| 11:1 | μετ’ ὀλίγον δὲ παντελῶς χρονίσκον Λυσίας ἐπίτροπος τοῦ βασιλέως καὶ συγγενὴς καὶ ἐπὶ τῶν πραγμάτων λίαν βαρέως φέρων ἐπὶ τοῖς γεγονόσι | Sed parvo post tempore, Lysias procurator regis et propinquus, ac negotiorum præpositus, graviter ferens de his quæ acciderant, | μετ’ ὀλίγον δὲ παντελῶς χρονίσκον Λυσίας ἐπίτροπος τοῦ βασιλέως καὶ συγγενὴς καὶ ἐπὶ τῶν πραγμάτων λίαν βαρέως φέρων ἐπὶ τοῖς γεγονόσι |
|---|
| 11:2 | συναθροίσας περὶ τὰς ὀκτὼ μυριάδας καὶ τὴν ἵππον ἅπασαν παρεγίνετο ἐπὶ τοὺς Ιουδαίους λογιζόμενος τὴν μὲν πόλιν Ἕλλησιν οἰκητήριον ποιήσειν | congregatis octoginta millibus, et equitatu universo, veniebat adversus Judæos, existimans se civitatem quidem captam gentibus habitaculum facturum, | συναθροίσας περὶ τὰς ὀκτὼ μυριάδας καὶ τὴν ἵππον ἅπασαν παρεγίνετο ἐπὶ τοὺς Ιουδαίους λογιζόμενος τὴν μὲν πόλιν Ἕλλησιν οἰκητήριον ποιήσειν |
|---|
| 11:3 | τὸ δὲ ἱερὸν ἀργυρολόγητον καθὼς τὰ λοιπὰ τῶν ἐθνῶν τεμένη πρατὴν δὲ κατὰ ἔτος τὴν ἀρχιερωσύνην ποιήσειν | templum vero in pecuniæ quæstum, sicut cetera delubra gentium, habiturum, et per singulos annos venale sacerdotium : | τὸ δὲ ἱερὸν ἀργυρολόγητον καθὼς τὰ λοιπὰ τῶν ἐθνῶν τεμένη πρατὴν δὲ κατὰ ἔτος τὴν ἀρχιερωσύνην ποιήσειν |
|---|
| 11:4 | οὐδαμῶς ἐπιλογιζόμενος τὸ τοῦ θεοῦ κράτος πεφρενωμένος δὲ ταῖς μυριάσιν τῶν πεζῶν καὶ ταῖς χιλιάσιν τῶν ἱππέων καὶ τοῖς ἐλέφασιν τοῖς ὀγδοήκοντα | nusquam recogitans Dei potestatem, sed mente effrenatus in multitudine peditum, et in millibus equitum, et in octoginta elephantis confidebat. | οὐδαμῶς ἐπιλογιζόμενος τὸ τοῦ θεοῦ κράτος πεφρενωμένος δὲ ταῖς μυριάσιν τῶν πεζῶν καὶ ταῖς χιλιάσιν τῶν ἱππέων καὶ τοῖς ἐλέφασιν τοῖς ὀγδοήκοντα |
|---|
| 11:5 | εἰσελθὼν δὲ εἰς τὴν Ιουδαίαν καὶ συνεγγίσας Βαιθσουρα ὄντι μὲν ἐρυμνῷ χωρίῳ Ιεροσολύμων δὲ ἀπέχοντι ὡσεὶ σταδίους πέντε τοῦτο ἔθλιβεν | Ingressus autem Judæam, et appropians Bethsuræ, quæ erat in angusto loco, ab Jerosolyma intervallo quinque stadiorum, illud præsidium expugnabat. | εἰσελθὼν δὲ εἰς τὴν Ιουδαίαν καὶ συνεγγίσας Βαιθσουρα ὄντι μὲν ἐρυμνῷ χωρίῳ Ιεροσολύμων δὲ ἀπέχοντι ὡσεὶ σταδίους πέντε τοῦτο ἔθλιβεν |
|---|
| 11:6 | ὡς δὲ μετέλαβον οἱ περὶ τὸν Μακκαβαῖον πολιορκοῦντα αὐτὸν τὰ ὀχυρώματα μετὰ ὀδυρμῶν καὶ δακρύων ἱκέτευον σὺν τοῖς ὄχλοις τὸν κύριον ἀγαθὸν ἄγγελον ἀποστεῖλαι πρὸς σωτηρίαν τῷ Ισραηλ | Ut autem Machabæus et qui cum eo erant cognoverunt expugnari præsidia, cum fletu et lacrimis rogabant Dominum, et omnis turba simul, ut bonum angelum mitteret ad salutem Israël. | ὡς δὲ μετέλαβον οἱ περὶ τὸν Μακκαβαῖον πολιορκοῦντα αὐτὸν τὰ ὀχυρώματα μετὰ ὀδυρμῶν καὶ δακρύων ἱκέτευον σὺν τοῖς ὄχλοις τὸν κύριον ἀγαθὸν ἄγγελον ἀποστεῖλαι πρὸς σωτηρίαν τῷ Ισραηλ |
|---|
| 11:7 | αὐτὸς δὲ πρῶτος ὁ Μακκαβαῖος ἀναλαβὼν τὰ ὅπλα προετρέψατο τοὺς ἄλλους ἅμα αὐτῷ διακινδυνεύοντας ἐπιβοηθεῖν τοῖς ἀδελφοῖς αὐτῶν ὁμοῦ δὲ καὶ προθύμως ἐξώρμησαν | Et ipse primus Machabæus, sumptis armis, ceteros adhortatus est simul secum periculum subire, et ferre auxilium fratribus suis. | αὐτὸς δὲ πρῶτος ὁ Μακκαβαῖος ἀναλαβὼν τὰ ὅπλα προετρέψατο τοὺς ἄλλους ἅμα αὐτῷ διακινδυνεύοντας ἐπιβοηθεῖν τοῖς ἀδελφοῖς αὐτῶν ὁμοῦ δὲ καὶ προθύμως ἐξώρμησαν |
|---|
| 11:8 | αὐτόθι δὲ πρὸς τοῖς Ιεροσολύμοις ὄντων ἐφάνη προηγούμενος αὐτῶν ἔφιππος ἐν λευκῇ ἐσθῆτι πανοπλίαν χρυσῆν κραδαίνων | Cumque pariter prompto animo procederent, Jerosolymis apparuit præcedens eos eques in veste candida, armis aureis hastam vibrans. | αὐτόθι δὲ πρὸς τοῖς Ιεροσολύμοις ὄντων ἐφάνη προηγούμενος αὐτῶν ἔφιππος ἐν λευκῇ ἐσθῆτι πανοπλίαν χρυσῆν κραδαίνων |
|---|
| 11:9 | ὁμοῦ δὲ πάντες εὐλόγησαν τὸν ἐλεήμονα θεὸν καὶ ἐπερρώσθησαν ταῖς ψυχαῖς οὐ μόνον ἀνθρώπους θῆρας δὲ τοὺς ἀγριωτάτους καὶ σιδηρᾶ τείχη τιτρώσκειν ὄντες ἕτοιμοι | Tunc omnes simul benedixerunt misericordem Dominum, et convaluerunt animis : non solum homines, sed et bestias ferocissimas, et muros ferreos parati penetrare. | ὁμοῦ δὲ πάντες εὐλόγησαν τὸν ἐλεήμονα θεὸν καὶ ἐπερρώσθησαν ταῖς ψυχαῖς οὐ μόνον ἀνθρώπους θῆρας δὲ τοὺς ἀγριωτάτους καὶ σιδηρᾶ τείχη τιτρώσκειν ὄντες ἕτοιμοι |
|---|
| 11:10 | προῆγον ἐν διασκευῇ τὸν ἀπ’ οὐρανοῦ σύμμαχον ἔχοντες ἐλεήσαντος αὐτοὺς τοῦ κυρίου | Ibant igitur prompti, de cælo habentes adjutorem et miserantem super eos Dominum. | προῆγον ἐν διασκευῇ τὸν ἀπ’ οὐρανοῦ σύμμαχον ἔχοντες ἐλεήσαντος αὐτοὺς τοῦ κυρίου |
|---|
| 11:11 | λεοντηδὸν δὲ ἐντινάξαντες εἰς τοὺς πολεμίους κατέστρωσαν αὐτῶν χιλίους πρὸς τοῖς μυρίοις ἱππεῖς δὲ ἑξακοσίους πρὸς τοῖς χιλίοις τοὺς δὲ πάντας ἠνάγκασαν φεύγειν | Leonum autem more impetu irruentes in hostes, prostraverunt ex eis undecim millia peditum, et equitum mille sexcentos : | λεοντηδὸν δὲ ἐντινάξαντες εἰς τοὺς πολεμίους κατέστρωσαν αὐτῶν χιλίους πρὸς τοῖς μυρίοις ἱππεῖς δὲ ἑξακοσίους πρὸς τοῖς χιλίοις τοὺς δὲ πάντας ἠνάγκασαν φεύγειν |
|---|
| 11:12 | οἱ πλείονες δὲ αὐτῶν τραυματίαι γυμνοὶ διεσώθησαν καὶ αὐτὸς δὲ ὁ Λυσίας αἰσχρῶς φεύγων διεσώθη | universos autem in fugam verterunt, plures autem ex eis vulnerati nudi evaserunt. Sed et ipse Lysias turpiter fugiens evasit. | οἱ πλείονες δὲ αὐτῶν τραυματίαι γυμνοὶ διεσώθησαν καὶ αὐτὸς δὲ ὁ Λυσίας αἰσχρῶς φεύγων διεσώθη |
|---|
| 11:13 | οὐκ ἄνους δὲ ὑπάρχων πρὸς ἑαυτὸν ἀντιβάλλων τὸ γεγονὸς περὶ αὐτὸν ἐλάττωμα καὶ συννοήσας ἀνικήτους εἶναι τοὺς Εβραίους τοῦ δυναμένου θεοῦ συμμαχοῦντος αὐτοῖς | Et quia non insensatus erat, secum ipse reputans factam erga se diminutionem, et intelligens invictos esse Hebræos, omnipotentis Dei auxilio innitentes, misit ad eos : | οὐκ ἄνους δὲ ὑπάρχων πρὸς ἑαυτὸν ἀντιβάλλων τὸ γεγονὸς περὶ αὐτὸν ἐλάττωμα καὶ συννοήσας ἀνικήτους εἶναι τοὺς Εβραίους τοῦ δυναμένου θεοῦ συμμαχοῦντος αὐτοῖς |
|---|
| 11:14 | προσαποστείλας ἔπεισεν συλλύεσθαι ἐπὶ πᾶσι τοῖς δικαίοις καὶ διότι καὶ τὸν βασιλέα πείσει φίλον αὐτοῖς ἀναγκάζων γενέσθαι | promisitque se consensurum omnibus quæ justa sunt, et regem compulsurum amicum fieri. | προσαποστείλας ἔπεισεν συλλύεσθαι ἐπὶ πᾶσι τοῖς δικαίοις καὶ διότι καὶ τὸν βασιλέα πείσει φίλον αὐτοῖς ἀναγκάζων γενέσθαι |
|---|
| 11:15 | ἐπένευσεν δὲ ὁ Μακκαβαῖος ἐπὶ πᾶσιν οἷς ὁ Λυσίας παρεκάλει τοῦ συμφέροντος φροντίζων ὅσα γὰρ ὁ Μακκαβαῖος ἐπέδωκεν τῷ Λυσίᾳ διὰ γραπτῶν περὶ τῶν Ιουδαίων συνεχώρησεν ὁ βασιλεύς | Annuit autem Machabæus precibus Lysiæ, in omnibus utilitati consulens : et quæcumque Machabæus scripsit Lysiæ de Judæis, ea rex concessit. | ἐπένευσεν δὲ ὁ Μακκαβαῖος ἐπὶ πᾶσιν οἷς ὁ Λυσίας παρεκάλει τοῦ συμφέροντος φροντίζων ὅσα γὰρ ὁ Μακκαβαῖος ἐπέδωκεν τῷ Λυσίᾳ διὰ γραπτῶν περὶ τῶν Ιουδαίων συνεχώρησεν ὁ βασιλεύς |
|---|
| 11:16 | ἦσαν γὰρ αἱ γεγραμμέναι τοῖς Ιουδαίοις ἐπιστολαὶ παρὰ μὲν Λυσίου περιέχουσαι τὸν τρόπον τοῦτον Λυσίας τῷ πλήθει τῶν Ιουδαίων χαίρειν | Nam erant scriptæ Judæis epistolæ a Lysia quidem hunc modum continentes : Lysias populo Judæorum salutem. | ἦσαν γὰρ αἱ γεγραμμέναι τοῖς Ιουδαίοις ἐπιστολαὶ παρὰ μὲν Λυσίου περιέχουσαι τὸν τρόπον τοῦτον Λυσίας τῷ πλήθει τῶν Ιουδαίων χαίρειν |
|---|
| 11:17 | Ιωαννης καὶ Αβεσσαλωμ οἱ πεμφθέντες παρ’ ὑμῶν ἐπιδόντες τὸν ὑπογεγραμμένον χρηματισμὸν ἠξίουν περὶ τῶν δῑ αὐτοῦ σημαινομένων | Joannes et Abesalom, qui missi fuerant a vobis, tradentes scripta, postulabant ut ea quæ per illos significabantur, implerem. | Ιωαννης καὶ Αβεσσαλωμ οἱ πεμφθέντες παρ’ ὑμῶν ἐπιδόντες τὸν ὑπογεγραμμένον χρηματισμὸν ἠξίουν περὶ τῶν δῑ αὐτοῦ σημαινομένων |
|---|
| 11:18 | ὅσα μὲν οὖν ἔδει καὶ τῷ βασιλεῖ προσενεχθῆναι διεσάφησα ἃ δὲ ἦν ἐνδεχόμενα συνεχώρησεν | Quæcumque igitur regi potuerunt perferri, exposui : et quæ res permittebat, concessit. | ὅσα μὲν οὖν ἔδει καὶ τῷ βασιλεῖ προσενεχθῆναι διεσάφησα ἃ δὲ ἦν ἐνδεχόμενα συνεχώρησεν |
|---|
| 11:19 | ἐὰν μὲν οὖν συντηρήσητε τὴν εἰς τὰ πράγματα εὔνοιαν καὶ εἰς τὸ λοιπὸν πειράσομαι παραίτιος ἀγαθῶν γενέσθαι | Si igitur in negotiis fidem conservaveritis, et deinceps bonorum vobis causa esset, tentabo. | ἐὰν μὲν οὖν συντηρήσητε τὴν εἰς τὰ πράγματα εὔνοιαν καὶ εἰς τὸ λοιπὸν πειράσομαι παραίτιος ἀγαθῶν γενέσθαι |
|---|
| 11:20 | ὑπὲρ δὲ τούτων καὶ τῶν κατὰ μέρος ἐντέταλμαι τούτοις τε καὶ τοῖς παρ’ ἐμοῦ διαλεχθῆναι ὑμῖν | De ceteris autem per singula verbo mandavi et istis, et his, qui a me missi sunt, colloqui vobiscum. | ὑπὲρ δὲ τούτων καὶ τῶν κατὰ μέρος ἐντέταλμαι τούτοις τε καὶ τοῖς παρ’ ἐμοῦ διαλεχθῆναι ὑμῖν |
|---|
| 11:21 | ἔρρωσθε ἔτους ἑκατοστοῦ τεσσαρακοστοῦ ὀγδόου Διὸς Κορινθίου τετράδι καὶ εἰκάδι | Bene valete. Anno centesimo, quadragesimo octavo mensis Dioscori, die vigesima et quarta. | ἔρρωσθε ἔτους ἑκατοστοῦ τεσσαρακοστοῦ ὀγδόου Διὸς Κορινθίου τετράδι καὶ εἰκάδι |
|---|
| 11:22 | ἡ δὲ τοῦ βασιλέως ἐπιστολὴ περιεῖχεν οὕτως βασιλεὺς Ἀντίοχος τῷ ἀδελφῷ Λυσίᾳ χαίρειν | Regis autem epistola ista continebat : Rex Antiochus Lysiæ fratri salutem. | ἡ δὲ τοῦ βασιλέως ἐπιστολὴ περιεῖχεν οὕτως βασιλεὺς Ἀντίοχος τῷ ἀδελφῷ Λυσίᾳ χαίρειν |
|---|
| 11:23 | τοῦ πατρὸς ἡμῶν εἰς θεοὺς μεταστάντος βουλόμενοι τοὺς ἐκ τῆς βασιλείας ἀταράχους ὄντας γενέσθαι πρὸς τὴν τῶν ἰδίων ἐπιμέλειαν | Patre nostro inter deos translato, nos volentes eos qui sunt in regno nostro sine tumultu agere, et rebus suis adhibere diligentiam, | τοῦ πατρὸς ἡμῶν εἰς θεοὺς μεταστάντος βουλόμενοι τοὺς ἐκ τῆς βασιλείας ἀταράχους ὄντας γενέσθαι πρὸς τὴν τῶν ἰδίων ἐπιμέλειαν |
|---|
| 11:24 | ἀκηκοότες τοὺς Ιουδαίους μὴ συνευδοκοῦντας τῇ τοῦ πατρὸς ἐπὶ τὰ Ἑλληνικὰ μεταθέσει ἀλλὰ τὴν ἑαυτῶν ἀγωγὴν αἱρετίζοντας ἀξιοῦντας συγχωρηθῆναι αὐτοῖς τὰ νόμιμα | audivimus Judæos non consensisse patri meo ut transferrentur ad ritum Græcorum, sed tenere velle suum institutum, ac propterea postulare a nobis concedi sibi legitima sua. | ἀκηκοότες τοὺς Ιουδαίους μὴ συνευδοκοῦντας τῇ τοῦ πατρὸς ἐπὶ τὰ Ἑλληνικὰ μεταθέσει ἀλλὰ τὴν ἑαυτῶν ἀγωγὴν αἱρετίζοντας ἀξιοῦντας συγχωρηθῆναι αὐτοῖς τὰ νόμιμα |
|---|
| 11:25 | αἱρούμενοι οὖν καὶ τοῦτο τὸ ἔθνος ἐκτὸς ταραχῆς εἶναι κρίνομεν τό τε ἱερὸν ἀποκατασταθῆναι αὐτοῖς καὶ πολιτεύεσθαι κατὰ τὰ ἐπὶ τῶν προγόνων αὐτῶν ἔθη | Volentes igitur hanc quoque gentem quietam esse, statuentes judicavimus templum restitui illis, ut agerent secundum suorum majorum consuetudinem. | αἱρούμενοι οὖν καὶ τοῦτο τὸ ἔθνος ἐκτὸς ταραχῆς εἶναι κρίνομεν τό τε ἱερὸν ἀποκατασταθῆναι αὐτοῖς καὶ πολιτεύεσθαι κατὰ τὰ ἐπὶ τῶν προγόνων αὐτῶν ἔθη |
|---|
| 11:26 | εὖ οὖν ποιήσεις διαπεμψάμενος πρὸς αὐτοὺς καὶ δοὺς δεξιάς ὅπως εἰδότες τὴν ἡμετέραν προαίρεσιν εὔθυμοί τε ὦσιν καὶ ἡδέως διαγίνωνται πρὸς τῇ τῶν ἰδίων ἀντιλήμψει | Bene igitur feceris, si miseris ad eos et dexteram dederis : ut cognita nostra voluntate, bono animo sint, et utilitatibus propriis deserviant. | εὖ οὖν ποιήσεις διαπεμψάμενος πρὸς αὐτοὺς καὶ δοὺς δεξιάς ὅπως εἰδότες τὴν ἡμετέραν προαίρεσιν εὔθυμοί τε ὦσιν καὶ ἡδέως διαγίνωνται πρὸς τῇ τῶν ἰδίων ἀντιλήμψει |
|---|
| 11:27 | πρὸς δὲ τὸ ἔθνος ἡ τοῦ βασιλέως ἐπιστολὴ τοιάδε ἦν βασιλεὺς Ἀντίοχος τῇ γερουσίᾳ τῶν Ιουδαίων καὶ τοῖς ἄλλοις Ιουδαίοις χαίρειν | Ad Judæos vero regis epistola talis erat : Rex Antiochus senatui Judæorum, et ceteris Judæis salutem. | πρὸς δὲ τὸ ἔθνος ἡ τοῦ βασιλέως ἐπιστολὴ τοιάδε ἦν βασιλεὺς Ἀντίοχος τῇ γερουσίᾳ τῶν Ιουδαίων καὶ τοῖς ἄλλοις Ιουδαίοις χαίρειν |
|---|
| 11:28 | εἰ ἔρρωσθε εἴη ἂν ὡς βουλόμεθα καὶ αὐτοὶ δὲ ὑγιαίνομεν | Si valetis, sic estis ut volumus : sed et ipsi bene valemus. | εἰ ἔρρωσθε εἴη ἂν ὡς βουλόμεθα καὶ αὐτοὶ δὲ ὑγιαίνομεν |
|---|
| 11:29 | ἐνεφάνισεν ἡμῖν Μενέλαος βούλεσθαι κατελθόντας ὑμᾶς γίνεσθαι πρὸς τοῖς ἰδίοις | Adiit nos Menelaus, dicens velle vos descendere ad vestros, qui sunt apud nos. | ἐνεφάνισεν ἡμῖν Μενέλαος βούλεσθαι κατελθόντας ὑμᾶς γίνεσθαι πρὸς τοῖς ἰδίοις |
|---|
| 11:30 | τοῖς οὖν καταπορευομένοις μέχρι τριακάδος Ξανθικοῦ ὑπάρξει δεξιὰ μετὰ τῆς ἀδείας | His igitur qui commeant usque ad diem trigesimum mensis Xanthici, damus dextras securitatis, | τοῖς οὖν καταπορευομένοις μέχρι τριακάδος Ξανθικοῦ ὑπάρξει δεξιὰ μετὰ τῆς ἀδείας |
|---|
| 11:31 | χρῆσθαι τοὺς Ιουδαίους τοῖς ἑαυτῶν δαπανήμασιν καὶ νόμοις καθὰ καὶ τὸ πρότερον καὶ οὐδεὶς αὐτῶν κατ’ οὐδένα τρόπον παρενοχληθήσεται περὶ τῶν ἠγνοημένων | ut Judæi utantur cibis et legibus suis, sicut et prius : et nemo eorum ullo modo molestiam patiatur de his quæ per ignorantiam gesta sunt. | χρῆσθαι τοὺς Ιουδαίους τοῖς ἑαυτῶν δαπανήμασιν καὶ νόμοις καθὰ καὶ τὸ πρότερον καὶ οὐδεὶς αὐτῶν κατ’ οὐδένα τρόπον παρενοχληθήσεται περὶ τῶν ἠγνοημένων |
|---|
| 11:32 | πέπομφα δὲ καὶ τὸν Μενέλαον παρακαλέσοντα ὑμᾶς | Misimus autem et Menelaum, qui vos alloquatur. | πέπομφα δὲ καὶ τὸν Μενέλαον παρακαλέσοντα ὑμᾶς |
|---|
| 11:33 | ἔρρωσθε ἔτους ἑκατοστοῦ τεσσαρακοστοῦ ὀγδόου Ξανθικοῦ πεντεκαιδεκάτῃ | Valete. Anno centesimo quadragesimo octavo, Xanthici mensis quintadecima die. | ἔρρωσθε ἔτους ἑκατοστοῦ τεσσαρακοστοῦ ὀγδόου Ξανθικοῦ πεντεκαιδεκάτῃ |
|---|
| 11:34 | ἔπεμψαν δὲ καὶ οἱ Ῥωμαῖοι πρὸς αὐτοὺς ἐπιστολὴν ἔχουσαν οὕτως Κόιντος Μέμμιος Τίτος Μάνιος πρεσβῦται Ῥωμαίων τῷ δήμῳ τῶν Ιουδαίων χαίρειν | Miserunt autem etiam Romani epistolam, ita se habentem : Quintus Memmius et Titus Manilius legati Romanorum, populo Judæorum salutem. | ἔπεμψαν δὲ καὶ οἱ Ῥωμαῖοι πρὸς αὐτοὺς ἐπιστολὴν ἔχουσαν οὕτως Κόιντος Μέμμιος Τίτος Μάνιος πρεσβῦται Ῥωμαίων τῷ δήμῳ τῶν Ιουδαίων χαίρειν |
|---|
| 11:35 | ὑπὲρ ὧν Λυσίας ὁ συγγενὴς τοῦ βασιλέως συνεχώρησεν ὑμῖν καὶ ἡμεῖς συνευδοκοῦμεν | De his quæ Lysias cognatus regis concessit vobis, et nos concessimus. | ὑπὲρ ὧν Λυσίας ὁ συγγενὴς τοῦ βασιλέως συνεχώρησεν ὑμῖν καὶ ἡμεῖς συνευδοκοῦμεν |
|---|
| 11:36 | ἃ δὲ ἔκρινεν προσανενεχθῆναι τῷ βασιλεῖ πέμψατέ τινα παραχρῆμα ἐπισκεψάμενοι περὶ τούτων ἵνα ἐκθῶμεν ὡς καθήκει ὑμῖν ἡμεῖς γὰρ προσάγομεν πρὸς Ἀντιόχειαν | De quibus autem ad regem judicavit referendum, confestim aliquem mittere, diligentius inter vos conferentes, ut decernamus, sicut congruit vobis : nos enim Antiochiam accedimus. | ἃ δὲ ἔκρινεν προσανενεχθῆναι τῷ βασιλεῖ πέμψατέ τινα παραχρῆμα ἐπισκεψάμενοι περὶ τούτων ἵνα ἐκθῶμεν ὡς καθήκει ὑμῖν ἡμεῖς γὰρ προσάγομεν πρὸς Ἀντιόχειαν |
|---|
| 11:37 | διὸ σπεύσατε καὶ πέμψατέ τινας ὅπως καὶ ἡμεῖς ἐπιγνῶμεν ὁποίας ἐστὲ γνώμης | Ideoque festinate rescribere, ut nos quoque sciamus cujus estis voluntatis. | διὸ σπεύσατε καὶ πέμψατέ τινας ὅπως καὶ ἡμεῖς ἐπιγνῶμεν ὁποίας ἐστὲ γνώμης |
|---|
| 11:38 | ὑγιαίνετε ἔτους ἑκατοστοῦ τεσσαρακοστοῦ ὀγδόου Ξανθικοῦ πεντεκαιδεκάτῃ | Bene valete. Anno centesimo quadragesimo octavo, quintadecima die mensis Xanthici. | ὑγιαίνετε ἔτους ἑκατοστοῦ τεσσαρακοστοῦ ὀγδόου Ξανθικοῦ πεντεκαιδεκάτῃ |
|---|