| 43:1 | וַיְהִי֩ כְּכַלּ֨וֹת יִרְמְיָ֜הוּ לְדַבֵּ֣ר אֶל־כׇּל־הָעָ֗ם אֶת־כׇּל־דִּבְרֵי֙ יְהֹוָ֣ה אֱלֹהֵיהֶ֔ם אֲשֶׁ֧ר שְׁלָח֛וֹ יְהֹוָ֥ה אֱלֹהֵיהֶ֖ם אֲלֵיהֶ֑ם אֵ֥ת כׇּל־הַדְּבָרִ֖ים הָאֵֽלֶּה׃ {ס} | καὶ ἐν τῷ ἐνιαυτῷ τῷ τετάρτῳ Ιωακιμ υἱοῦ Ιωσια βασιλέως Ιουδα ἐγενήθη λόγος κυρίου πρός με λέγων | Factum est autem, cum complesset Jeremias loquens ad populum universos sermones Domini Dei eorum, pro quibus miserat eum Dominus Deus eorum ad illos, omnia verba haec, | ወኮነ፡ ሶበ፡ አኅለቀ፡ ኤርምያስ፡ እንዘ፡ ይነግር፡ ለኵሉ፡ ሕዝብ፡ ኵሎ፡ ቃለ፡ እግዚአብሔር፡ በከመ፡ ፈነዎ፡ እግዚአብሔር፡ አምላኮሙ፡ ኀቤሆሙ፡ ዘንተ፡ ኵሎ፡ ቃላተ። |
|---|
| 43:2 | וַיֹּ֨אמֶר עֲזַרְיָ֤ה בֶן־הוֹשַֽׁעְיָה֙ וְיוֹחָנָ֣ן בֶּן־קָרֵ֔חַ וְכׇל־הָאֲנָשִׁ֖ים הַזֵּדִ֑ים אֹמְרִ֣ים אֶֽל־יִרְמְיָ֗הוּ שֶׁ֚קֶר אַתָּ֣ה מְדַבֵּ֔ר לֹ֣א שְׁלָחֲךָ֞ יְהֹוָ֤ה אֱלֹהֵ֙ינוּ֙ לֵאמֹ֔ר לֹא־תָבֹ֥אוּ מִצְרַ֖יִם לָג֥וּר שָֽׁם׃ | λαβὲ σεαυτῷ χαρτίον βιβλίου καὶ γράψον ἐπ’ αὐτοῦ πάντας τοὺς λόγους οὓς ἐχρημάτισα πρὸς σὲ ἐπὶ Ιερουσαλημ καὶ ἐπὶ Ιουδαν καὶ ἐπὶ πάντα τὰ ἔθνη ἀφ’ ἧς ἡμέρας λαλήσαντός μου πρός σε ἀφ’ ἡμερῶν Ιωσια βασιλέως Ιουδα καὶ ἕως τῆς ἡμέρας ταύτης | dixit Azarias filius Osaiae, et Johanan filius Caree, et omnes viri superbi, dicentes ad Jeremiam : Mendacium tu loqueris : non misit te Dominus Deus noster, dicens : Ne ingrediamini Aegyptum ut habitetis illuc. | ይቤ፡ አዛርያ፡ ወልደ፡ ኢዮስያስ፡ ወዮሐናን፡ ወልደ፡ ቃርሔ፡ ወኵሎሙ፡ ዕደው፡ ዕቡያን፡ እለ፡ ይቤልዎ፡ ለኤርምያስ፡ ሕስወ፡ ተናገርከ፡ አንተ፡ ኢፈነወከ፡ እግዚአብሔር፡ አምላክነ፡ ኀቤነ፡ እንዘ፡ ይብል፡ ኢትባኡ፡ ውስተ፡ ግብጽ፡ ከመ፡ ትኅድሩ፡ ህየ። |
|---|
| 43:3 | כִּ֗י בָּרוּךְ֙ בֶּן־נֵ֣רִיָּ֔ה מַסִּ֥ית אֹתְךָ֖ בָּ֑נוּ לְמַ֩עַן֩ תֵּ֨ת אֹתָ֤נוּ בְיַֽד־הַכַּשְׂדִּים֙ לְהָמִ֣ית אֹתָ֔נוּ וּלְהַגְל֥וֹת אֹתָ֖נוּ בָּבֶֽל׃ | ἴσως ἀκούσεται ὁ οἶκος Ιουδα πάντα τὰ κακά ἃ ἐγὼ λογίζομαι ποιῆσαι αὐτοῖς ἵνα ἀποστρέψωσιν ἀπὸ ὁδοῦ αὐτῶν τῆς πονηρᾶς καὶ ἵλεως ἔσομαι ταῖς ἀδικίαις αὐτῶν καὶ ταῖς ἁμαρτίαις αὐτῶν | Sed Baruch filius Neriae incitat te adversum nos, ut tradat nos in manus Chaldaeorum, ut interficiat nos, et traduci faciat in Babylonem. | አላ፡ ባሮክ፡ ወልደ፡ ኔርዩ፡ ያስሕተከ፡ በኀቤነ፡ ከመ፡ ይመጥወነ፡ ውስተ፡ እደ፡ ከለዳውያን፡ ከመ፡ ይቅትሉነ፡ ወያፍልሱነ፡ ውስተ፡ ባቢሎን። |
|---|
| 43:4 | וְלֹא־שָׁמַע֩ יוֹחָנָ֨ן בֶּן־קָרֵ֜חַ וְכׇל־שָׂרֵ֧י הַחֲיָלִ֛ים וְכׇל־הָעָ֖ם בְּק֣וֹל יְהֹוָ֑ה לָשֶׁ֖בֶת בְּאֶ֥רֶץ יְהוּדָֽה׃ | καὶ ἐκάλεσεν Ιερεμιας τὸν Βαρουχ υἱὸν Νηριου καὶ ἔγραψεν ἀπὸ στόματος Ιερεμιου πάντας τοὺς λόγους κυρίου οὓς ἐχρημάτισεν πρὸς αὐτόν εἰς χαρτίον βιβλίου | Et non audivit Johanan filius Caree, et omnes principes bellatorum, et universus populus, vocem Domini, ut manerent in terra Juda. | ወኢሰምዑ፡ ዮሐናን፡ ወልደ፡ ቃርሔ፡ ወኵሎሙ፡ መላእክተ፡ ኃይሎሙ፡ ወኵሎሙ፡ ሕዝብ፡ ቃለ፡ እግዚአብሔር፡ ከመ፡ ይኅድሩ፡ ውስረ፡ ምድረ፡ ይሁዳ። |
|---|
| 43:5 | וַיִּקַּ֞ח יוֹחָנָ֤ן בֶּן־קָרֵ֙חַ֙ וְכׇל־שָׂרֵ֣י הַחֲיָלִ֔ים אֵ֖ת כׇּל־שְׁאֵרִ֣ית יְהוּדָ֑ה אֲשֶׁר־שָׁ֗בוּ מִכׇּל־הַגּוֹיִם֙ אֲשֶׁ֣ר נִדְּחוּ־שָׁ֔ם לָג֖וּר בְּאֶ֥רֶץ יְהוּדָֽה׃ | καὶ ἐνετείλατο Ιερεμιας τῷ Βαρουχ λέγων ἐγὼ φυλάσσομαι οὐ μὴ δύνωμαι εἰσελθεῖν εἰς οἶκον κυρίου | Sed tollens Johanan filius Caree, et universi principes bellatorum, universos reliquiarum Juda, qui reversi fuerant de cunctis gentibus ad quas fuerant ante dispersi, ut habitarent in terra Juda, | ወነሥአ፡ ዮሐናን፡ ወልደ፡ ቃርሔ፡ ወኵሎሙ፡ መላእክተ፡ ኃይሎሙ፡ ኵሎሙ፡ ተራፍያነ፡ ይሁዳ፡ ወእለ፡ ተጋብኡ፡ እምኵሉ፡ አሕዛብ፡ ኀበ፡ ተዘርዉ፡ ከመ፡ ይኅድሩ፡ ውስተ፡ ምድረ፡ ይሁዳ። |
|---|
| 43:6 | אֶֽת־הַ֠גְּבָרִ֠ים וְאֶת־הַנָּשִׁ֣ים וְאֶת־הַטַּף֮ וְאֶת־בְּנ֣וֹת הַמֶּ֒לֶךְ֒ וְאֵ֣ת כׇּל־הַנֶּ֗פֶשׁ אֲשֶׁ֤ר הִנִּ֙יחַ֙ נְבוּזַרְאֲדָ֣ן רַב־טַבָּחִ֔ים אֶת־גְּדַלְיָ֖הוּ בֶּן־אֲחִיקָ֣ם בֶּן־שָׁפָ֑ן וְאֵת֙ יִרְמְיָ֣הוּ הַנָּבִ֔יא וְאֶת־בָּר֖וּךְ בֶּן־נֵרִיָּֽהוּ׃ | καὶ ἀναγνώσῃ ἐν τῷ χαρτίῳ τούτῳ εἰς τὰ ὦτα τοῦ λαοῦ ἐν οἴκῳ κυρίου ἐν ἡμέρᾳ νηστείας καὶ ἐν ὠσὶ παντὸς Ιουδα τῶν ἐρχομένων ἐκ πόλεως αὐτῶν ἀναγνώσῃ αὐτοῖς | viros, et mulieres, et parvulos, et filias regis, et omnem animam quam reliquerat Nabuzardan princeps militiae cum Godolia filio Ahicam filii Saphan, et Jeremiam prophetam, et Baruch filium Neriae : | ዕደ፡ ወአንስተ፡ ወሕፃናተ፡ ወአዋልደ፡ ነገሥት፡ ወኵሎ፡ ነፍሳተ፡ ዘአትረፈ፡ ናቡዛርዳን፡ ሊቀ፡ መበስላን፡ ምስለ፡ ጎዶልያን፡ ወልደ፡ አኪቃም፡ ወልደ፡ ሳፋን፡ ወኤርምያስኒ፡ ነቢይ፡ ወባሮክኒ፡ ወልደ፡ ኔርዩ። |
|---|
| 43:7 | וַיָּבֹ֙אוּ֙ אֶ֣רֶץ מִצְרַ֔יִם כִּ֛י לֹ֥א שָׁמְע֖וּ בְּק֣וֹל יְהֹוָ֑ה וַיָּבֹ֖אוּ עַד־תַּחְפַּנְחֵֽס׃ {ס} | ἴσως πεσεῖται ἔλεος αὐτῶν κατὰ πρόσωπον κυρίου καὶ ἀποστρέψουσιν ἐκ τῆς ὁδοῦ αὐτῶν τῆς πονηρᾶς ὅτι μέγας ὁ θυμὸς καὶ ἡ ὀργὴ κυρίου ἣν ἐλάλησεν ἐπὶ τὸν λαὸν τοῦτον | et ingressi sunt terram Aegypti, quia non obedierunt voci Domini, et venerunt usque ad Taphnis. | ወቦኡ፡ ውስተ፡ ግብጽ፡ እስመ፡ ኢሰምዑ፡ ቃለ፡ እግዚአብሔር፡ ወበጽሑ፡ እስከ፡ ጠፍናስ። |
|---|
| 43:8 | וַיְהִ֤י דְבַר־יְהֹוָה֙ אֶֽל־יִרְמְיָ֔הוּ בְּתַחְפַּנְחֵ֖ס לֵאמֹֽר׃ | καὶ ἐποίησεν Βαρουχ κατὰ πάντα ἃ ἐνετείλατο αὐτῷ Ιερεμιας τοῦ ἀναγνῶναι ἐν τῷ βιβλίῳ λόγους κυρίου ἐν οἴκῳ κυρίου | Et factus est sermo Domini ad Jeremiam in Taphnis, dicens : | ወኮነ፡ ቃለ፡ እግዚአብሔር፡ ኀበ፡ ኤርምያስ፡ በጠፍናስ፡ እንዘ፡ ይብል። |
|---|
| 43:9 | קַ֣ח בְּיָדְךָ֞ אֲבָנִ֣ים גְּדֹל֗וֹת וּטְמַנְתָּ֤ם בַּמֶּ֙לֶט֙ בַּמַּלְבֵּ֔ן אֲשֶׁ֛ר בְּפֶ֥תַח בֵּית־פַּרְעֹ֖ה בְּתַחְפַּנְחֵ֑ס לְעֵינֵ֖י אֲנָשִׁ֥ים יְהוּדִֽים׃ | καὶ ἐγενήθη ἐν τῷ ἔτει τῷ ὀγδόῳ βασιλεῖ Ιωακιμ τῷ μηνὶ τῷ ἐνάτῳ ἐξεκκλησίασαν νηστείαν κατὰ πρόσωπον κυρίου πᾶς ὁ λαὸς ἐν Ιερουσαλημ καὶ οἶκος Ιουδα | Sume lapides grandes in manu tua, et abscondes eos in crypta quae est sub muro latericio in porta domus Pharaonis in Taphnis, cernentibus viris Judaeis : | ንሣእ፡ ለከ፡ አእባነ፡ ዓበይተ፡ በእደዊከ፡ ወድፍኖሙ፡ ውስተ፡ ኆኅተ፡ ቤተ፡ ፈርዖን፡ ውስተ፡ ጠፍናስ፡ በቅድመ፡ አዕይንቲሆሙ፡ ለዕደወ፡ ይሁዳ። |
|---|
| 43:10 | וְאָמַרְתָּ֣ אֲלֵיהֶ֡ם כֹּה־אָמַר֩ יְהֹוָ֨ה צְבָא֜וֹת אֱלֹהֵ֣י יִשְׂרָאֵ֗ל הִנְנִ֤י שֹׁלֵ֙חַ֙ וְ֠לָקַחְתִּ֠י אֶת־נְבוּכַדְרֶאצַּ֤ר מֶֽלֶךְ־בָּבֶל֙ עַבְדִּ֔י וְשַׂמְתִּ֣י כִסְא֔וֹ מִמַּ֛עַל לָאֲבָנִ֥ים הָאֵ֖לֶּה אֲשֶׁ֣ר טָמָ֑נְתִּי וְנָטָ֥ה אֶת־[שַׁפְרִיר֖וֹ] (שפרורו) עֲלֵיהֶֽם׃ | καὶ ἀνεγίνωσκε Βαρουχ ἐν τῷ βιβλίῳ τοὺς λόγους Ιερεμιου ἐν οἴκῳ κυρίου ἐν οἴκῳ Γαμαριου υἱοῦ Σαφαν τοῦ γραμματέως ἐν τῇ αὐλῇ τῇ ἐπάνω ἐν προθύροις πύλης τοῦ οἴκου κυρίου τῆς καινῆς ἐν ὠσὶ παντὸς τοῦ λαοῦ | et dices ad eos : Haec dicit Dominus exercituum, Deus Israël : Ecce ego mittam et assumam Nabuchodonosor regem Babylonis, servum meum : et ponam thronum ejus super lapides istos quos abscondi, et statuet solium suum super eos : | ወትብሎሙ፡ ከመዝ፡ ይቤ፡ እግዚአብሔር፡ ጸባኦት፡ አምላከ፡ እስራኤል፡ ናሁ፡ አነ፡ እፌኑ፡ ወአመጽኦ፡ ለናቡከደነፆር፡ ንጉሠ፡ ባቢሎን፡ ገብርየ፡ ወአነብር፡ መንበሮ፡ ላዕለ፡ ዝንቱ፡ አእባን፡ ዘኀባእኩ፡ ወያነሥእ፡ ላዕሌሆሙ፡ ወላትዊሁ። |
|---|
| 43:11 | (ובאה) [וּבָ֕א] וְהִכָּ֖ה אֶת־אֶ֣רֶץ מִצְרָ֑יִם אֲשֶׁ֧ר לַמָּ֣וֶת לַמָּ֗וֶת וַאֲשֶׁ֤ר לַשְּׁבִי֙ לַשֶּׁ֔בִי וַאֲשֶׁ֥ר לַחֶ֖רֶב לֶחָֽרֶב׃ | καὶ ἤκουσεν Μιχαιας υἱὸς Γαμαριου υἱοῦ Σαφαν ἅπαντας τοὺς λόγους κυρίου ἐκ τοῦ βιβλίου | veniensque percutiet terram Aegypti, quos in mortem, in mortem, et quos in captivitatem, in captivitatem, et quos in gladium, in gladium : | ወይበውእ፡ ወይቀትላ፡ ለምድረ፡ ግብጽ፡ ወዘሂ፡ ለሞት፡ ውስተ፡ ሞት፡ ወዘሂ፡ ለተፄውዎ፡ ውስተ፡ ተፄውዎ፡ ወዘሂ፡ ለኵናት፡ ውስተ፡ ኵናት። |
|---|
| 43:12 | וְהִצַּ֣תִּי אֵ֗שׁ בְּבָתֵּי֙ אֱלֹהֵ֣י מִצְרַ֔יִם וּשְׂרָפָ֖ם וְשָׁבָ֑ם וְעָטָה֩ אֶת־אֶ֨רֶץ מִצְרַ֜יִם כַּֽאֲשֶׁר־יַעְטֶ֤ה הָרֹעֶה֙ אֶת־בִּגְד֔וֹ וְיָצָ֥א מִשָּׁ֖ם בְּשָׁלֽוֹם׃ | καὶ κατέβη εἰς οἶκον τοῦ βασιλέως εἰς τὸν οἶκον τοῦ γραμματέως καὶ ἰδοὺ ἐκεῖ πάντες οἱ ἄρχοντες ἐκάθηντο Ελισαμα ὁ γραμματεὺς καὶ Δαλαιας υἱὸς Σελεμιου καὶ Ελναθαν υἱὸς Ακχοβωρ καὶ Γαμαριας υἱὸς Σαφαν καὶ Σεδεκιας υἱὸς Ανανιου καὶ πάντες οἱ ἄρχοντες | et succendet ignem in delubris deorum Aegypti, et comburet ea, et captivos ducet illos, et amicietur terra Aegypti sicut amicitur pastor pallio suo, et egredietur inde in pace : | ወይውዒ፡ በእሳት፡ ቤተ፡ አማልክቲሆሙ፡ ለግብጽ፡ ወያውዕዮሙ፡ ወያፈልሶሙ፡ ወይቀምላ፡ ለምድረ፡ ግብጽ፡ ከመ፡ ዘይቀምል፡ ኖላዊ፡ አልባሲሁ፡ ወይወፅእ፡ እምህየ፡ በሰላም። |
|---|
| 43:13 | וְשִׁבַּ֗ר אֶֽת־מַצְּבוֹת֙ בֵּ֣ית שֶׁ֔מֶשׁ אֲשֶׁ֖ר בְּאֶ֣רֶץ מִצְרָ֑יִם וְאֶת־בָּתֵּ֥י אֱלֹהֵֽי־מִצְרַ֖יִם יִשְׂרֹ֥ף בָּאֵֽשׁ׃ {פ} | καὶ ἀνήγγειλεν αὐτοῖς Μιχαιας πάντας τοὺς λόγους οὓς ἤκουσεν ἀναγινώσκοντος τοῦ Βαρουχ εἰς τὰ ὦτα τοῦ λαοῦ | et conteret statuas domus solis quae sunt in terra Aegypti, et delubra deorum Aegypti comburet igni. | ወይትቀጠቀጥ፡ ዓምደ፡ ሀገረ፡ ፀሐይ፡ ዘውስተ፡ ምድረ፡ ግብጽ፡ ወያውዒ፡ ቤተ፡ አማልክቲሆሙ፡ ለግብጽ፡ በእሳት። |
|---|
| 43:14 | — | καὶ ἀπέστειλαν πάντες οἱ ἄρχοντες πρὸς Βαρουχ υἱὸν Νηριου τὸν Ιουδιν υἱὸν Ναθανιου υἱοῦ Σελεμιου υἱοῦ Χουσι λέγοντες τὸ χαρτίον ἐν ᾧ σὺ ἀναγινώσκεις ἐν αὐτῷ ἐν ὠσὶ τοῦ λαοῦ λαβὲ αὐτὸ εἰς τὴν χεῖρά σου καὶ ἧκε καὶ ἔλαβεν Βαρουχ τὸ χαρτίον καὶ κατέβη πρὸς αὐτούς | — | — |
|---|
| 43:15 | — | καὶ εἶπαν αὐτῷ πάλιν ἀνάγνωθι εἰς τὰ ὦτα ἡμῶν καὶ ἀνέγνω Βαρουχ | — | — |
|---|
| 43:16 | — | καὶ ἐγενήθη ὡς ἤκουσαν πάντας τοὺς λόγους συνεβουλεύσαντο ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ καὶ εἶπαν ἀναγγέλλοντες ἀναγγείλωμεν τῷ βασιλεῖ ἅπαντας τοὺς λόγους τούτους | — | — |
|---|
| 43:17 | — | καὶ τὸν Βαρουχ ἠρώτησαν λέγοντες πόθεν ἔγραψας πάντας τοὺς λόγους τούτους | — | — |
|---|
| 43:18 | — | καὶ εἶπεν Βαρουχ ἀπὸ στόματος αὐτοῦ ἀνήγγειλέν μοι Ιερεμιας πάντας τοὺς λόγους τούτους καὶ ἔγραφον ἐν βιβλίῳ | — | — |
|---|
| 43:19 | — | καὶ εἶπαν τῷ Βαρουχ βάδισον κατακρύβηθι σὺ καὶ Ιερεμιας ἄνθρωπος μὴ γνώτω ποῦ ὑμεῖς | — | — |
|---|
| 43:20 | — | καὶ εἰσῆλθον πρὸς τὸν βασιλέα εἰς τὴν αὐλήν καὶ τὸ χαρτίον ἔδωκαν φυλάσσειν ἐν οἴκῳ Ελισαμα καὶ ἀνήγγειλαν τῷ βασιλεῖ πάντας τοὺς λόγους | — | — |
|---|
| 43:21 | — | καὶ ἀπέστειλεν ὁ βασιλεὺς τὸν Ιουδιν λαβεῖν τὸ χαρτίον καὶ ἔλαβεν αὐτὸ ἐξ οἴκου Ελισαμα καὶ ἀνέγνω Ιουδιν εἰς τὰ ὦτα τοῦ βασιλέως καὶ εἰς τὰ ὦτα πάντων τῶν ἀρχόντων τῶν ἑστηκότων περὶ τὸν βασιλέα | — | — |
|---|
| 43:22 | — | καὶ ὁ βασιλεὺς ἐκάθητο ἐν οἴκῳ χειμερινῷ καὶ ἐσχάρα πυρὸς κατὰ πρόσωπον αὐτοῦ | — | — |
|---|
| 43:23 | — | καὶ ἐγενήθη ἀναγινώσκοντος Ιουδιν τρεῖς σελίδας καὶ τέσσαρας ἀπέτεμνεν αὐτὰς τῷ ξυρῷ τοῦ γραμματέως καὶ ἔρριπτεν εἰς τὸ πῦρ τὸ ἐπὶ τῆς ἐσχάρας ἕως ἐξέλιπεν πᾶς ὁ χάρτης εἰς τὸ πῦρ τὸ ἐπὶ τῆς ἐσχάρας | — | — |
|---|
| 43:24 | — | καὶ οὐκ ἐζήτησαν καὶ οὐ διέρρηξαν τὰ ἱμάτια αὐτῶν ὁ βασιλεὺς καὶ οἱ παῖδες αὐτοῦ οἱ ἀκούοντες πάντας τοὺς λόγους τούτους | — | — |
|---|
| 43:25 | — | καὶ Ελναθαν καὶ Γοδολιας καὶ Γαμαριας ὑπέθεντο τῷ βασιλεῖ πρὸς τὸ μὴ κατακαῦσαι τὸ χαρτίον | — | — |
|---|
| 43:26 | — | καὶ ἐνετείλατο ὁ βασιλεὺς τῷ Ιερεμεηλ υἱῷ τοῦ βασιλέως καὶ τῷ Σαραια υἱῷ Εσριηλ συλλαβεῖν τὸν Βαρουχ καὶ τὸν Ιερεμιαν καὶ κατεκρύβησαν | — | — |
|---|
| 43:27 | — | καὶ ἐγένετο λόγος κυρίου πρὸς Ιερεμιαν μετὰ τὸ κατακαῦσαι τὸν βασιλέα τὸ χαρτίον πάντας τοὺς λόγους οὓς ἔγραψεν Βαρουχ ἀπὸ στόματος Ιερεμιου λέγων | — | — |
|---|
| 43:28 | — | πάλιν λαβὲ σὺ χαρτίον ἕτερον καὶ γράψον πάντας τοὺς λόγους τοὺς ὄντας ἐπὶ τοῦ χαρτίου οὓς κατέκαυσεν ὁ βασιλεὺς Ιωακιμ | — | — |
|---|
| 43:29 | — | καὶ ἐρεῖς οὕτως εἶπεν κύριος σὺ κατέκαυσας τὸ χαρτίον τοῦτο λέγων διὰ τί ἔγραψας ἐπ’ αὐτῷ λέγων εἰσπορευόμενος εἰσπορεύσεται ὁ βασιλεὺς Βαβυλῶνος καὶ ἐξολεθρεύσει τὴν γῆν ταύτην καὶ ἐκλείψει ἀπ’ αὐτῆς ἄνθρωπος καὶ κτήνη | — | — |
|---|
| 43:30 | — | διὰ τοῦτο οὕτως εἶπεν κύριος ἐπὶ Ιωακιμ βασιλέα Ιουδα οὐκ ἔσται αὐτῷ καθήμενος ἐπὶ θρόνου Δαυιδ καὶ τὸ θνησιμαῖον αὐτοῦ ἔσται ἐρριμμένον ἐν τῷ καύματι τῆς ἡμέρας καὶ ἐν τῷ παγετῷ τῆς νυκτός | — | — |
|---|
| 43:31 | — | καὶ ἐπισκέψομαι ἐπ’ αὐτὸν καὶ ἐπὶ τὸ γένος αὐτοῦ καὶ ἐπὶ τοὺς παῖδας αὐτοῦ καὶ ἐπάξω ἐπ’ αὐτοὺς καὶ ἐπὶ τοὺς κατοικοῦντας Ιερουσαλημ καὶ ἐπὶ γῆν Ιουδα πάντα τὰ κακά ἃ ἐλάλησα πρὸς αὐτοὺς καὶ οὐκ ἤκουσαν | — | — |
|---|
| 43:32 | — | καὶ ἔλαβεν Βαρουχ χαρτίον ἕτερον καὶ ἔγραψεν ἐπ’ αὐτῷ ἀπὸ στόματος Ιερεμιου ἅπαντας τοὺς λόγους τοῦ βιβλίου οὗ κατέκαυσεν Ιωακιμ καὶ ἔτι προσετέθησαν αὐτῷ λόγοι πλείονες ὡς οὗτοι | — | — |
|---|