📜 Verbum · 聖言
原文誦讀聖經與教父文獻

七十士譯本 › 猶滴傳

猶滴傳 第 4 章

希臘文原文.15 節.部分字詞可點開查義

📖 這一章另有 3 種原文 —— 並排對照(武加大譯本、吉茲文聖經、次經)
4:1
καὶ ἤκουσαν οἱ υἱοὶ Ισραηλ οἱ κατοικοῦντες ἐν τῇ Ιουδαίᾳ πάντα ὅσα ἐποίησεν Ολοφέρνης τοῖς ἔθνεσιν ἀρχιστράτηγος Ναβουχοδονοσορ βασιλέως Ἀσσυρίων καὶ ὃν τρόπον ἐσκύλευσεν πάντα τὰ ἱερὰ αὐτῶν καὶ ἔδωκεν αὐτὰ εἰς ἀφανισμόν
住在猶大的以色列人聽見亞述王尼布甲尼撒的元帥何樂弗尼向列國所行的一切,就是他怎樣擄掠他們一切的廟宇,使之盡都荒廢,
The children of Israel that lived in Judea heard all that Holofernes the chief captain of Nebuchadnezzar king of the Assyrians had done to the nations, and how he had plundered all their temples and destroyed them utterly.
4:2
καὶ ἐφοβήθησαν σφόδρα σφόδρα ἀπὸ προσώπου αὐτοῦ καὶ περὶ Ιερουσαλημ καὶ τοῦ ναοῦ κυρίου θεοῦ αὐτῶν ἐταράχθησαν
他們在他面前極其懼怕,又為耶路撒冷和耶和華他們神的殿憂愁驚惶;
They were exceedingly afraid before him, and were troubled for Jerusalem, and for the temple of the Lord their God;
4:3
ὅτι προσφάτως ἦσαν ἀναβεβηκότες ἐκ τῆς αἰχμαλωσίας καὶ νεωστὶ πᾶς λαὸς συνελέλεκτο τῆς Ιουδαίας καὶ τὰ σκεύη καὶ τὸ θυσιαστήριον καὶ οἶκος ἐκ τῆς βεβηλώσεως ἡγιασμένα ἦν
因為他們剛從被擄之地歸回,猶大全地的百姓新近聚集,那些器皿、祭壇和殿宇也才從污穢中分別為聖。
because they had newly come up from the captivity, and all the people of Judea were recently gathered together; and the vessels, the altar, and the house were sanctified after being profaned.
4:4
καὶ ἀπέστειλαν εἰς πᾶν ὅριον Σαμαρείας καὶ Κωνα καὶ Βαιθωρων καὶ Βελμαιν καὶ Ιεριχω καὶ εἰς Χωβα καὶ Αισωρα καὶ τὸν αὐλῶνα Σαλημ
他們就打發人到撒瑪利亞全境,到哥拿、伯和崙、伯邁、耶利哥、何巴、亞瑣拉和撒冷的山谷,
And they sent into every coast of Samaria, to Konae, to Beth-horon, Belmaim, Jericho, to Choba, Aesora, and to the valley of Salem;
4:5
καὶ προκατελάβοντο πάσας τὰς κορυφὰς τῶν ὀρέων τῶν ὑψηλῶν καὶ ἐτείχισαν τὰς ἐν αὐτοῖς κώμας καὶ παρέθεντο εἰς ἐπισιτισμὸν εἰς παρασκευὴν πολέμου ὅτι προσφάτως ἦν τὰ πεδία αὐτῶν τεθερισμένα
預先佔據了一切高山的頂端,又在其上的村莊築起防禦,儲備糧食以備戰爭,因為他們的田地剛收割完。
and they occupied beforehand all the tops of the high mountains, fortified the villages that were in them, stored supplies for the provision of war; for their fields were newly reaped.
4:6
καὶ ἔγραψεν Ιωακιμ ἱερεὺς μέγας ὃς ἦν ἐν ταῖς ἡμέραις ἐν Ιερουσαλημ τοῖς κατοικοῦσι Βαιτυλουα καὶ Βαιτομεσθαιμ ἐστιν ἀπέναντι Εσδρηλων κατὰ πρόσωπον τοῦ πεδίου τοῦ πλησίον Δωθαϊμ
當那些日子在耶路撒冷作大祭司的約雅金,寫信給住在伯夙利亞和伯多米斯田的人,那地在以斯德倫對面,臨近多坍的平原前;
Joakim the high priest, who was in those days at Jerusalem, wrote to those who lived in Bethulia, and Betomesthaim, which is opposite Esdraelon toward the plain that is near to Dothaim,
4:7
λέγων διακατασχεῖν τὰς ἀναβάσεις τῆς ὀρεινῆς ὅτι δῑ αὐτῶν ἦν εἴσοδος εἰς τὴν Ιουδαίαν καὶ ἦν εὐχερῶς διακωλῦσαι αὐτοὺς προσβαίνοντας στενῆς τῆς προσβάσεως οὔσης ἐπ’ ἄνδρας τοὺς πάντας δύο
吩咐他們扼守山地的隘口,因為由此可以進入猶大;那道路狹窄,至多隻容兩人並行,容易阻擋上來的人。
charging them to seize upon the ascents of the hill country; because by them was the entrance into Judea, and it was easy to stop them from approaching, inasmuch as the approach was narrow, with space for two men at the most.
4:8
καὶ ἐποίησαν οἱ υἱοὶ Ισραηλ καθὰ συνέταξεν αὐτοῖς Ιωακιμ ἱερεὺς μέγας καὶ γερουσία παντὸς δήμου Ισραηλ οἳ ἐκάθηντο ἐν Ιερουσαλημ
以色列人就照大祭司約雅金,並住在耶路撒冷以色列全民的長老議會所吩咐他們的去行。
And the children of Israel did as Joakim the high priest had commanded them, as did the senate of all the people of Israel, which lived at Jerusalem.
4:9
καὶ ἀνεβόησαν πᾶς ἀνὴρ Ισραηλ πρὸς τὸν θεὸν ἐν ἐκτενείᾳ μεγάλῃ καὶ ἐταπείνωσαν τὰς ψυχὰς αὐτῶν ἐν ἐκτενείᾳ μεγάλῃ
以色列眾人就極其懇切地向神呼求,極其懇切地刻苦己心。
And every man of Israel cried to God with great earnestness, and with great earnestness they humbled their souls.
4:10
αὐτοὶ καὶ αἱ γυναῖκες αὐτῶν καὶ τὰ νήπια αὐτῶν καὶ τὰ κτήνη αὐτῶν καὶ πᾶς πάροικος καὶ μισθωτὸς καὶ ἀργυρώνητος αὐτῶν ἐπέθεντο σάκκους ἐπὶ τὰς ὀσφύας αὐτῶν
他們和他們的妻子、孩童、牲畜,並一切寄居的、僱工的、用銀子買來的奴僕,都腰束麻布。
They, their wives, their children, their cattle, and every sojourner, hireling, and servant bought with their money put sackcloth on their loins.
4:11
καὶ πᾶς ἀνὴρ Ισραηλ καὶ γυνὴ καὶ τὰ παιδία οἱ κατοικοῦντες ἐν Ιερουσαλημ ἔπεσον κατὰ πρόσωπον τοῦ ναοῦ καὶ ἐσποδώσαντο τὰς κεφαλὰς αὐτῶν καὶ ἐξέτειναν τοὺς σάκκους αὐτῶν κατὰ πρόσωπον κυρίου
以色列一切的男人、婦女和孩童,並住在耶路撒冷的居民,都俯伏在殿前,把灰撒在頭上,在耶和華面前鋪開他們的麻布。
Every man and woman of Israel, and the little children, and the inhabitants of Jerusalem, fell before the temple, and cast ashes upon their heads, and spread out their sackcloth before the Lord. They put sackcloth around the altar.
4:12
καὶ τὸ θυσιαστήριον σάκκῳ περιέβαλον καὶ ἐβόησαν πρὸς τὸν θεὸν Ισραηλ ὁμοθυμαδὸν ἐκτενῶς τοῦ μὴ δοῦναι εἰς διαρπαγὴν τὰ νήπια αὐτῶν καὶ τὰς γυναῖκας εἰς προνομὴν καὶ τὰς πόλεις τῆς κληρονομίας αὐτῶν εἰς ἀφανισμὸν καὶ τὰ ἅγια εἰς βεβήλωσιν καὶ ὀνειδισμὸν ἐπίχαρμα τοῖς ἔθνεσιν
他們又用麻布圍裹祭壇,同心合意地懇切呼求以色列的神,求他不要使他們的孩童被擄掠,妻子被搶奪,使他們承受為業的城邑被毀滅,使聖所被褻瀆受辱,成為列國所譏笑的。
They cried to the God of Israel earnestly with one consent, that he would not give their children as prey, their wives as plunder, the cities of their inheritance to destruction, and the sanctuary to being profaned and being made a reproach, for the nations to rejoice at.
4:13
καὶ εἰσήκουσεν κύριος τῆς φωνῆς αὐτῶν καὶ εἰσεῖδεν τὴν θλῖψιν αὐτῶν καὶ ἦν λαὸς νηστεύων ἡμέρας πλείους ἐν πάσῃ τῇ Ιουδαίᾳ καὶ Ιερουσαλημ κατὰ πρόσωπον τῶν ἁγίων κυρίου παντοκράτορος
耶和華垂聽他們的聲音,看顧他們的患難。百姓在猶大全地和耶路撒冷,在全能之主耶和華的聖所前禁食多日。
The Lord heard their voice, and looked at their affliction. The people continued fasting many days in all Judea and Jerusalem before the sanctuary of the Lord Almighty.
4:14
καὶ Ιωακιμ ἱερεὺς μέγας καὶ πάντες οἱ παρεστηκότες ἐνώπιον κυρίου ἱερεῖς καὶ οἱ λειτουργοῦντες κυρίῳ σάκκους περιεζωσμένοι τὰς ὀσφύας αὐτῶν προσέφερον τὴν ὁλοκαύτωσιν τοῦ ἐνδελεχισμοῦ καὶ τὰς εὐχὰς καὶ τὰ ἑκούσια δόματα τοῦ λαοῦ
大祭司約雅金,並一切站在耶和華面前的祭司,以及事奉耶和華的人,都腰束麻布,獻上常獻的燔祭,並百姓所許的願和甘心樂意的供物。
And Joakim the high priest, and all the priests that stood before the Lord, and those who ministered to the Lord, had their loins dressed in sackcloth, and offered the continual burnt offering, the vows, and the free gifts of the people.
4:15
καὶ ἦν σποδὸς ἐπὶ τὰς κιδάρεις αὐτῶν καὶ ἐβόων πρὸς κύριον ἐκ πάσης δυνάμεως εἰς ἀγαθὸν ἐπισκέψασθαι πᾶν οἶκον Ισραηλ
他們頭巾上撒著灰,竭力向耶和華呼求,願他眷顧以色列全家施恩。
They had ashes on their hats. They cried to the Lord with all their power, that he would look upon all the house of Israel for good.
12345678910111213141516