📜 Verbum · 聖言
原文誦讀聖經與教父文獻
♥ 贊助

← 回書卷目次 · 希臘教父 › 書信集

書信集 第 1 章 第 46/55 段

希臘文原文.148 節.部分字詞可點開查義.本章太長已分段,此段為 1:8147–1:8294(全章共 9659 節)

← 上一段下一段 →
ℹ️ 本語料沒有逐節的詞法標註。原形主要取自同語言其他書卷的逐詞標註(不是這一節的標註),少數查不到的才回頭依字形比對詞典。同形的罕見字仍可能判錯,需要精確判斷時請覆核原文與專門詞典。
ℹ️ 中英對照為本站自譯,直接譯自本頁的原文(非和合本/WEB —— 那兩者譯自馬所拉文本,與本頁底本不同)。
1:8147
{Κατηχητική} Ὅτι ἐπεζήτησεν ἡ τιμιότης σου λόγον νουθεσίας παρὰ τῆς τα πεινώσεως ἡμῶν, καὶ ὁ λόγος ἡμῶν ἐξουθενημένος καὶ ὁ βίος ἡμῶν ἠμελημένος·
《勸誡書》既然閣下向我這卑微之人求取勸誡之言,雖然我的言語微不足道,我的生活也乏善足陳——
{A Catechetical Letter} Since your honored ladyship has sought a word of admonition from our lowliness, though our word is contemptible and our life neglected —
1:8148
ὅμως ὅτι ἐρῶμεν τῆς σωτηρίας σου, καθότι καὶ παρθένος εἶ νύμφη Χριστοῦ, κειμήλιον ἁγιότητος, καὶ καθὼς ἐκ πεποιθήσεως ἐπιζητεῖς ἡμῶν τὴν νουθεσίαν, ἐπιζητεῖς δὲ αὐτὴν διὰ τὴν ἐπὶ θύραις ἐφισταμένην ἁγίαν Τεσσαρακοστήν
然而因我們渴慕你的救恩——因你是童貞女,是基督的新婦,是聖潔的珍寶,又因你滿懷信賴地尋求我的勸言,而你尋求此言,正是為著即將臨到門前的四旬聖齋期——
nevertheless, since we love your salvation, inasmuch as you are a virgin, a bride of Christ, a treasure of holiness, and since with confidence you seek our admonition, seeking it because of the holy Forty Days now standing at the door —
1:8149
καὶ ἡ ἀληθινὴ παρθένος Χριστοῦ οὐκ ἐν ἡμέραις ἀφωρισμέναις, ἀλλ' ἐν παντὶ καιρῷ καὶ ἐν ἑκάστῃ ἡμέρᾳ ζητεῖ πῶς ἀρέσει τῷ Κυρίῳ καὶ νυμφίῳ αὐτῆς
基督真正的童貞女,並非只在特定的日子,而是無論何時、天天都在尋求如何取悅她的主、她的新郎。
And the true virgin of Christ seeks, not on set days, but at every season and every day, how she may please her Lord and bridegroom.
1:8150
ἔχει δέ τι πάντως καὶ ὁ τῶν νηστειῶν χρόνος ἰδίωμα σπουδῆς ἐναρέτου πρὸς τὸν ὅλον ἐνιαυτόν
然而,禁食的季節相對於全年而言,確實有其獨特的德行操練特質。
Yet the season of fasting certainly has its own particular character of virtuous zeal in relation to the whole year.
1:8151
Τοιγαροῦν, ὦ τιμιωτάτη, τὸν κατασυνήθη σου κανόνα τῆς ἀσκήσεως ἐνεργεῖν καὶ ἄρτι προθυμήθητι·
所以,最可敬者啊,如今也當懇切致力於你素常慣行的修道規範;
Therefore, O most honored one, be eager now also to carry out your accustomed rule of ascetic practice;
1:8152
οὐ γὰρ δυνάμεθα ὁροθετεῖν τοῦτο κἀκεῖνο ἢ σοὶ ἢ ταῖς μετὰ σοῦ συνασκουμέναις διὰ τὸ μήπω εἰδέναι τὴν τάξιν καὶ ἀγωγὴν ὑμῶν
因為我尚不知道你們的規矩與生活方式,故無法為你或與你一同修道的人訂立這樣那樣的規條。
for we are not able to prescribe this or that for you or for those who practice asceticism with you, because we do not yet know your order and manner of life.
1:8153
εἷς δὲ ὅρος καὶ κανὼν κοινωφελὴς πᾶσι κεχρεωστημένος, καὶ μάλιστα τοῖς ἀνῃρημένοις τὸ μοναχικὸν ἐπάγγελμα, τὸ μηδὲν ἔξω τῶν ἀπαρεσκόντων θεῷ πράττειν ἡμᾶς, ἀλλ' ἐν φόβῳ καὶ τρόμῳ τὴν σωτηρίαν ἡμῶν κατεργάζεσθαι·
然而有一條眾人皆蒙益、人人皆當遵行的準則,尤其是那些已承擔修道聖召之人更當謹守:就是凡我們所行,皆不可越出蒙神喜悅之事以外,惟當懷著懼怕戰兢,成就自己的救恩;
But there is one boundary and rule of common benefit owed to all, and especially to those who have taken up the monastic profession: that we do nothing apart from what pleases God, but rather work out our salvation in fear and trembling;
1:8154
καὶ γὰρ νηστεία ἀληθὴς ἡ παντὸς κακοῦ ἀποχή
因為真正的禁食,乃是禁絕一切惡事。
For indeed true fasting is abstinence from every evil.
1:8155
νηστεύσωμεν πρῶτον μὲν ἀπὸ τοῦ μὴ εἰσοικίζεσθαι τοὺς πονηροὺς λογισμοὺς ἐν τῇ καρδίᾳ κἀντεῦθεν ἀνάπτεσθαι εἰς ἐπιθυμίας ἐκτόπους
讓我們首先禁戒,不讓惡念在心中安家落戶,以致由此點燃起悖亂的情慾。
Let us fast, first of all, from allowing evil thoughts to take up residence in the heart and from thence being kindled into monstrous desires.
1:8156
σχεδὸν εἰπεῖν, καὶ αὐτὸν τὸν ἥλιον ὁρᾶν καὶ σφαδάζει καὶ τοῦ σώματος ἐκβῆναι καὶ πρὸς τὸν ποθούμενον γενέσθαι·
以致幾乎可以說,連看見日光也感到躁動不安,一心渴望出離肉身,得與所愛慕者同在;
so that, one might almost say, the soul struggles even at the mere sight of the sun, and longs to depart from the body and come to be with the one it desires;
1:8157
ὅπερ ἐστὶ τὸ ἀκρότατον ὀρεκτὸν τοῖς λόγου μετειληφόσιν
這乃是凡有理性者所渴慕的至高目標。
which is the highest object of desire for those who partake of reason.
1:8158
νηστεύσωμεν δὴ κατὰ δεύτερον λόγον καὶ ἀπὸ βρωμάτων ποσότητός τε καὶ ποιότητος καὶ τοσοῦτον, ὁπόσον ἡ δύναμις τοῦ σώματος φέρει·
其次,讓我們也在飲食的份量與種類上禁戒,程度以身體所能承受的為限;
Let us fast, then, in the second place, also from foods in both quantity and quality, and to the extent that the strength of the body can bear;
1:8159
ἕκαστος καθὼς προαιρεῖται τῇ καρδίᾳ, μὴ ἐκ λύπης ἢ ἐξ ἀνάγκης·
各人照心裡所定的意行,不是出於憂愁,也不是出於勉強;
each one according to what he chooses in his heart, not out of grief or out of compulsion;
1:8160
τὸ ἱλαρὸν γὰρ ἀγαπᾷ ὁ θεὸς καὶ τὸ κατὰ δύναμιν
因為神所喜愛的是甘心樂意,以及量力而行的心。
for God loves a cheerful giver, and what is done according to one's strength.
1:8161
τοῦτο δὲ ἐπὶ σοῦ τῆς καθηγουμένης κυριολεκτεῖσθαι δύναται, ἐπὶ δὲ τῆς ἀδελφότητος οὐκ ἔχει δύναμιν διὰ τὸ κατὰ τὴν ὑπὸ σοῦ δεδομένην διάταξιν καὶ ἐσθίειν καὶ πίνειν καὶ τὴν ἄλλην ἀγωγὴν εἶναι ἐφ' ἑκάστης, ὥστε διακριτικοῦ ὄμματός σοι χρεία προσηκόντως τὰ κατ' αὐτὰς ἐπιθεωρεῖν
這番話可恰當地用在你——院長——身上,但對眾姊妹而言則未必適用,因為她們每一個人的飲食及其餘生活方式,皆按你所訂立的規章而行;因此你需要有一雙明辨的眼睛,適切地監察她們各人的情況。
This can properly be said of you, the superior, but it does not hold in the case of the sisterhood, since eating and drinking and the rest of the manner of life for each one is according to the arrangement given by you; hence you have need of a discerning eye to oversee their affairs fittingly.
1:8162
κοινῶς δὲ ἐπὶ πᾶσι τὸ ἀπέχεσθαι ματαιολογίας ἀκαίρου, βασκανίας ἀτόπου, ἀργίας περιέργου, μᾶλλον μὲν οὖν ἡσυχίαν ἄγειν εὔκαιρον καὶ λόγον φθέγγεσθαι δέοντα καὶ ἀγαπᾶν καὶ στέργειν ἀλλήλας κατὰ Κύριον καὶ πάντα κοινὰ ἔχειν καὶ μηδὲν ἀποτεταγμένως ἴδιον, μήτε μὴν ἰδιοβούλως τι πράττειν, κἂν δοκῇ εὐάρεστον εἶναι, ἀλλ' ὡς ὑπὸ σοῦ διατέτακται, μήτε μεμερισμένην ἔχειν τὴν καρδίαν ἐν ταῖς τῶν κατὰ σάρκα ἰδίων σχέσεσι, σχολῇ γε εἰπεῖν ἐν ἄλλων τινῶν ἀγαπήσεσιν, ἀλλ' ὅλην δι' ὅλου τὴν ψυχὴν συνημμένην εἶναι πρὸς θεόν, εἴς τε τὴν καθηγουμένην καὶ πρὸς τὰς κατὰ πνεῦμα ἀδελφάς, ὡς μαρτυρεῖσθαι ἐκεῖνο ἐφ' ὑμῖν λελέχθαι, ὅπερ καὶ ἐπὶ τῶν ἀποστόλων, ὅτι ἦν ἡ καρδία καὶ ἡ ψυχὴ μία πάντων καὶ οὐδείς τι τῶν ὑπαρχόντων αὐτῷ ἔλεγεν ἴδιον, ἀλλ' ἦν ἅπαντα κοινά
至於眾人共通當守的:當禁戒不合時宜的空談、不當的嫉妒、多管閒事的閒散,反倒當保持合宜的靜默,只說當說的話;彼此相愛相親,依主而行;凡物公用,毫無分別的私產;也不可憑己意行事,即便自覺為美事,仍當按你所訂的規矩而行;心思也不可因肉身的私情而分心——更遑論將愛戀轉投於旁人——反倒當使全人全心與神緊緊相繫,並與院長、與屬靈的眾姊妹相連,好叫那論到使徒們所說的話,也能見證於你們身上:『他們心裡靈裡都合而為一,沒有一人稱自己所有的為己有,乃是凡物公用。』
But common to all is this: to abstain from untimely idle talk, from unseemly envy, from meddlesome idleness — rather, to keep a timely silence and to speak only what is needful, and to love and cherish one another in the Lord, and to hold all things in common and nothing set apart as private, nor yet to do anything by one's own private will, even if it should seem agreeable, but as it has been ordained by you; nor to have the heart divided by private attachments according to the flesh — much less, one may say, in affections for certain others — but that the whole soul, entirely, be bound to God, and to the superior, and to the sisters according to the spirit, so that what was said of the apostles may be attested of you also: that the heart and soul of all were one, and no one called anything of what he possessed his own, but all things were held in common.
1:8163
Ὅπου οὖν τοῦτο κεκατώρθωται, ἐκεῖ ὁ ἀποστολικὸς βίος τεθεώρηται, ἐκεῖ ἡ εἰρήνη τοῦ θεοῦ, ἡ ὑπερέχουσα πάντα νοῦν, ἐκεῖ ἡ ἄλυπος καὶ μακαρία ζωή, ἐκεῖ ἡ τῶν φρονίμων παρθένων χορεία, ἐκεῖ ὁ νυμφίος Χριστός, μέσος ὁρῶν καὶ ὁρώμενος, κατὰ νοῦν τρέφων καὶ τρεφόμενος, γλυκαίνων καὶ γλυκαινόμενος, ἐρῶν καὶ ἀντερώμενος, ἐπειδὴ καὶ τρέφει ταῖς φωταυγέσι καὶ τρέφεται ταῖς εἰς ἀρετὴν ἑκάστου ἐπιδόσεσι·
凡成就此事之處,便可見使徒式的生活,便有那超乎人所能理解的神的平安,便有那無憂無慮、蒙福的生命,便有那聰明童女的合唱隊列,基督新郎便在其中,彼此相見,在心思上彼此餵養,彼此甘甜,彼此相愛相戀——因祂既以自己的光輝滋養她們,也因各人在德行上的長進而得著滋養;
Where, then, this has been accomplished, there the apostolic life is beheld, there is the peace of God which surpasses all understanding, there is the sorrowless and blessed life, there is the chorus of the wise virgins, there is Christ the bridegroom, seeing and being seen in their midst, nourishing and being nourished in mind, sweetening and being sweetened, loving and being loved in return — since he both nourishes with his radiant light and is nourished by the progress of each one in virtue;
1:8164
πεινᾷ γὰρ τὴν ἑκάστου σωτηρίαν καὶ οἱονεὶ ἐπισκέπτεται τὴν συκῆν·
因祂渴望各人的救恩,彷彿前來察看那無花果樹;
for he hungers for the salvation of each one and, as it were, visits the fig tree;
1:8165
κἂν μὲν εὕρῃ καρπὸν ἐν αὐτῇ θεόβλαστον, ταύτῃ τρέφεται, εἰ δ' οὖν, ἐπικεκατάραται, καθάπερ ἱστορεῖ τὸ εὐαγγέλιον
若在其上尋得從神所生的果子,祂便因此得著滋養;若不然,便遭咒詛,正如福音書所記載的。
and if he finds in it fruit sprung from God, by this he is nourished; but if not, it is cursed, just as the Gospel relates.
1:8166
Σπουδάσωμεν τοίνυν, ἀδελφὴ ἐν Κυρίῳ, καὶ ἡμεῖς καὶ ὑμεῖς καρποὺς ἐνεγκεῖν ἐξ ἐμφύτων καὶ θείων λογισμῶν γλυκεῖς τῷ Κυρίῳ, τοῦτο μὲν δι' ὅλης τῆς βιώσεως ἡμῶν, τοῦτο δὲ κἀν τῇ ἐπιούσῃ ἱερᾷ ἐγκρατείᾳ, ὡς ἂν θρέψοιμεν αὐτὸν κατὰ τὸ ἅγιον Πάσχα παραγενόμενον, εὐλογοῦντά τε ἡμᾶς ἐπὶ καρποφορίᾳ καὶ ὡς συμμόρφους τοῖς παθήμασιν αὐτοῦ συναναστήσοντα καὶ συνδοξάσοντα ἡμᾶς κατὰ τὴν ἡμέραν τὴν μεγάλην καὶ φοβερὰν τῆς ἐπιφανείας αὐτοῦ·
所以,在主裡的姊妹啊,願你我都殷勤竭力,從天生而合乎神的思念中結出甘美悅主的果子,不但在我們一生的行事為人中如此,也在即將來臨的聖潔節制期中如此,好使我們在祂於聖逾越節臨到時能滋養祂,使祂因我們所結的果子而祝福我們,並使我們因效法祂的受苦,而在祂顯現的偉大可畏之日,與祂一同復活、一同得榮耀;
Let us be eager, then, sister in the Lord, both we and you, to bear fruit — fruit that is sweet to the Lord — out of innate and godly thoughts, both throughout our whole life and also in the coming holy season of self-control, so that we may nourish him when he comes at holy Pascha, blessing us for our fruit-bearing, and, as we are conformed to his sufferings, raising us up together with him and glorifying us together with him on that great and fearful day of his appearing;
1:8167
ὅτι αὐτῷ πρέπει δόξα, τιμὴ καὶ προσκύνησις σὺν τῷ πατρὶ καὶ τῷ Ἁγίῳ Πνεύματι νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων
因為榮耀、尊貴、敬拜都當歸於祂,連同父與聖靈,從今直到永遠,直到永永遠遠。
for to him belongs glory, honor, and worship, together with the Father and the Holy Spirit, now and ever and unto the ages of ages.
1:8168
{Θεοδότῳ στρατηγῷ} Τοῦ ὄντως ὄντος φίλου καὶ ἡ λύπη καὶ ἡ χαρὰ μεταβαίνειν πέφυκε πρὸς τὸν φιλοῦντα, εἴπερ μία σχέσις ἐν ἀμφοτέροις κατὰ τὸν τοῦ πρός τι λόγον τεθεώρηται
《致將軍狄奧多托》一位真正朋友的憂愁與喜樂,天生就會傳遞給愛他的人,因為就相對關係而論,這乃是雙方共有的同一種關係。
{To Theodotos, General} It is the nature of a true friend that both his grief and his joy pass over to the one who loves him, since indeed one and the same relation is beheld in both parties according to the principle of correlation.
1:8169
ἐπεὶ οὖν καὶ ἡ τοῦ περιποθήτου ἡμῶν δεσπότου περὶ τῆς ἑτεροδόξου κοινωνίας λύπη ἀνηγγέλθη ἡμῖν παρὰ τῆς κυρίας τῆς εὐλαβεστάτης ἡγουμένης τὸ νῦν, τῷ ὄντι ἥψατο καὶ ἡμῶν τῶν ταπεινῶν τὸ πάθος καὶ ἄλγος ἐνεποίησεν ἡμῖν κατὰ καρδίαν, ἐννοοῦσι τὸ ἐναντίον ἀπάντημα
既然我們摯愛的主人,因與異端相通而生的憂愁,方才由那位敬虔的院長夫人轉告了我們,這苦楚實在也觸動了我們卑微之人,並在我們思念此相反的遭遇時,使我們心中生出痛楚。
Since, then, the grief of our beloved lord concerning communion with those of heterodox belief was reported to us just now by the lady, the most pious superior, this affliction has indeed also touched us in our lowliness, and has caused us pain in our heart as we consider the opposite outcome.
1:8170
τίς αὕτη ἡ ἀκούσιος ἀπαγωγή; τίς δὲ ἡ ἀναγκαστικὴ μέθεξις, ἐπαπειλοῦσα τὸν κατὰ σάρκα κίνδυνον ἐν τῷ μὴ προαιρεῖσθαι μεθέξειν τοῦ ἑτεροδόξου ἄρτου; ἑκουσιόθυτον, ὦ χριστιανικώτατε λογισμέ, τὸ σῶμα καὶ αἷμα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ·
這種違背意願的擄掠究竟是什麼?這種強迫的領受,竟以肉身的危險相威脅,只因不願領受異端的餅,這又算什麼?我們主耶穌基督的身體與寶血,乃是甘心自獻的,豈是這樣的道理,最合乎基督徒的思想啊——
What is this involuntary abduction? And what is this compulsory participation, which threatens bodily danger to one who does not choose to partake of the heterodox bread? The body and blood of our Lord Jesus Christ are willingly offered, O most Christian reasoning —
1:8171
φησὶ γὰρ ὁ μέγας ἀπόστολος περὶ αὐτοῦ·
因為偉大的使徒論到祂如此說:
for the great Apostle says concerning him:
1:8172
ὅς, ἐν μορφῇ θεοῦ ὑπάρχων, οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα θεῷ, ἀλλ' ἑαυτὸν ἐκένωσεν, μορφὴν δούλου λαβὼν ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος·
『祂本有神的形像,不以自己與神同等為強奪的,反倒虛己,取了奴僕的形像,成為人的樣式;』
'who, though he was in the form of God, did not count equality with God a thing to be grasped, but emptied himself, taking the form of a servant, being made in the likeness of men;'
1:8173
καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος ἐταπείωνσεν ἑαυτόν, γενόμενος ὑπήκοος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ
『既有人的樣子,就自己卑微,存心順服,以至於死,且死在十字架上。』
'and being found in human form, he humbled himself, becoming obedient unto death, even death on a cross.'
1:8174
ἐπεὶ οὖν ἑκουσιόθυτον καὶ ἑκουσιόδοτον, τοῖς ἐθέλουσιν, ἀλλ' οὐχὶ τοῖς μὴ ἐθέλουσιν·
既然此乃甘心自獻、甘心自賜之物,便是給予那些甘心情願的人,而非那些不情願的人;
Since, then, it is a willing sacrifice and a willing gift, it is for those who are willing, but not for those who are unwilling;
1:8175
μὴ καὶ ὑμεῖς θέλετε ἀπελθεῖν; διὰ τοὺς ἤδη ἀπελθόντας ἀπ' αὐτοῦ τῶν δοκούντων μαθητιᾶν
『難道你們也要離去嗎?』——這是因那些看似作祂門徒、卻已離祂而去的人所發的問話。
'Do you also want to go away?' — this was asked because of those who had already departed from him among those who seemed to be his disciples.
1:8176
καὶ ἡ παρὰ τοῦ μεγάλου Πέτρου ἀπόκρισις τοιάδε·
而偉大的彼得如此回答:
and the answer from the great Peter was this:
1:8177
πρὸς τίνα ἀπελευσόμεθα; ῥήματα ζωῆς αἰωνίου ἔχεις·
『主啊,我們還歸從誰呢?你有永生之道;』
'Lord, to whom shall we go? You have the words of eternal life;'
1:8178
καὶ ἡμεῖς πεπιστεύκαμεν καὶ ἔγνωμεν ὅτι σὺ εἶ ὁ Χριστὸς ὁ υἱὸς τοῦ θεοῦ τοῦ ζῶντος
『我們已經信了,又知道你是基督,是永生神的兒子。』
'and we have believed and have come to know that you are the Christ, the Son of the living God.'
1:8179
καὶ πάλιν ὁ μέγας Πέτρος ἐν τῇ οἰκείᾳ ἐπιστολῇ·
偉大的彼得又在自己的書信中說:
And again the great Peter, in his own epistle, says:
1:8180
ἑκουσίως ποιμαίνειν δεῖ, ἀλλ' οὐκ ἀναγκαστικῶς
『理當甘心牧養,不是出於勉強。』
'One must shepherd willingly, and not by compulsion.'
1:8181
Γνώτωσαν οὖν λοιπὸν οἱ βιαστικῶς ἕλκοντες πρὸς τὴν ἑαυτῶν κοινωνίαν τοὺς μὴ προαιρουμένους ὡς ἑλληνοειδῶς τοῦτο πράττουσιν, οὐ σῶμα Χριστοῦ τὸ ἐθελόθυτον παρέχοντες, ἀλλὰ τοὐναντίον εἰδωλοθύτου ἔχον ἔμφασιν κατὰ τὴν ἀκούσιον τοῦ θυομένου ἐν ταῖς κατ' αὐτῶν φιλοδαίμοσι σπονδαῖς
所以,那些強迫拖拽不情願之人與自己相通者,應當終於明白,他們如此行乃是希臘外邦式的作為,他們所給予的並非那甘心自獻的基督之體,反倒帶有祭偶像之物的意味,因那被獻祭者是在他們那些諂媚鬼魔的奠酒中被迫獻上的。
Let those, then, who forcibly drag those unwilling into communion with themselves finally know that they are acting in a pagan-like manner, offering not the willingly-sacrificed body of Christ, but on the contrary something bearing the character of an idol-offering, on account of the involuntariness of the victim in their demon-loving libations.
1:8182
καὶ ὁ λόγος ἀληθὴς καὶ ἡ δεῖξις ἐναργὴς καὶ ὁ ἀκούων οὐδείς·
這話是真實的,證明是明顯的,然而卻無人肯聽;
And the word is true and the demonstration is clear, yet there is no one who listens;
1:8183
ἀλλὰ φεῖσαι, Κύριε, φεῖσαι καὶ μὴ δῷς τὴν κληρονομίαν σου εἰς ὄνειδος τέλειον, ὥς πού τις ἔφη τῶν προφητῶν
但求你憐惜,耶和華啊,求你憐惜,不要使你的產業受到完全的羞辱,正如某位先知曾如此說過。
But spare, O Lord, spare, and do not give your inheritance up to utter reproach, as one of the prophets somewhere said.
1:8184
τί δὲ ἡμεῖς πάθωμεν, ὦ τριπόθητε καὶ πανεύφημε; (εἰρήσεται γάρ, εἰ καὶ τραχύτερόν πως φιλίᾳ ὁ λόγος) ἀπαχθείημεν τῷ καιρῷ ἔτι; ὑποπτήξωμεν τὴν ἐξουσίαν πλέον ἢ καλῶς ἔχει; καὶ ποῦ ἡ φωνὴ τοῦ Κυρίου, ἀπαγορεύουσα τὸν ἀνθρώπινον φόβον καὶ μᾶλλον καθορίζουσα τὸν θεοῦ μόνον, ἐφ' ᾧ ἡ πᾶσα ἐξουσία καὶ ἡ δύναμις τοῦ καὶ ψυχὴν καὶ σῶμα ἐμβαλεῖν εἰς γέενναν πυρός; φεῦ τῆς συμπτώσεως·
但我們該當如何面對呢,三倍摯愛、極受讚譽的人啊?(容我直言,雖然出於情誼,這話說得有些嚴厲)難道我們還要被時勢所裹挾嗎?難道我們要對權勢畏懼過度、失了分寸嗎?那麼主的話語又在哪裡呢——祂禁止人懼怕世人,反倒特別吩咐人只當懼怕神,因為唯有祂才擁有一切權柄,並有將靈魂與身體一併投入地獄之火的能力?唉,這是何等的墮落啊!——
But what shall we suffer, O thrice-longed-for and all-praised one? (For I will say it, even if the word be somewhat harsh out of friendship.) Shall we still be swept away by the times? Shall we cower before authority more than is right? And where then is the voice of the Lord, which forbids human fear and rather prescribes fear of God alone, in whose power alone lies all authority, and the power to cast both soul and body into the Gehenna of fire? Alas for such a fall! —
1:8185
ἀβάλε τῆς ὑποπτήξεως ἐφ' ὁτῳοῦν προσώπῳ καὶ μάλιστά γε χριστιανωνύμῳ
唉,對任何人物心生這般畏懼已屬可歎,何況是對一個名為基督徒之人!
Alas for such cowering fear before any person whatsoever, and especially before one who bears the name of Christian!
1:8186
Πλὴν ὅμως δεῦρο πάλιν, φίλε καὶ κύριε καλέ, ἀνακληθῶμεν, μεταμεληθῶμεν, ἐγγὺς Κύριος τοῖς ζητοῦσιν αὐτόν·
然而,來吧,我親愛的朋友、良善的主人,讓我們再次回轉,讓我們懊悔;主原是與尋求祂的人相近;
Nevertheless, come, once more, good friend and lord, let us be called back, let us repent — the Lord is near to those who seek him;
1:8187
καὶ οὐ βούλεται μὲν τὴν πτῶσιν ἡμῶν κατά τι τῶν ἁμαρτανομένων, πεσόντας δὲ ἐρᾷ ἀνίστασθαι ἡμᾶς θᾶττον καὶ ἁμαρτάνοντας ἐπιστρέφειν, καὶ τοῦτο ὁσάκις ἂν καὶ συμβαίη κατά τινα περιπέτειαν ἀβουλίας
祂雖不願我們在所犯的任何罪上跌倒,但一旦我們跌倒了,祂便切望我們速速起來,並在犯罪之後回轉——無論此事因某種思慮不周的變故而發生多少次,皆是如此。
He does not wish for our fall in any of the sins we commit, but once we have fallen he desires that we rise again quickly, and, having sinned, that we turn back — and this as often as it may happen, through some mischance of thoughtlessness.
1:8188
εἴποι δ' ἂν τυχὸν ἡ τιμία σου ψυχή·
或許你那可敬的靈魂會說:
Perhaps your honored soul might say:
1:8189
οὐδὲν γὰρ ἀνιάτρευτον θεραπευόμενον, οὐ βαρὺς ἡμῖν ὁ τῆς ἰατρείας λόγος
因為凡經治療者,無不可治;醫治之道,於我們並不沉重。
for nothing that is being treated is incurable; the word of healing is not burdensome to us.
1:8190
{ Θεοκτίστῳ ἐρημίτῃ} Ἡ τοῦ Κυρίου ἐντολή, ἡ ἀπαιτοῦσα ἡμᾶς ἀγαπᾶν ἀλλήλους καὶ τοσοῦτον, ὅσον τὴν ψυχὴν τιθέναι ὑπὲρ ἀλλήλων, ἠνάγκασέν με, ἀδελφὲ πνευματικέ, καὶ πάλιν ἐπιστεῖλαί σοι, πονοῦντα περὶ τῆς σωτηρίας σου καὶ ἀκούοντα διαίρεσιν εἶναι σχισματικὴν μεταξὺ ὑμῶν καὶ ἑτέρων ἀδελφῶν οὐ τὴν τυχοῦσαν, ἀλλὰ καὶ λίαν χαλεπήν, ὥστε καὶ συναπορραγῆναι εἰς δύο μέρη ἀντικείμενα τὸν ἀγελαῖον λαόν, ἑκατέρου ἑκατέροις προσκειμένου καὶ πόρρω ἀφισταμένου τῆς ἀλληλούχου κοινωνίας
《致隱修士狄奧克提斯托》主的誡命要求我們彼此相愛,甚至要為彼此捨命,這誡命迫使我,屬靈的弟兄啊,再次致書於你,因我為你的救恩憂心,又聽聞在你與其他弟兄之間存在著分裂性的分歧,並非尋常小事,而是極其嚴重,以致那群羊般的信眾竟也分裂為二,彼此對立,各自依附一方,彼此疏遠,斷絕了彼此相通的關係。
{To Theoktistos the Hermit} The commandment of the Lord, which requires us to love one another, and to such an extent as to lay down our soul for one another, has compelled me, spiritual brother, to write to you once again, being anxious for your salvation and hearing that there is a schismatic division between you and other brothers — not a trivial one, but exceedingly grave — so that the common flock has even been torn apart into two opposing parties, each side clinging to its own and standing far removed from mutual communion.
1:8191
καὶ τοῦτο ὅλον ἔργον τοῦ σατανᾶ, τοῦ ἀρχαίου ἀνθρωποκτόνου, καὶ τοῦτο σκάνδαλον μέγα·
這整件事都是撒但的作為——那古老的殺人者——這是極大的絆腳石;
And this is entirely the work of Satan, the ancient murderer of men, and this is a great scandal;
1:8192
καὶ λέλεκται παρὰ τοῦ Κυρίου·
主曾這樣說過:
And it has been said by the Lord:
1:8193
οὐαὶ τῷ κόσμῳ ἀπὸ τῶν σκανδάλων
「這世界因著絆倒人的事有禍了;」
'Woe to the world because of stumbling-blocks!'
1:8194
συμφέρει ἵνα μύλος ὀνικὸς δεθῇ περὶ τὸν τράχηλον αὐτοῦ καὶ ῥιφῇ εἰς τὴν θάλασσαν ἢ ἵνα σκανδαλίσῃ ἕνα τούτων τῶν ἐλαχίστων
「倒不如把驢拉的大磨石拴在他頸項上,把他扔在海裡,強如他把這些小子中的一個絆倒了。」
'It would be better for him that a millstone for grinding by a donkey be hung about his neck and he be thrown into the sea, than that he should cause one of these little ones to stumble.'
1:8195
καὶ θαυμάζω πῶς ἡ τιμιότης σου, ἀσκοῦσα καὶ προσκειμένη θεῷ ἐν τοσούτοις ἔτεσιν, ἀφροντίστως ἔχει περὶ τοῦ κινδύνου τούτου·
我很驚訝,閣下多年來苦修、專心事奉神,竟對這個危險漠不關心;
And I marvel how your honor, though practicing asceticism and devoted to God for so many years, remains unconcerned about this danger;
1:8196
ὅς, εἰ μὴ διορθωθῇ διὰ πάσης σπουδῆς σου καὶ ἐπιμελείας, οὐ μόνον κενὴν πᾶσάν σου τὴν ἄσκησιν ἐργάσεται, ἀλλὰ καὶ πόρρω σε θεοῦ ποιήσει, ὃ μὴ γένοιτο
這危險若不藉著你全部的熱心與勤勉加以糾正,不但會使你一切的苦修盡歸徒然,甚至還會使你遠離神——願這事不要發生。
which, unless it is set right through all your zeal and diligence, will not only render your whole asceticism vain, but will also put you far from God — which God forbid.
1:8197
Διὰ τοῦτο, ἀδελφέ, φιλαδέλφως κινηθεὶς πρὸ τριῶν ἐτῶν, ἡνίκα ἐπλησίασα τοῖς αὐτόθι ἀπὸ Σμύρνης ἐπανιὼν καὶ τὸ σχίσμα μεμαθηκώς, ἔγραψά σοι ἅπερ ἀκήκοα καὶ ὡς δεῖ σε φρονεῖν περὶ τῆς ἀληθείας καὶ ὡς φυγεῖν τὸν ἐπηρτημένον κίνδυνον τοῦ σκανδάλου καὶ οὐκ ἀντέγραψάς μοι·
弟兄啊,正因如此,三年前,當我因手足之情所感動,從士每拿返回途經那地時,得知這分裂之事,就把我所聽聞的、以及你應當如何看待真理、應當如何逃避那懸在頭上的絆腳危險,寫信告訴了你;你卻沒有回信給我;
For this reason, brother, moved by brotherly love, three years ago, when I drew near to that place on my way back from Smyrna and learned of the schism, I wrote to you what I had heard, and how you ought to think concerning the truth, and how to flee the danger of scandal hanging over you; and you did not write back to me;
1:8198
καὶ πάλιν δεδήλωκα καὶ οὐκ ἀπεκρίθης μοι
我又再次向你說明,你仍舊沒有回覆我。
and again I made it known to you, and you did not answer me.
1:8199
καὶ τοῦτο κατηγορία ἐναργὴς τοῦ μὴ θέλειν σε θεὸν θεραπεύειν μηδὲ ὀρθοποδεῖν περὶ τὴν ἀλήθειαν
這清楚證明你不願事奉神,也不願在真理上行得正直。
And this is a clear accusation that you do not wish to serve God, nor to walk uprightly concerning the truth.
1:8200
καί, συγχώρησον, μὴ καταγανακτήσῃς μου λέγοντος τὸ ἀληθές·
求你原諒,不要因我說出真話而向我發怒:
And, forgive me, do not be indignant with me for speaking the truth:
1:8201
ἐλεγμῷ ἐλέγξεις τὸν πλησίον σου καὶ οὐ λήψῃ δι' αὐτὸν ἁμαρτίαν
「你總要責備你的鄰舍,免得因他擔罪。」
'You shall surely rebuke your neighbor, and shall not bear sin because of him.'
1:8202
ἰδοὺ ἐγὼ ὁ τάλας, καίπερ μὴ ἰδών σε πώποτε, ἀλλ' ὅτι ἀδελφὸς κατὰ Χριστόν, οὐκ ἤνεγκα τὴν ἀκοὴν φόβῳ θεοῦ, ἐλεγμῷ δὲ ἤλεγξα, παρακαλῶν παρε κάλεσα, ἀποδυόμενος τὸ κρίμα καὶ φιλῶν τὴν σωτηρίαν σου
看哪,我這可憐的人,雖然從未見過你,但因你是基督裡的弟兄,我因敬畏神,不能對所聽見的置若罔聞,就用責備責備了你,殷切地勸勉你,為要脫去那審判,只因我愛你的救恩——
Behold, wretched as I am, though I have never once seen you, yet because you are a brother in Christ, I could not, out of fear of God, bear what I heard, but rebuked you with rebuke; earnestly I exhorted you, stripping off the judgment and loving your salvation —
1:8203
θεοῦ, εἰ μὴ προκαταλάβοις διορθώσασθαι
神的審判——除非你率先設法糾正過來。
of God, unless you take the lead in setting matters right.
1:8204
Τίς δὲ ἡ διόρθωσις; εἰ μὲν οἷόν τε, σοῦ αὐτοῦ παρόντος, εἰ δὲ μή, δι' ἀποστόλου σου ἀπολογία γραμματικὴ περὶ ὧν πρότερον ἐνεκλήθης, ἀθωῶν ἑαυτὸν διὰ τῆς ἀπολογίας καὶ ὑποδεικνύων ὀρθὴν τὴν πίστιν καὶ τὴν ἐφ' ἅπασιν ὀρθοτομίαν τοῦ λόγου τῆς ἀληθείας
那麼糾正之道是什麼呢?如果可能,就當你親自前來;如果不能,就藉著你的代表,呈上一份書面申辯,說明你先前被控告的事,藉此為自己辯白,並顯明你信仰純正,且在凡事上都持守真理之道的正直準則。
And what is this correction? If possible, by your being present in person; if not, then through your representative, a written defense concerning the things of which you were previously accused, acquitting yourself by that defense and demonstrating the rightness of your faith and your correct handling, in all things, of the word of truth.
1:8205
καὶ οὕτως γινομένης ὁμονοίας ἐν Κυρίῳ, οὐ λέγω μετὰ τοῦδε καὶ τοῦδε, ἀλλὰ μετ' ἐμοῦ μόνου τοῦ ταπεινοῦ, ἤρθη τὸ σκάνδαλον ἐκ μέσου καὶ συνήφθη τὰ διεστῶτα·
這樣,在主裡達成和睦——我不是說與這人或那人和好,而是單單與我這卑微者和好——絆腳石就會從中除去,分裂的就重新聯合;
And thus, when concord in the Lord comes about — I do not mean with this man or that, but with me alone, the humble one — the scandal will be removed from the midst, and the things that were divided will be joined together;
1:8206
καὶ ὁ Κύριος ἐν μέσῳ ἡμῶν καὶ οὐ βλασφημούμενον τὸ ὄνομα αὐτοῦ δι' ἡμᾶς, οὐ λέγω ἐν τοῖς ἔθνεσιν, ἀλλ' ἐν τοῖς χριστιανοῖς
主也就在我們中間,祂的名不再因我們的緣故被褻瀆——我不是說在外邦人中間,而是在基督徒中間。
and the Lord will be in our midst, and his name will not be blasphemed because of us — I do not mean among the Gentiles, but among Christians.
1:8207
κἄν τινες διαφέρωνται, μετὰ τὴν εἰς ἀλλήλους συμφωνίαν διδαχθήσονται καὶ συναφθήσονται δι' ἡμῶν αὐτῶν τῶν ταπεινῶν, ὑπερασπιζομένων σου ὡς ἐμαυτῶν
即使仍有人存著歧見,在彼此達成和睦之後,他們也將藉著我們這些卑微的人受教並聯合起來,我們必如同保護自己一樣保護你。
And even if some are still at variance, after mutual agreement has been reached they will be instructed and joined together through us, the humble, who will defend you as we would ourselves.
1:8208
καὶ ἵλεως ἔσται θεὸς καὶ ὁ βίος σου οὕτω μακάριος καὶ τὸ τέλος σου αἰνετὸν καὶ τὰ ἐγκαταλείμματά σου ἐν δικαιοσύνῃ
神必施恩憐憫,你的一生也必因此蒙福,你的結局必得稱讚,你的後人必立於公義之中。
And God will be gracious, and your life thus blessed, and your end praiseworthy, and your posterity established in righteousness.
1:8209
Ἰδοὺ δευτέρα ἡ ἐπιστολή μου αὕτη ἡ εὐτελής
看哪,這是我這封微不足道的信,如今已是第二封了。
Behold, this letter of mine, poor as it is, is now the second.
1:8210
καὶ εἰ μὲν δράσεις τὰ δέοντα, δηλῶν καὶ ἀπολογούμενος περὶ πάντων ὧν ἐγκαλῇ, ἐκερδήθης ὁ ἀδελφὸς ἡμῶν, κυριολέκτως εἰπεῖν, καὶ χαίρομεν ἐπὶ σοὶ μέγα οἱ ταπεινοί·
你若做該做的事,就凡你被控告的一切事說明並申辯,那麼,說句實在話,我們的弟兄就得著了,我們這些卑微的人也必因你大大歡喜;
And if you do what is needful, declaring and defending yourself concerning all the things of which you are accused, then, to speak properly, our brother will have been won, and we, the humble, will rejoice greatly over you;
1:8211
εἰ δέ, ὅπερ ἀπείη, ἐμμείνῃς ἐν τῇ αὐτῇ σιωπῇ καὶ ἀπειθείᾳ, βαστάσοις τὸ κρίμα αἰώνιον, ἄπρακτα ἀσκῶν, μᾶλλον δὲ ὀλεθρίως σχίζων τὸν λαὸν τοῦ θεοῦ διὰ τῆς οἰκείας ἰδιοπραγίας
但你若——願這事不要發生——仍舊保持同樣的沉默與悖逆,你就要擔當永遠的審判,你的苦修徒勞無功,甚或因你自己一意孤行,毀滅性地分裂了神的百姓。
but if — which may it not be — you persist in the same silence and disobedience, you will bear an eternal judgment, practicing your asceticism to no purpose, or rather ruinously splitting the people of God through your own private conduct.
1:8212
ἡμεῖς δὲ προσέξομεν τῷ ἀποστόλῳ λέγοντι, αἱρετικὸν ἄνθρωπον μετὰ μίαν καὶ δευτέραν νουθεσίαν παραιτοῦ, εἰδὼς ὅτι ἐξέστραπται ὁ τοιοῦτος καὶ ἁμαρτάνει ὢν αὐτοκατάκριτος
至於我們,我們要謹守使徒所說的話:「分門結黨的人,警戒過一兩次,就要棄絕他,因為知道這等人已經背道,犯了罪,自知有罪還執意為之。」
But we will heed the Apostle who says: 'Reject a factious man after a first and second admonition, knowing that such a one has been perverted and sins, being self-condemned.'
1:8213
{ Ἀρχιμανδρίτῃ Γοτθίασ} Χάριν ὁμολογοῦμεν τῷ ἁγίῳ θεῷ, ὅτι ἠξιώθημεν δέξασθαι γράμματα ἀγαπητικὰ τῆς ὁσιότητος ὑμῶν, οὐ μὴν χρῄζομεν ἀπολογίας διὰ τὴν βραδυτῆτα·
〔致哥特亞大修道院院長〕我們向聖潔的神獻上感謝,因我們蒙恩得以領受閣下充滿愛心的信函;我們並不需要為遲延而致歉;
[To the Archimandrite of Gotthia] We give thanks to the holy God, that we were deemed worthy to receive the loving letter of your holiness; yet we have no need of an apology for the delay;
1:8214
τίνες γὰρ ἡμεῖς οἱ εὐτελεῖς ἢ τίνος ἕνεκεν ὅλως τὸ τῇ ἡμετέρᾳ οὐθενότητι ἀναφέρειν ὑμᾶς περὶ τῶν συγκινούντων ὑμᾶς ἀναγκαίων; ὅμως ἐπειδὴ μετριόφρονες τυγχάνοντες οἴδατε καὶ τοῖς ἐλαχίστοις συμπεριφέρεσθαι, εἰκότως καὶ αὐτοὶ γεγράφατε καὶ ἡμεῖς ἐδιδάχθημεν, οὐ μόνον ὅσα ἡ ἐπιστολή, ἀλλὰ καὶ ὅσα οἱ ταύτην ἐπιφερόμενοι αἰδεσιμώτατοι ἀδελφοὶ καὶ πατέρες ἐδίδαξαν
因為我們這些卑微的人算什麼?又為何要把您們所關心的緊要之事,呈報給我們這無足輕重的人呢?然而,既然您們心存謙遜,也懂得體恤最微小的人,您們理所當然地寫了信來,我們也因此受了教誨——不僅從信中的內容,也從攜帶此信而來的、那些最可敬的弟兄與教父們所教導的事上。
for who are we, the lowly, or for what reason at all should you refer things to our nothingness concerning the urgent matters that stir you? Yet since, being of a modest mind, you know how to bear even with the least, you have rightly written, and we have been instructed — not only by what the letter contained, but also by what the most reverend brothers and fathers who brought it taught us.
1:8215
καθ' ὧν ἁπάντων ὁ θεὸς ἡμῶν ὑπερασπιστὴς καὶ τῶν ἐπιφερομένων ἀλόγως αἰτιαμάτων διαλλάκτης
願我們的神在這一切事上作您的護衛者,並使那些無理加諸於您的指控得以化解。
May our God be the defender in all these matters, and the reconciler of the accusations unreasonably brought against you.
1:8216
συνεισοίσομεν δὲ καὶ ἡμεῖς οἱ ταπεινοί, εἴ ποτε λόγος γίνοιτο, τὰ παρ' ἑαυτῶν ἐν τοῖς φθάζουσιν ἐνδιαβάλλειν, οὐ χάριν ὑμῖν καταβαλλόμενοι, ἀλλὰ τὸ κεχρεωστημένον τῇ ἀγάπῃ ἀποπληρώσοντες
我們這些卑微的人,若日後有機會提及此事,也必竭盡所能,事先駁斥那些誣衊之詞,這並非為了博取您的感激,而是要償還愛所欠的債。
And we, the humble, shall also contribute our own part, should occasion ever arise, in refuting beforehand the slanders — not thereby laying up favor for you, but discharging what is owed to love.
1:8217
οὗ χάριν ἠναγκάσθημεν ἐπιστεῖλαι καὶ τῷ θεοφιλεστάτῳ πατρὶ καὶ ἀρχιερεῖ κυρίῳ Φιλαρέτῳ, εἴ γε καὶ προσδεχθείη ἡ παράκλησις ἡμῶν τῶν ταπεινῶν, συνδέουσα τὰ πρὸς εἰρήνην, ἧς οὐδὲν λυσιτελέστερον καὶ ἐφ' ᾗ Χριστοῦ μαθηταὶ οἱ ἀπ' αὐτοῦ κεκλημένοι ὀφείλουσι χαρακτηρίζεσθαι
為此,我們也不得不寫信給至為敬虔的教父、大祭司斐拉勒托斯主教閣下,但願我們這卑微者的懇求能蒙接納,好將促進和睦的事聯結起來——沒有什麼比和睦更有益處了,凡稱為基督門徒的人,都當以此為標記。
For this reason we were also compelled to write to the most God-beloved father and high priest, lord Philaretus, in case our humble entreaty might be accepted, binding together the things that make for peace — than which nothing is more profitable, and by which the disciples of Christ, who are called after him, ought to be marked out.
1:8218
Ταῦτα ὡς ἐν κεφαλαίῳ περὶ τῶν κατεπειγόντων
以上是關於緊要事務的概要。
These things, in summary, concerning the urgent matters.
1:8219
ὑπὲρ δὲ τῶν ἄλλων τί καὶ ἐπεζητήθημεν ὅλως ἀποκριθῆναι, ἐχόντων ὑμῶν τῶν θεοδιδάκτων τὴν θεοχάρακτον βίβλον τοῦ Μεγάλου Βασιλείου, διδάσκουσαν τοῦ μοναδικοῦ εἴτουν κοινοβιακοῦ βίου τὰ σωτήρια καὶ ὀνησιφόρα, ἧς χωρὶς οὐκ ἔστιν οὔτε καθοδηγῆσαι θεοπρεπῶς οὔτε καθοδηγηθῆναι λυσιτελῶς καὶ ἄρχοντα καὶ ἀρχόμενον; ἐκεῖνος ἐρωτώμενος ἐπὶ πάσῃ ὑποθέσει καὶ ἀφορμῇ τῆς ἐν κοινοβίῳ ἱερᾶς ζωῆς διὰ Πνεύματος Ἁγίου ἀποκέκριται καὶ ὁ ἐκείνῳ στοιχῶν ἐστοίχησεν τῷ Ἁγίῳ Πνεύματι, ὁ δ' αὐτῷ ἀπειθῶν ἠπείθησεν τῷ ἐν αὐτῷ φθεγξαμένῳ Χριστῷ
至於其他的事,為何還要來詢問我們的答覆呢?您們這些蒙神教導的人,既擁有大巴西流那本神所默示的著作,教導修道、也就是團體共住生活中一切得救而有益的事;沒有這本書,無論是治理者或受治理者,都無法以合乎神心意的方式引導或蒙引導,也無法從中得益。他在被詢及團體共住之神聖生活的每一個題目與情況時,都藉著聖靈作了回答;凡與他所言一致的人,就是與聖靈一致;凡違背他的人,就是違背了在他裡面說話的基督。
But as for the other matters, why should we even be asked at all to answer, when you, taught by God, possess the God-inscribed book of the great Basil, which teaches the saving and profitable things of the monastic, that is, the cenobitic life — without which it is not possible for either the one who leads or the one who is led to guide, or to be guided, in a manner befitting God and to profit thereby? He, when questioned on every matter and occasion of the sacred cenobitic life, answered through the Holy Spirit; and whoever walks in step with him has walked in step with the Holy Spirit, while whoever disobeys him has disobeyed Christ, who spoke within him.
1:8220
τὰ γοῦν συμπίπτοντα ἐξ ἀπροσεξίας τοῖς ἀδελφοῖς σφάλματα οὐκ ἐξὸν ἐπὶ λαϊκῶν προσώπων κρίνεσθαι καὶ αὐτὸς ὁ ἱερὸς ἀπόστολος βοᾷ·
至於弟兄們因疏忽而發生的過失,本不可交由俗人來裁決;聖使徒本人也曾大聲疾呼:
As for the failings that befall the brothers through inattention, it is not permitted that they be judged before lay persons; and the sacred Apostle himself cries out:
1:8221
τολμᾷ τις ὑμῶν πρᾶγμα ἔχων κρίνεσθαι ἐπὶ τῶν ἀδίκων καὶ οὐχὶ ἐπὶ τῶν ἁγίων; καὶ μεθ' ἕτερα·
「你們中間有彼此相爭的事,怎敢在不義的人面前求審,不在聖徒面前求審呢?」此外還說:
'Does any one of you, having a dispute, dare to go to law before the unrighteous, and not before the saints?' And, further on:
1:8222
οὕτως οὐκ ἔνι ἐν ὑμῖν οὐδεὶς σοφός, ὃς δυνήσεται διακρῖναι ἀνὰ μέσον τοῦ ἀδελφοῦ αὐτοῦ, ἀλλὰ ἀδελφὸς μετὰ ἀδελφοῦ κρίνεται, καὶ τοῦτο ἐπὶ ἀπίστων; ἴσον δὲ τῶν ἀπίστων ἐστὶν τὸ ἐπὶ τῶν λαϊκῶν τὰ τῶν μοναχῶν ἐξετάζεσθαι καὶ ἀνοίγειν θύραν οἷς οὐ θεμιτὸν παρακύπτειν εἰς τὰ ἡμέτερα·
「這樣看來,你們中間就沒有一個有智慧的人,能審斷弟兄們彼此間的事嗎?你們竟是弟兄與弟兄相告,而且告在不信主的人面前!」把修士的事拿到俗人面前審查,正等同於拿到不信者面前,也是為那些不可窺探我們內部之事的人打開了一道門;
'Is it so, that there is not among you a single wise man who will be able to arbitrate between his brothers, but brother goes to law with brother, and that before unbelievers?' Now it is equivalent to unbelievers, for the affairs of monks to be examined before lay persons and for a door to be opened to those for whom it is not lawful even to glance into our affairs;
1:8223
καὶ τοῦτο ἀπᾷδόν ἐστι παντάπασι καὶ ἀσύμφορον τῇ ἐκκλησίᾳ τοῦ θεοῦ
這對神的教會而言,完全是格格不入、毫無益處的。
and this is altogether discordant and unprofitable for the Church of God.
1:8224
τούτου λόγος, οὔτε τὸ ἀποσείεσθαι ἀκίνδυνον (φησὶ γάρ, τὸν ἐρχόμενον πρός με οὐ μὴ ἐκβάλω ἔξω) οὔτε τὸ προσίεσθαι ἁπλῶς καὶ ὡς ἔτυχεν καὶ ἀποκείρειν ἀνεπιστημόνως ὅσιον·
關於這事,道理是這樣的:拒絕〔前來投靠的人〕並非沒有危險(因為主說:「到我這裡來的,我總不丟棄他出去」),但草率隨意地接納人、不加辨識地為人剃度,也絕非聖潔之舉;
The account of this matter is: neither is it without danger to turn someone away (for he says, 'him who comes to me I will in no way cast out'), nor is it holy to admit anyone simply and at random, and to tonsure without discernment;
1:8225
εἰ γὰρ οὐδεὶς στρατευόμενος ἐμπλέκεται ταῖς τοῦ βίου πραγματείαις, ἵνα τῷ στρατολογήσαντι ἀρέσῃ, καθὰ γέγραπται, πόσῳ δὴ οὖν μᾶλλον ἐπὶ τῇδε τῇ θεολέκτῳ στρατιᾷ; πᾶσιν ἀποτάξασθαι δεῖ, πάντων ἀπογυμνωθῆναι χρή, πάντων ἀπορραγῆναι δέον καὶ σχέσεων καὶ οἰκείων καὶ φίλων καὶ συγγενῶν καὶ τοῦ σύμπαντος κόσμου κατὰ διάθεσιν ξενωθῆναι τόν γε ὡς ἀληθῶς ἀκολουθεῖν μέλλοντα τῷ Χριστῷ, εἶθ' οὕτως στοιχηθῆναι καὶ διαπλασθῆναι τὴν θεοστοιχῆ καὶ θεόπλαστον μοναδικὴν ἕξιν καί, πεῖραν δόντα καὶ βάσανον ἀρετῆς, οὕτως εἰσαχθῆναι τῇ μαρτυρίᾳ τῶν πολλῶν εἰς τὴν μοναδικὴν τελείωσιν καὶ ἕνα γενέσθαι τῶν τοῦ Χριστοῦ προβάτων
因為凡從軍打仗的,都不將世務纏身,好叫那招他當兵的人喜悅,正如經上所記;何況在這蒙神呼召的軍隊裡,豈不更當如此?凡真心要跟從基督的人,都必須棄絕萬有,必須脫去一切,必須斷絕一切——包括情感、家人、朋友、親屬——並且在心志上與整個世界隔絕;然後才能被塑造、形成那合乎神旨意、由神所塑造的修道品格;並在經過考驗、承受德行的試煉之後,才能憑眾人的見證,被引入修道的成全,成為基督羊群中的一隻。
for if no one serving as a soldier entangles himself in the affairs of civilian life, that he may please the one who enlisted him, as it is written, how much more so in this God-summoned army? One who truly intends to follow Christ must renounce all things, must be stripped of all things, must be torn away from all things — both attachments, and household, and friends, and relatives — and must be estranged in disposition from the whole world; and only then must he be brought into conformity with, and fashioned into, the God-conforming and God-shaped habit of the monk; and having given proof and undergone the trial of virtue, thus be admitted, upon the testimony of many, into monastic perfection, and become one of the sheep of Christ.
1:8226
ἀμυήτως δὲ καὶ ἀμαθῶς, ὡς ἀπήγγελται ἡμῖν, ἀποκείρεσθαι ἐπικίνδυνον καὶ ὀλεθριώτατον καὶ τῷ κειρομένῳ καὶ τῷ κείροντι·
至於未經啟蒙、不曾受教便為人剃度,如我們所聞,這對被剃度者與施剃度者而言,都是極其危險、極為有害的;
But to be tonsured without initiation and without instruction, as has been reported to us, is dangerous and most ruinous both for the one being tonsured and for the one who tonsures him;
1:8227
ἀλλὰ γὰρ καὶ ἀποσχηματίζειν μοναχὸν ἴσον ἐστὶ τῷ ἀποβαπτίζειν
使一位修士脫去修道服,其實等同於使他脫離洗禮。
indeed, to strip a monk of his habit is equal to un-baptizing him.
1:8228
ὅλως τολμᾶται τοῦτο γίγνεσθαι; φρικτόν ἐστι καὶ ἀκουόμενον
竟然有人膽敢做出這種事嗎?這實在是連聽聞都令人戰慄的事。
Is this really dared to be done at all? It is dreadful even to hear of.
1:8229
εἰ δὲ μετὰ τοῦ δεόντως ἀποκεῖραι, ἐπειδὴ ὑπονοστοῦσί τινες πρὸς τὰ χείρονα, τοὺς τοιούτους, ἐπιμένοντας τῇ κακίᾳ καὶ μὴ ἰωμένους ἑαυτοὺς ἐν τοῖς ψυχικοῖς ἀρρωστήμασιν, ἐκκόπτεσθαι χρὴ τῆς ἀδελφότητος καθ' ὁμοίωσιν τῶν σεσηπότων μελῶν, ὡς ἂν μὴ τῇ συνεχείᾳ καὶ τὸ ὑγιὲς βλάπτοιτο·
至於在正當剃度之後,若有人日漸墮落,這樣的人,若仍堅持惡行、不肯醫治自己靈魂上的疾病,就必須如同割除腐爛的肢體一般,將他們從弟兄團體中割除,免得因持續接觸而連累健康的部分;
But if, after being duly tonsured, some decline toward the worse, such persons — if they persist in wickedness and do not heal themselves of their sicknesses of soul — must be cut off from the brotherhood, in the likeness of putrefied members, lest the healthy part also be harmed through continued contact;
1:8230
συμφέρει σοι ἵνα ἓν τῶν μελῶν σου ἀποκοπῇ καὶ μὴ ὅλον τὸ σῶμά σου βληθῇ εἰς τὴν γέενναν τοῦ πυρός
「你的一個肢體受損,勝過全身都丟在地獄的火裡,這對你更有益處。」
'It is better for you that one of your members be cut off, than that your whole body be thrown into the Gehenna of fire.'
1:8231
ἐὰν δὲ ἄλλῳ δυνατὸν ᾖ τὸν ἐκκοπέντα προσήκασθαι κατὰ φιλανθρωπίας τρόπον, οὐκ ἔξω τοῦ εἰκότος, εἴ γε εὑρεθείη ἐπιστημονικωτέρως ἰατρεύων, ἀλλὰ μὴ ἀπολλυμένῳ συμπεριφερόμενος
但若有人能以慈愛的方式,接納那被割除的人,只要他能以更高明的醫治之法接納他,而非只是縱容一個正在滅亡的人,那也並非不合情理。
But if it should be possible for another to receive back the one cut off, in a manner of loving-kindness, this is not unreasonable — provided he is found to heal in a more skillful way, and is not merely indulging one who is perishing.
1:8232
οἱ δὲ ἄλλως κουφότητι ἀποπηδῶντες τοῦ κοινοβίου ἀπρόσδεκτοι ἔστωσαν ταῖς ἄλλαις ἀδελφότησιν, ἵνα συνασπισμὸς ᾖ καὶ συμφωνία κατὰ πάντα τοῖς πᾶσι καὶ μὴ ὑπ' ἀλλήλων τὰ ἀλλήλων καταλύοντες σπουδάσματα, ἐξ ὧν οὐ κεφαλὴ ὁ Χριστός, ὁ τῇ εἰρήνῃ συνδέων τὰ πάντα, ἀλλὰ τίς; ἀπευκταῖον καὶ λέγειν
至於那些出於輕率而擅自脫離團體共住生活的人,別的弟兄團體不應接納他們,好使眾人在一切事上都能同心協力、彼此和睦,不致互相拆毀彼此的辛勞成果——若真如此,那作頭的就不再是那以和平聯結萬有的基督,而會是誰呢?這實在是不堪言說之事。
But those who, out of mere fickleness, leap away from the cenobium, let them be unacceptable to the other brotherhoods, so that there may be a united defense and agreement in all things among all, and that we may not undo one another's labors — from which it would not be Christ, who binds all things together in peace, who is head, but who? It is dreadful even to say.
1:8233
δοῦλον δὲ ἔχειν μοναχὸν καὶ μοναστήριον τοσοῦτον ξένον, ὡς καὶ τὸ ἔχειν γυναῖκα·
修士或修道院蓄養奴僕,這與蓄養妻子一樣,都是極其陌生、不合宜的事;
For a monk or a monastery to keep a slave is as alien a thing as it is to keep a wife;
1:8234
ἀμφότερα γὰρ τῆς παρακοῆς εὑρήματα
因為這兩者都是悖逆所發明出來的。
for both are inventions of disobedience.
1:8235
καὶ τοῖς εἰς τὸ κατ' ἀρχὰς ἀναδραμεῖν ἐφιεμένοις διὰ τῆς μοναδικῆς πολιτείας καὶ τὴν ἀπήμονα τοῦ παραδείσου ζωὴν μιμεῖσθαι ἐζηλωκόσιν ἀπόβλητα τὰ προειρημένα
對那些渴望藉著修道生活重返起初境地、並立志效法樂園中那無憂無慮生活的人而言,以上所說的事都是必須棄絕的。
And for those who long to return, through the monastic way of life, to the condition of the beginning, and who have set their zeal on imitating the untroubled life of paradise, the aforesaid things are to be cast away as unfit.
1:8236
Ταῦτα οὐκ οἴκοθεν, ἀλλ' ἐξ ὧν οἱ θεοφόροι πατέρες φθέγγονται συνειληχότες ὑπομνηστικῶς ἐφθεγξάμεθα, αἰτούμενοι ὑμᾶς τοὺς πανιέρους προσεύχεσθαι μὴ μόνον λέγειν ἡμᾶς τὰ καλά, ἀλλὰ καὶ πράττειν ἐν Κυρίῳ
以上這些並非出於我們自己,而是我們從那蒙神感動的教父們所說的話中彙集而來,作為提醒之言說出;我們懇求你們這些至聖的人為我們禱告,使我們不僅能說出美善的話,也能在主裡實行出來。
These things we have spoken not from ourselves, but having gathered them from what the God-bearing fathers utter, we have spoken them by way of reminder, asking you, most holy ones, to pray that we may not only speak good things, but also do them in the Lord.
1:8237
{ Στεφάνῳ ἡγουμένῳ} Ἡ συχνότης τῶν γραμμάτων πυκνουμένην δείκνυσι τὴν ἀγάπην τῆς τιμιότητός σου, πατρικῷ ἔθει ἐπερειδομένην·
〔致司提反院長〕您的來信如此頻繁,顯示閣下的愛心正日益加增,這愛正倚靠著慈父般的習性;
[To Stephen the Hegoumenos] The frequency of your letters shows the increasing love of your honor, resting upon a fatherly habit;
1:8238
κἀκεῖνος γὰρ ὁ μακάριος πρὸς τοῖς ἄλλοις αὐτοῦ κατορθώμασι καὶ τῷδε τῷ ἐπιτηδεύματι δημιουργῶν ἦν πρὸς τοὺς ἀδελφοὺς τὸ τῆς ἀγάπης καλόν
因為那位有福之人,除了他其他的美德成就之外,也藉著這樣的作法,在弟兄中間建立起愛的美善。
for that blessed man too, besides his other achievements, was accustomed, by this very practice, to work out toward the brothers the good work of love.
1:8239
γράφε τοίνυν, ὦ τριπόθητε, πατρῴζων ἐν τούτῳ, ἡμᾶς τε ἡδείους ποιῶν τῷ συνεχεῖ τοῦ φθέγματος·
因此,至可親愛的人啊,請你繼續寫信,效法那位教父的作風,藉著不斷的音訊使我們歡喜;
Write, then, O thrice-desired one, playing the father's part in this, and making us glad by the continuity of your words;
1:8240
μὴ μέντοι ἐπαίνει μηδὲ σύγκρινε χρυσῷ μόλιβδον μηδὲ μαργαρίτῃ πηλόν, προσεύχου δὲ μᾶλλον καὶ ὑμῶν τῶν ἐκείνου ὀπαδῶν κατόπιν ἰέναι διὰ τὸ ἀχρεῖόν με εἶναι ἐν πᾶσι, κἂν αὐτὸς ὠφελεῖσθαι λέγοις πρὸς ἡμῶν τῶν ἀνωφελῶν, ἀγαπητικῶς φερόμενος
只是不要稱讚我,也不要拿鉛與金相比,或拿泥土與珍珠相比;反倒要為我禱告,好叫我也能跟隨在你們——他的追隨者——之後,因為我在凡事上都是無用之人,儘管你出於愛心,說自己因我們這些無益之人而蒙了益處。
only, do not praise me, nor compare lead with gold, nor clay with pearl; rather pray that I too may follow behind you, his followers, since I am useless in all things — even though you yourself, carried along by love, say that you are benefited by us who are unprofitable.
1:8241
εἰ δὲ καί τι ὀνησιφόρον σου γίνοιτο, θεῷ τὸ πρᾶγμα ἀναθετέον, τῷ δι' ἀλλήλων καὶ ἐν ἀλλήλοις οἰκονομοῦντι τὰ κατὰ χρείαν
若你確實蒙了什麼益處,這事應當歸功於神,是祂藉著彼此、在彼此裡面,照著各人所需而施行安排。
And if any benefit should come to you, the matter must be attributed to God, who administers what is needful through one another and in one another.
1:8242
πρὸς δὲ τῶν ἐκ μετανοίας ἀνασφηλάντων, σφραγῖδα ἐπὶ τραπέζης ἢ κατὰ ἄλλην τινὰ περιπέτειαν δεδέχθαι τοὺς ἤδη διαπεφευγότας τὸν ὄλισθον, ἤδη ἐπὶ πατέρων ἁγίων, σχεδὸν εἰπεῖν, συνοδικῶς συνεζητήθη καὶ συνεκροτήθη εὖ ἔχειν, καὶ ἡμῖν τοῖς ταπεινοῖς εὐαπόδεκτον τὸ πρᾶγμα καὶ φυλαττόμενον καὶ ἄλλοις μεταδιδόμενον
至於那些從失足中因悔改而恢復過來的人——是否可以在餐桌上、或因其他情況,為那已脫離失足之過的人劃十字聖號——這事幾乎可以說,早在聖教父們的時代,已經在會議中共同商討並確立為妥當的做法;對我們這些卑微的人而言,這事也是可以接受的,一直被謹守遵行,並傳授給他人。
As for those who have recovered from a lapse through repentance — that a sign of the cross be received over the table, or in some other circumstance, by those who have already escaped that fall — this, one might almost say, has already, in the time of the holy fathers, been jointly examined synodically and confirmed to be a good practice; and to us, the humble, the matter is well received, and it is being kept and handed on to others.
1:8243
εἰ οὖν καὶ αὐτὸς οὕτω βούλοιο κρατεῖν, καὶ ἐπαινοῦμεν καὶ ἀποδεχόμεθα·
所以,若你自己也願意如此持守,我們既贊同,也接受。
If, then, you too are willing to hold to this, we both approve and accept it;
1:8244
τὸ γάρ τινας ἀπαναίνεσθαι ἐθελοθρησκείας ἐστὶν ἔργον, κατηγορουμένης ὑπὸ τοῦ ἀποστόλου, ἀλλ' οὐκ ἐχούσης οὔτε τὸ ἔννομον οὔτε τὸ φιλάδελφον
因為有些人拒絕這樣做,這是出於私意敬拜的作為,是使徒所斥責的,既不合乎法度,也不合乎手足之愛。
for that some refuse it is the work of self-devised religion, condemned by the Apostle, and possessing neither what is lawful nor what is brotherly.
1:8245
ἀσφαλὲς ἔχειν, μήτε κανόνος θεσπίζοντος μήτε τοῦ θεσπεσίου ἡμῶν ἱεράρχου ἀπείργοντος ἡμᾶς τοῦτο δέχεσθαι; ἢ οὐχὶ μᾶλλον ἀναιρετικόν ἐστι μετανοίας καὶ ἀπογνωστικόν ἐστι σωτηρίας τὸ τὸν ἀξιούμενον μετέχειν τῶν ἁγιασμάτων καὶ σημειοῦν ἑαυτὸν τῇ σταυροειδεῖ εἰκόνι μὴ ἐξεῖναι σφραγίζειν βρῶμα κοινὸν εἴτε ἰδίᾳ εἴτε δημοσίᾳ; ἢ οὐκ ἴσμεν ὅτι ὁ ἀγαθὸς ἡμῶν θεὸς καὶ Κύριος, ὁ μόνος ἀναμάρτητος καὶ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ὑπὸ πόρνης τοὺς ἀχράντους πόδας ἠνέσχετο καὶ χειραπτεῖσθαι καὶ ὑπαλείφεσθαι δάκρυσιν ὥσπερ καὶ μύρῳ; ἀλλὰ καὶ μετὰ τελωνῶν ἐσθίει καὶ παρὰ τελώναις καὶ μαθητεύει τελώνας·
……這樣持守是否穩妥呢?既沒有教規明文規定,也沒有我們那位受神默示的教長禁止我們接受此事;抑或說,那被視為配得領受聖物、可用十字聖號標記自己的人,卻不准他為普通食物劃十字聖號——無論私下或公開——這豈不是更足以廢棄悔改之功、使人對得救絕望嗎?我們豈不知道,我們良善的神與主,那唯一無罪、擔當世人罪孽的那位,曾容忍一個娼妓用手撫摸祂那無玷的雙腳,並用她的眼淚如同用香膏一樣抹在上面嗎?祂甚至與稅吏同席,在稅吏家中用飯,並且使稅吏作了門徒;
...is it safe to hold, when neither does any canon decree it, nor does our divinely inspired hierarch forbid us to accept this practice? Or is it not rather destructive of repentance and productive of despair of salvation, that one who is deemed worthy to partake of the sanctified gifts and to mark himself with the sign of the cross should not be permitted to seal common food, whether privately or publicly? Or do we not know that our good God and Lord, the only sinless one, who takes away the sin of the world, permitted his undefiled feet to be touched by the hands of a harlot and anointed with her tears as though with myrrh? Indeed, he even eats with tax collectors, and dines in the houses of tax collectors, and makes disciples of tax collectors;
1:8246
καὶ οὐδὲν αὐτῷ οὕτω φιλητὸν ὡς τὸ ἐπιστρεπτικὸν ἐξ ἁμαρτίας καὶ ἀγαπητικὸν ἐπ' ἀλλήλοις
在祂看來,沒有什麼比從罪中回轉、彼此相愛更為可愛的了。
and nothing is so beloved by him as that which turns back from sin and that which loves one another.
1:8247
ἐντεῦθεν καὶ χαρακτηρίζεσθαι τοὺς μαθητὰς αὐτοῦ ὑπογράφει, καί γε τὸν μακάριον Πέτρον μετὰ τὴν ἄρνησιν πρώταρχον τῶν λοιπῶν ἀποστόλων ἀναδείκνυσιν·
由此祂也規定,祂的門徒當以此為標記,甚至在彼得不認主之後,仍立他為其餘使徒之首;
Hence he also prescribes that his disciples be marked by this very thing, and indeed, after his denial, he shows the blessed Peter forth as first in rank among the rest of the apostles;
1:8248
οὗ τί μεῖζον εἰς παράστασιν τοῦ προκειμένου λόγου; τί δὲ ἀσυνετώτερον τῶν ἀμαθῶς καὶ οἰηματικῶς μὴ καταδεχομένων σφραγίζειν καὶ προσεύχεσθαι τοὺς ἤδη τῇ μετανοίᾳ βελτιωθέντας; Ἡμεῖς τοιγαροῦν οἱ ταπεινοὶ οὕτως ἔχομεν, ὡς προείρηται, καὶ ὑμῖν συμβουλεύομεν, ἄλλοι δέ, ἄλλως ἔχοντες, ὄψονται περὶ τούτου
還有什麼比這更能證明眼前所論之事呢?又有什麼比那些出於無知與自負、不許已因悔改而變好的人劃十字聖號並禱告的人,更為愚昧的呢?我們這些卑微的人,就如前面所說的那樣持守,也如此勸勉你們;至於別人若有不同看法,就讓他們自己去斟酌此事吧。
And what is greater than this for demonstrating the point at hand? And what is more senseless than those who, out of ignorance and conceit, refuse to allow those who have already been made better through repentance to sign themselves with the cross and to pray? We, then, the humble, hold as has been said above, and so we counsel you; but others, holding a different view, will see to this matter for themselves.
1:8249
πρὸς ἃ δὲ ὁ ἀδελφὸς ἡμῶν Συμεὼν ἠρώτησεν, ἀπεκρίθημεν, καὶ ἐφιέμεθα ἐν πᾶσι πρὸς ἀνάπαυσιν ὑμῶν εἶναι τῶν σεβασμίων οἱ ταπεινοὶ καὶ εὐχόμεθα ἀσινεῖς ὑμᾶς διαφυλάττεσθαι ἐν πᾶσιν
至於我們的弟兄西面所提出的問題,我們已作了答覆;我們這些卑微的人,在凡事上都渴望能使你們這些可敬的人得享安息,並祈願你們在一切事上都蒙保守、平安無恙。
As for what our brother Symeon asked, we have answered; and we, the humble, desire in all things to be for the rest and comfort of you, the revered, and we pray that you be kept unharmed in all things.
1:8250
{ Κατηχητικὴ πρὸς τοὺς ἐν Κυζίκῳ} Ἡδέως εἴδομεν τοὺς περὶ τὸν ἀδελφὸν Συμεών, τὸν εἰς κεφαλὴν ὑμῶν τεταγμένον, τὸ μὲν διὰ τὴν τοῦ χρόνου ἀπουσίαν, τὸ δὲ διὰ τὴν καλὴν πολιτείαν·
〔致西集庫斯眾人的教誨信〕我們很高興見到西面弟兄一行人——他被立為你們的領袖——一則因為他久不在此,一則因為他美好的行為;
[A Catechetical Letter to Those in Cyzicus] We were glad to see those around brother Symeon, who has been appointed as your head — partly because of his long absence, and partly because of his good conduct;
1:8251
ἀγαθὴ γὰρ πολιτεία καὶ αὐτῷ καὶ ὑμῖν τὸ τοσούτους ἐπὶ τὸ αὐτὸ ἀδελφοὺς συζῆν ἐν δεδιωγμένοις χρόνοις·
因為在這被逼迫的時代,能有這麼多弟兄同心共居在一處,這對他和對你們而言,都是美好的行為;
for it is good conduct, both for him and for you, that so many brothers should dwell together in one place in these times of persecution;
1:8252
ὅπου γὰρ δύο ἢ τρεῖς τυγχάνοιεν ὄντες, ἐπαίνου ἄξιον, ὡς τοῦ Χριστοῦ μεσιτεύοντος κατὰ τὴν ἐπαγγελίαν, τὸ δὲ τοσούτους εἶναι, ὅλον μοναστήριον καὶ μεγάλην συνοδίαν, ἀναντίρρητον τὸ ἐγκώμιον
凡有兩三個人聚集之處,就已值得稱讚,因為基督照祂的應許親自在其中作中保;而如今竟有這麼多人聚在一起,成為一整個修道院、一個龐大的團體,這樣的讚美更是無可辯駁的。
for where even two or three happen to be gathered, it is worthy of praise, since Christ mediates according to his promise; but for there to be so many — a whole monastery and a great community — the praise is beyond dispute.
1:8253
καὶ χάρις Κυρίῳ, ὃς ἔδωκεν ὑμῖν ἐν ἑνὶ πνεύματι, μιᾷ ψυχῇ συναθλεῖν τῇ πίστει τοῦ εὐαγγελίου καὶ διαφέρειν ἐν ταὐτῷ τὸν ἀσκητικὸν βίον δίαθλον καὶ διαυγῆ καὶ διαστεφῆ ἀγῶνα ἐν τούτῳ περαιοῦσθαι
感謝主,祂使你們得以在同一個靈裡、同一個心志中,為福音的信仰一同奮鬥,並在同一處持守修道生活,在其中完成一場英勇、光明、得冠冕的競賽。
And thanks be to the Lord, who has granted you, in one spirit and one soul, to strive together for the faith of the gospel, and, in that same place, to carry through the ascetic life, and to bring to completion in it a contest well-fought, radiant, and crowned.
1:8254
ἐβουλόμεθα δὲ καὶ ὑμᾶς αὐτοὺς τοὺς ἀπόντας κατ' ὀφθαλμοὺς ἰδεῖν καὶ συμπαρακληθῆναι τῇ κοινωνίᾳ τοῦ πνεύματος, ὡς ἂν καὶ τοὔνομα καὶ πρόσωπον καὶ ἦθος καὶ λόγον ἑνὸς ἑκάστου κατεμάθομεν·
我們也很願意親眼見到你們這些不在眼前的人,並在聖靈的團契中彼此得安慰,好叫我們能認識每一位的名字、面容、性情與言語;
We wished also to see you yourselves, though absent, with our own eyes, and to be mutually comforted by the fellowship of the Spirit, so that we might come to know the name, face, character, and speech of each one;
1:8255
ἀλλ' ἐπεὶ τοῦτο ἠδυνάτει γενέσθαι, εἴδομεν ὑμᾶς ἤδη διὰ τοῦ προηγουμένου καὶ τῶν ὁμοταγῶν ὑμῶν, ὧν ἡ θέα ἔθρεψεν ἡμῶν τὰς καρδίας, εὐλαβείᾳ κεχαρακτηρισμένη
但既然這事無法辦到,我們已藉著你們的院長與同列的弟兄們見到了你們,他們的形像——那滿有虔敬之標記的形像——滋潤了我們的心。
but since this could not come to pass, we have already seen you through your superior and your companions of like rank, whose sight, marked with reverence, has nourished our hearts.
1:8256
Τί οὖν ἐστι λοιπὸν εἰπεῖν; ἵνα, καθὼς χάριτι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἠθροίσθητε καὶ συνηρτήθητε ἁρμονίᾳ πνευματικῇ καὶ συμψυχίᾳ ὁμονοητικῇ, διαλάμψαντες ἐν τοῖς αὐτόθι καθάπερ τινὲς ἀστέρες ἐν τῇ ζοφερᾷ τῆς αἱρέσεως νυκτί, καὶ πρὸς τὸ ἑξῆς οἱ αὐτοὶ διαμείνοιτε, σύμψυχοι, τὸ ἓν φρονοῦντες, ὁμογνώμονες, ὑποτακτικοί, πειθήνιοι, εὐήκοοι, εὐχάριστοι, εὔκλητοι, φίλαγνοι, σώφρονες, ἀπαρρησίαστοι, ἄρτιοι, κατηρτισμένοι ἐν παντὶ ἔργῳ ἀγαθῷ, ἔτι λάμποντες, ἔτι αὐγάζοντες, ἔτι φωτοβολοῦντες, ἔτι ἁλίζοντες, ὡς ἂν καὶ περὶ ὑμῶν εἰκότως ῥηθείη ὑπὸ τοῦ Κυρίου·
那麼,還有什麼可說的呢?惟願你們既蒙我們主耶穌基督的恩典聚集在一起,以屬靈的和諧與同心的合一聯結起來,在那地方閃耀,如同群星在異端那陰暗的長夜中發光,願你們今後仍然如此存留:同心同德,思念一樣的事,意念相合,順服、聽從、樂於聆聽、心存感恩、隨時聽命、愛慕清潔、清心自守、不逞己意,完備無缺,在一切善工上齊備,仍然發光,仍然照耀,仍然放光,仍然作鹽——好叫主也能合宜地這樣論到你們:
What, then, remains to be said? That, just as by the grace of our Lord Jesus Christ you have been gathered together and joined in spiritual harmony and like-minded unity of soul, shining forth there like stars in the gloomy night of heresy, so also for the time to come you may remain the same: united in soul, thinking the one thing, of one mind, submissive, obedient, ready to listen, thankful, ready at every call, lovers of purity, sober-minded, unassuming, complete, equipped for every good work, still shining, still gleaming, still giving forth light, still salting — so that concerning you too it might fittingly be said by the Lord:
1:8257
ὑμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου·
「你們是世上的光;」
'You are the light of the world.'
1:8258
ὑμεῖς ἐστε τὸ ἅλας τῆς γῆς
「你們是地上的鹽。」
'You are the salt of the earth.'
1:8259
τάχα δὲ ἐπειδὴ τὴν ὀρεινὴν κατοικεῖτε, καταλλήλως ἐπᾴδοιτο κἀκεῖνο περὶ ὑμῶν, οὐ δύναται πόλις κρυβῆναι, ἐπάνω ὄρους κειμένη, ὄρους, δηλαδὴ ὑψηλῆς πολιτείας, ἐφ' ᾗ οἱ ἐπιβεβηκότες ὡς ἐν οὐρανῷ ἐπὶ τῆς γῆς διατρίβουσιν, ὧν οὐκ ἄξιος ὁ κόσμος κατὰ τὸ ἀποστολικῶς εἰρημένον
或許,因為你們居住在山區,那另一句話也適合用來歌頌你們:「城造在山上,是不能隱藏的」——這山,也就是崇高的德行生活,凡登上這山的人,就如同活在天上一般度日於地上,正如使徒所說,這世界配不上這樣的人。
And perhaps, since you dwell in the mountainous region, that other saying too might fittingly be chanted over you: 'A city set on a hill cannot be hidden' — a hill, that is, of lofty conduct, upon which those who have ascended spend their days on earth as though in heaven, men of whom the world is not worthy, according to what has been said in apostolic fashion.
1:8260
Βλέπετε, τέκνα καὶ ἀδελφοί, ὅπως ὑμᾶς ἦρεν ὁ λόγος τῆς ἀληθείας, ἄνω θεὶς τοῖς ἐγκωμίοις καὶ ὑποδείξας ἀληθινοὺς εἶναι μοναστάς, ὁμολογητὰς Χριστοῦ, φυγάδας κόσμου, ἄνδρας ἐπιθυμιῶν τῶν κρειττόνων, σαρκὸς παθοκτόνους, στεφανίτας ἐν πνεύματι
兒女與弟兄們哪,你們看,真理之道如何提升了你們,用讚美將你們高舉,並顯明你們是真修士、基督的認信者、逃離世界的人、追求更美善之慾望的人、治死肉體情慾的人、在靈裡得冠冕的勝利者。
See, children and brothers, how the word of truth has raised you up, setting you on high with its praises and showing you to be true monks, confessors of Christ, fugitives from the world, men of nobler desires, slayers of the passions of the flesh, crowned victors in the Spirit.
1:8261
καὶ ταῦτα μὲν λόγοι γυμνοὶ τῆς ἀνταποδόσεως ἄρτι·
以上這些,眼下不過是論及報償的空泛言辭——
And these are, for the present, but bare words concerning the recompense—
1:8262
τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων
都在乎我們的主耶穌基督,願榮耀與權能都歸於祂,直到永永遠遠。
of our Lord Jesus Christ, to whom be the glory and the dominion unto the ages of ages.
1:8263
{ Γρηγορίῳ τέκνῳ} Ἐχάρην ἐπὶ τῷ γράμματί σου, τέκνον ἠγαπημένον, ὅτι καὶ ἀστεία ἡ ὁδὸς τῶν ἐν ἄστει καὶ ὑγείαν προσελάβου ἅμα τῷ ἀδελφῷ Ζωσιμᾷ διὰ τῆς ἀφαιμάξεως καὶ τἆλλα ὑμῖν ὅτι κατὰ σκοπὸν ἀπέβη
〔致其子額我略〕蒙愛的孩子啊,我因你的信而歡喜,因為進城的路途順遂,你也與若西馬弟兄一同藉放血而恢復了健康,其餘的事也都如你所願地成就了。
{To Gregory, his son} I rejoiced over your letter, beloved child, that the journey to the city proved a pleasant one, and that together with brother Zosimas you regained your health by means of the bloodletting, and that everything else turned out for you as intended.
1:8264
ἐπὶ δὲ ταῖς παρὰ τοῦ ξενοδόχου προτάσεσι, τί ὅτι παρ' ἡμῶν ἐπεζήτησας ἔτι διασάφησιν, ἐγκεκριμένως ἀποκριθεὶς αὐτῷ κατὰ τὴν τῶν θεοφόρων πατέρων διδασκαλίαν; οὐδὲν περισσότερον ἔχομεν λέγειν τῶν σῶν ἀντιπαραστάσεων
至於接待賓客者所提出的問題,你既已按照那些負神教父的教導,妥善地回答了他,為何還要向我們尋求進一步的說明呢?除了你自己所提出的答辯之外,我們也沒有更多可說的了。
But as for the propositions raised by the guest-master, why is it that you still sought clarification from us, when you had already given him an approved answer according to the teaching of the God-bearing fathers? We have nothing more to say beyond your own counter-arguments.
1:8265
εἰκαιολογοῦσι δέ, ὡς ἔοικε, καὶ οὐ φιλομαθοῦσιν οἱ ἐπερωτῶντες·
然而看來,提出這問題的人不過是空談罷了,並非真心好學;
But it seems that those who raise such questions are speaking idly, and have no real love of learning;
1:8266
ὅμως ἐπειδὴ γέγραπται, ἕτοιμοι ὄντες πρὸς ἀπολογίαν παντὶ τῷ αἰτοῦντι ὑμᾶς λόγον περὶ τῆς ἐν ὑμῖν ἐλπίδος, ἀποκρινόμεθα καὶ ἡμεῖς τάδε
但既然經上記著說:「常作準備,以答覆各人問你們心中盼望的緣由」,我們也如此答覆如下:
Nevertheless, since it is written, 'being ready always to give an answer to everyone who asks you a reason for the hope that is in you,' we too make the following reply:
1:8267
Τὸ τῶν μοναχῶν σχῆμα παρθενίας ἐστὶν ἐπάγγελμα καὶ μυστήριόν ἐστι μοναχικῆς τελειώσεως κατὰ τὴν φωνὴν τοῦ θείου καὶ πανσόφου Διονυσίου
修士的服裝乃是守貞的宣誓,也是修道成全的奧祕,正如神聖睿智的狄尼修所言。
The habit of monks is a profession of virginity, and it is the mystery of monastic perfection, according to the word of the divine and all-wise Dionysius.
1:8268
καὶ τὸ λέγειν τινὰς τὸ πόθεν παρεδόθη τὸ ἀποτάσσεσθαι καὶ γίνεσθαι μοναχόν; οὐδὲν ἕτερόν ἐστιν εἰπεῖν ἢ ὅτι πόθεν παρεδόθη γίνεσθαί τινα χριστιανόν; ὁ γὰρ τὸ πρότερον θεσμοθετήσας ἀποστολικῇ παραδόσει καὶ τὸ δεύτερον ἐξέδωκεν, ἓξ μυστήρια ἐκτεθεικώς, πρῶτον περὶ φωτίσματος, δεύτερον περὶ συνάξεως εἴτουν κοινωνίας, τρίτον περὶ τελετῆς μύρου, τέταρτον περὶ ἱερατικῶν τελειώσεων, πέμπτον περὶ μοναχικῆς τελειώσεως, ἕκτον περὶ τῶν ἱερῶς κεκοιμημένων
至於有人問:「棄絕世俗、成為修士,這是從何處傳授而來的呢?」這無異於問:「一個人成為基督徒,又是從何處傳授而來的呢?」因為那位藉使徒傳統制定前者的,也同樣頒布了後者,並闡明了六件奧祕:第一是論光照〔洗禮〕,第二是論集會亦即聖餐,第三是論聖膏傅油之禮,第四是論司祭品位的成全,第五是論修道生活的成全,第六是論安息於聖德中的亡者。
And as for some who ask, 'From whence has it been handed down to renounce the world and become a monk?'—this is no different from asking, 'From whence has it been handed down for someone to become a Christian?' For the very One who by apostolic tradition instituted the former also delivered the latter, having set forth six mysteries: first, concerning illumination; second, concerning the synaxis, that is, communion; third, concerning the rite of holy chrism; fourth, concerning the priestly perfections; fifth, concerning monastic perfection; sixth, concerning those who have fallen asleep in holiness.
1:8269
τί οὖν ἔστιν εἰπεῖν ἐν τούτοι; ὅτι ὁ ἀμφισβητῶν περὶ ἓν τῶν εἰρημένων ἀμφιβάλλει δῆλον ὅτι καὶ περὶ τῶν ἄλλων μὴ θεοπαραδότως ἔχειν καὶ τῇ τοῦ ἑνὸς ἀναιρέσει συνανῄρηται ἐξ ἀναγκαίου καὶ τὰ λοιπά·
那麼對此應如何說呢?凡對上述其中一項有所質疑的人,顯然也就懷疑其餘各項並非出於神所傳授,而一旦廢去其中一項,其餘也必然隨之一併廢去;
What then is to be said about this? That whoever disputes concerning one of the things mentioned clearly also doubts that the others do not hold by divine tradition, and by the removal of the one, the rest are necessarily abolished together with it;
1:8270
καὶ οὔτε φώτισμα οὔτε σύναξις οὔτε θεῖον μύρον οὔτε ἱερατικὴ τελείωσις οὔτε τῶν ἱερῶς κεκοιμημένων διατύπωσις εἶεν ἄν, εἴπερ μὴ πάρεστιν ἡ μοναχικὴ τελείωσις, καὶ ἐσμὲν ἐθνόφρονες, ἄθεοι ὄντες ἐν τῷ κόσμῳ καὶ ἐλπίδα μὴ ἔχοντες
若無修道生活的成全,則既無光照,也無集會,也無聖膏,也無司祭品位的成全,也無安息於聖德中者的禮儀規範——那我們就成了異教心思之人,在世上沒有神,也沒有盼望。
and there would be neither illumination, nor synaxis, nor holy chrism, nor priestly perfection, nor the ordinance for those who have fallen asleep in holiness, if monastic perfection were not present—and we would be pagan-minded, without God in the world, and without hope.
1:8271
τοιοῦτός ἐστιν ὁ τὴν πρότασιν εἰσάγων, τὸ πόθεν παρείληπται μονάζειν ἄνθρωπον
提出「人成為修士究竟是從何而來」這個問題的人,正是如此之人。
Such is the man who raises the proposition, asking from whence it has been received for a person to become a monk.
1:8272
καὶ οὔπω λέγω ὅτι καὶ πάντες οἱ ἔξοχοι τῶν θεοφόρων πατέρων καὶ μονασταὶ γεγόνασι καὶ τὸν μοναδικὸν βίον ὡς ἀγγελικὸν ἐκθειάζουσιν·
我尚且還未提及,所有卓越的負神教父們自己也都成了修士,並將修道生活譽為天使般的生活;
And I do not even yet mention that all the eminent among the God-bearing fathers themselves became monks, and extol the monastic life as angelic;
1:8273
πρὸς ὧν καὶ τὰ διατυπωτικὰ τῆς ἱερᾶς ζωῆς συγγράμματα
也正是由他們,寫成了闡明聖潔生活規範的著作。
by whom also were composed the writings that set forth the order of the sacred life.
1:8274
εἰ δέ τινι νοῦς πάρεστι, πάντως εὑρήσει καὶ αὐτὸν τὸν θεῖον Διονύσιον πῶς κατὰ τοὺς ἀγγελικοὺς διακόσμους καὶ τοὺς ἱερατικοὺς βαθμοὺς καὶ τοὺς ἔξω ἱερωσύνης ἰσαρίθμως τρισὶ τάξεσιν ἀπένειμεν, πρώτην καὶ εἰσαγωγικὴν τῶν ἔτι μαιευομένων, ἤτοι κατηχουμένων, δευτέραν τῶν πεφωτισμένων καὶ τρίτην τῶν μοναχικῶς τελειουμένων·
若有人具備理解力,必能發現,神聖的狄尼修本人也照著天使品級與司祭品位,將司祭以外之人同樣分為對應的三個等級:第一級是引導級,即尚在被孕育中的人,亦即慕道者;第二級是已受光照者;第三級則是在修道生活中得成全者;
But if anyone has understanding, he will certainly discover how the divine Dionysius himself, in accordance with the angelic orders and the priestly ranks, assigned those outside the priesthood likewise to three corresponding orders: the first, an introductory one, of those still being brought forth, that is, the catechumens; the second, of the illuminated; and the third, of those being perfected in the monastic life;
1:8275
καὶ τὸ τοῖς ἐναργέσι μάχεσθαι ἀναισθήτων ἐστὶν ἢ ἀβαπτίστων
與顯而易見的事實爭辯,那只是麻木無知或未受洗之人才會做的事。
and to fight against what is self-evident belongs only to those who are senseless or unbaptized.
1:8276
Τὸ δεύτερον πρόβλημα περὶ τῶν νηπίων, ὅτι, φησίν, ὁ Ἅγιος Βασίλειος ἐν τοῖς κανόσιν ἐπιτρέπει ἐρχόμενα εἰς τὴν ἔννομον ἡλικίαν, εἰ μὴ φέροιεν τὸν ζυγὸν τῆς ἐν παρθενίᾳ ζωῆς, ἀποσχηματίζεσθαι
第二個問題是關於幼童〔奉獻入修道院者〕的:據說聖巴西略在其教規中容許,他們一旦到達法定年齡,若無法承擔守貞生活的軛,便可脫去修道服。
The second problem concerns the children given to monasteries: that, he says, Saint Basil in his canons permits that, when they come of legal age, if they cannot bear the yoke of the life of virginity, they may lay aside the habit.
1:8277
οὐχ οὕτως, ἀλλὰ νομοθετήσας πάντα ἐν πᾶσι θείῳ πνεύματι καὶ σωτηρίως τῷ κόσμῳ καὶ ὡς οὐκ ἂν ἐπινοηθεῖεν βελτιώτερόν τι γίνεσθαι, κἄν τινες ἀφρονεύοντες πειρῶνται τὰ κρείττονα νομοθετεῖν·
並非如此;他乃是靠著神聖的靈,在各方面都為世界的救恩立下律法,以致無法設想有更佳的作法,縱使有些人愚昧地企圖另立更「好」的規條;
It is not so; rather, he legislated all things, in every respect, by the divine Spirit and savingly for the world, in such a way that nothing better could ever be conceived, even though some, acting foolishly, attempt to legislate what they consider preferable;
1:8278
αὐτὸς καὶ περὶ τῶν ἀπὸ πρώτης ἡλικίας προσερχομένων τοῖς ἀναδεδεγμένοις τὸν τῆς ἡγεμονίας θεσμὸν νενομοθέτηκεν·
他自己也已就那些自幼年起便被送到擔任治理之責者〔即院長〕面前的孩童,立下了規定;
he himself has also legislated concerning those who from their earliest age are brought to those who have undertaken the office of governance;
1:8279
καὶ ἡ βίβλος δηλοῖ καὶ τὸ καθ' ἔπος λέγειν ἐνταῦθα οὐκ ἐπαρκές, πλὴν ὅτι μετὰ τὴν συμπλήρωσιν τοῦ λόγου, ἤγουν ἀπὸ ἑξκαιδεκαετίας καὶ πρός, μεθ' ὃν καὶ τιμαὶ καὶ τιμωρίαι, ὥς φησιν αὐτός, περὶ αὐτῶν ἐγκρίνεσθαι δεῖν, καὶ συνάπτεσθαι ταῖς ἀδελφότησιν διὰ τῆς μοναχικῆς τελειώσεως προστέταχε
書中對此有明白的說明,雖然在此逐字引述並不足夠——唯獨他指出,凡到達理性成熟之齡,亦即滿十六歲以上者(在此之後,如他所言,對他們應當論斷賞罰),便當透過修道的成全,使其加入弟兄團體之中。
and the book makes this clear, though it is not sufficient here to recite it word for word—except that after the completion of the age of reason, that is, from sixteen years and onward (after which, as he himself says, both honors and penalties ought to be determined concerning them), he has ordained that they be joined to the brotherhoods through monastic perfection.
1:8280
καὶ ἔκτοτε μετατιθεμένους πρὸς τὸν κοινωνικὸν βίον ἐξ ἀνατροπῆς πονηρᾶς μηδὲ θύραν ἀνοίγεσθαι αὐτοῖς κατὰ ψιλὴν περίοδον ἐξ ὧν ἀπέστησαν κεκέλευκεν·
並且自此以後,對於那些因邪惡的顛覆而轉向世俗生活的人,他已規定:不得僅憑時間的流逝,就為他們重開回到其所離棄之處的門;
And from that time on, he has ordained that for those who thereafter turn to life in the world through wicked subversion, no door is to be opened to them by the mere passage of time, back to that from which they have departed;
1:8281
ἔνδοθεν δὲ τοῦ προειρημένου ἔτους, εἰ μὴ αἱρουμένους τὸν ἐν παρθενίᾳ βίον, ἢ καὶ αἱρουμένους ἀλλὰ μὴ θέλοντας κατηρτισθῆναι πρὸς τὴν μοναχικὴν ζωήν, ἀποκρίνεσθαι καὶ ἀποπέμπεσθαι εἰς τὸν κοινωνικὸν βίον, ὡς μὴ ὀνείδη ἀνάπτεσθαι ταῖς ἀποτυχίαις τῷ ἱερῷ βίῳ
但在前述年限之內,若他們不選擇守貞的生活,或雖選擇了卻不願接受修道生活的訓練,就應將其區分並遣送回世俗生活,以免因少數人的失敗,而使聖潔的生活蒙受譏誚。
but within the aforesaid year, if they do not choose the life of virginity, or even if they choose it but are unwilling to be trained for the monastic life, they are to be set apart and sent away into the life of the world, so that the failures of a few may not kindle reproach against the sacred life.
1:8282
νομίμως καὶ κατηρτισμένως, διὰ τοῦτο τὰ ἄνω κάτω καὶ ἱερεὺς καὶ προφήτης ἐξέστησαν κατὰ τὸ γεγραμμένον καὶ μυριόδοξος παράδοσις καὶ αὐτόκριτος νομοθεσία οὐ διὰ θεοφιλίαν, ἀλλὰ διὰ φιλαργυρίαν, οὐδὲ διὰ σωτηρίαν, ἀλλὰ διὰ φιλοκερδίαν
——當合法而井然有序地行事。然而正因如此,一切都天翻地覆,司祭與先知都驚駭不已,正如經上所記;於是產生了無數私意的傳統與自訂的律法——並非出於愛神,而是出於貪財;也不是為了救恩,而是為了貪圖利益。
—lawfully and in due order. But because of this, all things have been turned upside down, and both priest and prophet have been struck with astonishment, as it is written; and there has arisen a tradition of countless private opinions and a self-appointed legislation—not out of love for God, but out of love of money; not for the sake of salvation, but for the sake of love of gain.
1:8283
καὶ πρὸς ταῦτα ἐγὼ ὁ τάλας ἀποκρίνεσθαι οὐκ ἔχω ἢ στένειν καὶ σκυθρωπάζειν καὶ τὰς ἑαυτῶν ἁμαρτίας ἀποκλαίειν·
面對這一切,我這可憐之人實在無言以對,唯有嘆息、憂容滿面,並為自己的罪過而哭泣;
And in the face of these things, I, wretched man, have nothing to answer, except to groan, to be downcast, and to weep over my own sins;
1:8284
σὺ δὲ σωθείης, τέκνον ἠγαπημένον
願你得蒙拯救,蒙愛的孩子。
but may you be saved, beloved child.
1:8285
{ Θεοκτίστῳ ἐρημίτῃ} Δεξάμενος τὸ γραμματεῖον τῆς τιμιότητός σου καὶ ἀναγνοὺς εἰς ὑπήκοον τοῦ θεοφιλεστάτου ἀρχιεπισκόπου καὶ ἀδελφοῦ μου ἅμα τοῖς συνοῦσιν ἀδελφοῖς εὐχαρίστησα ὁ ταπεινὸς τῷ Κυρίῳ, ὃς ἔκλινεν τὴν καρδίαν σου γράψαι ὀρθῶς τὸ τῆς πίστεως σύμβολον·
〔致隱士德敖克提斯托〕我接到閣下尊貴的來信,並在最蒙神所愛的總主教——我的弟兄——以及與我同在的弟兄們面前宣讀了它,我這卑微之人便向主感恩,因祂使你的心傾向於正確地寫出信仰的信經;
{To Theoktistos the Hermit} Having received the letter of your honor, and having read it aloud in the hearing of the most God-beloved archbishop, my brother, together with the brothers present with me, I, in my humility, gave thanks to the Lord, who inclined your heart to write the symbol of the faith correctly;
1:8286
τὸ γὰρ ὁμολογεῖν δέχεσθαι τὴν παλαιὰν καὶ νέαν διαθήκην καὶ πάντα τὰ ὑπὸ τῶν ἁγίων πατέρων παραδεδομένα τῇ ἐκκλησίᾳ τοῦ θεοῦ κεφαλαιωδῶς ἡ ὀρθότης ἐστὶ τῆς πίστεως
因為承認並接受新舊約聖經,以及聖教父們所傳授予神的教會的一切,總括來說,就是信仰的正確性;
for to confess and accept the Old and New Testament, and everything handed down to the Church of God by the holy fathers—this, in sum, is the correctness of the faith;
1:8287
ἐπειδὴ δὲ καὶ αἱρετικοῖς ἔστι ταῦτα λέγειν, οὐ μὴν εὑρίσκεσθαι κατὰ τοὺς λόγους αὐτῶν ὀρθοτομοῦντας τὸν λόγον τῆς ἀληθείας, διὰ τοῦτο καὶ παρὰ τῶν πεμφθέντων ἀδελφῶν, καὶ μάλιστα παρὰ τοῦ ἀββᾶ Σωσιπάτρου, ἐπεζητήσαμεν τὸ ἀκριβές, καθὰ καὶ ἐζήτησας ἐν τοῖς γράμμασι, διὰ τὸ μὴ πάντα ἐγχωρεῖν ἀπαγγέλλειν τὴν ἐπιστολήν, καὶ εὕρομεν χάριτι Χριστοῦ ἀπαγγέλλοντας αὐτοὺς ὀρθοφρόνως τὰ παρὰ σοῦ αὐτοῖς παρατεθέντα
然而,即便是異端也能說出這些話,卻在其論述中查不出他們正確地講解真理的道;因此,我們也透過所派遣的弟兄們——尤其是透過索西帕托修士院長——尋求精確的答案,正如你在信中所要求的那樣,因為一封信不可能涵蓋一切;藉基督的恩典,我們發現他們以正統的思想,轉述了你向他們所陳明的內容。
But since even heretics can say these same things, without, however, being found in their arguments to rightly divide the word of truth, for this reason we also sought precision through the brothers who were sent, and especially through Abba Sosipatros—just as you also requested in your letter, since a letter cannot contain everything—and by the grace of Christ we found that they reported, in an orthodox spirit, the things you had set before them.
1:8288
Τίνα δὲ ταῦτα; δεῖν γὰρ ἐν κεφαλαίοις ἐπισημανθῆναι
那麼,這些究竟是什麼呢?理當扼要列出重點。
What, then, are these things? For they ought to be noted in summary points.
1:8289
πρῶτον περὶ τῆς ἁγίας Θεοτόκου·
第一,關於聖母,天主之母:
First, concerning the holy Theotokos:
1:8290
φασὶ γὰρ λέγειν σε ὅτι πρὸ τῶν αἰώνων ἡ παρθένος
據說你曾聲稱,童貞女在諸世代之先便已存在;
for they say you claimed that the Virgin existed before the ages;
1:8291
τοῦτο ἐπειδὴ ἀρνεῖσαι μήτε λέγειν μήτε δὲ φρονεῖν, ἀλλ' ὁμολογεῖν ἐξ ἀνδρὸς καὶ γυναικὸς Ἰωακεὶμ καὶ Ἄννης τετέχθαι αὐτήν, εὖ ἂν ἔχοι
既然你現在否認曾如此說過或如此相信,反倒承認她是由約雅金與亞納二人所生,如此便甚好。
since you now deny either saying or believing this, but instead confess that she was born of a man and a woman, Joachim and Anna, it would be well.
1:8292
δεύτερον περὶ τοῦ Κυρίου, ὅτι οὐκ ἐσταυρώθη·
第二,關於主:祂並未被釘十字架;
Second, concerning the Lord: that he was not crucified;
1:8293
ἐπειδὴ δὲ ὁμολογεῖς ἐσταυρῶσθαι αὐτὸν κατὰ τὰς γραφάς, εὖ ἂν ἔχοι
既然你承認祂是照聖經所記被釘十字架的,如此便甚好。
since you confess that he was crucified according to the Scriptures, it would be well.
1:8294
τρίτον περὶ τῶν ἀγγέλων καὶ τῶν δαιμόνων, ὅτι μετὰ τὴν κρίσιν ἀποκατάστασις ἔσται πάλιν καὶ γενήσεται μία ποίμνη, εἷς ποιμήν
第三,關於天使與魔鬼:審判之後將再有萬物復興〔萬有復和〕,並將只有一群羊、一個牧人;
Third, concerning the angels and the demons: that after the judgment there will again be a restoration, and there will be one flock, one shepherd;
← 上一段下一段 →
1

新的原文誦讀上線時通知我

每次有新章節誦讀影片就寄一封信。採雙重確認,隨時可一鍵取消。