📜 Verbum
Scripture and the Fathers, read aloud in the original
♥ Support

← All books · 4 Baruch (Rest of Baruch)

4 Baruch (Rest of Baruch) 5 — 2 originals side by side

Versification differs between traditions. Columns are aligned by verse number; where a text has no such verse the cell is left blank rather than forced into line. Tap any word for a gloss.

ℹ️ The Chinese and English alongside are this site's own translation, made directly from the original text on this page (not the CUV or the WEB, which follow the Masoretic Text and a different textual tradition).
← ch. 3ch. 6 →
Greek
Septuagint
Ge'ez
Ge'ez Bible
English
本站以 AI(Claude)翻譯
5:1
Ὁ δὲ Ἀβιμέλεχ ἤνεγκε τὰ σῦκα τῷ καύματι, καὶ καταλαβὼν δένδρον, ἐκάθισεν ὑπὸ τὴν σκιὰν αὐτοῦ τοῦ ἀναπαῆναι ὀλίγον.
ወአቤሜሌክኒ፡ አምጽአ፡ በለሰ፡ ጊዜ፡ ቀትር፡ እምኀበ፡ ለአኮ፡ ኤርምያስ፡ ወረከበ፡ ዕፀ፡ ጸፍቅተ፡ ወነበረ፡ ወአጽለለ፡ ከመ፡ ያዕርፍ፡ ንስቲተ፡ ወአስመከ፡ ርእሶ፡ ዲበ፡ ሙዳየ፡ በለስ፡ ወኖመ፡ ስሳ፡ ውስድስተ፡ ዓመተ፡ ወኢነቅሀ፡ እምንዋሙ።
Now Abimelech carried the figs in the heat, and coming upon a tree, he sat down under its shade to rest a little.
5:2
καὶ κλίνας τὴν κεφαλὴν αὐτοῦ ἐπὶ τὸν κόφινον τῶν σύκων ὕπνωσεν κοιμώμενος ἔτη ἑξηκονταέξ· καὶ οὐκ ἐξυπνίσθη ἐκ τοῦ ὕπνου αὐτοῦ.
ወአቤሜሌክኒ፡ አምጽአ፡ በለሰ፡ ጊዜ፡ ቀትር፡ እምኀበ፡ ለአኮ፡ ኤርምያስ፡ ወረከበ፡ ዕፀ፡ ጸፍቅተ፡ ወነበረ፡ ወአጽለለ፡ ከመ፡ ያዕርፍ፡ ንስቲተ፡ ወአስመከ፡ ርእሶ፡ ዲበ፡ ሙዳየ፡ በለስ፡ ወኖመ፡ ስሳ፡ ውስድስተ፡ ዓመተ፡ ወኢነቅሀ፡ እምንዋሙ።
And resting his head upon the basket of figs, he fell asleep, slumbering sixty-six years; and he did not awake out of his sleep.
5:3
καὶ μετὰ ταῦτα ἐγερθεὶς ἀπὸ τοῦ ὕπνου αὐτοῦ, εἶπεν ὅτι, Ἡδέως ἐκοιμήθην ὀλίγον, ἀλλὰ βεβαρημένη ἐστὶν ἡ κεφαλή μου, ὅτι οὐκ ἐκορέσθην τοῦ ὕπνου μου.
ወእምድኅረዝ፡ መዋዕል፡ ተንሥአ፡ ወነቅሀ፡ እምንዋሙ፡ ውይቤ፡ ዓዲ፡ ሶበ፡ ኖምኩ፡ ንስቲተ፡ እስመ፡ ዓዲ፡ ይከብደኒ፡ ርእስየ፡ ወኢጥዲኩ፡ ንዋመ።
And after these things, rising up from his sleep, he said: I slept sweetly for a little while, but my head is heavy, because I had not enough of my sleep.
5:4
εἶτα ἀνακαλύψας τὸν κόφινον τῶν σύκων, εὗρεν αὐτὰ στάζοντα γάλα.
ወእምድኅረዝ፡ መዋዕል፡ ተንሥአ፡ ወነቅሀ፡ እምንዋሙ፡ ውይቤ፡ ዓዲ፡ ሶበ፡ ኖምኩ፡ ንስቲተ፡ እስመ፡ ዓዲ፡ ይከብደኒ፡ ርእስየ፡ ወኢጥዲኩ፡ ንዋመ።
Then uncovering the basket of figs, he found them dripping milk.
5:5
καὶ εἶπεν· Ἤθελον κοιμηθῆναι ἔτι ὀλίγον, ὅτι βεβαρημένη ἐστὶν ἡ κεφαλή μου· ἀλλὰ φοβοῦμαι, μήπως κοιμηθῶ καὶ βραδυνῶ τοῦ ἐξυπνισθῆναι, καὶ ὀλιγωρήσῃ Ἰερεμίας ὁ πατήρ μου· εἰ μὴ γὰρ ἐσπούδαζεν, οὐκ ἂν ἀπέστειλέ με ὄρθρου σήμερον.
ውከሠተ፡ ዝኰ፡ ሙዳየ፡ በለስ፡ ወረክበ፡ ዝኰ፡ በለሰ፡ ሐዲሳነ፡ ወያንጸፈጽፍ፡ ሐሊቦን።
And he said: I would sleep yet a little longer, for my head is heavy; but I am afraid, lest I sleep and be slow to awake, and Jeremiah my father think little of me; for had he not been in haste, he would not have sent me out at dawn today.
5:6
ἀναστὰς οὖν πορεύσομαι τῷ καύματι· οὐ γὰρ καῦμα οὐ κόπος ἐστὶ καθ᾽ ἡμέραν;
ወፈቀደ፡ ይኑም፡ ዳግመ፡ እስመ፡ ይከብዶ፡ ርእሱ፡ ውኢጥዕየ፡ ድቃስ፤ ውይቤ፡ እፈረህ፡ ከመ፡ ኢይኑም፡ ወኢይጐንዲ፡ ከመ፡ ኢይሒሰኒ፡ አቡየ፡ ኤርምያስ፡ እስመ፡ ጽሂቆ፡ ፈንወኒ፡ በነግህ፤ ወይእዜኒ፡ እትንሣእ፡ ወአሐውር፡ እስመ፡ ሞቀሰ፡ ዋዕይ፡ ወአልቦ፡ ሶበ፡ የኀድግ፡ በኵለሄ።
Therefore I will arise and go on in the heat; for is there not heat and toil every day?
5:7
ἐγερθεὶς οὖν ἦρε τὸν κόφινον τῶν σύκων, καὶ ἐπέθηκεν ἐπὶ τῶν ὤμων αὐτοῦ· καὶ εἰσῆλθεν εἰς Ἰερουσαλήμ, καὶ οὐκ ἐπέγνω αὐτήν, οὔτε τὴν οἰκίαν οὔτε τὸν τόπον ἑαυτοῦ, οὔτε τὸ γένος ἑαυτοῦ οὔτέ τινα τῶν γνωρίμων εὗρεν.
ወፈቀደ፡ ይኑም፡ ዳግመ፡ እስመ፡ ይከብዶ፡ ርእሱ፡ ውኢጥዕየ፡ ድቃስ፤ ውይቤ፡ እፈረህ፡ ከመ፡ ኢይኑም፡ ወኢይጐንዲ፡ ከመ፡ ኢይሒሰኒ፡ አቡየ፡ ኤርምያስ፡ እስመ፡ ጽሂቆ፡ ፈንወኒ፡ በነግህ፤ ወይእዜኒ፡ እትንሣእ፡ ወአሐውር፡ እስመ፡ ሞቀሰ፡ ዋዕይ፡ ወአልቦ፡ ሶበ፡ የኀድግ፡ በኵለሄ።
So rising up, he took the basket of figs and put it upon his shoulders; and he entered into Jerusalem, and did not recognize it, neither his house nor his own place, nor did he find his own family nor any of his acquaintances.
5:8
καὶ εἶπεν· Εὐλογητὸς κύριος, ὅτι μεγάλη ἔκστασις ἐπέπεσεν ἐπ᾽ ἐμὲ σήμερον.
ወተንሥአ፡ ወንሥአ፡ ሙዳየ፡ በለሱ፡ ወቦአ፡ ውስተ፡ ሀገረ፡ ኢየሩሳሌም፡ ውኢያእመረ፡ ሀገረ፡ ወኢቤቶ፡ ወይቤ፡ ቡሩክ፡ አንተ፡ እግዚኦ፡ እስመ፡ ዐቢይ፡ ድንጋፄ፡ ወረደ፡ ላዕሌሁ።
And he said: Blessed be the Lord, for a great trance has fallen upon me today.
5:9
οὐκ ἔστιν αὕτη ἡ πόλις Ἰερουσαλήμ· πεπλάνημαι τὴν ὁδόν, ὅτι διὰ τῆς ὁδοῦ τοῦ ὄρους ἦλθον, ἐγερθεὶς ἀπὸ τοῦ ὕπνου μου· καὶ βαρείας οὔσης τῆς κεφαλῆς μου διὰ τὸ μὴ κορεσθῆναί με τοῦ ὕπνου πεπλάνημαι τὴν ὁδόν.
ወይቤ፡ አኮኑ፡ ዛቲ፡ ይእቲ፡ ሀገረ፡ ኢየሩሳሌም፤ ዮጊ፡ እጌጊ፡ እስመ፡ እንተ፡ ፍኖተ፡ ደብር፡ መጻእኩ፤ ወእመ፡ አኮ፡ እስመ፡ ይከብደኒ፡ ርእስየ፡ ወኢጥዒኩ፡ ንዋመ፡ ውይዘነግዐኒ፡ ልብየ፤ ወእፎ፡ እዜኑ፡ ዘንተ፡ ነገረ፡ በኀበ፡ ኤርምያስ፡ ዘከመ፡ ተባዐደተኒ፡ ሀገር።
This is not the city of Jerusalem; I have lost my way, for I came by the way of the mountain, having risen from my sleep; and because my head was heavy, since I had not had enough sleep, I have lost my way.
5:10
θαυμαστὸν εἰπεῖν τοῦτο ἐναντίον Ἰερεμίου, ὅτι πεπλάνημαι τὴν ὁδόν.
ወይቤ፡ አኮኑ፡ ዛቲ፡ ይእቲ፡ ሀገረ፡ ኢየሩሳሌም፤ ዮጊ፡ እጌጊ፡ እስመ፡ እንተ፡ ፍኖተ፡ ደብር፡ መጻእኩ፤ ወእመ፡ አኮ፡ እስመ፡ ይከብደኒ፡ ርእስየ፡ ወኢጥዒኩ፡ ንዋመ፡ ውይዘነግዐኒ፡ ልብየ፤ ወእፎ፡ እዜኑ፡ ዘንተ፡ ነገረ፡ በኀበ፡ ኤርምያስ፡ ዘከመ፡ ተባዐደተኒ፡ ሀገር።
It would be a marvelous thing to say this before Jeremiah, that I have lost my way.
5:11
ἐξῆλθε δὲ ἀπὸ τῆς πόλεως· καὶ κατανοήσας εἶδε τὰ σημεῖα τῆς πόλεως, καὶ εἶπεν· Αὕτη μὲν ἔστιν ἡ πόλις, πεπλάνημαι δὲ τὴν ὁδόν.
ወኀሠሠ፡ ኵሎ፡ ትእምርተ፡ ዘሀሎ፡ ውስተ፡ ሀገር፡ ከመ፡ ያእምር፡ ለእመኑ፡ ኢየሩሳሌም፡ ይእቲ።
And he went out of the city; and observing carefully, he saw the landmarks of the city, and said: This indeed is the city, but I have lost my way.
5:12
καὶ πάλιν ὑπέστρεψεν εἰς τὴν πόλιν, καὶ ἐζήτησε, καὶ οὐδένα εὗρε τῶν ἰδίων, καὶ εἶπεν· Εὐλογητὸς κύριος, ὅτι μεγάλη ἔκστασις ἐπέπεσεν ἐπ᾽ ἐμέ.
ወኀሠሠ፡ ኵሎ፡ ትእምርተ፡ ዘሀሎ፡ ውስተ፡ ሀገር፡ ከመ፡ ያእምር፡ ለእመኑ፡ ኢየሩሳሌም፡ ይእቲ።
And again he returned into the city, and sought, and found none of his own; and he said: Blessed be the Lord, for a great trance has fallen upon me.
5:13
καὶ πάλιν ἐξῆλθεν ἔξω τῆς πόλεως, καὶ ἔμεινε λυπούμενος, μὴ εἰδὼς ποῦ ἀπέλθῃ.
ወገብአ፡ ካዕበ፡ ውስተ፡ ሀገር፡ ውኀሠሠ፡ ለእመቦ፡ ዘያአምሮ፡ ወኀጥአ።
And again he went out of the city, and remained grieving, not knowing where to go.
5:14
καὶ ἀπέθηκε τὸν κόφινον, λέγων· Καθέζομαι ὧδε ἕως ὁ κύριος ἄρῃ τὴν ἔκστασιν ταύτην ἀπ᾽ ἐμοῦ.
ወይቤ፡ ቡሩክ፡ አንተ፡ እግዚኦ፡ እስመ፡ ዐቢይ፡ ድንጋፄ፡ ወድቀ፡ ላዕሌየ፤ ወወፅአ፡ ካዕበ፡ እምሀገር፡ ርሑቀ፡ ወነበረ፡ እንዘ፡ የሐዝን፡ ወእንዘ፡ ኀበ፡ የሐውር፡ ኢያአምር።
And he set down the basket, saying: I will sit here until the Lord takes away this trance from me.
5:15
καθημένου δὲ αὐτοὺ, εἶδέ τινα γηραιὸν ἐρχόμενον ἐξ ἀγροῦ, καὶ λέγει αὐτῷ Ἀβιμέλεχ· Σοὶ λέγω, πρεσβῦτα, ποία ἐστὶν ἡ πόλις αὕτη;
ወይቤ፡ ቡሩክ፡ አንተ፡ እግዚኦ፡ እስመ፡ ዐቢይ፡ ድንጋፄ፡ ወድቀ፡ ላዕሌየ፤ ወወፅአ፡ ካዕበ፡ እምሀገር፡ ርሑቀ፡ ወነበረ፡ እንዘ፡ የሐዝን፡ ወእንዘ፡ ኀበ፡ የሐውር፡ ኢያአምር።
And while he was sitting, he saw an old man coming from the field, and Abimelech said to him: I say to you, old man, what city is this?
5:16
καὶ εἶπεν αὐτῷ· Ἰερουσαλήμ ἐστι.
ወአንበረ፡ ዝክወ፡ ሙዳየ፡ በለስ፡ ውይቤ፡ እነብር፡ ዝየ፡ እስከ፡ ያአትት፡ እግዚአብሔር፡ ዘንተ፡ ህየተ፡ እምላዕሌየ።
And he said to him: It is Jerusalem.
5:17
καὶ λέγει αὐτῷ Ἀβιμέλεχ· Ποῦ ἔστιν ὁ Ἰερεμίας ὁ ἱερεύς, καὶ Βαροὺχ ὁ ἀναγνώστης, καὶ πᾶς ὁ λαὸς τῆς πόλεως ταύτης, ὅτι οὐκ εὗρον αὐτούς;
ወእምድኅረዝ፡ ንቢሮ፡ ርእየ፡ ብእሴ፡ ልሂቀ፡ የአቱ፡ እምሐቅል፡ ወይቤሎ፡ አቤሜሌክ፡ ለከ፡ እብለከ፡ አንተ፡ ልሂቅ፡ አይቴ፡ ይእቲ፡ ዛቲ፡ ሀገር፡ ወይቤሎ፡ አረጋይ፡ ኢየሩሳሌም፡ ይእቲ።
And Abimelech said to him: Where is Jeremiah the priest, and Baruch the reader, and all the people of this city, for I have not found them?
5:18
καὶ εἶπεν αὐτῷ ὁ πρεσβύτης· Οὐκ εἶ ἐκ τῆς πόλεως ταύτης, σήμερον μνησθεὶς τοῦ Ἰερεμίου, ὅτι ἐπερωτᾷς περὶ αὐτοῦ μετὰ τοσοῦτον χρόνον;
ወእምድኅረዝ፡ ንቢሮ፡ ርእየ፡ ብእሴ፡ ልሂቀ፡ የአቱ፡ እምሐቅል፡ ወይቤሎ፡ አቤሜሌክ፡ ለከ፡ እብለከ፡ አንተ፡ ልሂቅ፡ አይቴ፡ ይእቲ፡ ዛቲ፡ ሀገር፡ ወይቤሎ፡ አረጋይ፡ ኢየሩሳሌም፡ ይእቲ።
And the old man said to him: Are you not from this city, that today you remember Jeremiah, that you ask about him after so long a time?
5:19
Ἰερεμίας γὰρ ἐν Βαβυλῶνί ἐστι μετὰ τοῦ λαοῦ· ᾐχμαλωτεύθησαν γὰρ ὑπὸ Ναβουχοδονόσορ τοῦ βασιλέως, καὶ μετ᾽ αὐτῶν ἐστιν Ἰερεμίας εὐαγγελίσασθαι αὐτοῖς καὶ κατηχῆσαι αὐτοὺς τὸν λόγον.
ወይቤሎ፡ አቤሜሌክ፡ አይቴ፡ ሀሎ፡ ኤርምያስ፡ ካህን፡ ወባሮክ፡ ሌዋዊ፡ ወኵሉ፡ ሕዝበዝ፡ ሀገር፡ እስመ፡ አልቦ፡ ዘረክብኩ።
For Jeremiah is in Babylon with the people; for they were taken captive by Nebuchadnezzar the king, and Jeremiah is with them, to preach good tidings to them and to instruct them in the word.
5:20
εὐθὺς δὲ ἀκούσας Ἀβιμέλεχ παρὰ τοῦ γηραιοῦ ἀνθρώπου, εἶπεν· Εἰ μὴ ἦς πρεσβύτης, καὶ ὅτι οὐκ ἐξὸν ἀνθρώπῳ ὑβρίσαι τὸν μείζονα αὐτοῦ, ἐπικατεγέλων ἄν σοι καὶ ἔλεγον ὅτι μαίνῃ· ὅτι εἶπας, Ἠͺχμαλωτεύθη ὁ λαὸς εἰς Βαβυλῶνα.
ወይቤሎ፡ አቤሜሌክ፡ አይቴ፡ ሀሎ፡ ኤርምያስ፡ ካህን፡ ወባሮክ፡ ሌዋዊ፡ ወኵሉ፡ ሕዝበዝ፡ ሀገር፡ እስመ፡ አልቦ፡ ዘረክብኩ።
And immediately, when Abimelech heard this from the old man, he said: Were you not an old man, and were it not unlawful for a man to insult one greater than himself, I would laugh you to scorn and say that you are mad; for you have said, The people were taken captive to Babylon.
5:21
εἰ ἦσαν οἱ καταρράκται τοῦ οὐρανοῦ κατελθόντες ἐπ᾽ αὐτούς, οὔπω ἐστὶ καιρὸς ἀπελθεῖν εἰς Βαβυλῶνα.
ወይቤሎ፡ አረጋይ፡ አኮኑ፡ እምዛቲ፡ ሀገር፡ አንተ፤ ወይእዜኒመ፡ ትዜከሮ፡ ለኤርምያስ፡ ከመ፡ ትስአል፡ በእንቲአሁ፡ ዘንተ፡ ኵሎ፡ መዋዕለ፡ ነቢረከ፤ ኤርምያስሰኬ፡ ውስተ፡ ባቢሎን፡ ሀሎ፡ ምስለ፡ ሕዝብ፡ እስመ፡ ተፄወወ፡ ወተውህበ፡ ውስተ፡ እዴሁ፡ ለናቡከደነጾር፡ ንጉሠ፡ ፋርስ፡ ወሖረ፡ ህየ፡ ከመ፡ ይትነበይ፡ ሎሙ።
Even if the cataracts of heaven had come down upon them, it would not yet be time for them to go to Babylon.
5:22
πόση γὰρ ὥρα ἐστίν, ἀφ᾽ οὗ ἀπέστειλέ με ὁ πατήρ μου Ἰερεμίας εἰς τὸ χωρίον τοῦ Ἀγρίππα ἐνέγκαι ὀλίγα σῦκα, ἵνα δίδωμεν τοῖς νοσοῦσι τοῦ λαοῦ;
ውአሜሃ፡ ሰምዐ፡ አቤሜሌክ፡ እምኀበ፡ ውእቱ፡ አረጋይ፡ ወይቤሎ፡ አቤሜሌክ፡ ሶበ፡ አኮ፡ ብእሲ፡ ልሂቅ፡ አንተ፡ እምጸዐልኩከ፡ ወእምሠሐቁ፡ ላዕሌከ፡ አላ፡ ኢይከውን፡ ከመ፡ ያስተሐቅሩ፡ ሰብአ፡ ውብእሴ፡ ልሂቀ፤ ወሶበ፡ አኮ፡ ዘክመዘ፡ እምእቤ፡ ዘንጋዕከ።
For how much time is it since my father Jeremiah sent me to the estate of Agrippa to bring a few figs, that we might give them to the sick of the people?
5:23
καὶ ἀπελθὼν ἤνεγκον αὐτά, καὶ ἐλθὼν ἐπί τι δένδρον τῷ καύματι, ἐκάθισα τοῦ ἀναπαῆναι ὀλίγον, καὶ ἔκλινα τὴν κεφαλήν μου ἐπὶ τὸν κόφινον, καὶ ἐκοιμήθην.
ውአሜሃ፡ ሰምዐ፡ አቤሜሌክ፡ እምኀበ፡ ውእቱ፡ አረጋይ፡ ወይቤሎ፡ አቤሜሌክ፡ ሶበ፡ አኮ፡ ብእሲ፡ ልሂቅ፡ አንተ፡ እምጸዐልኩከ፡ ወእምሠሐቁ፡ ላዕሌከ፡ አላ፡ ኢይከውን፡ ከመ፡ ያስተሐቅሩ፡ ሰብአ፡ ውብእሴ፡ ልሂቀ፤ ወሶበ፡ አኮ፡ ዘክመዘ፡ እምእቤ፡ ዘንጋዕከ።
And I went and brought them, and coming to a certain tree in the heat, I sat down to rest a little, and I leaned my head upon the basket, and I fell asleep.
5:24
καὶ ἐξυπνισθεὶς ἀπεκάλυψα τὸν κόφινον τῶν σύκων, νομίζων ὅτι ἐβράδυνα, καὶ εὗρον τὰ σῦκα στάζοντα γάλα, καθὼς συνέλεξα αὐτά.
ወበእንተሰ፡ ዘትቤ፡ ሕዝብ፡ ተፄወዉ፡ ውስተ፡ ባቢሎን፡ አስራበ፡ ሰማይ፡ ጥቀ፡ ለእመ፡ ወረደ፡ ዲቤሆሙ፡ ኢኮነ፡ ጊዜሁ፡ ከመ፡ ይሖሩ፡ ውስተ፡ ባቢሎን፤ ወአንተሰ፡ ትቤ፡ ተፄውዉ፡ ውስተ፡ ባቢሎን።
And waking up, I uncovered the basket of figs, supposing that I had delayed, and I found the figs dripping milk, just as I had gathered them.
5:25
σὺ δὲ λέγεις, ὅτι ᾐχμαλωτεύθη ὁ λαὸς εἰς Βαβυλῶνα.
ወአንሰ፡ በከመ፡ ፈነወኒ፡ አቡየ፡ ኤርምያስ፡ ሖርኩ፡ ውስተ፡ ዐጸደ፡ ወይን፡ ዘሀግሪጳስ፡ በእንተ፡ ኅዳጥ፡ በለስ፡ ከመ፡ ነሀብ፡ ለድውያን፡ እለ፡ ውስተ፡ ሕዝብ።
But you say that the people were taken captive to Babylon.
5:26
ἵνα δὲ γνῷς, λάβε, ἴδε τὰ σῦκα.
ወአንሰ፡ በከመ፡ ፈነወኒ፡ አቡየ፡ ኤርምያስ፡ ሖርኩ፡ ውስተ፡ ዐጸደ፡ ወይን፡ ዘሀግሪጳስ፡ በእንተ፡ ኅዳጥ፡ በለስ፡ ከመ፡ ነሀብ፡ ለድውያን፡ እለ፡ ውስተ፡ ሕዝብ።
But that you may know, take and look at the figs.
5:27
καὶ ἀνεκάλυψε τὸν κόφινον τῶν σύκων τῷ γέροντι, καὶ εἶδεν αὐτὰ στάζοντα γάλα.
ሖርኩ፡ ውበጻሕኩ፡ ሀየ፡ ወነሣእኩ፡ ዘአዘዘኒ፡ ወተመየጥኩ፡ ውእንዘ፡ አሐውር፡ ረከብኩ፡ ዕፀ፡ ወነበርኩ፡ ታሀቴሃ፡ ከመ፡ ኣጽልል፡ እስመ፡ ጊዜ፡ ቀትር፡ ውእቱ፡ ወእምህየ፡ አስመኩ፡ ውስተ፡ ሙዳየ፡ በለስ፡ ወኖምኩ፡ ወነቂህየ፡ መሰለኒ፡ ዘጐንደይኩ፡ ወከሠትኩ፡ ዘንተ፡ ሙዳየ፡ በለስ፡ ወረከብኩ፡ እንዘ፡ ያንጸፈጽፍ፡ ሐለብ፡ በከመ፡ ነሣእክዎሙ፡ ኀሪይየ፡ ወነዋ፡ ትብል፡ አንተሰ፡ ተፄወዉ፡ ሕዝብ፡ ውስተ፡ ባቢሎን፤ ወነዋ፡ ርኢ፡ ከመ፡ ኢጸምሀየየ፡ በለሱኒ።
And he uncovered the basket of figs for the old man, and he saw them dripping milk.
5:28
ἰδὼν δὲ αὐτὰ ὁ γηραιὸς ἄνθρωπος, εἶπεν· Ὦ υἱέ μου, δίκαιος ἄνθρωπος εἶ σύ, καὶ οὐκ ἠθέλησεν ὁ θεὸς ἰδεῖν σε τὴν ἐρήμωσιν τῆς πόλεως· ἤνεγκε γὰρ ταύτην τὴν ἔκστασιν ἐπὶ σέ.
ሖርኩ፡ ውበጻሕኩ፡ ሀየ፡ ወነሣእኩ፡ ዘአዘዘኒ፡ ወተመየጥኩ፡ ውእንዘ፡ አሐውር፡ ረከብኩ፡ ዕፀ፡ ወነበርኩ፡ ታሀቴሃ፡ ከመ፡ ኣጽልል፡ እስመ፡ ጊዜ፡ ቀትር፡ ውእቱ፡ ወእምህየ፡ አስመኩ፡ ውስተ፡ ሙዳየ፡ በለስ፡ ወኖምኩ፡ ወነቂህየ፡ መሰለኒ፡ ዘጐንደይኩ፡ ወከሠትኩ፡ ዘንተ፡ ሙዳየ፡ በለስ፡ ወረከብኩ፡ እንዘ፡ ያንጸፈጽፍ፡ ሐለብ፡ በከመ፡ ነሣእክዎሙ፡ ኀሪይየ፡ ወነዋ፡ ትብል፡ አንተሰ፡ ተፄወዉ፡ ሕዝብ፡ ውስተ፡ ባቢሎን፤ ወነዋ፡ ርኢ፡ ከመ፡ ኢጸምሀየየ፡ በለሱኒ።
And when the old man saw them, he said: O my son, you are a righteous man, and God did not wish you to see the desolation of the city; therefore he brought this trance upon you.
5:29
ἰδοὺ γὰρ ἑξήκοντα καὶ ἓξ ἔτη σήμερόν εἰσιν ἀφ᾽ οὗ ᾐχμαλωτεύθη ὁ λαός εἰς Βαβυλῶνα.
ወክሠተ፡ ሎቱ፡ ሙዳየ፡ በለስ፡ ወአርአዮ፤ ወነጸረ፡ አረጋይ፡ ከመ፡ ሐዲስ፡ ውእቱ፡ በለስ፡ ወያንጸፈጽፍ፡ ሐሊቡ።
For behold, today it is sixty-six years since the people were taken captive to Babylon.
5:30
καὶ ἵνα μάθῃς, τέκνον, ὅτι ἀληθές ἐστιν ἅπερ λέγω σοι ἀνάβλεψον εἰς τὸν ἀγρὸν καὶ ἴδε, ὅτι οὐκ ἐστι ἐφάνη ἡ αὔξησις τῶν γενημάτων.
ወሶቤሃ፡ አንከረ፡ ውእቱ፡ አረጋይ፡ ወይቤሎ፡ ለአቤሜሌክ፡ ጻድቅ፡ አንተ፡ ወልድየ፡ እስመ፡ ኢፈቀደ፡ እም፡ ላክ፡ ያርኢከ፡ ሙስናሃ፡ ለሀገር፡ ወአምጽአ፡ አምላክ፡ ኑዛዜ፡ ላዕሌከ፡ ወአህየየከ፡ ናሁ፡ ዮም፡ ስሳ፡ ወስድስቱ፡ ዓመት፡ ኮነ፡ እምአመ፡ ተፄህወዉ፡ ሕዝብ፡ ውስተ፡ ባቢሎን።
And that you may learn, my child, that what I tell you is true, look up into the field and see, that the growth of the crops has not yet appeared.
5:31
ἴδε καὶ τὰ σῦκα, ὅτι καιρὸς αὐτῶν οὐκ ἔστι, καὶ γνῶθι.
ወሶቤሃ፡ አንከረ፡ ውእቱ፡ አረጋይ፡ ወይቤሎ፡ ለአቤሜሌክ፡ ጻድቅ፡ አንተ፡ ወልድየ፡ እስመ፡ ኢፈቀደ፡ እም፡ ላክ፡ ያርኢከ፡ ሙስናሃ፡ ለሀገር፡ ወአምጽአ፡ አምላክ፡ ኑዛዜ፡ ላዕሌከ፡ ወአህየየከ፡ ናሁ፡ ዮም፡ ስሳ፡ ወስድስቱ፡ ዓመት፡ ኮነ፡ እምአመ፡ ተፄህወዉ፡ ሕዝብ፡ ውስተ፡ ባቢሎን።
See also the figs, that their season has not yet come, and understand.
5:32
τότε ἔκραξε μεγάλῃ φωνῇ Ἀβιμέλεχ, λέγων· Εὐλογήσω σε, ὁ θεὸς τοῦ οὐρανοῦ καὶ τῆς γῆς, ἡ ἀνάπαυσις τῶν ψυχῶν τῶν δικαίων ἐν παντὶ τόπῳ.
ውእመ፡ ትፈቱ፡ ታእምር፡ ወትጠይቅ፡ ወልድየ፡ ነጽር፡ ወርኢ፡ ውስተ፡ ገራውህ፡ ከመ፡ ሠርጸ፡ አዝርእቲሃ፡ ወለበለስኒ፡ ከመ፡ ኢኮነ፡ ጊዜሁ፤ ወአእመረ፡ ከመ፡ ኢኮነ፡ ዘመኑ፡ ለዝ፡ ኵሉ፡ ሶቤሃ፡ አቤሜሌክ፡ ይቤ፡ በዐቢይ፡ ቃል፡ እባርከከ፡ እግዚኦ፡ አምላኪየ፤ አምላከ፡ ሰማይ፡ ውምድር፤ ዕረፍቶሙ፡ ለነፍስ፡ ጻድቃን፡ በኵሉ፡ በሓውርት።
Then Abimelech cried out with a loud voice, saying: I will bless you, O God of heaven and earth, the rest of the souls of the righteous in every place.
5:33
εἶτα λέγει τῷ γηραιῷ ἀνθρώπῳ· Ποῖός ἐστιν ὁ μὴν οὗτος;
ወይቤሎ፡ ለአረጋይ፡ አይ፡ ውእቱ፡ ዝንቱ፡ ወርኅ፡ ወይቤሎ፡ ዐሡሩ፡ ወሰኑዩ፡ ለወርኀ፡ ኔሳን፡ ዘውእቱ፡ ሚያዝያ።
Then he said to the old man: What month is this?
5:34
ὁ δὲ εἶπε· Νισσάν, ὁ ἐστιν Ἀβίβ.
ወይቤሎ፡ ለአረጋይ፡ አይ፡ ውእቱ፡ ዝንቱ፡ ወርኅ፡ ወይቤሎ፡ ዐሡሩ፡ ወሰኑዩ፡ ለወርኀ፡ ኔሳን፡ ዘውእቱ፡ ሚያዝያ።
And he said: Nisan, which is Abib.
5:35
καὶ ἐπάρας ἐκ τῶν σύκων, ἔδωκε τῷ γηραιῷ ἀνθρώπῳ, καὶ λέγει αὐτῷ· Ὁ θεὸς φωταγωγήσει σε εἰς τὴν ἄνω πόλιν Ἰερουσαλήμ.
ወእምድኅረ፡ ዝንቱ፡ ወሀቦ፡ አቤሜሌክ፡ ለዝንቱ፡ አረጋይ፡ እምዲበ፡ ዝንቱ፡ አብላስ፡ ወይቤሎ፡ አምላክ፡ ይምራሕከ፡ እንተ፡ ላዕሉ፡ ሀገረ፡ ኢየሩሳሌም።
And taking some of the figs, he gave them to the old man, and said to him: May God lead you with his light into the upper city, Jerusalem.
← ch. 3ch. 6 →
read Greek aloneread Ge'ez alone

Tell me when new readings are published

One email per new chapter reading. Double opt-in; one-click unsubscribe.