📜 Verbum · 聖言
原文誦讀聖經與教父文獻
♥ 贊助

← 回書卷目次 · 希臘教父 › 提阿非羅致奧托呂庫

提阿非羅致奧托呂庫 第 2 章 第 1/3 段

希臘文原文.12 節.部分字詞可點開查義.本章太長已分段,此段為 2:1–2:12(全章共 38 節)

← 第 1 章第 3 章 →
下一段 →
ℹ️ 本語料沒有逐節的詞法標註。原形主要取自同語言其他書卷的逐詞標註(不是這一節的標註),少數查不到的才回頭依字形比對詞典。同形的罕見字仍可能判錯,需要精確判斷時請覆核原文與專門詞典。
ℹ️ 中英對照為本站自譯,直接譯自本頁的原文(非和合本/WEB —— 那兩者譯自馬所拉文本,與本頁底本不同)。
2:1
ἘΠΕΙΔΗ πρὸ τούτων τῶν ἡμερῶν ἐγένετο λόγος ἡμῖν, ὦ ἀγαθότατε Αὐτόλυκε, πυθομένου σου τίς μου ὁ Θεὸς, καὶ δι ὀλίγου παρασχόντος σου τὰ ὦτα τῇ ὁμιλίᾳ ἡμῖν, περὶ τῆς θεοσεβείας μου ἐξεθέμην σοι· ἔτι δὲ καὶ ἀποταξάμενοι ἑαυτοῖς μετὰ πλείστης φιλίας, ἐπορεύθημεν ἕκαστος εἰς τὸν ἑαυτοῦ οἶκον, καίπερ σκληρῶς τὰ πρῶτα ἔχοντός σου πρὸς ἡμᾶς· οἶδας γὰρ καὶ μέμνησαι, ὅτι ὑπέλαβες μωρίαν εἶναι τὸν λόγον ἡμῶν· σοῦ οὖν μετὰ ταῦτα προτρεψαμένου με, κἂν ἰδιώτης ὦ τῷ λόγῳ, πλὴν βούλομαί σοι καὶ νῦν διὰ τοῦδε συγγράμματος ἀκριβέστερον ἐπιδεῖξαι τὴν ματαιοπονίαν καὶ ματαίαν θρησκείαν ἐν ᾗ κατέχῃ, ἅμα καὶ δι ὀλίγων τῶν κατά σε ἱστοριῶν ὧν ἀναγινώσκεις, ἴσως δὲ οὐδέπω γινώσκεις, τὸ ἀληθὲς φανερόν σοι ποιῆσαι
我最尊貴的奧托呂庫啊,前些日子我們曾有一番談話,那時你問我我的神是誰,你稍稍側耳聽了我的論述,我便向你陳明了我的敬虔信仰;隨後我們極其親切地彼此道別,各自回到自己的家中,雖然起初你對我態度頗為強硬。因為你知道也記得,你曾認為我們的道理是愚拙的。既然此後你又催促我,我雖在言辭上是個外行,然而如今我仍願藉這篇論著,更加精確地向你顯明你所執守的那虛妄的勞苦與空洞的崇拜;同時也藉著你所讀過、卻或許尚未明白的少數那些歷史記載,把真理向你顯明。
Since on a former day we had a conversation, my most excellent Autolycus, when you inquired who my God is, and after you had for a little while lent your ears to my discourse, I set before you an account of my religion; and then, having taken leave of one another with the greatest cordiality, we each went home, though at first you bore yourself rather harshly toward me. For you know and remember that you supposed our doctrine to be folly. Since, then, you afterward urged me on, although I am unskilled in eloquence, nevertheless I wish even now, by means of this present treatise, to demonstrate to you more exactly the vain labor and empty worship in which you are held fast; and at the same time, by means of a few of the very histories which you read, and which perhaps you do not yet understand, I wish to make the truth plain to you.
2:2
Καὶ γὰρ γέλοιόν μοι δοκεῖ, λιθοξόους μὲν καὶ πλάστας, ἢ ζωγράφους, ἢ χωνευτὰς πλάσσειν τε καὶ γράφειν καὶ γλύφειν καὶ χωνεύειν, καὶ θεοὺς κατασκευάζειν, οἳ ἐπὰν γένωνται ὑπὸ τῶν τεχνιτῶν, οὐδὲν αὐτοὺς ἡγοῦνται· ὅταν δὲ ἀγορασθῶσιν ὑπό τινων καὶ ἀνατεθῶσιν εἰς ναὸν καλούμενον ἢ οἶκόν τινα, τούτοις οὐ μόνον θύουσιν οἱ ὠνησάμενοι, ἀλλὰ καὶ οἱ ποιήσαντες καὶ πωλήσαντες ἔρχονται μετὰ σπουδῆς καὶ παρατάξεως θυσιῶν τε καὶ σπονδῶν εἰς τὸ προσκυνεῖν αὐτοῖς, καὶ ἡγοῦνται θεοὺς αὐτοὺς, οὐκ εἰδότες ὅτι τοιοῦτοί εἰσιν, ὁποῖοι καὶ ὅτε ἐγένοντο ὑπ αὐτῶν, ἤτοι λίθος, ἢ χαλκὸς, ἢ ξύλον, ἢ χρῶμα, ἢ καὶ ἑτέρα τις ὕλη. τοῦτο δὲ καὶ ὑμῖν συμβέβηκε τοῖς ἀναγινώσκουσι τὰς ἱστορίας καὶ γενεαλογίας τῶν λεγομένων θεῶν· ὁπόταν γὰρ ἐντυγχάνητε ταῖς γενέσεσιν αὐτῶν, ὡς ἀνθρώπους αὐτοὺς νοεῖτε· ὕστερον δὲ θεοὺς προσαγορεύετε, καὶ θρησκεύετε αὐτοῖς, οὐκ ἐφιστάνοντες οὐδὲ συνίεντες, ὅτι οἵους αὐτοὺς ἀνέγνωτε γεγονέναι, τοιοῦτοι καὶ ἐγεννήθησαν
在我看來這是可笑的:石匠和塑工,或畫工,或鑄工,又塑、又畫、又雕、又鑄,製造出諸神;這些神被工匠造成之後,工匠們自己卻視之為烏有;可是當有人把它們買去,安放在所謂的廟宇或某座房屋裡,那麼不僅買主向它們獻祭,連製造和販賣它們的人也熱切地帶著一排排的祭物和奠酒前來敬拜它們,並把它們當作神,卻不知道它們仍與被造時一模一樣,無非是石頭、或銅、或木、或顏料、或別的某種材料。你們這些讀那些所謂神祇的歷史與家譜的人也是如此;因為每當你們讀到他們的出生記載,便認定他們是人,後來卻稱他們為神,向他們行敬拜,既不停下思想,也不明白:你們讀到他們是怎樣被生的,他們所生成的也正是那樣。
For it seems to me ridiculous that stonemasons and modellers, or painters, or casters, should fashion and draw and carve and cast, and manufacture gods, which, when they have been made by the craftsmen, are reckoned by them as nothing; but when they have been bought by certain people and set up in what is called a temple, or in some house, then not only do those who purchased them sacrifice to them, but even those who made and sold them come with eager zeal and an array of sacrifices and libations to worship them, and they regard them as gods, not knowing that they are just such things as they were when they were made by the craftsmen, that is, stone, or bronze, or wood, or paint, or some other material. And this same thing has happened to you who read the histories and genealogies of the so-called gods; for whenever you come upon the accounts of their births, you understand them to be men, yet afterward you call them gods and worship them, neither stopping to consider nor understanding that they were begotten just such as you read them to have been.
2:3
Καὶ τῶν μὲν τότε θεῶν, εἴπερ ἐγεννῶντο, γένεσις πολλὴ ηὑρίσκετο· τὸ δὲ νῦν ποῦ θεῶν γένεσις δείκνυται; εἰ γὰρ τότε ἐγεννῶν καὶ ἐγεννῶντο, δῆλον ὅτι ἐχρῆν καὶ ἕως τοῦ δεῦρο γίνεσθαι θεοὺς γεννητούς· εἰ δέ μή γε, ἀσθενὲς τὸ τοιοῦτο νοηθήσεται. ἢ γὰρ ἐγήρασαν, διὸ οὐκ ἔτι γεννῶσιν, ἢ ἀπέθανον, καὶ οὐκ ἔτι εἰσίν. εἰ γὰρ ἐγεννῶντο θεοὶ, ἐχρῆν καὶ ἕως τοῦ δεῦρο γεννᾷσθαι· καθάπερ γὰρ καὶ ἄνθρωποι γεννῶνται. μᾶλλον δὲ καὶ πλείονες θεοὶ ὤφειλον εἵναι τῶν ἀνθρώπων, ὥς φησι Σίβυλλα· Εἰ δὲ θεοὶ γεννῶσι, καὶ ἀθάνατοί γε μένουσι, Πλείονες ἀνθρώπων γεγενημένοι οἱ θεοὶ ἦσαν, Οὐδὲ τόπος στῆναι θνητοῖς οὐκ ἄν ποθ ὑπῆρξεν. Εἰ γὰρ ἀνθρώπων θνητῶν καὶ ὀλιγοχρονίων ὄντων τὰ γεννώμενα τέκνα ἕως τοῦ δεῦρο δείκνυται, καὶ οὐ πέπαυται τὸ μὴ γεννᾷσθαι ἀνθρώπους, διὸ πληθύουσι πόλεις καὶ κῶμαι, ἔτι μὴν καὶ χῶραι κατοικοῦνται, πῶς οὐχὶ μᾶλλον ἐχρῆν θεοὺς τοὺς μὴ ἀποθνήσκοντας, κατὰ τοὺς ποιητὰς, γεννᾷν καὶ γεννᾷσθαι, καθῶς φατε θεῶν γένεσιν γεγενῆσθαι; πρὸς τί δὲ μὲν τότε τὸ ὄρος τὸ καλούμενον Ὄλυμπος ὑπὸ θεῶν κατῳκεῖτο, νυνὶ δὲ ἔρημον τύγχανει; ἢ τίνος ἕνεκεν, τότε μὲν ὁ Ζεὺς ἐν τῇ Ἴδῃ κατῴκει, καὶ ἐγινώσκετο οἰκῶν ἐκεῖ κατὰ τὸν Ὅμηρον καὶ τοὺς λοιποὺς ποιητὰς, νυνὶ δὲ ἀγνοεῖται; διὰ τί δὲ καὶ οὐκ ἦν πανταχόσε, ἀλλ ἐν μέρει γῆς ηὑρίσκετο; ἢ γὰρ τῶν λοιπῶν ἠμέλει, ἢ ἀδύνατος ἦν τοῦ πανταχόσε εἶναι, καὶ τῶν πάντων προνοεῖν. εἰ γὰρ ἦν, εἰ τύχοι εἰπεῖν, ἐν τόπῳ ἀνατολικῷ, οὐκ ἦν ἐν τόπῳ δυτικῷ· εἰ δὲ αὖ πάλιν ἐν τοῖς δυτικοῖς ἦν, οὐκ ἦν ἐν τοῖς ἀνατολικοῖς. Θεοῦ δὲ τοῦ ὑψίστου καὶ παντοκράτορος, καὶ τοῦ ὄντως Θεοῦ, τοῦτό ἐστι μὴ μόνον τὸ πανταχόσε εἶναι, ἀλλὰ καὶ πάντα ἐφορᾷν, καὶ πάντων ἀκούειν· ἔτι μὴν μηδὲ τὸ ἐν τόπῳ χωρεῖσθαι· εἰ δὲ μή γε, μείζων ὁ χωρῶν τόπος αὐτοῦ εὑρεθήσεται· μεῖζον γάρ ἐστι τὸ χωροῦν τοῦ χωρουμένου· Θεὸς γὰρ οὐ χωρεῖται, ἀλλὰ αὐτός ἐστι τόπος τῶν ὅλων πρὸς τί δὲ καὶ καταλέλοιπεν ὁ Ζεὺς τὴν Ἴδην; πότερον τελευτήσας, ἢ οὐκ ἔτι ἤρεσεν αὐτῷ ἐκεῖνο τὸ ὄρος; ποῦ δὲ καὶ ἐπορεύθη; εἰς οὐρανούς; οὐχί. ἀλλὰ ἐρεῖς εἰς Κρήτην; ναὶ, ὅπου καὶ τάφος αὐτῷ ἕως τοῦ δεῦρο δείκνυται. πάλιν φήσεις εἰς Πίσαν, ὁ κλέων ἕως τοῦ δεῦρο τὰς χεῖρας Φειδίου. ἔλθωμεν τοίνυν ἐπὶ τὰ συγγράμματα τῶν φιλοσόφων καὶ ποιητῶν
至於那時的諸神,倘若他們真是被生的,那麼當時可發現許多代的生育;然而如今何處顯出有神被生呢?因為若他們那時又生育又被生,顯然神就該一直生到如今;不然,這樣的觀念就要被視為站不住腳。因為他們或是衰老了,所以不再生育,或是死了,因此不再存在。因為若神是被生的,就該一直生到如今,正如人也不斷被生那樣。不但如此,照西比拉所言,神甚至該比人更多:『倘若神生育又仍存留為不朽,神的數目就要比已生的人更多,連必死之人也無處可立。』因為若必死且短命之人所生的兒女至今仍可見,人的生育也未曾止息,以致城邑村莊都充滿了人,且全地都有人居住,那麼照詩人所說那不死的神,豈不更該生育又被生,正如你們所說神是這樣生成的麼?又為何那叫作奧林波斯的山從前有諸神居住,如今卻荒涼了?又為何宙斯從前住在伊達山,照荷馬和其餘詩人所言眾所周知他住在那裡,如今卻無人知曉?又為何他不是無處不在,而只在地的一隅可尋?因為他或是忽略了其餘之處,或是無力無處不在、無力顧念萬有。因為若他在東方某處,便不在西方;若他又在西方,便不在東方。然而至高、全能、又是真正之神的那一位,其特性乃是:不僅無處不在,更鑒察萬有、垂聽萬有,且不被任何地方所容納;不然,那容納祂的地方就要顯為比祂更大了,因為容納者大於被容納者。神不被容納,反倒祂自己乃是萬有的所在。又宙斯為何離開了伊達山?是因他死了,還是那山不再使他喜悅?他又往哪裡去了?往諸天去麼?不是。你倒要說往克里特去麼?對,他的墳墓至今還在那裡顯示著。你又要說往庇薩去麼,那地至今還誇耀著菲狄亞斯之手的作品。那麼,讓我們來看哲學家與詩人的著作罷。
And of the gods of that time, if indeed they were begotten, many a generation used to be found; but where now is any generation of gods shown? For if they then begot and were begotten, it is clear that gods ought to be begotten down to the present day; otherwise such a notion will be reckoned feeble. For either they grew old, and therefore beget no more, or they died, and exist no longer. For if gods were begotten, they ought to be begotten down to the present day, just as men also are begotten. Nay rather, the gods ought even to be more numerous than men, as the Sibyl says: 'But if gods beget and yet remain immortal, the gods would be more in number than men have come to be, and there would be no room left for mortals to stand.' For if the children begotten by mortal and short-lived men are seen down to the present day, and the begetting of men has not ceased, so that cities and villages are filled, and moreover whole regions are inhabited, how much more ought not gods, who according to the poets do not die, to beget and be begotten, just as you say the generation of gods came about? And why was the mountain called Olympus then inhabited by gods, but is now deserted? Or why did Zeus once dwell on Ida, and was known to dwell there according to Homer and the rest of the poets, but is now unknown? And why was he not everywhere, but was found only in one part of the earth? For either he neglected the rest, or he was unable to be everywhere and to provide for all things. For if he were, say, in an eastern place, he was not in a western place; and if again he were in the western parts, he was not in the eastern. But of God the Most High and Almighty, and the One who truly is God, this is the property: not only to be everywhere, but also to behold all things and to hear all things, and yet not to be contained in any place; otherwise the place that contains Him would be found greater than Himself, for that which contains is greater than that which is contained. For God is not contained, but is Himself the place of all things. And why did Zeus leave Ida? Was it because he died, or because that mountain no longer pleased him? And where did he go? To the heavens? No. But you will say, to Crete? Yes, where his tomb is shown down to this very day. And again you will say, to Pisa, which to this day glories in the hands of Pheidias. Let us come, then, to the writings of the philosophers and poets.
2:4
Ἔνιοι μὲν τῆς στοᾶς ἀρνοῦνται καὶ τὸ ἐξ ὅλου Θεὸν εἶναι, ἢ εἰ καὶ ἔστι, μηδενός φασι φροντίζειν τὸν Θεὸν, πλὴν ἑαυτοῦ· καὶ ταῦτα μὲν παντελῶς Ἐπικούρου καὶ Χρυσίππου ἡ ἄνοια ἀπεφήνατο. ἕτεροι δέ φασιν αὐτοματισμὸν τῶν πάντων εἶναι, καὶ τὸν κόσμον ἀγέννητον, καὶ φύσιν ἀϊδίαν, καὶ τὸ σύνολον πρόνοιαν μὴ εἶναι Θεοῦ ἐτόλμησαν ἐξειπεῖν· ἀλλὰ Θεὸν εἶναι μόνον φασὶ τὴν ἑκάστου συνείδησιν. ἄλλοιδ αὖ τὸ δι ὅλου κεχωρηκὸς πνεῦμα Θεὸν δογματίζουσι. Πλάτων δὲ καὶ οἱ τῆς αἱρέσεως αὐτοῦ, Θεὸν μὲν ὁμολογοῦσιν ἀγέννητον καὶ πατέρα καὶ ποιητὴν τῶν ὅλων εἶναι· εἶτα ὑποτίθενται Θεὸν καὶ ὕλην ἀγέννητον, καὶ ταύτην φασὶ συνηκμακέναι τῷ Θεῷ. εἰ δὲ Θεὸς ἀγέννητος, καὶ ὕγη ἀγέννητος, οὐκ ἔτι ὁ Θεὸς ποιητὴς τῶν ὅλων ἐστὶ, κατὰ τοὺς Πλατωνικοὺς, οὐδὲ μὴν μοναρχία Θεοῦ δείκνυται, ὅσον τὸ κατ αὐτούς. ἔτι δὲ καὶ ὥσπερ ὁ Θεὸς ἀγέννητος ὢν καὶ ἀναλλοίωτός ἐστιν, οὕτως εἰ καὶ ἡ ὕλη ἀγέννητος ἦν, καὶ ἀναλλοίωτος καὶ ἰσόθεος ἦν. τὸ γὰρ γεννητὸν τρεπτὸν καὶ ἀλλοίωτον· τὸ δὲ ἀγέννητον ἀτρεπτὸν καὶ ἀναλλοίωτον. τί δὲ μέγα εἰ ὁ Θεὸς ἐξ ὑποκειμένης ὕλης ἐποίει τὸν κόσμον; καὶ γὰρ τεχνίτης ἄνθρωπος ἐπὰν ὕλην λάβῃ ἀπό τινος, ἐξ αὐτῆς ὅσα βούλεται ποιεῖ· Θεοῦ δὲ ἡ δύναμις ἐν τούτῳ φανεροῦται, ἵνα ἐξ οὐκ ὄντων ποιῇ ὅσα βούλεται· καθάπερ καὶ τὸ ψυχὴν δοῦναι καὶ κίνησιν οὐχ ἑτέρου τινός ἐστιν, ἀλλ ἢ μόνου Θεοῦ. καὶ γὰρ ἄνθρωπος εἰκόνα μὲν ποιεῖ, λόγον δὲ καὶ πνοὴν ἢ αἴσθησιν οὐ δύναται δοῦναι τῷ ὑπ αὐτοῦ γινομένῳ. Θεὸς δὲ τούτου πλεῖον τοῦτο κέκτηται, τὸ ποιεῖν λογικὸν, ἔμπνουν, αἰσθητικόν. ὥσπερ οὖν ἐν τούτοις πᾶσι δυνατώτερός ἐστιν ὁ Θεὸς τοῦ ἀνθρώπου, οὕτω καὶ τὸ ἐξ οὐκ ὄντων ποιεῖν καὶ πεποιηκέναι τὰ ὄντα καὶ ὅσα βούλεται, καθὼς βούλεται
斯多亞學派中有些人甚至完全否認有神;或者即便有神,他們說神除了顧念自己以外,甚麼都不顧念;這些話正是伊壁鳩魯與克律西波的愚妄所公然主張的。另有些人說萬物乃出於自發的偶然,世界是非受生的,自然是永恆的;總而言之他們竟敢斷言並無神的眷顧(護理),反說每個人自己的良心才是唯一的神。又有些人主張那貫徹萬有的氣(靈)就是神。至於柏拉圖和他學派的人,承認神是非受生的,是萬有之父與造物主;可是接著又設定神與物質皆為非受生,並說物質與神一同並存。然而若神是非受生的,物質也是非受生的,那麼照柏拉圖學派之見,神就不再是萬有的造物主了,神獨一的主權也不得彰顯,就他們的看法而言。再者,正如神既是非受生的,便也是不可改變的,照樣,物質若也是非受生的,它也必是不可改變、與神同等的了;因為受生的乃是可變可改的,而非受生的乃是不變不改的。況且,神若是用已存的物質造世界,這有甚麼了不起呢?因為連人間的工匠,得了別人給的材料,也能用它造出他所要的一切。然而神的能力正顯明在此:祂能從無造出祂所要的一切;正如賜下魂與動的能力,這不屬於別的,惟獨屬於神。因為人固然能造一個像,卻不能將理性、氣息或知覺賜給他所造之物。但神所擁有的遠超於此:祂能造出有理性、有氣息、有知覺之物。所以,正如在這一切事上神比人更有能力,照樣,祂也能、且確已從無造出萬有,並照祂所喜悅的,隨己意而造。
Some of the Stoa deny even that God exists at all; or, if He does, they say that God cares for nothing except Himself; and these things the senselessness of Epicurus and Chrysippus declared outright. Others said that all things came about by spontaneous chance, and that the world is unbegotten and nature eternal; and on the whole they dared to assert that there is no providence of God, but they say that the conscience of each individual is the only god. And still others lay it down that the spirit which pervades all things is god. But Plato and those of his school confess that God is unbegotten, and the Father and Maker of all things; yet then they posit God and matter as both unbegotten, and they say that matter has coexisted with God. But if God is unbegotten and matter unbegotten, then God is no longer the Maker of all things according to the Platonists, nor is the sole sovereignty of God demonstrated, so far as concerns their view. Moreover, just as God, being unbegotten, is also unchangeable, so likewise if matter too were unbegotten, it would also be unchangeable and equal to God; for that which is begotten is mutable and changeable, but the unbegotten is immutable and unchangeable. And what great thing is it if God made the world out of pre-existent matter? For even a human craftsman, when he gets material from someone, makes out of it whatever he pleases. But the power of God is manifested in this: that He makes whatever He pleases out of things that are not; just as the giving of soul and motion belongs to none other than God alone. For a man indeed makes an image, but he cannot give reason and breath or sensation to the thing made by him. But God has more than this: the power to make a thing rational, breathing, and capable of sensation. Therefore, just as in all these respects God is more powerful than man, so also is He in this: that out of things that are not He makes, and has made, the things that are, and whatsoever He pleases, even as He pleases.
2:5
Ὥστε ἀσύμφωνός ἐστιν ἡ γνώμη κατὰ τοὺς φιλοσόφους καὶ συγγραφεῖς. τούτων γὰρ ταῦτα ἀποφηναμένων, εὑρίσκεται ὁ ποιητὴς Ὅμηρος, ἑτέρᾳ ὑποθέσει εἰσάγων γένεσιν οὐ μόνον κόσμου, ἀλλὰ καὶ θεῶν· φησὶ γάρ που· Ὠκεανόν τε θεῶν γένεσιν, καὶ μητέρα Τηθὺν, Ἐξ οὗπερ πάντες ποταμοὶ καὶ πᾶσα θάλασσα.ἃ δὴ λέγων οὐκ ἔτι Θεὸν συνιστᾷ. τίς γὰρ οὐκ ἐπίσταται, τὸν ὠκεανὸν ὕδωρ εἶναι; εἰ δὲ ὕδωρ, οὐκ ἄρα Θεός. ὁ δὲ Θεὸς εἰ τῶν ὅλων ποιητής ἐστι, καθὼς καί ἐστιν, ἄρα καὶ τοῦ ὕδατος καὶ τῶν θαλασσῶν κτίστης ἐστίν. Ἡσίοδος δὲ καὶ αὐτὸς οὐ μόνον θεῶν γένεσιν ἐξεῖπεν, ἀλλὰ καὶ αὐτοῦ τοῦ κόσμου· καὶ τὸν μὲν κόσμον γενητὸν εἰπὼν, ἠτόνησεν εἰπεῖν ὑφ οὗ γέγονεν. ἔτι μὴν καὶ θεοὺς ἔφησε Κρόνον καὶ τὸν ἐξ αὐτοῦ Δία, Ποσειδῶνά τε, καὶ Πλούτωνα, καὶ τούτους μεταγενεστέρους εὑρίσκομεν τοῦ κόσμου. ἔτι δὲ καὶ τὸν Κρόνον πολεμεῖσθαι ὑπὸ τοῦ Διὸς τοῦ ἰδίου παιδὸς ἱστορεῖ. οὕτω γάρ φησι· Κάρτεϊ νικήσας πατέρα Κρόνον· εὖ δὲ ἕκαστα Ἀθανάτοις διέταξεν ὁμῶς, καὶ ἐπέφραδε τιμάς. εἶτα ἐπιφέρει λέγων τὰς τοῦ Διὸς θυγατέρας, ἃς καὶ Μούσας προσαγορεύει, ὧν ἱκέτης εὑρίσκεται βουλόμενος μαθεῖν παρ αὐτῶν, τίνι τρόπῳ τὰ πάντα γεγένηται· λέγει γάρ· Χαίρετε τέκνα Διὸς, δότεδ ἱμερόεσσαν ἀοιδὴν, Κλείετεδ ἀθανάτων ἱερὸν γένος αἰὲν ἐόντων, Οἳ γῆς ἐξεγένοντο, καὶ οὐρανοῦ ἀστερόεντος, Νυκτός τε δνοφερῆς, οὕςθ ἁλμυρὸς ἔτρεφε πόντος. Εἴπατεδ ὡς τὰ πρῶτα θεοὶ, καὶ γαῖα γένοντο, Καὶ ποταμοὶ, καὶ πόντος ἀπείριτος, οἴδματι θύων, Ἄστρα τε λαμπετόωντα, καὶ οὐρανὸς εὐρὺς ὕπερθεν· Οἵτ τῶν ἐγένοντο θεοὶ, δωτῆρες ἐάων, Ὥςτ ἄφενος δάσσαντο, καὶ ὡς τιμὰς διέλοντο. Ἠδὲ καὶ ὡς τὰ πρῶτα πολύπτυχον ἔσχον Ὄλυμπον· Ταῦτά μοι ἔσπετε Μοῦσαι ὀλύμπια δώματ ἔχουσαι, Ἐξ ἀρχῆς, καὶ εἴπαθ ὅτι πρῶτον γένετ αὐτῶν. Πῶς δὲ ταῦτα ἠπίσταντο αἱ Μοῦσαι, μεταγενέστεραι οὖσαι τοῦ κόσμου; ἢ πῶς ἠδύναντο διηγήσασθαι τῷ Ἡσιόδῳ· ὅπου δὲ ὁ πατὴρ αὐτῶν οὔπω γεγένηται
可見哲學家與作家當中的意見是彼此矛盾的。因為當這些人作了這些主張時,我們卻見詩人荷馬本著另一套假設,引入的不僅是世界的生成,也是諸神的生成;因為他在某處說:『俄刻阿諾斯乃諸神之源,特提斯為其母,萬川與全海皆由此出。』他這樣說,便不再立定神了。因為誰不知道俄刻阿諾斯就是水呢?既是水,便絕不是神。然而神若是萬有的造物主——祂的確是——那麼祂也是水與眾海的創造者。赫西俄德自己也宣稱不僅有諸神的生成,連世界本身的生成也有;他既說世界是被生的,卻說不出它是由誰而生。再者,他說諸神乃是克洛諾斯、和他所生的宙斯,並波塞冬與普路同,而我們發現這些神在來源上都比世界晚。此外他述說克洛諾斯被自己的兒子宙斯所攻打。他這樣說:『他以威力勝過了父親克洛諾斯,又將各樣事物妥善分配給眾不朽者,並指派了他們的尊榮。』接著他又講論宙斯的眾女兒,就是他所稱的繆斯,他向她們作懇求者,渴望從她們得知萬物是怎樣生成的;因為他說:『宙斯的眾女啊,願你們安好,賜我那令人神往的歌;歌頌那永遠存在之眾不朽者的神聖族類,他們是由地、由繁星的天、由幽暗的夜所生,且為鹹海所養育。請說明起初眾神與地怎樣生成,並眾川、波濤洶湧無垠的海、閃爍的眾星、和上面廣闊的天;又有哪些由這些而生為神,作美善之賜予者,他們怎樣分配財富、分派尊榮,又起初怎樣佔據了重巒疊嶂的奧林波斯。住在奧林波斯居所的繆斯啊,請從起初將這些告訴我,並說出她們當中誰最先生成。』然而繆斯既在來源上比世界更晚,她們怎能知道這些事呢?又當她們自己的父親尚未生成時,她們怎能向赫西俄德述說這些事呢?
Thus the opinion among the philosophers and writers is discordant. For while these have made these declarations, we find the poet Homer, under another hypothesis, introducing a generation not only of the world but also of the gods; for he says somewhere: 'Ocean, the begetting of the gods, and mother Tethys, from whom all rivers and the whole sea proceed.' In saying which he no longer establishes God. For who does not know that the ocean is water? And if it is water, it is surely not God. But God, if He is the Maker of all things, as indeed He is, is then also the Creator of the water and of the seas. And Hesiod too himself proclaimed not only a generation of the gods, but also of the world itself; and having said that the world was begotten, he was at a loss to say by whom it came into being. Moreover, he said that the gods were Cronus and Zeus his offspring, and Poseidon and Pluto, and we find these later in origin than the world. Furthermore he relates that Cronus was warred upon by Zeus his own son. For so he says: 'Having conquered his father Cronus by might; and he well distributed each thing among the immortals alike, and assigned them their honors.' Then he goes on to speak of the daughters of Zeus, whom he also names the Muses, of whom he becomes a suppliant, desiring to learn from them in what manner all things came into being; for he says: 'Hail, children of Zeus! Grant me lovely song; celebrate the sacred race of the immortals who exist forever, who were born of Earth and of starry Heaven and of gloomy Night, and whom the briny Sea nourished. Tell how at the first the gods and the earth came into being, and the rivers, and the boundless sea raging with its swell, and the shining stars, and the wide heaven above; and who of these were born gods, givers of good things, and how they divided their wealth and apportioned their honors, and how at the first they took possession of many-folded Olympus. These things tell me, O Muses who have your dwelling on Olympus, from the beginning, and say which of them came first.' But how did the Muses know these things, since they were later in origin than the world? Or how could they recount them to Hesiod, when their own father had not yet come into being?
2:6
Καὶ ὕλην μὲν τρόπῳ τινὶ ὑποτίθεται καὶ κόσμου ποίησιν, λέγων· Ἤτοι μὲν πρώτιστα Χάος γένετ᾿, αὐτὰρ ἔπειτα Γαῖ εὐρύστερνος, πάντων ἕδος ἀσφαλὲς αἰεὶ Ἀθανάτων, οἳ ἔχουσι κάρη νιφόεντος Ὀλύμπου, Τάρταράτ ἠερόεντα, μυχῷ χθονὸς εὐρυοδείης, Ἠδ Ἔρος, ὃς κάλλιστος ἐν ἀθανάτοισι θεοῖσι, Λυσιμελὴς, πάντων τε θεῶν πάντωντ ἀνθρώπων Δάμναται ἐν στήθεσσι νόον, καὶ ἐπίφρονα βουλήν. Ἐκ Χάεοςδ Ἐρεβός τε, μέλαινά τε Νὺξ ἐγένοντο. Νυκτὸςδ αὖτ Αἰθήρ τε καὶ Ἡμέρη ἐξεγένοντο, Οὓς τέκε κυσαμένη, Ἐρέβει φιλότητι μιγεῖσα. Γαῖα δέ τοι πρῶτον μὲν ἐγείνατο ἶσον ἑαυτῇ Οὐρανὸν ἀστερόενθ᾿, ἵνα μιν περὶ πάντα καλύπτοι, Ὄφρ εἴη μακάρεσσι θεοῖς ἕδος ἀσφαλὲς αἰεὶ, Γείνατοδ οὔρεα μακρὰ, θεῶν χαρίεντας ἐναύλους Νυμφέων, αἳ ναίουσιν ἀν οὔρεα βησσήεντα, Ἠδὲ καὶ ἀτρύγετον πέλαγος τέκεν οἴδματι θύον, Πόντον, ἄτερ φιλότητος ἐφιμέρου· αὐτὰρ ἔπειτα Οὐρανῷ εὐνηθεῖσα, τέκ Ὠκεανὸν βαθυδίνην. καὶ ταῦτα εἰπὼν, οὐδὲ οὕτως ἐδήλωσεν ὑπὸ τίνος ἐγένοντο. εἰ γὰρ ἐν πρώτοις ἦν χάος, καὶ ὕλη τις προϋπέκειτο ἀγέννητος οὖσα· τίς ἄρα ἦν ὁ ταύτην μετασκευάζων, καὶ μεταῤῥυθμίζων, καὶ μεταμορφῶν; πότερον αὐτὴ ἑαυτὴν ἡ ὕλη μετεσχημάτιζε καὶ ἐκοσμεῖ; (ὁ γὰρ Ζεὺς μετὰ χρόνον πολὺν γεγένηται, οὐ μόνον τῆς ὕλης, ἀλλὰ καὶ τοῦ κόσμου, καὶ πλήθους ἀνθρώπων· ἔτι μὴν καὶ ὁ πατὴρ αὐτοῦ Κρόνος) ἢ μᾶλλον ἦν κύριόν τι τὸ ποιῆσαν αὐτὴν, λέγω δὲ Θεὸς ὁ καὶ κατακοσμήσας. ἔτι μὴν κατὰ πάντα τρόπον φλυαρῶν εὑρίσκεται, καὶ ἐνάντια ἑαυτῷ λέγων· εἰπὼν γὰρ γῆν καὶ οὐρανὸν καὶ θάλασσαν, ἐξ αὐτῶν τοὺς θεοὺς βούλεται γεγονέναι, καὶ ἐκ τούτων ἀνθρώπους δεινοτάτους τινὰς συγγενεῖς θεῶν καταγγέλλει, Τιτάνων γένος καὶ Κυκλώπων, καὶ Γιγάντων πληθὺν, τῶν τε κατὰ Αἴγυπτον δαιμόνων ἢ ματαίων ἀνθρώπων, ὡς μέμνηται Ἀπολλωνίδης ὁ καὶ Ὡράπιος ἐπικληθεὶς, ἐν βίβλῳ τῇ ἐπιγραφομένῃ Σεμενουθὶ, καὶ ταῖς λοιπαῖς κατ αὐτὸν ἱστορίαις, περί τε τῆς θρησκείας τῆς Αἰγυπτιακῆς, καὶ τῶν βασιλέων αὐτῶν, καὶ τῆς ἐν αὐτοῖς ματαιοπονίας
他在某種程度上也假定有物質和世界的形成,他說:『最先生成的乃是混沌;其次是胸懷寬廣的大地,是眾不朽者永遠穩固的根基——這些不朽者佔據積雪奧林波斯的峰頂,並佔據寬路大地深處幽暗的塔耳塔洛斯;又有厄洛斯,他在眾不朽之神中最為俊美,是肢體的鬆解者,在眾神與眾人的胸中制伏他們的心思與審慎的籌算。混沌生出厄瑞玻斯與黑夜;夜又生出以太與白晝,乃是她與厄瑞玻斯相愛交合而懷孕生下的。大地最先生出與她相等的繁星之天,要遮蓋她四圍,好叫蒙福的眾神有永遠穩固的居所;她又生出綿長的群山,就是住在林木山間之眾仙女優美的居處;她也生出波濤洶湧、不結果實的深淵,就是海,並未經那令人歡愉的愛;後來她與天同寢,生出深旋的俄刻阿諾斯。』他雖這樣說,連這樣也沒有說清這些是由誰而生。因為若起初有混沌,又有某物質先存著、是非受生的,那麼究竟是誰更改、重塑並改變它的形狀呢?是物質自己重新塑造、自我修飾的麼?(因為宙斯是在很久以後才生成的,不僅比物質晚,也比世界、比眾多的人晚;甚至比他父親克洛諾斯還晚。)抑或更該說有某位主宰造了它——我是指神,祂也將它安排妥當?再者,他在各方面都顯為胡言亂語、自相矛盾;因為他既說了地、天和海,卻又要諸神由這些而生,並從這些宣告出某些極可怕的人,是諸神的親族,就是提坦族與庫克洛佩斯,並一大群巨人,以及埃及的眾鬼魔,或者說一些虛妄的人,正如那又名霍拉皮俄斯的阿波羅尼德斯在那題為《塞門努提》的書中,並在他關於埃及人宗教、他們的列王、以及他們中間那虛妄勞苦的其餘記載中所提及的。
And in a way he assumes matter and a making of the world, when he says: 'Verily first of all Chaos came into being; but next broad-bosomed Earth, the ever-sure foundation of all the immortals who hold the peaks of snowy Olympus, and dim Tartarus in the depth of the wide-pathed earth, and Eros, who is fairest among the immortal gods, the loosener of limbs, who overcomes in the breasts of all gods and of all men their mind and prudent counsel. Out of Chaos came Erebus and black Night; and of Night again were born Aether and Day, whom she conceived and bore after mingling in love with Erebus. And Earth first of all brought forth starry Heaven, equal to herself, to cover her all about, that there might be for the blessed gods an ever-sure dwelling place; and she brought forth the long mountains, the graceful haunts of the Nymphs who dwell among the wooded mountains; and she also bore the barren deep with its raging swell, the Sea, without delightful love; but afterward, having lain with Heaven, she bore deep-eddying Ocean.' And though he said this, not even thus did he make clear by whom they came into being. For if in the beginning there was Chaos, and some matter pre-existed, being unbegotten, who then was it that altered and re-shaped and transformed it? Did matter itself re-fashion and adorn itself? (For Zeus came into being long afterward, not only later than matter, but also later than the world and the multitude of men; and indeed later still than his father Cronus.) Or rather, was there some sovereign power that made it -- I mean God, who also set it in order? Moreover, he is found in every way to be talking nonsense, and contradicting himself; for having spoken of earth and heaven and sea, he wishes the gods to have come into being from them, and from these he announces certain most terrible men, kindred of the gods, the race of the Titans and the Cyclopes, and the multitude of the Giants, and the demons of Egypt, or rather vain men, as Apollonides, also surnamed Horapius, mentions in the book entitled Semenuthi, and in the rest of his histories concerning the religion of the Egyptians and their kings, and the vain labor that prevails among them.
2:7
Τί δέ μοι λέγειν τοὺς κατὰ Ἕλληνας μύθους; Πλούτωνα μὲν σκότους βασιλεύοντα, καὶ Ποσειδῶνα ὑπὸ πόντον δύνοντα, καὶ τῇ Μελανίππῃ περιπλεκόμενον, καὶ υἱὸν ἀνθρωποβόρον γεννήσαντα· ἢ περὶ τῶν τοῦ Διὸς παίδων ὁπόσα οἱ συγγραφεῖς ἐτραγῴδησαν· καὶ ὅτι οὗτοι ἄνθρωποι καὶ οὐ θεοὶ ἐγεννήθησαν, τὸ γένος αὐτῶν αὐτοὶ καταλέγουσιν. Ἀριστοφάνης δὲ ὁ κωμικὸς, ἐν ταῖς ἐπιγραφομέναις ὄρνισιν ἐπιχειρήσας περὶ τῆς τοῦ κόσμου ποιήσεως, ἔφη ἐν πρώτοις ὠὸν γεγενῆσθαι τὴν σύστασιν τοῦ κόσμου, λέγων· Τίκτει πρώτιστον ὑπηνέμιον Νὺξ ἡ μελανόπτερος ᾠόν. ἀλλὰ καὶ Σάτυρος ἱστορῶν τοὺς δήμους Ἀλεξανδρέων, ἀρξάμενος ἀπὸ Φιλοπάτορος τοῦ καὶ Πτολεμαίου προσαγορευθέντος, τούτου μηνύει Διόνυσον ἀρχηγέτην γεγονέναι. διὸ καὶ φυλὴν τὴν Διονυσίαν ὁ Πτολεμαῖος πρώτην κατέστησεν. λέγει οὖν ὁ Σάτυρος οὕτως· Διονύσου καὶ Ἀλθέας τῆς Θεστίου γεγενῆσθαι Δηϊάνειραν, τῆς δὲ καὶ Ἡρακλέους τοῦ Διὸς οἶμαι Ὕλλον, τοῦ δὲ Κλεόδημον, τοῦ δὲ Ἀριστόμαχον, τοῦ δὲ Τήμενον, τοῦ δὲ Κεῖσον, τοῦ δὲ Μάρωνα, τοῦ δὲ Θέστιον, τοῦ δὲ Ἀκοὸν, τοῦ δὲ Ἀριστομίδαν, τοῦ δὲ Καρανὸν, τοῦ δὲ Κοινὸν, τοῦ δὲ Τυρίμμαν, τοῦ δὲ Περδίκκαν, τοῦ δὲ Φίλιππον, τοῦ δὲ Ἀέροπον, τοῦ δὲ Ἀλκετὰν, τοῦ δὲ Ἀμύνταν, τοῦ δὲ Βόκρον, τοῦ δὲ Μελέαγρον, τοῦ δὲ Ἀρσινόην, τῆς δὲ καὶ Λάγου Πτολεμαῖον τὸν καὶ Σωτῆρα, τοῦ δὲ καὶ Βερενίκης Πτολεμαῖον τὸν Φιλάδελφον, τοῦ δὲ καὶ Ἀρσινόης Πτολεμαῖον τὸν Εὐεργέτην, τοῦ δὲ καὶ Βερενίκης τῆς Μάγα τοῦ ἐν Κυρήνῃ βασιλεύσαντος Πτολεμαῖον τὸν Φιλοπάτορα. ἡ μὲν οὖν πρὸς Διόνυσον τοῖς ἐν Ἀλεξανδρείᾳ βασιλεύσασι συγγένεια οὕτω περιέχει. ὅθεν καὶ ἐν τῇ Διονυσίᾳ φυλῇ δῆμοι εἰσὶ κατακεχωρισμένοι· Ἀλθῆς ἀπὸ τῆς γενομένης γυναικὸς Διονύσου, θυγατρὸς δὲ Θεστίου Ἀλθέας· Δηϊανείρης ἀπὸ τῆς θυγατρὸς Διονύσου καὶ Ἀλθέας, γυναικὸς δὲ Ἡρακλέους. ὅθεν καὶ τὰς προσωνυμίας ἔχουσιν οἱ κατ αὐτοὺς δῆμοι· Ἀριάδνης ἀπὸ τῆς θυγατρὸς Μίνω, γυναικὸς δὲ Διονύσου, παιδὸς πατροφίλης, τῆς μιχθείσης Διονύσῳ ἐν μορφῇ πρύμνιδι· Θεστὶς ἀπὸ Θεστίου τοῦ Ἀλθέας πατρός· Θοαντὶς ἀπὸ Θόαντος παιδὸς Διονύσου· Σταφυλὶς ἀπὸ Σταφύλον υἱοῦ Διονύσου· Εὐαινὶς ἀπὸ Εὐνόος υἱοῦ Διονύσου· Μαρωνὶς ἀπὸ Μάρωνος υἱοῦ Ἀριάδνης καὶ Διονύσου· οὗτοι γὰρ πάντες υἱοὶ Διονύσου. ἀλλὰ καὶ ἕτεραι πολλαὶ ὀνομασίαι γεγόνασι καὶ εἰσὶν ἕως τοῦ δεῦρο, ἀπὸ Ἡρακλέους Ἡρακλεῖδαι καλούμενοι, καὶ ἀπὸ Ἀπόλλωνος Ἀπολλωνίδαι καὶ Ἀπολλώνιοι, καὶ ἀπὸ Ποσειδῶνος Ποσειδώνιοι· καὶ ἀπὸ Διὸς Δῖοι καὶ Διογέναι
然而我何必再述說希臘人的神話——普路同統管黑暗、波塞冬潛入海中與墨蘭妮佩交合、生下一個吃人的兒子;或述說作家們關於宙斯眾兒女所編演的種種戲劇呢?至於這些原是生為人而非神,他們自己也列舉了他們的世系。喜劇詩人亞里斯多芬,在那題為《鳥》的劇中,著手論述世界的形成,說起初世界的構成是一個卵,他說:『黑翼之夜最先生出一個風卵。』而薩堤洛斯記載亞歷山大城諸區族時,從那又名托勒密的腓羅帕托耳起頭,宣稱戴奧尼索斯是他的開基始祖。因此托勒密也把戴奧尼索斯族立為第一族。薩堤洛斯這樣說:戴奧尼索斯與特斯提俄斯之女阿爾泰亞生得伊阿尼拉,伊阿尼拉與宙斯之子赫拉克勒斯(我想是如此)生得許羅斯,其後依次是克勒奧得摩斯、阿里斯托馬科斯、特墨諾斯、刻索斯、馬戎、特斯提俄斯、阿庫斯、阿里斯托米達斯、卡拉諾斯、科伊諾斯、提里馬斯、佩爾狄卡斯、腓力、阿厄洛波斯、阿爾刻塔斯、阿敏塔斯、波克洛斯、墨勒阿格洛斯、阿耳西諾厄;阿耳西諾厄與拉戈斯生得又名索特爾的托勒密,他與貝勒尼刻生得托勒密腓拉德爾甫斯,他與阿耳西諾厄生得托勒密歐厄爾革忒斯,他與在古利奈作王的馬伽斯之女貝勒尼刻生得托勒密腓羅帕托耳。如此,在亞歷山大作王者與戴奧尼索斯的親屬關係便是這樣。因此在戴奧尼索斯族中也登記了若干區:阿爾泰族取自戴奧尼索斯之妻、特斯提俄斯之女阿爾泰亞;伊阿尼拉族取自戴奧尼索斯與阿爾泰亞之女、赫拉克勒斯之妻伊阿尼拉。因此他們中間的諸區也各有名稱:阿里阿德涅族取自彌諾斯之女、戴奧尼索斯之妻、愛父之女阿里阿德涅,她以船尾的形狀與戴奧尼索斯結合;特斯提族取自阿爾泰亞之父特斯提俄斯;托阿斯族取自戴奧尼索斯之子托阿斯;斯塔費洛斯族取自戴奧尼索斯之子斯塔費洛斯;歐埃諾斯族取自戴奧尼索斯之子歐諾斯;馬戎族取自阿里阿德涅與戴奧尼索斯之子馬戎;因為這些都是戴奧尼索斯的兒子。此外還有許多別的名稱,至今仍存:那從赫拉克勒斯而稱為赫拉克勒斯子孫的,從阿波羅而稱為阿波羅尼達與阿波羅尼俄的,從波塞冬而稱為波塞冬尼俄的;又從宙斯而稱為狄俄伊與狄俄革奈的。
But why should I recount the myths of the Greeks -- of Pluto reigning over darkness, and Poseidon diving beneath the sea, and embracing Melanippe and begetting a man-eating son; or all that the writers have dramatized concerning the children of Zeus? And that these were born men and not gods, they themselves recount their lineage. And Aristophanes the comic poet, in the play entitled The Birds, undertaking to treat of the making of the world, said that at the first the constitution of the world was an egg, saying: 'First of all black-winged Night brought forth a wind-egg.' But Satyrus too, recording the demes of the Alexandrians, beginning from Philopator who was also called Ptolemy, declares that of him Dionysus was the founding ancestor. Wherefore Ptolemy also established the Dionysian tribe as the first. Satyrus then says thus: that of Dionysus and Althaea the daughter of Thestius was born Deianeira, and of her and Heracles the son of Zeus, I suppose, Hyllus, and of him Cleodemus, and of him Aristomachus, and of him Temenus, and of him Ceisus, and of him Maron, and of him Thestius, and of him Acous, and of him Aristomidas, and of him Caranus, and of him Coenus, and of him Tyrimmas, and of him Perdiccas, and of him Philip, and of him Aeropus, and of him Alcetas, and of him Amyntas, and of him Bocrus, and of him Meleager, and of him Arsinoe, and of her and Lagus, Ptolemy also called Soter, and of him and Berenice, Ptolemy Philadelphus, and of him and Arsinoe, Ptolemy Euergetes, and of him and Berenice the daughter of Magas who reigned in Cyrene, Ptolemy Philopator. The kinship, then, of those who reigned in Alexandria with Dionysus is contained thus. Whence also in the Dionysian tribe demes have been registered: the Altheis from Althaea who became the wife of Dionysus, daughter of Thestius; the Deianeiris from Deianeira, daughter of Dionysus and Althaea, and wife of Heracles. Whence also the demes among them have their appellations: the Ariadnis from Ariadne the daughter of Minos, wife of Dionysus, a father-loving daughter, who united with Dionysus in the form of a ship's stern; the Thestis from Thestius the father of Althaea; the Thoantis from Thoas son of Dionysus; the Staphylis from Staphylus son of Dionysus; the Euaenis from Eunoos son of Dionysus; the Maronis from Maron son of Ariadne and Dionysus; for all these were sons of Dionysus. And there are many other appellations as well, which exist down to this day: those called Heracleidae from Heracles, and Apollonidae and Apollonii from Apollo, and Poseidonii from Poseidon; and from Zeus, the Dioi and Diogenae.
2:8
Καὶ τί μοι τὸ λοιπὸν τὸ πλῆθος τῶν τοιούτων ὀνομασιῶν καὶ γενεαλογιῶν καταλέγειν; ὥστε κατὰ πάντα τρόπον ἐμπαίζονται οἱ συγγραφεῖς πάντες καὶ ποιηταὶ καὶ φιλόσοφοι λεγόμενοι· ἔτι μὴν καὶ οἱ προσέχοντες αὐτοῖς. μύθους γὰρ μᾶλλον καὶ μωρίας συνέταξαν περὶ τῶν κατ αὐτοὺς θεῶν. οὐ γὰρ ἀπέδειξαν αὐτοὺς θεοὺς, ἀλλὰ ἀνθρώπους, οὓς μὲν μεθύσους, ἑτέρους πόρνους καὶ φονεῖς. ἀλλὰ καὶ περὶ τῆς κοσμογονίας, ἀσύμφωνα ἀλλήλοις καὶ φαῦλα ἐξεῖπον. πρῶτον μὲν ὅτι τινὲς ἀγέννητον τὸν κόσμον ἀπεφήναντο, καθὼς καὶ ἔμπροσθεν ἐδηλώσαμεν· καὶ οἱ μὲν ἀγέννητον αὐτὸν καὶ ἀϊδίαν φύσιν φάσκοντες, οὐκ ἀκόλουθα εἶπον τοῖς γενητὸν αὐτὸν δογματίσασιν. εἰκασμῷ γὰρ ταῦτα καὶ ἀνθρωπίνῃ ἐννοίᾳ ἐφθέγξαντο, καὶ οὐ κατὰ ἀλήθειαν. ἕτεροιδ αὖ εἶπον πρόνοιαν εἶναι, καὶ τὰ τούτων δόγματα ἀνέλυσαν. Ἄρατος μὲν οὖν φησιν· Ἐκ Διὸς ἀρχώμεσθα, τὸν οὐδέποτ ἄνδρες ἐῶμεν Ἄῤῥητον· μεσταὶ δὲ Διὸς πᾶσαι μὲν ἀγυιαὶ, Πᾶσαιδ ἀνθρώπων ἀγοραὶ, μεστὴ δὲ θάλασσα, Καὶ λιμένες, πάντη δὲ Διὸς κεχρήμεθα πάντες. Τοῦ γὰρ καὶ γένος ἐσμέν. ὁδ ἤπιος ἀνθρώποισι Δέξια σημαίνει· λαοὺςδ ἐπὶ ἔργον ἐγείρει, Μιμνήσκων βιότοιο· λέγειδ ὅτε βῶλος ἀρίστη Βουσί τε καὶ μακέλῃσι· λέγειδ ὅτε δέξιαι ὧραι Καὶ φυτὰ γυρῶσαι, καὶ σπέρματα πάντα βαλέσθαι. τίνι οὖν πιστεύσωμεν; πότερον Ἀράτῳ τῷδε, ἢ Σοφοκλεῖ λέγοντι· πρόνοιαδ ἐστιν οὐδενὸς σαφὴς, εἰκῆ κράτιστον ζῆν ὅπως δύναιτό τις. Ὅμηρος δὲ πάλιν τούτῳ οὐ συνᾴδει· λέγει γάρ· Ζεὺςδ ἀρετὴν ἄνδρεσσιν ὀφέλλει τε μινύθει τε. καὶ Σιμωνίδης· Οὔτις ἄνευ θεῶν ἀρετὰν λάβεν, Οὐ πόλις, οὐ βροτός· Θεὸς ὁ παμμῆτις. Ἀπήμαντονδ οὐδέν ἐστιν ἐν αὐτοῖς. ὁμοίως καὶ Εὐριπίδης· οὐκ ἔστιν οὐδὲν χωρὶς ἀνθρώποις Θεοῦ. καὶ Μένανδρος· οὐκ ἄρα φροντίζει τις ἡμῶν, ἢ μόνος Θεός. καὶ πάλιν Εὐριπίδης· σῶσαι γὰρ ὁπόταν τῷ Θεῷ δοκῇ, πολλὰς προφάσεις δίδωσιν εἰς σωτηρίαν. καὶ Θέστιος· Θεοῦ θέλοντος, κἂν ἐπὶ ῥιπὸς πλέῃς, σώζῃ. καὶ τὰ τοιαῦτα μυρία εἰπόντες, ἀσύμφωνα ἑαυτοῖς ἐξεῖπον. ὁ γοῦν Σοφοκλῆς ἀπρονοησίαν λέγων ἐν ἑτέρῳ λέγει· Θεοῦ δὲ πληγὴν οὐχ ὑπερπηδᾷ βροτός. πλὴν καὶ πληθὺν εἰσήγαγον, ἢ μοναρχίαν εἶπον· καὶ πρόνοιαν εἶναι, τοῖς λέγουσιν ἀπρονοησίαν τἀνάντια εἰρήκασιν. ὅθεν Εὐριπίδης ὁμολογεῖ λέγων· σπουδάζομεν δὲ πολλ ὑπ ἐλπίδων μάτην πόνους ἔχοντες, οὐδὲν εἰδότες. καὶ μὴ θέλοντες ὁμολογοῦσι τὸ ἀληθὲς μὴ ἐπίστασθαι· ὑπὸ δαιμόνων δὲ ἐμπνευσθέντες, καὶ ὑπ αὐτῶν φυσιωθέντες,ἃ εἶπον, δι αὐτῶν εἶπον. ἤτοι γὰρ οἱ ποιηταὶ, Ὅμηρος δὴ καὶ Ἡσίοδος, ὥς φασιν, ὑπὸ μουσῶν ἐμπνευσθέντες, φαντασίᾳ καὶ πλάνῃ ἐλάλησαν, καὶ οὐ καθαρῷ πνεύματι, ἀλλὰ πλάνῳ. ἐκ τούτου δὲ σαφῶς δείκνυται, εἰ καὶ οἱ δαιμονῶντες ἐνίοτε καὶ μέχρι τοῦ δεῦρο ἐξορκίζονται κατὰ τοῦ ὀνόματος τοῦ ὄντως Θεοῦ, καὶ ὁμολογεῖ αὐτὰ τὰ πλάνα πνεύματα εἶναι δαίμονες, οἱ καὶ τότε εἰς ἐκείνους ἐνεργήσαντες· πλὴν ἐνίοτέ τινες τῇ ψυχῇ ἐκνήψαντες ἐξ αὐτῶν, εἶπον ἀκόλουθα τοῖς προφήταις, ὅπως εἴη εἰς μαρτύριον αὐτοῖς τε καὶ πᾶσιν ἀνθρώποις, περί τε Θεοῦ μοναρχίας καὶ κρίσεως, καὶ τῶν λοιπῶν ἇν ἔφασαν
我又何必再去列舉其餘眾多這類的名稱與家譜呢?這樣,那些作家在各方面都被人取笑——他們眾人,無論是所謂的詩人還是哲學家,並且連那些聽從他們的人也是如此。因為他們關於自己的神所編的乃是神話與愚拙,而非真理。因為他們並未證明這些是神,反證明是人——有些是醉漢,有些是淫亂者和兇手。並且關於宇宙的起源,他們所說的也彼此矛盾、毫無價值。首先,有些人斷言世界是非受生的,正如我們在上面所顯明的;而那些主張世界是非受生、本性永恆的人,所說的與那些主張世界是受生的人並不一致。因為他們所說的乃是出於臆測和人的揣度,而非照著真理。另有些人又說有眷顧(護理),便推翻了前者的論點。阿拉托斯說:『讓我們從宙斯起頭,人從不把他略而不提;萬街都滿了宙斯,眾人的集會也都滿了,連海與港口也滿了;我們眾人處處都需要宙斯。因為我們也是他的後裔;他恩待眾人,賜下吉兆,激勵萬民作工,提醒他們度日的生計;他告知何時土壤最宜牛耕鋤掘,又告知何時節令適宜栽種與撒種。』那麼,我們該信誰呢——是信這阿拉托斯,還是信索福克勒斯所說:『眷顧之事毫不明確,人能怎樣便隨意度日才是上策』呢?然而荷馬又不與他相合;因為他說:『宙斯使人的德行或增或減。』西摩尼得斯說:『無人能無神而得德行,城邑不能,必死之人也不能;神是運籌萬有的。在他們當中無一物不受其損益。』歐里庇得斯同樣說:『人離了神便一無所有。』米南德說:『無人顧念我們,惟有神。』歐里庇得斯又說:『因為神若看為當救,便賜下許多得救的機緣。』特斯提俄斯說:『神若願意,你即便乘著柳筏渡海,也必得救。』他們說了無數這類的話,卻又彼此矛盾。至少索福克勒斯一面說沒有眷顧,一面在別處又說:『必死之人逃不過神的擊打。』再者,他們一面引入眾多的神,一面又說有獨一的主權;他們一面說有眷顧,一面又對那些說沒有眷顧的人發出相反的話。因此歐里庇得斯承認說:『我們因著指望徒然勞苦多事,有勞碌,卻一無所知。』他們即便不情願,也承認自己不曉得真理;他們乃是受鬼魔感動、被鬼魔吹脹,所說的話是藉著鬼魔說的。因為那些詩人——荷馬與赫西俄德——照他們所說既是受繆斯感動,便是憑著幻想與謬誤說話,不是憑潔淨的靈,乃是憑迷惑的靈。由此清楚顯明:因為連那些被鬼附的人,直到今日有時還奉那真正之神的名被趕鬼,而那些迷惑的靈自己也承認是鬼魔,就是當初在那些人身上動工的同一些鬼魔。然而那些人當中有時有些人魂裡清醒過來,脫離了鬼魔,便說出與眾先知一致的話,好叫這成為向他們自己、並向眾人所作的見證,關乎神獨一的主權與審判,以及他們所宣告的其餘的事。
And why should I go on to recount the rest of the multitude of such appellations and genealogies? So that in every way the writers are made sport of -- all of them, both the so-called poets and philosophers, and moreover those who give heed to them. For they have composed myths and follies rather than truth concerning their gods. For they did not prove them to be gods, but men -- some of them drunkards, others fornicators and murderers. But also concerning the origin of the world they uttered things discordant with one another and worthless. First, that some declared the world to be unbegotten, as we have shown above; and those who asserted it to be unbegotten and of eternal nature said things not consistent with those who held it to be begotten. For they uttered these things by conjecture and human reasoning, and not according to truth. Others again said that there is providence, and they overthrew the doctrines of the former. Aratus, then, says: 'Let us begin from Zeus, whom men never leave unspoken; full of Zeus are all the streets, and all the gatherings of men, full too is the sea and the harbors; everywhere we all have need of Zeus. For we are also his offspring; and kindly to men he gives favorable signs, and rouses the peoples to work, reminding them of their livelihood; and he tells when the soil is best for oxen and for mattocks, and he tells when the seasons are right both to dig in the plants and to cast all the seeds.' In whom, then, shall we believe -- in this Aratus, or in Sophocles, who says: 'Of nothing is providence clear; it is best to live at random however one can'? But Homer again does not agree with him; for he says: 'Zeus both increases and diminishes virtue in men.' And Simonides: 'No one without the gods has taken virtue, neither city nor mortal man; God is the all-contriving. There is nothing unscathed among them.' Likewise Euripides: 'There is nothing for men apart from God.' And Menander: 'No one cares for us, save God alone.' And again Euripides: 'For when it seems good to God to save, He gives many occasions for salvation.' And Thestius: 'If God wills, even though you sail on a wicker mat, you are saved.' And having said innumerable such things, they uttered things discordant with themselves. Sophocles at least, speaking of the absence of providence, says in another place: 'But the mortal does not overleap the stroke of God.' Furthermore, they introduced a multitude of gods, yet spoke of a single sovereignty; and they spoke against those who said there is no providence, declaring that providence exists. Whence Euripides confesses, saying: 'We toil at many things in vain through hopes, having labors, yet knowing nothing.' And even unwillingly they confess that they do not know the truth; but being inspired by demons and puffed up by them, what they said, they said through them. For either the poets -- Homer indeed and Hesiod -- being inspired, as they say, by the Muses, spoke from imagination and error, and not by a pure spirit but by a deceitful one. And from this it is plainly shown, since even those possessed by demons are sometimes, down to the present day, exorcised in the name of the One who truly is God, and the deceiving spirits themselves confess that they are demons -- the same who then also worked in those men. Yet sometimes some of them, sobering up in soul, spoke things consistent with the prophets, so that it might be a testimony both to themselves and to all men concerning the sole sovereignty of God and the judgment, and the other things which they declared.
2:9
Οἱ δὲ τοῦ Θεοῦ ἄνθρωποι πνευματοφόροι πνεύματος ἁγίου, καὶ προφῆται γενόμενοι, ὑπ αὐτοῦ τοῦ Θεοῦ ἐμπνευσθέντες, καὶ σοφισθέντες, ἐγένοντο θεοδίδακτοι καὶ ὅσιοι καὶ δίκαιοι. διὸ καὶ κατηξιώθησαν τὴν ἀντιμισθίαν ταύτην λαβεῖν, ὄργανα Θεοῦ γενόμενοι, καὶ χωρήσαντες σοφίαν τὴν παρ αὐτοῦ, δι ἧς σοφίας εἶπον καὶ περὶ τῆς κτίσεως τοῦ κόσμου καὶ τῶν λοιπῶν ἁπάντων. καὶ γὰρ περὶ λοιμῶν καὶ λιμῶν καὶ πολέμων προεῖπον. καὶ οὐχ εἷς, ἢ δύο, ἀλλὰ πλείονες κατὰ χρόνους καὶ καιροὺς ἐγενήθησαν παρὰ Ἑβραίοις, ἀλλὰ καὶ παρὰ Ἕλλησι Σίβυλλα· καὶ πάντες φίλα ἀλλήλοις καὶ σύμφωνα εἰρήκασι, τά τε πρὸ αὐτῶν γεγενημένα, καὶ τὰ κατ αὐτοὺς γεγονότα, καὶ τὰ καθ ἡμᾶς νυνὶ τελειούμενα· διὸ καὶ πεπείσμεθα καὶ περὶ τῶν μελλόντων οὕτως ἔσεσθαι, καθὼς καὶ τὰ πρῶτα ἀπήρτισται
然而神的人,是承載聖靈、成為先知的,被神自己感動並賜以智慧,便成了受神教導、聖潔且公義的人。因此他們也被算為配得這賞賜,成了神的器皿,承載了從祂而來的智慧——他們藉這智慧講論了世界的創造以及其餘的一切。因為他們也豫言了瘟疫、饑荒與戰爭。並且不只一兩位,乃有許多位在不同的時候與時期興起於希伯來人中,而希臘人中也有西比拉;他們眾人所說的彼此和諧一致——無論是他們以前所發生的事、他們當代所發生的事,還是如今在我們這時代正應驗的事。因此我們對於將來的事也深信必如此成就,正如最初的事已經應驗了一樣。
But the men of God, bearers of the Holy Spirit and become prophets, being inspired and made wise by God Himself, became taught of God and holy and righteous. Wherefore they were also counted worthy to receive this reward, becoming instruments of God and containing the wisdom that is from Him -- through which wisdom they spoke both concerning the creation of the world and concerning all the rest. For they foretold also concerning pestilences and famines and wars. And not one or two, but many, arose at various times and seasons among the Hebrews, and among the Greeks too the Sibyl; and all spoke things harmonious and consistent with one another -- both the things that had come to pass before them, and the things that occurred in their own time, and the things now being fulfilled in our day. Wherefore we are also persuaded concerning the things to come that they will be so, just as the first things have been accomplished.
2:10
Καὶ πρῶτον μὲν συμφώνως ἐδίδαξαν ἡμᾶς, ὅτι ἐξ οὐκ ὄντων τὰ πάντα ἐποίησεν. οὐ γάρ τι τῷ Θεῷ συνήκμασεν· ἀλλ αὐτὸς ἑαυτοῦ τόπος ὢν, καὶ ἀνενδεὴς ὢν, καὶ ὑπάρχων πρὸ τῶν αἰώνων, ἠθέλησεν ἄνθρωπον ποιῆσαι ᾧ γνωσθῇ· τούτῳ οὖν προητοίμασε τὸν κόσμον. ὁ γὰρ γενητὸς καὶ προσδεής ἐστιν, ὁ δὲ ἀγένητος, οὐδενὸς προσδεῖται. ἔχων οὖν ὁ Θεὸς τὸν ἑαυτοῦ λόγον ἐνδιάθετον ἐν τοῖς ἰδίοις σπλάγχνοις, ἐγέννησεν αὐτὸν μετὰ τῆς ἑαυτοῦ σοφίας ἐξερευξάμενος πρὸ τῶν ὅλων. τοῦτον τὸν λόγον ἔσχεν ὑπουργὸν τῶν ὑπ αὐτοῦ γεγενημένων, καὶ δἰ αὐτοῦ τὰ πάντα πεποίηκεν. οὗτος λέγεται ἀρχὴ, ὅτι ἄρχει καὶ κυριεύει πάντων τῶν δι αὐτοῦ δεδημιουργημένων. οὗτος οὖν ὢν πνεῦμα Θεοῦ, καὶ ἀρχὴ καὶ σοφία καὶ δύναμις ὑψίστου, κατήρχετο εἰς τοὺς προφήτας, καὶ δι αὐτῶν ἐλάλει τὰ περὶ τῆς ποιήσεως τοῦ κόσμου καὶ τῶν λοιπῶν ἁπάντων. Οὐ γὰρ ἦσαν οἱ προφῆται ὅτε ὁ κόσμος ἐγίνετο· ἀλλὰ ἡ σοφία ἡ ἐν αὐτῷ οὖσα ἡ τοῦ Θεοῦ, καὶ ὁ λόγος ὁ ἅγιος αὐτοῦ ὁ ἀεὶ συμπαρὼν αὐτῷ. διὸ δὴ καὶ διὰ Σολομῶνος προφήτου οὕτω λέγει· ἡνίκα δὴ ἠτοίμασε τὸν οὐρανὸν, συμπαρήμην αὐτῷ, καὶ ὡς ἰσχυρὰ ἐποίει τὰ θεμέλια τῆς γῆς, ἤμην παρ αὐτῷ ἁρμόζουσα. Μωσῆς δὲ ὁ καὶ Σολομῶνος πρὸς πολλῶν ἐτῶν γενόμενος, μᾶλλον δὲ ὁ λόγος ὁ τοῦ Θεοῦ ὡς δι ὀργάνου δι αὐτοῦ φησίν· ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν. πρῶτον ἀρχὴν καὶ ποίησιν ὠνόμασεν· εἶθ οὕτως τὸν Θεὸν συνέστησεν. οὐ γὰρ ἀργῶς χρὴ καὶ ἐπὶ κενῷ Θεὸν ὀνομάζειν. προῄδει γὰρ ἡ θεία σοφία μέλλειν φλυαρεῖν τινὰς, καὶ πληθὺν Θεῶν ὀνομάζειν τῶν οὐκ ὄντων. ὅπως ουν ὁ τῷ ὄντι Θεὸς διὰ ἔργων νοηθῇ, καὶ ὅτι ἐν τῷ λόγῳ αὐτοῦ ὁ Θεὸς πεποίηκε τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὰ ἐν αὐτοῖς, ἔφη· ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν, εἶτα εἰπὼν τὴν ποίησιν αὐτῶν, δηλοῖ ἡμῖν· ἡ δὲ γῆ ἦν ἀόρατος καὶ ἀκατασκεύαστος καὶ σκότος ἐπάνω τῆς ἀβύσσου, καὶ πνεῦμα Θεοῦ ἐπεφέρετο ἐπάνω τοῦ ὕδατος. ταῦτα ἐν πρώτοις διδάσκει ἡ θεία γραφὴ, τρόπῳ τινι ὕλην γενητὴν, ὑπὸ τοῦ Θεοῦ γεγονυῖαν, ἀφ ἧς πεποίηκε καὶ δεδημιούργηκεν ὁ Θεὸς τὸν κόσμον
他們首先異口同聲地教導我們,神乃是從無造出萬物。因為沒有甚麼與神並存;惟有祂自己是自己的所在,一無所缺,先於萬世而存在,祂願意造人,好藉這人使自己被認識;因此祂就為這人豫先豫備了世界。因為受生的乃是有所需要的,而非受生的卻一無所缺。神既將祂自己的道內存於自己的肺腑中,便連同自己的智慧把祂生出,在萬有之先將祂發出。神以這道作祂所造萬物的執事,並藉著祂造了萬有。這道被稱為元始,因為祂統管並作主於凡藉祂所造之物。這道既是神的靈,是至高者的元始、智慧與能力,便降臨在眾先知身上,藉著他們講說關乎世界的形成以及其餘一切的事。因為世界生成的時候並沒有先知;惟有神裡面的智慧,和那常與祂同在的、祂的聖言(道)。因此祂藉所羅門先知這樣說:『祂豫備諸天的時候,我與祂同在;祂堅立地的根基時,我在祂旁邊,與祂相配合。』而摩西——他在所羅門之前許多年——或者更該說是神的道藉著他如同藉著器皿——說:『起初神造了天地。』他先提元始與創造,然後才這樣陳明神。因為人不可徒然空泛地稱說神。因為神聖的智慧豫先知道,必有些人胡言亂語,稱說一大群本不存在的神。為要叫那真正之神藉著作為被人認識,又叫人知道神是憑祂的道造了天地以及其中的萬有,他便說:『起初神造了天地』;接著他既提到天地的形成,就向我們顯明:『地是空虛混沌,淵面黑暗,神的靈運行在水面上。』這些事乃是神聖的經書起初所教導的——就是神所造的、某種受生的物質,神便用它造成並塑成了世界。
And first they taught us with one accord that God made all things out of things that were not. For nothing coexisted with God; but He, being His own place, and lacking nothing, and existing before the ages, willed to make man by whom He might be known; for this man, therefore, He prepared the world beforehand. For that which is begotten is also in need, but the unbegotten lacks nothing. Having, then, His own Word indwelling within His own bowels, God begot Him together with His own Wisdom, uttering Him forth before all things. This Word He had as the minister of the things made by Him, and through Him He made all things. He is called Beginning, because He rules and is lord over all things fashioned through Him. This Word, then, being Spirit of God, and Beginning and Wisdom and Power of the Most High, came down upon the prophets, and through them spoke the things concerning the making of the world and all the rest. For the prophets did not exist when the world came into being; but the Wisdom of God which was in Him, and His holy Word who was always present with Him, did. Therefore He speaks thus through Solomon the prophet: 'When He prepared the heaven, I was present with Him; and when He made strong the foundations of the earth, I was beside Him, fitting them together.' But Moses, who lived many years before Solomon -- or rather the Word of God speaking through him as through an instrument -- says: 'In the beginning God made the heaven and the earth.' First he named Beginning and creation, then thus he set forth God. For one ought not to name God idly and in vain. For the divine Wisdom foreknew that certain ones would talk nonsense and name a multitude of gods that do not exist. In order, then, that the One who truly is God might be understood through His works, and that God made the heaven and the earth and the things in them by His Word, he said: 'In the beginning God made the heaven and the earth'; then, having mentioned their making, he shows us: 'But the earth was invisible and unformed, and darkness was upon the deep, and the Spirit of God was borne upon the water.' These things the divine Scripture teaches at the first -- a kind of begotten matter, made by God, out of which God made and fashioned the world.
2:11
Ἀρχὴ δὲ τῆς ποιήσεως φῶς ἐστιν· ἐπειδὴ τὰ κοσμούμενα τὸ φῶς φανεροῖ. διὸ λέγει· καὶ εἶπεν ὁ θεὸς, γενηθήτω φῶς, καὶ ἐγένετο φῶς. καὶ εἶδεν ὁ Θεὸς τὸ φῶς ὅτι καλόν· δηλονότι καλὸν ἀνθρώπῳ γεγονός. καὶ διεχώρισεν ἀνὰ μέσον τοῦ φωτὸς, καὶ ἀνὰ μέσον τοῦ σκότους. καὶ ἐκάλεσεν ὁ Θεὸς τὸ φῶς ἡμέραν, καὶ τὸ σκότος ἐκάλεσε νύκτα· καὶ ἐγένετο ἑσπέρα καὶ ἐγένετο πρωῒ, ἡμέρα μία. καὶ εἶπεν ὁ Θεὸς, γενηθήτω στερέωμα ἐν μέσῳ τοῦ ὕδατος, καὶ ἔστω διαχώριζον ἀνὰ μέσον ὕδατος καὶ ὕδατος. καὶ ἐγένετο οὕτως. καὶ ἐποίησεν ὁ Θεὸς τὸ στερέωμα. καὶ διεχώρισεν ὁ Θεὸς ἀνὰ μέσον τοῦ ὕδατος, ὃ ἦν ὑποκάτω τοῦ στερεώματος, καὶ ἀνὰ μέσον τοῦ ὕδατος, τοῦ ἐπάνω τοῦ στερεώματος. καὶ ἐκάλεσεν ὁ Θεὸς τὸ στερέωμα οὐρανόν. καὶ εἶδεν ὁ Θεὸς ὅτι καλόν· καὶ ἐγένετο ἑσπέρα, καὶ ἐγένετο πρωῒ, ἡμέρα δευτέρα. καὶ εἶπεν ὁ Θεός· συναχθήτω τὸ ὕδωρ τὸ ὑποκάτω τοῦ οὐρανοῦ εἰς συναγωγὴν μίαν, καὶ ὀφθήτω ἡ ξηρά. καὶ ἐγένετο οὕτως. καὶ συνήχθη τὸ ὕδωρ τὸ ὑποκάτω τοῦ οὐρανοῦ εἰς τὰς συναγωγὰς αὐτῶν, καὶ ὤφθη ἡ ξηρά. καὶ ἐκάλεσεν ὁ Θεὸς τὴν ξηρὰν γῆν, καὶ τὰ συστήματα τῶν ὑδάτων ἐκάλεσε θαλάσσας· καὶ εἶδεν ὁ Θεὸς ὅτι καλόν. καὶ εἶπεν ὁ Θεὸς, βλαστησάτω ἡ γῆ βοτάνην χόρτου σπεῖρον σπέρμα κατὰ γένος καὶ καθ ὁμοιότητα, καὶ ξύλον κάρπιμον ποιοῦν καρπὸν, οὗ τὸ σπέρμα αὐτοῦ ἐν αὐτῷ κατὰ γένος ἐπὶ τῆς γῆς. καὶ ἐγένετο οὕτως. καὶ ἐξήνεγκεν ἡ γῆ βοτάνην χόρτου σπεῖρον σπέρμα κατὰ γένος καὶ καθ ὁμοιότητα, καὶ ξύλον κάρπιμον ποιοῦν καρπὸν, οὗ τὸ σπέρμα αὐτοῦ ἐν αὐτῷ κατὰ γένος ἐπὶ τῆς γῆς. καὶ εἶδεν ὁ Θεὸς ὅτι καλόν· καὶ ἐγένετο ἑσπέρα καὶ ἐγένετο πρωῒ, ἡμέρα τρίτη. καὶ εἶπεν ὁ Θεός· γενηθήτωσαν φωστῆρες ἐν τῷ στερεώματι τοῦ οὐρανοῦ, εἰς φαῦσιν ἐπὶ τῆς γῆς, ὥστε διαχωρίζειν ἀνὰ μέσον τῆς ἡμέρας, καὶ ἀνὰ μέσον τῆς νυκτός· καὶ ἔστωσαν εἰς σημεῖα, καὶ εἰς καιροὺς, καὶ εἰς ἡμέρας, καὶ εἰς ἐνιαυτούς· καὶ ἔστωσαν εἰς φαῦσιν ἐν τῷ στερεώματι τοῦ οὐρανοῦ, ὥστε φαίνειν ἐπὶ τῆς γῆς. καὶ ἐγένετο οὕτως. καὶ ἐποίησεν ὁ Θεὸς τοὺς δύο φωστῆρας τοὺς μεγάλους, τὸν φωστῆρα τὸν μέγαν εἰς ἀρχὰς τῆς ἡμέρας, καὶ τὸν φωστῆρα τὸν ἐλάσσω εἰς ἀρχὰς τῆς νυκτὸς, καὶ τοὺς ἀστέρας. καὶ ἔθετο αὐτοὺς ὁ Θεὸς ἐν τῷ στερεώματι τοῦ οὐρανοῦ, ὥστε φαίνειν ἐπὶ τῆς γῆς, καὶ ἄρχειν τῆς ἡμέρας καὶ τῆς νυκτὸς, καὶ διαχωρίζειν ἀνὰ μέσον τοῦ φωτὸς, καὶ ἀνὰ μέσον τοῦ σκότους. καὶ εἶδεν ὁ Θεὸς ὅτι καλόν· καὶ ἐγένετο ἑσπέρα, καὶ ἐγένετο πρωῒ, ἡμέρα τετάρτη. καὶ εἶπεν ὁ Θεός· ἐξαγαγέτω τὰ ὕδατα ἑρπετὰ ψυχῶν ζωσῶν, καὶ πετεινὰ πετόμενα ἐπὶ τῆς γῆς, κατὰ τὸ στερέωμα τοῦ οὐρανοῦ. καὶ ἐγένετο οὕτως. καὶ ἐποίησεν ὁ Θεὸς τὰ κήτη τὰ μεγάλα, καὶ πᾶσαν ψυχὴν ζώων ἑρπετῶν,ἃ ἐξήγαγε τὰ ὕδατα κατὰ γένη αὐτῶν, καὶ πᾶν πετεινὸν πτερωτὸν κατὰ γένος. καὶ εἶδεν ὁ Θεὸς ὅτι καλά. καὶ εὐλόγησεν αὐτὰ ὁ Θεὸς λέγων· αὐξάνεσθε καὶ πληθύνεσθε, καὶ πληρώσατε τὰ ὕδατα τῆς θαλάσσης· καὶ τὰ πετεινὰ πληθυνέτω ἐπὶ τῆς γῆς. καὶ ἐγένετο ἑσπέρα καὶ ἐγένετο πρωῒ, ἡμέρα πέμπτη. καὶ εἶπεν ὁ Θεὸς, ἐξαγαγέτω ἡ γῆ ψυχὴν ζῶσαν κατὰ γένος, τετράποδα καὶ ἑρπετὰ καὶ θηρία τῆς γῆς κατὰ γένος. καὶ ἐγένετο οὕτως· καὶ ἐποίησεν ὁ Θεὸς τὰ θηρία τῆς γῆς κατὰ γένος, καὶ τὰ κτήνη κατὰ γένος αὐτῶν, καὶ πάντα τὰ ἑρπετὰ κατὰ γένος. καὶ εἶδεν ὁ Θεὸς ὅτι καλά. καὶ εἶπεν ὁ Θεός· ποιήσωμεν ἄνθρωπον κατ εἰκόνα ἡμετέραν καὶ καθ ὁμοίωσιν, καὶ ἀρχέτωσαν τῶν ἰχθύων τῆς θαλάσσης, καὶ τῶν πετεινῶν τοῦ οὐρανοῦ, καὶ τῶν κτηνῶν, καὶ πάσης τῆς γῆς, καὶ πάντων τῶν ἑρπετῶν τῶν ἑρπόντων ἐπὶ τῆς γῆς. καὶ ἐποίησεν ὁ Θεὸς τὸν ἄνθρωπον· κατ εἰκόνα Θεοῦ ἐποίησεν αὐτόν· ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτούς. καὶ εὐλόγησεν αὐτοὺς ὁ Θεὸς, λέγων· αὐξάνεσθε καὶ πληθύνεσθε, καὶ πληρώσατε τὴν γῆν, καὶ κατακυριεύσατε αὐτῆς. καὶ ἄρχετε τῶν ἰχθύων τῆς θαλάσσης. καὶ τῶν πετεινῶν τοῦ οὐρανοῦ, καὶ πάντων τῶν κτηνῶν, καὶ πάσης τῆς γῆς, καὶ πάντων τῶν ἑρπετῶν τῶν ἑρπόντων ἐπὶ τῆς γῆς. καὶ εἶπεν ὁ Θεός· ἰδοὺ δέδωκα ὑμῖν πάντα χόρτον σπόριμον σπεῖρον σπέρμα, ὅ ἐστιν ἐπάνω πάσης τῆς γῆς, καὶ πᾶν ξύλον ὃ ἔχει ἐν αὐτῷ καρπὸν σπέρματος σπορίμου, ὑμῖν ἔσται εἰς βρῶσιν. καὶ πᾶσι τοῖς θηρίοις τῆς γῆς, καὶ πᾶσι τοῖς πετεινοῖς τοῦ οὐρανοῦ, καὶ παντὶ ἑρπετῷ ἕρποντι ἐπὶ τῆς γῆς, ὃ ἔχει ἐν αὐτῷ πνοὴν ζωῆς, πάντα χόρτον χλωρὸν εἰς βρῶσιν. καὶ ἐγένετο οὕτως. καὶ εἶδεν ὁ Θεὸς τὰ πάντα ὅσα ἐποίησε, καὶ ἴδου καλὰ λίαν. καὶ ἐγένετο ἑσπέρα καὶ ἐγένετο πρωῒ, ἡμέρα ἕκτη. καὶ συνετελέσθησαν ὁ οὐρανὸς καὶ ἡ γῆ, καὶ πᾶς ὁ κόσμος αὐτῶν. καὶ συνετέλεσεν ὁ Θεὸς ἐν τῇ ἡμέρᾳ τῇ ἕκτῃ τὰ ἔργα αὐτοῦ,ἃ ἐποίησε· καὶ κατέπαυσεν ἐν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ, ὧν ἐποίησε. καὶ εὐλόγησεν ὁ Θεὸς τὴν ἡμέραν τὴν ἑβδόμην, καὶ ἡγίασεν αὐτὴν, ὅτι ἐν αὐτῇ κατέπαυσεν ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ, ὧν ἤρξατο ὁ Θεὸς ποιῆσαι
創造的起始乃是光,因為光使那正被安排有序的萬物得以顯明。因此經上說:『神說,要有光,就有了光。神看光是好的』——顯然是因為它為人而生成才是好的。『神就把光暗分開了;神稱光為晝,稱暗為夜;有晚上,有早晨,這是頭一日。神說,諸水之間要有穹蒼,將水與水分開。事就這樣成了。神造出穹蒼,將穹蒼以下的水、穹蒼以上的水分開了。神稱穹蒼為天。神看著是好的;有晚上,有早晨,是第二日。神說,天下的水要聚在一處,使旱地露出來。事就這樣成了。天下的水便聚在它們所聚之處,旱地就露出來。神稱旱地為地,稱眾水所聚的為海;神看著是好的。神說,地要生出青草,就是結種子的菜蔬,各從其類、各按其樣,和結果子的樹木,果子都包著核,各從其類在地上。事就這樣成了。地便生出青草,就是結種子的菜蔬,各從其類、各按其樣,和結果子的樹木,果子都包著核,各從其類在地上。神看著是好的;有晚上,有早晨,是第三日。神說,天上的穹蒼要有光體,普照在地上,可以分晝夜,作記號,定節令、日子、年歲;要在天上的穹蒼中發光,普照在地上。事就這樣成了。神造了兩個大光,大的管晝,小的管夜,又造眾星。神把這些擺列在天的穹蒼中,普照在地上,管理晝夜,分別光暗。神看著是好的;有晚上,有早晨,是第四日。神說,水要多多滋生有生命之物,要有雀鳥在地面以上、天空的穹蒼之中飛。事就這樣成了。神造出大魚和水中所滋生各樣有生命的爬物,各從其類;又造出各樣有翅膀的飛鳥,各從其類。神看著是好的。神就賜福給牠們,說,要繁殖增多,充滿海中的水;雀鳥也要在地上增多。有晚上,有早晨,是第五日。神說,地要生出有生命之物,各從其類,牲畜、爬物、地上的野獸,各從其類。事就這樣成了;神造出地上的野獸,各從其類,牲畜各從其類,地上一切爬物各從其類。神看著是好的。神說,我們要照著我們的形像,按著我們的樣式造人,使他們管理海裡的魚、空中的鳥、牲畜、和全地、並地上所爬的一切爬物。神就造人;乃是照著神的形像造的;造男造女。神就賜福給他們,說,要繁殖增多,遍滿地面,治理這地,也要管理海裡的魚、空中的鳥、和一切牲畜、並全地、和地上所爬的一切爬物。神說,看哪,我把遍地上一切結種子的菜蔬,和一切樹上所結有核的果子,全賜給你們作食物;至於地上一切的野獸、空中一切的飛鳥、並地上所爬一切有生命氣息之物,我把一切青菜賜給牠們作食物。事就這樣成了。神看著一切所造的都甚好。有晚上,有早晨,是第六日。天地萬物都造齊了。到第六日神造完了祂所作的工,就在第七日歇了祂一切所作的工。神賜福給第七日,定為聖日,因為在這日神歇了祂創造所作的一切工。』
And the beginning of the creation is light, since light makes manifest the things that are being set in order. Wherefore it says: 'And God said, Let there be light; and there was light. And God saw the light, that it was good' -- clearly good as having come into being for man. 'And He divided between the light and the darkness; and God called the light Day, and the darkness He called Night; and there was evening and there was morning, one day. And God said, Let there be a firmament in the midst of the water, and let it divide between water and water. And it was so. And God made the firmament; and God divided between the water which was under the firmament, and the water which was above the firmament. And God called the firmament Heaven. And God saw that it was good; and there was evening and there was morning, a second day. And God said, Let the water under the heaven be gathered together into one gathering, and let the dry land appear. And it was so. And the water under the heaven was gathered into its gatherings, and the dry land appeared. And God called the dry land Earth, and the gatherings of the waters He called Seas; and God saw that it was good. And God said, Let the earth bring forth the herb of grass bearing seed according to its kind and according to its likeness, and the fruit tree bearing fruit whose seed is in it according to its kind upon the earth. And it was so. And the earth brought forth the herb of grass bearing seed according to its kind and according to its likeness, and the fruit tree bearing fruit whose seed is in it according to its kind upon the earth. And God saw that it was good; and there was evening and there was morning, a third day. And God said, Let there be luminaries in the firmament of the heaven, to give light upon the earth, so as to divide between the day and the night; and let them be for signs, and for seasons, and for days, and for years; and let them be for light in the firmament of the heaven, so as to shine upon the earth. And it was so. And God made the two great luminaries, the greater luminary for the beginnings of the day, and the lesser luminary for the beginnings of the night, and the stars. And God set them in the firmament of the heaven, so as to shine upon the earth, and to rule the day and the night, and to divide between the light and the darkness. And God saw that it was good; and there was evening and there was morning, a fourth day. And God said, Let the waters bring forth creeping things of living souls, and birds flying over the earth across the firmament of the heaven. And it was so. And God made the great sea-monsters, and every living soul of creeping things which the waters brought forth according to their kinds, and every winged bird according to its kind. And God saw that they were good. And God blessed them, saying, Increase and multiply, and fill the waters of the sea; and let the birds multiply upon the earth. And there was evening and there was morning, a fifth day. And God said, Let the earth bring forth the living soul according to its kind, four-footed beasts and creeping things and wild beasts of the earth according to their kind. And it was so; and God made the wild beasts of the earth according to their kind, and the cattle according to their kind, and all the creeping things according to their kind. And God saw that they were good. And God said, Let us make man according to our image and according to our likeness, and let them rule over the fish of the sea, and over the birds of the heaven, and over the cattle, and over all the earth, and over all the creeping things that creep upon the earth. And God made man; according to the image of God He made him; male and female He made them. And God blessed them, saying, Increase and multiply, and fill the earth, and have dominion over it, and rule over the fish of the sea, and over the birds of the heaven, and over all the cattle, and over all the earth, and over all the creeping things that creep upon the earth. And God said, Behold, I have given to you every seed-bearing herb sowing seed, which is upon all the earth, and every tree which has in it the fruit of seed for sowing -- to you it shall be for food; and to all the wild beasts of the earth, and to all the birds of the heaven, and to every creeping thing that creeps upon the earth, which has in it the breath of life, every green herb for food. And it was so. And God saw all things, whatsoever He had made, and behold, they were very good. And there was evening and there was morning, a sixth day. And the heaven and the earth were finished, and all their order. And God finished on the sixth day His works which He had made; and He rested on the seventh day from all His works which He had made. And God blessed the seventh day, and sanctified it, because in it He rested from all His works which God had begun to make.'
2:12
Τῆς μὲν οὖν Ἑξαημέρου οὐδεὶς ἀνθρώπων δυνατὸς κατ ἀξίαν τὴν ἐξήγησιν καὶ τὴν οἰκονομίαν πᾶσαν ἐξειπεῖν, οὐδὲ εἰ μυρία στόματα ἔχοι, καὶ μυρίας γλώσσας· ἀλλ οὐδὲ εἰ μυρίοις ἔτεσι βιώσει τις, ἐπιδημῶν ἐν τῷδε τῷ βίῳ, οὐδὲ οὕτως ἔσται ἱκανὸς πρὸς ταῦτα ἀξίως τι εἰπεῖν, διὰ τὸ ὑπέρβαλλον μέγεθος καὶ τὸν πλοῦτον τῆς σοφίας τοῦ Θεοῦ, τῆς οὔσης ἐν ταύτῃ τῇ προγεγραμμένῃ Ἑξαημέρῳ. πολλοὶ μὲν οὖν τῶν συγγραφέων ἐμιμήσαντο, καὶ ἠθέλησαν περὶ τούτων διήγησιν ποιήσασθαι, καίτοι λαβόντες ἐντεῦθεν τὰς ἀφορμὰς, ἤτοι περὶ κόσμου κτίσεως, ἢ περὶ φύσεως ἀνθρώπου· καὶ οὐδὲ τὸ τυχὸν ἔναυσμα ἄξιόν τι τῆς ἀληθείας ἐξεῖπον. δοκεῖ δὲ τὰ ὑπὸ τῶν φιλοσόφων ἢ συγγραφέων καὶ ποιητῶν εἰρημένα ἀξιόπιστα μὲν εἶναι, παρὰ τὸ φράσει κεκαλλωπίσθαι. μωρὸς δὲ καὶ κένος ὁ λόγος αὐτῶν δείκνυται, ὅτι πολλὴ μὲν πληθὺς τῆς φλυαρίας αὐτῶν ἐστι· τὸ τυχὸν δὲ τῆς ἀληθείας ἐν αὐτοῖς οὐχ εὑρίσκεται. καὶ γὰρ εἴ τι δοκεῖ ἀληθὲς δι αὐτῶν ἐκπεφωνῆσθαι, σύγκρασιν ἔχει τῇ πλάνῃ. καθάπερ γὰρ φάρμακόν τι δηλητήριον συγκραθὲν μέλιτι, ἢ οἴνῳ, ἢ ἑτέρῳ τινὶ, τὸ πᾶν ποιεῖ βλαβερὸν καὶ ἄχρηστον· οὕτως καὶ ἡ ἐν αὐτοῖς πολυλογία εὑρίσκεται ματαιοπονία, καὶ βλάβη μᾶλλον τοῖς πειθομένοις αὐτῇ. ἔτι μὴν καὶ περὶ τῆς ἑβδόμης ἡμέρας ἥν πάντες μὲν ἄνθρωποι ὀνομάζουσιν, οἱ δὲ πλείους ἀγνοοῦσιν, ὅτι παρ Ἑβραίοις ὃ καλεῖται σάββατον Ἑλληνιστὶ ἑρμηνεύεται ἑβδομάς· ἥτις εἰς πᾶν γένος ἀνθρώπων ὀνομάζεται μὲν, δι ἣν δὲ αἰτίαν καλοῦσιν αὐτὴν οὐκ ἐπίστανται. τὸ δὲ εἰπεῖν Ἡσίοδον τὸν ποιητὴν ἐκ χάους γεγενῆσθαι Ἔρεβον, καὶ τὴν γῆν καὶ ἔρωτα κυριεύοντα τῶν κατ αὐτόν τε Θεῶν καὶ ἀνθρώπων, μάταιον καὶ ψυχρὸν τὸ ῥῆμα αὐτοῦ, καὶ ἀλλότριον πάσης ἀληθείας δείκνυται. Θεὸν γὰρ οὐ χρὴ ὑφ ἡδονῆς νικᾷσθαι· ὅπου γε καὶ οἱ σώφρονες ἄνθρωποι ἀπέχονται πάσης αἰσχρᾶς ἡδονῆς, καὶ ἐπιθυμίας κακῆς
至於那六日創造之工(赫克薩厄默隆),沒有人能配得地把全部的講解與一切的安排陳述出來,縱使他有萬口萬舌也不能;不但如此,縱使有人活到一萬歲,寄居在今生,連這樣也不足以配得地論說這些事,因為這豫先所寫的六日之工中所含神的智慧,其偉大與豐富實在超絕。固然有許多作家曾摹仿並想要敘述這些事,雖然他們是從這裡取得發端的——或論世界的創造,或論人的本性——他們卻連一星半點配得真理的火花也說不出來。哲學家、作家和詩人所說的,似乎是可信的,無非因為言辭華美而已。然而他們的論述卻顯為愚拙空洞,因為他們的胡言極多,其中卻連一點真理也找不著。因為即便有甚麼藉著他們似乎說得真實,也摻雜了謬誤。正如某種致命的毒藥摻在蜜、或酒、或別的東西裡,便使全物變得有害無益;照樣,他們中間那多言也顯為虛妄的勞苦,反倒使那信從之人受害。再者,關於第七日,雖然眾人都稱說它,多數人卻不曉得:希伯來人所稱的安息日,在希臘文乃譯作『第七』;這名遍及各族人都被稱說,他們卻不明白為何如此稱呼。至於詩人赫西俄德所說的,從混沌生出厄瑞玻斯、地和厄洛斯,而厄洛斯轄管他所說的眾神與眾人——他這話虛妄而冷僻,顯為與一切真理相違。因為神斷不可被情慾所勝,既然連自制的人也戒絕一切可恥的情慾和邪惡的私慾。
Now of the Hexaemeron (the six days' work) no man is able to set forth worthily the full exposition and ordering, not even if he had ten thousand mouths and ten thousand tongues; nay, not even if anyone should live for ten thousand years, sojourning in this present life, not even so would he be sufficient to say anything worthily about these things, on account of the surpassing greatness and the riches of the wisdom of God which is in this aforewritten Hexaemeron. Many of the writers, indeed, have imitated and wished to give an account of these things, even though they took their starting points from here -- whether concerning the creation of the world, or concerning the nature of man -- and yet they did not utter even a chance spark worthy of the truth. The things said by the philosophers or writers and poets seem indeed to be trustworthy, on account of being adorned in their phrasing. But their discourse is shown to be foolish and empty, because there is a great multitude of their nonsense, while not even a chance bit of the truth is found in them. For even if anything seems to have been uttered as true through them, it has admixture with error. Just as some deadly drug, when mixed with honey, or wine, or some other thing, makes the whole harmful and useless, so also the much-speaking found in them is vain labor, and rather a harm to those who are persuaded by it. Moreover, concerning the seventh day, which all men name, yet most are ignorant that what among the Hebrews is called Sabbath is in Greek interpreted 'seventh'; this name is named throughout every race of men, but for what cause they call it so they do not understand. And as for the poet Hesiod's saying that from Chaos came Erebus and the earth and Eros, who lords it over both the gods and men of his account -- vain and frigid is his word, and shown to be alien to all truth. For God ought not to be overcome by pleasure, seeing that even temperate men abstain from all shameful pleasure and evil desire.
下一段 →
← 第 1 章第 3 章 →
123

新的原文誦讀上線時通知我

每次有新章節誦讀影片就寄一封信。採雙重確認,隨時可一鍵取消。