📜 Verbum · 聖言
原文誦讀聖經與教父文獻
♥ 贊助

← 回書卷目次 · 希臘教父 › 書信集

書信集 第 1 章 第 47/55 段

希臘文原文.167 節.部分字詞可點開查義.本章太長已分段,此段為 1:8295–1:8461(全章共 9659 節)

← 上一段下一段 →
ℹ️ 本語料沒有逐節的詞法標註。原形主要取自同語言其他書卷的逐詞標註(不是這一節的標註),少數查不到的才回頭依字形比對詞典。同形的罕見字仍可能判錯,需要精確判斷時請覆核原文與專門詞典。
ℹ️ 中英對照為本站自譯,直接譯自本頁的原文(非和合本/WEB —— 那兩者譯自馬所拉文本,與本頁底本不同)。
1:8295
καὶ ἐπειδὴ τοῦτο ἀπαρνεῖσαι καὶ ὁμολογεῖς αἰώνιον εἶναι καὶ τὴν κρίσιν καὶ τὴν βασιλείαν τῶν οὐρανῶν, εὖ ἂν ἔχοι
既然你否認此說,並承認審判與天國都是永恆的,如此便甚好。
and since you deny this, and confess that both the judgment and the kingdom of heaven are eternal, it would be well.
1:8296
τέταρτον περὶ μοναχοῦ ἑνός, ὅτι δύναται τῆς κολάσεως ῥύσασθαι ἑκατὸν πεντήκοντα κρινομένους
第四,關於某位修士:據說他能使一百五十名受審判者脫離刑罰;
Fourth, concerning a certain monk: that he is able to deliver a hundred and fifty of those under judgment from their punishment;
1:8297
καὶ ἐπειδὴ τοῦτο ἀπαρνεῖσαι καὶ λέγεις μήτε μετάνοιαν εἶναι μετὰ θάνατον μήτε τινὰ τὸν δυνάμενον ἐξελέσθαι ἀπὸ τῆς θεοῦ ἀπονεμηθείσης ἑκάστῳ κολάσεως, εὖ ἂν ἔχοι
既然你否認此說,並主張死後既無悔改,也沒有任何人能使人脫離神為各人所判定的刑罰,如此便甚好。
and since you deny this, and say that there is neither repentance after death, nor anyone able to deliver a soul from the punishment allotted to each by God, it would be well.
1:8298
πέμπτον περὶ βιβλίου τοῦ ἐπιλεγομένου τοῦ Ἀντωνίου, ὅτι λέγεις εὐαπόδεκτον εἶναι, ἐν ᾧ πολλὰ βλάσφημα, ὡς ἡμεῖς αὐτοὶ ἀναγνόντες ἔγνωμεν
第五,關於那本題名為安當〔安東尼〕之書:你曾說它是可接受的,然而我們親自閱讀後,發現其中充滿諸多褻瀆之言;
Fifth, concerning the book called that of Antony: that you say it is acceptable, a book which, as we ourselves discovered upon reading it, contains many blasphemies;
1:8299
καὶ τοῦτο ἐπείπερ ὁμολογεῖς ἀποβάλλεσθαι ὡς ἀλλότριον τῆς ἐκκλησίας τοῦ θεοῦ καὶ μηκέτι μήτε ἔχειν μήτε ἀναγινώσκειν μήτε σὲ μήτε τοὺς μετὰ σοῦ, εὖ ἂν ἔχοι
既然你現在承認要摒棄此書,視為與神的教會無關之物,並表明你與跟隨你的人今後都不再持有或誦讀它,如此便甚好。
and since you now confess to reject it as foreign to the Church of God, and that neither you nor those with you will any longer possess or read it, it would be well.
1:8300
καὶ εὐλογητὸς ὁ θεός, ὁ ποιησάμενος καθαρισμὸν ἐν ὑμῖν τῶν προειρημένων σκανδάλων, καὶ εὐλογημένον τὸ ὄνομα τῆς δόξης αὐτοῦ, τὸ πεῖσάν σε εἰπεῖν χωρικὸν εἶναι καὶ ἀμαθῆ καὶ εἴκειν κατὰ πάντα καὶ πείθεσθαι τῷ λόγῳ τῆς ταπεινώσεώς μου
願神受讚頌,因祂已在你們中間潔淨了前述的種種絆腳石;願祂榮耀的名受讚美,是祂使你甘願自稱為粗鄙無學之人,在凡事上順服,並信從我這卑微之人的言辭。
And blessed be God, who has effected among you a cleansing of the aforesaid scandals; and blessed be the name of his glory, which persuaded you to say that you are a rustic and unlearned man, and to yield in all things and be persuaded by the word of my lowliness.
1:8301
Ἐγὼ δὲ οὐδὲν παρὰ τὰ θειωδῶς ἐκπεφασμένα τοῖς ἁγίοις ἀποστόλοις καὶ προφήταις καὶ πατράσι παραινέσω ἢ διατυπώσω, ἀλλ' αὐτὸ τοῦτο, καθὼς γέγραφας, πιστεύειν σε εἰς τὴν Ἁγίαν Τριάδα, τὴν ἀμερῆ κατ' οὐσίαν, διαιρουμένην δὲ τοῖς χαρακτῆρσιν εἰς πατέρα καὶ υἱὸν καὶ Ἅγιον Πνεῦμα, ἕνα θεόν, ἕνα Κύριον, καθὸ καὶ μία πίστις
但我自己不會在聖使徒、先知與教父們所蒙神啟示宣告的教訓之外,另行勸勉或訂立任何規條,而只是這一件事——正如你自己所寫的——就是你相信聖三一,本質不可分,卻按位格特性分為聖父、聖子、聖神:一神、一主,因為信仰也只有一個;
But I myself shall neither counsel nor prescribe anything beyond what has been divinely declared to the holy apostles, prophets, and fathers, but this very thing—as you yourself have written—that you believe in the Holy Trinity, undivided in essence, yet distinguished by personal characteristics into Father, Son, and Holy Spirit: one God, one Lord, inasmuch as there is also one faith;
1:8302
ἔστι δὲ καὶ ὁ πατὴρ θεὸς καὶ ὁ υἱὸς θεὸς καὶ τὸ πνεῦμα θεός, οὐ τρεῖς θεοὶ (μὴ γένοιτο), ἀλλ' εἷς θεός, ὥσπερ καὶ Κύριος
父是神,子是神,聖神也是神——並非三神(絕無此事),而是一神,如同也只有一主;
and the Father is God, and the Son is God, and the Spirit is God—not three gods (God forbid), but one God, just as also one Lord;
1:8303
τοῦτο τῆς θεολογίας τὸ δόγμα περὶ τῆς οἰκονομίας πιστεύειν ὅτι ὁ εἷς τῆς Τριάδος εὐδοκίᾳ τοῦ πατρὸς καὶ συνεργίᾳ τοῦ Ἁγίου Πνεύματος ἐσαρκώθη ἐκ τῆς ἁγίας Θεοτόκου, προσεισεληλυθότος τοῦ Ἁγίου Πνεύματος ἐν αὐτῇ καὶ οὕτως ἐπισκιάσαντος τῆς τοῦ ὑψίστου δυνάμεως κατὰ τὸ εὐαγγέλιον·
這是關於神學的教義。至於論及救贖經世的教義,則是要相信:聖三一中的一位,因父的美意及聖神的合作,由聖母、天主之母取了肉身,聖神先臨於她,至高者的能力如此蔭庇了她,正如福音書所載;
this is the dogma of theology. As for the dogma of the divine dispensation, it is to believe that the One of the Trinity, by the good pleasure of the Father and the cooperation of the Holy Spirit, was made flesh of the holy Theotokos, the Holy Spirit having first come upon her, and thus the power of the Most High having overshadowed her, according to the Gospel;
1:8304
τε τοὺς ἀγγέλους ὡς ἀγγέλους, ὑπερδεομένων καὶ αὐτῶν πάντων τῶν ἀνθρώπων, τό τε δαιμόνιον φῦλον ἀμιγὲς εἶναι εἰς αἰῶνας ἀτελευτήτους πρὸς αὐτούς, τὸ ἴδιον οἰκητήριον δι' ἀποστασίαν ἀπολιπόντας καὶ καταδεδικασμένους ὑπὸ θεοῦ ἐνδίκοις κολάσεσιν·
並〔承認〕天使就是天使——世人也都極需仰賴他們——又〔承認〕邪魔一族因悖逆而離棄了自己的居所,已被神判以公義的刑罰,直到無窮之世,永不再與天使相混;
and to confess the angels as angels—all men also standing in great need of them—and that the demonic tribe remains utterly unmixed with them unto endless ages, since they abandoned their own dwelling through apostasy and have been condemned by God to just punishments;
1:8305
ὁμολογεῖν καὶ τοὺς ἁγίους πάντας ὡς θεράποντας θεοῦ, πρεσβεύειν τῷ θεῷ δυναμένους εἰς σωτηρίαν ἡμῶν·
又當承認眾聖徒都是神的僕役,他們能為我們的救恩向神代求;
to confess also all the saints as servants of God, able to intercede with God for our salvation;
1:8306
ἔτι ὁμολογεῖν τὰς ἁγίας εἰκόνας αὐτοῦ τε τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, τῆς τε αὐτοῦ μητρός, ἀγγέλων τε καὶ πάντων ἁγίων, προσκυνεῖν καὶ ἀποδέχεσθαι κατὰ τὸ δογματισθὲν τῇ ἐν Νικαίᾳ τὸ δεύτερον συνόδῳ, ἀναθεματίζειν τε πάντας αἱρετικοὺς τοὺς ὑπὸ τῶν συνόδων ἀναθεματιζομένους, ἀνακηρύττειν πάντας τοὺς ὀρθοδόξους παρ' αὐτῶν εὐφημουμένους
此外,又當承認聖像——無論是我們的主耶穌基督本人的、祂母親的、諸天使的,或眾聖徒的聖像——當依照第二次尼西亞大公會議所頒訂的教義加以敬拜與接受;並應絕罰凡被歷屆大公會議所絕罰的一切異端,同時稱頌凡被大公會議所稱許的一切正統信徒。
and further to confess the holy icons—of our Lord Jesus Christ himself, of his Mother, of the angels, and of all the saints—to venerate and accept them according to what was decreed by the second Council of Nicaea; and to anathematize all the heretics anathematized by the councils, and to proclaim all the orthodox praised by them.
1:8307
Αὕτη ἡ εἰλικρινὴς πίστις τῶν Χριστιανῶν, τοῦτο τὸ μαρτύριον τῆς Χριστοῦ ὁμολογίας·
這便是基督徒真誠的信仰,這便是宣認基督的見證;
This is the sincere faith of the Christians; this is the testimony of the confession of Christ;
1:8308
παρὰ ταῦτα ὁ φρονῶν ἤτω ἀνάθεμα ἀπὸ τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος
凡持異見者,願他被父、子、聖神絕罰,
whoever holds otherwise, let him be anathema from the Father and the Son and the Holy Spirit,
1:8309
καθά φησιν ὁ Παῦλος, ὅτι, κἂν ἡμεῖς ἢ ἄγγελος ἐξ οὐρανοῦ εὐαγγελίζεται ὑμῖν παρ' ὃ εὐηγγελισάμεθα ὑμῖν, ἀνάθεμα ἔστω
正如保羅所說:「即使是我們,或是從天上來的天使,若傳給你們的福音與我們所傳給你們的不同,那人該受咒詛。」
just as Paul says: 'even if we, or an angel from heaven, should preach to you a gospel other than what we preached to you, let him be accursed.'
1:8310
ὡς προείρηκα, καὶ πάλιν λέγω·
我先前已說過,現在再說一次:
As I have said before, so now I say again:
1:8311
εἴ τις ὑμᾶς εὐαγγελίζεται παρ' ὃ παρελάβετε, ἀνάθεμα ἔστω
「若有人傳給你們的福音與你們所領受的不同,那人該受咒詛。」
'If anyone preaches to you a gospel other than what you received, let him be accursed.'
1:8312
ἐπεὶ οὖν αὐτὸς λεπτομερῶς ταῦτα οὐκ ἐξεκάλυψας ἐν τοῖς γράμμασί σου, δέον πᾶσα ἀνάγκη ὁμολογῆσαί σε οὕτως φρονεῖν
既然你自己在信中並未詳盡陳明這些事,你就務必當承認自己確實抱持此等信念;
Since, then, you yourself have not set these things forth in detail in your letters, it is altogether necessary that you confess that this is what you believe;
1:8313
τοῦτο δὲ ἔσται πῶς; ἵνα ἐν τῷ πληρώματι τῆς ἐπιστολῆς αὐτῆς ταύτης ὑπογράψῃς κατὰ τὸ ἐμφερόμενον πιττάκιον
然而,這該如何做呢?就是請你在本信結尾處,依照所附的字條簽署即可。
But how shall this be done? By your subscribing, at the close of this very letter, according to the enclosed slip.
1:8314
καὶ οὕτως ἡ εἰρήνη τοῦ θεοῦ, ἡ ὑπερέχουσα πάντα νοῦν, φρουρήσει καὶ βραβεύσει ἡμᾶς τε καὶ ὑμᾶς ἐν ἑνὶ πνεύματι καὶ μιᾷ καρδίᾳ πιστεύειν καὶ λατρεύειν τῇ Ἁγίᾳ Τριάδι ἐπὶ σωτηρίᾳ τῶν τε οἰκείων ψυχῶν καὶ τοῦ διαιρεθέντος λαοῦ εἰς δύο μέρη, ἀπέναντι τοῦ κυρίου Ἰωαννικίου, τοῦ πνευματικοῦ ἡμῶν πατρός, καὶ σοῦ τοῦ τιμίου καὶ πατρὸς καὶ ἀδελφοῦ ἡμῶν
如此一來,那超越一切理智的神的平安,必要保守我們與你們,使我們與你們同心同靈,信奉並敬拜聖三一,以致使我們自己的靈魂,以及那因對我們屬靈之父約安尼基烏斯大人和你——我們尊敬的父與弟兄——而分裂為兩派的百姓,都得蒙救恩。
And thus the peace of God, which surpasses all understanding, will guard and grant to us and to you alike, with one spirit and one heart, to believe in and worship the Holy Trinity, unto the salvation both of our own souls and of the people who have been divided into two parts, regarding the lord Ioannikios, our spiritual father, and you, our honored father and brother.
1:8315
{ Διογένει ἀσηκρῆτις Ἐρώτησις
〔致內廷書記官狄奧格內斯。問:
{To Diogenes the Asekretis. Question:
1:8316
Πῶς δεῖ καλεῖν τὴν Χριστοῦ εἰκόνα καὶ πῶς αὐτὴν προσκυνεῖν χρή
應如何稱呼基督的聖像?又當如何敬拜它?
How ought one to name the icon of Christ, and how ought one to venerate it?
1:8317
Ἀπόκρισις.} Ἡ ἐρώτησις διπλῆν ἔχει τὴν ἀπόκρισιν, ἤγουν τὴν κλῆσιν·
答。〕此問題有雙重答案,亦即關於其名稱的部分;
Answer.} The question admits of a twofold answer, namely, one concerning the naming;
1:8318
λέγεται γὰρ καὶ κυρίως καὶ οὐ κυρίως τὸ ἐπ' αὐτῇ ὀνομαζόμενον
因為就其而稱呼之名,既有本義的說法,也有非本義的說法。
for that which is named in reference to it is spoken of both properly and improperly.
1:8319
κυρίως μὲν γὰρ εἰκὼν Χριστοῦ εἴρηται ἡ εἰκὼν αὐτοῦ, οὐ κυρίως δέ, ὅταν καλῆται Χριστός, ἀλλὰ κατὰ κατάχρησιν, ὡς ἔχει ἐπί τε τοῦ ζωοποιοῦ σταυροῦ καὶ τοῦ τύπου αὐτοῦ·
本義而言,祂的肖像被稱為「基督的聖像」;但若稱之為「基督」,則非本義,而是一種借用的說法,正如稱呼那賜生命的十字架及其形像之情形相同;
For properly speaking, his image is called 'the icon of Christ'; but it is not properly speaking when it is called 'Christ'—rather, this is by a loose figure of speech, as is also the case with the life-giving cross and its representation;
1:8320
ἀναλογοῦν τὸ θεώρημα ὡσαύτως καὶ ἐπὶ τῆς προσκυνήσεως, παραπλησίως τῷ τύπῳ τοῦ σταυροῦ ἡ προσκύνησις
同樣的道理也適用於敬拜之上;〔對聖像的〕敬拜,與對十字架形像的敬拜相似。
the same principle applies likewise also to veneration; the veneration given to it is analogous to that given to the representation of the cross.
1:8321
σχετικὴ γὰρ ὡς τῶν πρός τι ὄντων, πρωτοτύπου τε καὶ εἰκόνος, κατὰ τὴν φωνὴν τοῦ Μεγάλου Βασιλείου·
因為這是一種相對的關係,如同原型與肖像這兩者互為相對存在之物一般,正如大巴西略所言;
for it is relative, as between things that exist in relation to one another—the prototype and the image—according to the word of the great Basil;
1:8322
ἡ γὰρ τιμὴ τῆς εἰκόνος ἐπὶ τὸ πρωτότυπον διαβαίνει
「因為給予肖像的尊榮,乃歸於原型。」
'for the honor given to the image passes over to the prototype.'
1:8323
ἔστι γὰρ τῶν ἀμφοτέρων μία ἡ προσκύνησις, οὐ σχιζομένη οὐδὲ διαιρουμένη, ἀλλ' ἐπὶ μὲν τοῦ πρωτοτύπου οὐσιωδῶς, ἐπὶ δὲ τοῦ παραγώγου σχετικῶς ὑπάρχουσα, ὥσπερ καὶ τὸ εἶδος τῆς μορφῆς, ὅτι ἐκεῖ μὲν φυσικῶς, ἐνταῦθα δὲ μεθεκτῶς πάρεστιν
因為兩者所受之敬拜實為同一,既不分裂,也不區分,只是對原型而言是本質性的存在,對衍生的肖像而言則是相對性的存在——正如形貌的樣式一般:在原型中是天然而在的,在肖像中則是藉分享而在的。
For the veneration of both is one, neither split nor divided, but existing essentially with regard to the prototype, and relatively with regard to the derivative image—just as also the form of a shape, which is present there naturally, but here by participation.
1:8324
Ὁ γοῦν προσκυνῶν τὴν εἰκόνα οὑτινοσοῦν, εἴτε Χριστοῦ, εἴτε τῆς Θεοτόκου, εἴτε ἁγίου, εἴτε ἁπλῶς βασιλέως, εἴτε ἄρχοντος, εἴτε ὑφειμένου ἀνθρώπου, ἐν ταύτῃ προσεκύνησε τὸν οὗπερ αὕτη τυγχάνει εἰκών·
因此,無論何人,凡敬拜任何一幅聖像——無論是基督的、聖母的、聖徒的,或僅僅是皇帝的、官長的,或普通人的肖像——他在那肖像中所敬拜的,正是該肖像所描繪的那一位;
Therefore, whoever venerates the icon of anyone whatsoever—whether of Christ, or of the Theotokos, or of a saint, or simply of an emperor, or of a ruler, or of an ordinary person—venerates, in that icon, the one whose image it happens to be;
1:8325
καὶ οὕτω προσκυνῶν οὐ σφάλλεται, ἀλλ', ὀρθοδόξως ἐρειδόμενος, τοὺς ἐφ' ἑκατέρᾳ τῇ ἀληθείᾳ ἀντιπίπτοντας ἐνδίκως ἀποκρούεται
如此敬拜,他並無過錯,反倒因堅定立於正統信仰之上,得以正當地駁斥那些在真理兩端各自陷入謬誤的人。
and venerating in this manner, he does not err, but, being firmly grounded in orthodoxy, he justly repels those who fall into error on either side of the truth.
1:8326
τίνες δὲ οὗτοι; οἵ τε ἀπαναινόμενοι προσκυνεῖν τὰς σεπτὰς εἰκόνας καὶ οἱ ἐν τῇ προσκυνήσει λέγοντες αὐτὰ τὰ πρωτότυπα φυσικῶς προσκυνεῖν, ὧν ἀμφοτέρων ἐπ' ἴσης τὸ βλάσφημον, τῶν μὲν ὡς ἀναιρούντων τὸ τῆς οἰκονομίας μυστήριον, τῶν δὲ ὡς θεοποιούντων, ἤτοι οὐσιοποιούντων, τὰ μακρὰν ἀπέχοντα τῇ φύσει ἀπὸ τῶν πρωτοτύπων
然而,這些人究竟是誰呢?一是拒絕敬拜聖像者,二是主張在敬拜之際,乃是以自然本質的方式敬拜原型本身者。二者的褻瀆同樣嚴重:前者廢棄了〔救贖〕經世的奧祕,後者則將本質上與原型相去甚遠之物,神化——或者說,等同其本質——於原型。
But who are these? Both those who refuse to venerate the sacred icons, and those who claim that in the act of veneration they venerate the very prototypes themselves in a natural, essential manner. The blasphemy of both is equal: of the former, in that they abolish the mystery of the divine dispensation; of the latter, in that they deify—or rather, make of one essence—things that by nature are far removed from the prototypes.
1:8327
τοιγαροῦν προσκυνητέον τὴν εἰκόνα Χριστοῦ (ὧδε γὰρ ὁ κολοφὼν τοῦ λόγου) σχετικῶς, ἀλλ' οὐ λατρευτέον·
所以,基督的聖像應當受敬拜——因為這正是全篇論述的核心——是相對性的敬拜,而非當以唯獨屬神的欽崇之禮朝拜;
Therefore the icon of Christ is to be venerated—for here is the crown of the argument—relatively, but it is not to be worshiped with the adoration due to God alone;
1:8328
τοῦτο γὰρ φυσικῶς ἐπ' αὐτοῦ Χριστοῦ, ἐπείπερ ἡ λατρεία μία τῆς Τριάδος
因為此等欽崇之禮,本質上唯獨屬於基督自己,因為當獻給聖三一的欽崇之禮只有一個;
for this worship of latria belongs, in essence, to Christ himself alone, since the worship due to the Trinity is one;
1:8329
καὶ οὐδὲ αὐτῇ τῇ Θεοτόκῳ λατρευτέον οὐδὲ αὐτῷ τῷ ζωοποιῷ σταυρῷ
甚至連聖母、天主之母本身,也不應以此欽崇之禮敬拜,連那賜生命的十字架本身亦然;
and not even the Theotokos herself is to be worshiped with such adoration, nor even the life-giving cross itself;
1:8330
οὕτως οὐδὲ τῇ Χριστοῦ εἰκόνι λατρευτέον, ἀλλὰ προσκυνητέον, πασῶν τῶν προσκυνήσεων διὰ μέσου τῶν κατ' αὐτὰς πρωτοτύπων ἐπὶ τὴν μίαν καὶ μόνην λατρευτικὴν προσκύνησιν τῆς Ἁγίας Τριάδος ἀναφερομένων·
因此,基督的聖像同樣不應受此欽崇之禮朝拜,而只當受敬拜——一切敬拜之禮,皆藉由各自原型的中介,最終歸於那唯一、獨一當得欽崇的聖三一敬拜。
thus, neither is the icon of Christ to be worshiped with such adoration, but it is to be venerated—all acts of veneration being referred, through the mediation of their respective prototypes, to the one and only worship of latria due to the Holy Trinity.
1:8331
διάφορον τοῦ ὑφειμένου ἤ προύχοντος προσώπου
……有別於居下位或居上位者的位格。
...differing from the subordinate or superior person.
1:8332
{ Ἰωάννῃ Γραμματικῷ} Τὸ ἀνυπόκριτόν σου τῆς εἰλικρινοῦς ἀγάπης δέδειχεν ἡ τιμιότης σου ἐν τοῖς ἐπανορθωτικοῖς σημειώμασι τοῦ πρὸς ἡμῶν τῶν ἀμαθῶν συνταχθέντος λόγου
〈致文法家約翰〉閣下已在對我等愚拙者所撰論說的訂正批註中,顯明了閣下真誠之愛毫無虛假。
{To John the Grammarian} Your honor has shown the unfeigned sincerity of your love in the corrective notes on the treatise composed by us who are unlearned.
1:8333
καὶ ἔχει μὲν ἐκεῖνα οὕτως ἢ οὕτως συγκεκρίσθαι τῷ λόγῳ
至於那些地方,或可就此論說而有這樣或那樣的評斷。
And as for those points, they may indeed be judged one way or another in relation to that treatise.
1:8334
ἐπειδὴ δὲ ἠπόρησεν πῶς ἡμῖν νενόηται τὸ ὑποκείμενον καὶ ὡς ἄλλως ἐκλαμβάνεσθαι παρ' αὐτῆς, καθὰ ὑπεσημήνατο, συνηπορήσαμεν καὶ ἡμεῖς ὅτι ἠπόρησεν ὁ περὶ πάντα σοφός·
然而,既然閣下對我等如何理解「基體」一詞感到困惑,並如閣下所示意,認為它可另作別解,我等也就此感到困惑:一位在萬事上皆有智慧之人,竟會為此困惑。
But since you were perplexed as to how we understand the term 'substrate,' and how it might be understood otherwise by you, as you indicated, we too were perplexed in turn that one so wise in all things should be perplexed.
1:8335
τὸ γὰρ ὑποκείμενον, ὦ θαυμάσιε, κατὰ Λεόντιον τὸν μακάριον, οὗ τὰ σχόλια ὑπερκαλλῆ, οὐσίαν εἶναι λέγει μετὰ ὑποστάσεως
因為,可敬者啊,依照有福的良提烏(其註釋卓越非凡)所言,「基體」乃是「本質連同位格」。
For the 'substrate,' O admirable one, according to the blessed Leontius—whose scholia are most excellent—is said to be 'substance together with hypostasis.'
1:8336
λέγει δὲ καὶ ὁ Μέγας Βασίλειος οὐχ ἓν τῷ ὑποκειμένῳ ἐπὶ τῆς Ἁγίας Τριάδος; ἀλλὰ γὰρ καὶ ὁ πάνσοφος Διονύσιος ὧδέ πού φησιν τό, πολλὰ τοῖς συμβεβηκόσιν, ἓν τῷ ὑποκειμένῳ·
偉大的巴西流論及聖三一時,豈不也說「於基體上並非為一」嗎?而全智的丟尼修某處也如此說:「在偶性上為多,在基體上為一。」
Does not the great Basil also say 'not one in the substrate' concerning the Holy Trinity? And indeed the all-wise Dionysius somewhere says this: 'many in respect of the accidents, one in the substrate.'
1:8337
συμβεβηκότα δὲ οὐκ ἐν τῇ καθόλου οὐσίᾳ, ἀλλ' ἐν τῇ ὑποστάσει τεθεώρηται, ὡς οἶσθα
而偶性所被觀照之處,並非在普遍的本質中,乃是在位格中,這是閣下所知道的。
But accidents are contemplated not in the universal substance, but in the hypostasis, as you know.
1:8338
ὥστε, εἰπὼν τό, πολλὰ τοῖς συμβεβηκόσιν, ἓν τῷ ὑποκειμένῳ, τὸ ὑποκείμενον οὐσίαν μετὰ ὑποστάσεως εἴληφεν·
由此可見,他說「在偶性上為多,在基體上為一」時,乃是將基體理解為本質連同位格。
So that, in saying 'many in respect of the accidents, one in the substrate,' he has taken the substrate to be substance together with hypostasis.
1:8339
καὶ οὐκ ἔξω τοῦ εἰκότος, ὡς οἶμαι, τῷ κεῖσθαι ἐν τῷ λόγῳ
而依我看來,此說既載於該論述之中,也就不離乎情理之外。
And this, I think, is not beyond what is reasonable, as it stands in that statement.
1:8340
πῶς γὰρ ἂν τὸ μὴ ἓν τῷ ὑποκειμένῳ μὴ οὐχὶ τρισὶ καὶ ὀνόμασι καὶ πράγμασι θεολογηθήσεται, ὡς εἶναι τὸ ὑποκείμενον οὐδὲν ἄλλο ἢ οὐσίαν μετὰ ὑποστάσεως; Εἰ δέ τι ὀπτικώτερον ἐξευρεθείη τῇ ἁγιωσύνῃ σου, μὴ παραιτήσηται διδάξαι τὸν δῶρον πρὸς αὐτῆς ἐγκωμιαζόμενον
因為,那在基體上並非為一者,豈能不在神學上被稱為在名號與實際上皆為三,以致基體無非就是本質連同位格呢?倘若閣下的聖德能發現更為明察之見解,願不吝賜教於這蒙閣下如此盛讚之人。
For how could that which is not one in the substrate fail to be spoken of theologically as three both in names and in realities, so that the substrate is nothing other than substance together with hypostasis? But if something with sharper insight should be discovered by your holiness, may you not refuse to instruct him whom you so generously commend.
1:8341
{ Ἡγουμένῳ} Μέγιστον δῶρον δέδωκεν ὁ θεὸς ἐν τῇ καθ' ἡμᾶς ἐπαρχίᾳ, τιμιώτατε ἀδελφέ, τὸν εὐκλεέστατον κουράτωρα καὶ κράτιστον ἐν εὐσεβείᾳ, ὅτι, Χριστοῦ ἔκδικος γεγονώς, εἷλκεν ὑπὸ χεῖρα τὸν λῃστρικῶς πολιτευόμενον ἐν τοῖς χριστιανοῖς, καίπερ ὄντα τὸ πρότερον ἀνάθημα θεοῦ διὰ τῆς μοναδικῆς τελειώσεως, Ἀμμοῦν λέγω, τόν ποτε ἡμέτερον ἀδελφόν, νῦν δὲ ὑπὸ χεῖρά σου τελοῦντα διὰ μεσιτείας τοῦ ἀξιαγάστου ἀνδρὸς τῇ εὐδοκίᾳ αὐτοῦ Χριστοῦ, τοῦ χαίροντος ἐπὶ σωτηρίᾳ τοῦ ἀπολωλότος
〈致院長〉最可敬的弟兄啊,神在我等所在之省分中,賜下了一份極大的恩賜:那聲譽卓著、在虔敬上極為傑出的監護官;因為他既成了基督的伸張者,便將那在基督徒中過著強盜般生活之人收歸自己手下管教——此人雖曾藉修道之完全而成為奉獻於神的祭物——我是指阿慕恩,昔日我等的弟兄,如今則藉那可敬之人的中保,蒙那喜悅罪人得救之基督的美意,歸於閣下管轄之下。
{To the Hegoumenos} God has given a very great gift in our province, most honored brother: the most illustrious curator, mighty in piety—in that, having become an avenger for Christ, he drew under his own hand the man living the life of a brigand among Christians, although he had formerly been an offering consecrated to God through monastic perfection—I mean Ammoun, once our brother, but now placed under your charge through the mediation of that admirable man, by the good pleasure of Christ himself, who rejoices over the salvation of the one who was lost.
1:8342
ὡς θαυμαστὸν ἔργον τετέλεσται πρὸς τοῦ θεοφιλοῦς κουράτωρος καὶ ἄξιον τῆς κατ' αὐτὸν ἀρετῆς, οὐ μὴν ἀλλὰ καὶ σοῦ, τοῦ πνευματικοῦ πατρὸς καὶ τὸν ἀπολωλότα ὡς Χριστὸς ἐπὶ τῶν ὤμων ἀναλαβόντος
那愛神的監護官所成就的,是何等奇妙的工作,何等配得上他自身的美德!而這不僅是他的功勞,也是屬靈父親閣下的功勞,因閣下如同基督一般,將這迷失者背負於自己肩上。
What a marvelous work has been accomplished by that God-loving curator, and how worthy of the virtue that is in him! And not his alone, but also yours, O spiritual father, who, like Christ, have taken up the lost one upon your own shoulders.
1:8343
Εὐφράνθην οὖν ὁ ταπεινὸς ἐγὼ καὶ ἠγαλλιασάμην, ὅτι τὸ ἀπολωλὸς εὑρέθη καὶ τὸ ἀπωσμένον εἰσῳκίσθη
因此我這卑微之人便歡喜快樂,因那失喪的已尋回,那被棄絕的已被接納歸家。
I therefore, humble as I am, rejoiced and exulted, that what was lost has been found, and what was cast away has been brought home.
1:8344
καὶ χάρις τῷ κράτει καὶ ἐλέει τῆς τοῦ θεοῦ δόξης, τοῦ κἀκεῖνον ἐλεήσαντος κἀμὲ τὸν ταπεινὸν ἐκ τῆς ἀθυμίας ἀνακομίσαντος·
感謝神榮耀的大能與憐憫,祂既憐憫了那人,也將我這卑微之人從沮喪中挽回過來;
And thanks be to the might and mercy of the glory of God, who has had mercy upon that one, and has restored me, humble as I am, from my despondency;
1:8345
ἠθύμουν γὰρ ἀπὸ πολλῶν ἐτῶν ἐπὶ τῇ ἀπωλείᾳ τοῦ υἱοῦ μου
因我為著愛子的失喪,已消沉多年了。
for I had been despondent for many years over the loss of my son.
1:8346
σὺ οὖν ἄρτι πατὴρ αὐτοῦ ἐλέει θεοῦ κεχρημάτικας τῇ ἐπικουρίᾳ τοῦ ἀγαθοῦ μεσίτου καὶ σὺ αὐτὸν προσάξειας θεῷ πρὸς τὸ ἑξῆς·
而今閣下便藉那良善中保之助,蒙神憐憫成了他的父親;願閣下自此以後,將他引領到神面前。
You, then, have now by God's mercy become his father, through the assistance of that good mediator; and may you present him to God from this time forward.
1:8347
ἰδοὺ γὰρ παραδίδωμι αὐτὸν εἰς χεῖράς σου ὡς ἀπὸ αὐτοψίας ὀφθαλμῶν, καὶ καλείσθω σου μαθητὴς καὶ μαθητεύσει σοι ἕως τέλους καὶ κληρονομήσεις τὸν μισθὸν αὐτοῦ εἰς τοὺς αἰῶνας
看哪,我將他交在閣下手中,如同親眼所見一般;願他被稱為閣下的門徒,他也將終身作閣下的門徒,而閣下必要因他的緣故承受永遠的賞賜。
For behold, I hand him over into your hands as though before the very sight of my own eyes; let him be called your disciple, and he will be your disciple to the end, and you will inherit his reward forever.
1:8348
καὶ τήνδε τὴν ἐπιστολὴν ἐπαναγνώσεις αὐτῷ, ὡς ἂν ἔχοι τὸ ἀσφαλές, καθὰ κἀκείνῳ αὐτῷ γέγραφα
並望閣下將此信再次讀給他聽,使他得著確據,正如我也已親自寫信給他一樣。
And you shall read this letter to him again, so that he may have assurance, just as I have also written to him himself.
1:8349
καὶ πληρούσθω τὸ τοῦ ἀποστόλου, ἀλλήλων τὰ βάρη βαστάζετε καὶ οὕτως ἀναπληρώσατε τὸν νόμον τοῦ Χριστοῦ·
願使徒的話得以應驗:「你們各人的重擔要互相擔當,如此就完全了基督的律法。」
And let the word of the apostle be fulfilled: 'Bear one another's burdens, and so fulfill the law of Christ.'
1:8350
ὃς φυλάξειέ σε μετὰ πάσης τῆς θεολέκτου σου συνοδίας, προσευχόμενον καὶ περὶ ἡμῶν τῶν ἁμαρτωλῶν τὰ κρείττονα
願祂與閣下蒙神揀選的全體會眾同在,並保守你們,也求你們為我們這些罪人祈求更美的事。
May he guard you together with your whole God-chosen company, as you pray also concerning us sinners for the better things.
1:8351
{Βασιλείῳ ἡγουμένῳ} Τὰ ὑπὲρ τὴν ἀξίαν ἡμῶν πάντοτε ἡ ἀδελφική σου τιμιότης ἐπιστέλλειν εἴωθεν, τιμαῖς καὶ εὐφημίαις ἀποσεμνύνουσα τὴν οὐθενίαν ἡμῶν·
〈致院長巴西流〉閣下這位弟兄,向來慣以超乎我等本分之詞致函於我,以尊榮與美言來裝飾我等的卑微;
{To Basil the Hegoumenos} Your brotherly honor is always accustomed to write to us things beyond our worth, adorning our nothingness with honors and praises;
1:8352
ἡμεῖς δὲ τῶν οἰκείων μέτρων μὴ ἐξίστασθαι δεδιδάγμεθα, ἀλλ' ἡγεῖσθαι ἑαυτοὺς οὐθέν, ὅπερ ἐσμέν
然而我等所受的教導,乃是不可逾越自己的分寸,反倒當看自己為無有,因我等本來如此。
but we have been taught not to overstep our own measure, but to regard ourselves as nothing, which indeed we are.
1:8353
ἡ δὲ βραδυτὴς τῶν τιμίων σου γραμμάτων οὐ δήπου λελύπηκεν ἡμᾶς
閣下尊貴書信之遲延,想必並未使我等憂傷。
The tardiness of your honored letters has surely not grieved us.
1:8354
διατί γὰρ καὶ ἐφ' ᾧτινι τὸ ἀναγκάζον; λελύπηκεν δὲ ( δεῖν γὰρ ἐκκαλύψαι τὰ παριστάμενα) ἡ ἐν τῇ ἐν ἄστει διατριβὴ καὶ ἡ πρὸς τὸν κρατοῦντα φάσις καὶ ἀντίφασις καὶ ἡ ὑπὸ κέλευσιν ἔξοδος, ἐπὶ τῶν αὐτῶν πάλιν ὄντων ἡμῶν πρακτικευμάτων τῆς ὑποχειρίου τῶν ἑτεροδόξων κατοχῆς, προσθείημεν δ' ἂν καὶ ἡ πρὸς τοῦ οἰκονόμου ἐπ' αὐτοῦ τοῦ κράτους ἀποστολή, συνεστίασίς τε καὶ συναπαγωγή
為何、又因何事而有強迫呢?使我等憂傷的(因當前情狀有必要揭明)乃是滯留於京城之事、在當權者面前的控訴與反控訴、以及奉命而出的離去,而我等竟仍如故地受制於異端掌權者的轄制;此外還可加上經理人親自向當權者所遣的差使、共同的宴飲,以及被一併牽引而去之事。
For why, and on what account, should there be any compulsion? What has grieved us—for it is necessary to disclose the matters at hand—is the sojourn in the city, and the accusation and counter-accusation before the ruler, and the departure under command, while we still find ourselves subject to the same practices of being held under the power of the heterodox; and we might add too the mission sent by the steward to the ruler himself, and the shared table-fellowship, and the being led along together with them.
1:8355
ἄλλο τῶν φιλικῶν καὶ ἐξ ἔθους·
另有一事,出於朋友間的習慣:
Another matter, [arising] out of friendly custom:
1:8356
ἱνατί γάρ, φησίν, ἡ ἐλευθερία μου κρίνεται ὑπὸ ἄλλης συνειδήσεως; καὶ ἐπειδὴ ἱκανῶς ᾠκονομήσαμεν ἐν τοῖς προλαβοῦσιν καί, ὡς θεὸς μόνος οἶδεν, σὺν πολλῇ διαθέσει καὶ ἐλεημοσύνῃ, δεῖν ἄρτι καὶ οἰκοδομῆσαι καὶ μὴ ἀμφοτέρωθεν ζημιοῦσθαι μήτε τὸ ἀλλότριον προσλαμβανομένους καὶ τὸ οἰκεῖον ἀλόγως προέσθαι
他說:「為何我的自由被別人的良心論斷呢?」既然我等在先前的事上已充分料理妥當——且如神所獨知,是懷著極大的善意與憐憫而行——如今便當致力於建造,不可兩面受損,既不擅取他人之物,也不可無理地捨棄自己所有之物。
'For why,' he says, 'is my freedom judged by another's conscience?' And since we have adequately managed matters in what has gone before—indeed, as God alone knows, with much goodwill and mercy—it is necessary now also to build up, and not to suffer loss on both sides, neither taking on what belongs to another nor unreasonably casting away what is our own.
1:8357
οὐδεὶς δύναται δυσὶ κυρίοις δουλεύειν ἡ ἀλήθεια ἀπεφήνατο
「一個人不能事奉兩個主」——這是真理本身所宣告的。
'No one can serve two masters'—so Truth itself has declared.
1:8358
κύριοί ἐστε καὶ δεσπόται καὶ καθηγούμενοι τῶν ἰδίων μονῶν καὶ βουλευμάτων, ἡμεῖς δὲ ταπεινοὶ καὶ ἀλίτιμοι, ὧδέ που παραρρεριμμένοι διὰ τὸν διωγμόν
閣下是自己修院與自己謀劃的主人、掌權者與領導者,而我等卻是卑微而失了尊榮之人,因這逼迫而被拋棄在此處。
You are lords and masters and superiors of your own monasteries and of your own decisions, but we are humble and dishonored, cast aside somewhere here on account of the persecution.
1:8359
χαρίσασθε ἡμῖν τὴν ἐλευθερίαν ταύτην καὶ τὸ τοῖς οἰκείοις ἐπιστυγνάζειν ἁμαρτήμασιν
求閣下賜我等這自由,就是可以為自己的罪過憂傷的自由。
Grant us this freedom—even the freedom to grieve over our own sins.
1:8360
καὶ οἶδα μὲν ὅτι λυπηρὸν τὸ γράμμα τῇ τιμιότητί σου ὥσπερ καὶ ἡμῖν, ἀλλὰ τῆς τοῦ θεοῦ ἀγάπης οὐδὲν προτιμότερον, δι' ἣν καὶ ἡμεῖς σὺν τοῖς ἁγίοις πατράσιν ἡμῶν ἐπὶ τῇ ὕβρει Χριστοῦ ἠρνησάμεθα ἃ ἠρνησάμεθα καὶ προαιρούμεθα ἃ προϊσχόμεθα
我也知道,這封信對閣下如同對我等一樣令人憂傷;然而,沒有任何事能比神的愛更當被看重,正是為此愛的緣故,我等與我等的聖父們一同,因基督所受的凌辱,棄絕了我等所棄絕的,並選擇了我等所提出的。
And I know that this letter is grievous to your honor, just as it is to us; but nothing is to be preferred above the love of God, for the sake of which we too, together with our holy fathers, on account of the outrage done to Christ, have renounced what we have renounced, and choose what we now propose.
1:8361
{Τῷ αὐτῷ} Βραχύ τι παρεμυθήθη τὸ περὶ ὑμᾶς τοὺς τιμιωτάτους λυπηρὸν τῆς ψυχῆς ἡμῶν, εἴ γε ὡς γεγράφατε ἔχει καὶ ὑποχωρεῖτε τῆς ἡγουμενικῆς διακρατήσεως·
〈致同一人〉最可敬者啊,我等心中因你們而生的憂傷,稍得了些許安慰,倘若果真如你們信中所言,你們正要退出對院長職位的把持——
{To the Same} The grief of our soul concerning you, most honored ones, has been somewhat comforted, if indeed matters stand as you have written, and you are withdrawing from your retention of the abbacy;
1:8362
οὐδεμία γὰρ κοινωνία, ὦ φιλότης, δεδιωγμένοις καὶ ἀδιώκτοις (καὶ οὐ μόνον ἀδιώκτοις, ἀλλὰ καὶ ὑποτελοῦσι τοῖς διώκταις, καθηγεμονιώντων ὧνπερ ἐξουσιάζουσι μοναστηρίων), εἰ μὴ ἄρα τις κοινωνία ὡμολόγηται φωτὶ πρὸς σκότος
因為,朋友啊,在受逼迫者與未受逼迫者之間,並無相通(不僅未受逼迫,甚至還向逼迫者納貢效順,同時仍在自己所掌管的修院中身居領導之位)——除非有人承認光與暗之間竟有什麼相通。
for there is no fellowship, O friend, between those who are persecuted and those who are not persecuted (and not only not persecuted, but even paying tribute to the persecutors, while still ruling as superiors over the monasteries they hold sway over)—unless indeed some fellowship has been acknowledged between light and darkness.
1:8363
ἀλλ' οὐκ ἐνδέχεται, ὡς ὁ ἱερὸς λόγος ἀπεφήνατο·
但這是不可能的,正如聖言所宣告的。
But that is not possible, as the sacred word has declared.
1:8364
τὸ γὰρ ἕως τοῦ παρόντος ἐπιδοῦναι ἑαυτοὺς ἐν τοῖς ἁλοῦσι δι' ὑποπτώσεως ἰατρικῆς κατὰ τόνδε τὸν τρόπον γέγονε, τῷ λαβεῖν ἡμᾶς ἐγγύας μήτε λόγῳ μήτε ἔργῳ καθ' οἱονδήποτε τρόπον ὑπαχθῆναι πάλιν τοῖς ἑτεροδόξοις·
因為,直到如今,我等之所以在被擄之人中,藉那具醫治性質的屈從而委身其中,其緣由乃在於:我等曾獲得保證,無論在言語或行為上,都絕不會以任何方式再度屈服於異端者之下;
For our giving ourselves over, up to now, among those who were seized, by way of a medicinal submission, came about in this manner: by our receiving pledges that we should in no way, neither in word nor in deed, be brought again under subjection to the heterodox;
1:8365
καὶ οἷον ἐν μεταιχμίῳ ἑστᾶσι κρατήσεως καὶ οὐ κρατήσεως τῶν μονῶν καί, τὸ ὅλον εἰπεῖν, ὡς νόμιμον γενέσθαι τὴν ὁμολογίαν διὰ τῆς τῶν ἐναν τίων ὑφελκύσεως καὶ τῶν ἐνισταμένων ἀντιπράξεως
他們就這樣彷彿站在把持修院與不把持修院之間的中間地帶,總而言之,彷彿只要藉著從敵對者中抽身、並對施壓者略施反制,這信仰的宣認便可因此變得合法。
and they stand, as it were, in the middle ground between holding the monasteries and not holding them, and, to say the whole of it, as though the confession could be made lawful through a withdrawal from opponents and a counteraction against those pressing them.
1:8366
ἐπὰν δὲ καιρὸς ἧκε τοῦ ζητουμένου, καὶ τὸ ὁμολογηθὲν οὐκ ἐξηνύσθη ἐνώπιον θεοῦ καὶ ἀνθρώπων πρὸς ἀκριβεστέραν τῆς προτέρας ὑποπτώσεως ἐξίασιν, ἀλλὰ πάλιν ἀπαγωγὴ καὶ πάλιν ὑπόπτωσις ἔν τε λόγοις καὶ ἔργοις, ὡς αὐτὰ τὰ πράγματα μαρτυρεῖ κἀκ τῶν εἰδότων ἀκηκόαμεν, καὶ πάλιν καθηγεμόνες ἀπαρασάλευτοι διὰ τῆς ἄρτι ὑπὸ τοῦ κράτους ὑποδοχῆς καὶ ἀποστολῆς
然而,及至所期盼之時機來到,先前所宣認之事,並未在神與人面前得以實現,成就那較先前屈從更為嚴謹的脫離;反倒又再次被牽引而去,在言語與行為上又再次屈從,正如事實本身所見證、也正如我等從知情者所聽聞的一般;於是他們又再次藉著近日蒙掌權者接見與差遣,穩坐其領導之位,絲毫不動搖。
But when the time came for what was sought, that which had been confessed was not accomplished before God and men unto a more precise departure from the former submission; instead there was again a being led away, and again a submission both in word and in deed, as the very facts bear witness and as we have heard from those who know—and again they remain unshaken superiors, through the recent reception and dispatch by the ruling power.
1:8367
ὁ λόγος δὲ ἐπὶ πάντων τῶν οὕτως πεπραχότων καὶ γελοῖόν ἐστιν ἄρτι τὸ ἐπιτιμᾶν, μᾶλλον δὲ φρενοβλάβεια τῶν ἐπιτιμώντων καὶ σκινδαλμὸς τῶν εὐσεβούντων, σύγχυσίς τε καὶ ἀβλεψία ἐπὶ τῇ Χριστοῦ ὁμολογίᾳ
以上所論適用於一切如此行事之人;如今要譴責他們,簡直是可笑之事——或者不如說,這正顯出施責者的心智失常、以及對敬虔之人所造成的絆腳石,並在基督的信仰宣認上帶來混亂與盲目。
The same holds true for all who have acted in this manner; and now to rebuke them is even laughable—or rather, it is the derangement of those who rebuke, and a stumbling-block to the pious, and confusion and blindness concerning the confession of Christ.
1:8368
δεῖν τοῦ ἀποστόλου ἀκοῦσαι, λέγοντος στέλλεσθαι ὑμᾶς ἀπὸ παντὸς ἀδελφοῦ, ἀτάκτως περιπατοῦντος καὶ μὴ κατὰ τὴν παράδοσιν, ἣν παρέλαβον παρ' ἡμῶν, μᾶλλον δὲ αὐτοῦ τοῦ θεοῦ, διὰ τοῦ προφήτου βοῶντος·
當聽從使徒的話,他說:你們該遠避那不按規矩而行、不遵照從我們(其實更是從神自己)所領受之傳統而行的每一位弟兄;神自己也曾藉先知呼喊說:
It is necessary to hearken to the apostle, who says that you should withdraw from every brother who walks disorderly and not according to the tradition which they received from us—or rather, from God himself, crying out through the prophet:
1:8369
ἐξέλθετε ἐκ μέσου αὐτῶν καὶ ἀφορίσθητε καὶ ἀκαθάρτου μὴ ἅπτεσθε·
「你們要從他們中間出來,與他們分別,不要沾不潔淨的物;」
'Come out from their midst, and be separated, and touch not the unclean thing;'
1:8370
κἀγὼ εἰσδέξομαι ὑμᾶς, τοὺς οὕτως διαστελλομένους δηλονότι καὶ μὴ συγχέοντας τὴν Χριστοῦ ὁμολογίαν
「我就收納你們」——這顯然是指那些如此自守分別、並不將基督的信仰宣認混淆之人。
'and I will receive you'—that is, clearly, those who thus separate themselves and do not confound the confession of Christ.
1:8371
Τί γὰρ φήσουσιν, ὦ τιμιώτατε, ὅ τε τῶν Κωμῶν ἡγούμενος καὶ ὁ τοῦ Γουλαίου σὺν τοῖς ὁμοίως ἄρτι διωχθεῖσιν ἐν τῇ ἐνστάσει, εἴπερ ὁρῶσιν ὑμᾶς, τοὺς προδοσίᾳ τῆς ἀληθείας κατέχοντας τὰ μοναστήρια, καὶ ἡμᾶς ὑμῖν συναπαγομένους; τί δὲ οἱ ἐν τοῖς ὄρεσι τληπαθοῦντες κατὰ τὸ τοῦ διωγμοῦ στενοχωρητικόν; οὐ στενάξουσιν; οὐκ οἰμώξουσιν; οὐχ ἡγήσονται παιδιὰν τὴν ὁμολογίαν τοῦ Χριστοῦ; τί δὲ οἱ ἡγουμενεύσαντες τῶν μοναστηρίων ἀπ' ἀρχῆς καὶ διὰ Χριστὸν δεδιωγμένοι σὺν ἡμῖν; οὐ κατασφραγίσονται, ὡς παιγνιῶδές τι πασχόντων ἡμῶν; μὴ πλανᾶσθε, φησὶν ὁ ἀπόστολος, θεὸς οὐ μυκτηρίζεται·
最可敬者啊,倘若科邁的院長、古來奧的院長,以及與他們同樣因堅守而近日遭逼迫的其他人,看見你們竟以背棄真理而把持修院、而我等竟又與你們一同被牽引而去,他們將作何言?那些在山中因逼迫之逼迫而受苦煎熬的人,又將作何言?他們豈不哀嘆?豈不哭號?豈不將對基督的信仰宣認視同兒戲?而那些自始便管理修院、又為基督之故與我等一同受逼迫之人,又將如何?他們豈不要斷定,我等所受的苦難不過是場兒戲?使徒說:「不要自欺,神是輕慢不得的。」
For what will they say, most honored one—both the hegoumenos of Komai and the one of Goulaion, together with those likewise recently persecuted for their steadfastness—if they should see you holding the monasteries by betrayal of the truth, and us being led away together with you? And what will those who suffer hardship in the mountains under the pressure of the persecution say? Will they not groan? Will they not lament? Will they not consider the confession of Christ a mere game? And what of those who governed monasteries from the beginning and have been persecuted for Christ's sake along with us? Will they not seal it as certain that what we are suffering is but child's play? 'Be not deceived,' says the apostle, 'God is not mocked.'
1:8372
ἡ ὁμολογία Χριστοῦ οὐ κεκοίνωται, κἄν τινες οἴωνται ἄλλως φρονεῖν καὶ λέγειν
基督的信仰宣認並未因此變得庸俗低賤,縱使有人如此想、如此說。
The confession of Christ has not been rendered common, even if some think and say otherwise.
1:8373
Ὥστε, εἰ βούλει, ἀδελφὲ ἠγαπημένε, μεθ' ἡμῶν τῶν ταπεινῶν τετάχθαι, ὑποχώρησον τῆς κατοχῆς τοῦ μοναστηρίου, καθὼς καὶ ὑπέσχου·
所以,蒙愛的弟兄啊,你若願意與我等這卑微之人同列,就當退出對那修院的把持,正如你先前所應許的;
Therefore, beloved brother, if you wish to be numbered with us the humble, withdraw from your hold on the monastery, just as you also promised;
1:8374
τοῦτο γὰρ καὶ παρακαλοῦμεν, εἰς τοῦτο καὶ προσευχόμεθα, ἵνα, ὡς τὸ ἐντός, οὕτως καὶ τὸ ἐκτὸς ὀρθόδοξος ὑπάρχῃς, τὴν τιμίαν σου ψυχὴν σῴζων, ἧς οὐδὲν ἀντάξιον τῶν ὁρωμένων
因為這正是我等所勸勉的,也是我等所祈求的,願你如同在內心一般,在外表上也能持守正統,以此保全你尊貴的靈魂——凡一切可見之物,都無一能與之相比。
for this we also exhort, and to this end we also pray, that, as you are orthodox within, so also you may be orthodox without, saving your honored soul, than which nothing among visible things is of equal worth.
1:8375
ὁ κύριος ἀρχιεπίσκοπος σὺν ἡμῖν πλεῖστα προσαγορεύει σε, φιλῶν τὴν σωτηρίαν σου ἄγαν, ἐπεὶ καὶ οἱ λοιποὶ ἀδελφοί
大主教閣下與我等一同向你致以殷切問候,他甚愛慕你的得救,其餘的弟兄們也是如此。
The lord archbishop, together with us, sends you abundant greetings, loving your salvation exceedingly, as do also the rest of the brethren.
1:8376
{Θεόδωρος ὑπὲρ Εὐστρατίου ἡγουμένου} Τὸ πρόβλημα τῆς δοκούσης σοι εὐδοξίας, ὦ τᾶν, ἵνα τἆλλά σου προηγούμενα καὶ ἑπόμενα λεξείδια ὡς ἀσύφιλά τε καὶ σεσολοικισμένα παρῶ, τοιοῦτόν ἐστιν ἐπὶ λέξεως·
〈狄奧多若代艾烏斯特拉提烏院長所作〉閣下所自以為是的高見中的問題所在,我的好先生啊——姑且撇開你前後其餘那些既失禮又語法不通的小詞句不論——依其字句而言,情形是如此:
{Theodore, on behalf of Eustratios the Hegoumenos} As for the problem of the opinion which seems good to you, my good sir—to pass over the rest of your little phrases, both preceding and following, as impertinent and grammatically faulty—the matter stands as follows, word for word:
1:8377
Χριστὸς ὁ ἀληθινὸς θεὸς ἡμῶν, δύο φύσεις, δύο θελήσεις, δύο ἐνεργείας, ἓν δὲ πρόσωπον ἔχων τῶν δύο φύσεων, τίνος εἰκονίσω πρόσωπον; ἐπειδὴ οὖν ἠρώτησας ποῖον πρόσωπον, ἄισον ἐμμελῶς·
「基督,我等真實的神,具有兩個性情、兩個意志、兩個運行,卻於兩個性情中僅有一個位格——那麼我當描繪誰的位格於聖像之中?」既然你這樣發問是何等位格,就請諦聽這悅耳吟唱的解答:
'Christ our true God, having two natures, two wills, two energies, but one person of the two natures—whose person shall I depict in the icon?' Since, then, you have asked which person, hear the tuneful answer sung out:
1:8378
τὸ εἰδοποιηθέν, ἐπειδὴ ὁ ἀνείδεος χαρακτὴρ τῆς ὑποστάσεως τοῦ πατρὸς εἰδοποιήθη τῷ καθ' ἡμᾶς·
乃是那被賦形者——因那父那無形無狀的「位格印記」,已按著我等的樣式而被賦予了形狀;
The formed one—since the formless 'character of the hypostasis' of the Father has been given form according to what pertains to us;
1:8379
τὸ ἔγχρονον, ἐπειδὴ ὁ ἀίδιος παράτασιν εἴληφε χρονικήν·
乃是那有時限者——因那永恆者已取了有時間限度的延展;
the one in time—since the eternal one has taken on a temporal extension;
1:8380
τὸ ἔχον ὀφθαλμούς, ὦτα, ῥῖνα, στόμα, παρειάς, ἐπειδὴ ὁ ἀσχημάτιστος ἐν σχήματι εὑρέθη ὡς ἄνθρωπος·
乃是那具有眼、耳、鼻、口、面頰者——因那無形無貌者,已現身為具有人之形貌者;
the one having eyes, ears, a nose, a mouth, cheeks—since the shapeless one was found in the shape of a man;
1:8381
τὸ φιληθέν, ἐπειδὴ ὁ ἀπερίληπτος περιληφθεὶς ἐφιλήθη ὑπὸ τοῦ προδότου·
乃是那被親吻者——因那不可限量者,既被人擁抱,便被那出賣祂的人所親吻;
the one kissed—since the uncircumscribable one, having been embraced, was kissed by the betrayer;
1:8382
τὸ ῥαπισθέν, ἐπειδὴ ὁ ἀναφής, ἔπαφος γεγονώς, ἐρραπίσθη ὑπὸ τοῦ ὑπηρέτου·
乃是那被掌摑者——因那不可觸及者,既變得可觸可及,便被那差役所掌摑;
the one struck—since the untouchable one, having become touchable, was struck by the officer;
1:8383
τὸ ἐν σταυρῷ ὀφθὲν ἐγκάρσιον, ἐπειδὴ ὁ ἀθάνατος, κλίνας τὴν κεφαλήν, παρέδωκε τὸ πνεῦμα
乃是那在十字架上顯為橫陳者——因那不朽者既低下了頭,便交出了祂的靈。
the one seen stretched crosswise on the cross—since the immortal one, having bowed his head, gave up his spirit.
1:8384
καὶ οὐ δυοῖν προσώπων τοῦτο ἐμφαντικὸν ( ἄπαγε τῆς ἀσεβείας), ἀλλ' ἑνὸς προσώπου τοῦ ἐκ δύο καὶ ἐν δυσὶ φύσεσιν ὄντος ἀδιαιρέτως καὶ ἀσυγχύτως ἀποδεικτικόν
而這並非指明有兩個位格(絕無此等不敬之事!),乃是彰顯出那出於兩個性情、且存於兩個性情之中、不可分割、不相混淆的一個位格。
And this is not indicative of two persons (far be such impiety!), but demonstrative of one person, who exists out of two and in two natures, indivisibly and unconfusedly.
1:8385
διό φησιν ὁ ἱερὸς ἀπόστολος·
故此,神聖的使徒說:
Wherefore the sacred apostle says:
1:8386
περὶ τοῦ υἱοῦ αὐτοῦ, τοῦ γενομένου ἐκ σπέρματος Δαυὶδ κατὰ σάρκα, τοῦ ὁρισθέντος υἱοῦ θεοῦ ἐν δυνάμει κατὰ πνεῦμα ἁγιωσύνης
「論到祂的兒子,按肉體說,是從大衛後裔而生的;按聖善的靈說,因從死裡復活,以大能顯明是神的兒子。」
'concerning his Son, who was made of the seed of David according to the flesh, who was declared Son of God with power according to the Spirit of holiness.'
1:8387
τοίνυν δέδειχέ σοι διὰ τοῦ εἰπεῖν κατὰ σάρκα περιγραπτὸν εἶναι, ἤτοι ἐξεικονισμένον, διὰ δὲ τοῦ φάναι κατὰ πνεῦμα ἁγιωσύνης ἀπερίγραπτον τὸν αὐτὸν ὑπάρχειν Ἰησοῦν Χριστόν·
因此,使徒藉「按肉體說」這話,向你顯明祂是可被限定的,亦即可被繪成聖像的;又藉「按聖善的靈說」這話,顯明這同一位耶穌基督也是不可限定的。
He has therefore shown you, by saying 'according to the flesh,' that he is circumscribable, that is to say, capable of being depicted in an image; and by saying 'according to the Spirit of holiness,' that this same Jesus Christ is uncircumscribable.
1:8388
ἀφ' οὗ ἐξειληφότες πάντες οἱ θεοφόροι πατέρες βοῶσι τρανότατα περιγραπτὸν αὐτὸν καὶ ἀπερίγραπτον, ὁρατόν τε καὶ ἀόρατον, ἔγχρονόν τε καὶ ἀίδιον
由此,一切承載神性之聖父們既已明白此理,便極清晰地宣告:祂既是可限定的,也是不可限定的;既是可見的,也是不可見的;既是有時限的,也是永恆的。
From this, all the God-bearing fathers, having grasped its meaning, most clearly proclaim that he is both circumscribable and uncircumscribable, both visible and invisible, both temporal and eternal.
1:8389
Εἰ δὲ οὐ χωρεῖς, Ἰουδαϊκὸν τὸ λῆμμα·
但你若不能接受此理,你的立論便帶有猶太教之見。
But if you cannot accept this, your premise is Jewish.
1:8390
πῶς δὲ καὶ δύο φύσεων τὸν Χριστὸν λέγων φῆς ἀπερίγραπτον μόνον; τοῦτο γὰρ μιᾶς φύσεως αὐτοῦ ἐστι σημαντικόν, τὸ δὲ τῶν δύο, τὸ περιγραπτὸν εἰπεῖν ἀκολούθως καὶ ἀπερίγραπτον
再者,你既稱基督具有兩個性情,卻又說祂僅是不可限定的,這如何講得通呢?因為「不可限定」只表明祂其中一個性情,而若要就這兩個性情前後一貫地言說,理當同時稱祂為既可限定又不可限定。
And how is it that, while calling Christ [one] of two natures, you say he is uncircumscribable only? For this pertains only to one of his natures, whereas to speak consistently of the two [natures] means to call him both circumscribable and uncircumscribable.
1:8391
οὐκοῦν σεαυτῷ ἐναντιολογεῖς·
所以,你這是自相矛盾。
Therefore you contradict yourself.
1:8392
εἰ γὰρ ἀπερίγραπτος μόνον δοκεῖ σοι, τοῦτο καὶ Μανιχαίῳ, ἀπαμφιεννύντι τὸν λόγον τῆς ἀνθρωπότητος
因為,若在你看來祂僅是不可限定的,那麼這正與摩尼的教訓無異——摩尼正是那將「道」的人性剝去之人。
For if he seems to you to be uncircumscribable only, this is the very teaching of Mani, who strips the Word of his humanity.
1:8393
ὁ γὰρ τῆσδε γυμνὸς ἀπερίγραπτος καὶ ἀνεξεικόνιστος·
因為,凡剝去了這人性者,便是不可限定、也無法被描繪成像的。
For whoever is bare of this humanity is uncircumscribable and cannot be depicted in an image.
1:8394
ἢ πῶς πάλιν μετέχεις τοῦ σώματος καὶ αἵματος τοῦ Χριστοῦ, αὐτοῦ ὄντος κατὰ σὲ ἀπεριγράπτου, ὧν δὲ μετέχεις περιγεγραμμένων; ἢ μὴ μέτεχε, ὦ βέλτιστε, ἢ μετέχων ὁμολόγει τοῦ περιγεγραμμένου Χριστοῦ μετέχειν τὸ περιγεγραμμένον σῶμα καὶ αἷμα, ἵνα μὴ παυλιανίζῃς, ὡς ψιλοῦ ἀνθρώπου μετέχων, ἀλλ' οὐ θεοῦ σεσαρκωμένου
再者,你又如何能領受基督的身體與寶血呢?依你所言,祂是不可限定的,然而你所領受的卻是有限定形質之物。至善的先生啊,要嘛就不要領受,要嘛既領受了,就當承認你所領受的乃是那可限定之基督的可限定之身體與寶血,免得你落入撒摩撒他之保羅的異端,彷彿你所領受的僅是一介凡人,而非已成肉身的神。
Or again, how is it that you partake of the body and blood of Christ, when he is, according to you, uncircumscribable, while what you partake of is circumscribed? Either do not partake at all, most excellent sir, or, in partaking, confess that you partake of the circumscribed body and blood of the circumscribed Christ, lest you follow Paul of Samosata's heresy, as one partaking of a mere man and not of God made flesh.
1:8395
Συνῆκται οὖν ἐξ ἀληθείας ἀραρότως ὡς ὁ περιγράφων τὸν Χριστὸν οὐκ ἀνθρωπολάτρης κατὰ Νεστόριον ἢ κτισματολάτρης κατὰ Ἄρειον, ὡς ἐφληνάφησας ἀμαθαίνων, ἀλλ' ἀπρὶξ ὀρθόδοξος χριστιανὸς ἀληθέστατος, ὡς καὶ ὁ μὴ περιγράφων κατὰ σὲ μανιχαΐζων ὁμοῦ τε καὶ παυλιανίζων, τὸ μὲν τῇ τοῦ ἀπεριγράπτου φωνῇ γυμνὸν θεὸν εἰσάγων, φαντασιωδῶς ἐνανθρωπήσαντα, τὸ δὲ τῇ αὐτῇ φωνῇ τοῦ ἀπεριγράπτου ὡς ψιλοῦ ἀνθρώπου μετέχων σῶμα καὶ αἷμα κατὰ Παῦλον καὶ οὐ θεοῦ ἀληθῶς ἐνανθρωπήσαντος
由此便可從真理中確切地得出結論:凡描繪基督聖像之人,並非如你無知妄言所稱、依聶斯多留之說而拜人,也非依亞略之說而拜受造之物,乃是最真實而堅定不移的正統基督徒;而依你之見,凡不描繪祂之人,卻是同時兼具摩尼派與撒摩撒他之保羅派的異端——一方面,藉「不可限定」一詞,引入一位僅具虛幻形貌成人的赤裸之神,一如摩尼所教;另一方面,又藉同一「不可限定」之詞,彷彿所領受的僅是一介凡人的身體與寶血,一如保羅所教,而非那真實成了肉身之神。
It is therefore firmly concluded from the truth that whoever depicts Christ in images is not, as you have babbled in your ignorance, a man-worshiper after Nestorius, nor a creature-worshiper after Arius, but is a truly and steadfastly orthodox Christian; whereas whoever, according to your view, does not depict him, is both a Manichaean and a follower of Paul of Samosata at once—on the one hand, by the term 'uncircumscribable,' introducing a bare God who became man only in appearance, in the manner of Mani; and on the other hand, by that same term 'uncircumscribable,' partaking of the body and blood as of a mere man, in the manner of Paul, and not of the God who truly became man.
1:8396
{ Θεοδώρῳ πατρικίῳ} Βραδὺ τοῦ καιροῦ τὸ γραμματεῖον, ἀλλ' ὅτι καὶ βράδιον ἠκουτίσθημεν τὴν ἀπευκταίαν ἀκοὴν τῆς ἐπελθούσης συμφορᾶς τῷ ἡμετέρῳ δεσπότῃ
〈致貴族狄奧多若〉此信遲至此時方才寄達,然而這是因為我等自己也是遲遲才聽聞這降臨於我等主上之災禍的可悲消息。
{To Theodore the Patrician} This letter comes late in due time, but that is because we ourselves were rather slow in hearing the dreadful news of the calamity that has befallen our lord.
1:8397
καὶ ὢ τῆς στενακτικῆς ἀπαγγελίας·
哦,何等令人悲嘆的消息啊!
Oh, what a mournful report!
1:8398
ἀπολέλοιπεν ἡμᾶς ἡ ποθητὴ κυρία, ἐτμήθης τῆς καλῆς ὁμοζύγου, ἀπερράγης τῆς ἐπαινουμένης σαρκός, εἴπερ φησὶν ὁ ἱερὸς λόγος ἔσονται οἱ δύο εἰς σάρκα μίαν
我等所摯愛的夫人已離我等而去;你已與你賢良的配偶生離死別,已從那受人稱頌的肉體上被撕裂——這若確如聖言所說:「二人要成為一體」。
Our beloved lady has departed from us; you have been cut off from your good spouse, you have been torn away from that praiseworthy flesh—if indeed, as the sacred word says, 'the two shall become one flesh.'
1:8399
εἰ δὲ μία σὰρξ ὁμολογουμένως, δῆλον ὅτι ὁ διαχωρισμὸς τηλικαύτην τὴν πληγὴν ἐνίησι τοῖς χωρισθεῖσιν, οἵαν ποιεῖ μάχαιρα τέμνουσα εἰς δύο τὸν ἕνα ἄνθρωπον
既然依所公認,二人原為一體,顯然這分離所加給那被分開之人的創傷,其慘烈猶如一把刀劍將一個人劈為兩半一般。
But if, as is confessed, they are one flesh, it is clear that the separation inflicts upon those who are parted so great a wound as a sword inflicts when it cuts one man in two.
1:8400
ἀλγεινὴ ἡ τομὴ τῷ ὄντι καὶ τὸ αἷμα οἱονεὶ ῥεῖ κατ' ὀφθαλμοὺς ὑμῶν καὶ οὐκ ἔστιν μάλαγμα ἐπιθεῖναι οὐδὲ καταδέσμους, ὅσον ἐξ ἀνθρωπείας βοηθείας·
這切割實在是痛苦的,血彷彿就在你眼前流淌,而就人力所能施行的幫助而言,既無藥膏可敷,也無繃帶可裹。
The cutting is indeed painful, and the blood, as it were, flows before your very eyes, and there is no salve to apply, nor bandage, so far as merely human help is concerned.
1:8401
ἄλλως ὅτι καὶ ἡ ἀπολιποῦσα οὐχ ὡς ἔτυχεν τῶν ὁμοζύγων, ἀλλὰ καὶ λίαν ἐπαινετὴ καὶ θαυμασία, πρῶτον μὲν οὖν ἔχουσα τὸ εὐσεβὲς τῆς πίστεως ἀκλινές, τὸ φίλανδρον, εἰ καί τις ἄλλη, ὅπερ ἀπαιτεῖ πρὸ πάντων ἐν ταῖς συζυγίαις ὁ ἱερὸς ἀπόστολος·
再者,這位離世的婦人並非隨隨便便的配偶,而是極受稱許、令人讚歎的;首先,她有堅定不移、虔敬的信仰,又有愛夫之情,若有哪位婦人具備此德,便是她了——這正是聖使徒在婚姻中首先要求的;
Moreover, she who has departed was not just any ordinary wife, but one greatly praiseworthy and admirable: first of all possessing the unshaken piety of faith, and love for her husband, if any woman ever did, which above all things the holy apostle requires in marriages;
1:8402
τῆς μακαρίας ἐν ταῖς νυκτοπορίαις, ὡς ἂν κἀντεῦθεν κάμπτοιτο πρὸς ἔλεον θεός
這位有福婦人夜間的祈禱,好叫神也因此而動了憐憫之心;
of the blessed woman in her nightly vigils, so that thereby too God might be moved to mercy.
1:8403
τί δὲ τὸ οἰκοῦρον; τί δὲ τὸ τεκνοτρεφές; τί δὲ τὸ πρὸς τοὺς δούλους περιποιητικόν, τό τε ἁπλοῦν τοῦ ἤθους καὶ χαρίεν πρὸς τοὺς φίλους καὶ συναπτικὸν τοῦ γένους, ἄφθονόν τε πρὸς τὰς ἰσοκλεεῖς καὶ τὸ περὶ πάντα σεμνοπρεπές τε καὶ κόσμιον; ἅπερ ὑπὲρ ἐμπλοκίων χρυσέων καὶ διακοσμήσεων μαργαριτῶν καὶ ἐσθήτων πολυτελῶν διεκόσμει ὄντως τὴν ἀοίδιμον ἐκείνην καὶ οἴκοι μένουσαν, καὶ προόδους ποιουμένην, καὶ ἐν βασιλείοις αὐλαῖς ὁρωμένην
她治家有方又如何?養育兒女又如何?她對僕婢的體恤照顧,性情的率真、待友的和藹、聯繫親族的用心、對地位相當者毫不吝嗇的慷慨,以及凡事莊重端莊,這一切又如何呢?這些美德,勝過金絲髮飾、珍珠妝點和華貴衣裳,真正裝飾了那位聲名遠播的婦人——無論是她安居家中之時,或是外出之際,抑或是在皇宮宮廷中被人見到之時,皆是如此。
And what of her keeping of the household? What of her rearing of children? What of her solicitous care for the servants, the simplicity of her character, her graciousness toward friends, her binding together of the family, her generosity toward those of equal rank, and her dignity and modesty in all things? These things, more than golden braids and pearl adornments and costly garments, truly adorned that celebrated woman, both while she remained at home, and when she went abroad, and when she was seen in the imperial courts.
1:8404
Ἀλλ' ὅμως οἴχεται ταῦτα πάντα καὶ ἐγενόμεθα, περιπαθῶς εἰπεῖν, ἡμιθνεῖς καὶ ἀπερρωγότες, μᾶλλον δέ, ψαλμικῶς εἰπεῖν, ὡσεὶ νυκτικόραξ ἐν οἰκοπέδῳ, ὡς στρουθίον μονάζον ἐπὶ δώματι, ὁρῶντες τὴν οἰκίαν ἔρημον τῆς προστατούσης, τὰ τέκνα πρὸ ὀφθαλμῶν ὑμῶν περικυκλοῦντα καὶ περικυκλούμενα, οὐκ ἔχοντα ποῦ ἀπερείσειεν τὰς χεῖρας, ὅθεν λάβοιεν μητρικὸν ποππυσμόν, γαλουχικὸν ἐμψύχωμα
然而,這一切都已消逝,我們(懷著深切的哀痛說)變得半死不活、支離破碎;或者,用詩篇的話說,如廢屋中的夜鴉,如屋頂上孤獨的麻雀,眼見家中失去了那位主持家務的人,孩子們在你眼前圍聚又被圍繞,卻無處可依靠雙手,無從得著母親的撫慰之聲,那哺育撫養的生氣。
But nevertheless all these things have gone, and we have become — to speak with deep feeling — half-dead and torn apart; or rather, to speak in the words of the psalm, like a night raven in a ruined house, like a sparrow alone upon a housetop, seeing the house bereft of her who once presided over it, the children before your eyes gathering round and being encircled, having nowhere to rest their hands, from which they might receive a mother's soothing caress, the animating warmth of her nursing.
1:8405
στυγνὴ ἡ ἑστία οἱονεὶ ἡλίου αὐτὴν ἀπολιπόντος, κελαδεῖ δὲ οὐδεὶς ἔν τε τοῖς ὠσὶ σοῦ τε καὶ τῶν τέκνων καὶ πάντων τῶν ὑποχειρίων, ἀπούσης ἐκείνης τῆς ὄντως καλλιφώνου καὶ τερπούσης τοὺς ἐπαΐοντας τῇ ὡς ἀληθῶς ἐμμελεῖ διαλέξει τε καὶ ὑπαντήσει
爐灶顯得陰鬱,彷彿太陽已然離去;再無人在你、你的孩子及一切家人耳邊發出悅耳之聲,因那真正聲音甜美的她已經不在,那位以真正悅耳的談吐與應對取悅聽者的人已經離去。
Gloomy is the hearth, as though the sun itself had left it; no one sings sweetly now in the ears of you, your children, and all your household, since she who was truly sweet-voiced is absent, she who delighted her hearers with her truly melodious speech and address.
1:8406
ἐλεεινὰ ταῦτα πάντα ὄντως καὶ στενακτικά, καὶ τροπολογούμενα καὶ διανοούμενα
這一切事實在都是可憐可嘆的,無論是就其譬喻的意義,還是就其字面的意思而言。
All these things are truly pitiable and lamentable, whether taken figuratively or understood in their plain sense.
1:8407
Ἀλλὰ τί πάθωμεν, ὦ δέσποτα; θεοῦ πρόσταγμά ἐστιν, μᾶλλον δὲ ἀπόφασις, διὰ τοῦ θείου Δαυὶδ ᾀδομένη·
然而,主人啊,我們當如何自處呢?這是神的命令,或者說是神藉聖大衛所唱出的判決:
But what are we to suffer, O master? It is God's ordinance, or rather His decree, sung through the divine David:
1:8408
οὐκ ἔστιν ἄνθρωπος ὃς ζήσεται καὶ οὐκ ὄψεται θάνατον
『沒有人能長活不死,不見死亡。』
'There is no man that shall live and not see death.'
1:8409
οὕτω πᾶς τις ἀπὸ Ἀδὰμ τοῦ προ πάτορος ἡμῶν μέχρι τοῦ δεῦρο, εἰσελθὼν εἰς τὸν κόσμον διὰ γεννήσεως, πάλιν ἔξεισι δι' ἀναλύσεως εἰς τὸν ἐκεῖσε κόσμον ὑψηλότερόν τε καὶ θεοειδέστερον·
因此,人人皆是如此,從我們的始祖亞當直到如今,都是藉出生進入這個世界,又藉離世而去,前往那更高、更肖似神的彼岸世界;
Thus everyone, from Adam our forefather until now, having entered into the world through birth, departs again through dissolution into that world beyond, one higher and more godlike;
1:8410
σπείρεται γάρ, φησίν, ἐν φθορᾷ, ἐγείρεται ἐν ἀφθαρσίᾳ·
因為經上說:『所種的是必朽壞的,復活的是不朽壞的;』
'For it is sown,' it says, 'in corruption; it is raised in incorruption;'
1:8411
σπείρεται ἐν ἀτιμίᾳ, ἐγείρεται ἐν δόξῃ·
『所種的是羞辱的,復活的是榮耀的;』
'it is sown in dishonor; it is raised in glory;'
1:8412
σπείρεται ἐν ἀσθενείᾳ, ἐγείρεται ἐν δυνάμει·
『所種的是軟弱的,復活的是強壯的;』
'it is sown in weakness; it is raised in power;'
1:8413
σπείρεται σῶμα ψυχικόν, ἐγείρεται σῶμα πνευματικόν
『所種的是血氣的身體,復活的是靈性的身體。』
'it is sown a natural body; it is raised a spiritual body.'
1:8414
ἰσάγγελοι γὰρ ἐσόμεθα καὶ υἱοὶ τῆς ἀναστάσεως, τοῦ θνητοῦ ὑπὸ τῆς ζωῆς καταποθέντος
因為我們將要如同天使一樣,成為復活之子,那必死的將被生命所吞滅。
For we shall be equal to angels and sons of the resurrection, mortality being swallowed up by life.
1:8415
Ὁρᾷς, ὦ δέσποτα, ὅτι, εἰ καὶ ἀπολέλοιπεν ἡμᾶς ἡ κυρία, ἀλλ' εἰς φῶς ἐξελήλυθεν ἀπὸ σκότους καὶ ἀπὸ ζωῆς ἐπικήρου εἰς ἀθάνατον λῆξιν; ἐκεῖ αὐτὴν ὄψῃ μικρὸν ὕστερον μεταβαίνων καὶ αὐτός
主人啊,你看,我們的夫人雖然離開了我們,卻是從黑暗進入光明,從短暫易逝的生命進入不朽的境地;不久之後,當你自己也離世之時,將在那裡再見到她。
Do you see, O master, that although our lady has left us, yet she has gone forth into light out of darkness, and from a perishable life into an immortal lot? There you will see her again, a little while later, when you too pass over.
1:8416
ὥστε μὴ λυπώμεθα καθὼς καὶ οἱ λοιποί, οἱ μὴ ἔχοντες ἐλπίδα, ἐλπίζοντες τῇ ἀναστάσει βελτιωθῆναι εἰς ἀπήμονα ζωήν, εἰς ἑαυτοὺς δὲ μᾶλλον, ὑπομνήσκω, γενώμεθα καὶ τῆς οἰκίας ἀντεχώμεθα καὶ τῶν παίδων φροντίσωμεν καί, πρό γε πάντων, τῆς οἰκείας τιμίας ψυχῆς, κατ' ἐκείνην τὴν μακαρίαν ἀρεταῖς κοσμούμενοι καὶ τούτῳ χαίροντες, ὅτι παρεπέμψαμεν ὁμόζυγον ἱκέτιδα πρὸς θεὸν καὶ ὑπόδειγμα καλοῦ βίου ἐπαφήσασαν ἡμῖν τε καὶ πᾶσι τοῖς γνωρίμοις
因此,我們不要像那沒有指望的其他人一樣憂傷,而應盼望藉著復活,得以進入無憂無患的生命;反倒,我提醒你,讓我們回轉歸向自己,堅守家業,照顧兒女,尤其是首要顧念自己寶貴的靈魂,效法那位有福婦人,以美德妝飾自己,並因此歡喜——因為我們已將我們的配偶送去,作為向神懇求的使者,她留給我們及一切相識之人一個美好生活的榜樣。
So then, let us not grieve as do the rest, who have no hope, but hope that through the resurrection we shall be made better unto a life free from suffering; rather, I remind you, let us come to ourselves, hold fast to our household, take care of our children, and above all, of our own precious soul, adorning ourselves with virtues after the pattern of that blessed woman, and rejoicing in this, that we have sent forth our spouse as a suppliant to God, who has left behind for us and for all her acquaintances an example of a good life.
1:8417
{Τῇ τουρμαρχίσσῃ τῆς Ἑλλάδοσ} Ὅσον ἀπὸ λόγου ἀσυνοψίσεως οὐκ ἐμέλλομεν ἐπιστέλλειν τῇ τιμιότητί σου, ἄγνωστοι ἀλλήλοις καὶ ἀσυνήθεις·
〈致希臘軍區都馬爾赫之妻〉按理說,因彼此互不相識、素不相熟之故,我們本不應致書尊貴的閣下;
{To the wife of the tourmarch of Hellas} As far as the reason of our being unacquainted goes, we were not about to write to your honor, being unknown to one another and unaccustomed to correspondence;
1:8418
ἀλλ' ἐπειδὴ ἐκ θεοφιλοῦς προσώπου καὶ ἐγνωσμένου ἡμῖν, λέγω δὴ τῆς ἀγχιστευούσης σοι πανευφήμου πατρικίας καὶ τῆς ταύτης κυρίας εὐλογημένης θυγατρός, ἡ προτροπή, εἶτα καὶ ἐξ αὐτοῦ τοῦ γραμματηφόρου Ἰγνατίου, τοῦ πνευματικοῦ ἡμῶν υἱοῦ, ἡ πρὸς ἡμᾶς σου τοὺς ταπει νοὺς προσηγορία ἐγεγόνει, ἀναγκαίως ἤλθομεν ἐπὶ τὸ γράψαι λόγον παρακλήσεως τῇ τετρυχωμένῃ σου ψυχῇ ἐκ τοῦ συμπεσόντος αὐτῇ πάθους εἵνεκα τοῦ μακαρίου υἱοῦ τοῦ τεθνεῶτος ἐν τῷ πολέμῳ
然而,既然這番勸勉出自一位神所喜愛、我們所認識之人——我是說與你有親屬關係、聲譽卓著的貴婦,以及她這位有福的女兒,此外,又透過送信人依納爵,我們屬靈的兒子,你向我們這卑微之人的致意也已傳達——我們便不得不執筆,向你因你那在戰爭中陣亡的有福兒子所遭遇的苦痛而疲憊不堪的心靈,寫下一篇安慰之辭。
but since the exhortation came from a God-loving person known to us — I mean the most celebrated patrikia who is your kinswoman, and this lady's blessed daughter — and then also, through the very letter-bearer Ignatius, our spiritual son, your address to us, lowly as we are, was made known, we have necessarily come to write a word of consolation to your soul, worn out by the affliction that has befallen it on account of your blessed son who died in war.
1:8419
Ἀλλὰ ποῖον ἂν καὶ ἐξευρεθείη φάρμακον παραμυθίας εἰς ἴασιν τῆς δυσιάτου πληγῆς; ὢ τῆς καὶ ἐν ἀκοῇ μόνῃ ἐξηγορουμένης συμφορᾶς
然而,究竟有什麼安慰的良藥,能夠治癒這難以療癒的創傷呢?啊,這是何等的災難,僅僅聽聞便已令人不忍!
But what remedy of consolation could ever be found for the healing of so hard a wound? O calamity, which even in the mere hearing of it declares itself!
1:8420
ᾤχετο ἔντιμον σπέρμα, μητρῷος ὀφθαλμός, ἐγκάρδιον σπλάγχνον, κλάδος εὐφυής, ὅλον δι' ὅλου τῆς τεκούσης τὸ φῶς, φέρον τοὺς πατρῴους ἐν ἑαυτῷ χαρακτῆρας καὶ τὴν ἐρημίαν τῆς χηρείας καθ' ὅσον οἷόν τε ὑποτεμνόμενον καὶ ὅλου τοῦ βίου ὂν παραμύθιον κατά τε τὴν ἰδίαν ἑστίαν καὶ τοὺς ἀφ' αἵματος
他去了——那尊貴的後裔、母親的眼目、心中所繫的至親骨肉、茁壯的枝條,完完全全是生他之母的光;他身上帶著父親的容貌特徵,並且盡其所能地減輕守寡的孤苦,成為她整個人生的安慰,無論是對自己的家庭,還是對血親之人皆是如此。
He is gone — that honored offspring, the mother's own eye, the heart's inmost affection, the well-grown branch, altogether and entirely the light of the one who bore him, bearing in himself his father's features, and, as far as possible, cutting short the desolation of widowhood, and being the consolation of her whole life, both for her own hearth and for those of her own blood.
1:8421
καὶ τί γέγονεν; ἀπέπτη τῶν μητρικῶν ὀφθαλμῶν, ἐξεκόπη τῆς ἀγαθῆς ῥίζης καὶ οὐδὲ κατ' ὀφθαλμοὺς ὁ θάνατος, ἐφ' ᾧ καὶ παρηγορίαν διὰ τῶν ἐξοδίων ῥημάτων καὶ τῆς ὁσίας ταφῆς ἐρανίζονται οἱ τοὺς οἰκείους προπέμποντες
究竟發生了什麼事呢?他從母親眼前飛逝而去,從那美好的根上被砍斷;甚至連死亡的一刻,也未在她眼前發生——而那些為親人送終的人,本可藉臨終的話語和聖潔的安葬,得著些許安慰。
And what has happened? He has flown away from his mother's eyes, he has been cut off from the good root, and death did not even take place before her eyes — that death for which those who send off their own kin gather some comfort through the words spoken at the funeral and through holy burial.
1:8422
ἀφαιρήθημεν καὶ τῆσδε τῆς παρακλήσεως, τοῦ ἀγαθοῦ ἔρνους μαχαίρᾳ πολεμικῇ τμηθέντος
連這樣的安慰,我們也被剝奪了,因為這美好的嫩枝已被戰爭的刀劍所砍斷。
We have been deprived even of this consolation, since the good shoot was cut down by the sword of war.
1:8423
ὢ τῆς ἐλεεινῆς τραγῳδίας·
啊,何等可悲的悲劇!
O pitiable tragedy!
1:8424
ὢ τῆς ἀπαρακλήτου συμπτώσεως·
啊,何等無可安慰的災禍!
O inconsolable calamity!
1:8425
ἀστατεῖ ἄρτι ὁ νοῦς, ἀναθεωρῶν τὸ πάθος ποῦ καὶ πῶς ὑπήρχθη, κατὰ ποῖον μέλος ἡ φονία χεὶρ ἐτάθη, κατὰ τίνα τόπον πεσὼν ἀπέπνει
我的思緒此刻紛亂不定,反覆思量這場苦難是在何處、如何發生的;那殺人的手擊中了他的哪一個肢體;他倒在什麼地方,斷了氣息。
My mind is now unsteady, as it reconsiders the suffering — where and how it occurred, upon which limb the murderous hand struck, in what place he fell and breathed his last.
1:8426
ἆρα θᾶττον; ἆρα ἐκ μιᾶς πληγῆς; ἆρά τι ἐπειπών; φεῦ τῆς ἱστορίας·
是迅速而亡嗎?是一擊致命嗎?他臨終前是否留下了什麼話語?唉,這樣的故事真令人哀痛!
Was it quick? Was it from a single blow? Did he say anything before he died? Alas for this tale!
1:8427
ἀπεστείλαμεν μετ' ἐλπίδος χρηστῆς τὸν θησαυρὸν καὶ ἐτρυγήσαμεν ἀπαραμύθητον ὀδυρμόν
我們懷著美好的盼望,將這珍寶送出去,收穫的卻是無可安慰的哀慟。
We sent forth our treasure with good hope, and we have reaped inconsolable lamentation.
1:8428
καὶ τί ἄν τις εἴποι ἄξιον θρήνους, ἐλεεινολογῶν τὸ πάθος; τάχα σοι καὶ ὁ ἥλιος στυγνὸς καὶ ὁ ἀὴρ κατηφὴς καὶ ἡ θάλασσα οὐχ ἡδεῖα καὶ ἡ γῆ οὐκ ἐφετὴ καὶ ὁ οὐρανὸς ἐπαχθής, οὐκ ἔχων σου τὸν νοητὸν ἀστέρα
有誰能說出足以與此苦難相稱的哀悼之詞呢?或許在你看來,太陽也顯得陰沉,天空也顯得愁慘,海洋不再甘美,大地不再可愛,蒼穹也令人窒息,因它不再擁有你那顆心靈上的星辰。
And what could one say worthy of lament, bewailing this suffering? Perhaps to you even the sun seems gloomy, the air downcast, the sea no longer sweet, the earth no longer desirable, and the sky oppressive, no longer holding your spiritual star.
1:8429
Τοσαῦτα καὶ ἔτι πλείω τούτων τὰ κραδαίνοντά σου τὴν ψυχὴν καὶ συνέχοντα τὴν καρδίαν καὶ προχέοντα τὰ θερμὰ δάκρυα καὶ ἀναπέμποντα τὰς οἰμωγὰς καὶ ἐξαποροῦντα καὶ αὐτοῦ τοῦ ζῆν
如此之多,甚至更多這樣的事,震撼著你的靈魂,揪緊著你的心,逼出滾燙的淚水,發出陣陣哀嘆,甚至使你對生命本身感到絕望。
So many things, and even more than these, shake your soul, grip your heart, pour forth hot tears, send up groans, and bring you to despair even of life itself.
1:8430
ἀλλὰ δεῦρο, κυρία, δεῦρο, ἀναψύχησον ( καιρὸς γὰρ ἀνακλήσεως), ἄνοιξόν σου τὰ ὦτα, ἐπακροωμένη τῶν θείων φωνῶν
但是,來吧,夫人,來吧,你當振作起來(因為現在正是恢復的時候);打開你的耳朵,專心聆聽這些神聖的話語:
But come now, lady, come, take heart (for it is time for recovery); open your ears, and listen attentively to the divine voices:
1:8431
ἄνθρωπος ὡσεὶ χόρτος αἱ ἡμέραι αὐτοῦ, ὡσεὶ ἄνθος τοῦ ἀγροῦ, οὕτως ἐξανθήσει
『人的年日如草一樣,他發旺如野地的花;』
'As for man, his days are as grass; as a flower of the field, so shall he flourish.'
1:8432
οὐκ ἔστιν ἄνθρωπος ὃς ζήσεται καὶ οὐκ ὄψεται θάνατον
『沒有人能長活不死,不見死亡。』
'There is no man that shall live and not see death.'
1:8433
εἰ πιστεύομεν ὅτι Ἰησοῦς ἀπέθανεν καὶ ἀνέστη, οὕτως καὶ ὁ θεὸς τοὺς κοιμηθέντας διὰ τοῦ Ἰησοῦ ἄξει σὺν αὐτῷ
『我們若信耶穌死而復活了,那已經在耶穌裡睡了的人,神也必將他們與耶穌一同帶來。』
'If we believe that Jesus died and rose again, even so them also which sleep in Jesus will God bring with him.'
1:8434
οὐ τοίνυν λοιπὸν ἀπολώλαμεν τὸν υἱόν, ἀλλὰ μικρὸν ὕστερον, ἡνίκα ἡ ἐσχάτη σάλπιγξ φωνήσει, ἀναστήσεται εἰς ἀπάντησιν τοῦ Κυρίου εἰς ἀέρα κἀκεῖ αὐτὸν ὀψόμεθα
因此,我們並非永遠失去了兒子,過不多時,當末次號筒吹響之時,他必復活,在空中與主相遇,我們也將在那裡再見到他。
We have not, then, lost our son forever, but a little while hence, when the last trumpet shall sound, he will rise to meet the Lord in the air, and there we shall see him.
1:8435
ἐπλήγη καιρίαν ἐνταῦθα πληγήν, ἀλλ' ἐκεῖσε ἀνίας αἰωνίου οὐ πειραθήσεται, Χριστὸν ἐνδεδυμένος διὰ τοῦ βαπτίσματος, τήν τε πίστιν ὀρθόδοξον ἐσχηκὼς καὶ οὔπω ἐμπλησθεὶς τῶν τῇδε ἡδέων, ὅσον ἄκρῳ τῷ δακτύλῳ ἀπογεύσασθαι διὰ τὴν νεότητα·
他在此世遭受了致命的一擊,但在彼世卻不會經歷永恆的痛苦,因他已藉洗禮穿上了基督,又持守正統的信仰,並且尚未享盡此世的種種歡愉——因其年少,僅是淺嘗即止,可謂僅以指尖略略沾嚐而已;
He was struck here with a mortal wound, but there he will not experience eternal grief, having put on Christ through baptism, and having held the orthodox faith, and not yet having had his fill of the pleasures of this life, having tasted them, so to speak, only with the tip of his finger, on account of his youth;
1:8436
οὗ χάριν πιστεύομεν καὶ τῶν ὡς ἀνθρώπῳ αὐτῷ παρεωραμένων καὶ πεπλημμελημένων διὰ τὸν τοιοῦτον ἄωρον καὶ ἄδικον θάνατον συγχώρησιν λήψεσθαι
為此,我們相信,凡他作為一個人所有的疏忽與過犯,都將因這樣一場過早而不義的死亡,得蒙赦免。
for which reason we believe that, for whatever oversights and faults he committed as a man, he will receive forgiveness on account of such an untimely and unjust death.
1:8437
πόσων γὰρ ἔμελλεν, ὦ κυρία, ἐπιμένων τῇ σαρκί, ἐμφορηθῆναι κακῶν; ἢ οὐ δοκεῖ σοι ὅτι ὁ τῇδε βίος πειρατήριον τῷ ἀνθρώπῳ καθέστηκεν, συζύγου λῆψις, τέκνων κτῆσις, δούλων καὶ ἄλλων τῶν κατὰ τὸν βίον χρησιμευόντων περιουσία, προσθείην δ' ἂν καὶ ἐπιγείου κλέους πρόοδος·
夫人啊,倘若他仍留在肉身之中,將要充滿多少禍患呢?你難道不覺得,這現世的生活對人而言乃是一場試煉——娶妻、生兒育女、擁有僕婢及其他生活所需之物的豐富,我還要加上一項,就是追求世間的榮耀?
For how many evils, lady, would he have been filled with, had he remained in the flesh? Or does it not seem to you that this present life is a place of trial for man — the taking of a spouse, the acquisition of children, the abundance of servants and other things useful for life, and I would add too the pursuit of earthly glory?
1:8438
ὧν ἁπάντων ἀπαλλαγεὶς πολλὴν ἕξει τῆς ψυχῆς τὴν ἐλευθερίαν, τῷ θεῷ προσοικειούμενος καὶ ὀλίγα ῥαντισθεὶς ἐκ τῆς ἁλμυρᾶς τοῦ βίου τρικυμίας τὴν ψυχήν
他既已脫離這一切,靈魂便得享極大的自由,親近於神,靈魂僅僅沾染了些微人生鹹澀波濤的水花而已。
Freed from all these things, he will have great freedom of soul, being brought near to God, having had his soul sprinkled but little by the briny billows of this life.
1:8439
Ἐντεῦθεν τοιγαροῦν, ἄνες, ἄφες, δέσποινα, τὸ ἀπαρηγόρητον λυπηρόν, πῆξον ὅρον τῷ πάθει διαρκῆ·
所以,夫人啊,從此請你鬆懈下來,放下這無可安慰的憂傷,為這痛苦設立一個持久的界限;
Wherefore, then, relax, let go, O lady, this inconsolable sorrow; set a lasting limit to your suffering;
1:8440
θῦσον τῷ θεῷ θυσίαν αἰνέσεως, ἀνθομολογήσεως, εἰπὲ μετὰ τοῦ μακαρίου Ἰώβ·
向神獻上讚美與稱謝的祭,效法有福的約伯,這樣說:
offer to God a sacrifice of praise and thanksgiving; say with the blessed Job:
1:8441
ὁ Κύριος ἔδωκεν, ὁ Κύριος ἀφείλατο·
『賞賜的是耶和華,收取的也是耶和華;』
'The Lord gave, and the Lord hath taken away;'
1:8442
ὡς τῷ Κυρίῳ ἔδοξεν, οὕτως καὶ ἐγένετο
『照主所喜悅的,事情就這樣成就了。』
'as it seemed good to the Lord, so it has come to pass.'
1:8443
ἐπίστρεψον, ψυχή μου, εἰς τὴν ἀνάπαυσίν σου·
『我的心哪,你當歸回安樂之地;』
'Return, my soul, unto thy rest;'
1:8444
ψυχὴ γάρ σου ἡ τοῦ υἱοῦ ἀποβίωσις
因為你兒子的離世,如同你自己靈魂的死亡一般。
for your son's passing has been as the death of your very own soul.
1:8445
πρὸς δὲ τὴν χηρείαν ἀποβλέπουσα, ἀνάκραξον·
而在思念你守寡之境時,你當呼喊道:
And looking to your widowhood, cry out:
1:8446
Κύριος ἐμοὶ βοηθός, καὶ οὐ φοβηθήσομαι τί ποιήσει μοι ἄνθρωπος
『主是幫助我的,我必不懼怕,人能把我怎麼樣呢?』
'The Lord is my helper, and I will not fear what man shall do unto me.'
1:8447
οὕτω γὰρ διατιθεμένη ἑαυτὴν πρῶτον μὲν θεὸν εὐφρανεῖς ὡς αὐθαιρέτως θυσίαν κατὰ Ἀβραὰμ τὸν υἱὸν προσφέρουσα, εἶτα καὶ αὐτῷ τῷ φιλτάτῳ τέκνῳ χαρίσῃ τὰ κράτιστα, ὁρῶντί σε εὐχαρίστως φέρουσαν, τοῖς τε ἄλλοις ἅπασιν ὑπόδειγμα ὑπομονῆς ἀγαθῆς καταστήσειας ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν·
因為當你如此自處時,首先,你將使神喜悅,因你彷彿亞伯拉罕一般,甘心樂意地將兒子獻上為祭;其次,你也將把最好的禮物賜給你那最摯愛的孩子本人,因他看見你懷著感恩之心承受這一切;再者,你也將在我們的主基督耶穌裡,為其餘眾人樹立善於忍耐的榜樣;
For by disposing yourself in this way, you will first gladden God, as one who has willingly offered up her son as a sacrifice like Abraham; then you will also grant the best gifts to your most beloved child himself, who sees you bearing this with thanksgiving; and to all others besides you will become an example of good endurance in Christ Jesus our Lord;
1:8448
ὃν εὐχόμεθα, ἁψάμενόν σου τῆς καρδίας ἐν ἐλέει καὶ οἰκτιρμοῖς, ἐμποιῆσαί σοι φῶς εὐπαρηγόρητον διατελέσαι τε τὴν ζωήν σου εἰρηνεύουσαν κἀνταῦθα ἀράμενον θεοτελῆ βίον καταξιῶσαι τῆς τε τοῦ υἱοῦ συνοψίσεως καὶ συναγαλλιάσεως αἰωνίου
我們祈求祂以憐憫與慈悲觸動你的心,使你心中生出蒙安慰的光明,並使你今生的餘日得以在平安中度過;願你在此世持守一種歸屬於神的生活,使你配得與你兒子重聚,並得享永恆同樂的福分。
whom we pray, having touched your heart with mercy and compassion, to bring about in you a light of good consolation, and to grant that your life continue in peace, and, having taken up here a life devoted to God, to make you worthy of reunion with your son and of eternal shared rejoicing.
1:8449
{ Νικήτᾳ μονάζοντι} Τὸ παρὰ τῆς ὁσιότητος ὑμῶν διὰ τοῦ θεοφιλεστάτου μητροπολίτου ἀποσταλὲν ἡμῖν βιβλίον ἀνέγνωμεν·
〈致修士尼基塔〉尊聖閣下藉那位最蒙神喜愛的都主教送給我們的書,我們已經讀過了;
{To Niketas the monk} We have read the book sent to us by your holiness through the most God-loving metropolitan;
1:8450
καὶ οὐκ ἔστιν ὁ τοῦτο συγγραψάμενος ἐπὶ τῷ δόγματι τῶν σεπτῶν εἰκόνων ὀρθοφρονῶν
而寫這本書的人,在關乎神聖聖像的教義上,思想並不正確。
and the one who wrote it does not think rightly concerning the doctrine of the venerable icons.
1:8451
τὴν ἄρρητον καὶ ἀπερίληπτον εἰς ἡμᾶς τοῦ θεοῦ φιλανθρωπίαν καὶ τοὺς ἱεροὺς τῶν ἁγίων ἀγῶνας ἐν γράμμασι μὲν ἡμεῖς ἱεροῖς ἀνευφημεῖσθαι διατυποῦμεν, οὐδεμιᾷ πλάσει τὸ ἐφ' ἡμῖν ἢ γραφῇ καθάπαξ ἡδόμενοι·
他主張,神那不可言喻、無法測度、向我們所施的仁愛,以及聖徒們神聖的爭戰,只應以聖潔的文字加以頌揚,而絕不因任何塑造或圖繪而感到絲毫喜悅;
He lays down that the ineffable and incomprehensible love of God for us, and the sacred contests of the saints, are to be extolled by us only in sacred writings, taking no delight whatsoever, so far as it depends on us, in any fashioning or pictorial representation;
1:8452
ὄψει τῇ αὐτοῖς συμμέτρῳ τὰ τοιαῦτα ἐν εἰσαγωγῆς τρόπῳ μανθάνειν
而諸如此類的事,只應以與之相稱的目視方式,作為啟蒙入門之法來學習。
and that such things are to be learned, in an elementary fashion, only by sight suited to those who need it.
1:8453
Τί οὖν ἔστιν ἐν τούτοις εἰπεῖν; πρῶτον μὲν ὅτι διαίρεσιν τῆς μιᾶς καὶ ἐντελοῦς καὶ μηδ' ὁτιοῦν πρόσθεσιν ἢ ὑφαίρεσιν προσιεμένης πίστεως ἡμῶν ἀπεργάζεται, ἑαυτῷ μὲν τὴν διὰ τῶν ἱερῶν γραμμάτων ἀπονέμων διατύπωσιν, τοῖς ἁπλουστέροις δὲ δῆθεν καὶ ἀτελεστέροις ὑπάρχουσι τὴν ἐν πλάσει καὶ γραφῇ ἱστορίαν ἀποίσας·
對此我們該說什麼呢?首先,他使我們那唯一、完全、不容許有絲毫增添或減損的信仰產生了分裂:他把透過聖潔文字所作的闡述歸給自己,卻把那藉塑像與圖繪所作的敘述,發落給那些他自以為較為單純、較不完全的人;
What, then, is to be said regarding these things? First, that he creates a division of our one and perfect faith, which admits neither any addition nor any subtraction whatsoever, assigning to himself the exposition through sacred writings, while relegating the depiction in fashioned form and painting to those who are, so he supposes, simpler and less perfect;
1:8454
ἔπειτα ἑαυτῷ μὲν ἀνάπτοι τὸ τέλειον τῆς χάριτος, τοῖς δὲ τὴν Ἰουδαϊκὴν ἀπορρίπτοι νηπιότητα, δεομένοις συμφυοῦς ἀναγωγῆς
其次,他會把恩典的完全歸於自己,卻把猶太式的幼稚加諸於他們身上,彷彿他們需要某種與之相稱的引導提升一般。
then, he would kindle for himself the perfection of grace, while casting off onto them a Jewish infancy, as though they were in need of some corresponding elevation.
1:8455
οὐκοῦν κατ' αὐτὸν διαψεύδεται ὁ ἱερὸς ἀπόστολος, φάσκων·
如此說來,按照他的說法,聖使徒豈不成了說謊者嗎?使徒曾說:
Therefore, according to him, the holy apostle is proved false, who says:
1:8456
οὐκ ἔνι Ἰουδαῖος οὐδὲ Ἕλλην, οὐκ ἔνι δοῦλος οὐδὲ ἐλεύθερος, οὐκ ἔνι ἄρσεν καὶ θῆλυ·
『並不分猶太人、希臘人,為奴的、自主的,或男或女;』
'There is neither Jew nor Greek, there is neither bond nor free, there is neither male nor female;'
1:8457
πάντες γὰρ ὑμεῖς εἷς ἐστε ἐν Χριστῷ Ἰησοῦ
『因為你們在基督耶穌裡都成為一了。』
'for ye are all one in Christ Jesus.'
1:8458
εἰ δὲ ἀληθεύει, ὥσπερ οὖν ἠλήθευται, καὶ εἷς Κύριος, μία πίστις, ἓν βάπτισμα, τίς ἡ καινὴ αὕτη διαίρεσις εἰς δύο τμήματα ἄνισα; τὸ ἔθνος τὸ ἅγιον, τὸ βασίλειον ἱεράτευμα ἀποκρίνεσθαι, καὶ τὸ μὲν εἶναι τῆς ἐντελεστέρας μοίρας, τὸ δὲ τῆς ὑφειμενεστέρας
然而,倘若他所言為真——而這確實是真理,正如那『一主、一信、一洗』——那麼,這種分成兩個不均等部分的新奇分裂,究竟是什麼呢?難道要使那聖潔的國度、君尊的祭司,彼此分開,一部分屬於較完全的一群,另一部分則屬於較低劣的一群嗎?
But if he speaks truly — as indeed it has been spoken truly — that there is one Lord, one faith, one baptism, what is this novel division into two unequal parts? That the holy nation, the royal priesthood, should be separated, and that the one part should belong to the more perfect portion, and the other to the inferior?
1:8459
ἔπειτα, ὅτι ἐπειδὴ πᾶς τις εὖ φρονῶν ἐφίεται τελειότητος, νεμεσητὸν ἡγήσεται τὸ ἀτελὲς κἀντεῦθεν ἐξ ἀναγκαίου παρέλκον ἐστὶ τὸ τῆς ἱστορίας δόγμα
其次,既然凡明理之人都渴慕完全,便會視不完全者為應受譴責之事;如此一來,依照這種邏輯,關於圖像敘述的教義,勢必成為多餘之物。
Next, since everyone of sound mind aspires to perfection, he will consider what is imperfect blameworthy, and hence, of necessity, the doctrine concerning pictorial representation becomes, on this logic, superfluous.
1:8460
ἐναντιοῦται δὲ ὅτι μάλιστα καὶ τῷ Μεγάλῳ Βασιλείῳ, μὴ ταὐτίζων τὰ ὑπ' ἐκείνου ἐπ' ἴσης δογματιζόμενα·
他這樣的說法,尤其與偉大的巴西流針鋒相對,因為他並未將自己的觀點,等同於巴西流所同等教導的內容;
But he is especially opposed also to the great Basil, not aligning what is set forth as doctrine by him with equal authority;
1:8461
ἃ γὰρ ὁ λόγος, φησί, τῆς ἱστορίας δι' ἀκοῆς παρίστησι, ταῦτα γραφικὴ σιωπῶσα διὰ μιμήσεως δείκνυσιν
他(巴西流)曾說:『歷史敘述藉聽聞所呈現的內容,靜默無聲的繪畫卻藉摹仿將其呈現出來。』
'For what the account of history presents through hearing,' he says, 'this the silent painting shows through imitation.'
← 上一段下一段 →
1

新的原文誦讀上線時通知我

每次有新章節誦讀影片就寄一封信。採雙重確認,隨時可一鍵取消。