📜 Verbum · 聖言
原文誦讀聖經與教父文獻
♥ 贊助

← 回書卷目次 · 希臘教父 › 論天意(十講)

論天意(十講) 第 1 章 第 6/11 段

希臘文原文.185 節.部分字詞可點開查義.本章太長已分段,此段為 1:859–1:1043(全章共 1762 節)

← 上一段下一段 →
ℹ️ 本語料沒有逐節的詞法標註。原形主要取自同語言其他書卷的逐詞標註(不是這一節的標註),少數查不到的才回頭依字形比對詞典。同形的罕見字仍可能判錯,需要精確判斷時請覆核原文與專門詞典。
ℹ️ 中英對照為本站自譯,直接譯自本頁的原文(非和合本/WEB —— 那兩者譯自馬所拉文本,與本頁底本不同)。
1:859
μίμησαι τοὺς τρεῖς ἐκείνους παῖδας, οἳ καμίνῳ παραδοθέντες, καὶ τὴν ἄψυχον κτίσιν εἰς κοινωνίαν τῆς δοξολογίας ἐκάλεσαν, καὶ τὸν ὠμῶς τῇ καμίνῳ παραδεδωκότα τύραννον, εἰς θεωρίαν τοῦ θαύματος εἵλκυσαν, καὶ τὸν πολε μηθέντα Θεὸν προσκυνῆσαι τῇ θαυματουργίᾳ κατ ηνάγκασαν
當效法那三位少年,他們被投入火窯之中,卻召喚無生命的受造之物一同參與頌讚,並使那殘酷地將他們投入火窯的暴君前來目睹這奇蹟,藉此神蹟迫使他敬拜他先前所敵對的神。
imitate those three youths, who, delivered to the furnace, summoned even the lifeless creation into fellowship of doxology, and drew the tyrant who had cruelly delivered them to the furnace to behold the wonder, and by their miracle compelled him to worship the God whom he had warred against.
1:860
Ἐκείνους μὲν οὖν οὔτε κάμινος εἰς βλασ φημίαν κινῆσαι τὴν γλῶτταν ἠνάγκασεν, ἀλλὰ καὶ τοσαύτῃ παραδοθέντες φλογὶ, ὕμνοις τὸν εὐεργέτην ἐγέραιρον
火窯並未能迫使他們的舌頭發出褻瀆之言;相反,即便被投入如此巨大的烈焰中,他們仍以頌歌尊崇他們的施恩者。
Neither did the furnace compel their tongue to blasphemy; rather, though delivered to so great a flame, they honored their benefactor with hymns.
1:861
Σὲ δὲ οὔτε κάμινος, οὔτε λέοντες βλασ φημεῖν ἀναγκάζουσιν, ἀλλὰ τοῖς θεοσδότοις ἀγα θοῖς ἐντρυφῶν, οὐκ αἰσθάνῃ τῶν δωρεῶν
但你既無火窯,也無獅子迫使你褻瀆,你卻在享受神所賜的美物之時,渾然不覺這些恩賜。
But as for you, neither furnace nor lions compel you to blaspheme; rather, while luxuriating in God-given blessings, you fail to perceive the gifts.
1:862
Εἰ δέ μοι πείθοιο, τὴν γλῶτταν εὐσεβείᾳ κοσμήσεις, καὶ τὴν μὲν κτίσιν ἐπαινέσεις, τὸν δὲ Κτίστην ὑμνήσεις, καὶ τὴν παροῦσαν αὐτοῦ πανταχοῦ προμήθειαν προσκυ νήσεις, ὅτι αὐτῷ ἡ δόξα καὶ τὸ κράτος, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας
但若你肯聽從我,你就會以敬虔裝點你的舌頭,讚美受造之物,卻歌頌那創造者,並敬拜祂無所不在的天意,因為榮耀與權能都歸於祂,直到如今,直到永遠,直到萬代。
But if you would be persuaded by me, you will adorn your tongue with piety, and you will praise creation but hymn the Creator, and you will worship his providence, present everywhere, for to him belong glory and might, now and always, and unto the ages.
1:863
Ὅτι δουλεία καὶ δεσποτεία πρόσφοροι τῷ βίῳ
論奴役與主權皆有益於今生
That slavery and mastery are expedient for this present life
1:864
Οὐ δεῖται τῆς μὲν ἀνθρωπίνης γλώττης εἰς ὕμνων χορηγίαν τῶν ὅλων ὁ Ποιητής·
萬有的創造者並不需要人的舌頭來供應頌讚;
The Maker of the universe has no need of the human tongue for the supply of hymns;
1:865
οὐδὲ γὰρ τὴν τῶν ἀγγέλων δοξολογίαν ὡς δεόμενος δέχεται, ἀλλὰ τὴν εὔνοιαν ὁρῶν, τὸ εὔγνωμον ἀποδέχεται·
因為祂接受眾天使的頌讚,並非出於需要,而是因看見他們的善意,接納他們的感恩之情;
for he does not receive even the doxology of the angels as one in need, but, beholding their good will, he accepts their gratitude;
1:866
καὶ τὰς θυ σίας δὲ τὰς νομικὰς ἡνίκα προσέφερον οἱ προσφέρον τες, οὐχ ὡς χρείαν δήπουθεν ἀναπληροῦντες ἔφε ρον, ἀλλ' ὑπὲρ τῶν μυρίων εὐεργεσιῶν, ὧν. ἐδέχοντο, τὴν δυνατὴν χάριν ἐκτίνειν πειρώμενοι
同樣,律法之下獻祭的人獻上祭物時,並非為要填補某種需要,而是嘗試盡其所能,報答他們所領受的無數恩惠。
and when those who offered the sacrifices of the Law offered them, they brought them not, surely, as fulfilling some need of God, but attempting to render such thanks as they were able for the countless benefactions they had received.
1:867
Αὐτίκα τοίνυν ἔστιν ἰδεῖν, οὐδὲ πάντας μίαν καὶ τὴν αὐτὴν θυσίαν προσφέροντας
由此立刻可見,並非人人都獻上同一種祭物。
One may see at once, then, that not all offered one and the same sacrifice.
1:868
Ὁ μὲν γὰρ, ἔθυε μόσχον, ὁ δὲ ἀμνὸν, ὁ δὲ χίμαρον·
有人獻牛犢,有人獻羊羔,有人獻山羊;
For one sacrificed a calf, another a lamb, another a goat;
1:869
καὶ ὁ μὲν πλείω τὰ θύματα, ὁ δὲ ἐλάττω·
有人獻上較多的祭牲,有人獻上較少;
and one offered more victims, another fewer;
1:870
ὁ δὲ τούτων ἀπορῶν, καὶ πενίᾳ συζῶν, ζεῦγος τρυγόνων, ἢ νεοτ τοὺς περιστερῶν·
又有人缺乏這些,與貧窮相伴,便獻上一對斑鳩,或雛鴿;
and another, lacking these and living with poverty, offered a pair of turtledoves, or young pigeons;
1:871
ὁ δὲ καὶ τούτων σπανίζων, σεμί δαλιν ὀλίγην, καὶ βραχύ τι λιβανωτοῦ
更有人連這些也匱乏,只獻上少許細麵粉,以及一點點乳香。
and another, wanting even these, offered a little fine flour and a small quantity of frankincense.
1:872
Ποιότητι τοιγαροῦν γνώμης, οὐχὶ ποσότητι δώρων προσέχειν τὸν δίκαιον κριτὴν ἐντεῦθεν δήπουθεν διδασκόμεθα
由此我們自然受到教導:公義的審判者所看重的,是心意的品質,而非禮物的數量。
From this, then, we are surely taught that the just judge attends to the quality of the intention, not to the quantity of the gifts.
1:873
Καὶ τοὺς εὐτελεῖς ἡμῶν προσφέρομεν λόγους, οὐχ ἵνα τῇ βραχυτάτῃ σταγόνι τὴν ἄβυσσον τῆς σο φίας αὐξήσωμεν, ἀλλὰ τὴν οἰκέταις πρέπου σαν εὔνοιαν ἐπιδεῖξαι πειρώμενοι, καὶ τῶν ὁμο δούλων διελέγξαι τὸ θράσος, καὶ τὸν δεσποτικὸν αὐτοῖς ἐπιθεῖναι ζυγὸν προμηθούμενοι
我們也獻上我們卑微的言辭,並非要以極微小的一滴,增添那智慧的深淵,而是嘗試表明僕人應有的善意,駁斥同為僕人者的狂妄,並謀求將主人的軛加在他們身上。
And we too offer our humble words, not that by the tiniest drop we might increase the abyss of divine wisdom, but attempting to display the good will befitting servants, and to refute the insolence of our fellow-servants, and taking forethought to lay the master's yoke upon them.
1:874
Κομιδῇ γὰρ ἀσχάλλομεν τὴν τὰ πάντα κυβερνῶσαν τοῦ Θεοῦ σοφίαν ὑπ' αὐτῶν συκοφαντουμένην ὁρῶντες·
因為我們見到那管理萬有的神的智慧竟遭他們誣蔑,實在深感痛心;
For we are altogether grieved to see the wisdom of God, which governs all things, being slandered by them;
1:875
οὗ χάριν καὶ τὸν παρόντα τοῦ λόγου πόνον ἐδεξά μεθα, καὶ παῦσαι τοῖς ἐλέγχοις τὴν βλασφημίαν πειρώμεθα
正因如此,我們才承擔起這篇論述的勞苦,嘗試藉著駁斥,使他們的褻瀆言論就此止息。
for which reason we have undertaken the present labor of this discourse, and attempt by our refutations to bring their blasphemy to an end.
1:876
Ὅτι μὲν οὖν λίαν ἀνοήτως καταιτιῶνται τὴν δοκοῦσαν ἀνωμαλίαν τοῦ βίου, καὶ παραπαίοντες τὸ δέον οὐ συνορῶσιν, ἱκανῶς ὁ πρὸ τούτου λόγος ἐδίδαξε, καὶ τῆς πενίας ὑποδείξας τὸ χρήσιμον, καὶ τοῦ πλούτου διελέγξας τὴν ἔνδειαν
至於他們何等愚蠢地指責這人生看似的不平等,並因偏離正道而不能明白何為合宜,前一篇論述已充分闡明,既指出了貧窮的益處,也揭露了財富的匱乏。
That they very foolishly find fault with the seeming inequality of life, and, having lost their way, fail to perceive what is fitting, the preceding discourse has sufficiently shown, both by demonstrating the usefulness of poverty and by exposing the deficiency of wealth.
1:877
Ἐπειδὴ δὲ οὐ μόνον τῆς πενίας κατηγοροῦσιν, ἀλλὰ καὶ τὴν δου λείαν ὀλοφύρονται, καὶ τοὺς βασιλικοὺς ἀποδύρονται φόρους, καὶ ἕτερα τὰ τῷδε τῷ βίῳ λίαν ἁρμόττοντα·
然而,既然他們不僅指責貧窮,還哀嘆奴役,抱怨王室的賦稅,以及其他種種極為適合此生的事物;
But since they not only accuse poverty, but also bewail slavery, and lament the royal taxes, and other things which are very fitting to this present life;
1:878
φέρε, καὶ περὶ τούτων μικρὰ διεξέλθωμεν, καὶ τοὺς ἀρίστους τῶν ἰατρῶν μιμησώμεθα, οἳ τοὺς ἀῤ ῥώστους ἀποσίτους ὁρῶντες, καὶ τὰ προσφερόμενα σιτία πάντα βδελυττομένους, τέχναις τισὶν ἰατρικαῖς τὸ δυσάρεστον αὐτῶν εὖ μάλα κατασοφίζονται
來吧,讓我們也就這些事略作論述,效法那些最優秀的醫生,他們見病人拒食、對所端上的一切食物心生厭惡,便運用某些醫術巧妙地克服病人的厭食。
come, let us also discuss these matters briefly, and imitate the best of physicians, who, seeing the sick refusing food and loathing all the dishes set before them, very skillfully outwit their distaste by certain medical arts.
1:879
Τὰ γὰρ ξηρότερα καὶ στρυφνότερα τῶν ἡδυσμάτων πα ραμιγνύντες, τὸ βδελυκτὸν τῷ ἀῤῥώστῳ φαινόμενον ἥδιστον ἀπεργάζονται
他們摻入較乾燥、較澀口的調味料,把病人原本覺得厭惡的食物變得極為可口。
For by mingling in drier and more astringent seasonings, they render what seemed loathsome to the sick man most pleasant.
1:880
Καὶ οὗτοι δὲ ὁμοίως ἐκείνοις, πᾶσι τοῖς ὁρωμένοις καὶ γινομένοις ἐπιμέμφονται
而這些人也如同那些病人一樣,對一切所見所發生之事都心生怨懟。
And these men likewise, just as those sick patients, find fault with all that is seen and all that happens.
1:881
Ἀλλ' ἐκείνοις μὲν ἡ νόσος παρὰ γνώμην συμβαίνει, καὶ ἀλγυνόμενοι λίαν τῶν σιτίων ἀπέχονται, καὶ μεταλαβεῖν ποθοῦντες ὑπὸ τῆς νόσου κωλύονται·
然而,那些病人的疾病是違背他們意願而發生的,他們雖然痛苦不堪而不能進食,雖然渴望進食,卻被疾病所阻攔;
But in their case, the illness befalls them against their will, and though they suffer greatly they abstain from food, and though they long to partake, they are hindered by the disease;
1:882
τούτοις δὲ ἑκούσια καὶ αὐθαίρετα πολεμεῖ τὰ πάθη, καὶ τὸ δυσάρεστον ἔχουσιν, οὐ περὶ σιτία καὶ ὄψα, ἀλλὰ περὶ πάντα τὰ σοφῶς καὶ δικαίως ὑπὸ τῆς θείας προμηθείας οἰκονομούμενα
而這些人的病症卻是出於自願、出於自己的選擇而與他們為敵,他們所厭惡的並非食物與菜餚,而是神聖天意所智慧且公義地治理的萬事萬物。
but for these men, their sufferings war against them voluntarily and by their own choice, and their distaste is not concerning food and dishes, but concerning all the things wisely and justly administered by divine providence.
1:883
Καὶ σπείροντες μὲν τῶν ὄμβρων ἐπιθυμοῦσιν, ὁδοιποροῦντες δὲ τῶν ὄμβρων κατηγοροῦσι
他們播種時渴望降雨,旅行時卻指責降雨。
And when sowing they desire the rains, but when traveling they denounce the rains.
1:884
Χρῄζουσι δὲ θερμοτέρας τῆς ἡλιακῆς ἀκτῖνος, ἵνα πέπονας τῶν σπερμάτων τοὺς καρποὺς ἀπεργάσηται·
他們需要更熾熱的陽光,使種子所結的果實得以成熟;
They need the sun's ray to be hotter, so that it may ripen the fruits of their seeds;
1:885
καὶ δυσχεραίνουσι πάλιν, καὶ τὸν φλογμὸν αἰτιῶνται
然而他們又轉而不悅,怪罪那灼熱之氣。
and again they are vexed, and blame the scorching heat.
1:886
Πάντα πόνον ὑπὲρ τῆς γαστρὸς καταδέχονται, καὶ γηπονίας, καὶ ναυτιλίας, καὶ μακρὰς ὁδοιπορίας·
他們為了肚腹甘願承受一切勞苦——耕種、航海、長途跋涉;
They undertake every labor for the sake of the belly — farming, seafaring, and long journeys;
1:887
καὶ πάλιν αὐτῆς πικροὶ κατ ήγοροι γίνονται·
然而他們又轉而成為肚腹的嚴厲控訴者;
and again they become bitter accusers of it;
1:888
ὥσπερ οὐ δουλεύειν τοῖς τῆς ψυχῆς νεύμασιν, ἀλλ' ἄρχειν τεταγμένης
彷彿肚腹並非被指定服從靈魂的意向,而是被指定來統治一般。
as though it were not appointed to serve the promptings of the soul, but to rule.
1:889
Μέμφονται σκη πτοῖς, καὶ χαλάζαις, καὶ ταῖς τοιαύταις παιδείαις,. καὶ πάλιν τῆς τοῦ Θεοῦ μακροθυμίας κατηγοροῦσι·
他們抱怨雷擊、冰雹,以及諸如此類的懲戒,然而又指責神的恆久忍耐;
They find fault with thunderbolts and hailstorms and such chastisements, and again they accuse the longsuffering of God;
1:890
καὶ οὔτε τὸ δίκαιον αὐτοὺς, οὔτε τὸ μακρόθυμον κατ αιδεῖ
無論是神的公義,或是神的恆忍,都不能使他們感到羞愧。
and neither his justice nor his longsuffering puts them to shame.
1:891
Ἀλλ' αὐτοὶ μὲν τῆς μακροθυμίας ἀπολαύειν, καὶ μεγάλα πλημμελοῦντες, προσεύχονται·
然而,他們自己雖然犯下大罪,卻祈求得享神的恆久忍耐;
But even while committing great offenses, they themselves pray to enjoy his longsuffering;
1:892
τοὺς δὲ σφᾶς αὐτοὺς λελυπηκότας ἄκρατον δέχεσθαι θέλουσι τοῦ δικαίου τὴν προσβολήν
但對於那些冒犯他們的人,他們卻希望對方遭受毫無稀釋的公義打擊。
yet they wish those who have wronged them to receive the full, unmixed onset of justice.
1:893
Εἶδον πένητα, εὐθὺς τὴν γλῶτταν κατὰ τῆς Προνοίας ἐκίνησαν, καὶ πολ λοῖς τὴν πενίαν κατέχωσαν σκώμμασιν
他們一見到窮人,便立刻搖動舌頭反對天意,用種種譏諷之詞將他的貧窮埋葬。
They saw a poor man, and immediately set their tongue in motion against Providence, and buried his poverty under many taunts.
1:894
Ἐθεάσαντο πλούσιον ἐπ' ἄκρων ὀνύχων βαδίζοντα, λεόντειον βλέ ποντα, τῇδε κἀκεῖσε τοὺς ὤμους περιφέροντα, ἢ ἐπ' ὀχημάτων φερόμενον, καὶ πολλοῖς οἰκέταις καὶ ῥα βδοφόροις κυκλούμενον, μεταφέρουσι κατὰ τῶν χρη μάτων τὴν βλασφημίαν
他們見到一個富人踮著腳尖走路,目光如獅,肩膀左右搖擺,或是乘坐車輦,被眾多僕從與持杖侍衛環繞——於是他們便將褻瀆之言轉移到財富之上。
They beheld a rich man walking on the tips of his toes, with a lion-like glance, swaying his shoulders this way and that, or being carried in a chariot, surrounded by many servants and rod-bearers — and they transfer their blasphemy onto the subject of wealth.
1:895
βίον, ὡς ἀνωμαλίας ἀνάπλεω, καὶ μισοῦσι τὸν θάνατον, τὸν τὴν ἀνωμαλίαν παύοντα, καὶ τὴν ἰσοτιμίαν τοῖς σώ μασιν ἀπονέμοντα
……指責人生充滿不平等,卻又憎恨那終止不平等、賜予眾身體同等尊榮的死亡。
...life, as being full of inequality — and yet they hate death, which puts an end to that inequality and grants equal honor to all bodies.
1:896
Καὶ μὴν ἔδει τὸν βίον θαυμάζειν τοὺς τῷ θανάτῳ μεμφομένους, ἢ τὸν θάνατον εὐ φημεῖν τοὺς τὸν βίον αἰτιωμένους
然而,那些指責死亡的人理應讚賞人生,而那些怪罪人生的人理應稱許死亡。
And yet those who find fault with death ought to admire life, or those who blame life ought to speak well of death.
1:897
Ἐναντία γὰρ ἐκ διαμέτρου θάνατος καὶ ζωή
因為死亡與生命乃是徹底相反的。
For death and life are diametrically opposed.
1:898
Οἱ δὲ, φύρδην ἅπαντα βλασφημοῦσι, καὶ πάντων ὁμοίως κατηγοροῦσι·
然而他們卻不分青紅皂白地褻瀆一切,同樣地指控萬事萬物;
But they blaspheme all things indiscriminately, and accuse all things alike;
1:899
καὶ παῖδες μὲν ὄντες, μακαρίζουσι τοὺς ἄνδρας, ἄνδρες δὲ γενόμενοι, ζηλωτοὺς ἀποκαλοῦσι τοὺς παῖδας
當他們還是孩童時,稱讚成年人有福;等他們成為成年人後,卻又稱孩童令人羨慕。
and while they are children, they call the men blessed, but once they have become men, they call children enviable.
1:900
Καὶ τί δεῖ πάντα λέγειν, τὰ ὑπὸ τῆς πονηρᾶς ταύτης νόσου συκοφαντούμενα; Οὐδὲν γάρ ἐστι τῶν γινομέ νων, ὃ μὴ δέχεται λοιδορίας βέλος ὑπὸ τῆς τούτων γλώττης πεμπόμενον
又何必一一列舉那些被這種惡疾所誣蔑的事物呢?因為凡發生之事,無一不受到他們舌頭所射出的辱罵之箭。
And what need is there to recount all the things slandered by this evil malady? For there is nothing that happens which does not receive the arrow of abuse shot by their tongue.
1:901
Φέρε τοίνυν, ταῖς ἰατρικαῖς μεθόδοις χρησάμενοι, δείξωμεν αὐτοῖς ἥδιστα τὰ τέως αὐτοὺς ἀποκναίοντα
來吧,讓我們運用醫術的方法,向他們展示,那些至今令他們厭煩的事物其實是最為美好的。
Come, then, let us employ the methods of physicians and show them, as most pleasant, the very things that have hitherto vexed them.
1:902
Περὶ μὲν οὖν πλούτου καὶ πενίας, καὶ τῆς ἐν τούτοις δοκούσης ἀνωμαλίας, ἀποχρώντως ἐν τῷ πρὸ τοῦδε λόγῳ διεξήλθομεν, καὶ ταύτης καὶ τούτου δεικνύντες τὸ χρήσιμον
關於財富與貧窮,以及其中看似的不平等,我們已在前一篇論述中充分討論過,並指出了兩者各自的益處。
Concerning wealth and poverty, then, and the seeming inequality found in them, we have sufficiently discoursed in the preceding oration, showing the usefulness both of the one and of the other.
1:903
Ὅτι δὲ εἰς δουλείαν καὶ δεσποτείαν οὐκ αὐτὸς ὁ Ποιητὴς ἐξ ἀρχῆς τὴν φύσιν διέκρινεν, αὐτίκα δηλώσομεν
至於創造者本身在起初並未將人的本性劃分為奴役與主權,我們現在就要闡明。
But that the Maker himself did not, from the beginning, divide human nature into slavery and mastery, we shall now show.
1:904
Πλευρὰν γὰρ μίαν ἐξ ἐκείνου λαβὼν ὁ Ποιητὴς, οὕτω τὸ γένος τοῦτο διέπλασεν, ὅπως μὴ φύσεως ἑτέρας αὐτὴ νομίζηται διὰ τὸ τοῦ σχήματος ἑτε ροῖον
創造者取了亞當的一根肋骨,如此塑造了這一族類,為要使她不至於因外形上的差異而被視為屬於另一種本性。
For the Maker, having taken a single rib from him, fashioned this race in such a way that she should not be thought to be of a different nature because of the diversity of her form.
1:905
Εἷς τοιγαροῦν ἀπὸ γῆς διεπλάσθη, καὶ ἐξ ἀνδρὸς ἡ γυνὴ, καὶ ἐξ ἀμφοῖν ἅπασα τῶν ἀνθρώπων ἡ φύσις
因此,一人由地土所造,女人由男人所出,而全人類的本性則由這兩者而來。
One man, then, was fashioned from the earth, and the woman from the man, and from both the entire nature of mankind.
1:906
Οὐ γὰρ ἐξ ἀρχῆς ὁ Ποιητὴς, τοῖς μὲν δου λείαν, τοῖς δὲ δεσποτείαν ἀπένειμεν, ἀλλ' ἓν ἁπάν των ἐδημιούργησε γένος
因為創造者起初並未將奴役分配給某些人,將主權分配給另一些人,而是為眾人創造了同一個族類。
For the Maker did not, from the beginning, allot slavery to some and mastery to others, but created one single race for all.
1:907
Καὶ τῷ Νῶε δὲ κιβωτὸν κατασκευάσαι κελεύσας, καὶ μισθὸν αὐτῷ τῆς δικαιοσύνης τὴν σωτηρίαν πορίσας, αὐτὸν καὶ τὴν ὁμόζυγα σὺν τοῖς υἱέσι, καὶ ταῖς ἐκείνων γαμεταῖς, εἰς τὴν κατασκευασθεῖσαν εἰσελθεῖν προσέταξε κι βωτὸν, καὶ δοῦλος οὐδεὶς εἰσελήλυθε
當祂吩咐挪亞建造方舟,並將救恩作為他公義的酬報時,祂命令挪亞與其妻子、兒子,以及兒子們的妻子一同進入所建造的方舟——其中並無一個奴僕進入。
And when he commanded Noah to construct an ark, and provided him salvation as a wage for his righteousness, he ordered him, together with his wife, his sons, and their wives, to enter the ark that had been constructed — and not a single slave entered.
1:908
Οὐδέπω γὰρ ἡ φύσις ταύτην ἐδέδεκτο τὴν διαίρεσιν·
因為人的本性當時尚未接受這樣的區分;
For human nature had not yet received this division;
1:909
ἀλλὰ. μόνα τὰ τῷ ὄντι δοῦλα, τῶν ἀλόγων τὰ γένη, ἃ τού του χάριν τῶν ὅλων ὁ Ποιητὴς εἰς τόνδε τὸν βίον παρήγαγεν
唯獨那些真正屬於奴役的,即無理性動物的各類,乃是萬有的創造者為此目的才將牠們引入這生命之中。
but only the truly servile creatures — the races of irrational animals — which the Maker of the universe brought into this life for this very purpose, were slaves.
1:910
Ἐπειδὴ δὲ πολλὴν ἐν τοῖς μετὰ ταῦτα τὴν ἀκοσμίαν εἶδεν ἐκ τῆς ἀναρχίας γεγενημένην, καὶ πᾶσαν ἀδεῶς παρανομίαν ἐκτελουμένην, εἰς ἄρχοντας καὶ ἀρχομένους διεῖλε τῶν ἀνθρώπων τὸ γένος, ἵνα τῶν ἀρχόντων τὸ δέος σμικρύνῃ τῶν ἁμαρ τημάτων τὸ πλῆθος
但後來,祂見到由於無人統治而產生了極大的混亂,各樣不法之事肆無忌憚地施行,於是祂便將人類分為統治者與被統治者,好使統治者所引發的敬畏得以減少罪惡的數量。
But since afterward he saw great disorder arising from the absence of rule, and every lawlessness being carried out without restraint, he divided the human race into rulers and ruled, so that the fear of rulers might diminish the multitude of sins.
1:911
Οἶδε γὰρ φόβος χαλινοῦν τῶν ἀλόγων παθῶν τὰς ἀφορμὰς, καὶ τῆς ψυχῆς τὴν πρὸς τὸ χεῖρον ἀμβλύνειν ῥοπήν·
因為恐懼懂得約束非理性情慾的衝動,並能減弱靈魂趨向惡的傾向。
For fear knows how to bridle the impulses of irrational passions, and to blunt the soul's inclination toward the worse.
1:912
καὶ πολλάκις ἃ λόγος οὐκ ὤνησεν, ὁ φόβος κατώρθωσεν
而且往往理性未能成就的事,恐懼卻能達成。
And often what reason did not achieve, fear has accomplished.
1:913
Ἐπειδὴ γὰρ ἡ φύσις πρὸς τὸ χεῖρον ἐξώκειλε, καὶ ὁ νοῦς τοῖς πάθεσι περικλυσθεὶς, ὑποβρύχιός τε γενόμενος, οἷόν τι σκάφος ἀνερμάτιστον, ἀτάκτως φέρεσθαι τὸ σῶμα κατέλιπεν, ἀναγκαίως ἐδεήθημεν νόμων, καθάπερ τινὸς ἀγκύρας, ἱστώσης τὸ σκάφος, καὶ τὴν ἐπὶ πρόσω φορὰν κωλυούσης, καὶ συγχωρούσης ἀναδῦναι τὸν κυβερνήτην, καὶ τῶν οἰάκων ἐπιλαβέ σθαι
因為既然本性偏向惡而擱淺,理智被情慾所淹沒、沉沒海底,如同一艘未壓艙的船隻,任由身體無序地漂流,我們便必然需要法律,如同某種錨,使船隻穩定,阻止它繼續向前漂移,並使舵手得以重新浮出水面,重新握住舵柄。
For since nature ran aground toward the worse, and the mind, engulfed by the passions and submerged beneath them, like some unballasted vessel, left the body to be carried along in disorder, we necessarily had need of laws, as of a kind of anchor, to steady the vessel and to check its forward drift, and to allow the pilot to surface again and take hold of the helm.
1:914
Τούτων δὲ τῶν νόμων γενέσθαι τὴν θέσιν οὐχ οἷόν τε ἦν, ἰσοκρατίας οὔσης, καὶ πολιτευομένης ἰσο νομίας
但是,若當時盛行權力平等,且以法律平等為政體,這些法律便不可能被制定。
But it was not possible for these laws to come into being while there was equality of power, and equality before the law prevailed as the constitution.
1:915
Οὐδὲ γὰρ ἐν ταῖς δημοκρατουμέναις πόλεσιν, ἔνθα ὁ δῆμος ἔσχε τῶν πραττομένων τὸ κῦρος, τῶν ἴσων ἅπαντες μετελάγχανον·
因為即使在民主治理的城邦中,在那裡人民掌握對公共事務的決定權,也並非人人都分享平等的份額;
For not even in democratically governed cities, where the people held authority over public affairs, did all share equally;
1:916
ἀλλ' οἱ μὲν ἦσαν θεσμο θέται, οἱ δὲ νομοθέται, οἱ δὲ στρατηγοὶ, οἱ δὲ τῶν ἀρχομένων ἐπλήρουν τὴν τάξιν·
而是有些人是制定律例者,有些是立法者,有些是將軍,另有些人則填補被治理者的行列;
but some were framers of ordinances, others legislators, others generals, and others filled the rank of the governed;
1:917
ὁ δὲ δημαγωγὸς, καὶ τῶν ἀρχόντων ἐκράτει, καὶ τῶν ἀρχηγῶν
而民眾領袖則既掌控官長,也掌控首領。
and the popular leader held sway both over the magistrates and over the leaders.
1:918
Καὶ ἐν ταῖς ὀλιγαρχουμέναις δὲ πόλεσιν, οἱ μὲν πολλοὶ, τὸν τῶν ὑπηκόων ἐπλήρουν κατάλογον·
而在寡頭治理的城邦中,多數人則填補臣屬的名冊;
And in oligarchically governed cities too, the many filled the roll of subjects;
1:919
οἱ δὲ ὀλίγοι, καὶ φρονή σει προὔχοντες, καὶ ἀρετῇ διαλάμποντες, τά τε κοινὰ διακονεῖν καὶ τὰς ἡγεμονίας διελάγχανον·
而少數人,因智慧超群、德行卓越,便分得管理公共事務與治理的職分;
while the few, excelling in prudence and shining forth in virtue, obtained the offices of administering public affairs and of governance;
1:920
καὶ οἱ μὲν ἔφοροι, οἱ δὲ ναύαρχοι, οἱ δὲ ἁρμοσταί·
有些人是監察官,有些是海軍統帥,有些是總督;
and some were ephors, others admirals, others governors;
1:921
καὶ ἦγον τὸ πλῆθος ᾗ ἂν αὐτοῖς ἄριστα ἐδόκει
他們便按照自己認為最好的方式來領導群眾。
and they led the multitude in whatever way seemed best to them.
1:922
Οὐκοῦν ἡ μὲν ἁμαρτία τῶν νόμων τὴν χρείαν εἰσήγαγεν·
由此可見,是罪引入了對法律的需求;
Therefore sin introduced the need for laws;
1:923
οἱ δὲ νόμοι τῆς τῶν τιθέντων ἐξουσίας ἐδέοντο, οὐ μόνον δὲ τῶν τιθέντων, ἀλλὰ καὶ τῶν κολάζειν τοὺς παρα βαίνοντας δυναμένων
而法律則需要制定者的權柄,不僅需要制定者,也需要那些有能力懲罰違法者的人。
and the laws required the authority of those who established them, and not only of those who established them, but also of those able to punish transgressors.
1:924
Καὶ ἡ μὲν ἁμαρτία τὴν ἀτα ξίαν εἰσήγαγεν·
罪引入了無秩序;
And sin introduced disorder;
1:925
τινι χαλινῷ, τοῖς νόμοις ἀνέστειλε·
他便以某種轡頭——也就是法律——加以約制;
he checked it with a kind of bridle, namely the laws;
1:926
τούτου δὲ τοῦ χαλινοῦ τὰς ἡνίας, καθάπερ ἡνιόχοις, τοῖς ἄρχου σιν ἐνεχείρισεν
又將這轡頭的韁繩交託給統治者,如同交給馭者一般。
and he entrusted the reins of this bridle to the rulers, as to charioteers.
1:927
Ὑπὸ τούτων καὶ πόλεις κο σμοῦνται, καὶ κῶμαι, καὶ στρατεῖαι·
藉著這些,城邦得以井然有序,鄉村與軍旅亦然;
By these both cities are ordered, and villages, and armies;
1:928
Εἰ γὰρ καὶ τῶν νόμων ἀπειλούντων, καὶ τῶν ἀρχόντων κο λαζόντων, εἰσί τινες, οἳ θηρίου παντὸς ἀγριώτεροι περὶ τοὺς πέλας διάκεινται, καὶ ᾄττουσιν ὡς σκορπίοι, καὶ δάκνουσιν ὡς ὄφεις, καὶ λυττῶσιν ὡς κύνες, καὶ βρύχονται κατὰ τῶν ὁμοφύλων, ὥσπερ κατὰ τῶν ἀλλογενῶν οἱ λέοντες, τί οὐκ ἂν ἔδρασαν νόμων. οὐκ ὄντων, καὶ ἀρχόντων μὴ κολαζόντων; Νῦν δὲ, τολμῶνται μὲν ὑπ' ἐνίων παρανομίαι, λαν θάνειν δὲ ὅμως οἱ τολμῶντες πειρῶνται, τοὺς νόμους δειμαίνοντες, καὶ τὴν ἀδικίαν τῇ δεινότητι τῶν λόγων συγκαλύπτειν ἐπιχειροῦσι·
因為即使在法律施以威嚇、官長施行懲罰之時,仍有些人對待鄰人比任何野獸更兇殘,撲擊如蠍子、咬噬如毒蛇、狂暴如瘋犬,向同族齜牙咆哮,如同獅子對待異類一般——那麼,若沒有法律,官長也不加懲罰,他們又有什麼事做不出來呢?然而如今,雖有些人膽敢犯法,這些膽敢犯法的人卻仍設法隱匿行蹤,因懼怕法律,並試圖以巧言辯詞掩飾其不義;
For if, even while the laws threaten and the rulers punish, there are some who are disposed toward their neighbors more savagely than any wild beast, and dart upon them like scorpions, and bite like serpents, and rage like mad dogs, and gnash their teeth against their own kindred, as lions do against foreign creatures — what would they not have done if there were no laws, and the rulers did not punish? But as it is, though lawless acts are ventured by some, those who venture them nevertheless try to escape notice, fearing the laws, and attempt to conceal their injustice with the cleverness of their words;
1:929
καὶ ὁ ἀδικούμενος ἀδεῶς πρόσεισι τοῖς δικάζουσι, καὶ τὴν τῆς ἀδικίας εἰσάγει γραφὴν, καὶ τὴν τοῦ ἠδικηκότος οὐ δέδοικε δυνα στείαν, οὐδὲ φρίττει τοῦ πλούτου τὴν περιφάνειαν·
而受冤屈的人便無所畏懼地前往審判者那裡,提出控告的訴狀,並不懼怕加害者的權勢,也不因其財富的顯赫而戰慄;
and the one who suffers injustice approaches the judges without fear, and brings in a written charge of the wrong, and does not fear the power of the wrongdoer, nor shudder at the splendor of his wealth;
1:930
ἀλλ' ὡς εἰς λιμένα εἰς τὸ δικαστήριον τρέχει, καὶ τῆς ἀδικίας διηγεῖται τὰ εἴδη, καὶ τοὺς νόμους εἰς μέσον ἀχθῆναι παρακαλεῖ, καὶ κατὰ τούτους δικάζειν τὸν δικαστὴν ἱκετεύει
反而如同奔向港灣一般奔向法庭,陳述不義的種種情狀,呼籲將法律呈於眾人面前,並懇求審判者依法審斷。
but he runs to the courtroom as to a harbor, and recounts the particulars of the injustice, and calls for the laws to be brought forward into their midst, and beseeches the judge to render judgment according to them.
1:931
Ὁ δὲ τὴν ψῆφον ἐκφέρει, καὶ τὴν ἁρπαγεῖσαν οἰκίαν, ἢ τὸν ἀγρὸν, ἢ τὸ σκεῦος ἀποδοθῆναι τῷ ἠδικημένῳ κελεύει·
於是審判者宣判定案,命令將被奪取的房屋、田地或器具歸還受害者;
And he pronounces the verdict, and orders that the house, or the field, or the vessel that was seized be restored to the wronged party;
1:932
κολάζει δὲ πολ λάκις καὶ ζημίᾳ χρημάτων τὸν τὴν ἀδικίαν τετολ μηκότα
並且常常也以罰金懲處那膽敢行不義之人。
and often he also punishes with a fine of money the one who dared to commit the injustice.
1:933
Ἢ γὰρ ἂν ἐγχειρίδια λαβόντες, ἅπαντας τοὺς προστυχόντας κατέσφαξαν, καὶ τὰς ἐκείνων κτή σεις διείλοντο
否則,人們必會操起匕首,將所遇見的人盡數殺害,並瓜分他們的財產。
Otherwise, taking up daggers, they would have slaughtered all whom they happened upon, and divided up their possessions among themselves.
1:934
Ἐπειδὴ δὲ δειμαίνουσιν, οἱ πολλοὶ μὲν ἡσυχάζουσιν, οἱ δὲ τῆς πονηρίας κατατολμῶντες, ἢ τῶν ὁδῶν τὰς ἐρημοτέρας καταλοχῶσιν, ἢ νύκτωρ ἐν ταῖς πόλεσι κακουργοῦσι, τὸ σκότος, καὶ τὸν ὕπνον, καὶ τὴν ἁπάντων ἡσυχίαν, εἰς συμμαχίαν τῆς λῃστείας λαμβάνοντες
然而,因為他們心懷恐懼,大多數人便安分守己;而那些膽敢作惡的人,則或埋伏於較荒僻的道路,或夜間在城中為非作歹,藉著黑暗、睡眠與眾人的寂靜,作為其劫掠行徑的助力。
But since they fear, most remain quiet, while those who dare wickedness either lie in ambush on the more deserted roads, or work mischief by night in the cities, taking the darkness, and sleep, and the stillness of all as allies of their brigandage.
1:935
Καὶ δύο δὲ τούτων ἢ τρεῖς φωραθέντες, καὶ κολασθέντες ὑπὸ τῶν νόμων, ἱκανὸν τοῖς ἄλλοις ὠφελείας ὑπόδειγμα γίνονται, καὶ τῶν ὁμοτρόπων τὴν τιμωρίαν ὁρῶντες, μισοῦσι τὴν πονη ρίαν, ὡς θανάτων τοιούτων μητέρα
而當其中兩三人被查獲並依法懲處時,便足以成為對其他人有益的殷鑑;人們看見同類之人所受的刑罰,便憎惡邪惡,視之為此類死亡的根源。
And when two or three of these are caught and punished by the laws, they become a sufficient example of benefit to the rest; and seeing the punishment of those of like disposition, others come to hate wickedness, as the mother of such deaths.
1:936
Ἀλλὰ γὰρ οὐκ οἶδ' ὅπως εἰς τούτους ἐξέβην τοὺς λόγους, τὴν τῆς δουλείας αἰτίαν διεξελθεῖν ἐθελήσας·
然而,我竟不知不覺岔入了這番話語,本來我原是想要詳述奴役的緣由;
But indeed I do not know how I have wandered into these remarks, when I wished to set forth the cause of servitude;
1:937
ἐπανελθεῖν οὖν ὅθεν ἐξέβην καιρός
因此,現在正是時候回到我離題之處。
it is time, then, to return to the point from which I digressed.
1:938
μαρτυρεῖ δὲ καὶ ἡ φύσις τῇ θείᾳ Γραφῇ
而本性本身也為神聖的經文作見證。
And nature too bears witness to the divine Scripture.
1:939
Οἵ τε γὰρ τὰ πρὸς ἥλιον ἀνίσχοντα καὶ δυό μενον, οἵ τε τὰ νότια καὶ τὰ βόρεια μέρη διειληχό τες, καὶ οἱ τὰ μέσα δὲ ταύτης οἰκοῦντες, ἓν ἔχουσι τὸ τῆς διαπλάσεως εἶδος, τὸν αὐτὸν τῶν αἰσθητη ρίων ἀριθμὸν, ἐν μόνοις ἤθεσι καὶ χρώμασι δια φέροντες
因為無論是居於日出與日落之地的人,或是分處南方與北方的人,或是居於大地中央的人,其身體構造的形式皆屬同一,感官的數目也相同,唯獨在習俗與膚色上有所差異。
For both those who have obtained the regions toward the rising and setting sun, and those who have obtained the southern and northern parts, and those who dwell in the middle regions of the earth, possess one and the same form of bodily formation, the same number of the senses, differing only in customs and in colors.
1:940
Ἀλλὰ τὰ μὲν ἤθη τὰ ἔθη ποιεῖ, καὶ τὸ τῆς ψυχῆς αὐτεξούσιον
然而,習俗——以及靈魂的自主意志——造就了性情。
But it is customs that produce character, and the soul's freedom of will.
1:941
Ταύτην δὲ καὶ παρ' ἡμῖν αὐτοῖς ἔστιν εὑρεῖν τὴν διαφοράν
而這種差異,即使在我們自己人當中,也是可以發現的。
And this same difference one can find even among ourselves.
1:942
Τὸ δὲ τῶν χρω μάτων ἑτεροῖον ἡ τῶν χωρίων ἀπεργάζεται θέσις
至於膚色的差異,則是由地域的位置所造成。
But the variation in colors is produced by the position of the regions.
1:943
Οἱ μὲν γὰρ πόῤῥω τῆς ἡλιακῆς ἀκτῖνος οἰκοῦντες, λευκοτέραν ἔχουσι τὴν τοῦ σώματος ἐπιφάνειαν
因為那些居住在遠離日光之處的人,其身體表面的膚色較白。
For those who dwell far from the sun's ray have a whiter surface of the body.
1:944
Οἱ δὲ τοῖς ἑῴοις καὶ ἑσπερίοις τμήμασι κατὰ τὸ νότιον τοῦ πόλου μέρος ἐνδιαιτᾶσθαι λαχόντες, πλησιέστε ροι τῆς ἀκτῖνος γενόμενοι, μελαίνονται τὸ σῶμα,. ξύλων τινῶν δίκην τῇ πλείονι τοῦ πυρὸς ὁμιλίᾳ ἐπαν θρακουμένων, καὶ τὴν μέλαιναν χροιὰν ἐνδυομένων
而那些分得居住在南方(天穹南部)東西兩側地域的人,由於較靠近日光,身體便變黑,猶如某些木材因與火長時間接觸而被燒炭化、染上黑色一般。
But those who have obtained by lot to dwell in the eastern and western portions of the southern region of the heavens, being nearer to the sun's ray, become black in body, in the manner of certain pieces of wood that are charred by prolonged contact with fire, and take on a black color.
1:945
Οὐκοῦν μία μὲν τῶν ἀνθρώπων ἡ φύσις, καὶ ἀρχόν των καὶ ἀρχομένων, καὶ ὑπηκόων καὶ βασιλέων, καὶ δούλων καὶ δεσποτῶν
由此可見,人的本性乃是同一的——無論是統治者與被治理者、臣民與君王,抑或奴僕與主人,皆是如此。
Therefore the nature of human beings is one — of rulers and ruled, of subjects and kings, of slaves and masters.
1:946
κἀ κείνοις τὸν αὐτὸν φυλάξασα χαρακτῆρα, κατηγορεῖ μὲν τῆς ἁμαρτίας, ταύτην εἰσαγούσης τὴν χρείαν, τοῦ δὲ Ποιητοῦ καὶ ἐνταῦθα τὴν ἰσότητα δείκνυσιν
本性在他們身上保存了相同的特質,這一方面控訴了引入此種需要的罪,另一方面也在此彰顯了創造者所立的平等。
And having preserved for them the same character, it accuses sin, which introduced this necessity, while it demonstrates here too the equality established by the Maker.
1:947
Ἐφύλαξε γὰρ μέχρι τέλους τὴν τῆς οὐσίας ταυτό τητα, τὴν δὲ ἀταξίαν τῆς ἁμαρτίας τῇ τάξει τῆς ἡγεμονίας ἐξέλασε, καὶ τὴν ἐκείνης πλεονεξίαν τῷ κανόνι τῆς νομοθεσίας ἐῤῥύθμισεν, οἷόν τις ναυ πηγὸς σπαρτίῳ τινὶ σανίδας ἀπευθύνων, καὶ τὸ περιττὸν ἀφαιρούμενος
因為它直到終末都保存了本質的同一性,並藉著治理的秩序驅除了罪的無序,又以立法的規範來矯正其過度,正如造船匠以某種墨線校直木板、削去多餘之處一般。
For it preserved to the end the identity of essence, and drove out the disorder of sin by the order of governance, and regulated its excess by the rule of legislation, just as a shipwright straightens planks with a certain cord, and removes what is excessive.
1:948
Σὺ δὲ, σκάφος μὲν ὁρῶν ἐξ οὐρίων φερόμενον, καὶ τοὺς μὲν πλωτῆρας ἡσυχῆ καθημένους, τοὺς δὲ ναύτας, ἢ ταῖς κώπαις ἐρέττοντας, ἢ τὰς προτόνους ἕλκοντας, ἢ ἄλλο τι τῶν κελευομένων ἐργαζομένους, τὸν δὲ πρωρέα σκοπέλους καὶ βράχη καὶ σπιλάδας περισκο ποῦντα, καὶ τῷ κυβερνήτῃ μηνύοντα, τὸν δὲ κυ βερνήτην πᾶσιν ἐπιστατοῦντα, καὶ τοῖς πηδαλίοις τὸ σκάφος ἰθύνοντα, θαυμάζεις τὴν τάξιν, καὶ οὐ κε λεύεις εἶναι πάντας κυβερνήτας, οὐδὲ πᾶσι τὴν τῆς νηὸς ἡγεμονίαν πιστεύεις·
而你,當你看見一艘船隻乘著順風前行,乘客安靜地坐著,水手們或划槳、或拉曳前桅索、或執行其他受命之事,而船首瞭望者則四處察看暗礁、淺灘與岩石,並向舵手報告,舵手則統管一切、以舵柄駕馭船隻——你會讚嘆這秩序,並不會要求人人皆做舵手,也不會將船隻的指揮權託付給所有人;
But you, when you see a vessel being carried along with favorable winds, and the passengers sitting quietly, while the sailors either row with the oars, or haul the forestays, or perform some other of the tasks commanded, and the lookout scanning for reefs and shoals and rocks and reporting to the pilot, and the pilot overseeing all and steering the vessel with the rudders — you admire the order, and you do not demand that all be pilots, nor do you entrust the command of the ship to all;
1:949
καὶ τοὺς μὲν ἡσυχά ζοντας βλέπων, τοὺς δὲ τὸ κελευόμενον δρῶντας, τὸν δὲ προλέγοντα τὸ φαινόμενον, τὸν δὲ πάντων ὁμοῦ προστατεύοντα, οὐκ ἀγανακτεῖς, οὐδὲ κατηγορεῖς ἀκοσμίαν, ἀλλὰ μάλα θαυμάζων τὴν τάξιν δια τελεῖς·
你看見有人安坐,有人執行命令,有人預先通報所見之事,又有人總攬全局,你並不會為此惱怒,也不會指責其為無秩序,反倒始終大加讚嘆這樣的秩序;
and seeing some at rest, others doing what is commanded, another announcing beforehand what appears, and another presiding over all together, you are not indignant, nor do you accuse it of disorder, but you continue greatly admiring the order;
1:950
τὰς δὲ οἰκίας οὐκ ἐθέλεις ταῖς ὁλκάσι πα ραπλησίως κυβερνᾶσθαι, ἀλλὰ δυσχεραίνεις, τὸν μὲν ἡγούμενον βλέπων τῆς οἰκίας, τοὺς δὲ ἀγομένους
但你卻不願意家庭以類似商船的方式來治理,反而心生不悅——當你看見一家之主與被治理的家人時。
yet you are unwilling that households be governed in a manner similar to merchant ships, but you become vexed when you see the one who leads the household, and those who are led.
1:951
Καὶ μὴν οἰκία καὶ ναῦς κατὰ τὴν οἰκονομίαν λίαν ἀλλήλαις ἐοίκασιν
然而,家庭與船隻在治理方式上,彼此其實極為相似。
And yet a household and a ship, in respect of their management, closely resemble one another.
1:952
Ὁ μὲν γὰρ δεσπότης, καθάπερ τις κυβερνήτης, τῶν τῆς οἰκίας οἰάκων ἐπειλημμέ νος, τοῖς πᾶσιν ἐφέστηκεν·
因為家主如同舵手一般,握住家庭之舵柄,統管一切;
For the master, like a pilot, having taken hold of the helm of the household, presides over all;
1:953
ὁ δὲ τῶν οἰκετῶν πρω τεύων, ὁ τῶν ἄλλων ἁπάντων τὴν κηδεμονίαν πεπι στευμένος, τὸν πρωρέα μιμούμενος, διδάσκει τὸν δεσπότην ἃ νομίζει συμφέρειν
而僕役之首,即受託照管其餘眾人者,則效法船首瞭望者,將他所認為有益之事告知家主。
and the chief of the household servants, who is entrusted with the care of all the others, imitates the lookout, and instructs the master in what he considers advantageous.
1:954
Τῶν δὲ ἄλλων οἰκε τῶν, οἱ μὲν ναύταις παραπλησίως, μερικὰς ἐγκε χειρισμένοι φροντίδας, τὰ κελευόμενα πράττουσιν·
至於其餘的僕役,有些如同水手一般,受託負責部分職務,執行所吩咐之事;
Of the other household servants, some, like the sailors, having been entrusted with particular tasks, do what is commanded;
1:955
οἱ δὲ λοιποὶ, δίκην πλωτήρων, ἐν μέσῳ τούτων εἰσὶν, ὑπὸ τούτων ἰθυνόμενοι, καὶ τῶν ἀναγκαίων διὰ τού των τυγχάνοντες
而其餘的人,則如同乘客一般,處於這些人之中,受他們引導,並藉著他們獲得所需之物。
and the rest, in the manner of passengers, are in the midst of these, being guided by them, and obtaining necessities through them.
1:956
Τί δήποτε τοίνυν σκάφος μὲν οὕτω κυβερνώμενον ἐπαινεῖς, οἰκίαν δὲ τὴν αὐτὴν δεχο μένην οἰκονομίαν σκώπτων διατελεῖς; Ἐγὼ δὲ ἡγοῦμαί σε καὶ στρατιὰν ἐπαινεῖν, ἧς ἡγεῖται μὲν ὁ στρατηγὸς, φυλάττουσι δὲ τοὺς λόχους οἱ λοχ αγοὶ, ἐν κόσμῳ δὲ τὰς τάξεις ἄγουσιν οἱ ταξιάρχαι·
那麼,究竟為何你一方面稱讚以此方式治理的船隻,另一方面卻對接受相同治理方式的家庭一味嘲諷不已呢?我倒認為,你也會稱讚一支軍隊——由將軍統率,隊長守護各部隊,軍團長則有序地率領各行伍;
Why then, pray, do you praise a vessel governed in this way, while you persist in mocking a household that receives the same management? I, for my part, suppose that you also praise an army, which the general leads, whose companies the captains guard, and whose ranks the taxiarchs lead in order;
1:957
ἑκατόνταρχοι δὲ καὶ χιλίαρχοι τὰ παρὰ τοῦ στρατηγοῦ συνθήματα τούτοις διαπορθμεύουσι, καὶ νῦν μὲν εἰς φάλαγγα καθιστῶσι τὴν στρατιὰν, νῦν δὲ ἐν πλινθίῳ,. ἄλλοτε ἐπὶ κέρας ἄγουσιν
百夫長與千夫長則將將軍所下達的號令傳達給他們,時而將軍隊排成方陣,時而排成方形陣列,時而又率領其縱隊行進。
and centurions and tribunes convey to them the signals from the general, and now they set the army in a phalanx, now in a hollow square formation, and at other times lead it in a column.
1:958
Ἔστι δὲ ὅτε κέρας ἑκάτε ρον ἐπὶ πλεῖστον ἐκτείναντες, κυκλοῦσι μὲν τοὺς πολεμίους, οὐδὲ φυγεῖν ἐπιτρέποντες, ἀλλὰ πάντοθεν ὁμοίως ἀφιέντες τὰ βέλη, καὶ ἄρδην ἅπαντας ἀναι ροῦντες
有時他們會將兩翼盡量向外延展,包圍敵軍,不容其逃脫,反而從四面八方齊發箭矢,將敵人盡數殲滅。
And there are times when, extending each wing as far as possible, they encircle the enemy, not even allowing them to flee, but releasing their missiles equally from every side, and destroying all of them utterly.
1:959
Τούτων δὲ οὐδὲν ἐγεγόνει, μὴ τῆς στρατιᾶς εἰς ἄρχοντας καὶ ἀρχομένους διῃρημένης·
然而,若軍隊未曾分為統率者與被統率者,這一切便無從實現;
But none of this would have come about, had the army not been divided into rulers and ruled;
1:960
πολυαρχία γὰρ ἐν στρατιᾷ πάντων μάλιστα βλαβερώτατον, εἰς πολλὰ κατατέμνουσα, καὶ τὴν ὁμόνοιαν διασπῶσα, καὶ πολλαῖς βουλαῖς ἰθύνειν μὲν πειρωμένη, βλά πτουσα δὲ μᾶλλον ἢ κυβερνῶσα
因為在軍隊中,號令出於多門乃是萬害之中最為有害者,它將軍隊割裂為許多部分,撕裂其和睦,並且試圖以眾多的意見來引導,結果卻是損害多於治理。
for a multiplicity of commanders in an army is of all things the most harmful, cutting it into many parts, tearing apart concord, and, while attempting to steer it by many counsels, doing harm rather than governing it.
1:961
Πῶς τοίνυν οὐκ ἄτο πον, καὶ ἐν νηΐ σε θαυμάζοντα τὴν τοῦ ἑνὸς προσ τασίαν, καὶ στρατιᾶς ἐπαινοῦντα τὴν τάξιν, ἣν οἱ τῶν στρατηγῶν ἐργάζονται νόμοι, μέμφεσθαί σε οἰκίαν τοῦτον ἀγομένην τὸν τρόπον; Ἀλλὰ πικρὸν, φησὶ, τὸ δουλεύειν, κἀν τῇ ἐξουσίᾳ τῶν δεσποτῶν ἔχειν τὴν τῶν ἀναγκαίων ἀπόλαυσιν, καὶ πόνοις διηνεκέσι ταλαιπωρεῖσθαι
那麼,你既然在船上讚賞一人的統領,在軍隊中稱讚將軍們的法度所產生的秩序,卻又指責以同樣方式治理的家庭,這豈不荒謬嗎?「但是,」他說,「為奴是痛苦的事,必需品的享用要仰賴主人的權柄,又要終日辛勞受苦。」
How then is it not absurd that you, admiring in a ship the leadership of one man, and praising in an army the order which the ordinances of the generals produce, should nevertheless find fault with a household governed in this same manner? 'But,' he says, 'it is a bitter thing to be a slave, and to have one's enjoyment of necessities in the power of masters, and to be worn out by unceasing labors.'
1:962
Ἀλλ' εἰ φιλ αλήθως τῶν εἰρημένων ἕκαστον σκοπῆσαι θελήσειας, ἐῤῥῶσθαι φράσας τοῖς ἐριστικοῖς λόγοις, εὑρήσεις, τὰ μὲν ἀθυμίας, τὰ δὲ πολλῆς ὠφελείας μεστά
然而,若你願意懷著愛真理的心來審視這些說法,摒棄好辯之辭,你將會發現其中有些充滿了沮喪,有些則充滿了極大的益處。
But if you should be willing to examine each of these statements with a love of truth, bidding farewell to contentious arguments, you will find some full of discouragement, and others full of much benefit.
1:963
Ὁ μὲν γὰρ τῆς οἰκίας δεσπότης, πολλαῖς πολιορκεῖ ται φροντίσι, σκοπούμενος ὅπως τοῖς οἰκείοις πορίσῃ τὰς χρείας, ὅπως βασιλεῦσι τὴν τεταγμένην εἰσφορὰν εἰσενέγκῃ, ὅπως ἀποδῶται μὲν τῶν προσόδων τὰ περιττὰ, ὠνήσηται δὲ τὰ ἐνδέοντα
因為一家之主為眾多憂慮所困擾,思量著如何為家人供應所需,如何向君王繳納規定的賦稅,如何出售收入中多餘之物,又購置所欠缺之物。
For the master of the household is besieged by many cares, considering how he may provide necessities for his household, how he may pay the appointed tribute to the sovereigns, how he may sell off the surplus of his income, and purchase what is lacking.
1:964
ἀνθρώπων περὶ τὸν Ποιητὴν ἀγνωμοσύνην οὕτω πως μιμουμένη·
在某種程度上倣效人類對創造者的忘恩負義;
in this way somehow imitating the ingratitude of human beings toward the Maker;
1:965
ὁ δὲ ἀνιᾶται, καὶ δανειστὰς περισκοπεῖ, καὶ γραμμα τεῖα διαγράφει, καὶ τὴν αὐθαίρετον ἐπισπᾶται δουλείαν
他因而苦惱,四處尋找債主,簽立借據,並招致自願承受的奴役。
and he is distressed, and looks about for creditors, and draws up bonds, and brings upon himself voluntary servitude.
1:966
Ἤνεγκεν ἡ γῆ τοὺς καρποὺς, καὶ βρίθει ταῖς ὠδῖσι, καὶ τοῖς ληΐοις καλύπτεται, καὶ βαροῦσα τῷ πλήθει τοῦ καρποῦ τῶν δένδρων τοὺς κλάδους πρὸς ἑαυτὴν νεύειν καταναγκάζει·
大地結出果實,因孕育之重而沉甸甸,遍覆穀物,並以纍纍果實壓垂樹木的枝條,迫使其向自身低垂;
The earth has brought forth its fruits, and is laden with its birth-pangs, and is covered with standing grain, and, weighing down the branches of the trees with the abundance of fruit, forces them to bend toward itself;
1:967
ὁ δὲ πάλιν ἑτέρως κεντεῖται·
然而他卻又以另一種方式受折磨;
but he again is stung in another way;
1:968
τῶν καρπῶν γὰρ τοὺς ὠνητὰς πε ρισκοπῶν οὐχ εὑρίσκει, καὶ γίνεται αὐτῷ τῆς εὐ καρπίας ἡ εὐθηνία μικρῷ τινι ἀφορητοτέρα
因為他四處尋找買主卻遍尋不獲,於是豐收的富饒對他而言,反倒變得比歉收更難以忍受些許。
for, looking about for buyers of his produce, he does not find them, and the abundance of his good harvest becomes for him somewhat more unbearable than scarcity.
1:969
Οὐ μό νον δὲ αὐτοῖς μεθ' ἡμέραν αἱ φροντίδες ἐπίασι, καὶ τὴν ψυχὴν περιστοιχίζουσι καὶ κυκῶσιν, ἀλλὰ καὶ νύκτωρ χαλεπώτερον πολεμοῦσιν
憂慮不僅在白日侵擾他們,圍困並攪亂其心靈,甚至在夜間更加猛烈地與之交戰。
And not only do cares assail them by day, and surround and trouble the soul, but by night they war even more grievously.
1:970
Ἡσυχάζουσα γὰρ ἡ ψυχὴ, καὶ τῶν ἔξωθεν πραγμάτων ἀπηλλαγ μένη, ἀκριβέστερον τῶν οἰκείων, ἢ ἀγαθῶν, ἢ κακῶν ἐπαισθάνεται
因為靈魂當它安靜下來、並脫離外在事務時,便更清晰地覺察自身的境況,無論是好是壞。
For the soul, being at rest and released from external affairs, perceives more precisely its own affairs, whether good or bad.
1:971
Ὁ δὲ οἰκέτης τῷ σώματι δουλεύων, ἐλευθέραν ἔχει τὴν ψυχὴν, καὶ τούτων ἁπάντων ἀπηλλαγμένην
然而僕役雖然身體為奴,其靈魂卻是自由的,且脫離了這一切憂慮。
But the household servant, though enslaved in body, has a soul that is free, and released from all these things.
1:972
Οὐ γὰρ ὀδύρεται γῆς ἀκαρπίαν, οὐδὲ ὠνίων ἀπρασίαν ὀλοφύρεται·
因為他不哀嘆土地的歉收,也不為貨物滯銷而悲泣;
For he does not lament the earth's barrenness, nor bewail the unsold state of his goods;
1:973
οὐκ ἀλγύνεται τὸν δα νειστὴν θεωρῶν, οὐ δέδιε πρακτόρων ἐσμὸν, δικαστηρίοις προσεδρεύειν οὐκ ἀναγκάζεται, οὐδὲ δειμαίνει τοῦ κήρυκος τὴν φωνὴν, οὐδὲ δικαστὴν βλοσυρὸν δεικνύντα τὸ ὄμμα·
他不因看見債主而心痛,不懼怕成群的稅吏,不被迫終日守候於法庭,也不畏懼傳令官的呼喊聲,或審判官顯露兇狠的面容;
he is not pained at the sight of his creditor, he does not fear a swarm of tax-collectors, he is not compelled to sit attending upon the courts, nor does he dread the crier's voice, nor a judge displaying a fierce countenance;
1:974
μέτρῳ λαμβάνει τὸ σιτηρέσιον, ἀλλὰ φροντίδος ἀπηλλαγμένον
他按定量領取糧食配給,卻不必為此操心。
He receives his ration of grain by measure, but it is free from care.
1:975
Ἐπ'. ἐδάφους καθεύδει, ἀλλ' οὐ μέριμνα τὸν ὕπνον ἐξ ελαύνει, ἀλλὰ γλυκὺς αὐτοῦ τοῖς βλεφάροις ἐπιχεό μενος οὐκ ἐᾷ τῆς τοῦ ἐδάφους ἀντιτυπίας αἰσθάνε σθαι
他睡在地上,但憂慮並不驅走他的睡眠;反倒有甜美的睡意注滿他的眼瞼,使他不覺地面的堅硬。
He sleeps upon the bare ground, but no anxiety drives away his sleep; rather, sweet sleep, being poured out upon his eyelids, does not allow him to feel the hardness of the ground.
1:976
Καὶ τοῦτο φυσιολογῶν ὁ Σοφὸς ἔλεγε·
而智者在論及此自然之理時曾說:
And explaining this according to nature, the Wise Man said:
1:977
Γλυκὺς ὁ ὕπνος τῷ δούλῳ. Ἑνὶ χιτωνίῳ τὸ σῶμα κα λύπτει, ἀλλὰ ῥωμαλεώτερον ἔχει τοῦ δεσπότου τὸ σῶμα
「奴僕的睡眠是甘甜的。」他僅以一件短衣蔽體,然而他的身體卻比主人的更為強健。
"Sweet is the sleep of the slave." He covers his body with a single tunic, but he has a body more robust than his master's.
1:978
Ἄρτον ἐσθίει πιτυρίαν, οὐδὲ μικροῦ προσ οψήματος ἀπολαύων·
他吃的是麩皮做的粗麵包,甚至連一點點佐餐的小菜也享用不到;
He eats bread made of bran, not even enjoying a small relish;
1:979
ἀλλ' ἥδιον τοῦ δεσπότου τῆς τροφῆς ἀπολαύει
然而他享用食物時,卻比主人更覺甘美。
but he enjoys his food more pleasantly than his master does.
1:980
Ὁ μὲν γὰρ διηνεκῶς γαστριζόμε νος, καὶ τοῦ κόρου τοὺς ὅρους ὑπερβαίνων, ὠθεῖ τὰ σιτία, καὶ κατ' ἀνάγκην τῇ γαστρὶ παραπέμπει·
因為那不斷飽食、逾越飽足界限的人,只是勉強將食物塞入口中,並被迫將其送入腸胃;
For the one who is continually gorging himself, and exceeding the bounds of satiety, forces down his food, and passes it on, of necessity, to the stomach;
1:981
ὁ δὲ τῇ χρείᾳ μετρῶν τὴν μετάληψιν, καὶ τὸν χοίνικα τὸν διδόμενον οἰκονομικῶς διαιρῶν, ὀρεγόμενος τὴν τροφὴν ὑποδέχεται, καὶ πέττει ῥᾳδίως, συνεργὸν λαβὼν τὸν πόνον
但那按需求衡量食量、審慎分配所給糧食定量的人,懷著食慾領受食物,也容易消化,因為得了勞動作為助力。
But he who measures his portion by need, and apportions prudently the ration given to him, receives his food with appetite, and digests it easily, having taken labor as his ally.
1:982
Σὺ δὲ τὴν μὲν δουλείαν βλέπεις, τὴν δὲ ὑγείαν οὐ βλέπεις·
但你只看見奴役,卻看不見健康;
But you see the servitude, yet you do not see the health;
1:983
καὶ τὴν μὲν δια κονίαν ὁρᾷς, τὴν δὲ θυμηδίαν οὐ θεωρεῖς·
你看見服事,卻不察看那心中的喜樂;
and you see the service, but you do not observe the gladness of heart;
1:984
καὶ τοῦ μὲν πόνου κατηγορεῖς, τὸν δὲ ἀφρόντιδα βίον οὐ μακαρίζεις·
你譴責勞苦,卻不稱那無憂無慮的生活為有福;
and you accuse the labor, but you do not call the carefree life blessed;
1:985
καὶ τὴν μὲν ὑπουργίαν διαβάλλεις, τὸν δὲ ἥδιστον ὕπνον οὐ βλέπεις
你詆毀服役,卻看不見那極甜美的睡眠。
and you slander the service, but you do not see the sweetest sleep.
1:986
Καὶ μὴν ἔδει κἀντεῦθεν τὴν τοῦ Θεοῦ πρόνοιαν κατιδεῖν, καὶ τὴν τῆς οἰκονο μίας ἰσότητα θεωρῆσαι
然而,人本應由此也看出神的天意,並察見其安排的公平。
And yet from this too one ought to have discerned the providence of God, and to have observed the equity of his dispensation.
1:987
Ἐπειδὴ γὰρ ἡ τῆς ἁμαρτίας ἀνάγκη εἰς ἡγεμονίαν καὶ δουλείαν τῶν ἀνθρώπων τὴν φύσιν διένειμε, τῇ μὲν μετὰ τῆς ἡγεμονίας καὶ τὰς φροντίδας συνέζευξε, καὶ ἀγρυπνίας συνεκλή ρωσε, καὶ νόσους πλείους ἀπένειμε·
因為既然罪的必然性把人的本性分為統治與奴役兩類,神便把憂慮與統治一併加給前者,把不眠分派給它,又把較多的疾病歸給它;
For since the necessity of sin divided human nature into rule and servitude, to the one class, together with rule, He joined also cares, and allotted to it sleeplessness, and assigned to it more diseases;
1:988
τῇ δὲ δουλείᾳ, πλείονα δέδωκε τὴν ὑγείαν, καὶ ἡδίω τῆς τροφῆς τὴν ἀπόλαυσιν, καὶ ὕπνον ἡδὺν καὶ μακρότερον, λῦσαι τοῦ κόπου τὸ σῶμα δυνάμενον, καὶ πρὸς τοὺς πόνους αὐτὸ τῆς ὑστεραίας ἐῤῥωμενέστερον ἀποφῆναι
而給予奴役的,則是更多的健康、更甜美的飲食享受,以及更愉悅、更長久的睡眠,這睡眠能使身體從疲勞中解脫,並使其在次日的勞作中更加強健。
but to servitude He gave more health, and a sweeter enjoyment of food, and sleep that is pleasant and longer, able to release the body from fatigue, and to render it stronger for the next day's labors.
1:989
Μὴ τοίνυν μόνους ὅρα τοὺς πόνους, ἀλλὰ καὶ τὰς τῶν πόνων θεώρει παραμυθίας, καὶ τὸν τῶν ὅλων Πρύτανιν διὰ πάντων ἀνύμνει
所以,不要只看勞苦,也要看勞苦的慰藉,並藉這一切頌揚萬有的主宰。
Do not, then, look only at the labors, but observe also the consolations of the labors, and through all things hymn the Ruler of the universe.
1:990
Τί δήποτε δὲ διαβάλ λεις τοὺς πόνους ὁ πάντα ῥᾳδίως συκοφαντῶν; Τί τῶν ἀνθρωπίνων ἀγαθῶν δίχα πόνου κατορθοῦται; Ποίαν εὐκληρίαν τῶν ἀνθρώπων ἡ φύσις οὐ διὰ πό νων καρποῦται; Τὰ ἐκ γηπονίας ἀγαθὰ διὰ πόνων καρπούμεθα, καὶ τοὺς τῆς ἐμπορίας καρ πούς·
你這輕易誹謗一切的人,究竟為何要詆毀勞苦呢?人間的美善有哪一樣不是靠勞苦成就的?人的本性所享的哪一種福祉不是藉勞苦而得?農耕所出的美物,我們靠勞苦收穫;商業的果實也是如此;
Why then do you slander labors, you who so readily calumniate everything? What human good is achieved apart from labor? What prosperity does human nature reap that is not through labors? The goods that come from farming we reap through labors, and the fruits of commerce likewise;
1:991
πόλεις οἰκοδομοῦμεν, μετὰ πόνου ταύτας κατασκευάζοντες·
我們建造城市,是以勞苦來建成的;
we build cities, constructing them with labor;
1:992
πόνων ἡγουμένων, οἰκιῶν ἀπο λαύομεν, ἐσθῆτι τὸ σῶμα καλύπτομεν, ὑποδήματα τοῖς ποσὶ περιτίθεμεν, σιτία παντοδαπὰ προσφερό μεθα
在勞苦的引領下,我們才享有房屋,以衣服遮蔽身體,為雙腳穿上鞋履,取用各樣的食物。
with labors leading the way, we enjoy houses, we cover the body with clothing, we put shoes on our feet, we partake of food of every kind.
1:993
Καὶ τί δεῖ πάσας καταλέγειν τῶν ἀνθρώπων τὰς χρείας, ὧν οἱ πόνοι δημιουργοί; Ἀλλ' ἔοικας κηφήν τις εἶναι, καὶ ἀργίᾳ συντεθραμμένος, καὶ τῶν ἀλλοτρίων πόνων δρεπόμενος τοὺς καρποὺς, οὐδὲν δὲ αὐτὸς συνεισφέρων τῷ βίῳ, ἀλλὰ γλῶτταν μόνην, πάντα σκώπτειν πεπιστευμένην
何必一一列舉人所需的一切,那都是勞苦所造成的呢?但你看來倒像一隻雄蜂,與怠惰一同長大,收割他人勞苦的果實,自己卻對生活毫無貢獻,只有一條被託付來譏諷一切的舌頭。
And what need is there to enumerate all the needs of men, of which labors are the makers? But you seem to be a kind of drone, reared together with idleness, reaping the fruits of others' labors, while you yourself contribute nothing to life, but only a tongue entrusted with mocking everything.
1:994
Ἀλλὰ καὶ τοῦτον τὸν ὕθλον, καὶ τὴν πολλὴν ἀδολεσχίαν, ἡ ἀργία γεγέννηκεν
其實,就連這番胡言與這許多的饒舌,也是怠惰所生的。
But even this nonsense, and this excessive garrulity, idleness has begotten.
1:995
Ὁ γὰρ πόνοις ἐσχολακὼς, ὀλίγα μὲν φθέγγεται, πολλὰ δὲ λίαν ἐργάζεται
因為那忙於勞苦的人,說話少,做工卻極多。
For he who is occupied with labors speaks little, but works very much.
1:996
ἕκαστον κατορθοῦται, μὴ διαβάλ. λῃς διὰ τοὺς πόνους τὴν δουλείαν, ὦ φίλος·
萬事皆藉此成就——朋友啊,不要因勞苦而詆毀奴役之境;
everything is accomplished thereby — do not, my friend, slander servitude on account of its labors;
1:997
σκόπησον δὲ, ὡς καὶ πολλοὶ τῶν δεσποτῶν οὐκ ἔλαττον πονοῦσι τῶν οἰκετῶν, μᾶλλον δὲ καὶ πολλῷ πλείω, εἰ καὶ τοῖς ἔργοις τὰς φροντίδας συναριθμήσεις
你倒該想想,許多主人所勞作的並不比僕役少,甚至若把憂慮也與勞務一併計算,反而多得多。
but consider that many masters labor no less than their servants — indeed much more, if you reckon their cares together with their tasks.
1:998
Σὺ μὲν οὖν τῶν νῦν ὄντων τοὺς σπουδαίους θεώρησον, ἐγὼ δέ σοι τοὺς παλαιοὺς ὑποδείξω πλείω τῶν οἰκετῶν πεπονηκότας
你且觀察當今那些勤奮的人,而我要向你指出,古時的人所勞作的還多過僕役。
Consider, then, the diligent men of the present age; but I will show you the ancients, who labored more than servants do.
1:999
Βλέπε τὸν μὲν μακάριον Νῶε, ξύλα τέμνοντα, καὶ ταῦτα τῷ σκεπάρνῳ καθαίροντά τε, καὶ πρὸς γωνίαν εὐθεῖαν ἐξομαλίζοντα, καὶ τὴν κι βωτὸν ὡς προσετάχθη ἐκ ξύλων τετραγώνων κατα σκευάζοντα, καὶ γόμφοις τὰς ἁρμονίας συνδέοντα, καὶ τούτῳ τῷ τρόπῳ πᾶσαν ὑφαίνοντα, καὶ τῇ ἀσφάλτῳ καὶ τῇ πίσσῃ καταχρίοντα, καὶ τοῖς ὕδασι τὴν εἰσροὴν ἀποτειχίζοντα
試看那有福的挪亞,砍伐木材,用鑿斧加以修整,削整成筆直的邊角,並照所吩咐的,用方形木材建造方舟,用木栓將接合處連結,如此將整個結構編織而成,又塗上瀝青與松脂,將水的湧入完全阻隔。
Behold the blessed Noah, cutting timber, and planing it with the adze, and smoothing it to a straight edge, and constructing the ark, as he was commanded, out of squared timbers, and binding the joints together with pegs, and in this manner weaving the whole together, and coating it with bitumen and pitch, and walling off the inflow of the waters.
1:1000
Τὸν δὲ μέγαν Ἀβραὰμ τὸν πατριάρχην, τὸν ὀκτωκαίδεκα καὶ τριακοσίων οἰκογενῶν δεσπότην, αὐτουργοῦντα, καὶ τοῖς ξένοις διακονοῦντα, καὶ εἰς τὰ βουκόλια τρέχοντα, καὶ τὸ μοσχάριον ἕλκοντα, καὶ τὴν ὁμόζυγα πρὸς τὴν ἀρ τοποιίαν ἐπείγοντα·
再看那偉大的族長亞伯拉罕,三百一十八個家生僕人的主人,卻親自動手勞作,服事陌生客旅,跑到牛群那裡,拉來小牛犢,又催促他的妻子去做餅;
And the great patriarch Abraham, master of three hundred and eighteen home-born servants, working with his own hands, and serving the strangers, and running to the herds, and dragging the calf, and urging his wife on to the baking of bread;
1:1001
κἀκείνην δὲ ὡσαύτως μάττου σαν τὰ ἄλευρα, καὶ τοὺς ἐγκρυφίας ὀπτῶσαν, καὶ ταῖς θεραπαίναις τὴν διακονίαν οὐκ ἐπιτρέπουσαν·
而她同樣親自揉麵,烤製灰燼中的餅,並不將這服事交託給婢女;
and she likewise kneading the flour, and baking the cakes hidden in the ashes, and not entrusting the service to the maidservants;
1:1002
αὐτὸν δὲ τὸν θαυμαστὸν ἐκεῖνον πρεσβύτην παρ εστῶτα τοῖς ξένοις, καὶ τραπέζης μὲν οὐ κοινωνοῦντα, τὴν δὲ διακονίαν πληροῦντα
而那位可敬的老人本身,則站在客旅身旁,並不與他們同席,卻親自完成服事之工。
and that admirable old man himself standing beside the strangers, not sharing in the table, but fulfilling the service.
1:1003
Βλέπε τὴν Ῥεβέκκαν, τὴν τοῦ Βαθουὴλ θυγατέρα, τοῦ Ναχὼρ τὴν ἔγγονον, ἡλικίαν μὲν ἔχουσαν γάμου, ὥρᾳ δὲ λάμπουσαν, καὶ θαλάμοις ἐμφιλοχωρεῖν οὐκ ἀνεχομένην, ἀλλ' αὐτουργοῦσαν καὶ ὑδροφοροῦσαν, καὶ εἰς τὴν πρὸ τῆς πόλεως πηγὴν διαθέουσαν·
試看利百加,彼土利的女兒,拿鶴的孫女,已屆適婚之齡,容光煥發,卻不甘久居閨房,反而親自動手,肩挑水罐,奔向城前的水泉;
Behold Rebecca, the daughter of Bethuel, the granddaughter of Nahor, having reached the age of marriage, and radiant in her beauty, yet not enduring to linger in her chambers, but working with her own hands and carrying water, and running to the spring before the city;
1:1004
καὶ οὐ μόνον οἴκαδε τὸ ὕδωρ κομίζουσαν, ἀλλὰ καὶ τοῖς ἀφικνουμέ νοις τὴν αὐτουργίαν παρέχουσαν, καὶ ἀνιμωμένην τὸ ὕδωρ, καὶ αὐτοῖς τε καὶ ταῖς καμήλοις προσφέρου σαν, καὶ τῆς σωφροσύνης τὸ καλὸν κτῆμα σῶον διαφυλάττουσαν, καὶ τὴν παρθενίαν ἀκήρατον δια σώζουσαν, καὶ τοὺς πόνους μετὰ πάσης αἱρουμένην προθυμίας, καὶ τούτοις ὡραϊζομένην μᾶλλον, ἢ τῷ κάλλει λαμπρυνομένην
她不但把水運回家中,更為到來的客旅親手服事,汲水供給他們和他們的駱駝飲用,同時完好保存貞潔這美好的產業,守全她未受玷污的童貞,全心樂意選擇勞苦,因這些而顯得更加美麗,勝過因容貌而生輝。
and not only bringing the water home, but also offering this labor to those who arrived, drawing up the water and giving it both to them and to their camels, and preserving safe the fair possession of chastity, and keeping her virginity undefiled, and choosing labors with all eagerness, and being adorned by these rather than made resplendent by her beauty.
1:1005
Ἐν τούτοις ὁ ταύτης υἱὸς, ἅτε δὴ ταύτης υἱὸς, ὁ μέγας Ἰακὼβ, εἴκοσι διετέλεσεν ἔτη, ποιμαίνων καὶ θηρίοις παλαίων, καὶ τῶν τῆς ἀκτῖνος λυπηρῶν ἀνεχόμενος, καὶ ὕπνου κόρον λαβεῖν οὐδὲ νύκτωρ δυνάμενος·
在這樣的勞苦中,她的兒子——不愧是她的兒子——偉大的雅各,度過了二十年,牧放羊群,與野獸搏鬥,忍受烈日炎炎之苦,甚至夜間也無法安睡飽足;
In such labors her son — being indeed her son — the great Jacob, spent twenty years, shepherding and wrestling with wild beasts, and enduring the painful heat of the sun's rays, and unable even at night to take his fill of sleep;
1:1006
καὶ τὰς τούτου δὲ γαμετὰς, δι' ἃς καὶ τῶν πόνων ἠνέσχετο, πρόβατα νεμούσας ἐν ταῖς ἱστορίαις εὑρίσκομεν
而他的妻子們——他正是為她們才忍受這些勞苦——我們在史書中也看見她們親自牧羊。
and his wives too, for whose sake he endured the labors, we find in the histories tending sheep.
1:1007
Καὶ οἱ τούτου δὲ παῖ δες κτηνοτρόφοι τε ἦσαν, καὶ αὐτουργοὶ, καὶ ποιμέ νες, καὶ πολλαπλάσιον τῶν οἰκετῶν ὑπομένοντες πόνον
他的兒子們也是牧養牲畜的人,親自勞動,作牧羊人,所忍受的勞苦遠超過僕役數倍。
And his sons too were cattle-herders, and workers with their own hands, and shepherds, enduring labor many times greater than that of servants.
1:1008
Καὶ ὁ θειότατος δὲ Μωϋσῆς τεσσαράκοντα ἔτη τοῦτον διετέλεσε βιοτεύων τὸν τρόπον
至聖的摩西也以這樣的方式度過了四十年的生活。
And the most divine Moses too spent forty years living in this manner.
1:1009
Καὶ ἡ τούτου δὲ γαμετὴ, ἱερέως οὖσα θυγάτηρ, πρόβατα νέμουσα, καὶ τῶν ἀδίκων ποιμένων διὰ τῆς τούτου βοηθείας ἀπαλλαγεῖσα, τὴν μνηστείαν ἐδέξατο
他的妻子也是如此,身為祭司之女,親自牧羊,藉他的幫助得以脫離不義牧人的欺凌,因而接受了婚約。
And his wife too, being a priest's daughter, tending sheep, and delivered from the unjust shepherds through his help, received the betrothal.
1:1010
Ἀλλὰ γὰρ περιττὸν μηκύνειν τὸν λόγον, καὶ πάντας εἰς μέσον ἄγειν τῆς θείας Γραφῆς τοὺς μετὰ πόνων τοῦ βίου διαδραμόντας τὸν δίαυλον
然而,若要一一列舉聖經中所有以勞苦跑完人生雙程賽道的人物,實在是多此一舉,無需贅言。
But indeed it is superfluous to prolong the discourse, and to bring forward all those in the divine Scripture who ran the double course of life with labors.
1:1011
Εἰ τοίνυν οὐκ οἰκετῶν μόνον, ἀλλὰ καὶ δεσποτῶν ἴδιον τὸ πονεῖν, τίνος χά ριν τῆς δουλείας διὰ τοὺς πόνους κατηγορεῖς; Τῶν. μὲν γὰρ πόνων οἱ δοῦλοι κοινωνοὺς ἔχουσι τοὺς δε σπότας, τῶν δὲ φροντίδων τοῖς δεσπόταις οὐ κοινω νοῦσιν
既然勞苦不僅是僕役所獨有,也是主人所固有的,那你為何因勞苦而指責奴役之境呢?因為在勞苦上,奴僕有主人與之同分擔;但在憂慮上,他們卻不與主人共有。
If, then, laboring belongs not only to servants but also to masters, why do you accuse servitude on account of its labors? For in labors slaves have their masters as partners, but in cares they do not share with their masters.
1:1012
Εἰ δ' ὁ μὲν πόνος κοινὸς δούλων καὶ δεσποτῶν, ἡ δὲ φροντὶς ἰδία τῶν δεσποτῶν, πῶς οὐ μακαρίους κρίνομεν τοὺς τῶν φροντίδων ἀπηλλαγμένους, ἀλλὰ τοῖς ἀθλίοις ἐγκαταλέγομεν; Ἐπειδὴ τοίνυν ἄντικρυς ἐδείχθη κἀνταῦθα τοῦ τῶν ὅλων Κηδεμόνος ἡ πρόνοια, φέρε τῶν εἰρημένων ἕκαστον εἰς ἓν συναγαγόντες, ἀνακεφαλαιωσώμεθά τε, καὶ σαφεστέραν αὐτῶν τὴν κατανόησιν ποιησώμεθα
既然勞苦是奴僕與主人所共有,而憂慮卻是主人所獨有,那我們為何不判定那些免於憂慮的人為有福,反倒將他們列入不幸之人呢?既然萬有監護者的天意於此也已清楚顯明,那就讓我們把先前所論的一一匯總起來,作一總結,使對這些道理的理解更為清晰。
But if labor is common to slaves and masters, while care belongs peculiarly to masters, how is it that we do not judge those free from cares to be blessed, but instead reckon them among the wretched? Since, then, the providence of the Guardian of the universe has been shown plainly here too, come, let us gather each of the things we have said into one, recapitulate them, and make our understanding of them clearer.
1:1013
Ἀπεδείξαμεν τοίνυν, ὡς μίαν ἐξ ἀρχῆς ὁ Ποιητὴς ἐδημιούργησε φύσιν, καὶ ταύτην αὐτεξουσίας λόγῳ τετίμηκεν·
我們已經證明,創造者起初造了單一的本性,並以自由意志之理尊崇了這本性;
We have demonstrated, then, that the Maker created a single nature from the beginning, and honored this nature with the principle of free will;
1:1014
εἶτα ὅτι εἰς οὐ δέον αὕτη τῷ αὐθαιρέτῳ τῆς γνώμης χρησαμένη ἔῤῥεψεν ἐπὶ τὸ χεῖρον, εἰς μυρία τε πλημμελημάτων ἐξώκειλεν εἴδη
其次,這本性運用其自主的意志去行不當之事,便偏向了更壞的一面,並觸礁陷入無數種類的過犯之中。
then, that this nature, using the self-determination of its judgment for what was not fitting, inclined toward the worse, and ran aground into countless kinds of transgressions.
1:1015
Ἔδει τοιγαροῦν νόμοις ἀναχαιτίσαι τῆς ἁμαρτίας τὴν ῥύμην, οἱ δὲ νόμοι τῶν τιθέντων ἐδέοντο
因此有必要用律法來遏止罪惡的衝勢,而律法則需要有制定它的人。
It was necessary, therefore, to check the onrush of sin by laws, but the laws needed those who would establish them.
1:1016
ἐτάχθησαν, οἱ δὲ τοῖς ἄρχουσιν ὑπακούειν·
有些人被派定去統治,另有些人則被派定要服從統治者;
some were appointed to rule, and others to obey the rulers;
1:1017
ἵνα τῶν νόμων ὁ φόβος, καὶ τῶν ἀρχόντων τὸ δέος, τὴν πολλὴν τῆς κακίας καταπαύσῃ φοράν
為要使對律法的懼怕與對統治者的畏懼,止息邪惡的洶湧衝勢。
so that the fear of the laws, and the dread of the rulers, might check the great onrush of wickedness.
1:1018
Ἄρχουσι τοι γαροῦν πόλεων μὲν, ἄρχοντες·
因此,統治者統管城邦;
Rulers, accordingly, rule over cities;
1:1019
καὶ τούτων δὲ κἀκείνων οἱ βασιλεῖς·
而君王則統管這些統治者與這些城邦;
and over both these and those, kings;
1:1020
τῶν ἀθλητῶν, οἱ παιδοτρίβαι·
體育教練管理運動員;
over athletes, the trainers;
1:1021
ὁ γραμματιστὴς, τῶν μειρακίων·
教師管理青少年;
the schoolteacher, over the youths;
1:1022
ὁ σκυτοτόμος, τῶν φοιτητῶν·
皮匠管理他的學徒;
the shoemaker, over his apprentices;
1:1023
ὁ χαλκοτύπος ὡσαύτως τῶν παρ' αὐτοῦ μαθεῖν βουλομένων τὴν τέχνην
銅匠同樣也管理那些想跟他學習技藝的人。
likewise the coppersmith rules over those wishing to learn the craft from him.
1:1024
Ἄρχει τοιγαροῦν καὶ τῆς οἰκίας ὁ δεσπότης
因此,家主也管理著家庭。
The master, accordingly, rules also over the household.
1:1025
Οὔτε γὰρ οἷόν τε δεσπότου δίχα πράττειν καλῶς οἰκίαν·
因為家庭若沒有家主,便不可能運作良好;
For it is not possible for a household to fare well without a master;
1:1026
καὶ μαρ τυροῦσιν αἱ τούτων ἐστερημέναι, παντάπασιν ἐρη μούμεναι
那些缺乏家主的家庭正可為證,它們往往徹底荒廢。
and those households deprived of them bear witness to this, being utterly laid waste.
1:1027
Ταύτην τὴν ἡγεμονίαν ἔχουσι καὶ τῶν ἀγγέλων οἱ δῆμοι·
眾天使的群體也具有這樣的統轄秩序;
This same governance the hosts of the angels also possess;
1:1028
διδασκόμεθα γὰρ ὑπὸ τῆς θείας Γραφῆς, ὡς οὐκ ἀγγέλους ἔχει μόνους, ἀλλὰ καὶ ἀρχ αγγέλους οἰκήτορας ὁ ὑπὲρ κεφαλῆς ἡμῶν οὐρανός·
因為我們從聖經受教得知,在我們頭頂之上的諸天,其居民不僅有天使,也有大天使;
for we are taught by the divine Scripture that the heaven above our heads has as its inhabitants not only angels, but also archangels;
1:1029
καὶ οἱ μὲν προστατεύουσιν, οἱ δὲ ὑπακούουσιν
其中有些統管,有些則服從。
and some hold command, while others obey.
1:1030
Εἰ δὲ καὶ τὸ παρανομίας ἐλεύθερον χωρίον, καὶ ἡ σωμάτων καὶ παθῶν ὑπερτέρα φύσις, ταύτην οὐκ ἠρνήθη τὴν τάξιν, ἀλλ' οἱ μὲν εὐπειθῶς ὑπακούουσιν, οἱ δὲ κοσμίως ἡγεμονεύουσι, τί δυσχεραίνεις, ἄνθρωπε, παρ' ἀνθρώποις βλέπων, ἔνθα πολλὴ περὶ τὸ χεῖρον ἡ ῥοπὴ, τὸ ἄρχον καὶ τὸ ἀρχόμενον; Οἷον γάρ τι φάρμακον ἀλεξίκακον τοῖς τῆς ἀνομίας ἕλκεσι, τὴν τῶν ἀρχόντων οἰκονομίαν ὁ Ποιητὴς ἐπιτέθεικεν
既然那不受過犯所染的境域,那超越肉體與情慾的本性,也未曾否棄這一秩序,反而有的順服聽命,有的有序統管,那麼人啊,你為何厭煩看見在人間——那更容易傾向於惡的地方——也存在統治者與被統治者呢?因為創造者為對付不法所造成的創傷,設立了統治者的治理,作為一種驅除邪惡的良藥。
But if even that realm free from transgression, and that nature superior to bodies and passions, has not rejected this order, but some obey compliantly while others govern with good order, why then, O man, are you vexed at seeing among men — where the inclination toward the worse is so strong — the ruling and the ruled? For as a kind of remedy warding off evil for the wounds of lawlessness, the Maker has set in place the governance of rulers.
1:1031
Ἄρχει καὶ παίδων πατὴρ, καὶ παιδεύει τοὺς παῖδας ἀκολασταίνοντας, καὶ ἐπ αινεῖ σωφρονοῦντας
父親也統管兒女,管教行為放縱的兒女,稱讚自制守節的兒女。
A father also rules over his children, and disciplines the children when they act unrestrainedly, and praises them when they are self-controlled.
1:1032
Ἄρχει παιδίων ὁ διδάσκαλος, καὶ τῆς ὁμόζυγος ὁ ἀνὴρ, καὶ τῶν οἰκετῶν ὁ δεσπό της, τοὺς μὲν εὐνουστέρους ἀποδεχόμενος, καὶ τι μῆς ἀξιῶν, καὶ θεραπείας, καὶ ἐλευθερίας πολ λάκις·
教師管理孩童,丈夫管理妻子,主人管理僕役,對其中較為忠心良善者,加以接納,賜予尊榮、善待,甚至常常給予自由;
The teacher rules over children, the husband over his wife, and the master over his servants, welcoming the more well-disposed among them and deeming them worthy of honor, and of favorable treatment, and often of freedom;
1:1033
τοὺς δὲ νωθεῖς καὶ κακουργεῖν εἰθισμένους παιδεύων, καὶ καλοκαγαθίαν διδάσκων
而對懶惰並慣於作惡者,則加以管教,教導他們品德高尚。
but disciplining those who are sluggish and accustomed to wrongdoing, and teaching them nobility of character.
1:1034
Ταύτην τὴν τάξιν καὶ τοῖς ἱερεῦσι δέδωκεν ὁ τῶν ὅλων Θεός·
萬有的神也將這同樣的秩序賜給了祭司;
This same order the God of the universe has given also to the priests;
1:1035
καὶ τοὺς μὲν ἱερωσύνης ἠξίωσεν, τοῖς δὲ τὴν τού των ἡγεμονίαν ἐπίστευσε·
祂使有些人配得祭司之職,又將對他們的統領託付給另一些人;
and He deemed some worthy of the priesthood, while to others He entrusted the leadership over them;
1:1036
καὶ ἄλλα δὲ εἴδη ταγμά των ὑπ' ἐκείνους πεποίηκεν
又在他們之下設立了其他種類的職等。
and He has made other kinds of ranks under them.
1:1037
Εἰ δὲ βλέπων ἐνίους τῶν δεσποτῶν, ἄγαν ὠμοὺς, καὶ λίαν ἀκολάστους,. καί τινας τῶν ἀρχόντων δώροις ἀπεμπολοῦντας τὸ δίκαιον, προσπταίεις, καὶ τὴν ἀντιλογίαν ὠδίνεις, ἐγώ σου προλαμβάνω τὸν πονηρὸν τῆς διανοίας τό κον, καί φημι, ὡς τοῖς τοιούτοις οὐχ ὁ Θεὸς τὴν ἡγεμονίαν ἐπίστευσεν, ἀλλ' ἡ τῶν ἀρχομένων πονη ρία τὴν τούτων ἀρχὴν ἐπεσπάσατο
但若你因見有些主人極其殘酷、放縱無度,又有些統治者為賄賂而出賣公義,因而感到窒礙,心中孕育著反駁之辭,我要先發制人,攔阻你思想中所懷的惡胎,並且告訴你:神並未將統治之權託付給這樣的人,反倒是被統治者的邪惡,招致了這樣的統治。
But if, seeing some masters exceedingly cruel and utterly unrestrained, and some rulers selling justice for bribes, you stumble and travail with objection, I forestall the evil offspring of your thought, and I say that to such men God did not entrust the governance, but rather the wickedness of those ruled drew this rule upon them.
1:1038
Ὄνησιν γὰρ οὐδεμίαν παρὰ τῶν εὖ καὶ καλῶς εἰσηγησαμένων ἑλκῦσαι θελήσαντες, ἀλλὰ τῇ μοχθηρίᾳ τοῦ τρόπου τὴν ἐκείνων διδασκαλίαν ὑβρίσαντες, τῆς θείας ἐπι μελείας σφᾶς αὐτοὺς ἀπεστέρησαν·
因為他們既不願從那些善意而妥當教導他們的人那裡獲得任何益處,反倒以其品行的敗壞,羞辱了那些人的教誨,於是便剝奪了自己蒙受神眷顧的機會;
For since they were unwilling to draw any benefit from those who instructed them well and rightly, but instead, by the depravity of their character, insulted the teaching of those men, they deprived themselves of divine care;
1:1039
εἶτα τῆς θείας γυμνωθέντες οἰκονομίας, τῶν τοιούτων ἡγεμόνων ἀπήλαυσαν, ἵνα τῇ πείρᾳ τῶν χειρόνων εἰς μνήμην ἔλθωσι τῶν κρειττόνων, καὶ τῆς καλῆς καὶ ἀγαθῆς ἐκείνων ἀναμνησθῶσι παιδαγωγίας
於是他們被剝去了神聖的照管,便落得承受這樣的統治者,好使他們藉著經歷更壞的事,回想起那更好的,並憶念那些人美善的教導。
then, being stripped of the divine dispensation, they came to have such rulers, so that by the experience of worse things they might come to remember the better, and might call to mind the fair and good instruction of those former teachers.
1:1040
Εὑρίσκομεν δὲ τὸν τῶν ὅλων Θεὸν, δι' ὑπερβολὴν τῆς τῶν ἀνθρώπων πονηρίας τὰς ἡνίας ἐῶντα πολλάκις καὶ φέρεσθαι τῶν ἀνθρώπων ὡς ἂν θέλωσι συγχωροῦντα τὸ γένος
我們發現,萬有的神因人的邪惡過甚,往往任憑韁繩鬆放,容讓人類隨其所願而放縱前行。
And we find that the God of the universe, on account of the excess of human wickedness, often lets the reins loose, and permits the human race to be carried along as it wishes.
1:1041
Καὶ τοῦτο ἡμᾶς αὐτὸς διὰ τοῦ προφήτου διδάσκων, καὶ πρὸς τὸν Ἰσραὴλ ἔλεγε·
祂自己也藉先知教導我們這一點,對以色列說:
And teaching us this Himself through the prophet, He said to Israel:
1:1042
τὸ ἀποθνῆσκον ἀποθνησκέτω, καὶ τὸ ἀπολλύμενον ἀπολλύσθω, καὶ τὰ κατάλοιπα κατ εσθιέτω ἕκαστος τὰς σάρκας τοῦ πλησίον αὑτοῦ. Χρὴ τοιγαροῦν, ἀρχόντων πονηρῶν ἡγουμένων, καὶ δε σποτῶν ὠμῶν καὶ πικρῶν οἰκίας κυβερνώντων, τὸν τῶν ὅλων Πρύτανιν ἱκετεύειν, καὶ τῇ τοῦ βίου με ταβολῇ, καὶ τῇ τῶν τρόπων ἐναλλαγῇ, ἵλεώ τε ποιεῖν, καὶ εἰς ἐπικουρίαν ἐγείρειν, καὶ θερμῶς ἱκετεύειν τὴν τοῦ καιροῦ δυσκολίαν μεταβαλεῖν
「那將死的,任它死去;那將亡的,任它滅亡;剩下的,任各人彼此相食。」因此,當邪惡的統治者當權,殘酷苛刻的主人管理家庭時,就必須懇求萬有的主宰,藉著生活的改變與品行的轉變,使祂息怒施恩,興起相助,並熱切懇求祂改變時局的艱難。
"Let that which is dying die, and let that which is perishing perish, and let the rest devour, each one, the flesh of his neighbor." It is necessary, therefore, when wicked rulers hold sway, and cruel and bitter masters govern households, to entreat the Ruler of the universe, and by a change of life and an alteration of ways, to make Him propitious, and to rouse Him to help, and fervently to beseech Him to transform the harshness of the season.
1:1043
Ὅτι γὰρ ὑπακούει ῥᾳδίως τοῖς εἰλικρινῶς ἀντιβο λοῦσιν, ἀγαθός τε ὢν, καὶ ἐλεεῖν πεφυκὼς, μᾶλλον δὲ ἐλέους τυγχάνων πηγὴ, αὐτὸς μάρτυς τοῖς οὕτως ἱκετεύουσιν ὑπισχνούμενος, καὶ λέγων, ὅτι Καλέ σεις, ἐγὼ δέ σου ὑπακούσομαι·
因為祂樂於垂聽那些真誠懇求的人——祂本為良善,天性樂於施憐憫,或者更確切地說,祂正是憐憫的泉源——這一點祂親自見證,向如此懇求祂的人應許說:「你必呼求,我就應允你。」
For that He readily listens to those who entreat Him sincerely — being good, and by nature disposed to show mercy, or rather being the very fountain of mercy — He Himself is witness, promising those who entreat Him thus, and saying, "You shall call, and I will listen to you."
← 上一段下一段 →
1

新的原文誦讀上線時通知我

每次有新章節誦讀影片就寄一封信。採雙重確認,隨時可一鍵取消。