For I suppose you are crushed and greatly grieved; but take heart, child;
1:4443
ἐγγὺς Κύριος τοῖς συντετριμμένοις τῇ καρδίᾳ, καὶ τοὺς ταπεινοὺς τῷ πνεύματι σώσει
『耶和華靠近傷心的人,拯救靈裡謙卑的人。』
'The Lord is near to those who are broken in heart, and he will save the humble in spirit.'
1:4444
{ Μύρωνι} Ὠψίσθην ἐπιστεῖλαι τῇ θεοσεβείᾳ σου, δεδιὼς τοὺς πειρασμοὺς καὶ ἐν πείρᾳ αὐτῆς οὔπω ὡς δοκῶ γεγονώς·
(致米容)我遲遲未曾致函於你敬虔的心,是因懼怕種種試探,也因我自覺尚未真正經歷你的敬虔。
{To Myron} I have been slow to write to your godly reverence, fearing the trials, and, as I suppose, not yet having had experience of it.
1:4445
ἐπεὶ δὲ ἔμαθον ἀκριβέστερον ὅστις καὶ οἷος ὁ δεσπότης μου, ὅτι ἀγαθὸς καὶ εὐσεβής, προθύμως ἐχάραξα τὴν ἐπιστολήν, δι' ἧς ἀπευχαριστῶ, καὶ μάλα γε εἰκότως, ὅτιπερ ἐμνήσθης μου τῆς ταπεινώσεως, καίτοι γνώρισμα αὐτῆς οὕτως ἐναργῶς μὴ ἔχων, καί γε ἐν τοιούτῳ καιρῷ, ὁπότε δέει ἀνθρωπίνῳ καὶ φίλοι τῷ δοκεῖν γνήσιοι ἀποτροπάδην ἔστησαν, ἥκιστα φροντίζοντες θεοῦ καὶ τῆς ἐντολῆς, ἐπειδὴ οἱ μὲν ὤλλυντο τῆς ἀγάπης φέρειν τὸν καρπόν, οἱ δὲ περὶ τὴν πίστιν τὸ χαλεπώτερον ἐναυάγησαν, τῷ κλύδωνι τῆς αἱρέσεως καταβαπτισθέντες καὶ τοὺς λογισμούς
但當我更清楚知道我的主人是怎樣的人——他良善又敬虔——我便欣然執筆寫下此信,在信中向你致謝;而這謝意實在合宜,因為你竟記念了我這卑微之人,儘管你並未有如此明顯的憑據能認識我,並且是在這樣一個時節:眾人因懼怕人的緣故,就連那些看似真摯的朋友也都轉身迴避,全然不顧念神與祂的誡命;因為其中有些人未能結出愛的果子,另有些人則在信仰上遭遇更慘重的沉船,連思想也一併被異端的波濤所淹沒。
But since I have learned more precisely who and what sort of person my lord is — that he is good and pious — I have gladly penned this letter, in which I offer my thanks, and quite rightly so, because you remembered my humble self, even though you did not have so clear a token of it, and that too at such a time, when, from human fear, even those who seemed to be true friends turned away in aversion, caring least of all for God and his commandment, since some failed to bear the fruit of love, while others, worse still, made shipwreck concerning the faith, having their very reasonings submerged in the flood of heresy.
1:4446
Ἀλλ' εὖγε, ὅτι ὁ κύριός μου ἀμφοτέρωθεν κυβερνώμενος διασῴζεις τὴν ὁλκάδα τῆς ψυχῆς, ταῖς αὔραις τοῦ πνεύματος εἰς λιμένα σωτηρίας ἀπευθυνόμενος
但幸而,我的主人啊,你在兩邊的引導之下,仍保全了你靈魂之船,藉聖靈的微風,引航駛向那救恩的港灣。
But well done, that you, my lord, guided from both sides, are preserving the ship of your soul, steering it by the breezes of the Spirit toward the harbor of salvation.
1:4447
ἀλλ' ὁμολογοῦντας αὐτὸν ἄνθρωπον διὰ φιλανθρωπίαν ἄπειρον γεγονέναι·
卻承認祂因那無限的愛人之心而成為人;
but confessing that he became man on account of his boundless love for mankind;
1:4448
οἱ γὰρ μὴ ἀνεχόμενοι εἰκόνα αὐτοῦ τοῦ σωματικοῦ χαρακτῆρος ἐνορᾶν ἀρνοῦνται αὐτὸν ἀριδήλως μορφὴν τὴν καθ' ἡμᾶς εἰληφέναι, ἰουδαΐζοντες ἐντεῦθεν, κἂν προσποιοῦνται ὁμολογεῖν Χριστὸν εἴσω τῆς ἡμετέρας φύσεως γενέσθαι·
因為那些不能容忍看見祂身體形貌之聖像的人,實際上便是明明地否認祂曾取了與我們相同的形體,如此便落入猶太化之中,儘管他們假意宣稱承認基督曾進入我們的本性;
For those who cannot bear to behold an icon of his bodily character clearly deny that he took a form like ours, thereby judaizing, even though they pretend to confess that Christ came within our nature;
1:4449
ὃς γὰρ οὐκ εἰκονίζεται, οὗτος οὐδὲ ἄνθρωπος, ἀλλά τι ἔκτρωμα·
因為凡不能被繪成聖像者,便不是真正的人,而是某種怪胎;
For he who cannot be depicted in an icon is not even a man, but some kind of monstrosity;
1:4450
πῶς γὰρ πρόσωπόν τις ἔχων οὐκ εἰκονισθήσεται; εἰ οὖν Χριστὸς εἶχεν πρόσωπον, εἰς ὃ ἐνέπτυσαν οἱ θεοκτόνοι, δῆλον ὅτι περιγράφεται, ἤγουν εἰκονίζεται·
因為凡有面容的人,怎能不能被繪成聖像呢?既然基督有面容——那弒神者曾向其唾吐的面容——顯然祂是可被界定、亦即可被繪成聖像的;
For how could anyone who has a face not be depicted in an icon? If, then, Christ had a face — into which the God-slayers spat — it is clear that he is circumscribable, that is, he can be depicted in an icon;
1:4451
εἰ δὲ εἶχεν, ἀλλ' οὐκ εἰκονίζεται, ὡς τοῖς ἀσεβέσι δοκεῖ, φάντασμα σαφῶς·
但若祂雖有面容卻不能被繪成聖像,如那些不敬虔者所以為的,那麼祂顯然只是個幻影;
but if he had a face, yet cannot be depicted, as seems to the impious, then he was clearly a phantom;
1:4452
καὶ γὰρ τοῦ Οὐαλεντίνου τὸ ἀσέβημα ἔχουσι μανιχαΐζοντες οἱ εἰκονομάχοι
事實上,那些反聖像者所持守的,正是瓦倫提努的謬妄,行事如摩尼教徒一般。
for indeed the icon-fighters hold to the impiety of Valentinus, manichaeizing.
1:4453
Ὧν τῆς πλάνης ῥυσθείης τελέως καὶ αὐτὸς καὶ εἴ τίς σοι τῆς ἀρετῆς καὶ εὐσεβείας παραπλήσιος
願你自己,以及一切在美德與敬虔上與你相近的人,都能完全脫離他們的謬誤。
From whose error may you yourself be wholly delivered, and whoever is like you in virtue and piety.
1:4454
μικρὰ ὡς μεγάλα δέξαιο, φίλε, ἀνθ' ὧν ἀπέστειλας τῇ ταπεινώσει μου, μηδὲν ἐχούσῃ κρεῖττον ἀμείψασθαι
願你收下這小小之物,視如大禮,摯友啊,以此回報你所寄贈於我這卑微之人的一切,因我實無更好之物可以償報。
May you receive small things as great, my friend, in return for what you sent to my humble self, who have nothing better with which to repay you.
1:4455
{ Γεωργίῳ μιθανῇ} Ὢ πῶς καλὸν τὸ πλάσμα τῆς ψυχῆς σου, φίλε καλὲ καὶ πιστέ, φίλε γνήσιε καὶ φιλόθεε, φίλε κοινωνὲ θλίψεων καὶ περιστάσεων·
(致喬治,米坦尼)噢,你靈魂的塑造何等美好,你這良善忠信的朋友,真摯愛神的朋友,與我共患難、共經歷艱困的朋友;
{To George, the mitanes} O, how beautiful is the fashioning of your soul, good and faithful friend, genuine and God-loving friend, friend who shares in my afflictions and troubles;
1:4456
ἀληθῶς εἴρηκεν ἡ Γραφὴ ὅτι ὁ εὑρὼν αὐτὸν εὗρεν θησαυρόν, οὐ τὸν ἐκ χρυσίου, ἀλλὰ τὸν διὰ Πνεύματος Ἁγίου καταπεπλουτισμένον
聖經所言誠然不虛:得著他的人,便是得著了寶藏——不是金子的寶藏,而是那藉聖靈而豐富充實的寶藏。
Truly the Scripture has said that he who has found him has found a treasure — not one of gold, but one made rich through the Holy Spirit.
1:4457
τοιοῦτος σὺ πρὸς ἡμᾶς τοὺς ταπεινούς, τὸν μὲν ἐπισκεπτόμενος, τὸν δὲ προσδεχόμενος ἐξ ὁδοῦ ἥκοντα, καὶ ἄλλον θεραπεύων καὶ ἕτερον παραμυθούμενος, τοῦ δὲ καὶ ἐγγυητὴς γινόμενος ἐγκρατουμένου
你對我們這些卑微之人,正是如此:探望這一位,接待那從路上遠來的一位,照顧這一位,安慰那一位,甚至為那被拘禁者作保。
Such are you toward us, the humble: visiting one, receiving another who comes from the road, tending to one, comforting another, and even becoming a guarantor for one who is held in custody.
1:4458
καὶ τί γὰρ οὐ ποιῶν καὶ λέγων, ὅσα εἰκὸς τὸν φιλόθεον ἄνδρα καὶ ἀγαθοκάρδιον ἄνθρωπον ἔστι πράσσειν; καί γε ἐν ταῖς ἡμέραις ταύταις, ὅτε καὶ ψιλὴ προσηγορία φίλου μέγιστόν τι χρῆμα λογίζεσθαι ἡμῖν πέφυκεν
你有什麼是不去做、不去說的呢?凡是一位愛神、心地良善之人所當行的,你無不盡力而為;而且正是在這些日子裡,就連朋友一句簡單的問候,如今在我們看來,也已成了極其貴重之物。
For what do you not do and say, of all that it is fitting for a God-loving man and a good-hearted person to do? And this in these very days, when even a bare greeting from a friend has come to count for us as the greatest of treasures.
1:4459
Οὕτω μὲν οὖν ταῦτα ἡμεῖς οἱ ἁμαρτωλοὶ ἔχομεν παρὰ τῆς τιμιότητός σου
這便是我們這些罪人,從你尊貴的身上所領受的。
Thus, then, do we sinners have these things from your honored self.
1:4460
σὲ δὲ ὁ Κύριος ἀμείψεται τοῖς αἰωνίοις αὐτοῦ ἀγαθοῖς·
但願主以祂那永恆的美善報答你;
But may the Lord repay you with his eternal good things;
1:4461
διὸ μὴ ἐκκακήσῃς τὸ θεῖόν σου ἔργον τελεῖν ἐνώπιον τοῦ σῴζοντός σε θεοῦ
因此,你不可在那拯救你的神面前,因行這神聖的工作而灰心倦怠。
Therefore do not grow weary of accomplishing your godly work before God who saves you.
1:4462
{ Πάρδῳ μιθανῇ} Ἐπιστέλλω τῇ τιμιότητί σου χρεωστικῶς διότι ἄνθρωπος εἶ τοῦ θεοῦ καὶ φίλων ὁ ἀληθινὸς καὶ πιστός·
(致帕爾多斯,米坦尼)我懷著感念之情致函於你尊貴之人,因為你是屬神的人,也是真實而忠信的朋友;
{To Pardos, the mitanes} I write to your honored self out of obligation, because you are a man of God and a true and faithful friend;
1:4463
ὁ γάρ τοι τοιοῦτος φίλος ἐν τοῖς πειρασμοῖς δοκιμάζεται, μὴ ἐκτρεπόμενος τῆς φιλίας, ἀλλὰ διασῴζων τὸ δοκίμιον τῆς πρὸς θεὸν καὶ τὸν πλησίον ἀγάπης·
因為這樣的朋友正是在試煉中經過考驗,不偏離友誼,反而持守著那對神與對鄰舍之愛的憑證;
For indeed such a friend is proven in trials, not turning aside from friendship, but preserving the proof of love toward God and neighbor;
1:4464
οἱ δὲ μὴ οὕτως σκαιοὶ καὶ μισάνθρωποι, τοῖς καιροῖς καὶ πράγμασιν ἀλλοιούμενοι
但那些並非如此的人,卻是粗鄙無情、憎惡人的,隨著時勢與境況而變化無常。
But those who are not such are boorish and misanthropic, changing with the times and circumstances.
1:4465
οἶδας παρὰ σεαυτῷ ἃ ποιεῖς ἀγαθά·
你自己心裡明白你所行的善事;
You know within yourself what good things you do;
1:4466
μάρτυρες δὲ καὶ οἱ μετέχοντες αὐτῶν ἀδελφοὶ ἡμῶν, πολλά σε βαροῦντες, ἀλλὰ καὶ πλεῖστα εὐχαριστοῦντες, ὅτι προσφύγιον αὐτοῖς γίνῃ καὶ κουροτρόφος μάλα ἡδὺς καὶ περιδέξιος, οὐχ ὑποπτήσσων τὸν καιρὸν ὡς οἱ λοιποί, ἀλλὰ τρέμων θεὸν τὸν μόνον φοβερόν, ὃν καὶ θεραπεύεις διὰ τῶν ἀδελφῶν, ὅς σε καὶ ἀνακηρύξει ἐν καιρῷ τῆς ἀνταποδόσεως ὡς εὐποιητὴν αὐτοῦ, ὡς ξεναγιστὴν αὐτοῦ, ὡς τροφοδότην αὐτοῦ
見證這一切的,正是那些蒙你恩惠的我們的弟兄們——他們雖給你添了不少負擔,卻也極其感謝你,因你成了他們的庇護所,是一位極其和藹又善於周全的養育者,不像其餘的人那樣畏縮於時勢,反倒唯獨敬畏那可畏的神,並藉著服事這些弟兄們來事奉祂;祂必在報償的時刻,宣告你為祂的施惠者、祂的接待者、祂的供養者。
And witnesses to this are our brothers who share in them, who burden you much, yet also give you abundant thanks, because you become a refuge for them and a most kind and resourceful nurturer, not cowering before the times as the rest do, but trembling before God alone, who is to be feared, whom you also serve through the brothers — he who will proclaim you, at the time of recompense, as his benefactor, as his host, as his provider of food.
1:4467
Ἔχων οὖν τοιαύτας τὰς ἐλπίδας, ἄνθρωπε θεοῦ, χαῖρε καὶ εὐφραίνου καὶ νόμιζε πολὺν πλοῦτον συναθροίζειν ἐν τῇ καλλίστῃ σου πραγματείᾳ ταύτῃ, πλοῦτον οὐ φθαρτόν, ἀλλὰ τὸν διαμένοντα εἰς αἰῶνας ἐπὶ κτήσει τῆς βασιλείας τῶν οὐρανῶν
既懷有這樣的盼望,屬神的人啊,你當歡喜快樂,並當認定你正在這最美好的事業中積聚豐厚的財富——那不是會朽壞的財富,乃是存到永遠、直至得著那天國基業的財富。
Having, then, such hopes, man of God, rejoice and be glad, and consider that you are amassing great wealth in this most excellent business of yours — wealth that is not corruptible, but one that endures forever, unto the possession of the kingdom of heaven.
1:4468
{ Γενναδίῳ τέκνῳ} Ἃ ἐπέστειλας, τέκνον ἠγαπημένον, ἐπέγνων
(致革納狄烏,吾兒)你信中所寫的,親愛的孩子,我已知悉。
{To Gennadius, my child} What you wrote, beloved child, I have understood.
1:4469
λυπῇ, ὅτι ἐν τῷ διωγμῷ τόπον ἐκ τόπου ἀμείβεις, ὑπὸ δέους καὶ μερίμνης συνεχόμενος·
你感到憂傷,因為在這逼迫之中,你必須輾轉遷徙、四處流離,被恐懼與憂慮所纏繞;
You are grieved that, in the persecution, you must move from place to place, being held fast by fear and anxiety;
1:4470
ταῦτα γὰρ ὑποβάλλει ὁ λόγος τῆς φυγαδείας, πρὸς δὲ καὶ ἐνδεῶς ἔχειν τῶν κατὰ χρείαν
因為流亡逃難的處境本就帶來這些苦況,加上你又缺乏日用所需之物。
For these things the condition of flight brings upon one, and besides, you write that you are also lacking in necessities.
1:4471
ἀλλὰ ὁ μακαρισμὸς τοῦ Κυρίου εὐφραινέτω σε καὶ κουφιζέτω τὰ ἄλγη·
但願主的那句祝福之言使你歡欣,減輕你的痛苦;
But let the beatitude of the Lord gladden you and lighten your pains;
1:4472
μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν
『為義受逼迫的人有福了,因為天國是他們的。』
'Blessed are those who have been persecuted for righteousness' sake, for theirs is the kingdom of heaven.'
1:4473
ἆρα οὐ πᾶσαν θλῖψιν καὶ στενοχωρίαν ἱκανή ἐστιν διαλῦσαι ἡ ἐπαγγελία αὕτη; ὁ υἱὸς τοῦ ἀνθρώπου οὐκ ἔχει ποῦ τὴν κεφαλὴν κλίναι
難道這應許不足以消解一切患難與困苦嗎?『人子沒有枕頭的地方。』
Is not this promise sufficient to dissolve every affliction and distress? 'The Son of Man has nowhere to lay his head.'
1:4474
ὁρᾷ ὅτι θεομίμητόν σε ἐργάζεται ἡ βίᾳ; βιαστῶν οὖν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν
你看,這番強力的境遇正使你成為效法神的人嗎?因為天國是屬於那用力奪取的人。
Do you see that this force is making you an imitator of God? For the kingdom of heaven belongs to those who take it by force.
1:4475
ἔνεγκον, τέκνον, ὡς προήνεγκας διὰ Χριστὸν οὐ μόνον διωγμόν, ἀλλὰ καὶ φυλακήν
忍耐吧,孩子,如同你先前已為基督之故,不僅忍受了逼迫,也忍受了監禁一般。
Bear it, child, as you have already borne, for Christ's sake, not only persecution but also imprisonment.
1:4476
ὁ προσθεὶς γνῶσιν προσθήσει ἄλγημα, φησίν
經上說:『加增知識的,就加增憂傷。』
'He who increases knowledge increases sorrow,' as it is said.
1:4477
καὶ πρεσβυτισθεὶς ἐν τῇ γνώσει καὶ ἡλικίᾳ οὐ περισσότερος εἴης; Ναί, τέκνον, παρακαλῶ, περιφρουρῶν ἑαυτὸν παντοίως, ἵνα σῴζῃ ὥσπερ δορκὰς ἐκ βρόχων καὶ ὥσπερ ὄρνεον ἐκ παγίδων
你既在知識與年歲上都已老練成熟,豈不更當堅定嗎?是的,孩子,我懇求你,要處處謹守自己,好叫你得救,如同羚羊脫離獵網,如同飛鳥逃脫羅網一般。
And having grown old in knowledge and in years, will you not be all the more steadfast? Yes, child, I beseech you, guard yourself in every way, that you may be saved like a gazelle from snares and like a bird from traps.
1:4478
εὔχου περὶ ἐμοῦ τοῦ ἁμαρτωλοῦ
請為我這罪人禱告。
Pray for me, the sinner.
1:4479
ἠγαπημένον, ἀντεπιστεῖλαί σοι
……親愛的孩子,寫回信給你。
...beloved child, to write back to you.
1:4480
χαίρω οὖν ὅτι ὑγιαίνεις, εἰς δὲ τὸ μεμονῶσθαί σε οὐχ ἡδέως ἔχω, κἂν ἀκουσίως, ἐκ τοῦ τὸν ἀδελφὸν Νεῖλον κρατηθῆναι
我因此歡喜,因你身體健康;但對於你如今孤身一人,我卻不甚喜悅,儘管這並非出於你自願,而是因弟兄尼羅斯遭到拘捕所致。
I rejoice, then, that you are in good health; but at your being left alone I am not pleased, even though it happened involuntarily, from the brother Neilos having been seized.
1:4481
σπούδασον οὖν, παρακαλῶ, συνεῖναι ἑνὶ τῶν ἀδελφῶν, καὶ τούτῳ, εἰ οἷόν τε, συνετῷ·
所以,我懇求你,要努力與弟兄中的一位同住,並且盡可能是一位明智的人。
Be eager, therefore, I beg you, to be with one of the brothers, and with one who is, if possible, prudent.
1:4482
οἶδας γὰρ ὅτι παντὶ ὁ ἐχθρός, καὶ χρεία ἀσφαλείας ψυχικῆς
因為你知道,仇敵是針對每一個人的,所以靈魂需要保障。
For you know that the enemy is against everyone, and there is need of security for the soul.
1:4483
εἰς δὲ τὸν ἀββᾶν Λεόντιον τί σοι ὅλως ἐπῆλθεν ἀπιέναι; εἰ μὲν ἔγνως πεφυλαγμένον αὐτὸν τῆς αἱρέσεως, εὖ ἂν εἶχεν·
至於利翁提烏斯院長,你到底是怎麼想到要去投靠他的呢?若你確知他不受異端沾染,那倒也罷了;
But as for Abbot Leontios, what on earth came into your mind to go off to him? If indeed you had known him to be kept safe from the heresy, it would have been well;
1:4484
τοῦτο γὰρ κἀγὼ προεθυμούμην, καθὰ καὶ προενετειλάμην τῷ μακαρίῳ Θεοδούλῳ
因為這也正是我先前所盼望的,正如我先前也曾吩咐真福的德奧多羅一樣。
for this too I myself was eager for, just as I had also previously charged the blessed Theodoulos.
1:4485
ἐπειδὴ δὲ συναπήχθη τοῖς αἱρετικοῖς δι' ὑπογραφῆς καὶ κοινωνίας, δι' ἣν καὶ ἀπέστη ἀπ' αὐτοῦ ὁ μακάριος ἐκεῖνος, οὐδὲν ἄλλο ἐστὶ τὸ ἀπελθεῖν σε πρὸς αὐτὸν ἢ τὸ γενέσθαι ὅμοιον αὐτῷ καὶ ἀπολέσαι τὰ πάντα, καὶ τὴν ὑποταγὴν καὶ τὴν Χριστοῦ ὁμολογίαν
但既然他已藉著簽署與交往被異端分子一同拖走——那位真福者正是因此才與他斷絕來往——那麼你去投靠他,無非就是變得跟他一樣,並喪失一切,包括你的服從與對基督的認信。
But since he was carried away together with the heretics through signing and communion — on account of which that blessed man withdrew from him — your going to him is nothing other than becoming like him and losing everything, both your obedience and your confession of Christ.
1:4486
στῆθι, τέκνον μου, ἐν τῷ κράτει τῆς ἀληθείας, τόπον ἐκ τόπου μὴ ὡς ἔτυχεν μετερχόμενος ἄνευ ἀνάγκης
我的孩子啊,你要站立在真理的力量之中,不要毫無必要地隨意從一個地方遷移到另一個地方。
Stand, my child, in the strength of the truth, not moving from place to place at random without necessity.
1:4487
πάντως δὲ ὁ εἰπὼν οὐ μή σε ἀνῶ οὐδ' οὐ μή σε ἐγκαταλίπω θεὸς οὐ παρόψεταί σε ἐν ἀληθινῇ καρδίᾳ πορευόμενον καὶ σκέπων καὶ τρέφων καὶ παντοίως προνοούμενος·
因為那位曾說『我絕不撇下你,也絕不丟棄你』的神,必不會忽視你這以真誠之心行走的人,反要庇護你、養育你,並在一切事上眷顧你;
For assuredly God, who said, 'I will never let you go, nor will I ever forsake you,' will not overlook you as you walk with a true heart, but will shelter you and nourish you and provide for you in every way;
1:4488
πλὴν ὅτι θλίψεως καιρὸς καὶ ὑπομονῆς χρεία
只是如今正值患難之時,需要忍耐。
except that this is a time of affliction, and there is need of endurance.
1:4489
μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν Χριστοῦ·
為基督的緣故受逼迫的人是有福的;
Blessed are those who have been persecuted for the sake of Christ;
1:4490
τοῦτο εὐφραινέτω σε καὶ τὰ ἐπώδυνα κουφιζέτω
願這話使你歡喜,並減輕你的痛苦。
let this gladden you and lighten your sorrows.
1:4491
ὁ δὲ κατὰ σάρκα σου ἀδελφός, σὰρξ ὤν, σάρκα σε θέλει γενέσθαι
至於你那按肉身而言的兄弟,他既是屬肉體的,就想要你也變成屬肉體的人。
But your brother according to the flesh, being flesh, wants you to become flesh as well.
1:4492
Τί μοι τοιαῦτα γράφεις; ἴδε τοὺς κατὰ πνεῦμα ἀδελφούς σου ἐναθλοῦντας κἀκείνους ζηλοῦν ἐπείγου, ἵνα γίνῃ στεφανίτης
你為何寫這樣的話給我呢?看哪,你那些按聖靈而言的弟兄們正在奮力爭戰,你要急切效法他們,好使你也成為得冠冕的人。
Why do you write me such things? Behold your brothers according to the spirit contending in the struggle, and hasten to emulate them, that you may become a crown-bearer.
1:4493
ὁ θεός σε, τέκνον μου, περιφυλάξειεν, εὐχόμενον περὶ ἐμοῦ τοῦ ἁμαρτωλοῦ
願神保守你,我的孩子,願你為我這罪人祈禱。
May God watch over you, my child, as you pray for me the sinner.
1:4494
{ Εὐστρατίῳ ἀρχιητρῷ} Ἐγίνωσκον μὲν τὴν τιμιότητα τῆς ἀγάπης σου καὶ πρότερον, ὁπότε τῆς προσκυνήσεώς σου ἠξιώθην, οὔπω δὲ τὸ πόση καὶ ἡλίκη·
〔致御醫長歐斯特拉提烏斯〕在我先前有幸蒙你敬拜來訪之時,我已經知道你的愛之尊貴;但那時我尚不知它是何等地深廣;
{To Eustratios, chief physician} I knew the honorable worth of your love even before, when I was deemed worthy of your reverent visit, but not yet how great and how vast it was;
1:4495
διὰ δὲ τοῦ πνευματικοῦ ἡμῶν υἱοῦ Ἀδριανοῦ τοσαῦτά σου καλὰ ἠκουτίσθημεν καὶ οὕτω διέθετο ἡμᾶς ἡ ἀπαγγελία εἰς ἀγάπησιν (μάλιστα ὅτι καὶ τῆς αἱρέσεως μένοις ἀνώτερος, διαφυλαττόμενος ὡς ἐν μέσῳ φλογὸς ἄφλεκτος τῆς αἱρετικῆς κοινωνίας), ὥστε εὐχαριστῆσαι τὸν ἀγαθὸν ἡμῶν θεὸν λίαν καὶ δόξαι εἰς πρόσωπόν σου τίμιον ἐλθεῖν καὶ περιπτύξασθαί σε ἀπὸ καρδίας
而藉著我們屬靈的兒子亞德里安努斯,我們聽聞了關於你如此多的美事,這消息使我們心中充滿了愛慕(尤其是你仍然超越異端而不為所動,如同置身火焰之中卻不被燒毀,遠離異端的交往),以致我們大大感謝我們良善的神,並彷彿真的來到你尊貴的面前,從心底擁抱了你。
but through our spiritual son Adrianos we have heard so many good things about you, and the report so disposed us toward love (especially that you remain above the heresy, kept unburned as in the midst of a flame from heretical communion), that we greatly gave thanks to our good God and seemed to come before your honored countenance and to embrace you from the heart.
1:4496
χάρις οὖν τῷ Κυρίῳ, τῷ ἔχοντι ἐκλεκτοὺς καὶ ἐν Βυζαντίδι ἐν τῷ παρόντι καιρῷ χαλεπῷ, ἐφ' ᾧ Χριστὸς διώκεται σὺν μητρὶ καὶ θεράπουσι διὰ τῆς τῶν ἁγίων αὐτῶν εἰκόνων καταδρομῆς καὶ ἀτιμίας·
所以感謝主,祂在如今這艱難的時代裡,於拜占庭城中仍留有祂的選民;在這時代裡,基督與祂的母親及眾僕人一同因著對他們聖像的攻擊與褻瀆而受逼迫;
Thanks then be to the Lord, who has elect ones even in Byzantium in this present harsh time, in which Christ is persecuted together with his Mother and his servants through the assault upon and dishonoring of their holy images;
1:4497
καὶ γὰρ ἡ τῆς εἰκόνος ὕβρις τοῦ εἰκονιζομένου ἐστὶν ἀριδήλως ἀτιμία, κἂν οὐ συνιῶσιν οἱ χριστοδιῶκται
因為對聖像的侮辱,顯然就是對被描繪者本身的褻瀆,即便那些逼迫基督的人並不明白這一點。
for indeed the outrage done to the image is manifestly a dishonoring of the one depicted, even if the persecutors of Christ do not understand this.
1:4498
ἆρα οὐχ ὁ τὸν τύπον τοῦ ζωοποιοῦ σταυροῦ ὑβρίζων τὸν ζωοποιὸν σταυρὸν ὑβριεῖται; καὶ μάλα
那侮辱賜生命十字架之形像的人,豈不就是在侮辱那賜生命的十字架本身嗎?的確如此。
Is it not so that he who insults the figure of the life-giving Cross insults the life-giving Cross itself? Indeed, very much so.
1:4499
οὕτω καὶ ἐπὶ τοῦ τύπου, ἤτοι τῆς εἰκόνος Χριστοῦ
基督的像,也就是基督的聖像,道理也是一樣。
So it is also in the case of the figure, that is, the image of Christ.
1:4500
Ἀλλ' ἐκείνοις μὲν εἴη ἐπιστροφὴ καὶ παῦλα τῆς ἀσεβείας·
但願他們得以悔改歸正,止息其不敬虔之舉;
But may there be for them a conversion and a cessation from impiety;
1:4501
σὲ δὲ Κύριος ἔτι διαφυλάξειεν μετὰ τῆς κυρίας τῆς ὁμοζύγου, τῆς καὶ ἀφ' αἵματος ἡμῶν, ὡς ὁ λόγος, ἀσινῆ καὶ ἀβλαβῆ ἐν πᾶσι, παρέχων σοι καὶ ὑπὲρ τῆς τοῦ ἀδελφοῦ καὶ γραμματηφόρου ἐξ ἀρχῆς μέχρι τοῦ δεῦρο καλοποιΐας καὶ ξενοδοχίας πολλοὺς τοὺς μισθούς, πολλά σου τὰ ἀγαθὰ ἐξαγγέλλοντος, οὐ μὴ ἀλλὰ καὶ ὑπὲρ ὧν ἐστερήθης προσόδων φυγὰς τὴν τοῦ ἀσεβάρχου συνεστίασιν
願主仍然保守你與你的賢內助——據說她也是我們的血親——在一切事上都平安無恙;並因你從起初直到如今對我們的弟兄兼送信人所施的美意與款待——他親口見證你的諸般善行——賜給你豐厚的賞報;不僅如此,也因你為逃避與那不敬虔之首惡的同席,以致喪失了收入,同樣賜給你賞報。
may the Lord still preserve you, together with your lady wife who, as report has it, is also of our own blood, unharmed and unhurt in all things, granting you many rewards also for the kindness and hospitality shown from the beginning until now to our brother and letter-bearer — as he proclaims your many good deeds — and indeed also for the revenues of which you were deprived by fleeing the table-fellowship of the impious chief.
1:4502
εἴη σοι θησαυρὸς οὐράνιος τῶν πνευματικῶν χαρίτων
願你擁有屬天的寶藏,滿溢屬靈的恩典。
May there be for you a heavenly treasure of spiritual graces.
1:4503
{ Ἰωσὴφ ἀδελφῷ καὶ ἀρχιεπισκόπῳ} Ἠξίωμαι καὶ τανῦν μαθεῖν σου τὰ τῆς ὑγιείας καὶ ὁσιώσεως οὐ μόνον ἀπὸ τιμίου γράμματος, ἀλλὰ καὶ ἀπὸ ζώσης φωνῆς τοῦ καλοῦ Διονυσίου, ὃς ἔθρεψέν μου τὴν ταπεινὴν ψυχήν, ἕκαστα ἐξηγησάμενος, ἃ ὑπέλαβεν ὀφθαλμοῖς τῶν αὐτόθι, τὴν ξενίαν, τὴν παροικίαν, τὴν ἡσυχίαν, τὸ ὄρος, τὸ ὕδωρ, μᾶλλον δέ, παρεὶς ταῦτα, ἐξ ὧν ἐστι γνωριμώτερον λέξω, τὸν θεόν, ᾧ λατρεύεις, καὶ ὃν θεραπεύεις καὶ ὑπὲρ οὗ σοι ἡ ἐρημία καὶ ἡ τληπαθεία, ἀπορφανισθέντι προσώπῳ, οὐ καρδίᾳ, ἡμῶν τε τῶν ταπεινῶν, ἀλλὰ μὴν καὶ τῆς ὑπὸ χεῖρα μεγάλης τοῦ θεοῦ ἐκκλησίας
〔致約瑟弟兄兼總主教〕如今我又蒙恩得知你健康與聖德的消息,不僅是藉著你尊貴的書信,也藉著善良的狄奧尼修斯親口的敘述;他滋養了我這卑微的靈魂,把他親眼所見那裡的一切一一道來——款待、寄居、靜修、山嶺、泉水——或者不如說,撇開這些不談,讓我說一件更為人所知的事:就是你所事奉的神,你所敬拜的祂,以及你為祂的緣故所忍受的孤寂與苦難;你面容雖與我們這些卑微者及你手下那偉大的神的教會分離,心卻並未分離。
{To Joseph, brother and archbishop} I have now again been deemed worthy to learn of your health and holiness, not only from your honored letter, but also from the living voice of the good Dionysios, who has nourished my humble soul, recounting each thing he had taken in with his own eyes there — the hospitality, the sojourn, the quiet, the mountain, the water — or rather, setting these aside, let me speak of what is better known: the God whom you serve, and whom you worship, and for whose sake you endure this desolation and hardship, orphaned in face but not in heart, both from us the humble ones and indeed also from the great Church of God under your hand.
1:4504
ἐλεεινὰ μὲν οὖν ταῦτα ( πῶς γὰρ οὔ;), ἀγαπήσει ἠγαπημένος ὑπ' ἀμφοτέρων καὶ οἷα τομῇ μαχαίρας διῃρημένος·
這一切實在令人哀憐(怎能不哀憐呢?),你既蒙這兩方以愛相愛,卻又彷彿被刀劍所割裂一般;
These things then are indeed pitiable (for how could they not be?), being loved with love by both, and as it were divided by the cutting of a sword;
1:4505
ὅμως ἔχεις μὲν αὐτός, ποθεινότατε καὶ ἁγιώτατε, εἰς θεὸν μεγάλας τὰς ἐλπίδας, ἔχει δέ σου ἡ ἐκκλησία σὺν ἡμῖν πολλὰ τὰ αὐχήματα εἰς σέ, τὸν δι' ἀλήθειαν καὶ προπαθόντα τοιαῦτα καὶ νῦν μετὰ Χριστοῦ πάσχοντα·
然而,至為思慕、至聖的人啊,你自己對神懷有莫大的盼望;你的教會也與我們一同以你為榮耀,因為你為了真理,昔日既已受過如此的苦難,如今又與基督一同受苦;
yet you yourself, most longed-for and most holy one, have great hopes in God, and your church, together with us, has many boasts concerning you, who for the sake of truth both formerly suffered such things and now suffer together with Christ;
1:4506
δικαιοσύνης ἐν ἡμέρᾳ τῆς δικαίας τοῦ Κυρίου ἀνταποδόσεως
屬乎公義的〔賞賜〕,在主施行公義報應的那日。
of righteousness, on the day of the Lord's just recompense.
1:4507
δέδιας, ὦ πάτερ, τοὺς οἴκοθεν καὶ ἀοράτους ἐχθροὺς παρὰ τοὺς ὁρωμένους, καὶ οὐκ ἀπεικότως, ἀλλ' ὡς ἔμφρων, ἀλλ' ὡς ἐμπειροπόλεμος, ἀλλ' ὡς ἀσφαλής·
父啊,你懼怕那來自內心、看不見的仇敵,勝過懼怕那些看得見的仇敵,這並非沒有道理,而是出於你的明智、你的沙場經驗、你的謹慎;
You fear, O father, the enemies from within, the unseen ones, more than those that are seen — and not unreasonably, but as a sensible man, as one experienced in war, as one who is cautious;
1:4508
τούτους κἀγὼ ὁ τάλας πτοοῦμαι καὶ δέδοικα, ὅτι ὁμοῦ τὸ ἀναπνεῖν καὶ ἡ βολὶς πυρπολουμένη, οὔτε καθεύδοντί μοι ἀργοῦσα διὰ τῶν ἰνδαλμάτων, μὴ ὅτι γρηγοροῦντι
這些仇敵,連我這可憐人也懼怕、也畏懼;因為與我的呼吸同在的,還有那燃燒的火箭,即便在我沉睡之時,也藉著幻象不曾止息,何況在我清醒之時呢。
These too I, wretched one, dread and fear, for together with my very breathing comes the fiery dart, never idle even while I sleep, through phantasms, let alone while I am awake.
1:4509
ἀλλ' εἷς ἐπαρωγός, ὁ τοῦ θεοῦ φόβος·
但有一位幫助者,就是敬畏神的心;
But there is one helper: the fear of God;
1:4510
οὗ γὰρ οὗτος γρηγορεῖ, ἐκεῖ κοιμᾶται τὰ πάθη
因為這敬畏之心所警醒之處,情慾便在那裡沉睡。
for where this keeps watch, there the passions fall asleep.
1:4511
Δέομαί σου οὖν τῆς ὁσιότητος ἐπαμῦναί μοι ταῖς προσευχαῖς ἀδιαλείπτως περισῴζεσθαι ἀνώτερον τῆς παγίδος τοῦ ἐχθροῦ·
所以我懇求你的聖德,以不住的禱告幫助我,使我得以蒙保守脫離仇敵的網羅;
I beg therefore your holiness to aid me with unceasing prayers, that I may be kept safe above the snare of the enemy;
1:4512
πρὸς γὰρ τὸ ἡμᾶς τοὺς ἀναξίους ἕλκεσθαι εἰς μνήμην σου πρὸς ἕκαστα τί δεῖ καὶ λέγειν, εἰ μὴ ὅτι καὶ πρὸ τῆς οἰκείας σωτηρίας τὴν σὴν ἐξαιτούμεθα ἐν Κυρίῳ συντετριμμένῃ καρδίᾳ εὐδοκίμησιν καὶ διάσωσιν ἐν πᾶσιν
至於我們這些不配的人,在每件事上都被吸引而想念你,還有什麼可說的呢?只能說:我們甚至在祈求自己的救恩之先,就已在主裡以痛悔的心,為你的美好聲譽及在萬事上蒙保守而懇求。
for as to our being drawn, unworthy as we are, to remembrance of you in every particular, what more need be said, than that even before our own salvation we ask, with a contrite heart in the Lord, for your good standing and preservation in all things?
1:4513
προσαγορεύουσιν οἱ σὺν ἐμοὶ ἀδελφοὶ μετ' αἰδοῦς τὴν ἱεράν σου κορυφήν
與我同住的弟兄們,滿懷敬意地問候你這神聖的尊首。
The brothers who are with me greet with reverence your sacred eminence.
1:4514
πλεῖστα ἀσπάζομαι τοὺς ἀδελφούς, μάλιστα τὸν καλὸν Ἀθανάσιον, ἔργῳ καὶ λόγῳ συμπεπονθέναι σοι ἐν Κυρίῳ θερμῶς προαιρούμενον
我殷切問候眾弟兄,尤其是善良的阿塔納修斯,他懷著熱切之心,願意在言行上與你一同在主裡受苦。
I greet the brothers most warmly, especially the good Athanasios, who fervently chooses to suffer with you in the Lord, in deed and in word.
1:4515
{ Ἄνθῳ τέκνῳ} Τὸ μικρὸν ἐπιστολίδιόν σου, τέκνον ἠγαπημένον, μέγιστόν μοι εἰς ἀποδοχῆς λόγον·
〔致安托斯我兒〕我親愛的孩子啊,你那短短的一封小信,在我看來卻是極其可貴、深受歡迎的;
{To Anthos, my child} Your little letter, beloved child, was of the greatest worth to me, welcome indeed;
1:4516
ἀρκεῖ γάρ μοι τὸ σημαίνειν σε ὅτι ζῇς καὶ ὑγιαίνεις, ὑπηρετῶν τῷ ἁγιωτάτῳ ἀρχιεπισκόπῳ καὶ πατρί
因為只要你告訴我你還活著、身體健康,並在事奉那至聖的總主教兼父親,這對我已經足夠了。
for it is enough for me that you indicate that you are alive and well, serving the most holy archbishop and father.
1:4517
ἔτι οὖν ἔρρωσο, φίλτατον τέκνον, καὶ σώματι καὶ πνεύματι, ἵνα ἀκούων χαίρω ὁ ταπεινός
所以,至親愛的孩子,願你身體與靈裡都繼續康健,好叫我這卑微的人聽聞後心裡歡喜。
So then, farewell still, dearest child, in both body and spirit, that I, the humble one, may rejoice on hearing of you.
1:4518
προσεύχου ἀνεπιλήστως τὴν σωτηρίαν μου ὡς υἱὸς ἀγαπητός, ὡς ἄνθος ἀρετῶν, ὡς ἠγαπηκὼς ἀπ' ἀρχῆς τὴν ἁγνείαν
求你不忘為我的得救禱告,如同一位蒙愛的兒子,如同德行之花,如同從起初便愛慕貞潔的人。
Pray unforgetfully for my salvation, as a beloved son, as a flower of virtues, as one who has loved purity from the beginning.
1:4519
{Ἰγνατίῳ ἐπισκόπῳ Μιλήτου} Παρὰ τὸ μὴ εἰδέναι με ἀκριβῶς τὸν τῆς ἐξορίας τόπον τῆς πατρικῆς σου ἁγιωσύνης οὐκ ἠξιώθην ἐπιστεῖλαι μέχρι τοῦ παρόντος, καίτοι ἐπιθυμίαν ἔχων καὶ εἰς αὐτὸ τοῦτο ἀσχάλλων τῷ πνεύματι·
〔致米利都主教依納爵〕由於我並不確知你父性聖德流放之地,直到如今我都未能得以致函,儘管我心中懷有此意,且為此事在靈裡憂傷不已;
{To Ignatios, bishop of Miletus} Because I did not know exactly the place of exile of your paternal holiness, I have not until the present been able to write, although I had the desire and was grieved in spirit precisely over this;
1:4520
ἄρτι δέ πως ἐληλυθότος Διονυσίου τοῦ ἀδελφοῦ ἡμῶν ἐκ τῶν αὐτόθι καὶ ἀναγγείλαντος ἡμῖν ὅτι καὶ ἑώρακέν σου τὴν ὁσιότητα καὶ προσηγορίαν αὐτῆς ἔσχεν ἐν τῇ καθ' ἡμᾶς οὐθενότητι, τίς τε καὶ οἷος ὁ χῶρος αὐτὴν ὁ κατέχων, καὶ χαρᾷ ἐχάρημεν οἱ ταπεινοὶ καὶ εὐθύμως τὴν ἐπιστολὴν ἐχαράξαμεν
但如今,我們的弟兄狄奧尼修斯恰巧從那裡歸來,向我們報告說他曾見過你的聖德,並在我等卑微之人這裡與之交談,述說了那安置你之地究竟是何處、是何種光景,我等卑微之人因此大大歡喜,並歡欣地寫下這封信。
but now that our brother Dionysios has just somehow come from that place, and has reported to us that he saw your holiness and conversed with it in our own nothingness, telling us what sort of place, and where, holds you — we the humble ones rejoiced with joy, and we composed this letter with good cheer.
1:4521
Ἡμεῖς γάρ, ὦ τιμιώτατε, ἔκπαλαι κάτοχοι τῆς ἀγάπης σού ἐσμεν καὶ σέβομεν οὐ μόνον ὡς γνώριμον καὶ ὁμόσχημον, ἀλλὰ γὰρ καὶ ὡς ὁμολογητὴν τοῦ Χριστοῦ, ὑπὲρ οὗ καὶ δι' ὃν ὁ διωγμὸς καὶ ὑπερορισμός, ἀλλὰ χάρις Κυρίῳ τῷ γνωρίσαντί σε ἐν τῷ νῦν καιρῷ στῦλον καὶ ἑδραίωμα τῆς ἀληθείας, μὴ κατασεισθέντα ὑπὸ τῶν προσβολῶν τῶν ὑπεναντίων, ἀλλὰ διασῴζοντα τὸ τῆς εὐσεβείας μυστή ριον ἐν τῇ κραταιότητι τοῦ Ἁγίου Πνεύματος ἀκαπήλευτον·
至為尊貴的人啊,我們早已被你的愛所俘獲,我們敬重你,不僅因為你是我們的相識、同屬一個修道品級的人,更因為你是基督的認信者;你正是為了祂、也是因著祂而遭受逼迫與放逐;但感謝主,祂使你在如今的時代顯明為真理的柱石與根基,不被敵對者的攻擊所動搖,反倒在聖靈的大能中,完好無損地持守著敬虔的奧祕;
For we, O most honored one, have long been possessors of your love, and we revere you not only as an acquaintance and one of the same monastic habit, but indeed also as a confessor of Christ, for whom and on account of whom is your persecution and banishment; but thanks be to the Lord who has made you known in this present time as a pillar and foundation of the truth, not shaken by the assaults of the adversaries, but preserving the mystery of piety unadulterated in the might of the Holy Spirit;
1:4522
πάντως γὰρ ἔγνως ὅσοι καὶ πηλίκοι οἱ κατὰ τὰς ἁμαρτίας μου ὠλισθηκότες·
因為你必定已經得知,因著我的罪,有多少人、又是何等重要的人,都已經跌倒了;
For surely you have learned how many, and how great, are those who, because of my sins, have stumbled;
1:4523
ἐφ' οὓς τίς οὐ στενάξειεν δάκρυον; καί γε ἐπὶ τῷ Μηδικιώτῃ, συληθέντι ἐκ τῶν περὶ Ἰωσὴφ οἰκονομίας χάριν ἠσεβηκέναι εἰς Χριστόν
誰能不為他們流淚嘆息呢?尤其是為那位梅迪基昂的修士,他被約瑟一黨的人所欺哄,以「權宜之計」為名,被拖累而對基督犯下不敬之罪。
over whom who would not groan a tear? Indeed also over the monk of Medikion, who was plundered by those around Joseph into having committed impiety against Christ for the sake of their so-called economy.
1:4524
τοῦτο δέ, ὦ θεόσοφε, ἀπηχὲς πάνυ καὶ ἔκτοπον·
但這件事,蒙神賜智慧的人啊,實在是極其不合、荒謬之事;
But this, O man wise in God, is altogether discordant and out of place;
1:4525
ἐὰν γάρ τις τὸ κακὸν ἐν προσχήματι ἀγαθοῦ ποιῇ, διπλοῦν ἐργάζηται τὸ ἁμάρτημα, ὅτι αὐτός τε τὸ οὐκ ἀγαθὸν ποιεῖ καὶ κέχρηται οἱονεὶ παραπετάσματι τῷ τοῦ ἀγαθοῦ ὀνόματι, φωνή ἐστι τοῦ θείου Βασιλείου
因為若有人以善的名義行惡,他便犯下雙重的罪,因為他既行了不善之事,又利用善之名作為遮掩的帷幕——這是神聖的巴西流所說的話。
for if anyone does evil under the pretext of good, he commits a double sin, because he both does what is not good, and also uses the name of the good as a kind of veil — this is the voice of the divine Basil.
← 上一段下一段 →
1

新的原文誦讀上線時通知我

每次有新章節誦讀影片就寄一封信。採雙重確認,隨時可一鍵取消。