📜 Verbum · 聖言
原文誦讀聖經與教父文獻

← 回書卷目次 · 七十士譯本 › 猶滴傳

猶滴傳 第 6 章

希臘文原文.21 節.部分字詞可點開查義

← 第 5 章第 7 章 →
📖 這一章另有 3 種原文 —— 並排對照(武加大譯本、吉茲文聖經、次經)
6:1
καὶ ὡς κατέπαυσεν θόρυβος τῶν ἀνδρῶν τῶν κύκλῳ τῆς συνεδρίας καὶ εἶπεν Ολοφέρνης ἀρχιστράτηγος δυνάμεως Ασσουρ πρὸς Αχιωρ ἐναντίον παντὸς τοῦ δήμου ἀλλοφύλων καὶ πρὸς πάντας υἱοὺς Μωαβ
當議會四圍眾人的喧嚷止息了,亞述軍隊的元帥何樂弗尼就在外族全民和摩押眾子孫面前對亞希約說:
And when the disturbance of the men that were around the council had ceased, Holofernes the chief captain of the army of Asshur said to Achior and to all the children of Moab before all the people of the foreigners,
6:2
καὶ τίς εἶ σύ Αχιωρ καὶ οἱ μισθωτοὶ τοῦ Εφραιμ ὅτι ἐπροφήτευσας ἐν ἡμῖν καθὼς σήμερον καὶ εἶπας τὸ γένος Ισραηλ μὴ πολεμῆσαι ὅτι θεὸς αὐτῶν ὑπερασπιεῖ αὐτῶν καὶ τίς θεὸς εἰ μὴ Ναβουχοδονοσορ οὗτος ἀποστελεῖ τὸ κράτος αὐτοῦ καὶ ἐξολεθρεύσει αὐτοὺς ἀπὸ προσώπου τῆς γῆς καὶ οὐ ῥύσεται αὐτοὺς θεὸς αὐτῶν
「亞希約啊,你和以法蓮的僱工算甚麼,竟在我們中間說起預言來,像你今日所說的,叫以色列族不要爭戰,因為他們的神必護衛他們?除了尼布甲尼撒以外,還有甚麼神呢?他必差遣他的權能除滅他們,使他們從地面上消失,他們的神決不能救他們。
“And who are you, Achior, and the hirelings of Ephraim, that you have prophesied among us as today, and have said that we should not make war with the race of Israel, because their God will defend them? And who is God but Nebuchadnezzar?
6:3
ἀλλ’ ἡμεῖς οἱ δοῦλοι αὐτοῦ πατάξομεν αὐτοὺς ὡς ἄνθρωπον ἕνα καὶ οὐχ ὑποστήσονται τὸ κράτος τῶν ἵππων ἡμῶν
我們作他僕人的,必如擊打一人般擊打他們,他們決擋不住我們馬匹的威勢。
He will send forth his might, and will destroy them from the face of the earth, and their God will not deliver them; but we his servants will strike them as one man. They will not sustain the might of our horses.
6:4
κατακαύσομεν γὰρ αὐτοὺς ἐν αὐτοῖς καὶ τὰ ὄρη αὐτῶν μεθυσθήσεται ἐν τῷ αἵματι αὐτῶν καὶ τὰ πεδία αὐτῶν πληρωθήσεται τῶν νεκρῶν αὐτῶν καὶ οὐκ ἀντιστήσεται τὸ ἴχνος τῶν ποδῶν αὐτῶν κατὰ πρόσωπον ἡμῶν ἀλλὰ ἀπωλείᾳ ἀπολοῦνται λέγει βασιλεὺς Ναβουχοδονοσορ κύριος πάσης τῆς γῆς εἶπεν γάρ οὐ ματαιωθήσεται τὰ ῥήματα τῶν λόγων αὐτοῦ
我們必用他們自己的人焚燒他們,他們的山必被他們的血浸醉,他們的平原必填滿他們的屍首,他們的腳蹤決不能在我們面前站立,乃要徹底滅亡。這是尼布甲尼撒王,全地之主說的;他既已說了,他口中的話決不落空。
For with them we will burn them up. Their mountains will be drunken with their blood. Their plains will be filled with their dead bodies. Their footsteps will not stand before us, but they will surely perish, says king Nebuchadnezzar, lord of all the earth; for he said, ‘The words that I have spoken will not be in vain.’
6:5
σὺ δέ Αχιωρ μισθωτὲ τοῦ Αμμων ὃς ἐλάλησας τοὺς λόγους τούτους ἐν ἡμέρᾳ ἀδικίας σου οὐκ ὄψει ἔτι τὸ πρόσωπόν μου ἀπὸ τῆς ἡμέρας ταύτης ἕως οὗ ἐκδικήσω τὸ γένος τῶν ἐξ Αἰγύπτου
至於你,亞希約,你這亞捫的僱工啊,你在不義的日子說了這些話,從今日起,你必不再得見我的面,直等我向那從埃及出來的族類報仇。
But you, Achior, hireling of Ammon, who have spoken these words in the day of your iniquity, will see my face no more from this day, until I am avenged of the race of those that came out of Egypt.
6:6
καὶ τότε διελεύσεται σίδηρος τῆς στρατιᾶς μου καὶ λαὸς τῶν θεραπόντων μου τὰς πλευράς σου καὶ πεσῇ ἐν τοῖς τραυματίαις αὐτῶν ὅταν ἐπιστρέψω
到那時,我回轉之後,我軍隊的刀劍和我臣僕的眾民必刺透你的肋旁,你必倒在他們被殺的人中。
And then the sword of my army, and the multitude of those who serve me, will pass through your sides, and you will fall among their slain when I return.
6:7
καὶ ἀποκαταστήσουσίν σε οἱ δοῦλοί μου εἰς τὴν ὀρεινὴν καὶ θήσουσίν σε ἐν μιᾷ τῶν πόλεων τῶν ἀναβάσεων
我的僕人要把你帶回山地,安置在那些隘口的一座城裡,
Then my servants will bring you back into the hill country, and will set you in one of the cities of the ascents.
6:8
καὶ οὐκ ἀπολῇ ἕως οὗ ἐξολεθρευθῇς μετ’ αὐτῶν
你必不至滅亡,直等到你與他們一同被除滅。
You will not perish until you are destroyed with them.
6:9
καὶ εἴπερ ἐλπίζεις τῇ καρδίᾳ σου ὅτι οὐ συλλημφθήσονται μὴ συμπεσέτω σου τὸ πρόσωπον ἐλάλησα καὶ οὐδὲν διαπεσεῖται τῶν ῥημάτων μου
你心裡若指望他們不被攻取,你的臉就不必沮喪。我已說了,我的話決無一句落空。」
And if you hope in your heart that they will not be taken, don’t let your countenance fall. I have spoken it, and none of my words will fall to the ground. ”
6:10
καὶ προσέταξεν Ολοφέρνης τοῖς δούλοις αὐτοῦ οἳ ἦσαν παρεστηκότες ἐν τῇ σκηνῇ αὐτοῦ συλλαβεῖν τὸν Αχιωρ καὶ ἀποκαταστῆσαι αὐτὸν εἰς Βαιτυλουα καὶ παραδοῦναι εἰς χεῖρας υἱῶν Ισραηλ
何樂弗尼就吩咐站在他帳棚中伺候的僕人,去拿住亞希約,把他帶回伯夙利亞,交在以色列人手中。
Then Holofernes commanded his servants who waited in his tent to take Achior, and bring him back to Bethulia, and deliver him into the hands of the children of Israel.
6:11
καὶ συνέλαβον αὐτὸν οἱ δοῦλοι αὐτοῦ καὶ ἤγαγον αὐτὸν ἔξω τῆς παρεμβολῆς εἰς τὸ πεδίον καὶ ἀπῆραν ἐκ μέσου τῆς πεδινῆς εἰς τὴν ὀρεινὴν καὶ παρεγένοντο ἐπὶ τὰς πηγάς αἳ ἦσαν ὑποκάτω Βαιτυλουα
他的僕人就拿住他,帶他出營到平原去,又從平原中間把他帶上山地,來到伯夙利亞下面的水泉旁。
So his servants took him, and brought him out of the camp into the plain, and they moved from the midst of the plains into the hill country, and came to the springs that were under Bethulia.
6:12
καὶ ὡς εἶδαν αὐτοὺς οἱ ἄνδρες τῆς πόλεως ἐπὶ τὴν κορυφὴν τοῦ ὄρους ἀνέλαβον τὰ ὅπλα αὐτῶν καὶ ἀπῆλθον ἔξω τῆς πόλεως ἐπὶ τὴν κορυφὴν τοῦ ὄρους καὶ πᾶς ἀνὴρ σφενδονήτης διεκράτησαν τὴν ἀνάβασιν αὐτῶν καὶ ἔβαλλον ἐν λίθοις ἐπ’ αὐτούς
城裡的人看見他們在山頂上,就拿起兵器,出城到山頂去;一切用機弦的人都守住上來的路,向他們扔石頭。
When the men of the city saw them on the top of the hill, they took up their weapons, and went out of the city against them to the top of the hill. Every man that used a sling kept them from coming up, and cast stones against them.
6:13
καὶ ὑποδύσαντες ὑποκάτω τοῦ ὄρους ἔδησαν τὸν Αχιωρ καὶ ἀφῆκαν ἐρριμμένον ὑπὸ τὴν ῥίζαν τοῦ ὄρους καὶ ἀπῴχοντο πρὸς τὸν κύριον αὐτῶν
他們就潛到山下,把亞希約捆綁,丟棄在山腳下,自己回去見他們的主。
They took cover under the hill, bound Achior, cast him down, left him at the foot of the hill, and went away to their lord.
6:14
καταβάντες δὲ οἱ υἱοὶ Ισραηλ ἐκ τῆς πόλεως αὐτῶν ἐπέστησαν αὐτῷ καὶ λύσαντες αὐτὸν ἀπήγαγον εἰς τὴν Βαιτυλουα καὶ κατέστησαν αὐτὸν ἐπὶ τοὺς ἄρχοντας τῆς πόλεως αὐτῶν
以色列人從城裡下來,到了他那裡,給他解開繩索,帶他進伯夙利亞,把他帶到城中的首領面前。
But the children of Israel descended from their city, and came to him, untied him, led him away into Bethulia, and presented him to the rulers of their city;
6:15
οἳ ἦσαν ἐν ταῖς ἡμέραις ἐκείναις Οζιας τοῦ Μιχα ἐκ τῆς φυλῆς Συμεων καὶ Χαβρις τοῦ Γοθονιηλ καὶ Χαρμις υἱὸς Μελχιηλ
當那些日子作首領的,就是西緬支派米迦的兒子烏西雅、俄陀聶的兒子迦比利、米基利的兒子迦米。
which were in those days Ozias the son of Micah, of the tribe of Simeon, and Chabris the son of Gothoniel, and Charmis the son of Melchiel.
6:16
καὶ συνεκάλεσαν πάντας τοὺς πρεσβυτέρους τῆς πόλεως καὶ συνέδραμον πᾶς νεανίσκος αὐτῶν καὶ αἱ γυναῖκες εἰς τὴν ἐκκλησίαν καὶ ἔστησαν τὸν Αχιωρ ἐν μέσῳ παντὸς τοῦ λαοῦ αὐτῶν καὶ ἐπηρώτησεν αὐτὸν Οζιας τὸ συμβεβηκός
他們召聚城中一切的長老,他們的少年人和婦女都跑到會中。他們使亞希約站在眾民當中,烏西雅就問他所遭遇的事。
Then they called together all the elders of the city; and all their young men ran together, with their women, to the assembly. They set Achior in the midst of all their people. Then Ozias asked him what had happened.
6:17
καὶ ἀποκριθεὶς ἀπήγγειλεν αὐτοῖς τὰ ῥήματα τῆς συνεδρίας Ολοφέρνου καὶ πάντα τὰ ῥήματα ὅσα ἐλάλησεν ἐν μέσῳ τῶν ἀρχόντων υἱῶν Ασσουρ καὶ ὅσα ἐμεγαλορρημόνησεν Ολοφέρνης εἰς τὸν οἶκον Ισραηλ
他回答,將何樂弗尼議會中所說的話,並他在亞述眾首領中所說的一切話,以及何樂弗尼怎樣誇口攻擊以色列家,都告訴了他們。
He answered and declared to them the words of the council of Holofernes, and all the words that he had spoken in the midst of the princes of the children of Asshur, and all the great words that Holofernes had spoken against the house of Israel.
6:18
καὶ πεσόντες λαὸς προσεκύνησαν τῷ θεῷ καὶ ἐβόησαν λέγοντες
百姓就俯伏敬拜神,呼求說:
Then the people fell down and worshipped God, and cried, saying,
6:19
κύριε θεὸς τοῦ οὐρανοῦ κάτιδε ἐπὶ τὰς ὑπερηφανίας αὐτῶν καὶ ἐλέησον τὴν ταπείνωσιν τοῦ γένους ἡμῶν καὶ ἐπίβλεψον ἐπὶ τὸ πρόσωπον τῶν ἡγιασμένων σοι ἐν τῇ ἡμέρᾳ ταύτῃ
「天上的主神啊,求你垂看他們的驕傲,憐憫我們族類的卑微,在這日眷顧那些歸你為聖之人的臉。」
“O Lord God of heaven, behold their arrogance, and pity the low estate of our race. Look upon the face of those who are sanctified to you this day.”
6:20
καὶ παρεκάλεσαν τὸν Αχιωρ καὶ ἐπῄνεσαν αὐτὸν σφόδρα
他們就安慰亞希約,大大稱讚他。
They comforted Achior, and praised him exceedingly.
6:21
καὶ παρέλαβεν αὐτὸν Οζιας ἐκ τῆς ἐκκλησίας εἰς οἶκον αὐτοῦ καὶ ἐποίησεν πότον τοῖς πρεσβυτέροις καὶ ἐπεκαλέσαντο τὸν θεὸν Ισραηλ εἰς βοήθειαν ὅλην τὴν νύκτα ἐκείνην
烏西雅領他從會中到自己家裡,擺設筵席請眾長老。他們整夜呼求以色列的神幫助。
Then Ozias took him out of the assembly into his house, and made a feast for the elders. They called on the God of Israel for help all that night.
← 第 5 章第 7 章 →
12345678910111213141516