📜 Verbum · 聖言
原文誦讀聖經與教父文獻

← 回書卷目次 · 七十士譯本 › 何西阿書

何西阿書 第 13 章

希臘文原文.15 節.部分字詞可點開查義

← 第 12 章第 14 章 →
📖 這一章另有 3 種原文 —— 並排對照(希伯來文舊約、武加大譯本、吉茲文聖經)
13:1
κατὰ τὸν λόγον Εφραιμ δικαιώματα αὐτὸς ἔλαβεν ἐν τῷ Ισραηλ καὶ ἔθετο αὐτὰ τῇ Βααλ καὶ ἀπέθανεν
從前以法蓮說話,人都戰兢, 他在以色列中居處高位; 但他在事奉巴力的事上犯罪就死了。
When Ephraim spoke, there was trembling. He exalted himself in Israel, but when he became guilty through Baal, he died.
13:2
καὶ προσέθετο τοῦ ἁμαρτάνειν ἔτι καὶ ἐποίησαν ἑαυτοῖς χώνευμα ἐκ τοῦ ἀργυρίου αὐτῶν κατ’ εἰκόνα εἰδώλων ἔργα τεκτόνων συντετελεσμένα αὐτοῖς αὐτοὶ λέγουσιν θύσατε ἀνθρώπους μόσχοι γὰρ ἐκλελοίπασιν
現今他們罪上加罪, 用銀子為自己鑄造偶像, 就是照自己的聰明製造, 都是匠人的工作。 有人論說, 獻祭的人可以向牛犢親嘴。
Now they sin more and more, and have made themselves molten images of their silver, even idols according to their own understanding, all of them the work of the craftsmen. They say of them, ‘They offer human sacrifice and kiss the calves.’
13:3
διὰ τοῦτο ἔσονται ὡς νεφέλη πρωινὴ καὶ ὡς δρόσος ὀρθρινὴ πορευομένη ὥσπερ χνοῦς ἀποφυσώμενος ἀφ’ ἅλωνος καὶ ὡς ἀτμὶς ἀπὸ ἀκρίδων
因此,他們必如早晨的雲霧, 又如速散的甘露, 像場上的糠詷被狂風吹去, 又像煙氣騰於窗外。
Therefore they will be like the morning mist, like the dew that passes away early, like the chaff that is driven with the whirlwind out of the threshing floor, and like the smoke out of the chimney.
13:4
ἐγὼ δὲ κύριος θεός σου στερεῶν οὐρανὸν καὶ κτίζων γῆν οὗ αἱ χεῖρες ἔκτισαν πᾶσαν τὴν στρατιὰν τοῦ οὐρανοῦ καὶ οὐ παρέδειξά σοι αὐτὰ τοῦ πορεύεσθαι ὀπίσω αὐτῶν καὶ ἐγὼ ἀνήγαγόν σε ἐκ γῆς Αἰγύπτου καὶ θεὸν πλὴν ἐμοῦ οὐ γνώσῃ καὶ σῴζων οὐκ ἔστιν πάρεξ ἐμοῦ
自從你出埃及地以來, 我就是耶和華-你的上帝。 在我以外,你不可認識別神; 除我以外並沒有救主。
“Yet I am Yahweh your God from the land of Egypt; and you shall acknowledge no god but me, and besides me there is no savior.
13:5
ἐγὼ ἐποίμαινόν σε ἐν τῇ ἐρήμῳ ἐν γῇ ἀοικήτῳ
我曾在曠野乾旱之地認識你。
I knew you in the wilderness, in the land of great drought.
13:6
κατὰ τὰς νομὰς αὐτῶν καὶ ἐνεπλήσθησαν εἰς πλησμονήν καὶ ὑψώθησαν αἱ καρδίαι αὐτῶν ἕνεκα τούτου ἐπελάθοντό μου
這些民照我所賜的食物得了飽足; 既得飽足,心就高傲, 忘記了我。
According to their pasture, so were they filled; they were filled, and their heart was exalted. Therefore they have forgotten me.
13:7
καὶ ἔσομαι αὐτοῖς ὡς πανθὴρ καὶ ὡς πάρδαλις κατὰ τὴν ὁδὸν Ἀσσυρίων
因此,我向他們如獅子, 又如豹伏在道旁。
Therefore I am like a lion to them. Like a leopard, I will lurk by the path.
13:8
ἀπαντήσομαι αὐτοῖς ὡς ἄρκος ἀπορουμένη καὶ διαρρήξω συγκλεισμὸν καρδίας αὐτῶν καὶ καταφάγονται αὐτοὺς ἐκεῖ σκύμνοι δρυμοῦ θηρία ἀγροῦ διασπάσει αὐτούς
我遇見他們必像丟崽子的母熊, 撕裂他們的胸膛 。 在那裏,我必像母獅吞吃他們; 野獸必撕裂他們。
I will meet them like a bear that is bereaved of her cubs, and will tear the covering of their heart. There I will devour them like a lioness. The wild animal will tear them.
13:9
τῇ διαφθορᾷ σου Ισραηλ τίς βοηθήσει
以色列啊,你與我反對, 就是反對幫助你的,自取敗壞。
You are destroyed, Israel, because you are against me, against your helper.
13:10
ποῦ βασιλεύς σου οὗτος καὶ διασωσάτω σε ἐν πάσαις ταῖς πόλεσίν σου κρινάτω σε ὃν εἶπας δός μοι βασιλέα καὶ ἄρχοντα
你曾求我說: 給我立王和首領。 現在你的王在哪裏呢? 治理你的在哪裏呢? 讓他在你所有的城中拯救你吧!
Where is your king now, that he may save you in all your cities? And your judges, of whom you said, ‘Give me a king and princes’?
13:11
καὶ ἔδωκά σοι βασιλέα ἐν ὀργῇ μου καὶ ἔσχον ἐν τῷ θυμῷ μου
我在怒氣中將王賜你, 又在烈怒中將王廢去。
I have given you a king in my anger, and have taken him away in my wrath.
13:12
συστροφὴν ἀδικίας Εφραιμ ἐγκεκρυμμένη ἁμαρτία αὐτοῦ
以法蓮的罪孽包裹; 他的罪惡收藏。
The guilt of Ephraim is stored up. His sin is stored up.
13:13
ὠδῖνες ὡς τικτούσης ἥξουσιν αὐτῷ οὗτος υἱός σου οὐ φρόνιμος διότι οὐ μὴ ὑποστῇ ἐν συντριβῇ τέκνων
產婦的疼痛必臨到他身上; 他是無智慧之子, 到了產期不當遲延。
The sorrows of a travailing woman will come on him. He is an unwise son, for when it is time, he doesn’t come to the opening of the womb.
13:14
ἐκ χειρὸς ᾅδου ῥύσομαι αὐτοὺς καὶ ἐκ θανάτου λυτρώσομαι αὐτούς ποῦ δίκη σου θάνατε ποῦ τὸ κέντρον σου ᾅδη παράκλησις κέκρυπται ἀπὸ ὀφθαλμῶν μου
我必救贖他們脫離陰間, 救贖他們脫離死亡。 死亡啊,你的災害在哪裏呢? 陰間哪,你的毀滅在哪裏呢? 在我眼前絕無後悔之事。
I will ransom them from the power of Sheol. I will redeem them from death! Death, where are your plagues? Sheol, where is your destruction? “Compassion will be hidden from my eyes.
13:15
διότι οὗτος ἀνὰ μέσον ἀδελφῶν διαστελεῖ ἐπάξει ἄνεμον καύσωνα κύριος ἐκ τῆς ἐρήμου ἐπ’ αὐτόν καὶ ἀναξηρανεῖ τὰς φλέβας αὐτοῦ ἐξερημώσει τὰς πηγὰς αὐτοῦ αὐτὸς καταξηρανεῖ τὴν γῆν αὐτοῦ καὶ πάντα τὰ σκεύη τὰ ἐπιθυμητὰ αὐτοῦ
他在弟兄中雖然茂盛, 必有東風颳來, 就是耶和華的風從曠野上來。 他的泉源必乾; 他的源頭必竭; 仇敵必擄掠他所積蓄的一切寶器。
Though he is fruitful among his brothers, an east wind will come, the breath of Yahweh coming up from the wilderness; and his spring will become dry, and his fountain will be dried up. He will plunder the storehouse of treasure.
← 第 12 章第 14 章 →
1234567891011121314