📜 Verbum · 聖言
原文誦讀聖經與教父文獻
♥ 贊助

← 回書卷目次 · 七十士譯本 › 以斯帖記

True

以斯帖記 第 1 章

希臘文原文.22 節.部分字詞可點開查義

第 2 章 →
📖 這一章另有 3 種原文 —— 並排對照(希伯來文舊約、武加大譯本、吉茲文聖經)
ℹ️ 本語料沒有逐節的詞法標註。原形主要取自同語言其他書卷的逐詞標註(不是這一節的標註),少數查不到的才回頭依字形比對詞典。同形的罕見字仍可能判錯,需要精確判斷時請覆核原文與專門詞典。
ℹ️ 中英對照為本站自譯,直接譯自本頁的原文(非和合本/WEB —— 那兩者譯自馬所拉文本,與本頁底本不同)。
播放整章原文誦讀(本站合成語音)–:––下載 mp3
1:1
ἔτους δευτέρου βασιλεύοντος Ἀρταξέρξου τοῦ μεγάλου τῇ μιᾷ τοῦ Νισα ἐνύπνιον εἶδεν Μαρδοχαῖος ὁ τοῦ Ιαϊρου τοῦ Σεμεϊου τοῦ Κισαιου ἐκ φυλῆς Βενιαμιν ἄνθρωπος Ιουδαῖος οἰκῶν ἐν Σούσοις τῇ πόλει ἄνθρωπος μέγας θεραπεύων ἐν τῇ αὐλῇ τοῦ βασιλέως ἦν δὲ ἐκ τῆς αἰχμαλωσίας ἧς ᾐχμαλώτευσεν Ναβουχοδονοσορ ὁ βασιλεὺς Βαβυλῶνος ἐξ Ιερουσαλημ μετὰ Ιεχονιου τοῦ βασιλέως τῆς Ιουδαίας καὶ τοῦτο αὐτοῦ τὸ ἐνύπνιον καὶ ἰδοὺ φωναὶ καὶ θόρυβος βρονταὶ καὶ σεισμός τάραχος ἐπὶ τῆς γῆς καὶ ἰδοὺ δύο δράκοντες μεγάλοι ἕτοιμοι προῆλθον ἀμφότεροι παλαίειν καὶ ἐγένετο αὐτῶν φωνὴ μεγάλη καὶ τῇ φωνῇ αὐτῶν ἡτοιμάσθη πᾶν ἔθνος εἰς πόλεμον ὥστε πολεμῆσαι δικαίων ἔθνος καὶ ἰδοὺ ἡμέρα σκότους καὶ γνόφου θλῖψις καὶ στενοχωρία κάκωσις καὶ τάραχος μέγας ἐπὶ τῆς γῆς καὶ ἐταράχθη δίκαιον πᾶν ἔθνος φοβούμενοι τὰ ἑαυτῶν κακὰ καὶ ἡτοιμάσθησαν ἀπολέσθαι καὶ ἐβόησαν πρὸς τὸν θεόν ἀπὸ δὲ τῆς βοῆς αὐτῶν ἐγένετο ὡσανεὶ ἀπὸ μικρᾶς πηγῆς ποταμὸς μέγας ὕδωρ πολύ φῶς καὶ ὁ ἥλιος ἀνέτειλεν καὶ οἱ ταπεινοὶ ὑψώθησαν καὶ κατέφαγον τοὺς ἐνδόξους καὶ διεγερθεὶς Μαρδοχαῖος ὁ ἑωρακὼς τὸ ἐνύπνιον τοῦτο καὶ τί ὁ θεὸς βεβούλευται ποιῆσαι εἶχεν αὐτὸ ἐν τῇ καρδίᾳ καὶ ἐν παντὶ λόγῳ ἤθελεν ἐπιγνῶναι αὐτὸ ἕως τῆς νυκτός καὶ ἡσύχασεν Μαρδοχαῖος ἐν τῇ αὐλῇ μετὰ Γαβαθα καὶ Θαρρα τῶν δύο εὐνούχων τοῦ βασιλέως τῶν φυλασσόντων τὴν αὐλὴν ἤκουσέν τε αὐτῶν τοὺς λογισμοὺς καὶ τὰς μερίμνας αὐτῶν ἐξηρεύνησεν καὶ ἔμαθεν ὅτι ἑτοιμάζουσιν τὰς χεῖρας ἐπιβαλεῖν Ἀρταξέρξῃ τῷ βασιλεῖ καὶ ὑπέδειξεν τῷ βασιλεῖ περὶ αὐτῶν καὶ ἐξήτασεν ὁ βασιλεὺς τοὺς δύο εὐνούχους καὶ ὁμολογήσαντες ἀπήχθησαν καὶ ἔγραψεν ὁ βασιλεὺς τοὺς λόγους τούτους εἰς μνημόσυνον καὶ Μαρδοχαῖος ἔγραψεν περὶ τῶν λόγων τούτων καὶ ἐπέταξεν ὁ βασιλεὺς Μαρδοχαίῳ θεραπεύειν ἐν τῇ αὐλῇ καὶ ἔδωκεν αὐτῷ δόματα περὶ τούτων καὶ ἦν Αμαν Αμαδαθου Βουγαῖος ἔνδοξος ἐνώπιον τοῦ βασιλέως καὶ ἐζήτησεν κακοποιῆσαι τὸν Μαρδοχαῖον καὶ τὸν λαὸν αὐτοῦ ὑπὲρ τῶν δύο εὐνούχων τοῦ βασιλέως καὶ ἐγένετο μετὰ τοὺς λόγους τούτους ἐν ταῖς ἡμέραις Ἀρταξέρξου οὗτος ὁ Ἀρταξέρξης ἀπὸ τῆς Ἰνδικῆς ἑκατὸν εἴκοσι ἑπτὰ χωρῶν ἐκράτησεν
亞達薛西大王作王第二年尼撒月初一日,便雅憫支派的基撒的後裔、示米的後裔、睚珥的兒子末底改作了一個夢。他是個住在書珊城的猶大人,是個大人物,在王的院中供職。他原是屬於巴比倫王尼布甲尼撒從耶路撒冷同猶大王耶哥尼雅一起擄去的那批被擄的人。他的夢是這樣:看哪,有喧聲和鼓譟,有雷轟和地震,地上一片混亂。看哪,有兩條大龍上前來,都預備好要彼此相鬥,牠們發出大聲。因牠們的聲音,萬民都預備打仗,要攻打義人之國。看哪,那是黑暗幽冥的日子,地上有患難和困苦、災害和大混亂。全義人之國都驚慌,懼怕自己要遭的禍患,就預備滅亡,向神哀求。因著他們的呼求,彷彿從一道小泉源湧出大河,多有水流。光和太陽升起,卑微的人被高舉,吞滅了尊貴的人。末底改醒來,他既看見這夢,也看見神定意要作的事,就把這夢存在心裡,凡事都想明白它,直到夜間。末底改在院中與看守院子的王的兩個太監迦巴他和他拉一同安歇。他聽見他們的謀算,察究了他們的心思,得知他們預備下手害亞達薛西王,就把他們的事稟告了王。王審問那兩個太監,他們承認了,就被拉去處死。王把這些事記錄下來作紀念,末底改也把這些事寫下來。王吩咐末底改在院中供職,又因這些事賞賜他禮物。哈米大他的兒子布該人哈曼在王面前有尊榮,他因那兩個太監的緣故,就想法子要害末底改和他的百姓。這些事以後,在亞達薛西的日子裡——這亞達薛西從印度起統轄一百二十七省——
In the second year of the reign of Artaxerxes the Great, on the first of Nisa, Mardochaeus son of Jairus, son of Semeias, son of Kisaios, of the tribe of Benjamin, saw a dream. He was a Jewish man living in the city of Susa, a great man, serving in the king's court. He was of the captivity which Nabouchodonosor king of Babylon had carried away from Jerusalem together with Jechonias the king of Judea. And this was his dream: behold, voices and uproar, thunders and an earthquake, turmoil upon the earth. And behold, two great dragons came forward, both of them ready to wrestle, and their voice became great. And at their voice every nation made itself ready for war, to make war against a nation of righteous ones. And behold, a day of darkness and gloom, affliction and anguish, ill-treatment and great turmoil upon the earth. And every righteous nation was troubled, fearing the evils that were their own, and they prepared themselves to perish, and cried out to God. And from their crying there came, as though from a small spring, a great river, much water. Light and the sun rose, and the lowly were lifted up and devoured the honoured ones. And Mardochaeus, when he awoke, having seen this dream and what God had purposed to do, kept it in his heart, and in every matter he wished to understand it, until the night. And Mardochaeus rested in the court with Gabatha and Tharra, the two eunuchs of the king who guarded the court. He heard their reasonings and searched out their concerns, and learned that they were preparing to lay hands on Artaxerxes the king, and he informed the king about them. And the king examined the two eunuchs, and when they had confessed, they were led away. And the king wrote these matters down for a memorial, and Mardochaeus also wrote concerning these matters. And the king ordered Mardochaeus to serve in the court, and gave him gifts for these things. And Haman son of Hamadathos, a Bougaean, was in honour before the king, and he sought to do harm to Mardochaeus and his people on account of the two eunuchs of the king. And it came about, after these matters, in the days of Artaxerxes — this Artaxerxes held rule from India over a hundred and twenty-seven provinces —
1:2
ἐν αὐταῖς ταῖς ἡμέραις ὅτε ἐθρονίσθη ὁ βασιλεὺς Ἀρταξέρξης ἐν Σούσοις τῇ πόλει
就在那些日子,亞達薛西王在書珊城登上寶座之時,
in those very days, when King Artaxerxes was enthroned in the city of Susa,
1:3
ἐν τῷ τρίτῳ ἔτει βασιλεύοντος αὐτοῦ δοχὴν ἐποίησεν τοῖς φίλοις καὶ τοῖς λοιποῖς ἔθνεσιν καὶ τοῖς Περσῶν καὶ Μήδων ἐνδόξοις καὶ τοῖς ἄρχουσιν τῶν σατραπῶν
他作王第三年,為他的臣友、為其餘各族、為波斯和瑪代的顯貴、並為眾總督的首領設擺宴席。
in the third year of his reign he made a reception for his friends and for the rest of the nations, and for the honoured men of the Persians and Medes, and for the chiefs of the satraps.
1:4
καὶ μετὰ ταῦτα μετὰ τὸ δεῖξαι αὐτοῖς τὸν πλοῦτον τῆς βασιλείας αὐτοῦ καὶ τὴν δόξαν τῆς εὐφροσύνης τοῦ πλούτου αὐτοῦ ἐπὶ ἡμέρας ἑκατὸν ὀγδοήκοντα
這些事以後,他又把國中的財富和他財富所帶來的歡樂之榮耀,向他們顯示了一百八十天。
And after these things, after he had shown them the wealth of his kingdom and the glory of the gladness of his wealth for a hundred and eighty days,
1:5
ὅτε δὲ ἀνεπληρώθησαν αἱ ἡμέραι τοῦ γάμου ἐποίησεν ὁ βασιλεὺς πότον τοῖς ἔθνεσιν τοῖς εὑρεθεῖσιν εἰς τὴν πόλιν ἐπὶ ἡμέρας ἓξ ἐν αὐλῇ οἴκου τοῦ βασιλέως
婚筵的日子滿了,王就在王宮的院子裡,為城中所見的各族人擺設酒筵六日,
and when the days of the marriage feast were completed, the king made a drinking feast for the nations that were found in the city, for six days, in the court of the king's house,
1:6
κεκοσμημένῃ βυσσίνοις καὶ καρπασίνοις τεταμένοις ἐπὶ σχοινίοις βυσσίνοις καὶ πορφυροῖς ἐπὶ κύβοις χρυσοῖς καὶ ἀργυροῖς ἐπὶ στύλοις παρίνοις καὶ λιθίνοις κλῖναι χρυσαῖ καὶ ἀργυραῖ ἐπὶ λιθοστρώτου σμαραγδίτου λίθου καὶ πιννίνου καὶ παρίνου λίθου καὶ στρωμναὶ διαφανεῖς ποικίλως διηνθισμέναι κύκλῳ ῥόδα πεπασμένα
院子用細麻布和白棉布裝飾,張掛在細麻和紫色的繩子上,繫於金銀的方柱和大理石與其他石頭的柱子上;又有金銀的臥榻,擺在翡翠石、珍珠貝石和大理石鋪的地上;還有透明的臥褥,繡著各樣花紋,四圍撒滿玫瑰。
adorned with fine linen and cotton stretched on cords of fine linen and purple, on cubes of gold and silver, on pillars of Parian marble and of stone; couches of gold and of silver upon a pavement of emerald stone and of mother-of-pearl and of Parian stone; and coverings of transparent stuff, variously embroidered with flowers, with roses strewn round about.
1:7
ποτήρια χρυσᾶ καὶ ἀργυρᾶ καὶ ἀνθράκινον κυλίκιον προκείμενον ἀπὸ ταλάντων τρισμυρίων οἶνος πολὺς καὶ ἡδύς ὃν αὐτὸς ὁ βασιλεὺς ἔπινεν
有金銀的杯,並一個擺在那裡的紅寶石小杯,價值三萬他連得;又有許多甘美的酒,是王自己所喝的。
There were cups of gold and of silver, and a small cup of carbuncle set out, worth thirty thousand talents; and wine in abundance and sweet, which the king himself drank.
1:8
ὁ δὲ πότος οὗτος οὐ κατὰ προκείμενον νόμον ἐγένετο οὕτως δὲ ἠθέλησεν ὁ βασιλεὺς καὶ ἐπέταξεν τοῖς οἰκονόμοις ποιῆσαι τὸ θέλημα αὐτοῦ καὶ τῶν ἀνθρώπων
這次飲宴不照既定的規矩;王既有這心意,就吩咐管家照他和眾人的心願去行。
And this drinking was not according to an appointed rule; but so the king willed it, and he ordered the stewards to do his own will and that of the men.
1:9
καὶ Αστιν ἡ βασίλισσα ἐποίησε πότον ταῖς γυναιξὶν ἐν τοῖς βασιλείοις ὅπου ὁ βασιλεὺς Ἀρταξέρξης
王后亞斯丁也在亞達薛西王的王宮裡為婦女們擺設酒筵。
And Astin the queen also made a drinking feast for the women in the royal house where King Artaxerxes was.
1:10
ἐν δὲ τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ ἡδέως γενόμενος ὁ βασιλεὺς εἶπεν τῷ Αμαν καὶ Βαζαν καὶ Θαρρα καὶ Βωραζη καὶ Ζαθολθα καὶ Αβαταζα καὶ Θαραβα τοῖς ἑπτὰ εὐνούχοις τοῖς διακόνοις τοῦ βασιλέως Ἀρταξέρξου
第七日,王心裡暢快,就吩咐哈曼、巴散、他拉、波拉西、撒多他、亞巴他撒、他拉巴,就是伺候亞達薛西王的七個太監,
On the seventh day, the king being merry, said to Haman and Bazan and Tharra and Boraze and Zatholtha and Abataza and Tharaba, the seven eunuchs who were servants of King Artaxerxes,
1:11
εἰσαγαγεῖν τὴν βασίλισσαν πρὸς αὐτὸν βασιλεύειν αὐτὴν καὶ περιθεῖναι αὐτῇ τὸ διάδημα καὶ δεῖξαι αὐτὴν πᾶσιν τοῖς ἄρχουσιν καὶ τοῖς ἔθνεσιν τὸ κάλλος αὐτῆς ὅτι καλὴ ἦν
叫他們領王后到王面前,立她為后,給她戴上冠冕,又向眾首領和各族顯示她的美貌,因為她甚是美麗。
to bring the queen in to him, that she should be made to reign, and to put the diadem upon her, and to show her beauty to all the rulers and to the nations, for she was beautiful.
1:12
καὶ οὐκ εἰσήκουσεν αὐτοῦ Αστιν ἡ βασίλισσα ἐλθεῖν μετὰ τῶν εὐνούχων καὶ ἐλυπήθη ὁ βασιλεὺς καὶ ὠργίσθη
王后亞斯丁卻不聽從他,不肯隨太監前來;王就憂愁,並且發怒。
But Astin the queen did not listen to him, to come with the eunuchs; and the king was grieved and became angry.
1:13
καὶ εἶπεν τοῖς φίλοις αὐτοῦ κατὰ ταῦτα ἐλάλησεν Αστιν ποιήσατε οὖν περὶ τούτου νόμον καὶ κρίσιν
他就對他的臣友說:「亞斯丁說了這樣的話;你們要為這事定出法令和判決來。」
And he said to his friends: Thus has Astin spoken; make therefore concerning this a law and a judgement.
1:14
καὶ προσῆλθεν αὐτῷ Αρκεσαιος καὶ Σαρσαθαιος καὶ Μαλησεαρ οἱ ἄρχοντες Περσῶν καὶ Μήδων οἱ ἐγγὺς τοῦ βασιλέως οἱ πρῶτοι παρακαθήμενοι τῷ βασιλεῖ
於是波斯和瑪代的首領亞基賽約、撒撒太約和瑪利西亞來到他面前;他們是親近王的人,是坐在王身旁的首位。
And there came to him Arkesaios and Sarsathaios and Malesear, the rulers of the Persians and Medes, those near the king, the foremost who sat beside the king.
1:15
καὶ ἀπήγγειλαν αὐτῷ κατὰ τοὺς νόμους ὡς δεῖ ποιῆσαι Αστιν τῇ βασιλίσσῃ ὅτι οὐκ ἐποίησεν τὰ ὑπὸ τοῦ βασιλέως προσταχθέντα διὰ τῶν εὐνούχων
他們照著律法向他報告,該怎樣處置王后亞斯丁,因為她沒有遵行王藉太監所吩咐的事。
And they reported to him, according to the laws, how it was needful to deal with Astin the queen, because she had not done the things commanded by the king through the eunuchs.
1:16
καὶ εἶπεν ὁ Μουχαιος πρὸς τὸν βασιλέα καὶ τοὺς ἄρχοντας οὐ τὸν βασιλέα μόνον ἠδίκησεν Αστιν ἡ βασίλισσα ἀλλὰ καὶ πάντας τοὺς ἄρχοντας καὶ τοὺς ἡγουμένους τοῦ βασιλέως
慕該對王和眾首領說:「王后亞斯丁所虧負的,不單是王,也是眾首領和王的一切官長。
And Mouchaios said to the king and to the rulers: Astin the queen has wronged not the king alone, but also all the rulers and the leaders of the king.
1:17
καὶ γὰρ διηγήσατο αὐτοῖς τὰ ῥήματα τῆς βασιλίσσης καὶ ὡς ἀντεῖπεν τῷ βασιλεῖ ὡς οὖν ἀντεῖπεν τῷ βασιλεῖ Ἀρταξέρξῃ
因為他已把王后的話告訴了他們,又說她怎樣頂撞了王。她既這樣頂撞了亞達薛西王,
For indeed he had recounted to them the words of the queen and how she had contradicted the king. As therefore she contradicted King Artaxerxes,
1:18
οὕτως σήμερον αἱ τυραννίδες αἱ λοιπαὶ τῶν ἀρχόντων Περσῶν καὶ Μήδων ἀκούσασαι τὰ τῷ βασιλεῖ λεχθέντα ὑπ’ αὐτῆς τολμήσουσιν ὁμοίως ἀτιμάσαι τοὺς ἄνδρας αὐτῶν
今日波斯和瑪代其餘首領的貴婦們聽見她對王所說的話,也必照樣敢於輕慢自己的丈夫。
so today the remaining ladies of rank of the rulers of the Persians and Medes, having heard what was said to the king by her, will likewise dare to dishonour their own husbands.
1:19
εἰ οὖν δοκεῖ τῷ βασιλεῖ προσταξάτω βασιλικόν καὶ γραφήτω κατὰ τοὺς νόμους Μήδων καὶ Περσῶν καὶ μὴ ἄλλως χρησάσθω μηδὲ εἰσελθάτω ἔτι ἡ βασίλισσα πρὸς αὐτόν καὶ τὴν βασιλείαν αὐτῆς δότω ὁ βασιλεὺς γυναικὶ κρείττονι αὐτῆς
王若以為美,就請下一道御旨,照瑪代和波斯的律法寫下來,不可更改;並且不准王后再進到王面前,願王將她的后位賜給比她更好的女子。
If therefore it seems good to the king, let him issue a royal decree, and let it be written according to the laws of the Medes and Persians, and let him not deal otherwise; and let the queen come in to him no more, and let the king give her royal estate to a woman better than she.
1:20
καὶ ἀκουσθήτω ὁ νόμος ὁ ὑπὸ τοῦ βασιλέως ὃν ἐὰν ποιῇ ἐν τῇ βασιλείᾳ αὐτοῦ καὶ οὕτως πᾶσαι αἱ γυναῖκες περιθήσουσιν τιμὴν τοῖς ἀνδράσιν ἑαυτῶν ἀπὸ πτωχοῦ ἕως πλουσίου
願王所立的這法令,無論他在國中怎樣施行,都得以傳揚出去;這樣,從貧窮的到富足的,眾婦女都必尊敬自己的丈夫。」
And let the law made by the king, whatever he may enact, be heard in his kingdom; and so all the women will bestow honour on their own husbands, from the poor to the rich.
1:21
καὶ ἤρεσεν ὁ λόγος τῷ βασιλεῖ καὶ τοῖς ἄρχουσι καὶ ἐποίησεν ὁ βασιλεὺς καθὰ ἐλάλησεν ὁ Μουχαιος
這話使王和眾首領喜悅,王就照慕該所說的去行,
And the word pleased the king and the rulers, and the king did as Mouchaios had spoken.
1:22
καὶ ἀπέστειλεν εἰς πᾶσαν τὴν βασιλείαν κατὰ χώραν κατὰ τὴν λέξιν αὐτῶν ὥστε εἶναι φόβον αὐτοῖς ἐν ταῖς οἰκίαις αὐτῶν
又按各省、按各族的方言,差人送信到國中各處,叫他們在自己家中有所敬畏。
And he sent into all the kingdom, province by province, according to their own language, so that there should be fear for them in their own houses.
第 2 章 →
12345678910

新的原文誦讀上線時通知我

每次有新章節誦讀影片就寄一封信。採雙重確認,隨時可一鍵取消。