📜 Verbum · 聖言
原文誦讀聖經與教父文獻
♥ 贊助

← 回書卷目次 · 希臘教父 › 論天意(十講)

論天意(十講) 第 1 章 第 7/11 段

希臘文原文.168 節.部分字詞可點開查義.本章太長已分段,此段為 1:1044–1:1211(全章共 1762 節)

← 上一段下一段 →
ℹ️ 本語料沒有逐節的詞法標註。原形主要取自同語言其他書卷的逐詞標註(不是這一節的標註),少數查不到的才回頭依字形比對詞典。同形的罕見字仍可能判錯,需要精確判斷時請覆核原文與專門詞典。
ℹ️ 中英對照為本站自譯,直接譯自本頁的原文(非和合本/WEB —— 那兩者譯自馬所拉文本,與本頁底本不同)。
1:1044
Ἐπὶ δὲ τοῦ παρόντος τὸν καὶ κοινὰς καὶ ἰδίας τοῖς ἀνθρώποις δωρεὰς χορηγοῦντα, καὶ μυρίοις ὅσοις ἀγαθοῖς τὸ ἡμέτερον περικλύζοντα γένος, ὑμνήσω μεν
至於眼前,讓我們來頌揚那位賜給人類公共與個別恩賜、並以無數美善之物澆灌我們人類的那一位。
For the present, then, let us hymn Him who bestows upon men both common and particular gifts, and who floods our race with countless good things.
1:1045
Αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας
願榮耀歸於祂,直到永遠。
To Him be the glory forever.
1:1046
Ὅτι τοὺς εὖ φρονοῦντας οὐδὲ τὸ πονηροῖς δου λεύειν δεσπόταις λυμαίνεται
論:即使服事邪惡的主人,也無損於心思端正之人。
That not even servitude to wicked masters harms those who are of sound mind.
1:1047
Μεγάλης μὲν, εὖ οἶδα σαφῶς, δεῖ καὶ γλώττης καὶ διανοίας, τῷ μεγάλην οὕτω λόγων ὑπόθεσιν ἀνα δέχεσθαι πειρωμένῳ·
我十分清楚知道,要嘗試承擔如此重大的論題,需要卓越的口才與深邃的思想;
I know full well that great eloquence and great understanding are needed by one who attempts to undertake so great a subject of discourse;
1:1048
πέφυκε γάρ πως κινδυνεύειν ἐν τοῖς λόγοις τῶν πραγμάτων ἡ δόξα·
因為事物本身的聲譽,往往會在論及它們的言辭中,遭受某種危險;
for somehow the reputation of the matters themselves tends to be put at risk in the discourse about them;
1:1049
τῇ γὰρ τού των ἀσθενείᾳ καὶ ῥώμῃ φιλοῦσι κρίνειν τὰ πράγμα τα, οἱ μὴ τῇ φύσει τούτων, ἀλλὰ τῇ δεινότητι τῶν λόγων προσέχειν ἐθέλοντες
因為那些不願留意事物本身的性質,卻只想留意言辭之精巧的人,往往習慣以言辭的軟弱或強勁來評斷事物本身。
for those who are unwilling to attend to the nature of the matters, but wish to attend only to the cleverness of the words, are wont to judge the matters by the weakness or strength of these words.
1:1050
Ἐγὼ δὲ τῇ τῆς ὑποθέ σεως δυνάμει θαῤῥήσας, οὐκ ἐμέτρησα ταύτῃ τὰ. τῆς ἐννοίας κυήματα, οὐδ' ἐλογισάμην τὰς μικρὰς αὐτῆς καὶ ἐξιτήλους ὠδῖνας, ἀλλ' ἐσκόπησα μόνον, ὡς δῆλόν ἐστι τοῖς εἰδέναι θέλουσι τῆς ἀληθείας τὸ φῶς, καθάπερ ἥλιος τοῖς ἐῤῥωμένοις τὰς ὄψεις
但我,倚靠這論題本身的力量,並不以言辭之技巧來衡量我思想的產物,也不計較它那微小而漸弱的產痛,只留意一事:真理之光,對願意認識它的人而言,正如太陽對視力健全者一般,是顯而易見的。
But I, trusting in the power of my subject, did not measure by this the offspring of my thought, nor did I take account of its small and fading birth-pangs, but I considered only this: that the light of truth is plain to those who wish to know it, just as the sun is to those whose sight is sound.
1:1051
Καὶ μηδενὸς γὰρ συνηγοροῦντος, βοᾷ τοῦ Ποιητοῦ καὶ Σωτῆρος ἡμῶν ἡ πρόνοια
因為即使無人為它辯護,我們創造者暨救主的天意仍自行呼喊。
For even when no one pleads its case, the providence of our Maker and Savior cries out.
1:1052
Οὐδὲν οὖν ἀπεικὸς δρᾷν ᾠήθην, οὐδὲ μέμψεως ἄξιον, παρασχὼν εἰς ὑπουργίαν τὴν γλῶτταν, τῇ πάντοθεν φερομένῃ φω νῇ, καὶ ταύτην ἐνηχῶν τοῖς βεβυσμένοις τῶν ἀχαρί στων ὠσίν
因此我認為,我獻上舌頭來服事那從四面八方傳來的聲音,並將其迴響於忘恩者塞閉的耳中,這並非不合宜之舉,也不該受責備。
I thought, then, that I was doing nothing unfitting, nor anything deserving of blame, in offering my tongue in service to the voice that is borne from every side, and in sounding it into the stopped-up ears of the ungrateful.
1:1053
Ὅτι μὲν οὖν καὶ πενία καὶ πλοῦτος ἀναγκαῖα τῷ βίῳ καὶ χρήσιμα, καὶ δουλείαν δέ τινα καὶ δεσποτείαν, καθάπερ τινὰ φάρμακα, τοῖς ἕλκεσι τῆς ἁμαρτίας ὁ τῶν ψυχῶν προσήνεγκεν ἰατρὸς, τὴν θείαν χάριν συνεργὸν ἐσχηκότες, ἱκανῶς ἀπεδείξα μεν
貧窮與財富二者對人生皆屬必要且有益,而某種奴役與主人之權柄,亦如靈魂的醫者施用某些藥劑於罪的瘡瘍之上一般——這些道理,我們藉神聖恩典為同工,已充分證明過了。
That both poverty and wealth are necessary and useful for life, and that a certain slavery and mastery too the physician of souls has applied, like certain remedies, to the sores of sin, having had divine grace as our fellow-worker, we have sufficiently demonstrated.
1:1054
Ὅτι δὲ οὐ λωβᾶται δουλεία τοῖς χρωμένοις, ἀλλὰ καὶ λίαν τοὺς βουλομένους εὐεργετεῖ, αὐτίκα, σὺν Θεῷ φάναι, δειχθήσεται·
但奴役並不損害那經歷它的人,反而大大造福那甘心承受之人——這一點,若神許可,隨即便要證明:
But that slavery does not maim those who undergo it, but rather greatly benefits those who are willing, will presently be shown, God willing:
1:1055
τοῦτο γὰρ χθὲς ἐρεῖν ὑπεσχόμεθα
因為這正是我們昨日所應許要講論的。
for this is what we promised yesterday to say.
1:1056
Οὐ παρέλκον δὲ ἴσως καὶ τῶν πάλαι δεδου λευκότων ὀλίγους εἰς μέσον παραγαγεῖν, καὶ γυμνῶ σαι τῆς εὐσεβείας τὸν θησαυρὸν, ὃν ἐκεῖνοι συνήγα γον, εἰς ἔλεγχον τῶν τὴν δουλείαν διαβάλλειν ἐπι χειρούντων, καὶ τῆς μείζονος βλασφημίας ταύτην ἀφορμὴν ποιουμένων, καὶ κατὰ τῆς τοῦ Θεοῦ προ νοίας ἐντεῦθεν ἀφιέναι τὰ βέλη τολμώντων
或許不算多餘,若我們將往昔幾位為奴者引到眼前,揭露他們所積聚的敬虔寶藏,以此駁斥那些企圖詆毀奴役、並藉此製造更大褻瀆之機會、進而膽敢從此處向神的天意射出箭矢之人。
It will perhaps not be superfluous to bring forward into our midst a few of those who were slaves long ago, and to lay bare the treasure of piety that they amassed, as a refutation of those who attempt to slander slavery, and who make of this an occasion for the greater blasphemy, and who from this point dare to let fly their arrows against the providence of God.
1:1057
Παρίτω τοιγαροῦν πρῶτος ἁπάντων, ὁ πρῶτος Ἁβραὰμ τοῦ πατριάρχου θεράπων
那麼,讓眾人之中第一位——族長亞伯拉罕的首席僕人——先行出場。
Let there come forward, then, first of all, the first servant of the patriarch Abraham.
1:1058
Οὗτος τοίνυν, ἡνίκα γεγηρακὼς ὁ πατριάρχης ὤφθη, τῆς φύσεως τὸν ὅρον εἰδὼς, καὶ τοῦ βίου τὸ τέλος ὁρῶν, γῆρας γὰρ θανάτου προοίμιον, περὶ τοῦ υἱέος ἐνετέλλετο
這人,當族長已顯出年邁之態時——他深知本性所定的限度,並看見生命的終點(因為衰老乃死亡的前奏)——便就其子的事囑咐他;
This man, then, when the patriarch was seen to have grown old — knowing the limit set by nature, and seeing the end of life (for old age is the prelude of death) — gave him a charge concerning his son;
1:1059
καὶ φέρειν αὐτῷ γυναῖκα προσέταττεν ἐκ τῆς οἰκείας φυλῆς, καὶ φεύγειν τὴν τῶν Χαναναίων συγγέ νειαν παρηγγύα, ταῖς παλαιαῖς ἀραῖς καὶ εὐ λογίαις πιστεύων·
吩咐他從自己本族中為兒子娶妻,並嚴令他避開與迦南人聯姻,因他信靠古時的咒詛與祝福:
and he ordered him to bring him a wife from his own kindred, and enjoined him to flee kinship with the Canaanites, trusting in the ancient curses and blessings:
1:1060
τηνικαῦτα ὁ θαυμαστὸς οὗτος οἰ κέτης, πρῶτον μὲν ἀκριβῶς ἅπαντα βασανίζει τοῦ δεσπότου τὰ ῥήματα, καὶ τὸν προσφερόμενον δεδιὼς ὅρκον, καὶ τὸν τῶν ἁπάντων ἐπόπτην ὀῤῥωδῶν ὀφθαλμὸν, πυνθάνεται πρῶτον, εἰ δεῖ τὸν υἱὸν εἰς τὴν πατρῴαν ἀπαγαγεῖν οἰκίαν, τῆς γυναικὸς τὴν ἐκδημίαν παραιτουμένης
於是這位可敬的家僕,先是精確查驗主人所說的每一句話,又因懼怕加於己身的誓言、敬畏那鑒察萬事的眼目,便先詢問:倘若那女子不肯離開故土,是否必須將其子帶回祖家。
then this admirable household servant first scrutinizes exactly all the words of his master, and, fearing the oath being administered to him, and dreading the eye that watches over all things, he inquires first whether it is necessary to lead the son back to the ancestral house, should the woman decline to leave her homeland.
1:1061
Τοῦ δὲ Ἀβραὰμ ἀπαγο ρεύσαντος, καὶ φήσαντος μὴ δεῖν ἀπάγειν, ἀλλὰ τῷ Θεῷ τῷ κεκληκότι θαῤῥεῖν, καὶ τοῖς ἐκείνου πηδα λίοις πιστεύειν, ἀπαίρει μὲν ὁ παῖς ἐκ τῆς δεσποτι κῆς οἰκίας, πολλοὺς δὲ σταθμοὺς ὁδεύσας, εἰς τὴν. Χαῤῥὰν ὀψὲ τῆς ἡμέρας παρεγένετο·
但亞伯拉罕禁止此事,說不可將他帶回,而應信靠那呼召他的神,倚賴神的掌舵;於是僕人便離開主人的家,經過多次歇腳,在日暮時分抵達哈蘭:
But when Abraham forbade this, and said that he ought not to lead him back, but rather to trust in the God who had called him, and to have confidence in his helm, the servant departed from his master's house, and having journeyed many stages, arrived at Haran late in the day:
1:1062
καὶ κατεγγυῆσαι κόρην αὐτῷ τοῖς δεσποτικοῖς συμβαί νουσαν ἤθεσιν
並為他訂下一位與其主人性情相稱的少女為妻。
and to betroth to him a maiden suited to his master's character.
1:1063
Ἄξιον δὲ καὶ αὐτῶν ἐκείνων τῶν εὐ σεβῶν ἀκοῦσαι ῥημάτων
那些極其敬虔的言語,本身也值得一聽。
It is worth hearing also those very pious words themselves.
1:1064
Κύριε, γὰρ, φησὶν, ὁ Θεὸς τοῦ κυρίου μου Ἀβραὰμ, ἰδοὺ ἐγὼ ἕστη κα ἐπὶ τῆς πηγῆς τοῦ ὕδατος, αἱ δὲ θυγατέρες τῶν οἰκούντων τὴν πόλιν ἐκπορεύονται ἀντλῆσαι ὕδωρ, καὶ ἔσται, ἡ παρθένος ᾗ ἂν ἐγὼ εἴπω, Ἐπί κλινον τὴν ὑδρίαν σου, ἵνα πίω, καὶ εἴπῃ μοι, Πίε καὶ ταῖς καμήλοις σου ὑδρεύσομαι ἕως ἂν παύσωνται πίνουσαι, ταύτην ἡτοίμασας τῷ παιδί σου Ἰσαάκ·
他說:「主啊,我主亞伯拉罕的神,看哪,我現今站在水泉旁,城中居民的女兒們正出來打水;我對哪一個少女說『請將你的水瓶側下,讓我喝』,她若說『請喝,我也為你的駱駝打水,直到牠們喝足』,願那一位就是你為你僕人以撒所預備的:」
‘Lord,’ he says, ‘God of my master Abraham, behold, I am standing at the spring of water, and the daughters of those who dwell in the city are coming out to draw water; and let it be that the maiden to whom I shall say, “Incline your water-jar, that I may drink,” and who shall say to me, “Drink, and I will also draw water for your camels until they stop drinking” — this one you have prepared for your servant Isaac:’
1:1065
καὶ ἐν τούτῳ γνώσομαι, ὅτι ἐποίησας ἔλεος τῷ κυρίῳ μου Ἀβραάμ. Τίς οὐκ ἂν ἀγασθείη τῆς εὐσεβείας τὸν ἄνδρα; μᾶλλον δὲ τίς ἂν ἀξίως τῶν εἰρημένων ἕκαστον εὐφημήσειεν; Ἔστι γὰρ ἰδεῖν κατὰ ταὐτὸν πίστει καὶ σοφίᾳ καὶ εὐσεβείᾳ τὴν εὐχὴν κοσμουμένην
「藉此我便知道你已向我主亞伯拉罕施了憐憫。」誰能不因這人的敬虔而讚嘆?或者更確切地說,誰又能配得上稱揚他所說的每一句話?因為我們能看見這禱告同時飾以信、智慧與敬虔。
‘and by this I shall know that you have shown mercy to my master Abraham.’ Who would not admire the man for his piety? Or rather, who could worthily praise each of the things said? For it is possible to see the prayer adorned at once with faith and wisdom and piety.
1:1066
Τὸ γὰρ πᾶσιν ἐῤῥῶσθαι φρά σαντα καὶ τῇ τοῦ Θεοῦ προμηθείᾳ τὴν τῆς ἐκ δημίας ὑπόθεσιν ἀναρτῆσαι, πῶς οὐκ εὐσεβείας ἐστὶ καὶ σοφίας τῆς ἀνωτάτω; Τὸ δὲ τῇ τοῦ δεσπότου θαῤῥῆσαι δικαιοσύνῃ, καὶ τούτου καλέσαι Θεὸν τὸν κοινὸν ἁπάντων Θεὸν, καὶ δι' ἐκεῖνον ἐλπίσαι τέ λος πάντως λήψεσθαι τὴν εὐχὴν, καὶ τὴν αἴτησιν εἰς πέρας ἀχθήσεσθαι, ποίαν πίστεως ὑπερβολὴν καταλεί πει; Τετυχηκὼς δὲ ὧν ᾔτησε, θεοφιλὴς ἀποδέδεικται
因為將萬事置諸度外,把此行的整個根基懸繫於神的預先眷顧——這豈非敬虔與至高智慧之表徵?信賴主人的公義,稱那眾人共有的神為那人的神,並因那人之故盼望這禱告必蒙應允、所求必得成就——這還留下什麼更大的信心可言?他既已得著所求,便顯明自己是蒙神所愛的。
For to bid farewell to all things and to hang the whole ground of his journey upon the forethought of God — how is this not a mark of piety and of the highest wisdom? And to place confidence in the righteousness of his master, and to call the God common to all the God of that man, and on his account to hope that the prayer would by all means attain its end, and the petition be brought to fulfillment — what excess of faith does this leave beyond it? And having obtained what he asked, he has been shown to be beloved of God.
1:1067
Οὐ γὰρ ἂν οὕτω ῥᾳδίως ἔτυχεν, εἰ μὴ λίαν ἦν εὔνους τῷ δεδωκότι·
因為若非他對那賜予者存著極大的善意,他斷不會如此輕易得著所求:
For he would not have obtained it so readily, had he not been exceedingly well-disposed toward the one who gave it:
1:1068
τὴν εὔνοιαν δὲ ἡ τῆς ψυχῆς ἐδημιούργη σεν ἀρετή
而這善意,正是他靈魂的德行所產生的。
and this good disposition the virtue of his soul produced.
1:1069
Ὅτι τετύχηκε, καὶ παραυτίκα τετύ χηκεν, ἡ ἱστορία διδάσκει
至於他確實得著了,且是立刻得著,這是經文所教導的。
That he obtained it, and obtained it immediately, the narrative teaches.
1:1070
Εἰς γὰρ τῆς εὐχῆς τὸ τέλος ἔφθασεν ἡ Ῥεβέκκα, καὶ τὸ τῆς φιλοξενίας ἐπιδεί κνυσι σημεῖον·
因為禱告方畢,利百加便隨即到來,並顯出好客的憑證:
For Rebecca arrived just at the conclusion of the prayer, and shows the token of hospitality:
1:1071
καὶ σμικρὸν ὕδωρ αἰτηθεῖσα, καὶ τὰς καμήλους ἁπάσας ποτίζειν ἐπείγεται·
雖然只被求討少許水,她卻急切地要將所有駱駝也一併飲足:
and though asked for only a little water, she hastens to water all the camels as well:
1:1072
καὶ μετὰ πόνου τὸ ὕδωρ ἀνιμωμένη, λογικῶν καὶ ἀλόγων θε ραπεύει τὸ δίψος, ἀνδρίαν ὁμοῦ καὶ φιλανθρωπίαν ἐπιδεικνυμένη, καὶ τῆς ἐν τῷ λόγῳ τῆς εὐχῆς ζω γραφηθείσης κόρης ἀρχέτυπον φαινομένη, καὶ τῆς Ἀβραμιαίας οἰκίας ἀξία δεικνυμένη, καὶ τῷ φιλοξένῳ κηδεστῇ συνομολογοῦσαν κεκτημένη τὴν γνώμην
她辛勞地汲水,解除了有理性者與無理性者共同的乾渴,同時展現出勇氣與仁愛,並顯明自己正是禱告言語中所描繪那少女的原型,證明自己配得亞伯拉罕之家,且懷有與那好客的未來姻親相契合的心志。
and drawing up the water with toil, she relieves the thirst of both rational and irrational creatures, displaying courage together with humanity, and appearing as the very archetype of the maiden depicted in the words of the prayer, and showing herself worthy of the house of Abraham, and possessing a disposition in accord with her hospitable future father-in-law.
1:1073
Τοῦτο γὰρ καὶ ὁ πιστὸς ἐκεῖνος οἰκέτης ᾔτησεν ἱκε τεύων, οὐκ εἶδος, οὐ μέγεθος, οὐ παρειῶν ἄνθος, οὐκ ὀφθαλμῶν κάλλος, οὐκ ὀφρύων εὐθέτους γραμ μὰς, οὐ γένους περιφάνειαν, οὐ πλούτου περιουσίαν, ἀλλὰ φιλόξενον γνώμην, ἤπιον τρόπον, φθέγμα πρᾶον καὶ μέτριον, ἦθος ἐπιεικὲς καὶ φιλάνθρωπον, ἄξιον τῆς δεσποτικῆς οἰκίας, τῆς πᾶσι ξένοις ἠνεῳγμένης, τῆς εἴδη ποικίλα δεχομένης, καὶ πᾶσι προσφερούσης τὰ πρόσφορα
因為這正是那忠信的僕人在懇求中所求的——不是姿容,不是身量,不是雙頰的紅潤,不是眼目的美麗,不是眉毛端正的線條,不是家世的顯赫,不是財富的豐盈,而是好客的心志、溫和的態度、柔和適度的言語、寬厚仁愛的品性——配得那向一切陌生人敞開、接待各樣客旅、供應眾人所需的主人之家。
For this is exactly what that faithful servant asked for in his supplication — not beauty, not stature, not the bloom of the cheeks, not the loveliness of the eyes, not the well-set lines of the eyebrows, not distinction of family, not abundance of wealth, but a hospitable disposition, a gentle manner, a mild and moderate voice, a fair and humane character, worthy of his master's house, which was open to all strangers, which received guests of every sort, and offered to all what was fitting.
1:1074
Καὶ οὐδὲ. εὐθὺς ἀβασανίστως ἔλαβεν, ἀλλ' ἐξετάζων τῶν γινομένων ἕκαστον, ἰδεῖν, φησὶν, ἐβούλετο, εἰ εὐ ώδωκε Κύριος τὴν ὁδὸν αὐτοῦ, ἢ οὔ
他也並非立刻不加查驗便接受,而是逐一審察所發生的事,經文說,他想要看看主是否使他此行順利,或並非如此。
Nor did he accept this at once without testing it, but examining each of the things that occurred, he wished, it says, to see whether the Lord had made his journey prosper, or not.
1:1075
Ἐπειδὴ δὲ ἅπαν τα εἶδεν ἃ ᾔτησε σημεῖα, οὐδὲ οὕτως ἔδωκε πρὸ τῆς ὑμνῳδίας τῆς μνηστείας τὰ σύμβολα, οὐδὲ ὑφ' ἡδο νῆς ἡττηθεὶς, ἐπελήσθη τοῦ δεδωκότος
然而,當他看見自己所求的一切徵兆之後,仍未在頌讚之先便給出訂婚的信物,也未因被喜悅所勝而忘記那賜予者。
But when he saw all the signs he had asked for, even then he did not give the tokens of betrothal before the hymn of praise, nor, overcome by pleasure, did he forget the one who had granted it.
1:1076
Ἀλλὰ τὸ δῶρον βλέπων, βλέπειν ἐπίστευε καὶ τὸν τοῦ δώρου δοτῆρα, καὶ πρότερον ἐκεῖνον εἰς δύναμιν ὕμνησεν, εἶθ' οὕτως τὸ δῶρον ἐδέξατο
相反,他一面注視禮物,一面相信自己也看見了那賜禮之主,於是先竭力頌揚祂,然後才接受禮物。
But while looking upon the gift, he believed that he also beheld the giver of the gift, and first hymned him to the best of his ability, and only then received the gift.
1:1077
Πυθόμενος γὰρ τίς τε εἴη, καὶ ἐκ τίνος ἔφυ, καὶ μαθὼν ὅτι Βαθουὴλ μὲν ἔστι θυγάτηρ, ἔχει δὲ καὶ καταγωγὴν καὶ χιλὸν ταῖς καμήλοις ἀρκοῦντα, Σπεύσας, φησὶν, ὁ παῖς προσεκύνησε, καὶ εἶπεν·
因為他既詢問她是誰,出自何人,得知她是彼土利的女兒,且家中既有住處、又有足夠駱駝所需的草料,經文說:「僕人便急忙下拜,說:」
For having inquired who she was, and from whom she was born, and having learned that she was the daughter of Bethuel, and that she had both lodging and fodder sufficient for the camels, ‘the servant hastened,’ it says, ‘and did obeisance, and said:’
1:1078
Εὐλογητὸς Κύριος ὁ Θεὸς τοῦ κυρίου μου Ἀβραὰμ, ὃς οὐκ ἐγκατέλιπε τὴν δικαιοσύνην αὑτοῦ, καὶ τὴν ἀλήθειαν ἀπὸ τοῦ κυρίου μου, ἐμέ τε εὐώδωκεν εἰς οἶκον τοῦ ἀδελφοῦ τοῦ κυρίου μου. Ἐπειδὴ γὰρ ὧν ᾔτησεν ἔλαβε πλείονα, οὐ γὰρ μόνον ὕδωρ ἔδωκεν ἡ κόρη, ἀλλὰ καὶ καταγώγιον δώσειν αὐτομάτως ἐπηγγείλα το, καὶ τροφὴν καὶ αὐτῷ καὶ ταῖς καμήλοις παρέξειν ὑπέσχετο, καὶ τὴν συγγένειαν, ἣν οὐκ ᾔτησε, μεθ' ὧν ᾔτησεν εἶδε παραχθεῖσαν, ὕμνοις οἷς ἠδύνατο, τὸν τῆς χάριτος ἠμείβετο χορηγὸν, καὶ ταῖς θείαις ἐπαγγελίαις τὸ ἀψευδὲς ἐμαρτύρει
「耶和華、我主亞伯拉罕的神是應當稱頌的,因祂未曾向我主收回祂的公義與信實,且引領我來到我主兄弟的家中。」既然他所得的比所求的更多——因為那少女不僅給了水,更主動應允提供住處,並承諾供應他與駱駝所需的食物,又見那未曾求討的親族關係,隨同所求之事一併顯明——他便以自己所能獻上的頌詞,回報那賜恩者,並見證神聖應許的真實無偽。
‘Blessed be the Lord, the God of my master Abraham, who has not abandoned his righteousness and his truth toward my master, and has led me on the way to the house of my master's brother.’ For since he had received more than he had asked — for the maiden gave not only water, but also of her own accord promised to provide lodging, and undertook to furnish food both for him and for the camels, and he saw the kinship, which he had not asked for, brought forth along with what he had asked for — with such hymns as he could offer, he repaid the giver of this grace, and bore witness to the truthfulness of the divine promises.
1:1079
Τὴν δὲ ἀλήθειάν σου τῶν λόγων κηρύττει τὰ πράγματα·
而事實本身正宣告了你話語的真實:
And the facts themselves proclaim the truth of your words:
1:1080
ἐν παισὶ γὰρ τὰς ὑποσχέ σεις βεβαιοῖς, ἃς τῷ κυρίῳ μου δέδωκας
因為你藉著你的僕人們,證實了你所應許我主的話。
for in your servants you confirm the promises you have given to my master.
1:1081
Οὕτως ὑμνήσας τὸν μεγαλόδωρον, προσφέρει τῇ κόρῃ τῆς μνηστείας τὰ σύμβολα
如此頌揚了那大施恩者之後,他便將訂婚的信物呈給那少女。
Having thus hymned the great giver, he presents to the maiden the tokens of betrothal.
1:1082
Καὶ κοσμεῖ μὲν χρυσῷ τὰ ὦτα, ὡς εὐπετῶς καὶ μάλα ταχέως τῶν ξένων τὰς αἰτήσεις δεχόμενα·
他用金子妝飾她的耳朵,因這雙耳樂意且迅速地接納陌生人的請求:
And he adorns her ears with gold, as readily and very swiftly receiving the requests of strangers:
1:1083
κοσμεῖ δὲ τὰς χεῖρας ὡσαύτως, ὡς καλῶς ὑπουργούσας τῇ μεγαλοψυχίᾳ τῆς γνώμης
同樣也妝飾她的雙手,因這雙手美好地服事了她那寬宏大量的心志。
and he likewise adorns her hands, as ministering well to the magnanimity of her disposition.
1:1084
Ἐπειδὴ δὲ εἰς τὴν οἰκίαν εἰσελήλυθε, καὶ τοὺς ἐκείνης γεννήτορας ἐθεάσατο, καὶ τοῦ δεσπότου τὰς ἐντολὰς ἀπεκάλυψε, καὶ τοῦ Θεοῦ τὴν ἐπι κουρίαν ἐγνώρισε, καὶ θεραπείας, ἅτε δὴ γνώρι μος, πλείστης ὅσης ἀπήλαυσεν, ἆρα ἐπελάθετο τοῦ δεσπότου, καὶ κεντούμενος ὑπὸ φροντίδων τὸν δε σπότην παρεῖδε, καὶ τὴν οἰκείαν ἀνάπαυλαν τῆς ἐκείνου προτετίμηκε θεραπείας; Οὐδαμῶς
但當他進入那家,見到她的雙親,揭明主人的吩咐,宣告神的幫助,並且——既已被認出是親族——享受到極大的款待之時,他是否就此忘卻主人,因種種思慮的催逼而忽略主人,寧可自己安逸也不願侍奉主人呢?絕非如此。
But when he had entered the house, and beheld her parents, and revealed the instructions of his master, and made known the assistance of God, and — being now a recognized kinsman — enjoyed the very greatest attention, did he then forget his master, and, goaded by cares, overlook his master, and prefer his own repose to attending upon him? By no means.
1:1085
Ἀλλὰ καὶ τοῦ τὴν κόρην φύσαντος, καὶ τῆς γεννησαμένης, καὶ τοῦ τῶν ὠδίνων κοινωνήσαντος μένειν ἀντιβολούν των, ἵν' ὡς ἐκδημούσης τῆς κόρης πρὸς ὀλίγας γοῦν αὐτῆς ἀπολαύσωσιν ἡμέρας, οὗτος ἔλεγε·
相反地,當那生育少女的父親、母親——即那與她共歷生產之苦的母親——懇求他留下,好讓他們趁女兒即將離鄉之際,至少能多享受她幾日的相伴時,他卻說:
But rather, when the maiden's father, and her mother, and the one who had shared in her birth-pangs, entreated him to remain, so that, since the girl was about to leave her homeland, they might at least enjoy her presence for a few days, he said:
1:1086
Μὴ κατέχετέ με, ὅτι Κύριος εὐώδωκε τὴν ὁδόν μου·
「不要挽留我,因為耶和華已使我此行順利:」
‘Do not detain me, for the Lord has prospered my way:’
1:1087
ἐκπέμψατέ με, ἵνα ἀπέλθω πρὸς τὸν κύριόν μου. Καὶ πανταχοῦ τοὺς λόγους τῇ θείᾳ προσηγορίᾳ κο. σμεῖ, καὶ τῶν ἀγαθῶν ἐκεῖθεν ἕλκει τὴν χορηγίαν, καὶ τὰ καθ' αὑτὸν ἐκείνης ἀνάπτει τῆς προμηθείας
「請打發我走,好讓我回到我主人那裡去。」他處處以神聖的名妝飾自己的話語,從那源頭引出諸般美物的供應,並將自己一切所遭遇之事,都繫於那天意之上。
‘send me away, that I may go to my master.’ And everywhere he adorns his words with the divine name, and derives the supply of good things from that source, and attaches all that concerns him to that providence.
1:1088
Τί τοῦτον, εἰπέ μοι, παρέβλαψεν ἡ δουλεία; Τίς δὲ τῶν ἐν ἐλευθερίᾳ τεθραμμένων, καὶ ἐπ' ἐλευ θέροις γαυριώντων προγόνοις, τοσαύτης ἀρετῆς ἐπί δειξιν ἐποιήσατο; Ποίαν δὲ τῆς ἄκρας εὐσεβείας ὑπερβολὴν καταλίποι; Ἀλλ' ἴσως ἄν τις εἴποι τῶν συκοφαντίας ῥάπτειν ἐπισταμένων, καὶ τὰ καλὰ διαβάλλειν δεδιδαγμένων, ὡς ἡ τοῦ δεσπότου φιλοσο φία τοῦτον οὕτως ἐπαιδοτρίβησε, καὶ πρὸς ἐκεῖνον ὁρῶν οἷόν τι κάτοπτρον, εἵλκυσεν ἐκεῖθεν τοὺς τῆς ἀρετῆς χαρακτῆρας·
請告訴我,奴役在何處損害了這人?在那些生於自由、且以自由祖先自誇之人中,又有誰展現過如此的德行?至高敬虔的極致,還有什麼能超越這一點?然而,或許某些擅長編織誣衊、慣於詆毀美善之事的人會說,這是他主人的哲學如此訓練了他,他望向那人猶如望向一面明鏡,從中汲取了德行的印記;
Tell me, in what way did slavery harm this man? And which of those raised in freedom, and priding themselves on free-born ancestors, gave such a display of virtue? What excess of the highest piety could surpass it? But perhaps someone among those skilled at stitching together calumnies, and trained to slander good things, might say that it was the philosophy of his master that thus trained him, and that, looking toward that man as toward a mirror, he drew from there the marks of virtue:
1:1089
οἱ δὲ πονηροὺς ἐσχηκότες δε σπότας, ἐκμάττονται πάλιν ἐκ τοῦ ἀρχετύπου τὸ μί μημα, καὶ τὰς τῆς πονηρίας ἀπαρχὰς ἐκεῖθεν λαμβάνοντες, ἐργάται γίνονται κακίας, ἐν ἑαυτοῖς τοὺς διδασκάλους δεικνύντες
反之,那些遇上邪惡主人的人,也同樣是從原本印出摹本,從那裡取得邪惡的初熟果子,遂成為作惡之人,在自己身上顯出他們的師傅來。
whereas those who have had wicked masters likewise stamp out the copy from the original, and, taking from there the first-fruits of wickedness, become workers of vice, showing forth in themselves their teachers.
1:1090
Φέρε τοίνυν, τὸ ψεῦδος αὐτῶν διελέγξωμεν, καὶ δείξωμεν ὡς αὐθαίρετος καὶ τῆς ἀρετῆς καὶ τῆς κακίας ἡ κτῆσις, καὶ τὸν οὐ βουλόμενον οἰκέτην κακίᾳ συζῇν, οὐδεὶς ἂν πονηρὸς ἀναγκάσειε δεσπότης
那麼,來吧,讓我們駁斥他們的謬論,證明德行與邪惡的獲得,皆出於自由抉擇,並且任何邪惡的主人,都無法強迫一個不願與邪惡共處的僕人。
Come then, let us refute their falsehood, and show that the acquisition of both virtue and vice is a matter of free choice, and that no wicked master could compel a servant unwilling to live together with vice.
1:1091
Ἀγέσθω δὲ εἰς μέσον ὁ θειότατος Ἰωσὴφ, ὁ τῆς μὲν γυναικὸς ἐκείνης ἔκγονος, τοῦ δὲ πατριάρχου Ἀβραὰμ ἀπόγονος, ἐν ἦρι, ἐν ἀκμῇ, ἐν ὥρᾳ ( τῶν γὰρ ὡρῶν ἡ ἀκμαιοτέρα τὸ ἔαρ τυγχάνει), ἐν ἦρι μὲν ἦν τῆς ἡλικίας, εἶχε δὲ τὸ ἄνθος τοῦ χρόνου, ὥρᾳ δὲ λάμπων κατὰ τὸ σῶμα, λαμπροτέραν εἶχε τοῦ σώ ματος τὴν ψυχήν
現在讓我們引出那極其敬虔的約瑟——他是那女子的後裔,也是族長亞伯拉罕的子孫——正值青春,正值壯年,正值盛開之際(因為在諸季之中,春天恰是最富生氣的一季);他年紀正如春天,擁有歲月的花朵,身體煥發著盛年的光彩,而他的靈魂,比起身體更為光耀。
Let there now be brought forward the most godly Joseph, offspring of that woman, and descendant of the patriarch Abraham — in spring, in prime, in bloom (for spring happens to be the most vigorous of the seasons); he was in the springtime of his age, and possessed the flower of his years, and while shining in bloom as to his body, he had a soul more radiant still than his body.
1:1092
Ἐπέραστος δὲ ἦν τῷ πατρὶ, καὶ λίαν ἐράσμιος, οὐχ ὡς ὀψίγονος μόνον, ἀλλ' ὡς καὶ τοῖς τρόποις συμβαίνων, καὶ τῆς πατρῴας ἀρε τῆς ἐκμαγεῖον ὑπάρχων
他深受父親所愛,且極其寶貝,不僅因他是父親暮年所生之子,更因他性情相符,乃是父親德行的印記。
He was beloved by his father, and exceedingly dear to him, not only as the child of his old age, but also as one whose character matched, and who was an impression of his father's virtue.
1:1093
Οὗτος ἐπειδὴ τοὺς ὀνεί ρους εἶδεν ἐκείνους, καὶ τῷ πατρὶ διηγήσατο τῶν ἀδελφῶν ἀκουόντων, πολεμεῖται μὲν εὐθὺς ὑπὸ τοῦ φθόνου, καὶ δέχεται λοιδορίας, ἃς ὁ φθόνος ἐγέννησε
這人既做了那些夢,又在眾兄弟聽聞之下向父親敘述,便立刻遭到嫉妒的攻擊,承受了嫉妒所生出的責難。
When this man saw those dreams, and recounted them to his father while his brothers listened, he was at once assailed by envy, and received the reproaches that envy engendered.
1:1094
Χρόνου δὲ ὀλίγου διελθόντος, οἱ τῶν ὀνείρων τὴν εὐκληρίαν οὐκ ἐνεγκόντες, ἀφικνούμενον πρὸς αὐτοὺς τὸ μειράκιον θεασάμενοι, ἐπιτρέχουσι μὲν ὡς θῆρες ἀρνίῳ ποίμνης κεχωρισμένῳ, καὶ τῆς τοῦ ποιμένος κηδεμονίας γεγυμνωμένῳ·
過了不久,他們無法忍受那夢境所預示的福分,見那少年向他們走來時,便如野獸撲向脫離羊群、失去牧人看顧的羔羊一般,衝上前去:
After a little time had passed, unable to bear the good fortune promised by the dreams, when they saw the youth arriving toward them, they rushed upon him as wild beasts upon a lamb separated from the flock and stripped of the shepherd's care:
1:1095
καὶ μήτε τοῦ πατρὸς τὴν πολιὰν αἰδεσθέντες, μήτε τὸ γῆρας οἰκτεί ραντες, καθάπερ τινὶ βακτηρίᾳ τῷ νέῳ σκηριπτό μενον, μὴ τὴν τῆς φύσεως οἰκονομίαν, μὴ τῆς συγγενείας τὸ δίκαιον, μὴ τὴν τῆς ῥίζης ταυτότητα, μὴ τῆς ἡλικίας τὸ ἄωρον, καὶ κακίας ἀπείρατον, μὴ τὴν ἀκούσιον ὡς ἐν ὀνείροις ἡγεμονίαν, καὶ τῆς σκιᾶς ἁπάσης ἀδρανεστέραν τέως ἀρχὴν, ἐπεχείρησαν μὲν αὐτὸν εὐθὺς παραδοῦναι σφαγῇ, καὶ μιᾶναι τὰς χεῖρας αἵματι συγγενεῖ
他們既不敬重父親的白髮,也不憐憫那倚靠這少年如倚靠拐杖的老年,既不顧本性的秩序,不顧血親當有的公義,不顧同根同源的事實,不顧他年紀尚幼、未曾試驗過邪惡,也不顧那僅在夢中應許、尚且比任何影子都更無力的、非出己意的統治權——他們竟立刻圖謀將他交付殺戮,使雙手沾染骨肉之血。
and neither respecting their father's gray hair, nor pitying his old age, which leaned upon the young man as upon a staff, nor the ordinance of nature, nor the justice due to kinship, nor the identity of the root, nor the immaturity of his age untried in wickedness, nor the involuntary rule promised only in a dream — an authority as yet feebler than any shadow — they attempted at once to hand him over to slaughter, and to defile their hands with kindred blood.
1:1096
Εἶτα τοῦ Ῥουβὴν ἀπαγορεύσαντος τὴν σφαγὴν, καὶ φυγεῖν τὴν κηλῖδα ταύτην παρακελεύσαντος, ἐν λάκκῳ τινὶ βραχὺν αὐ τὸν κατακρύψαντες χρόνον, ἀπεμπολοῦσι μικρὸν ὕστερον Ἰσμαηλίταις ἐμπόροις, καὶ θεραπεύουσι τῇ. πράσει τὸν φόνον, οὐδὲ βλέπειν ἀνασχόμενοι τὸν κατ' ὄναρ ἡγεμονεύσαντα
隨後,流便阻止了這殺戮,力勸他們避開這污點,他們便先將他短暫藏於一坑中,不久之後又將他賣給以實瑪利的商人,藉此買賣來彌補那謀殺之舉,甚至連看一眼那在夢中統治過他們的人都不能忍受。
Then, when Reuben forbade the slaughter and urged them to avoid this stain, they hid him for a short time in a certain pit, and a little later sold him to Ishmaelite merchants, and by the sale sought to remedy the murder, not even enduring to look upon him who had ruled over them in the dream.
1:1097
τίσας ὁ Ἰωσὴφ, ἄγεται μὲν εἰς τὴν Αἴγυπτον, ἀποδίδοται δὲ πάλιν τῷ Πεντεφρῇ·
於是約瑟被帶往埃及,又被轉賣給波提乏:
And so Joseph is led into Egypt, and is sold again, to Potiphar:
1:1098
ἀρχι μάγειρος δὲ ἦν οὗτος τοῦ βασιλέως
這人是王的護衛長。
and this man was the captain of the king's guard.
1:1099
Ἀλλὰ κἀνταῦθα γενόμενος, τὴν πατρῴαν ἐλευθερίαν ἐφύλαξε, καὶ τὴν τῶν προγόνων εὐγένειαν ἀκήρατον διετήρησε, καὶ οὐ συμμετέβαλε τῷ καιρῷ τὴν γνώμην, οὐδὲ ταῖς συμφοραῖς ἠκολούθει ἡ τῶν τρόπων ἐναλλαγὴ, οὐδὲ καθάπερ χρόαν ἐνήλλαξε τὴν προαίρεσιν, ἀλλὰ καὶ τὸν βίον ἀμείψας, καὶ ἐξ ἐλευθερίας εἰς δουλείαν μεταπεσὼν, ἐπὶ τῆς προτέρας ἠρήρειστο γνώ μης, καὶ λέγων ὁτιοῦν καὶ πράττων, προλάμπουσαν εἶχε τὴν αἰδῶ τῷ μετώπῳ
但即使在此地,他仍保守著父祖的自由,維持祖先的高貴不受玷污,並未因境遇的改變而改易心志,也未因災禍而隨之變換品格,更未如變色一般改變自己的意向;反倒是,儘管他的生活方式已然更易,儘管他已從自由跌入奴役,他仍堅定地立於原先的心志之上,無論言語或行事,臉上都閃耀著謙遜之光。
But even here, he preserved the freedom of his fathers, and kept unsullied the nobility of his ancestors, and did not alter his disposition with the change of circumstance, nor did any change of character follow upon his misfortunes, nor did he change his moral purpose as one might change color; but though he had exchanged his manner of life, and had fallen from freedom into slavery, he remained firmly fixed upon his former disposition, and, whatever he said or did, he had modesty shining forth upon his brow.
1:1100
Τούτου χάριν καὶ παρ αυτίκα τιμῆς ἁπάσης ἀξιοῦται, καὶ τῆς δεσποτικῆς οἰκίας τοὺς οἴακας ἐγχειρίζεται
因此之故,他隨即被認為配得一切尊榮,並被託付掌管主人家中的舵柄。
For this reason he was straightway deemed worthy of every honor, and was entrusted with the helm of his master's household.
1:1101
Καὶ τοῖς μὲν δεσπό ταις τὴν εὔνοιαν, τοῖς δὲ ὁμοδούλοις τὴν ἐπιείκειαν διετέλει προσφέρων
他持續向主人們表現善意,向同僚僕人展現公正。
And he continued to show goodwill toward his masters, and fairness toward his fellow-servants.
1:1102
Καὶ περὶ τοὺς τετιμηκότας εὐγνώμων γινόμενος, τῶν ἰθυνομένων ἐποιεῖτο τὴν προσήκουσαν ἐπιμέλειαν
他對那些尊榮他的人心存感激,並對受他管理的人給予恰當的照顧。
And being grateful toward those who had honored him, he took the fitting care of those under his direction.
1:1103
Καὶ ἦν τούτοις κἀκείνοις ἐπέραστος
因此他既為這些人所愛,也為那些人所愛。
And he was beloved both by these and by those.
1:1104
Σύμμετρον γὰρ τῇ ἀρετῇ τὴν χάριν θεόθεν ἐδέχετο, μᾶλλον δὲ πολλαπλασίους τῶν πόνων ἐδρέπετο τοὺς καρπούς
因為他從神所領受的恩典,正與他的德行相稱,或者更確切地說,他所收穫的果實,遠遠多倍於他的勞苦。
For he received grace from God in proportion to his virtue, or rather, he reaped fruits many times over in return for his labors.
1:1105
Ἀλλὰ πάλιν αὐτὸν ἐντεῦθεν ἕτερος διεδέξατο κλύδων, καὶ τὴν τῆς δουλείας τρικυμίαν χαλεπωτέρα πάλιν ἐξεδέ ξατο ζάλη·
但從此處起,又有另一波浪潮接踵而至,一場更為嚴酷的風暴,緊隨在他奴役生涯的驚濤駭浪之後:
But once again from this point another wave succeeded him, and a still more grievous storm followed upon the triple swell of his servitude:
1:1106
καὶ τὸ μὲν ἔλιπεν αὐτὸν κῦμα, τὸ δὲ κατέλαβε
一波巨浪方才離他而去,另一波便隨即將他吞沒。
and one billow had scarcely left him when another overtook him.
1:1107
Καὶ διὰ τοσούτων κυμάτων καὶ πνευ μάτων ὁδεύων, ἀβάπτιστον τὸ σκάφος διέσωσεν
他歷經如此眾多的波浪與風暴,卻使自己這艘船隻始終不沉。
And journeying through so many waves and winds, he kept his vessel unsunk.
1:1108
Ἦν, ὡς εἴρηται, νέος τῇ ἀκμῇ τῆς ἡλικίας κοσμούμενος, οἷόν τι ἄνθος ἄρτι τῶν καλύκων προκύψαν, τοὺς ἰούλους ἔχων ἐπὶ τὴν γένυν καθέρ ποντας, καὶ στεφάνου δίκην παρειὰν ταινιοῦν τας·
如前所述,他正值年少,飾以盛年之美,猶如花朵方才自花苞探出,臉頰兩側初生的鬍鬚正悄然蔓延,如花冠般環繞著雙頰:
He was, as has been said, young, adorned with the prime of his age, like some flower just now peeping forth from its bud, having the first down creeping upon his jaw, and encircling his cheek like a garland:
1:1109
αἴγλην ὥρας ἀφιεὶς, κοσμιότητι μεμιγμένην, ἐλευθερίᾳ κεκραμένην·
散發著青春盛年的光輝,與端莊交融,與自在的氣度相調和:
emitting the radiance of youthful bloom, mingled with modesty, blended with freedom of bearing:
1:1110
αἰδῶ τοῖς μετώποις ἔχων ἐγκαθημένην, πειθῶ τοῖς χείλεσιν ἐφιζάνουσαν
謙遜端坐於他的額上,說服力棲息於他的唇邊。
having modesty seated upon his brow, and persuasion resting upon his lips.
1:1111
Ταῦθ' ἡ δέσποινα διηνεκῶς ὁρῶσα, δέον ὠφέλειαν ἐντεῦθεν ἀρύσασθαι, εἰς τὸ τῆς ἀκολασίας βάραθρον ἐνέπεσεν
那位女主人不斷目睹這一切——她本當從中汲取益處——卻反倒墜入了放縱情慾的深淵。
His mistress, continually beholding these things — though she ought rather to have drawn benefit from them — fell instead into the pit of licentiousness.
1:1112
Ὡς δὲ τῇ ὕλῃ τῆς θεωρίας ἔνδοθεν τῆς ἐπιθυμίας ἡ φλὸξ εἰς ὕψος ἠγείρετο, καὶ ὁ λογισμὸς παραυτίκα τὸν σπινθῆρα μὴ κατασβέσας, μεγίστην ὕστερον τὴν πυρὰν γενομένην οὐκέτι ἴσχυε σβέσαι, τηνικαῦτα σύμμαχον τὴν ἀναίδειαν ἐκείνη λα βοῦσα, σαγηνεύειν λόγοις ἐπειράθη τὸν νέον
隨著情慾之焰,因她凝視所添的燃料,在她內心愈燒愈旺,而理智未能即時撲滅那火星,以致其後蔓延成巨焰時再也無力撲滅,於是她便以無恥為盟友,企圖用言語將這少年網羅入彀。
And as the flame of desire, fed by the fuel of her gazing, rose ever higher within, and reason, not having quenched the spark at once, was no longer able to extinguish the fire that had afterward grown enormous, then she, taking shamelessness as her ally, attempted with words to ensnare the young man in her net.
1:1113
Ὡς δὲ κρεῖττον ἐφάνη τῶν δικτύων τὸ θήραμα, καὶ ῥᾳδίως τοὺς παγέντας ὑπερεπήδησε στάλικας, καὶ οὓς πο τνιωμένη προσήνεγκε λόγους ἑταιρικοὺς καὶ ἡδονῇ κεχρωσμένους, ἀπῆλθον ἄπρακτοι καὶ ἀνόνητοι, τηνικαῦτα λοιπὸν τοῖς λόγοις ἐῤῥῶσθαι φράσασα, ἔργῳ προσφέρει τὴν πεῖραν, καὶ σύμμαχον λαβοῦσα τῶν θαλάμων τὴν ἐρημίαν, κατέχει τὸν νέον, δοῦλον αὐτὸν τῶν παθῶν, ἀλλὰ οὐ δεσπότην νομίσασα
然而,當獵物證明比羅網更為堅強,輕易地躍過所設下的樁柱,而她狂亂哀求時所吐出的那些如娼妓般、染著情慾色彩的言語,也徒勞無功地落空之後,她終於棄言語不顧,將試探付諸行動,以密室的寂靜為盟友,緊抓住這少年,以為他是情慾的奴隸,而非情慾的主人。
But when the quarry proved stronger than the nets, and easily leapt over the stakes that had been fixed, and the words — courtesan-like and tinged with pleasure — which she brought forth in her frantic pleading went away unaccomplished and unavailing, then at last, bidding words farewell, she brought the trial to deed, and, taking as her ally the solitude of the chamber, she laid hold of the young man, supposing him her slave in the grip of passions, but not her master.
1:1114
Ὁ δὲ τῇ μὲν τῶν ἀνθρώπων οὐκ ἐθάῤῥησεν ἐρημίᾳ, τὸν δὲ πανταχοῦ παρόντα ὀφθαλμὸν ἐθεάσατο·
但他並未因無人在場而心生僥倖,反倒仰望那無所不在的眼目:
But he did not put his trust in the absence of human witnesses, but beheld instead the Eye that is present everywhere:
1:1115
καὶ οὔτε τὴν δουλείαν ἐπὶ νοῦν ἔλαβεν, οὔτε τὴν ἐκείνης ἔδεισε δεσποτείαν, οὔτε τῆς συμφορᾶς τὸ μέγεθος, ἧς ὑπέμεινε, λογισάμενος, ἐφεῖναι τὰς τῶν παθῶν ἠθέλησεν ἡνίας, ὡς οὐδενὸς ἐφορῶντος τὰ ἀνθρώπινα, καὶ ποινὴν ἀπαιτοῦντος τοὺς ἀδικεῖν προαιρουμένους
他既未將自己的奴僕身分放在心上,也未懼怕她對他的主人之權,更未因思量自己所將承受災禍之巨大,而願意放縱情慾的韁繩,彷彿無人鑒察人間之事、無人向那些選擇行不義之人索討懲罰一般。
and he neither took his servitude into account, nor feared her mastery over him, nor, reckoning the magnitude of the calamity he was undergoing, did he wish to let loose the reins of the passions, as though no one were overseeing human affairs and exacting requital from those who choose to do wrong.
1:1116
Ἀλλ' ἀντέταξε τὸν λογισμὸν καὶ δουλείᾳ, καὶ δεσποτείᾳ, καὶ βίου μεταβολῇ, καὶ ἐπιθυμίας ὁρμῇ, καὶ ἡλικίᾳ πυρπολουμένῃ, καὶ λό γοις πιθανοῖς καὶ κωτίλοις δούλῳ παρὰ δεσποί νης προσφερομένοις, καὶ κατηγόρων ἐρημίᾳ, καὶ προσδοκωμένῃ συκοφαντίᾳ, καὶ μυρίαις ἐντεῦθεν συμφοραῖς φυομέναις
相反,他將理智擺列出來,對抗自己的奴役,對抗她的主人之權,對抗生活境遇的改變,對抗情慾的衝擊,對抗被情慾焚燒的年紀,對抗女主人向一個奴僕所發出的動聽諂媚言語,對抗無人指控的境況,對抗可預期的誣陷,以及由此而生的無數災禍。
But he set his reason in array against both his servitude and her mastery, against the change of his life's circumstance, against the onrush of desire, against an age inflamed with passion, against the persuasive and wheedling words offered to a slave by his mistress, against the absence of accusers, against the calumny to be expected, and against the countless calamities that would spring from it.
1:1117
Καὶ πρῶτον τοῖς τῆς δουλείας νόμοις χαίρειν εἰπὼν, καὶ τὴν τοῦ συμβούλου καὶ διδασκάλου τάξιν ἀναλαβὼν, γίνεται σωφροσύνης συνήγορος, καὶ ἀκολασίας κατήγορος
他首先擱置奴役的律法,擔起謀士與教師的角色,成為貞潔的辯護者,放縱的控告者。
And first, bidding farewell to the laws of servitude, and taking up the role of counselor and teacher, he becomes an advocate of chastity, and an accuser of licentiousness.
1:1118
Καὶ τῇ πρε σβυτέρᾳ ὁ νέος, καὶ τῇ δεσποίνῃ δοῦλος, καὶ τῇ ἀνδρὶ συνεζευγμένῃ, καὶ τὴν ἐπιθυμίαν ἐννόμως ἀναπιμπλάναι δυναμένῃ, ὁ γάμου ζυγὸν οὐδέπω δεξάμενος, ἀλλὰ σφοδρὰς δεχόμε νος τῆς ἐπιθυμίας τὰς προσβολὰς, περὶ σωφροσύ νης προσφέρει παραίνεσιν
這位少年,面對一位年長的女子;這位僕人,面對他的女主人;面對一位已與丈夫結合、原可合法滿足情慾之人——而他自己尚未擔負婚姻之軛,卻正承受著情慾猛烈的攻擊——竟向她提出關乎貞潔的勸誡。
And though young facing an elder, though a slave facing his mistress, though facing one who was joined to a husband and who could lawfully satisfy her desire, he who had not yet taken up the yoke of marriage, but who was receiving the fierce assaults of desire, offers exhortation concerning chastity.
1:1119
Ἄξιον δὲ καὶ αὐτῶν ἐκεί νων τῶν ἱερῶν τοῦ σώφρονος ἀκοῦσαι ῥημάτων
這位貞潔之人自己那些神聖的話語,也值得一聽。
It is worth hearing also those very sacred words of the chaste man himself.
1:1120
οὐχ ὑπάρχει ἐν τῇ οἰ κίᾳ ταύτῃ, οὐδὲ ὑφεξαιρεῖται οὐδὲν ἐμοῦ πλὴν σοῦ, διὰ τὸ σὲ γυναῖκα αὐτοῦ εἶναι, καὶ πῶς ποιήσω τὸ ῥῆμα τὸ πονηρὸν τοῦτο; Ἡμαρτηκὼς ἔσομαι ἐναντίον τοῦ Θεοῦ. Οὐ βλέπεις, φησὶν, ὃν βλέπω·
「……在這家中並不存在,除你以外,也沒有一樣向我隱瞞,因為你是他的妻子;我怎能做這惡事呢?我必得罪神了。」「你看不見,」他說,「我所看見的那一位:」
‘...is not to be found in this house, nor is anything withheld from me but you, because you are his wife; and how should I do this evil thing? I will have sinned before God.’ ‘You do not see,’ he says, ‘him whom I see:’
1:1121
σὺ μὲν γὰρ μεθύεις τῷ πάθει, ἐγὼ δὲ ταύτην οὐκ ἐδεξάμην τὴν μέθην, ἀλλ' ὁρῶ τὸν τοῦδε τοῦ παντὸς Κυβερνήτην, ὁρῶντα τῶν γινομένων ἕκαστον
因為你為情慾所醉,但我並未沾染這種沉醉;相反,我看見這整個宇宙的舵手,祂鑒察所發生的每一件事。
For you are drunk with passion, but I have not taken on this drunkenness; rather, I see the Pilot of this universe, who beholds each thing that happens.
1:1122
Οὐ γὰρ ἐπέχουσιν ἐκεῖνον τὸν ὀφθαλμὸν ἃ βούλεται θεω ρεῖν ὄροφος καὶ τοῖχος, καὶ θύραι κεκλεισμέναι·
因為屋頂、牆壁與緊閉的門,都不能阻擋那眼睛去觀看祂所願觀看的。
For roof and wall and closed doors do not check that eye, when it wishes to behold.
1:1123
οὐδὲ τῆς νυκτὸς τὸ ζοφῶδες ἐμπόδιον γίνεται τῇ θεωρίᾳ
夜晚的幽暗也不能成為祂鑒察的阻礙。
Nor does the gloom of night become an obstacle to his sight.
1:1124
Οἶδεν οὗτος σαφῶς καὶ τὰ τῆς διανοίας κυή ματα, καὶ πρὸ τῶν ὠδίνων τοὺς λόγους ἔτι κυομένους ἀκριβῶς θεωρεῖ
祂清楚知道心思的孕育,甚至在陣痛之先,就已精確察見那仍在孕育中的思念。
He knows clearly even the conceptions of the mind, and before the birth-pangs he beholds precisely the thoughts still in the womb.
1:1125
Τοῦτον ὁρῶν δειμαίνω καὶ δέδοικα, καὶ ὑβρίσαι τὸν γάμον οὐκ ἀνέχομαι, τῆς φύσεως τὴν πηγὴν, τῆς εἰς τὸν βίον εἰσόδου τὴν θύραν, δι' ὃν οὐκ ἐπέλιπε τῶν ἀνθρώπων τὸ γένος, ὃς οὐκ ἐᾷ σβεσθῆναι τῷ θανάτῳ τὴν φύσιν, ἀλλὰ νικᾷ τῇ φυτουργίᾳ τὰς τοῦ τέμνοντος χεῖρας, καὶ περιγίνεται τῇ βλάστῃ τῆς τοῦ ἀμῶντος δρεπάνης·
看見祂,我懼怕、戰慄,我不能容忍羞辱婚姻——那是本性的泉源,是進入人生之門,人類的種族因此得以不絕;婚姻不容本性被死亡熄滅,反倒以其生育之力勝過砍伐者之手,以其萌發勝過收割者的鐮刀。
Beholding him, I am afraid and I tremble, and I cannot bear to outrage marriage — the fountain of nature, the door of entrance into life, through which the race of men has not failed, which does not allow nature to be quenched by death, but by its power of generation conquers the hands of the one who cuts it down, and by its budding prevails over the sickle of the reaper.
1:1126
ὃς τὸ ἔαρ μιμεῖται μετὰ τὴν τοῦ χειμῶνος λῃστείαν ἀναφαινό μενον, καὶ τὰ ὑπὸ ἐκείνου γυμνούμενα πάλιν ἀμ φιεννύντα
婚姻好像春天,在冬天的掠奪之後重新顯現,將冬天所剝光的重新披上衣裳。
which imitates spring, appearing after the plundering of winter, and clothing again what winter had stripped bare.
1:1127
μὴ διαῤῥήξῃς τὴν ζεύγλην, μηδὲ τὰ ἐκτὸς περισκόπει, ἀλλὰ τῷ ὁμόζυγι πρόσεχε
不要扯斷這軛,也不要東張西望於外物,只當專注於你的同軛之人。
Do not break the yoke, nor look about at things outside it, but attend to your yoke-fellow.
1:1128
Σὺν ἐκείνῳ τῆς γεωργίας ἕλκειν ἐτάχθης τὸ ἄροτρον
你是被指派與他一同拉曳耕種之犁的。
With him you were appointed to draw the plow of husbandry.
1:1129
Μὴ ἀτι μάσῃς γαμηλίους νόμους, καὶ φύσεως ὅρους, μηδὲ ὑβρίσῃ εὐνὴν ὑπὸ Θεοῦ τετιμημένην
不要輕視婚姻的律法與本性的界限,也不要羞辱那被神所尊榮的婚床。
Do not dishonor the laws of marriage and the boundaries of nature, nor outrage the marriage-bed that God has honored.
1:1130
Ἑτέρων δεσπόζειν ἐτάχθης, μὴ γένῃ δούλη τῶν ἡδονῶν, μὴ. καθυβρίσῃς τῇ πονηρᾷ ταύτῃ δουλείᾳ τὴν δεσποτείαν·
你被指派要治理別人,不要成為情慾的奴隸,不要以這邪惡的奴役玷污你為主人的地位;
You were appointed to rule over others; do not become a slave of pleasures, do not disgrace your mastery by this wicked slavery;
1:1131
μὴ τὰς ἀνδραποδώδεις ἐπιθυμίας κυρίας τῆς ψυχῆς ἀποφήνῃς, μηδὲ ἐναλλάξῃς τὴν τάξιν, μηδὲ ἀφέλῃ τὴν ἡγεμονίαν τῶν λογισμῶν, μηδὲ τὰς ἡνίας ἐγ χειρίσῃς τοῖς πάθεσιν
不要讓奴性的慾望作你靈魂的主宰,不要顛倒次序,不要剝奪理性的統轄之權,不要把韁繩交給情慾。
do not make slavish desires mistress of your soul, nor overturn the order, nor strip reason of its rule, nor hand over the reins to the passions.
1:1132
Ἐγὼ μὲν οὖν καὶ σὲ βούλομαι τοῦ πάθους ἐλευθέραν γενέσθαι
所以,我願你也能從這情慾中得釋放。
I, then, wish that you too become free of this passion.
1:1133
Εἰ δὲ οὐ πείθῃ, οὐδὲ θέλεις ἀπαλλαγῆναι τῆς μέθης, ἀλλ' ἐγὼ πα ρανομεῖν οὐκ ἀνέξομαι·
但若你不肯聽勸,也不願脫離這沉醉,我卻絕不容忍自己違犯律法;
But if you will not be persuaded, and do not wish to be delivered from this drunkenness, I nevertheless will not endure to transgress the law;
1:1134
τὸ σῶμα γὰρ δοῦλος, ἀλλ' οὐ τὴν ψυχὴν ἐγενόμην
因為我在身體上是奴隸,但在靈魂上卻不是。
for I became a slave in body, but not in soul.
1:1135
Μυσάττομαι δὲ καὶ ἄλλως τὸ τοῦ πράγματος ἄδικον
此外,我也厭惡這事的不義。
And besides, I abhor the injustice of the matter.
1:1136
Πολλὰς ὑμῖν εὐεργεσίας ὀφείλων, ὦ κεκτημένη, οὐκ ἀνέξομαι τοῖς ἐναντίοις τὸν δεσπότην ἀμείψασθαι·
女主人啊,我既欠你們許多恩惠,就不能容忍以相反的行為回報我的主人;
Owing you many benefactions, O mistress, I will not endure to repay my master with their opposites;
1:1137
ἀργυρώνητος γὰρ ὣν, τῶν οἰκογενῶν προτετίμημαι·
因為我雖是用銀子買來的,卻蒙尊崇過於家中所生的僕人;
for though I was bought with silver, I have been honored above those born in the household;
1:1138
καὶ χθὲς καὶ πρώην εἰσελθὼν εἰς τὴν ὑμετέραν οἰκίαν, ἁπάντων τὰς ἡνίας ἐδεξάμην·
我昨日、前日才進入你們的家門,卻已接掌了一切事務的韁繩;
and having entered your house but yesterday and the day before, I received the reins of everything;
1:1139
ἁπάντων με τῶν κατὰ τὴν οἰκίαν κηδεμόνα κεχειροτόνηκεν ὁ δεσπότης, καὶ τὸν νε ώνητον ἄνδρα ἡγεμονεύειν ἁπάντων ἐκέλευσε·
我主人指派我做家中一切事務的監管人,命令這新買來的人管理一切;
my master appointed me steward over everything in the household, and commanded the newly-purchased man to have charge of all;
1:1140
σὲ μόνην εἴσω τῶν ὅρων τῆς δεσποτείας πεποίηκε, τοῦ γάμου τοὺς νόμους αἰδούμενος
唯獨你,他仍留在自己權柄的界限之內,尊重婚姻的律法。
you alone he has kept within the bounds of his own authority, out of reverence for the laws of marriage.
1:1141
Ποίοις τοίνυν ὀφθαλ μοῖς ἴδω τὸν οὕτω τετιμηκότα, τοιούτοις αὐτὸν ἀμει ψάμενος; Βδελυρὸν, ὦ κεκτημένη, καὶ λίαν βδελυρὸν, λήθη χαρίτων καὶ εὐεργεσιῶν ἀμνημοσύνη·
既是如此,我若以這樣的行為回報那如此尊崇我的人,我還能以怎樣的眼光看他呢?女主人啊,忘恩負義是可憎的,極其可憎;
With what eyes, then, shall I look upon him who has honored me so, if I repay him with such deeds? Abominable, O mistress, utterly abominable, is forgetfulness of kindness and the failure to remember benefactions;
1:1142
χαλε πώτερον δὲ τούτων καὶ λίαν παγχάλεπον ἀδικία, καὶ ἀδικία τοιαύτη κατ' εὐεργέτου γινομένη
但比這些更嚴重、極其嚴重的是不義,尤其是這樣的不義竟施加於施恩者身上。
but more grievous than these, and altogether most grievous, is injustice — and such injustice committed against a benefactor.
1:1143
Φυλάττειν, οὐ κλέπτειν ἐτάχθην τοῦ δεσπότου τὰ κτήματα
我是被指派來看守我主人的財物,而不是偷竊。
I was appointed to guard, not to steal, my master's possessions.
1:1144
Οὐ γίνομαι λῃστὴς ἀντὶ φύλακος ἀσφαλοῦς·
我不會由忠實的守護者變成強盜;
I will not become a robber instead of a trustworthy guardian;
1:1145
οὐχ ἅπτο μαι τῶν ἔξω τῆς ἐμῆς δεσποτείας μεμενηκότων, οὐδὲ μιμοῦμαι Ἀδὰμ τὸν προπάτορα, ὃς τῶν φυτῶν λαβὼν ἁπάντων τὴν ἐξουσίαν, εἰς ἐκεῖνο τὴν χεῖρα ἐξέτεινεν, ὅπερ ἐκτὸς τῆς αὐτοῦ δεσποτείας ἐτύγχανε, καὶ τοῦ ἑνὸς ἐπιθυμήσας τῶν ἁπάντων ἐξέπεσε
我不會染指那不屬於我管轄範圍之物,也不效法我們的始祖亞當——他既已獲得管理所有樹木的權柄,卻伸手去取那超出他管轄範圍之物,因貪求那一樣,竟失去了一切。
I do not lay hands on what lies outside my charge, nor do I imitate our forefather Adam, who, having received authority over all the trees, stretched out his hand to that one which lay outside his dominion, and, desiring the one thing, fell from possession of all.
1:1146
Τοιαῦτα ὁ δοῦλος ἐκεῖνος πρὸς τὴν πονηρὰν δέσποιναν ἐκείνην διέξεισι·
那奴隸就是這樣向那邪惡的女主人陳詞的;
Such were the words that slave addressed to that wicked mistress;
1:1147
καὶ οὔτε ἡ δουλεία αὐτὸν ἐλωβή σατο, οὔτε τῆς δεσποίνης ἡ πονηρία·
他既未被奴役所摧殘,也未被女主人的邪惡所敗壞;
and neither his slavery maimed him, nor the wickedness of his mistress;
1:1148
μᾶλλον δὲ καὶ ἔδειξεν ἑαυτὸν, ὥσπερ χρυσὸν ἢ λίθον λαμπρότερον Ἐπειδὴ δὲ λέγων οὐκ ἔπεισε, καὶ βιασθεὶς ἀπέφυγε, καὶ τὸ ἱμάτιον ῥίψας γυμνὸς ἀπεπήδησε, μόνην ἔχων τῆς σωφροσύνης τὴν ἀμπεχόνην
反倒使自己顯得更加光輝燦爛,如金子或寶石一般。既然勸說無效,他遭受強逼便逃走,脫下外衣,赤身跳開,唯獨披著貞潔的外袍。
rather he showed himself all the more brilliant, like gold or a gem. And since by speaking he did not persuade her, and being assaulted he fled, casting off his garment he leapt away naked, clothed only in the mantle of chastity.
1:1149
Οὐ γὰρ ᾐσχύ νετο, καθάπερ Ἀδὰμ μετὰ τὴν παράβασιν, ἀλλ' ἢν εἶχεν ἐκεῖνος πρὸ τῆς παραβάσεως διάθεσιν περὶ τὴν γύμνωσιν τοῦ σώματος, ταύτην ἔχων οὗτος ἐξελήλυθε
他並不像亞當在犯罪之後那樣感到羞愧,反倒懷著亞當在犯罪之前對身體赤裸的那種心態走了出去。
For he was not ashamed, as Adam was after the transgression, but he went forth having the same disposition toward the nakedness of the body that Adam had before the transgression.
1:1150
Τηνικαῦτα συκοφαντεῖ μὲν ἐκείνη, καὶ πείθει τὸν ἄνδρα, καὶ σωφροσύνης ἐπίβουλον καλεῖ τὸν τῆς σωφροσύνης πρόμαχον·
那時,那婦人便誣告他,說服了丈夫,把貞潔的捍衛者稱為圖謀不軌之人;
Then that woman brought false accusation, and persuaded her husband, calling the champion of chastity a plotter against chastity;
1:1151
ὁ δὲ σιγῶν δέ χεται τοῦ δεσπότου τὴν ψῆφον, καὶ οὐκ ἀνέχεται τῆς δεσποίνης γυμνῶσαι τὴν πονηρίαν·
但他卻默然接受主人的判決,不忍揭露女主人的邪惡——
but he, keeping silence, accepted his master's verdict, and could not bear to expose his mistress's wickedness —
1:1152
συκοφαντίαν, ἢ τὴν τῆς ἐπι βουλῆς ἐξηγήσασθαι τραγῳδίαν, καὶ δεσποτικὴν προφανῶς ἀκολασίαν ἐλέγξαι
揭穿那誣告之事,或講述那陰謀的整齣悲劇,公開指控主人家中顯而易見的淫亂。
to unmask the false accusation, or to relate the tragedy of the plot, and openly to convict the household of its master of licentiousness.
1:1153
Συμβουλὴν μὲν γὰρ, ἣν ἔδει, προσήνεγκε·
因為他提出了應有的勸告;
For he offered the counsel that was needed;
1:1154
γραφὴν δὲ τὴν οὖσαν οὐκ εἰσήνεγκεν·
但他並未提出他原可提出的控告;
but he did not bring the indictment that he could have brought;
1:1155
ἀλλ' ὥσπερ ἐρήμην ἁλοὺς, καὶ τῷ δι κάζοντι μὴ συμπαρὼν, μηδὲ τῆς κατηγορίας ἀκούων, τὴν ἐξενεχθεῖσαν τιμωρίαν ἐδέξατο, καὶ τὸ δεσμωτή ριον ᾤκει, καὶ τοῖς κακούργοις συνεδεσμεῖτο, καὶ πάντα γενναίως ἔφερε τὰ δεινά
反倒像是缺席受審一般,既未出庭見審判官,也未聽見控詞,卻接受了所宣判的刑罰,住在監牢裡,與惡人一同被捆綁,卻仍勇敢地承受一切苦難。
but, as though condemned by default, neither present before the judge nor hearing the accusation, he accepted the punishment pronounced against him, and dwelt in prison, and was bound together with evildoers, and bore all his hardships nobly.
1:1156
Καὶ τὸ πυκνὸν τῶν συμφορῶν καὶ ἐπάλληλον, τὴν τῆς ψυχῆς οὐκ ἐλῄ. στευσε ῥώμην, οὐδὲ τὴν ἀνδρείαν αὐτῆς εἰς δει λίαν μετέβαλε
接連不斷、頻繁而至的災禍,並未掠奪他靈魂的力量,也未使他的勇氣變成怯懦。
And the frequent, unrelenting succession of his misfortunes did not despoil the strength of his soul, nor did it turn its courage into cowardice.
1:1157
Τοσαύτην δὲ εἶχε κἀν τοῖς δεινοῖς εὐ φροσύνην καὶ θυμηδίαν, ὡς καὶ τοὺς ἄλλους δεσμώτας ψυχαγωγεῖν, καὶ εἰ ἀδημονοῦντας ἑώρα, παραμυθού μενος διετέλει
即使在苦難中,他仍有如此的喜樂與歡欣,甚至能振奮其他囚犯的心;每當他見他們愁苦,便不斷加以安慰。
And even amid his troubles he had such cheerfulness and gladness of heart that he even delighted the other prisoners, and whenever he saw them distressed, he continued to comfort them.
1:1158
Τεκμηριοῖ γὰρ πολλάκις τὴν τῆς ψυχῆς διάθεσιν τῶν προσώπων ἡ θέσις, καὶ συνδιατί θεται τοῖς τῆς ἐννοίας κινήμασιν, οὐ χρόα μόνον προσώπου, ἀλλὰ καὶ κίνησις ὀφθαλμῶν, καὶ ὀφρύων συναγωγή τε καὶ ἄνεσις
因為面容的神情常能證明靈魂的狀態,並隨著思想的變動而變動——不僅是臉色,還有眼睛的動作,以及眉毛的皺蹙與舒展。
For often the arrangement of the countenance bears witness to the disposition of the soul, and is affected along with the movements of thought — not only the color of the face, but also the movement of the eyes, and the knitting and relaxing of the brows.
1:1159
Καὶ τὴν μὲν τοῦ θυμοειδοῦς ἐπανάστασιν, τὸ βλοσυρὸν τῶν ὀφθαλμῶν ἐπισημαίνει, τὸ δὲ χαλαρὸν τῆς ἀθυμίας, αἱ τῶν βλεφάρων παραδηλοῦσι στολίδες, ἐργαζόμεναι τὸ μειδίαμα·
眼神的嚴厲顯示怒氣的升起,而眼瞼的皺褶——形成微笑——則透露出愁悶的消解;
And the grimness of the eyes signals the uprising of anger, while the folds of the eyelids that produce a smile betray the easing of despondency;
1:1160
τὰς δὲ φροντίδας, ἡ τῶν ὀφρύων κατὰ τὸ μέσον αἰνίτ τεται σύνοδος·
而憂慮則由雙眉在中央的聚攏所暗示;
cares are hinted at by the meeting of the eyebrows at the middle;
1:1161
τὸν δὲ τῦφον, ἡ τούτων αὐτῶν ἐπὶ τὸ ἄνω καμπυλοειδὴς ἀναχώρησις
而虛驕自大則由這雙眉向上彎曲後退所顯示。
and vanity by the curved arching of these same brows upward.
1:1162
Ἐπειδὴ τοίνυν τὰ πλεῖστα τῶν τῆς ψυχῆς κινημάτων ἐν τοῖς προσώποις παραδηλοῦται, ὁ θαυμάσιος ἐκεῖνος ἀθλητὴς, οἷόν τισιν ἀγγέλοις τῆς ψυχῆς χρώμενος τοῖς προσώποις, τοὺς ἀθυμοῦντας διετέλει ψυχαγωγῶν
既然靈魂的大多數變動都在面容中透露出來,那位令人讚歎的鬥士,便以面容作為靈魂的信使,不斷安慰那些愁悶的人。
Since, then, most of the soul's movements are betrayed in the countenance, that admirable athlete, reading faces as though they were messengers of the soul, continued to console those who were despondent.
1:1163
Καί ποτε θεασάμενος δύο τοῦ βασιλέως οἰκέτας ἀθύμως διακει μένους, τόν τε ἀρχιοινοχόον, καὶ τὸν ἀρχισιτοποιόν·
有一次,他看見王的兩位臣僕神情愁悶——就是酒政長和膳長——
And once, having observed two servants of the king in a despondent state — the chief cupbearer and the chief baker —
1:1164
ἁμαρτημάτων γάρ τινων ἕνεκεν ἐκεῖσε καθείρ χθησαν·
因為他們因某些過犯而被囚禁在那裡——
for on account of certain offenses they had been shut up there —
1:1165
ἀμφοῖν πρόσεισι, καὶ πυνθάνεται, καὶ τῆς ἀθυμίας τὴν αἰτίαν ἀνερευνᾷ
他便走近他們兩人,詢問並探究他們愁悶的原因。
he approached them both, and asked, and sought out the cause of their despondency.
1:1166
Ἄνθρωπος τοσαύταις περικλυζόμενος συμφοραῖς, ἀπόγονος μὲν τοῦ Ἀβρα ὰμ, ἔκγονος δὲ τοῦ Ἰσαὰκ, υἱὸς δὲ τοῦ Ἰακὼβ, πάντων αὐτῶν προσφιλέστατος, φωτὸς δίκην ὁρώ μενος, ἀφορμὴ θυμηδίας ὑπάρχων, εἰς δουλείαν μετα πεσὼν, καὶ ταύτην ὑπομείνας τὴν συμφορὰν, οὐ βαρβάρων τινῶν ἀγρίων δορυάλωτον εἰληχότων, ἀλλὰ ἀδελφῶν φθόνῳ δεδουλευκότων, καὶ οὐδὲ ἀδικίαν τινὰ δεικνύντων, ἀλλὰ τοὺς ὀνείρους ἐφόδιον εἰς δυσμέ νειαν εἰληφότων, οὐδὲν τούτων εἰς διάνοιαν λαμ βάνων, οὐδὲ τὰ μετὰ τὴν δουλείαν συμβεβηκότα, καὶ τοὺς ὑπὲρ σωφροσύνης ἀγῶνας, καὶ τὴν μετὰ νίκην καταδίκην, καὶ τὴν ἀντὶ στεφάνων τιμωρίαν, καὶ ἀντὶ ἀναῤῥήσεων δεσμωτήριον, προσ ῄει τοὺς ἄλλους ἀθυμοῦντας παρηγορῶν, καὶ τῶν συν δεσμωτῶν ἐπυνθάνετο, λέγων·
一個被如此多苦難所淹沒的人——亞伯拉罕的曾孫、以撒的孫子、雅各的兒子,是他們眾人中最蒙鍾愛的,被視若光明本身,是眾人歡樂的源頭——竟淪為奴隸,忍受了這樣的災難;並非被某些兇暴的蠻族擄掠為戰俘,而是被兄弟們因嫉妒所奴役——他們並未對他顯出任何別的不義,只是拿他的夢作為滋長惡意的資糧——他絲毫不將這一切放在心上,也不將淪為奴隸之後所遭遇的事、為守貞潔所作的爭戰、得勝之後反被定罪、本該得冠冕卻遭受刑罰、本該受表揚卻身陷囹圄放在心上,反倒前去安慰其他愁悶的人,並向獄友探問,說:
A man overwhelmed by so many misfortunes — descendant of Abraham, grandson of Isaac, son of Jacob, the most beloved of them all, regarded as very light itself, a source of gladness to others — having fallen into slavery, and having endured this calamity not at the hands of savage barbarians who had taken him captive by the spear, but enslaved by the envy of brothers who showed him no other wrong, but had taken his dreams as provision for their ill will — taking none of these things to heart, nor what had befallen him after his slavery, and his struggles for chastity, and his condemnation after victory, and his punishment instead of crowns, and imprisonment instead of proclamations of honor — he came forward comforting the others in their despondency, and inquired of his fellow prisoners, saying:
1:1167
Τί ὅτι τὰ πρόσωπα ὑμῶν σκυθρωπὰ σήμερον; Τῶν δὲ φησάντων ὀνεί ρους ἑωρακέναι, καὶ τῇ τῆς ἑρμηνείας ἀγνοίᾳ κυ κᾶσθαι τὸν λογισμὸν, οὐκ ἐθρήνησεν ὁ θεῖος ἐκεῖνος ἀνὴρ τῶν ὀνείρων ἀκούσας, οὐδὲ ὠλοφύρατο τῶν οἰκείων ἀναμνησθεὶς συμφορῶν, οὐδὲ ἀφῆκε δάκρυον ἀγεννὲς, οὐδὲ ἀνῴμωξε, καὶ τῶν παθῶν τὴν τραγ ωδίαν εἰς μέσον παρήγαγε·
『你們今日為何面帶愁容?』那兩人便說他們作了夢,卻因不明其意而心緒紛亂。那神聖的人聽了這夢,並未哀嘆,也未因憶起自身的災難而悲泣,也未落下卑怯的淚,也未呻吟,將自己苦難的悲劇搬到眾人面前;
'Why are your faces sullen today?' And when they said that they had seen dreams, and that their reasoning was confounded by ignorance of their interpretation, that divine man, on hearing of the dreams, did not lament, nor did he wail as he recalled his own misfortunes, nor did he let fall an ignoble tear, nor did he groan and bring forth the tragedy of his own sufferings into their midst;
1:1168
μᾶλλον δὲ οὐκ ἐγέλασε μέγα, ὀνείρων ἀκούσας, ὧν τὸ ψεῦδος τέως προ φανὲς ἐθεώρει, οὐδὲ ἔφησε πρὸς τοὺς δεσμώτας ἐκείνους·
反倒,他聽見這些夢後,並未縱聲大笑——儘管他向來認為夢是虛妄不實的——也未對那些囚犯說:
rather, he did not laugh aloud on hearing of dreams, whose falsity he had hitherto found evident from his own experience, nor did he say to those prisoners:
1:1169
Ἀγνοεῖτε τῶν ὀνείρων, ὡς ἔοικεν, ὦ φίλοι, τὸ ψεῦδος, ἀπείρατοι τῆς τούτων ἀπάτης, ὡς εἰκὸς, ὑπάρχοντες, τὴν τούτων ἑρμηνείαν. ποθεῖτε·
『朋友們,看來你們不知道夢是虛妄的,想必你們未曾經歷過夢的欺騙,卻仍渴望知道這夢的解釋;』
'You are ignorant, it seems, my friends, of the falsehood of dreams — being, as is likely, untried in their deceit — and yet you long for their interpretation;'
1:1170
ἐγὼ δὲ τὴν πεῖραν ἔχων διδάσκαλον, καταγε λᾷν ὑμᾶς τούτων παρεγγυῶ·
『但我以親身經歷為師,勸你們要嗤笑這些夢;』
'but I, having experience as my teacher, counsel you to laugh these things to scorn;'
1:1171
οὐδὲν γὰρ οὗτοι μη νύουσιν ἀληθὲς, ἀλλὰ τἀναντία πάντα τῇ ἀληθείᾳ προλέγουσιν
『因為這些夢絲毫不預示真實之事,反倒所預言的一切都與真理相反。』
'for they signify nothing true, but foretell everything contrary to the truth.'
1:1172
Ἤλπισα τῶν ἀδελφῶν ἡγεμονεύσειν, καὶ τῆς πατρῴας ἄρξειν οἰκίας, ὀνείροις ποτὲ πιστεύσας ἐγώ·
『我自己也曾因相信夢,而盼望能統管我的兄弟們,掌管我父親的家;』
'I myself once hoped to rule over my brothers and to govern my father's house, having put my trust in dreams;'
1:1173
καὶ οὐ μόνον τῆς ἡγεμονίας οὐκ ἔτυχον, ἀλλὰ καὶ τῆς ἐλευθερίας ἐκπεσὼν, δοῦλος ὁ ταλαίπωρος ἐγενόμην
『不但沒有得著那統治之權,反倒連自由也失去了,我這可憐人竟淪為奴隸;』
'and not only did I fail to obtain that rule, but, falling even from freedom, wretched man that I am, I became a slave;'
1:1174
Καὶ οὐδὲ δουλεύων ἐξ οὐρίων ἠνέχθην, ἀλλὰ κἀνταῦθα μυρίαις περιπεσὼν τρικυ μίαις, δεσμωτήριον οἰκεῖν ἀναγκάζομαι
『即使在為奴之時,我也未曾一帆風順,反倒在此又遭遇無數風暴,被迫住在監牢裡。』
'And not even in my slavery was I carried by fair winds, but here too, having fallen into countless storms, I am compelled to dwell in a prison.'
1:1175
Μὴ τοίνυν ὑμᾶς ταραττέτωσαν αἱ νυκτεριναὶ φαντασίαι·
『所以,不要讓夜間的幻象擾亂你們;』
'Let not, then, the visions of the night trouble you;'
1:1176
ἀλη θείας πόῤῥω τυγχάνει τῶν ὀνείρων τὸ γένος
『夢這一類的東西,離真理甚遠。』
'the whole race of dreams stands far from the truth.'
1:1177
Οὐδὲν τούτων οὐκ εἶπεν, οὐκ ἐνενόησεν ὁ γενναῖος ἐκεῖνος ἀνὴρ, ἀλλά φησι πρὸς αὐτούς·
這一切,那高貴的人都未曾說出,甚至未曾想過;他反倒對他們說:
None of this did that noble man say, none of it did he even think; but he said to them:
1:1178
τοῦ Θεοῦ ἡ διασάφησις αὐτῶν ἐστιν; Ἀπαγγείλατε οὖν μοι. Καὶ πανταχοῦ τὸ θεῖον ὄνομα περιφέρει, καὶ τούτῳ τήν τε ψυχὴν ὁμοῦ καὶ τοὺς λόγους κατακο σμεῖ
『……夢的解釋豈不是出於神嗎?請你們把夢告訴我吧。』他無論何處都常提及神的名,並以此裝飾他的靈魂與言語。
'...does not the interpretation of them belong to God? Tell them to me, then.' And everywhere he carries the divine name upon his lips, and with it adorns both his soul and his words together.
1:1179
Καὶ Θεοῦ λέγων εἶναι τὴν ἑρμηνείαν, καταθαῤ ῥεῖ ταύτης, ἅτε δὴ θεῖον ἑαυτὸν κατασκευάσας νεών
他說夢的解釋屬乎神,便對此深具信心,因為他已使自己成為神的殿宇。
And in saying that the interpretation belongs to God, he has confidence in it, having made himself, as it were, a temple of God.
1:1180
Ἀπήγγελλον οὖν, ὁ δὲ ἡρμήνευε, καὶ τὰ αἰνιγμα τώδη καὶ συνεσκιασμένα ἐγύμνου
於是他們便講述了夢,他就加以解釋,將那謎樣晦澀之事一一揭明。
So they related their dreams, and he interpreted them, and laid bare what was enigmatic and obscure.
1:1181
Καὶ μετὰ τὸ τέλος τῆς ἑρμηνείας, τῷ ἀρχιοινοχόῳ φησίν·
解夢完畢之後,他對酒政長說:
And after the interpretation was finished, he said to the chief cupbearer:
1:1182
Ἀλλὰ μνή σθητί μου, ὅταν εὖ σοι γένηται, ὅτι κλοπῇ ἐκλάπην ἐκ γῆς Ἑβραίων, καὶ ὧδε οὐκ ἐποίησα οὐδὲν κακὸν, καὶ ἐνέβαλόν με εἰς τὸν λάκκον τοῦ οἴκου τούτου. Καὶ οὐδὲ τῆς ἀνάγκης καλεσάσης, τὴν τῶν ἀδελ φῶν ἐγύμνωσε πονηρίαν, ἀλλὰ πρόσωπον ὑποδεικνύει τὸ τῆς κλοπῆς δρᾶμα, καὶ τοὺς ἔργῳ δοῦλον πεποιη κότας, λόγῳ παροινεῖν οὐκ ἀνέχεται, ἀλλ' αἰδοῖ τῆς φύσεως συγκαλύπτει τὴν ἀδικίαν·
『但求你在得福的時候記念我,因我實在是被拐賣,從希伯來人之地被偷來的,我在這裡也沒有做過什麼惡事,他們卻把我下在這監牢裡。』即使情勢迫使他不得不說,他也並未揭露兄弟們的邪惡,只是點出這齣被拐賣戲劇的表面事實,並不忍在言語上辱罵那些以行動使他為奴的人,反倒出於對天性的敬重,掩蓋了那不義;
'But remember me, when it goes well with you, for I was stolen away by theft from the land of the Hebrews, and here too I have done nothing wrong, and they cast me into this dungeon.' And even though necessity called for it, he did not expose the wickedness of his brothers, but merely intimates the outward fact of the drama of the theft, and cannot bring himself to abuse in word those who had made him a slave in deed, but out of reverence for nature conceals their injustice;
1:1183
οὐ μόνον δὲ τὴν τῶν ἀδελφῶν γραφὴν εἰσενεγκεῖν οὐκ ἠθέλησεν, ἀλλ' οὐδὲ τῆς δεσποίνης τὴν πονηρίαν τοῖς ἀγνοοῦσι δήλην πεποίηκε·
他不但不願控告他的兄弟們,甚至也未向不知情的人揭發他女主人的邪惡;
and not only did he refuse to bring an accusation against his brothers, but he did not even make his mistress's wickedness known to those who did not know of it;
1:1184
καὶ τοσαύτην αὐτῇ συνειδὼς λαγνείαν, ἀκολασίαν, ψεῦδος, συκοφαντίαν, ἐπιβουλὴν, τούτων μὲν οὐδὲν εἰς μέσον παρήγαγεν, ἁπλῆν δὲ μόνην ὑπὲρ ἑαυτοῦ τὴν ἀπολογίαν εἰσήνεγκεν·
他雖深知她有如此大的淫慾、放蕩、虛謊、誣陷與陰謀,卻絲毫未加揭露,只為自己提出了一個單純的辯護:
and though he was privy to such great lust, licentiousness, falsehood, slander, and treachery in her, he brought none of these to light, but offered only a simple defense on his own behalf:
1:1185
Ὅτι κλοπῇ, φησὶν, ἐκλάπην ἐκ γῆς Ἑβραίων, καὶ ὧδε οὐδὲν κακὸν ἐποίησα, καὶ ἐνέβαλόν με εἰς τὸν λάκκον τοῦ ὀχυρώματος τούτου. Βλέπε ῥημάτων φιλοσοφίαν, βλέπε διανοίας μεγαλοψυχίαν, βλέπε φρόνημα ἀδού λωτον καὶ ἀκατάπληκτον, βλέπε ψυχὴν τὴν αὐτὴν ἀεὶ, καὶ μήτε ἐν εὐημερίαις ἐπαιρομένην, μήτε ἐν δυσκλη ρίαις ταπεινουμένην, ἀλλὰ πάντα γελῶσαν καὶ τὰ λυπηρὰ τοῦ βίου, καὶ τὰ τερπνὰ, μόνην δὲ ἀρετὴν θαυμάζουσαν, καὶ ταύτης μετιέναι σπουδάζουσαν
他說:『因我實在是被拐賣,從希伯來人之地被偷來的,我在這裡也沒有做過什麼惡事,他們卻把我下在這堡壘的地牢裡。』看哪,這言語中的哲理;看哪,這心靈的宏大;看哪,這不受奴役、無所畏懼的心志;看哪,這始終如一的靈魂——既不因順境而驕矜自滿,也不因逆境而卑躬屈膝,反倒對人生的憂苦與歡愉一概淡然處之,唯獨仰慕美德,並竭力追求之。
'For,' he says, 'I was stolen away by theft from the land of the Hebrews, and here too I have done no wrong, and they cast me into the pit of this stronghold.' Behold the philosophy of his words; behold the magnanimity of his mind; behold a spirit unenslaved and undismayed; behold a soul ever the same, neither puffed up in prosperity nor cast down in misfortune, but laughing at all things alike, both the sorrows and the delights of life, admiring virtue alone, and eager to pursue it.
1:1186
Τί τοῦτον ἡ τῆς δεσποίνης ἐλυμήνατο βδελυρία; Τί δὲ αὐτὸν ἡ ἐκείνης ἔβλαψε πονηρία; Μὴ τοίνυν ὁρίζου βλάβην εἶναι δούλων τῶν δεσποτῶν τὴν μο χθηρίαν·
他女主人的醜行對他造成了什麼傷害呢?她的邪惡對他又造成了什麼損害呢?所以,不要以為主人的墮落敗壞,就是對奴僕的傷害;
In what way did his mistress's foulness corrupt him? How did her wickedness injure him? Do not, then, reckon the depravity of masters to be harm to their slaves;
1:1187
δυνατὸν γὰρ καὶ πονηροῖς δεσπόταις δου λεύοντα, φυγεῖν παντὶ σθένει τῆς πονηρίας τὴν μί μησιν
因為即使服事邪惡的主人,人仍能竭盡全力逃避效法其邪惡。
for it is possible, even while serving wicked masters, to flee with all one's strength from imitating their wickedness.
1:1188
Ὅτι δὲ οὐ δεσποτεία πονηρίας διδάσκαλος, οὔτε πλοῦτος κακίας δημιουργὸς, βλέπε τοῦτον αὐ τὸν, τῆς μὲν δουλείας ἀπαλλαττόμενον, καὶ τῆς βα. σιλείας τὰ δεύτερα λαμβάνοντα, καὶ τοῖς θρόνοις οὐκ ἐπαιρόμενον, ἀλλὰ τὴν ἀρχὴν ἠπιότητι κεραννύντα, καὶ τὴν ἡγεμονίαν κηδεμονίαν δεικνύντα, καὶ τοὺς ἀδελφοὺς ὁρῶντα μὲν φόνον ἀρτύοντας, οὐ φονῶντα δέ·
且看這同一個人,就可證明主人的地位並非邪惡之師,財富也並非罪惡之工匠:他既得從奴役中釋放,又獲得王國中第二把交椅的尊位,卻不因寶座而驕矜,反倒以溫和調和其統治,並顯明他的治理乃是一種眷顧;他雖見兄弟們曾圖謀殺害他,卻並未以殺戮回報;
And that mastery is no teacher of wickedness, nor wealth a maker of evil, behold this same man: delivered from slavery, and receiving the second place in the kingdom, he was not puffed up by the throne, but tempered his rule with gentleness, and showed his governance to be an act of care; and though he saw his brothers had once contrived his murder, he did not murder them in return;
1:1189
καὶ τῶν μὲν ὀνείρων ἀναμιμνησκόμενον, τοῦ δὲ φθόνου τῶν ὀνείρων ἐπιλανθανόμενον
他雖記得那些夢,卻忘卻了那些夢所引發的嫉妒。
and, while remembering the dreams, forgetting the envy those dreams had provoked.
1:1190
Ὁ μὲν γὰρ λιμὸς τοὺς ἀδελφοὺς εἰς τὴν Αἴγυπτον εἵλκυσεν, ἡ δὲ χρεία προσ κυνεῖν ἠνάγκαζεν ἀγνοοῦντας τὸν προσκυνούμενον·
饑荒把他的兄弟們引到埃及,而需求迫使他們下拜,卻不知道自己所拜的是誰。
For the famine drew his brothers into Egypt, and their need compelled them to bow down, not knowing the one before whom they bowed.
1:1191
οἱ δὲ πολεμηθέντες ὄνειροι, διὰ τῶν ἐπιβουλευσάντων τὸ πέρας ἐλάμβανον
然而,那被人抗拒的夢,竟藉著那些圖謀加害之人的手得以應驗。
But the dreams that were fought against received their fulfillment through the very ones who had plotted against them.
1:1192
Καὶ οἱ τῶν ὀνείρων χάριν τὸν ἀδελφὸν ἀποδόμενοι, ἵνα μὴ προσκυνήσωσιν ὡς προεῖ πον οἱ ὄνειροι, τῇ πράσει τὴν προσκύνησιν κατεσκεύα σαν
那些因夢的緣故而把弟兄賣掉的人,原是為了不讓夢中所預言的下拜應驗;然而正是這一賣,促成了那下拜之事。
And those who sold their brother on account of the dreams, so that he might not bow down as the dreams had foretold, by that very sale brought about the obeisance.
1:1193
δουλεύσας, τὴν τῆς δεσποίνης ἀκολασίαν ἐμίσησε·
他既作了奴僕,卻厭惡主母的淫亂;
Having become a slave, he hated the wantonness of his mistress;
1:1194
μισήσας, συκοφαντίαν ὑπέμεινε·
厭惡之後,他忍受了誣告;
having hated it, he endured false accusation;
1:1195
συκοφαντηθεὶς, δεσμωτήριον ᾤκησε·
被誣告之後,他住進了監牢;
having been falsely accused, he dwelt in a prison;
1:1196
καθειρχθεὶς, τοῖς τοῦ βασιλέως οἰκέταις τοὺς ὀνεί ρους ἡρμήνευσεν
被囚禁之後,他為王的臣僕解夢。
having been shut up, he interpreted the dreams for the king's servants.
1:1197
Ἐκεῖθεν γίνεται γνώριμος τῷ βασιλεῖ, ἀπαλλάττει θορυβούμενον ὑπ' ὀνείρων·
由此他為王所認識,並使因夢而困擾的王得著釋放;
From this he became known to the king, and delivered him when he was troubled by dreams;
1:1198
καὶ σαφῶς ἑρμηνεύσας, καὶ τὸ πρακτέον συμβουλεύ σας, χειροτονεῖται λοιπὸν ὧν συνεβούλευσεν οἰκο νόμος
他既清楚解釋了夢,又獻策當行之事,於是被任命,成了他所獻之策的管理者。
and having clearly interpreted them, and having advised what should be done, he was thereafter appointed steward of the very things he had advised.
1:1199
Κεράννυσι τῇ φορᾷ τῶν καρπῶν τὴν προσδοκω μένην τῆς γῆς ἀκαρπίαν, καὶ τὴν εὐετηρίαν φυλάττει φάρμακον τῷ λιμῷ·
他以豐收的果實調和了大地那預期中的歉收,並將豐年之糧存留下來,作為饑荒的良藥;
He tempers the expected barrenness of the land with the abundance of the crops, and preserves the plenty as a remedy for the famine;
1:1200
καὶ γίνεται τροφεὺς, οὐκ Αἰγυ πτίων μόνον, ἀλλὰ καὶ τῶν ἀδελφῶν, οἳ τροφὴν αὐτὸν ἐποιήσαντο
他成了供養者——不僅供養埃及人,也供養那些曾把他當作自己糊口之資賣掉的弟兄們。
and he becomes nourisher—not of the Egyptians alone, but also of the brothers who had made him the price of their own sustenance.
1:1201
Προσκυνοῦσι τοιγαροῦν αὐτὸν ἀληθῶς οἱ τῶν ὀνείρων φθονήσαντες, καὶ οἱ τὴν ἐν ὀνείρῳ προσκύνησιν οὐ δεξάμενοι, τὴν ἀληθῆ προσκύνη σιν ἐποιήσαντο
於是,那些曾因夢而嫉妒他的人,如今真實地向他下拜;那些曾不肯接受夢中所示之下拜的人,如今行了真正的下拜。
Therefore those who had envied him because of the dreams truly bow down to him, and those who had refused the obeisance shown in the dream now performed the true obeisance.
1:1202
Ὁ δὲ τὴν μὲν προσκύνησιν δέχεται, τοῖς δὲ ἴσοις τοὺς ἀδελφοὺς οὐκ ἀμείβεται, ἀλλὰ καὶ τρέφει, καὶ θεραπεύει, καὶ προῖκα τὸν σῖτον δωρεῖται
他雖然接受了下拜,卻不以同等的方式回報弟兄們,反倒供養他們、照顧他們,並將糧食白白賞賜給他們,
But he accepts the obeisance, yet does not repay his brothers in equal measure; rather he nourishes them, cares for them, and gives them the grain as a free gift,
1:1203
τῆς ἀπει λῆς ἀφελόμενος, καὶ πάντας ἔξω γενέσθαι τοῦ δικαστηρίου κελεύσας·
解除了那威脅,並吩咐眾人都退出廳堂;
removing the threat, and ordering everyone to go outside the hall;
1:1204
Ἐγὼ, φησὶν, εἰμὶ Ἰωσὴφ ὁ ἀδελφὸς ὑμῶν, ὃν εἰς Αἴγυπτον ἀπέδοσθε. Καὶ ἵνα μὴ παραυτίκα τῷ δέει καταπλαγέντες, τὸν τῆς ἀποπληξίας ὑπομείνωσιν ὄλεθρον, εὐθὺς ἐπήγαγε λέγων·
他說:「我就是你們的弟兄約瑟,就是你們賣到埃及去的那位。」為了不讓他們立刻被恐懼所震懾、以致遭受中風猝斃之禍,他隨即接著說道:
"I," he says, "am Joseph your brother, whom you sold into Egypt." And lest, being immediately struck with fear, they should suffer the ruin of apoplexy, he at once went on to say:
1:1205
Καὶ νῦν μὴ φοβεῖσθε, μηδὲ σκληρὸν ὑμῖν φανήτω·
「現在不要害怕,也不要因這事而心裡難受;
"And now do not be afraid, nor let it seem harsh to you;
1:1206
εἰς γὰρ ζωὴν ἀπέσταλκέ με ὁ Θεὸς ἔμπροσθεν ὑμῶν. Ἐπειδὴ γὰρ ᾔδει πάσης αὐτοὺς ἀπολογίας γεγυμνωμένους, καὶ τὴν γλῶτταν αὐτῶν ὑπὸ τῆς ἁμαρτίας πεπεδημένην, αὐτὸς ὁ τὰ μυρία ἐκεῖνα πεπονθὼς δεινὰ, τὴν μὲν κατηγορίαν ἐᾷ, τὴν δὲ ἀπολογίαν εἰσφέρει
因為神差我在你們以先來,為要保全生命。」因他知道他們已一無可辯,舌頭也被自己的罪所捆綁,於是他這位曾親身遭受無數慘痛之事的人,卻擱下控訴,反倒親自為他們提出辯護。
for God sent me before you for life." For since he knew that they were stripped bare of every defense, and that their tongue was fettered by their sin, he who himself had suffered those countless terrible things sets aside the accusation and brings forward the defense instead.
1:1207
Εἰς γὰρ ζωὴν ἀπέσταλκέ με ὁ Θεὸς ἔμπροσθεν ὑμῶν, ἵνα διατραφῇ λαὸς πολύς. Οὐχ ὑμῶν, φησὶ, τὸ ἔργον, ἀλλὰ τοῦ Θεοῦ
「神差我在你們以先來,為要保全許多百姓的性命。」他說:「這不是你們的作為,而是神的作為。」
"For God sent me before you for life, that a great people might be preserved." "It is not your doing," he says, "but God's."
1:1208
Μὴ δυσχεραίνετέ μου τὴν δουλείαν, θείαν οὖσαν οἰκονομίαν
「不要為我曾為奴之事憂傷,因那原是神聖的安排;
"Do not be grieved at my slavery, for it was a divine dispensation;
1:1209
οὐδὲν ἐντεῦθεν γεγέ νηται χαλεπόν
由此並未生出任何令人痛苦之事。
nothing grievous has come from it.
1:1210
Πάσης τῆς Αἰγύπτου τὴν ἡγεμονίαν. ἐδεξάμην διὰ δουλείας·
我藉著為奴,得了統管全埃及的權柄;
I received the governance of all Egypt through slavery;
1:1211
διὰ ταύτης ἔχω βασιλείας τὰ δεύτερα, καὶ τὰς ἡνίας κατέχειν ἔθνους τοσούτου πεπί στευμαι
藉著這奴役,我如今位居王國的第二位,並蒙信任執掌如此大國的韁繩。」
through it I hold the second place in the kingdom, and I have been entrusted to hold the reins of so great a nation."
← 上一段下一段 →
1

新的原文誦讀上線時通知我

每次有新章節誦讀影片就寄一封信。採雙重確認,隨時可一鍵取消。