📜 Verbum · 聖言
原文誦讀聖經與教父文獻
♥ 贊助

← 回書卷目次 · 希臘教父 › 提阿非羅致奧托呂庫

提阿非羅致奧托呂庫 第 3 章 第 1/2 段

希臘文原文.19 節.部分字詞可點開查義.本章太長已分段,此段為 3:1–3:19(全章共 30 節)

← 第 2 章
下一段 →
ℹ️ 本語料沒有逐節的詞法標註。原形主要取自同語言其他書卷的逐詞標註(不是這一節的標註),少數查不到的才回頭依字形比對詞典。同形的罕見字仍可能判錯,需要精確判斷時請覆核原文與專門詞典。
ℹ️ 中英對照為本站自譯,直接譯自本頁的原文(非和合本/WEB —— 那兩者譯自馬所拉文本,與本頁底本不同)。
3:1
ΘΕΟΦΙΛΟΣ Αὐτολύκῳ χαίρειν. ἐπειδὴ οἱ συγγραφεῖς βούλονται πληθὺν βίβλων συγγράφειν πρὸς κένην δόξαν, οἱ μὲν περὶ θεῶν καὶ πολέμω ἢ χρόνων, τινὲς δὲ καὶ μύθων ἀνωφελῶν καὶ τῆς λοιπῆς ματαιοπονίας, ἧς ἤσκεις καὶ σὺ ἕως τοῦ δεῦρο, κἀκείνου μὲν τοῦ καμάτου οὐκ ὀκνεῖς ἀνεχόμενος, ἡμῖν δὲ συμβαλὼν ἔτι λῆρον ἡγῇ τυγχάνειν τὸν λόγον τῆς ἀληθείας, οἰόμενος προσφάτους καὶ νεωτερικὰς εἶναι τὰς παρ ἡμῖν γραφάς· διὸ δὴ κἀγὼ οὐκ ὀκνήσω ἀνακεφαλαιώσασθαί σοι, παρέχοντος Θεοῦ, τὴν ἀρχαιότητα τῶν παρ ἡμῖν γραμμάτων, ὑπόμνημά σοι ποιούμενος δι ὀλίγων, ὅπως μὴ ὀκνήσῃς ἐντυγχάνειν αὐτῷ· ἐπιγνῷς δὲ τῶν λοιπῶν τὴν φλυαρίαν
提奧非羅致奧托呂庫,請安。既然著作家們爲了虛空的名聲而喜歡撰寫大量的書籍——有人論神詮、戰爭或年代,有人則論無益的神話與其餘徒勞無功的事(這正是你至今仍所從事的,且對那勞苦並不退縮),然而你虛與我交談,卻仍視真理之道爲空談,以爲我們的著作是近代且新起的。因此,我也不會退縮,趖蒙神所許,爲你簡要陳述我們著作的古老,爲你作一簡短的記錄,好叫你不莫于閱讀,反能認清其餘人的荒謬。
Theophilus to Autolycus, greeting. Seeing that writers love to compose a multitude of books for the sake of empty reputation—some about gods and wars or chronologies, others about useless myths and the rest of their fruitless labor (a pursuit in which you too have been engaged until now, and from that toil you do not shrink)—yet, having fallen in with me, you still reckon the word of truth to be idle talk, supposing the writings among us to be recent and modern. Therefore I too will not hesitate, God granting it, to set forth for you in summary the antiquity of our writings, making for you a brief memorandum, so that you may not be reluctant to read it, but may come to recognize the folly of the rest.
3:2
Ἐχρῆν γὰρ τοὺς συγγράφοντας αὐτοὺς αὐτόπτας γεγενῆσθαι περὶ ὧν διαβεβαιοῦνται, ἢ ἀκριβῶς μεμαθηκέναι ὑπὸ τῶν τεθεαμένων αὐτά. τρόπῳ γάρ τινι οἱ τὰ ἄδηλα συγγράφοντες ἀέρα δέρουσι. τί γὰρ ὠφέλησεν Ὅμηρον συγγράψαι τὸν Ἰλιακὸν πόλεμον, καὶ πολλοὺς ἐξαπατῆσαι· ἢ Ἡσίοδον ὁ κατάλογος τῆς θεογονίας τῶν παρ αὐτῷ θεῶν ὀνομαζομένων, ἢ Ὀρφέα οἱ τριακόσιοι ἑξήκοντα πέντε θεοὶ, οὓς αὐτὸς ἐπὶ τέλει τοῦ βίου ἀθετεῖ, ἐν ταῖς διαθήκαις αὐτοῦ λέγων ἕνα εἶναι θεόν; τί δὲ ὠφέλησεν Ἄρατον ἡ σφαιρογραφία τοῦ κοσμικοῦ κύκλου, ἢ τοὺς τὰ ὅμοια αὐτῷ εἰπόντας, πλὴν τῆς κατ ἄνθρωπον δόξης, ἧς οὐδὲ αὐτῆς κατ ἀξίαν ἔτυχον; τί δὲ καὶ ἀληθὲς εἰρήκασιν; ἢ τί ὠφέλησεν Εὐριπίδην, καὶ Σοφοκλέα, ἢ τοὺς λοιποὺς τραγῳδιογράφους αἱ τραγῳδίαι; ἢ Μένανδρον καὶ Ἀριστοφάνην καὶ τοὺς λοιποὺς κωμικοὺς αἱ κωμῳδίαι; ἢ Ἡρόδοτον καὶ Θουκυδίδην αἱ ἱστορίαι αὐτῶν; ἢ Πυθαγόραν τὰ ἄδυτα καὶ Ἡρακλέους στῆλαι; ἢ Διογένην ἡ Κυνικὴ φιλοσοφία; ἢ Ἐπίκουρον τὸ δογματίζειν μὴ εἶναι πρόνοιαν; ἢ Ἐμπεδοκλέα τὸ διδάσκειν ἀθεότητα; ἢ Σωκράτην τὸ ὀμνύειν τὸν κύνα καὶ τὸν χῆνα καὶ τὴν πλάτανον καὶ τὸν κεραυνωθέντα Ἀσκληπιὸν, καὶ τὰ δαιμόνιαἃ ἐπεκαλεῖτο; πρὸς τί δὲ καὶ ἑκὼν ἀπέθνησκε; τίνα καὶ ὁποῖον μισθὸν μετὰ θάνατον ἀπολαβεῖν ἐλπίζων; τί δὲ ὠφέλησε Πλάτωνα ἡ κατ αὐτὸν παιδεία; ἢ τοὺς λοιποὺς φιλοσόφους τὰ δόγματα αὐτῶν; ἵνα μὴ τὸν ἀριθμὸν αὐτῶν καταλέγω πολλῶν ὄντων. ταῦτα δέ φαμεν εἰς τὸ ἐπιδεῖξαι τὴν ἀνωφελῆ καὶ ἄθεον διάνοιαν αὐτῶν
因爲著作者本應對其所斷言的事親眼見過,或從目擊者那裡準確學得;因爲那些撰寫晦昧之事的人,某種意義上不過是拍打空氣罷了。荷馬撰寫特洛伊戰爭、並欺騙了那麼多人,於他有何益處?赫西俄德列叙他所命名的諸神譜系,於他有何益?俄幾魯斯那三百六十五位神,他自己在生命終了時卻加以否定,在遺囑中說神只有一位,於他又有何益?宇宙天球的圖譜於阿拉圖斯、或那些說了類似話的人有何益,除了人間的虛名——連這虛名他們都未能名副其實地取得?他們又說了什麼真理?悲劇於歐里庇得斯、索福克勒斯及其餘悲劇詩人有何益?喜劇於米南德、阿里斯托芬及其餘喜劇詩人有何益?歷史於希羅多德與修昔底德有何益?內殿奧秘與赫拉克勒斯之柱於毕達哥拉斯有何益?犬儒哲學於第歐根尼有何益?「沒有天意摄理」的教條於伊比鳩魯有何益?傳授無神論於恩佩多克勒有何益?至於蘇格拉底,他指狗、鵝、梅桉樹及遭雷擊的阿斯克勒罔斯起誓,並呼求那些精靈,又有何益?他為何甚至甘願赴死?他指望在死後取得什麼樣的賞賜?他那套教育於柏拉圖有何益?各自的教條於其餘哲學家有何益?——我就不一一列舉了,因他們為數甚多。我們說這些,是為顯明他們思想的無益與無神。
For those who write ought to have been eyewitnesses of the things they affirm, or to have learned them accurately from those who saw them; for in a way those who write about obscure matters merely beat the air. What did it profit Homer to compose the Trojan War and to deceive so many? Or Hesiod, the catalogue of the genealogy of the gods he names? Or Orpheus, the three hundred and sixty-five gods, whom he himself rejects at the end of his life, saying in his testaments that God is one? What did the sphere-drawing of the cosmic circle profit Aratus, or those who said the like, except for human reputation—which they did not even obtain as they deserved? And what truth have they spoken? What did the tragedies profit Euripides and Sophocles or the other tragedians? Or the comedies, Menander and Aristophanes and the other comic poets? Or their histories, Herodotus and Thucydides? Or Pythagoras the inner sanctuaries and the Pillars of Heracles? Or Diogenes the Cynic philosophy? Or Epicurus the dogma that there is no providence? Or Empedocles the teaching of atheism? Or Socrates, his swearing by the dog and the goose and the plane-tree and the thunderstruck Asclepius, and the daemons he invoked? And to what end did he die willingly? What sort of reward did he hope to receive after death? What did his own education profit Plato? Or the other philosophers their doctrines?—that I may not enumerate them, for they are many. We say these things to display the unprofitable and godless character of their thought.
3:3
Δόξης γὰρ κενῆς καὶ ματαίου πάντες οὗτοι ἐρασθέντες, οὔτε αὐτοὶ τὸ ἀληθὲς ἔγνωσαν, οὔτε μὴν ἄλλους ἐπὶ τὴν ἀλήθειαν προετρέψαντο. καὶ γὰρἃ ἔφασαν αὐτὰ ἐλέγχει αὐτοὺς, ᾗ ἀσύμφωνα εἰρήκασι· καὶ τὰ ἴδια δόγματα οἱ πλείους αὐτῶν κατέλυσαν. οὐ γὰρ ἀλλήλους μόνον ἀνέτρεψαν, ἀλλ ἤδη τινὲς καὶ τὰ ἑαυτῶν δόγματα ἄκυρα ἐποίησαν, ὥστε ἡ δόξα αὐτῶν εἰς ἀτιμίαν καὶ μωρίαν ἐχώρησεν· ὑπὸ γὰρ τῶν συνετῶν καταγινώσκονται. ἤτοι γὰρ περὶ θεῶν ἔφασαν, καὶ αὐτοὶ ὕστερον ἀθεότητα ἐδίδαξαν· ἢ εἰ καὶ περὶ κόσμου γενέσεως, ἔσχατον αὐτοματισμὸν εἶπον εἶναι τῶν πάντων. ἀλλὰ καὶ περὶ προνοίας λέγοντες, πάλιν ἀπρονόητον εἶναι κόσμον ἐδογμάτισαν. τίδ οὐχὶ καὶ περὶ σεμνότητος πειρώμενοι γράφειν, ἀσελγείας καὶ πορνείας καὶ μοιχείας ἐδίδαξαν ἐπιτελεῖσθαι, ἔτι μὴν καὶ τὰς στυγητὰς ἀῤῥητοποιΐας εἰσηγήσαντο. καὶ πρώτους γε τοὺς θεοὺς αὐτῶν κηρύσσουσιν ἐν ἀῤῥήτοις μίξεσι συγγίνεσθαι, ἔν τε ἀθέσμοις βρώσεσι. τίς γὰρ οὐκ ᾄδει Κρόνον τεκνοφάγον· Δία δὲ τὸν παῖδα αὐτοῦ τὴν Μῆτιν καταπίνειν, καὶ δεῖπνα μιαρὰ τοῖς θεοῖς ἑτοιμάζειν· ἔνθα καὶ χωλὸν Ἠφαιστόν τινα χαλκέα φασὶ διακονεῖν αὐτοῖς. τήν τε Ἥραν ἰδίαν ἀδελφὴν μὴ μόνον τὸν Δία γαμεῖν, ἀλλὰ καὶ διὰ στόματος ἀνάγνου ἀῤῥητοποιεῖν. τάς τε λοιπὰς περὶ αὐτοῦ πράξεις, ὁπόσας ᾄδουσιν οἱ ποιηταὶ, εἰκὸς ἐπίστασαι. τί μοι λοιπὸν καταλέγειν τὰ περὶ Ποσειδῶνος, καὶ Ἀπόλλωνος, ἢ Διονύσου, καὶ Ἡρακλέους, Ἀθηνᾶς τῆς φιλοκόλπου, καὶ Ἀφροδίτης τῆς ἀναισχύντου, ἀκριβέστερον πεποιηκότων ἡμῶν ἐν ἑτέρῳ τὸν περὶ αὐτῶν λόγον
因為這些人都迷戀虛空虛妄的名聲,既不自己認識真理,也不勸人趨向真理。且他們所說的話本身就定他們的罪,因彼此矛盾;他們大多數人甚至推翻了自己的教條。他們不只互相駁斐,有些人甚至使自己的教條作廢,以致他們的名聲陵遲為可恻與愚拙;因為他們被明智的人所定罪。或者他們論神,後來自己卻教導無神論;或者論世界的起源,最後卻說萬物皆出於偺然。他們論及天意摄理時,又反者教說世界並無天意摄理。甚至當他們試著撰寫高尚之事時,卻教人行浫亂、淫行與姦淫;不僅如此,他們還引進了可憎、不可言說的邐齒勾當。他們首先宣揚自己的神明在不可言說的交合與不法的酒宴中行浫。誰人不歌詠吞食子女的克羅諾斯?誰人不歌詠他兒子嬙斯吞下美提斯,並爲諸神預備了污穢的筵席——据說那裡有個跛足的鐵匠赫謜斯托伺候他們?又說嬙斯娶了自己的姉妹赫拉,不僅如此,還以不潔的口行不可言說之事?至於他其餘的作為,詩人們歌詠了那麼多,你想必都知道。我何必再列舉關於波塞冬、阿波羅、狄奥尼索斯、赫拉克勒斯、貝恋胸懷的雅典娜以及無恻的阿芕羅狄蒂之事呢?因為我們在別處已更精確地講述了關於他們的記述。
For all these, enamored of empty and vain reputation, neither knew the truth themselves nor urged others toward the truth. Indeed the very things they said convict them, since they spoke at variance with one another; and most of them overthrew their own doctrines. For they not only contradicted one another, but some even rendered their own teachings void, so that their reputation has come to dishonor and folly; for they are condemned by the discerning. Either they spoke about gods, and then themselves later taught atheism; or, if they spoke about the origin of the world, in the end they declared that all things came to be by chance. And again, speaking of providence, they then dogmatized that the world is governed without providence. Why, even while attempting to write about decency, they taught that licentiousness and fornication and adultery should be practiced; nay, they even introduced abominable, unspeakable deeds. And first of all they proclaim that their own gods consorted in unspeakable unions and in unlawful feasts. For who does not sing of Cronus the child-devourer; and of Zeus his son swallowing Metis, and preparing defiled banquets for the gods—where they say a certain lame smith, Hephaestus, served them? And that Zeus married Hera his own sister, and not only that, but with a polluted mouth committed unspeakable acts? And the rest of his deeds, as many as the poets sing, you doubtless know. Why should I go on recounting the matters concerning Poseidon and Apollo, or Dionysus and Heracles, of bosom-loving Athena and shameless Aphrodite, since we have treated the account of them more accurately elsewhere?
3:4
Οὐδὲ γὰρ ἐχρῆν ἡμᾶς ταῦτα ἀνασκευάζειν, εἰ μὴ ὅτι σὲ θεωρῶ νυνὶ διστάζοντα περὶ τὸν λόγον τῆς ἀληθείας. φρόνιμος γὰρ ὢν ἡδέως μωρῶν ἀνέχῃ. ἐπείτοι οὐκ ἂν ἐκινήθης ὑπὸ ἀνοήτων ἀνθρώπων κενοῖς λόγοις ἀπάγεσθαι, καὶ φήμῃ πείθεσθαι προκατεσχηκυίῃ, στομάτων ἀθέων ψευδῶς συκοφαντούντων ἡμᾶς, τοὺς θεοσεβεῖς καὶ Χριστιανοὺς καλουμένους, φασκόντων ὡς κοινὰς ἁπάντων οὔσας τὰς γυναῖκας ἡμῶν, καὶ διαφόρῳ μίξει ξυνόντας, ἔτι μὴν καὶ ταῖς ἰδίαις ἀδελφαῖς συμμίγνυσθαι, καὶ τὸ ἀθεώτατον καὶ ὠμότατον, πασῶν σαρκῶν ἀνθρωπίνων ἐφάπτεσθαι ἡμᾶς. ἀλλὰ καὶ ὡς προσφάτου ὁδεύοντος τοῦ καθ ἡμᾶς λόγου, καὶ μηδὲν ἔχειν ἡμᾶς λέγειν εἰς ἀπόδειξιν ἀληθείας τῆς καθ ἡμᾶς, καὶ διδασκαλίας· μωρίαν δὲ εἶναι τὸν λόγον ἡμῶν φασίν. ἐγὼ μὲν οὖν θαυμάζω μάλιστα ἐπὶ σοὶ, ὃς ἐν μὲν τοῖς λοιποῖς γενόμενος σπουδαῖος, καὶ ἐκζητητὴς ἁπάντων πραγμάτων, ἀμελέστερον ἡμῶν ἀκούεις. εἰ γάρ σοι δυνατὸν, καὶ νύκτωρ οὐκ ὤκνεις διατρίβειν ἐν ταῖς βιβλιοθήκαις
若不是我看見你如今對真理之道犹豫不決,本不必反駁這些。因你生性精明,所以樂意容忍愚人。不然你不至於被無知之人以空話引入歧途,也不至於輕信那早已流傳的謠言——那些無神之口誣謗我們這些被稱為敬神者、基督徒的謠言,說我們的妻子為衆人所共有,說我們雜交,甚至說我們與自己的姉妹同寢;而最爲無神、最爲野踠的,是說我們吞食各種人肉。此外他們還說我們的教義不過是最近才走的新路,說我們拿不出什麼來證明我們的真理與教訓,反說我們的道是愚拙。我最為你驚訝,因你在其餘一切事上都勤勉不恢、凡事探究,唯獨聽我們說話時卻比較疏忽。因為若能力可及,你甚至不惜連夜浸泡在藏書館中。
Nor indeed would it have been necessary for us to refute these things, were it not that I see you now wavering concerning the word of truth. For being prudent, you gladly bear with fools. Otherwise you would not have been moved to be led astray by senseless men with empty words, nor to give credence to a rumor already prevailing—the rumor of godless mouths falsely slandering us, who are called God-fearing and Christians, asserting that our wives are common to all, that we have promiscuous intercourse, and even that we lie with our own sisters; and, most godless and savage of all, that we partake of all kinds of human flesh. Moreover, they say that our doctrine is but a recent road, and that we have nothing to offer in proof of our truth and teaching, but that our word is folly. Now I marvel greatly at you, who in all other matters have been diligent and a searcher of all things, yet listen to us rather carelessly. For if it were possible for you, you would not shrink even from spending the night in the libraries.
3:5
Ἐπειδὴ οὖν πολλὰ ἀνέγνως, τί σοι ἔδοξε τὰ Ζήνωνος, ἢ τὰ Διογένους, καὶ Κλεάνθους, ὁπόσα περιέχουσιν αἱ βίβλοι αὐτῶν, διδάσκουσαι ἀνθρωποβορίας, πατέρας μὲν ἀπὸ ἰδίων τέκνων ἕψεσθαι καὶ βιβρώσκεσθαι, καὶ εἴ τις οὐ βούλοιτο ἢ μέλος τι τῆς μυσερᾶς τροφῆς ἀποῤῥίψειεν, αὐτὸν κατεσθίεσθαι τὸν μὴ φάγοντα. πρὸς τούτοις ἀθεωτέρα τις φωνὴ εὑρίσκεται, ἡ τοῦ Διογένους, διδάσκοντος τὰ τέκνα τοὺς ἑαυτῶν γονεῖς εἰς θυσίαν ἄγειν, καὶ τούτους κατεσθίειν. τίδ οὐχὶ καὶ Ἡρόδοτος ὁ ἱστοριογράφος μυθεύει τὸν Καμβύσην τὰ τοῦ Ἁρπάγου τέκνα σφάξαντα καὶ ἑψήσαντα παρατεθεικέναι τῷ πατρὶ βοράν. ἔτι δὲ καὶ παρὰ Ἰνδοῖς μυθεύει κατεσθίεσθαι τοὺς πατέρας ὑπὸ τῶν ἰδίων τέκνων. ὦ τῆς ἀθέου διδασκαλίας τῶν τὰ τοιαῦτα ἀναγραψάντων, μᾶλλον δὲ διδαξάντων· ὦ τῆς ἀσεβείας καὶ ἀθεότητος αὐτῶν· ὦ τῆς διανοίας τῶν οὕτως ἀκριβῶς φιλοσοφησάντων καὶ φιλοσοφίαν ἐπαγγελλομένων. οἱ γὰρ ταῦτα δογματίσαντες τὸν κόσμον ἀσεβείας ἐνέπλησαν
那麼,既然你讀了那麼多,你對苝諾、或狄奥尼索斯與克利安特斯的著作有何看法——那些書中所含、教人食人的話:說父親應被自己的子女燉煮吃掉,且若有人不願意,或拋棄了那可憎食物的某部分,那不吃的人自己就該被吃掉?除這些之外,還有一句更爲無神的話,即狄奥尼索斯所說的,他教子女把自己的父母拿去獻祭,並吞吃他們。歷史家希羅多德不也記載,康比西斯將哈帕古斯的子女宰殺燉煮,置於其父面前作為食物?他又記載,在印度人中,父親被自己的子女吞吃。哀哉,那些記載——不,毋寧說教導——這種事的人,其教訓何等無神!他們的不敬與無神何等可怙!那些自認哲理精確、且以哲學自評的人,其心思何等可怙!因為那些提倡此類教條的人,使世界充滿了不敬。
Since, then, you have read much, what did you make of the writings of Zeno, or of Diogenes and Cleanthes—all that their books contain, teaching cannibalism: that fathers should be cooked and devoured by their own children, and that if anyone should refuse, or cast away some portion of the loathsome food, he himself who did not eat should be eaten? Besides these, a still more godless saying is found, that of Diogenes, who teaches children to bring their own parents to sacrifice and to devour them. And does not Herodotus the historian relate that Cambyses, having slaughtered and boiled the children of Harpagus, set them before their father as food? He also tells that among the Indians fathers are devoured by their own children. O the godless teaching of those who recorded such things—nay rather, who taught them! O their impiety and atheism! O the mind of those who philosophized so precisely and professed philosophy! For those who dogmatized such things filled the world with impiety.
3:6
Καὶ γὰρ περὶ ἀθέσμου πράξεως σχέδον πᾶσι συμπεφώνηκε, τοῖς περὶ τὸν χόρον τῆς φιλοσοφίας πεπλανημένοις. καὶ πρῶτός γε Πλάτων, ὁ δοκῶν ἐν αὐτοῖς σεμνότερον πεφιλοσοφηκέναι, διαῤῥήδην ἐν τῇ πρώτῃ βίβλῳ τῶν πολιτειῶν ἐπιγραφομένῃ, τρόπῳ τινὶ νομοθετεῖ εἶναι κοινὰς ἁπάντων τὰς γυναῖκας, χρώμενος παραδείγματι τῷ Διὸς, καὶ Κρητῶν νομοθέτῃ, ὅπως διὰ προφάσεως παιδοποιΐα πολλὴ γίνηται ἐκ τῶν τοιούτων, καὶ ὡς δῆθεν τοὺς λυπουμένους διὰ τοιούτων ὁμιλιῶν χρὴ παραμυθεῖσθαι. Ἐπίκουρος δὲ καὶ αὐτὸς σὺν τῷ ἀθεότητα διδάσκειν, συμβουλεύει καὶ μητράσι καὶ ἀδελφαῖς συμμίγνυσθαι, καὶ πέρα τῶν νόμων τῶν τοῦτο κωλυόντων· ὁ γὰρ Σόλων καὶ περὶ τούτου σαφῶς ἐνομοθέτησεν, ὅπως ἑκ τοῦ γήμαντος οἱ παῖδες νομίμως γίνωνται, πρὸς τὸ μὴ ἐκ μοιχείας τοὺς γεννωμένους εἶναι, ἵνα μὴ τὸν οὐκ ὄντα πατέρα τιμήσῃ τις ὡς πατέρα, ἢ τὸν ὄντως πατέρα ἀτιμάσῃ τις, ἀγνοῶν ὡς μὴ πατέρα. ὁπόσα τε οἱ λοιποὶ νόμοι κωλύουσι Ῥωμαίων τε καὶ Ἑλλήνων τὰ τοιαῦτα πράσσεσθαι. πρὸς τί οὖν Ἐπίκουρος καὶ οἱ Στωϊκοὶ δογματίζουσιν ἀδελφοκοιτίας καὶ ἀῤῥενοβασίας ἐπιτελεῖσθαι, ἐξ ὧν διδασκαλιῶν μεστὰς βιβλιοθήκας πεποιήκασιν, εἰς τὸ ἐκ παίδων μανθάνειν τὴν ἄθεσμον κοινωνίαν; καὶ τί μοι λοιπὸν κατατρίβεσθαι περὶ αὐτῶν, ὅπου γε καὶ περὶ τῶν θεῶν παρ αὐτοῖς λεγομένων τὰ ὅμοια κατηγγέλκασι
事實上,關於不法的行為,凡在哲學那一隊伍中迷失的人,幾乎都意見一致。首先是柏拉圖——他在他們中間被視為哲理較高尚者——在名為《理想國》的著作首卷中,明白地以某種方式立法,主張婦女應為衆人所共有,以嬙斯及克里特的立法者為例,好叫這種行為可藉口多生育,並讓悲傷的人藉此交合得藉慰藉。伊比鳩魯自己也是如此,除了教導無神論外,還勸人與母親及姉妹同寢,甚至違背那些禁止此事的法律。因為梭倫就此事明確立法,要人由所娶的妻子合法生育子女,使所生的不出於姦淫,免得有人把不是他父親的人當作父親尊敬,或把真正的父親加以輕視,因不知他是自己的父親。羅馬人與希臘人其餘的法律也同樣禁止行這類事。那麼,伊比鳩魯與斯多董學派為何提倡人行亂倫與雞姦,並以這類教訓填滿了藏書館,使人從幼年就學習不法的交合?我又何必再在他們身上耗費時間呢,既然他們連關於自己所說的神也宣揚了同樣的事?
Indeed, concerning unlawful conduct nearly all who have gone astray in the chorus of philosophy are agreed. And first of all Plato, who is thought among them to have philosophized more nobly, in the first book of the work entitled the Republic expressly legislates, after a fashion, that women should be common to all, using as his example Zeus and the lawgiver of the Cretans, so that under this pretext abundant child-bearing might result from such practices, and that the grieving should be consoled by such intercourse. Epicurus too, along with teaching atheism, counsels men to consort with mothers and sisters, contrary even to the laws that forbid this. For Solon legislated clearly on this matter, that children should be begotten lawfully of one's wedded wife, so that those born might not be from adultery—lest one honor as a father someone who is not his father, or dishonor one who is truly his father, not knowing him to be his father. So too do all the other laws of the Romans and Greeks forbid such things to be done. To what end, then, do Epicurus and the Stoics dogmatize that incest with sisters and sodomy with males should be practiced, by which teachings they have filled the libraries, so that from childhood men may learn unlawful intercourse? And why need I waste further time on them, since concerning the very gods they speak of they have proclaimed the like?
3:7
Θεοὺς γὰρ φήσαντες εἶναι, πάλιν εἰς οὐδὲν αὐτοὺς ἡγήσαντο. οἱ μὲν γὰρ ἐξ ἀτόμων αὐτοὺς ἔφασαν συνεστάναι. οἱ δὲ αὖ χωρεῖν εἰς ἀτόμους, καὶ μηδὲν πλεῖον ἀνθρώπων δύνασθαι τοὺς θεούς φασι. Πλάτων δὲ θεοὺς εἰπὼν εἶναι, ὑλικοὺς αὐτοὺς βούλεται συνιστᾷν. Πυθαγόρας δὲ τοσαῦτα μοχθήσας περὶ θεῶν, καὶ τὴν ἄνω κάτω πορείαν ποιησάμενος, ἔσχατον ὁρίζει φύσιν, καὶ αὐτοματισμὸν εἶναί φησι τῶν πάντων, καὶ θεοὺς ἀνθρώπων μηδὲν φροντίζειν. ὁπόσα τε Κλιτόμαχος ὁ Ἀκαδημαϊκὸς περὶ ἀθεότητος εἰσηγήσατο. τίδ οὐχὶ καὶ Κριτίας, καὶ Πρωταγόρας ὁ Ἀβδηρίτης λέγων· εἴτε γὰρ εἰσὶ θεοὶ, οὐ δύναμαι περὶ αὐτῶν λέγειν, οὔτε ὁποῖοί εἰσι δηλῶσαι. πολλὰ γάρ ἐστι τὰ κωλύοντά με. τὰ γὰρ περὶ Εὐημέρου τοῦ ἀθεωτάτου περισσὸν ἡμῖν καὶ λέγειν. πολλὰ γὰρ περὶ θεῶν τολμήσας φθέγξασθαι, ἔσχατον καὶ τὸ ἐξόλου μὴ εἶναι θεοὺς, ἀλλὰ τὰ πάντα αὐτοματισμῷ διοικεῖσθαι βούλεται. Πλάτων δὲ ὁ τοσαῦτα εἰπὼν περὶ μοναρχίας Θεοῦ καὶ ψυχῆς ἀνθρώπου, φάσκων ἀθάνατον εἶναι τὴν ψυχὴν, οὐκ αὐτὸς ὕστερον εὑρίσκεται ἐναντία ἑαυτῷ λέγων, τὰς μὲν ψυχὰς μετέρχεσθαι εἰς ἑτέρους ἀνθρώπους, ἐνίων δὲ καὶ εἰς ἄλογα ζῶα χωρεῖν; πῶς οὐ δεινὸν καὶ ἀθέμιτον δόγμα αὐτοῦ τοῖς γε νοῦν ἔχουσι φανήσεται, ἵνα ὅ ποτε ἄνθρωπος πάλιν ἔσται λύκος, ἢ κύων, ἢ ὄνος, ἢ ἄλλο τι ἄλογον κτῆνος; τούτῳ ἀκόλουθα καὶ Πυθαγόρας εὑρίσκεται φλυαρῶν, πρὸς τῷ καὶ πρόνοιαν ἐκκόπτειν. τίνι οὖν αὐτῶν πιστεύσωμεν; Φιλήμονι τῷ κωμικῷ λέγοντι· Οἱ γὰρ Θεὸν σέβοντες ἐλπίδας καλὰς Ἔχουσιν εἰς σωτηρίαν. ἢ οἷς προειρήκαμεν Εὐημέρῳ καὶ Ἐπικούρῳ καὶ Πυθαγόρᾳ, καὶ τοῖς λοιποῖς ἀρνουμένοις εἶναι θεοσέβειαν, καὶ πρόνοιαν ἀναιροῦσιν; περὶ μὲν οὖν Θεοῦ καὶ προνοίας Ἀρίστων ἔφη· Θάρσει, βοηθεῖν πᾶσι τοῖσιν ἀξίοις Εἴωθεν ὁ Θεός· τοῖς δὲ τοιούτοις σφόδρα. Εἰ μὴ πάρεσται προεδρία τις κειμένη Τοῖς ζῶσιν ὡς δεῖ, τί πλέον ἐστὶν εὐσεβεῖν; Εἴη γὰρ οὕτως, ἀλλὰ καὶ λίαν ὁρῶ Τοὺς εὐσεβῶς μὲν ἑλομένους διεξάγειν, Πράττοντας ἀτόπως· τοὺς δὲ μηδὲν ἕτερον ἢ Τὸ λυσιτελὲς καὶ τὸ κατ αὐτοὺς μόνον Ἐντιμοτέραν ἔχοντας ἡμῶν διάθεσιν Ἐπὶ τοῦ πάροντος. ἀλλὰ δεῖ πόῤῥω βλέπειν Καὶ τὴν ἁπάντων ἀναμένειν καταστροφήν. Οὐχ ὃν τρόπον γὰρ παρ ἐνίοις ἴσχυκέ τις Δόξα κακοήθης τῷ βίῳτ ἀνωφελὴς, Φορά τίς ἐστ αὐτόματος,ἣ βραβεύεται Ὡς ἔτυχε πάντα. ταῦτα γὰρ κρίνουσ ἔχειν Ἐφόδια πρὸς τὸν ἴδιον οἱ φαῦλοι τρόπον. Ἔστιν δὲ καὶ τοῖς ζῶσιν ὁσίως προεδρία, Καὶ τοῖς πονηροῖς ὡς προσῆκ ἐπιτιμία. Χωρὶς προνοίας γίνεται γὰρ οὐδὲ ἕν. ὁπόσα τε καὶ ἄλλοι, καὶ σχέδον γε οἱ πλείους εἶπον περὶ Θεοῦ καὶ προνοίας, ὁρᾷν ἐστὶ πῶς ἀνακόλουθα ἀλλήλοις ἔφασαν. οἱ μὲν γὰρ τὸ ἐξ ὅλου Θεὸν καὶ πρόνοιαν εἶναι ἀνεῖλον· οἱδ αὖ συνέστησαν Θεὸν καὶ πάντα προνοίᾳ διοικεῖσθαι ὡμολόγησαν. τὸν οὖν συνετὸν ἀκροατὴν καὶ ἀναγινώσκοντα προσέχειν ἀκριβῶς τοῖς λεγομένοις δεῖ· καθὼς καὶ ὁ Σίμυλος ἔφη· Κοινῶς ποιητὰς ἔθος ἐστὶ καλεῖν Καὶ τοὺς περιττοὺς τῇ φύσει καὶ τοὺς καλούς. Ἔδει δὲ κρίνειν. καθάπερ καὶ ὁ Φιλήμων· Χαλεπὸν ἀκροατὴς ἀσύνετος καθημένος. Ὑπὸ γὰρ ἀνοίας οὐχ ἑαυτὸν μέμφεται. χρὴ οὖν προσέχειν, καὶ νοεῖν τὰ λεγόμενα, κριτικῶς ἐξετάζοντα τὰ ὑπὸ τῶν φιλοσόφων καὶ τῶν λοιπῶν ποιητῶν εἰρημένα
因為他們說神存在,卻又把神看作虛無。有人說神是由原子組成,又有人說神會消解為原子,且神所能的並不比人多。柏拉圖說神存在,卻要使神由物質所成。毕達哥拉斯為神勞苦了那麼多,上下周遊,最後卻以「自然」為終極,說萬物皆出於偺然,且神對人毫不關心。再看學院派的克利托馬魯斯關於無神論所提出的一切;克里提亞斯與阿布德拉的普羅泰哥拉也說:「神是否存在,我不能說;他們是什麼樣的,我也不能陳明;因為有許多事阻攔著我。」至於那最爲無神的歐麥魯斯,我們甚至不必贅言;因他敢於論神說了許多,最後卻要說根本沒有神,而萬物都由偺然所治理。柏拉圖說了那麼多關於神的唯一主權與人的靈魂,主張靈魂不朽,難道不是後來又被發現自相矛盾,說靈魂會遷徙到別人身上,有些甚至進入無理性的動物?這教條在凡有理性的人看來,豈不是可怖且不法?——說曾為人的,又要變成狼、狗、驢、或別的無理性牙獣?與此一致,毕達哥拉斯也被發現胡言亂語,並且除去了天意摄理。那麼,我們該信他們中的誰呢?是信喜劇詩人腰菱厘,他說:「敬拜神的人,對拯救抱有美好的指望」?還是信我們前面提及的歐麥魯斯、伊比鳩魯、毕達哥拉斯,以及其餘否認敬神、取消天意摄理的人?關於神與天意摄理,阿里斯頓說:「放心,神總是援助一切配得的人,尤其是這類人。但若那些按理生活的人沒有預定的優位,那敬虔又有何益?願事情如此;但我太清楚地看見,那些選擇敬虔生活的人處境畵難,而那些只顧自己利益與便利的人,眼下卻享有比我們更尊貴的地位。但人必須望得長遠,等候萬物的終局。因為事情並非如某些人所持的那種意見——一種對生命有害且無益的意見——以為有某種自動的運動隨機裁決一切。因為那些卑劣的人以為這是他們走自己那條路的糧草。然而那些虝誠度日的人有預定的優位,而惡人有相稱的懲罰。因為沒有一件事是離了天意摄理而成的。」其他人——實在幾乎是大多數人——關於神與天意摄理所說的一切,人可以看出他們彼此何等不一致。因為有人完全取消了神與天意摄理;又有人確認神、並承認萬物皆由天意摄理所治理。因此,明智的聽者與讀者必須精確留意所說的話;正如西米留斯所說:「人習慣籠統地稱一切人為詩人,無論是天豋超群者還是優秀者。但人應加以分輨。」——正如腰菱厘也說:「一個沒有悟性的聽者坐在那裡,是可悔的;因為他出於愚昋,不責備自己。」所以人必須留心並領會所說的話,批判地審查哲學家與其餘詩人所說的。
For having said that gods exist, they again reckoned them to be nothing. Some said that the gods were composed of atoms, and others again that they dissolve into atoms, and that the gods can do nothing more than men. Plato, having said gods exist, will have them composed of matter. Pythagoras, after laboring so much about the gods and journeying up and down, at last defines nature, and says that all things come about by chance, and that the gods care nothing for men. And consider all that Clitomachus the Academic introduced concerning atheism; and Critias too, and Protagoras of Abdera, who said: 'Whether gods exist I cannot say, nor of what sort they are can I declare; for many things hinder me.' As for Euhemerus the most godless of all, it is superfluous even to speak; for having dared to utter many things about the gods, in the end he will have it that gods do not exist at all, but that all things are governed by chance. And Plato, who said so much about the monarchy of God and the soul of man, asserting the soul to be immortal—is he not later found contradicting himself, saying that souls pass into other men, and some of them even into irrational animals? How will his doctrine not appear dreadful and unlawful to any who have sense, that he who was once a man should again become a wolf, or a dog, or an ass, or some other irrational beast? In line with this Pythagoras too is found babbling, besides cutting away providence. In whom, then, shall we believe? In Philemon the comic poet, who says: 'For those who worship God have good hopes of salvation'? Or in those we have already mentioned, Euhemerus and Epicurus and Pythagoras, and the rest who deny godliness and abolish providence? Now concerning God and providence Ariston said: 'Take courage; God is wont to help all who are worthy, and the like most of all. Yet if no precedence be laid up for those who live as they ought, what advantage is there in being pious? Would that it were so; but I see only too well that those who have chosen to live piously fare strangely, while those who care for nothing but their own profit and convenience hold a more honored estate than ours for the present. But one must look far ahead and await the consummation of all things. For it is not, as some have come to hold—an opinion malignant and useless to life—that there is a certain automatic motion which arbitrates all things as they chance. For the base reckon they have this for provisions toward their own way. Yet there is precedence for those who live holily, and for the wicked a fitting punishment. For nothing comes to pass without providence.' All that others, indeed nearly the majority, have said about God and providence, one may see how inconsistent with one another they spoke. For some abolished God and providence altogether; others again confirmed God and confessed that all things are governed by providence. The discerning hearer and reader, then, must attend accurately to what is said; as Simylus also said: 'It is customary to call all alike poets, both those who are extraordinary by nature and those who are good. But one ought to discriminate'—even as Philemon also said: 'A senseless hearer sitting by is a grievous thing; for through folly he does not blame himself.' One must therefore attend and understand what is said, examining critically what has been spoken by the philosophers and the rest of the poets.
3:8
Ἀρνούμενοι γὰρ θεοὺς εἶναι, πάλιν ὁμολογοῦσιν αὐτοὶ, καὶ τούτους πράξεις ἀθέσμους ἐπιτελεῖν ἔφασαν. καὶ πρώτου γε τοῦ Διὸς οἱ ποιηταὶ εὐφωνότερον ᾄδουσι τὰς χαλεπὰς πράξεις. Χρύσιππος δὲ ὁ πολλὰ φλυαρήσας, πῶς οὐχὶ εὑρίσκεται σημαίνων τὴν Ἥραν στόματι μιαρῷ συγγίνεσθαι τῷ Διΐ; τί γάρ μοι καταλέγειν τὰς ἀσελγείας τῆς μητρὸς θεῶν λεγομένης; ἢ Διὸς τοῦ Λατεαρίου διψῶντος αἵματος ἀνθρωπείου; ἢ Ἀττοῦ τοῦ ἀποκοπτομένου· ἢ ὅτι ὁ Ζεὺς ὁ καλούμενος τραγῳδὸς κατακλύσας τὴν ἑαυτοῦ χεῖρα, ὥς φασι, νῦν παρὰ Ῥωμαίοις θεὸς τιμᾶται; σιγῶ τὰ Ἀντινόου τεμένη, καὶ τὰ τῶν λοιπῶν καλουμένων θεῶν. καὶ γὰρ ἱστορούμενα τοῖς συνετοῖς καταγέλωτα φέρει. ἤτοι οὖν περὶ ἀθεότητος αὐτοὶ ὑπὸ τῶν ἰδίων δογμάτων ἐλέγχονται οἱ τὰ τοιαῦτα φιλοσοφήσαντες, ἢ καὶ περὶ πολυμιξίας καὶ ἀθέσμου κοινωνίας. ἔτι μὴν καὶ ἀνθρωποβορία παρ αὐτοῖς εὑρίσκεται, δι ὧν συνέγραψαν γραφῶν, καὶ πρώτους γε οὓς τετιμήκασι θεοὺς, ταῦτα πεπραχότας ἀναγράφουσιν
因為他們一面否認神的存在,一面又自己承認神存在,並說這些神行不法之事。首先,詩人們最動聽地歌詠嬙斯那些可怙的作為。胡言亂語那麼多的克里西波,豈不也被發現暗示赫拉以不潔的口與嬙斯交合?我何必列舉那被稱為諸神之母者的浫行?或那渴望人血的拉提亞里斯之嬙斯?或那被閹割的阿提斯?或說那被稱為悲劇演員的嬙斯,据說浹沒了自己的手,如今在羅馬人中被當作神受敬?我不言安蒂諾烏斯的神堇,以及其餘被稱為神的那些神堇。因為這些事一經記載,在明智的人看來只會招來譏笑。那麼,那些哲理出此類事的人,不是被自己的教條定了無神之罪,就是被定了雜交與不法交合之罪。此外,透過他們所撰的著作,食人之事也在他們中間被發現;且他們記載,那些被他們尊為神的,正是行這些事的人。
For while denying that gods exist, they again confess it themselves, and have said that these very gods perform unlawful deeds. And first of all, the poets sing most tunefully of the grievous deeds of Zeus. And how is Chrysippus, who babbled so much, not found indicating that Hera consorted with Zeus through a defiled mouth? Why should I recount the licentious acts of her who is called the mother of the gods, or of Zeus Latiarius thirsting for human blood, or of Attis who was castrated; or that Zeus, called the tragic actor, having inundated his own hand, as they say, is now honored as a god among the Romans? I pass over the precincts of Antinous and of the rest who are called gods. For these things, when recorded, bring ridicule to the discerning. Either, then, those who philosophized such things are convicted by their own doctrines of atheism, or of promiscuity and unlawful intercourse. Moreover, cannibalism too is found among them, through the writings they composed; and they record that the very ones they have honored as gods did these things.
3:9
Ἡμεῖς δὲ καὶ Θεὸν ὁμολογοῦμεν, ἀλλ ἕνα, τὸν κτίστην καὶ ποιητὴν καὶ δημιουργὸν τοῦδε τοῦ παντὸς, καὶ προνοίᾳ τὰ πάντα διοικεῖσθαι ἐπιστάμεθαι, ἀλλ ὑπ αὐτοῦ μόνου· καὶ νόμον ἅγιον μεμαθήκαμεν· ἀλλὰ νομοθέτην ἔχομεν τὸν ὄντως Θεὸν, ὃς διδάσκει ἡμᾶς δικαιοπραγεῖν καὶ εὐσεβεῖν καὶ καλοποιεῖν. καὶ περὶ μὲν εὐσεβείας λέγει· οὐκ ἔσονταί σοι θεοὶ ἕτεροι πλὴν ἐμοῦ. οὐ ποιήσεις σεαυτῷ εἴδωλον οὐδὲ παντὸς ὁμοίωμα, ὅσα ἐν τῷ οὐρανῷ ἄνω, ἢ ὅσα ἐν τῇ γῇ κάτω, ἢ ὅσα ἐν τοῖς ὕδασιν ὑποκάτω τῆς γῆς· οὐ προσκυνήσεις αὐτοῖς, οὐδὲ μὴ λατρεύσεις αὐτοῖς. ἐγὼ γάρ εἰμι Κύριος ὁ Θεός σου. περὶ δὲ τοῦ καλοποιεῖν ἔφη· τίμα τὸν πατέρα σοῦ, καὶ τὴν μητέρα σου, ἵνα εὖ σοι γένηται, καὶ ἵνα μακροχρόνιος ἔσῃ ἐπὶ τῆς γῆς, ἧς ἐγὼ δίδωμί σοι Κύριος ὁ Θεός. ἔτι περὶ δικαιοσύνης· οὐ μοιχεύσεις, οὐ φονεύσεις, οὐ κλέψεις, οὐ ψευδομαρτυρήσεις κατὰ τοῦ πλησίον σου μαρτυρίαν ψευδῆ, οὐκ ἐπιθυμήσεις τὴν γυναῖκα τοῦ πλησίον σου, οὐκ ἐπιθυμήσεις τὴν οἰκίαν αὐτοῦ, οὐδὲ τὸν ἀγρὸν αὐτοῦ, οὐδὲ τὸν παῖδα αὐτοῦ οὐδὲ τὴν παιδίσκην αὐτοῦ, οὐδὲ τοῦ βοὸς αὐτοῦ, οὐδὲ τοῦ ὑποζυγίου αὐτοῦ, οὐδὲ παντὸς κτήνους αὐτοῦ, οὐδὲ ὅσα ἐστὶ τῷ πλησίον σου. οὐ διαστρέψεις κρίμα πένητος ἐν κρίσει αὐτοῦ. ἀπὸ παντὸς ῥήματος ἀδίκου διαποστήσῃ. ἀθῶον καὶ δίκαιον οὐκ ἀποκτενεῖς. οὐ δικαιώσεις τὸν ἀσεβῆ. καὶ δῶρα οὐ λήψῃ. τὰ γὰρ δῶρα ἀποτυφλοῖ ὀφθαλμοὺς βλεπόντων, καὶ λυμαίνεται ῥήματα δίκαια. τούτου μὲν οὖν τοῦ θείου νόμου διάκονος γεγένηται Μωσῆς, ὁ καὶ θεράπων τοῦ Θεοῦ, παντὶ μὲν τῷ κόσμῳ, παντελῶς δὲ τοῖς Ἑβραίοις τοῖς καὶ Ἰουδαίοις καλουμένοις, οὓς κατεδούλωσεν ἀρχῆθεν βασιλεὺς Αἰγύπτου, τυγχάνοντας σπέρμα δίκαιον ἀνδρῶν θεοσεβῶν καὶ ὁσίων, Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ, ὧν ὁ Θεὸς μνησθεὶς καὶ ποιήσας θαυμάσια καὶ τέρατα διὰ Μωσέως παράδοξα, ἐῤῥύσατο αὐτοὺς, καὶ ἐξήγαγεν ἐκ τῆς Αἰγύπτου, ἀγαγὼν αὐτοὺς διὰ τῆς ἐρήμου καλουμένης· οὓς καὶ ἀπεκατέστησεν εἰς τὴν Χαναναίαν γῆν, μετέπειτα Ἰουδαίαν ἐπικληθεῖσαν, καὶ νόμον παρέθετο, καὶ ἐδίδαξεν αὐτοὺς ταῦτα. τοῦ μὲν οὖν νόμου μεγάλου καὶ θαυμασίου πρὸς πᾶσαν δικαιοσύνην ὑπάρχοντος, δέκα κεφάλαιαἃ προειρήκαμεν τοιαῦτά ἐστιν
但我們也承認神——但只有一位神,即這宇宙的創設者、造化者與匯匠;我們知道萬物都由天意摄理所治理,且唯由他獨自治理。我們也學了一部聖法;但我們有真神作立法者,他教我們行公義、敬虔、行善。關於敬虔,他說:「除了我以外,你不可有別的神。不可為自己雕刻偶像,也不可作什麼形像,彷彿上天、下地、和地底下水中的百物;不可跪拜那些像,也不可事奉它。因為我是耶和華你的神。」關於行善,他說:「當孝敬父母,使你得福,在我耶和華你神所賜你的地上得以長久。」又關於公義:「不可姦淫,不可殺人,不可偷盜,不可作假見證陷害你的鄰舍;不可貊念你鄰舍的妻子,不可貊念他的房屋、他的田地、他的僕婢、他的牛、他的驢,並他一切的牲畜,以及你鄰舍所有的。不可在訴訟中曲柉貝窮人的証。要遠避一切不義的事。不可殺無辜的和義人。不可爲惡人開脱。不可受賄豂;因為賄豂能蘇明眼人的眼,敗壞義人的話。」摩西作了這聖法的仆役,他也是神的僕人——他的仆役是為了全世界,但尤其是為了那些希伯來人(也被稱為猶太人)。埃及王自起初就奴役他們,雖然他們是敬神聖潔之人亞伯拉罕、以撒、雅各的公義后裔。神記念他們,藉摩西行了奇事與異跡,拯救了他們,領他們出埃及,領他們經過那所謂的曠野;又使他們返回迱南地(後來被稱為猶太),並頒下法來,教導他們這些事。這法既為一切公義之故是如此偉大而奇妙,我們前面所說的那十條綱領就是這樣。
But we confess God as well—yet one God, the founder and maker and craftsman of this universe; and we know that all things are governed by providence, but by Him alone. And we have learned a holy law; but we have as lawgiver the true God, who teaches us to do righteously and to be godly and to do good. And concerning godliness He says: 'You shall have no other gods besides me. You shall not make for yourself an idol, nor any likeness of anything that is in heaven above, or that is in the earth beneath, or that is in the waters under the earth; you shall not bow down to them, nor serve them; for I am the Lord your God.' And concerning doing good He said: 'Honor your father and your mother, that it may be well with you, and that you may be long-lived upon the earth which I the Lord your God give you.' Again, concerning righteousness: 'You shall not commit adultery, you shall not kill, you shall not steal, you shall not bear false witness against your neighbor; you shall not covet your neighbor's wife, you shall not covet his house, nor his field, nor his manservant, nor his maidservant, nor his ox, nor his beast of burden, nor any of his cattle, nor anything that is your neighbor's. You shall not pervert the judgment of the poor in his cause. You shall keep far from every unjust matter. The innocent and righteous you shall not slay. You shall not justify the ungodly. And you shall take no gifts; for gifts blind the eyes of those who see, and corrupt righteous words.' Now of this divine law Moses, who was also the servant of God, became the minister—for the whole world indeed, but especially for the Hebrews, also called Jews, whom the king of Egypt enslaved from the beginning, though they were the righteous seed of godly and holy men, Abraham and Isaac and Jacob, whom God remembered, and having done marvels and wonders through Moses, strange and wonderful, He rescued them and led them out of Egypt, conducting them through the wilderness, as it is called; and He restored them to the land of Canaan, afterwards called Judaea, and gave them the law, and taught them these things. The law, then, being great and wonderful for all righteousness, the ten heads which we have mentioned are such as these.
3:10
Ἐπειδὴ οὖν προσήλυτοι ἐγενήθησαν ἐν γῇ Αἰγύπτῳ, ὄντες τὸ γένος Ἑβραῖοι ἀπὸ γῆς τῆς Χαλδαϊκῆς· (κατ ἐκεῖνο καιροῦ λιμοῦ γενομένης ἀνάγκην ἔσχον μετελθεῖν εἰς Αἴγυπτον σιτίων ἐκεῖ πιπρασκομένων· ἔνθα καὶ χρόνῳ παρῴκησαν· ταῦτα δὲ αὐτοῖς συνέβη κατὰ προαναφώνησιν Θεοῦ·) παροικήσαντες οὖν ἐν Αἰγύπτῳ ἔτεσι τετρακοσίοις καὶ τριάκοντα, ἐν τῷ τὸν Μωσῆν μέλλειν ἐξάγειν αὐτοὺς εἰς τὴν ἔρημον, ὁ Θεὸς ἐδίδαξεν αὐτοὺς διὰ τοῦ νόμου λέγων· προσήλυτον οὐ θλίψετε. ὑμεῖς γὰρ οἴδατε τὴν ψυχὴν τοῦ προσηλύτου. αὐτοὶ γὰρ προσήλυτοι ἦτε ἐν τῇ γῇ Αἰγύπτῳ
那麼,既然他們作了埃及地的寄居者,按種族原是來自迱勒底地的希伯來人——(因為當時起了饑荒,他們不得不遷往有糧出售的埃及;他們在那裡寄居了一段時間;這些事臨到他們,是照著神的預先宣告)——他們在埃及寄居了四百三十年。當摩西將要領他們出去進入曠野時,神藉著律法教導他們說:「不可苦待寄居的;因為你們自己知道寄居者的心,正因你們在埃及地也作過寄居的。」
Since, then, they had become sojourners in the land of Egypt, being by race Hebrews from the land of the Chaldeans—(for at that time, a famine having arisen, they were under necessity of removing into Egypt, where grain was being sold; and there they dwelt for a time; and these things befell them according to the foreannouncement of God)—having sojourned, then, in Egypt four hundred and thirty years, when Moses was about to lead them out into the wilderness, God taught them through the law, saying: 'You shall not afflict a sojourner; for you yourselves know the soul of the sojourner, since you were sojourners in the land of Egypt.'
3:11
Τὸν μὲν οὖν νόμον τὸν ὑπὸ τοῦ Θεοῦ δεδομένον αὐτοῖς ἐν τῷ παραβῆναι τὸν λαὸν, ἀγαθὸς ὢν καὶ οἰκτίρμων ὁ Θεὸς, μὴ βουλόμενος διαφθεῖραι αὐτοὺς, πρὸς τῷ δεδωκέναι τὸν νόμον, ὕστερον δὲ καὶ προφήτας ἐξέπεμψεν αὐτοῖς ἐκ τῶν ἀδελφῶν αὐτῶν, πρὸς τὸ διδάσκειν καὶ ἀναμιμνήσκειν τὰ τοῦ νόμου αὐτοὺς, καὶ ἐπιστρέφειν εἰς μετάνοιαν, τοῦ μηκέτι ἁμαρτάνειν. εἰ δὲ ἐπιμένοιεν ἐν ταῖς φαύλαις πράξεσι, προανεφώνησεν ὑποχειρίους αὐτοὺς παραδοθῆναι πάσαις ταῖς βασιλείαις τῆς γῆς. καὶ ὅτι ταῦτα αὐτοῖς ἤδη ἀπέβη, φανερὸν μέν ἐστι. περὶ μὲν οὖν τῆς μετανοίας, Ἠσαΐας ὁ προφήτης κοινῶς μὲν πρὸς πάντας, διαῤῥήδην δὲ πρὸς τὸν λαὸν λέγει· ζητήσατε τὸν Κύριον καὶ ἐν τῷ εὑρίσκειν αὐτὸν ἐπικαλέσασθε· ἡνίκαδ ἂν ἐγγίζῃ ὑμῖν, ἀπολιπέτω ὁ ἀσεβὴς τὰς ὁδοὺς αὐτοῦ, καὶ ἀνὴρ ἄνομος τὰς βουλὰς αὐτοῦ, καὶ ἐπιστραφήτω ἐπὶ Κύριον τὸν Θεὸν αὐτοῦ, καὶ ἐλεηθήσεται, ὅτι ἐπιπολὺ ἀφήσει τὰς ἁμαρτίας ὑμῶν. καὶ ἕτερος προφήτης Ἐζεκιήλ φησιν· ἐὰν ἀποστραφῇ ὁ ἄνομος ἀπὸ πασῶν τῶν ἀνομιῶν ὧν ἐποίησε, καὶ φυλάξῃ τὰς ἐντολάς μου, καὶ ποιήσῃ τὰ δικαιώματά μου, ζῶν ζήσεται, καὶ οὐ μὴ ἀποθάνῃ, πᾶσαι αἱ ἀδικίαι αὐτοῦ ἃς ἐποίησεν οὐ μὴ μνησθῶσιν, ἀλλὰ τῇ δικαιοσύνῃ ᾗ ἐποίησε ζήσεται, ὅτι οὐ βούλομαι τὸν θάνατον τοῦ ἀνόμου λέγει Κύριος, ἀλλ ἐπιστρέψαι ἀπὸ τῆς ὁδοῦ τῆς πονηρᾶς, καὶ ζῇν αὐτόν. πάλιν ὁ Ἠσαΐας· ἐπιστράφητε οἱ τὴν βαθεῖαν βουλὴν βουλευόμενοι καὶ ἄνομον, ἵνα σωθήσεσθε. καὶ ἕτερος Ἱερεμίας· ἐπιστράφητε ἐπὶ Κύριον τὸν θεὸν ὑμῶν, ὡς ὁ τρυγῶν ἐπὶ τὸν κάρτελλον αὐτοῦ, καὶ ἐλεηθήσεσθε. πολλὰ μὲν οὖν, μᾶλλον δὲ ἀναρίθμητά ἐστι τὰ ἐν ταῖς ἁγίαις γραφαῖς εἰρημένα περὶ μετανοίας, ἀεὶ τοῦ θεοῦ βουλομένου ἐπιστρέφειν τὸ γένος τῶν ἀνθρώπων ἀπὸ πασῶν τῶν ἁμαρτιῶν
至於神所賜他們的律法,當百姓干犯它時,神——他本是良善慈悲的,且不願毀滅他們——除了賜下律法之外,後來又從他們自己弟兄中興起先知差遣給他們,爲要教導他們、提醒他們律法的事,使他們回轉悔改,不再犯罪。但他們若執迷於惡行,神就預先宣告他們必作俘虜被交在地上萬國的手中。這些事已經臨到他們,是顯而易見的。關於悔改,先知以賽亞籠統地對衆人、卻明白地對那百姓說:「當尋求耶和華,趖能尋見就求告他;他離你近時,惡人當離棄自己的道路,不法的人當離棄自己的意念,歸向耶和華他的神,他必蒙憐恤,因為神必廣行赦免你們的罪。」另一位先知以西結說:「惡人若回轉,離開他所行的一切罪孽,謹守我的誡命,遵行我的典章,他必定存活,不致死亡;他所行的一切罪孽都不被記念,他必因所行的義而存活。因為我不喜悅惡人死亡,這是主說的,惟喜悅他回轉離開惡道而存活。」以賽亞又說:「你們這些圖謀深沉不法之計的,當回轉,使你們得救。」另一位耶利米說:「你們當歸向耶和華你們的神,如同摘葡萄的人歸向他的籃子,你們就必蒙憐恤。」聖經中論及悔改的話實在甚多,毋寧說數不勝數,因神總是願意使人類回轉,離開一切的罪。
Now as for the law given them by God, when the people transgressed it, God—being good and compassionate, and unwilling to destroy them—besides having given the law, afterward also sent them prophets from among their own brethren, to teach and remind them of the things of the law, and to turn them to repentance, that they might sin no more. But if they should persist in their evil deeds, He foreannounced that they would be delivered as subjects into the hands of all the kingdoms of the earth. And that these things have already befallen them is plain. Concerning repentance, then, Isaiah the prophet says, in general to all but expressly to the people: 'Seek the Lord, and when you find Him call upon Him; whenever He draws near to you, let the ungodly forsake his ways, and the lawless man his counsels, and let him turn to the Lord his God, and he shall obtain mercy, for He will abundantly forgive your sins.' And another prophet, Ezekiel, says: 'If the lawless man turn away from all the iniquities that he has done, and keep my commandments, and do my ordinances, he shall surely live and shall not die; none of all the iniquities that he has done shall be remembered, but by the righteousness which he has done he shall live; for I do not desire the death of the lawless, says the Lord, but that he should turn from his evil way and live.' Again Isaiah: 'Turn, you who devise deep and lawless counsel, that you may be saved.' And another, Jeremiah: 'Turn to the Lord your God, as the grape-gatherer to his basket, and you shall obtain mercy.' Many, indeed, rather innumerable, are the things said in the holy scriptures concerning repentance, since God ever wills to turn the race of men from all their sins.
3:12
Ἔτι μὴν καὶ περὶ δικαιοσύνης, ἧς ὁ νόμος εἴρηκεν, ἀκόλουθα εὑρίσκεται καὶ τὰ τῶν προφητῶν καὶ τὰ τῶν εὐαγγελίων ἔχειν, διὰ τὸ τοὺς πάντας πνευματοφόρους ἑνὶ πνεύματι θεοῦ λελαληκέναι. ὁ γοῦν Ἠσαΐας οὕτως ἔφη· ἀφέλετε τὰς πονηρίας ἀπὸ τῶν ψυχῶν ὑμῶν, μάθετε καλὸν ποιεῖν, ἐκζητήσατε κρίσιν, ῥύσασθε ἀδικούμενον, κρίνατε ὀρφανῷ, καὶ δικαιώσατε χήραν. ἔτι ὁ αὐτὸς, διάλυε, φησὶ, πάντα σύνδεσμον ἀδικίας, λύε στραγγαλίας βιαίων συναλλαγμάτων, ἀπόστελλε τεθραυσμένους ἐν ἀφέσει, καὶ πᾶσαν συγγραφὴν ἄδικον διάσπα, διάθρυπτε πεινῶντι τὸν ἄρτον σου, καὶ πτωχοὺς ἀστέγους εἰσάγαγε εἰς τὸν οἶκόν σου. ἐὰν ἴδῃς γυμνὸν περίβαλλε, καὶ ἀπὸ τῶν οἰκείων τοῦ σπέρματός σου οὐχ ὑπερόψῃ. τότε ῥαγήσεται πρώϊμον τὸ φῶς σου, καὶ τὰ ἰάματά σου ταχὺ ἀνατελεῖ· καὶ προπορεύσεται ἔμπροσθέν σου ἡ δικαιοσύνη σου. ὁμοίως καὶ Ἱερεμίας, στῆτε, φησὶν, ἐπὶ ταῖς ὁδοῖς, καὶ ἴδετε, καὶ ἐπερωτήσατε ποία ἐστὶν ἡ ὁδὸς Κυρίου τοῦ θεοῦ ἡμῶν ἡ ἀγαθὴ, καὶ βαδίζετε ἐν αὐτῇ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν. κρίμα δίκαιον κρίνετε, ὅτι ἐν τούτοις ἐστὶ τὸ θέλημα Κυρίου τοῦ θεοῦ ὑμῶν. ὡσαύτως καὶ Ὠσηὲ λέγει· φυλάσσεσθε κρίμα, καὶ ἐγγίζετε πρὸς Κύριον τὸν θεὸν ὑμῶν, τὸν στερεώσαντα τὸν οὐρανὸν, καὶ κτίσαντα τὴν γῆν. καὶ ἕτερος Ἰωὴλ ἀκόλουθα τούτοις ἔφη· συναγάγετε λαὸν, ἁγιάσατε ἐκκλησίαν, εἰσδέξασθε πρεσβυτέρους, συναγάγετε νήπια θηλάζοντα μαστοὺς, ἐξελθέτω νυμφίος ἐκ τοῦ κοιτῶνος αὐτοῦ, καὶ νύμφη ἐκ τοῦ παστοῦ αὐτῆς, καὶ εὔξασθε πρὸς Κύριον τὸν θεὸν ὑμῶν ἐκτενῶς, ὅπως ἐλεήσῃ ὑμᾶς, καὶ ἐξαλείψει τὰ ἁμαρτήματα ὑμῶν. ὁμοίως καὶ ἕτερος Ζαχαρίας· τάδε λέγει Κύριος παντοκράτωρ· κρίμα ἀληθείας κρίνετε, καὶ ἔλεος καὶ οἰκτιρμὸν ποιεῖτε ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ, καὶ χήραν καὶ ὀρφανὸν καὶ προσήλυτον μὴ καταδυναστεύσητε, καὶ κακίαν ἕκαστος μὴ μνησικακείτω τῷ ἀδελφῷ αὐτοῦ ἐν ταῖς καρδίαις ὑμῶν, λέγει Κύριος παντοκράτωρ
此外,關於律法所說的公義,先知的話與福音的話也是一致的,因為一切被聖靈感動的人,都是憑神的同一位靈說話。以賽亞如此說:「要從你們心中除掉惡行;學習行善;尋求公平;解救受欺壓的;為孤兒伸冤;為寡婦辨屈。」同一位又說:「要解開一切不義的繩索,鬆開被欺壓者所立強制契約的扣,使受傷的得釋放,撕毁一切不義的字據,把你的餅分給饑餓的人,將無家可歸的窮人接到你家中。你若見赤身的,就給他衣穿,也不可向你骨肉至親掩面不顧。這樣,你的光必清早發出,你所得的醫治要速速發明;你的公義必在你前面行。」耶利米也照樣說:「你們當站在路上察看,訪問耶和華我們神那美善的古道,行在其間,你們的心裡就必得安息。要按公義判斷,因為這些事正是耶和華我們神的旨意。」何西阿也照樣說:「要謹守公平,親近耶和華你們的神,就是那堅立諸天、創造大地的。」另一位約珥照著這些話說:「要招聚百姓,使會衆自潔,召聚長老,聚集吃奶的嬰孩;使新郎出離洞房,新婦出離內室;要切切地向耶和華你們的神禱告,使他憐憫你們,塗抹你們的罪。」另一位撒迦利亞也照樣說:「萬軍之耶和華如此說:要按真理判斷,各人以慈愛憐恤待自己的鄰舍;不可欺壓寡婦、孤兒和寄居的;各人不可心裡向弟兄懷惡,這是萬軍之耶和華說的。」
Moreover, concerning the righteousness of which the law spoke, the words of the prophets and of the gospels are found to be in accord, because all who bore the Spirit spoke by one Spirit of God. Isaiah, then, said thus: 'Put away wickednesses from your souls; learn to do good; seek out judgment; deliver the wronged; judge for the orphan, and do justice for the widow.' Again the same: 'Loose every bond of injustice; undo the knots of forced contracts; send away the bruised in release; tear up every unjust writing; break your bread to the hungry, and bring the homeless poor into your house. If you see a naked man, clothe him, and do not overlook those of your own seed. Then your light shall break forth early, and your healings shall speedily spring up, and your righteousness shall go before you.' Likewise Jeremiah: 'Stand upon the ways and see, and ask which is the good way of the Lord our God, and walk in it, and you shall find rest for your souls. Judge righteous judgment, for in these is the will of the Lord our God.' So too Hosea says: 'Keep judgment, and draw near to the Lord your God, who established the heaven and created the earth.' And another, Joel, said in accord with these: 'Gather the people, sanctify the assembly, receive the elders, gather the infants that suck the breasts; let the bridegroom go forth from his chamber, and the bride from her bridal bed; and pray to the Lord your God earnestly, that He may have mercy on you and blot out your sins.' Likewise another, Zechariah: 'Thus says the Lord Almighty: Judge true judgment, and show mercy and compassion each to his neighbor; and oppress not the widow and the orphan and the sojourner; and let none of you bear malice in his heart against his brother, says the Lord Almighty.'
3:13
Καὶ περὶ σεμνότητος οὐ μόνον διδάσκει ἡμᾶς ὁ ἅγιος λόγος τὸ μὴ ἁμαρτάνειν ἔργῳ, ἀλλὰ καὶ μέχρις ἐννοίας, τὸ μηδὲ τῇ καρδίᾳ ἐννοηθῆναι περί τινος κακοῦ, ἢ θεασάμενον τοῖς ὀφθαλμοῖς ἀλλοτρίαν γυναῖκα ἐπιθυμῆσαι. Σολομῶν μὲν οὖν ὁ βασιλεὺς καὶ προφήτης γενόμενος ἔφη· οἱ ὀφθαλμοί σου ὀρθὰ βλεπέτωσαν· τὰ δὲ βλέφαρά σου νευέτω δίκαια. ὀρθὰς ποίει τροχιὰς σοῖς ποσίν. ἡ δὲ εὐαγγέλιος φωνὴ ἐπιτακτικώτερον διδάσκει περὶ ἁγνείας λέγουσα· πᾶς ὁ ἰδὼν γυναῖκα ἀλλοτρίαν πρὸς τὸ ἐπιθυμῆσαι αὐτὴν, ἤδη ἐμοίχευσεν αὐτὴν ἐν τῇ καρδίᾳ αὐτοῦ. καὶ ὁ γαμῶν, φησὶν, ἀπολελυμένην ἀπὸ ἀνδρὸς, μοιχεύει· καὶ ὃς ἀπολύει γυναῖκα παρεκτὸς λόγου πορνείας, ποιεῖ αὐτὴν μοιχευθῆναι. ὅτι ὁ Σολομῶν φησιν· ἀποδήσει τις πῦρ ἐν ἱματίῳ, τὰ δὲ ἱμάτια αὐτοῦ οὐ κατακαύσει; ἢ περιπατήσει τις ἐπ ἀνθράκων πυρὸς, τοὺς δὲ πόδας οὐ κατακαύσει; οὕτως ὁ εἰσπορευόμενος πρὸς γυναῖκα ὕπανδρον, οὐκ ἀθωωθήσεται
關於貞潔,聖言教我們不僅不可在行為上犯罪,甚至連思想也不可——心中不可起任何惡念,也不可用眼睛看別人的妻子就貊念她。所以那作王又作先知的所羅門說:「你的眼目要向前正看,你的眼皮要向著公正點頭。要修平你腳下的路徑。」但福音之聲論及貞潔,教導得更為嚴峻,說:「凡看見別人的妻子就動淫念的,這人心裡已經與她犯姦淫了。」他又說:「凡娶被丈夫休棄之婦人的,就是犯姦淫;凡休妻的,若不是為淫亂的緣故,就是叫她作淫婦。」因為所羅門說:「人若把火揣在懷裡,衣服豈能不燒著呢?人若在火炭上走,腳豈能不燒傷呢?親近鄰舍之妻的也是這樣;他必不免受罰。」
And concerning chastity, the holy word teaches us not only not to sin in deed, but even as far as thought—not even to conceive in the heart any evil, nor, having looked upon another man's wife with the eyes, to desire her. Solomon, then, who became king and prophet, said: 'Let your eyes look straight ahead, and let your eyelids assent to what is just. Make straight paths for your feet.' But the gospel voice teaches yet more imperatively concerning purity, saying: 'Everyone who looks upon another man's wife to lust after her has already committed adultery with her in his heart.' 'And he who marries a woman put away from her husband,' He says, 'commits adultery; and whoever puts away his wife, except for the matter of fornication, makes her to commit adultery.' For Solomon says: 'Can a man bind fire in his bosom, and his garments not be burned? Or can one walk upon coals of fire, and his feet not be burned? So is he who goes in to a married woman: he shall not be held innocent.'
3:14
Καὶ τοῦ μὴ μόνον ἡμᾶς εὐνοεῖν τοῖς ὁμοφύλοις, ὡς οἴονταί τινες, Ἠσαΐας ὁ προφήτης ἔφη· εἴπατε τοῖς μισοῦσιν ὑμᾶς καὶ τοῖς βδελυσσομένοις, ἀδελφοὶ ἡμῶν ἔστε, ἵνα τὸ ὄνομα κυρίου δοξασθῇ, καὶ ὀφθῇ ἐν τῇ εὐφροσύνῃ αὐτῶν. τὸ δὲ εὐαγγέλιον, ἀγαπᾶτε, φησὶ, τοὺς ἐχθροὺς ὑμῶν, καὶ προσεύχεσθε ὑπὲρ τῶν ἐπηρεαζόντων ὑμᾶς. ἐὰν γὰρ ἀγαπᾶτε τοὺς ἀγαπῶντας ὑμᾶς, ποῖον μισθὸν ἔχετε; τοῦτο καὶ οἱ λῃσταὶ καὶ οἱ τελῶναι ποιοῦσι. τοὺς δὲ ποιοῦντας τὸ ἀγαθὸν διδάσκει μὴ καυχᾶσθαι, ἵνα μὴ ἀνθρωπάρεσκοι ὦσι. μὴ γνώτω γὰρ, φησὶν, ἡ χείρ σου ἡ ἀριστερὰ τί ποιεῖ ἡ χείρ σου ἡ δεξιά. ἔτι μὴν καὶ περὶ τοῦ ὑποτάσσεσθαι ἀρχαῖς καὶ ἐξουσίαις, καὶ εὔχεσθαι ὑπὲρ αὐτῶν, κελεύει ἡμᾶς ὁ θεῖος λόγος, ὅπως ἤρεμον καὶ ἡσύχιον βίον διάγωμεν. καὶ διδάσκει ἀποδιδόναι πᾶσι τὰ πάντα, τῷ τὴν τιμὴν, τὴν τιμὴν, τῷ τὸν φόβον, τὸν φόβον, τῷ τὸν φόρον, τὸν φόρον· μηδενὶ μηδὲν ὀφείλειν ἢ μόνον τὸ ἀγαπᾷν πάντας
至於我們不可只向同族的人施恩——如某些人所以為的——先知以賽亞說:「要對那恨你們、厭惡你們的人說:你們是我們的弟兄,好叫耶和華的名得榮耀,並在他們的喜樂中顯明。」福音也說:「要愛你們的仇敵,為那凌辱你們的人禱告。你們若單愛那愛你們的人,有什麼賞賜呢?這就是強盜和稅吏也都這樣行。」對於那些行善的人,福音教導他們不可自誇,免得成了討人喜歡的:「不要叫你的左手,」他說,「知道你的右手所做的。」此外,關於順服在上掌權的,並為他們禱告,聖言吩咐我們,好叫我們得以平靜安寧度日。聖言也教我們向衆人各盡其分:當得尊敬的,給他尊敬;當得畏懼的,給他畏懼;當納稅的,給他納稅;凡事都不可虧欠人,惟有彼此相愛要常以為虧欠。
And that we are not to show goodwill only to those of our own kind, as some suppose, Isaiah the prophet said: 'Say to those who hate you and abhor you, You are our brethren, that the name of the Lord may be glorified and appear in their joy.' And the gospel says: 'Love your enemies, and pray for those who spitefully use you. For if you love those who love you, what reward have you? This even the robbers and the tax-collectors do.' And those who do good it teaches not to boast, lest they be men-pleasers: 'Let not your left hand know,' He says, 'what your right hand does.' Moreover, concerning being subject to rulers and authorities, and praying for them, the divine word commands us, that we may lead a quiet and peaceable life. And it teaches us to render to all their dues: honor to whom honor, fear to whom fear, tribute to whom tribute; to owe no one anything, except to love all.
3:15
Σκόπει τοίνυν εἰ οἱ τὰ τοιαῦτα μανθάνοντες δύνανται ἀδιαφόρως ζῇν, καὶ συμφύρεσθαι ταῖς ἀθεμίτοις μίξεσιν, ἢ τὸ ἀθεώτατον πάντων, σαρκῶν ἀνθρωπείων ἐφάπτεσθαι· ὅπου γε καὶ τὰς θέας τῶν μονομάχων ἡμῖν ἀπείρηται ὁρᾷν, ἵνα μὴ κοινωνοὶ καὶ συνίστορες φόνων γενώμεθα. ἀλλ οὐδὲ τὰς λοιπὰς θεωρίας ὁρᾷν χρὴ, ἵνα μὴ μολύνωνται ἡμῖν οἱ ὀφθαλμοὶ, καὶ τὰ ὦτα, γινόμενα συμμέτοχα τῶν ἐκεῖ φωνῶν ᾀδομένων. εἰ γὰρ εἴποι τις περὶ ἀνθρωποβορίας, ἐκεῖ τὰ θυέστου καὶ Τηρέως τέκνα ἐσθιόμενα· εἰ δὲ περὶ μοιχείας, οὐ μόνον περὶ ἀνθρώπων, ἀλλὰ καὶ περὶ θεῶν, ὧν καταγγέλλουσιν εὐφώνως μετὰ τιμῶν καὶ ἄθλων, παρ αὐτοῖς τραγῳδεῖται. μακρὰν δὲ ἀπείη Χριστιανοῖς ἐνθυμηθῆναί τι τοιοῦτο πρᾶξαι, παρ οἷς σωφροσύνη πάρεστιν, ἐγκράτεια ἀσκεῖται, μονογαμία τηρεῖται, ἁγνεία φυλάσσεται, ἀδικία ἐκπορθεῖται, ἁμαρτία ἐκριζοῦται, δικαιοσύνη μελετᾶται, νόμος πολιτεύεται, θεοσέβεια πράσσεται, θεὸς ὁμολογεῖται, ἀλήθεια βραβεύει, χάρις συντηρεῖ, εἰρήνη περισκέπει, λόγος ἅγιος ὁδηγεῖ, σοφία διδάσκει, ζωὴ βραβεύει, θεὸς βασιλεύει. πολλὰ μὲν οὖν ἔχοντες λέγειν περὶ τῆς καθ ἡμᾶς πολιτείας, καὶ τῶν δικαιωμάτων τοῦ θεοῦ καὶ δημιουργοῦ πάσης κτίσεως, τὰ νῦν αὐτάρκως ἡγούμεθα ἐπιμεμνῆσθαι, εἰς τὸ καὶ σὲ ἐπιστῆσαι μάλιστα ἐξ ὧν ἀναγινώσκεις ἕως τοῦ δεῦρο, ἵνα ὡς φιλομαθὴς ἐγενήθης, οὕτω καὶ φιλομαθὴς ἔσῃ ἕως τοῦ δεῦρο
那麼,請想一想:學習這類事的人,怎能漫不經心地生活、混入不法的交合,或——最爲無神的——吞食人肉?我們連觀看角鬥士的表演都被禁止,免得我們成為兇殺的同夥與共犯。不僅如此,連其餘的表演也不該觀看,免得我們的眼睛和耳朵被玷污,成為那裡所唱言詞的共參與者。因為若有人提到食人,那裡有提厄斯特斯與忒柔斯的子女被吃;若提到姦淫,這在他們中間被搬上舞臺,配以榮譽與獎賞,伴著動聽的曲調——不僅論到人,甚至論到神,他們也動聽地宣揚此事。但願基督徒遠離這種念頭,不去行任何這類事。在基督徒中間,有自制、有操練的節制、有持守的一夫一妻、有看守的貞潔;不義被剷除,罪被根拔,公義被培育,法被施行,敬虔被踐行,神被承認,真理掌權,恩典保守,平安遮庇我們,聖言引導,智慧教導,生命掌權,神作王。那麼,關於我們的生活方式、以及那位萬有的造化者神的典章,我們本有許多可說,但如今認為已足夠記述這些,主要為使你藉所讀到此處的,得以堅立,好叫你既已成為好學的人,也能持守好學直到底。
Consider, then, whether those who learn such things can live indifferently and mingle in unlawful unions, or—most godless of all—partake of human flesh, when we are forbidden even to look upon the spectacles of gladiators, lest we become partakers and accomplices of murders. Nay, neither ought we to look upon the rest of the shows, lest our eyes and ears be defiled, becoming sharers in the utterances sung there. For if one should speak of cannibalism, there the children of Thyestes and of Tereus are eaten; and if of adultery, it is dramatized among them, with honors and prizes, in their tunes—not only concerning men, but even concerning the gods, of whom they proclaim it tunefully. But far be it from Christians to think of doing any such thing, among whom self-control is present, continence is practiced, monogamy is observed, purity is guarded, injustice is rooted out, sin is uprooted, righteousness is cultivated, law is administered, godliness is practiced, God is confessed, truth governs, grace preserves, peace shelters us, the holy word guides, wisdom teaches, life governs, God reigns. Having, then, much to say concerning our way of life and the ordinances of God, the maker of all creation, we now think it sufficient to have recalled these things, chiefly that you may be set firm by what you read up to this point, so that, as you have become a lover of learning, you may also continue a lover of learning to the end.
3:16
θέλω δέ σοι καὶ τὰ τῶν χρόνων, θεοῦ παρέχοντος, νῦν ἀκριβέστερον ἐπιδεῖξαι, ἵνα ἐπιγνῶς ὅτι οὐ πρόσφατος οὐδὲ μυθώδης ἐστὶν ὁ καθ ἡμᾶς λόγος, ἀλλ ἀρχαιότερος καὶ ἀληθέστερος ἁπάντων ποιητῶν καὶ συγγραφέων, τῶν ἐπ ἀδήλῳ συγγραψάντων. οἱ μὲν γὰρ τὸν κόσμον ἀγένητον εἰπόντες εἰς τὸ ἀπέραντον ἐχώρησαν. ἕτεροι δὲ γενητὸν φήσαντες, εἶπον ὡς ἤδη μυριάδας ἐτῶν πεντεκαίδεκα ἐληλυθέναι καὶ τρισχίλια ἑβδομήκοντα πέντε ἔτη. ταῦτα μὲν οὖν Ἀπολλώνιος ὁ Αἰγύπτιος ἱστορεῖ. Πλάτων δὲ ὁ δοκῶν Ἑλλήνων σοφώτατος γεγενῆσθαι, εἰς πόσην φλυαρίαν ἐχώρησεν; ἐν γὰρ ταῖς πολιτείαις αὐτοῦ ἐπιγραφομέναις ῥητῶς κεῖται λέγοντος· πῶς γὰρ ἂν, εἴ γε ἔμενε τάδε οὕτω τὸν πάντα χρόνον ὡς νῦν διακεκόσμηται, καινὸν ἀνευρίσκετό ποτε καὶ ὁτιοῦν; ὅτι μὲν γὰρ μυριάκις μύρια ἔτη διελάνθανεν ἄρα τοὺς τότε· χίλιαδ ἀφ οὗ γέγονεν ἢ δὶς τοσαῦτα ἔτη, τὰ μὲν Δαιδάλῳ καταφανῆ γέγονε, τὰ δὲ Ὀρφεῖ, τὰ δὲ Παλαμήδει. καὶ ταῦτα εἰπὼν γεγενῆσθαι, τὰ μὲν μυριάκις μύρια ἔτη ἀπὸ κατακλυσμοῦ ἕως Δαιδάλου δηλοῖ. καὶ πολλὰ φήσας περὶ πόλεων κατὰ κόσμον, καὶ οἰκήσεων καὶ ἐθνῶν, ὁμολογεῖ εἰκασμῷ ταῦτα εἰρηκέναι. λέγει γάρ· εἰ γοῦν, ὦ ξένε, τις ἡμῖν ὑπόσχοιτο θεὸς ὡς, ἐὰν ἐπιχειρήσωμεν τὸ δεύτερον τῇ τῆς νομοθεσίας σκέψει, τῶν νῦν εἰρημένων· δηλονότι εἰκασμῷ ἔφη· εἰ δὲ εἰκασμῷ, οὐκ ἄρα ἀληθῆ ἐστι τὰ ὑπ αὐτοῦ εἰρημένα
如今我也願意,趖蒙神所許,更精確地為你陳述年代的事,好叫你認清我們的教義既非近起,也非神話,乃比一切就晦昧之事下筆的詩人與著作家更古老、更真實。因為有些人說世界是非受造的,便陷入無邊無際。另有人說世界是受造的,卻說已經過去了十五萬三千零七十五年。這是埃及人阿波羅尼烏斯所記載的。但柏拉圖——他被譽爲希臘人中最智慧的——竟陷入了何等的荒謬!因在他名為《理想國》的著作中,明明寫著他說:「倘若這些事一直如今日所安排的那樣長存萬世,怎會有什麼新東西被發現呢?因為千萬個千萬年的事,逃過了當時人的注意;只是自從某些事顯明給代達羅斯、某些顯明給俄幾魯斯、某些顯明給帕拉墨得斯以來,已過了一千年,或加倍之久。」他既說這些事是這樣成的,便指出那千萬個千萬年是從洪水到代達羅斯之間。他又論及世上的城邑、住處與列國說了許多,卻承認這些都是憑臆測說的。因他說:「客旅啊,倘若有神向我們應許,若我們再次著手探究立法之事」——他明明是憑臆測說的;但若是憑臆測,那麼他所說的就不是真的。
I wish now also, God granting it, to set forth for you more accurately the matter of chronology, that you may recognize that our doctrine is neither recent nor mythical, but older and truer than all the poets and writers who wrote on uncertain matters. For some, saying that the world is uncreated, advanced into the boundless. Others, saying it is created, said that already a hundred and fifty thousand and three thousand and seventy-five years had elapsed. This Apollonius the Egyptian relates. But Plato, who is reputed to have been the wisest of the Greeks—into what nonsense did he advance! For in his work entitled the Republic it is expressly set down, where he says: 'How could anything new ever be discovered, if these things had remained ordered for all time as they now are? That for myriads upon myriads of years these matters escaped the men of that time, but that a thousand years, or twice as many, have passed since some of them became manifest to Daedalus, others to Orpheus, others to Palamedes.' And having said these came to be, he indicates that the myriads upon myriads of years were from the flood to Daedalus. And having said much about cities throughout the world, and dwellings and nations, he confesses that he has spoken these things by conjecture. For he says: 'If indeed, O stranger, some god should promise us that, if we undertake a second time the inquiry into legislation'—he plainly spoke by conjecture; but if by conjecture, then the things said by him are not true.
3:17
Δεῖ οὖν μᾶλλον μαθητὴν γενέσθαι τῆς νομοθεσίας τοῦ Θεοῦ, καθῶς καὶ αὐτὸς ὡμολόγηκεν ἄλλως μὴ δύνασθαι τὸ ἀκριβὲς μαθεῖν, ἐὰν μὴ ὁ Θεὸς διδάξῃ διὰ τοῦ νόμου. τίδ οὐχὶ καὶ οἱ ποιηταὶ, Ὅμηρος καὶ Ἡσίοδος καὶ Ὀρφεὺς ἔφασαν ἑαυτοὺς ἀπὸ θείας προνοίας μεμαθηκέναι; ἔτι μὴν μάντεις καὶ προγνώστας γεγενῆσθαι κατὰ τοὺς συγγραφεῖς, καὶ τοὺς παρ αὐτῶν μαθόντας ἀκριβῶς συγγεγραφέναι φασίν. πόσῳ οὖν μᾶλλον ἡμεῖς τὰ ἀληθῆ εἰσόμεθα, οἱ μανθάνοντες ἀπὸ τῶν ἁγίων προφητῶν, τῶν χωρησάντων τὸ ἅγιον πνεῦμα τοῦ Θεοῦ. διὸ σύμφωνα καὶ φίλα ἀλλήλοις οἱ πάντες προφῆται εἶπον, καὶ προεκήρυξαν τὰ μέλλοντα ἔσεσθαι παντὶ τῷ κόσμῳ. τοὺς γὰρ φιλομαθεῖς, μᾶλλον δὲ φιλαληθεῖς δύναται αὐτὴ ἡ ἔκβασις τῶν προαναπεφωνημένων πραγμάτων καὶ ἤδη ἀπηρτισμένων ἐκδιδάσκειν ὄντως ἀληθῆ εἶναι τὰ δι αὐτῶν κεκηρυγμένα περί τε χρόνων καὶ καιρῶν τῶν πρὸ κατακλυσμοῦ, ἀφ οὗ ἔκτισται ὁ κόσμος ἕως τοῦ δεῦρο, ὡς συνέστηκε τὰ ἔτη, εἰς τὸ ἐπιδεῖξαι τὴν φλυαρίαν τοῦ ψεύδους τῶν συγγραφέων, ὅτι οὐκ ἀληθῆ ἐστι τὰ δι αὐτῶν ῥηθέντα
因此,人寧可作神立法的門徒,正如柏拉圖自己也承認,除非神藉律法教導,否則人無法以別的方式學到精確的真理。詩人們——荷馬、赫西俄德、俄幾魯斯——不也說自己是從神的天意摄理學來的麼?此外,按著著作家所言,曾有先見與預言者出現,他們又說那些從這些人學來的便寫得精確。那麼,我們這些從神聖先知——那些被神的聖靈充滿的人——學習的人,豈不更該認識真理麼!因此衆先知說話彼此和諧一致,預先宣告將要臨到全世界的事。因為那些被預先宣告、如今已經應驗之事的結局本身,便能教導好學者——毋寧說愛真理的人——明白藉先知所宣告的事確是真的,無論是關於洪水之前的時候與時節,還是從世界受造直到如今、按年代所計算的,以此顯明著作家謊言的荒謬,証明他們所說的並非真實。
One ought, therefore, rather to become a disciple of the legislation of God, even as he himself confessed that one cannot otherwise learn the exact truth, unless God teach through the law. Why, did not the poets too—Homer and Hesiod and Orpheus—say that they had learned from divine providence? Furthermore, according to the writers, there came to be seers and foretellers, and they say that those who learned from these wrote accurately. How much more, then, shall we know the truth, who learn from the holy prophets, who were filled with the Holy Spirit of God! Therefore all the prophets spoke in harmony and in agreement with one another, and foretold the things that should come to pass for all the world. For the very outcome of the things foreannounced and now accomplished is able to teach those who love learning—nay rather who love truth—that the things proclaimed through them are truly true, concerning both the times and seasons before the flood, and from when the world was created until now, as the years are reckoned, so as to display the folly of the lie of the writers, that the things said by them are not true.
3:18
Πλάτων γὰρ, ὡς προειρήκαμεν, δηλώσας κατακλυσμὸν γεγενῆσθαι, ἔφη μὴ πάσης τῆς γῆς, ἀλλὰ τῶν πεδίων μόνον γεγενῆσθαι, καὶ τοὺς διαφυγόντας ἐπὶ τοῖς ὑψηλοτάτοις ὄρεσιν αὐτοὺς διασεσῶσθαι. ἕτεροι δὲ λέγουσι γεγονέναι Δευκαλίωνα καὶ Πύῤῥαν, καὶ τούτους ἐν λάρνακι διασεσῶσθαι, καὶ τὸν Δευκαλίωνα μετὰ τὸ ἐλθεῖν ἐκ τῆς λάρνακος, λίθους εἰς τὰ ὀπίσω πεπομφέναι, καὶ ἀνθρώπους ἐκ τῶν λίθων γεγενῆσθαι· ὅθεν φασὶ λαοὺς προσαγορεύεσθαι τὸ πλῆθος ἀνθρώπων. ἄλλοιδ αὖ Κλύμενον εἶπον ἐν δευτέρῳ κατακλυσμῷ γεγονέναι. ὅτι μὲν οὖν ἄθλιοι καὶ πάνυ δυσσεβεῖς καὶ ἀνόητοι εὑρίσκονται οἱ τὰ τοιαῦτα συγγράψαντες καὶ φιλοσοφήσαντες ματαίως, ἐκ τῶν προειρημένων δῆλόν ἐστιν. ὁ δὲ ἡμέτερος προφήτης καὶ θεράπων τοῦ Θεοῦ Μωσῆς περὶ τῆς γενέσεως τοῦ κοσμοῦ ἐξιστορῶν, διηγήσατο τίνι τρόπῳ γεγένηται ὁ κατακλυσμὸς ἐπὶ τῆς γῆς· οὐ μὴν ἀλλὰ καὶ τὰ τοῦ κατακλυσμοῦ ᾧ τρόπῳ γέγονεν, οὐ Πύῤῥαν οὐδὲ Δευκαλίωνα ἢ Κλύμενον μυθεύων, οὐδὲ μὴν τὰ πεδία μόνον κατακεκλύσθαι, καὶ τοὺς διαφυγόντας ἐπὶ τοῖς ὄρεσι μόνους διασεσῶσθαι
因為柏拉圖,如我們前面所說,雖然指出曾發生洪水,卻說洪水並非淹沒全地,只淹沒了平原,且那些逃到至高山上的人因此得救。另有人說曾有丟卡利翁與皮拉,這二人在一隻方匯中得救,且丟卡利翁出方匯後,往背後扔石頭,人就從石頭中產生;据他們說,「衆民」(laoi)這群衆人之名即由此而來。又有人說在第二次洪水中曾有克呂墨諾斯。那些撰寫此類事、徒然從事哲理的人,被發現是可悲、極其不敬、又無理性的,這從前面所說的已是顯明。但我們的先知、神的僕人摩西,在叙述世界的起源時,講述了洪水以何種方式臨到地上——而且,更講述了洪水發生的方式——並未杜撰什麼皮拉、丟卡利翁或克呂墨諾斯的神話,也未說只有平原被淹、只有逃到山上的人得救。
For Plato, as we have said before, having shown that a flood occurred, said it was not of the whole earth but only of the plains, and that those who fled to the highest mountains were thereby saved. Others say that Deucalion and Pyrrha came to be, and that these were saved in a chest, and that Deucalion, after coming out of the chest, threw stones behind him, and that men came to be from the stones; whence, they say, the multitude of men is called 'peoples' (laoi). Still others said that Clymenus came to be in a second flood. That those who wrote such things and philosophized vainly are found to be wretched and altogether impious and senseless, is plain from what has been said before. But our prophet and servant of God, Moses, recounting the genesis of the world, narrated in what manner the flood came upon the earth—and, what is more, the manner in which the flood occurred—not telling myths of a Pyrrha or a Deucalion or a Clymenus, nor that only the plains were flooded and only those who fled to the mountains were saved.
3:19
Ἀλλ οὐδὲ δεύτερον κατακλυσμὸν γεγονέναι δηλοῖ. ἀλλὰ μὲν οὖν ἔφη μηκέτι τῷ κόσμῳ κατακλυσμὸν ὕδατος ἔσεσθαι, οἷος οὔτε γέγονεν, οὔτε μὴν ἔσται. ὀκτὼ δέ φησι τὰς ψυχὰς ἀνθρώπων ἐν τῇ κιβωτῷ διασεσῶσθαι, ἐν τῇ κατασκευασθείσῃ προστάγματι Θεοῦ, οὐχ ὑπὸ τοῦ Δευκαλίωνος, ἀλλ ὑπὸ τοῦ Νῶε Ἑβραϊστὶ, ὃς διερμηνεύεται τῇ Ἑλλάδι γλώσσῃ ἀνάπαυσις· καθὼς καὶ ἐν ἑτέρῳ λόγῳ ἐδηλώσαμεν, ὡς Νῶε καταγγέλλων τοῖς τότε ἀνθρώποις μέλλειν κατακλυσμὸν ἔσεσθαι, προεφήτευσεν αὐτοῖς λέγων· δεῦτε, καλεῖ ὑμᾶς ὁ Θεὸς εἰς μετάνοιαν· διὸ οἰκείως Δευκαλίων ἐκλήθη. τούτῳ δὲ τῷ Νῶε υἱοὶ τρεῖς ἦσαν, καθὼς καὶ ἐν τῷ δευτέρῳ τόμῳ ἐδηλώσαμεν, ὧν τὰ ὀνόματά ἐστι Σὴμ καὶ Χὰμ καὶ Ἰαφέθ· οἷς καὶ γυναῖκες τρεῖς ἦσαν, τὸ καθ ἕνα αὐτῶν, καὶ αὐτὸς καὶ ἡ γυνὴ αὐτοῦ. τοῦτον τὸν ἄνδρα ἔνιοι εὐνοῦχον προσηγορεύκασιν. ὀκτὼ οὖν αἱ πᾶσαι ψυχαὶ ἀνθρώπων διεσώθησαν, οἱ ἐν τῇ κιβωτῷ εὑρεθέντες. τὸν δὲ κατακλυσμὸν ἐσήμανεν ὁ Μωσῆς ἐπὶ ἡμέρας τεσσαράκοντα καὶ νύκτας τεσσαράκοντα γεγενῆσθαι, ἀπὸ τοῦ οὐρανοῦ τῶν καταῤῥακτῶν ῥυέντων, καὶ ἀπὸ τῶν πηγῶν τῆς ἀβύσσου βλυσάντων, ὥστε τὸ ὕδωρ ὑψωθῆναι ἐπάνω παντὸς ὄρους ὑψηλοῦ, πεντεκαίδεκα πήχεις. καὶ οὕτω διεφθάρη τὸ γένος πάντων τῶν τότε ἀνθρώπων· μόνοι δὲ διεσώθησαν οἱ φυλαχθέντες ἐν τῇ κιβωτῷ οὓς προειρήκαμεν ὀκτώ· ἧς κιβωτοῦ τὰ λείψανα μέχρις τοῦ δεῦρο δείκνυται εἶναι ἐν τοῖς Ἀραβικοῖς ὄρεσιν. τὰ μὲν οὖν τοῦ κατακλυσμοῦ κεφαλαιωδῶς τοιαύτην ἔχει τὴν ἱστορίαν
他也未指明曾發生第二次洪水;反倒說,世上不再有水的洪水,像那從未有過、也決不會再有的那樣。他說有八個人在方舟裡得救,就是那照神的吩咐所造的方舟——不是丟卡利翁所造,乃是希伯來文所稱的挪亞所造,這名翻成希臘文是「安息」之意;正如我們在另一篇論述中所說的,挪亞向當時的人宣告洪水將要臨到,向他們預言說:「來吧,神召你們悔改」;因此他被恰當地稱為丟卡利翁。這挪亞有三個兒子,正如我們在第二卷中所說的,他們的名字是閃、含、雅弗;他們各有三個妻子,每人一個,他自己和他妻子也在內。這人有些人稱他為閹人。那麼,得救的人共有八個,就是在方舟中所找著的。摩西指明洪水歷時四十晝四十夜,天上的閘門傾瀉,深淵的泉源涌出,以致水高漲,淹過一切高山十五肘。當時所有人的全族就這樣滅絕了;惟有那些被存留在方舟中的,就是我們所說的八個人,得了拯救;那方舟的遺跡,直到如今,据顯示仍在亞拉伯的山中。那麼,洪水的歷史,扼要說來就是這樣。
Nor does he show that a second flood occurred; rather, he said there would no longer be upon the world a flood of water such as never had been nor ever will be. He says that eight souls of men were saved in the ark, the one built at the command of God—not by Deucalion, but by Noah in Hebrew, which is interpreted in the Greek tongue 'rest'; as we also showed in another discourse, that Noah, proclaiming to the men of that time that a flood was to come, prophesied to them, saying: 'Come, God calls you to repentance'; wherefore he was fittingly called Deucalion. To this Noah there were three sons, as we also showed in the second book, whose names are Shem and Ham and Japheth; and to these there were three wives, one for each of them, both he and his wife. This man some have called a eunuch. Eight, then, were all the souls of men saved, those found in the ark. And Moses signified that the flood occurred over forty days and forty nights, the cataracts of heaven pouring down and the fountains of the deep gushing up, so that the water rose above every high mountain fifteen cubits. And thus the whole race of all the men of that time perished; only those who were kept in the ark, the eight we have mentioned, were saved; the remains of which ark are shown, even to this day, to be in the mountains of Arabia. Such, then, in summary, is the history of the flood.
下一段 →
← 第 2 章
123

新的原文誦讀上線時通知我

每次有新章節誦讀影片就寄一封信。採雙重確認,隨時可一鍵取消。