📜 Verbum · 聖言
原文誦讀聖經與教父文獻

← 回書卷目次 · 七十士譯本 › 那鴻書

那鴻書 第 2 章

希臘文原文.14 節.部分字詞可點開查義

← 第 1 章第 3 章 →
📖 這一章另有 3 種原文 —— 並排對照(希伯來文舊約、武加大譯本、吉茲文聖經)
2:1
ἰδοὺ ἐπὶ τὰ ὄρη οἱ πόδες εὐαγγελιζομένου καὶ ἀπαγγέλλοντος εἰρήνην ἑόρταζε Ιουδα τὰς ἑορτάς σου ἀπόδος τὰς εὐχάς σου διότι οὐ μὴ προσθήσωσιν ἔτι τοῦ διελθεῖν διὰ σοῦ εἰς παλαίωσιν συντετέλεσται ἐξῆρται
看哪,有報好信傳平安之人的腳登山,說: 猶大啊,可以守你的節期, 還你所許的願吧! 因為那惡人不再從你中間經過, 他已滅絕淨盡了。
Behold, on the mountains the feet of him who brings good news, who publishes peace! Keep your feasts, Judah! Perform your vows, for the wicked one will no more pass through you. He is utterly cut off.
2:2
ἀνέβη ἐμφυσῶν εἰς πρόσωπόν σου ἐξαιρούμενος ἐκ θλίψεως σκόπευσον ὁδόν κράτησον ὀσφύος ἄνδρισαι τῇ ἰσχύι σφόδρα
尼尼微啊,那打碎邦國的上來攻擊你。 你要看守保障,謹防道路, 使腰強壯,大大勉力。 (
He who dashes in pieces has come up against you. Keep the fortress! Watch the way! Strengthen your waist! Fortify your power mightily!
2:3
διότι ἀπέστρεψεν κύριος τὴν ὕβριν Ιακωβ καθὼς ὕβριν τοῦ Ισραηλ διότι ἐκτινάσσοντες ἐξετίναξαν αὐτοὺς καὶ τὰ κλήματα αὐτῶν διέφθειραν
耶和華復興雅各的榮華, 好像以色列的榮華一樣; 因為使地空虛的, 已經使雅各和以色列空虛, 將他們的葡萄枝毀壞了。)
For Yahweh restores the excellency of Jacob as the excellency of Israel, for the destroyers have destroyed them and ruined their vine branches.
2:4
ὅπλα δυναστείας αὐτῶν ἐξ ἀνθρώπων ἄνδρας δυνατοὺς ἐμπαίζοντας ἐν πυρί αἱ ἡνίαι τῶν ἁρμάτων αὐτῶν ἐν ἡμέρᾳ ἑτοιμασίας αὐτοῦ καὶ οἱ ἱππεῖς θορυβηθήσονται
他勇士的盾牌是紅的, 精兵都穿朱紅衣服。 在他預備爭戰的日子, 戰車上的鋼鐵閃爍如火, 柏木把的槍也掄起來了。
The shield of his mighty men is made red. The valiant men are in scarlet. The chariots flash with steel in the day of his preparation, and the pine spears are brandished.
2:5
ἐν ταῖς ὁδοῖς καὶ συγχυθήσονται τὰ ἅρματα καὶ συμπλακήσονται ἐν ταῖς πλατείαις ὅρασις αὐτῶν ὡς λαμπάδες πυρὸς καὶ ὡς ἀστραπαὶ διατρέχουσαι
車輛在街上 急行, 在寬闊處奔來奔去, 形狀如火把, 飛跑如閃電。
The chariots rage in the streets. They rush back and forth in the wide ways. Their appearance is like torches. They run like the lightnings.
2:6
καὶ μνησθήσονται οἱ μεγιστᾶνες αὐτῶν καὶ φεύξονται ἡμέρας καὶ ἀσθενήσουσιν ἐν τῇ πορείᾳ αὐτῶν καὶ σπεύσουσιν ἐπὶ τὰ τείχη καὶ ἑτοιμάσουσιν τὰς προφυλακὰς αὐτῶν
尼尼微王招聚他的貴冑; 他們步行絆跌, 速上城牆,預備擋牌。
He summons his picked troops. They stumble on their way. They dash to its wall, and the protective shield is put in place.
2:7
πύλαι τῶν ποταμῶν διηνοίχθησαν καὶ τὰ βασίλεια διέπεσεν
河閘開放,宮殿沖沒。
The gates of the rivers are opened, and the palace is dissolved.
2:8
καὶ ὑπόστασις ἀπεκαλύφθη καὶ αὕτη ἀνέβαινεν καὶ αἱ δοῦλαι αὐτῆς ἤγοντο καθὼς περιστεραὶ φθεγγόμεναι ἐν καρδίαις αὐτῶν
王后蒙羞,被人擄去; 宮女搥胸,哀鳴如鴿。 此乃命定之事。
It is decreed: she is uncovered, she is carried away; and her servants moan as with the voice of doves, beating on their breasts.
2:9
καὶ Νινευη ὡς κολυμβήθρα ὕδατος τὰ ὕδατα αὐτῆς καὶ αὐτοὶ φεύγοντες οὐκ ἔστησαν καὶ οὐκ ἦν ἐπιβλέπων
尼尼微自古以來充滿人民, 如同聚水的池子; 現在居民卻都逃跑。 雖有人呼喊說:站住!站住! 卻無人回顧。
But Nineveh has been from of old like a pool of water, yet they flee away. “Stop! Stop!” they cry, but no one looks back.
2:10
διήρπαζον τὸ ἀργύριον διήρπαζον τὸ χρυσίον καὶ οὐκ ἦν πέρας τοῦ κόσμου αὐτῆς βεβάρυνται ὑπὲρ πάντα τὰ σκεύη τὰ ἐπιθυμητὰ αὐτῆς
你們搶掠金銀吧! 因為所積蓄的無窮, 華美的寶器無數。
Take the plunder of silver. Take the plunder of gold, for there is no end of treasure, an abundance of every precious thing.
2:11
ἐκτιναγμὸς καὶ ἀνατιναγμὸς καὶ ἐκβρασμὸς καὶ καρδίας θραυσμὸς καὶ ὑπόλυσις γονάτων καὶ ὠδῖνες ἐπὶ πᾶσαν ὀσφύν καὶ τὸ πρόσωπον πάντων ὡς πρόσκαυμα χύτρας
尼尼微現在空虛荒涼, 人心消化,雙膝相碰, 腰都疼痛,臉都變色。
She is empty, void, and waste. The heart melts, the knees knock together, their bodies and faces have grown pale.
2:12
ποῦ ἐστιν τὸ κατοικητήριον τῶν λεόντων καὶ νομὴ οὖσα τοῖς σκύμνοις οὗ ἐπορεύθη λέων τοῦ εἰσελθεῖν ἐκεῖ σκύμνος λέοντος καὶ οὐκ ἦν ἐκφοβῶν
獅子的洞和少壯獅子餵養之處在哪裏呢? 公獅母獅小獅遊行、無人驚嚇之地在哪裏呢?
Where is the den of the lions, and the feeding place of the young lions, where the lion and the lioness walked with the lion’s cubs, and no one made them afraid?
2:13
λέων ἥρπασεν τὰ ἱκανὰ τοῖς σκύμνοις αὐτοῦ καὶ ἀπέπνιξεν τοῖς λέουσιν αὐτοῦ καὶ ἔπλησεν θήρας νοσσιὰν αὐτοῦ καὶ τὸ κατοικητήριον αὐτοῦ ἁρπαγῆς
公獅為小獅撕碎許多食物, 為母獅掐死活物, 把撕碎的、掐死的充滿牠的洞穴。
The lion tore in pieces enough for his cubs, and strangled prey for his lionesses, and filled his caves with the kill and his dens with prey.
2:14
ἰδοὺ ἐγὼ ἐπὶ σέ λέγει κύριος παντοκράτωρ καὶ ἐκκαύσω ἐν καπνῷ πλῆθός σου καὶ τοὺς λέοντάς σου καταφάγεται ῥομφαία καὶ ἐξολεθρεύσω ἐκ τῆς γῆς τὴν θήραν σου καὶ οὐ μὴ ἀκουσθῇ οὐκέτι τὰ ἔργα σου
萬軍之耶和華說:「我與你為敵,必將你的車輛焚燒成煙,刀劍也必吞滅你的少壯獅子。我必從地上除滅你所撕碎的,你使者的聲音必不再聽見。」
“Behold, I am against you,” says Yahweh of Armies, “and I will burn her chariots in the smoke, and the sword will devour your young lions; and I will cut off your prey from the earth, and the voice of your messengers will no longer be heard.”
← 第 1 章第 3 章 →
123