| 18:1 | ὁ ζῶν εἰς τὸν αἰῶνα ἔκτισεν τὰ πάντα κοινῇ | Qui vivet in æternum creavit omnia simul. Deus solus justificabitur, et manet invictus rex in æternum. | ዘሕያው፡ ዘዓለም፡ ፈጠረ፡ ኵሎ፡ ሕቡረ። | ὁ ζῶν εἰς τὸν αἰῶνα ἔκτισεν τὰ πάντα κοινῇ |
|---|
| 18:2 | κύριος μόνος δικαιωθήσεται | Quis sufficit enarrare opera illius ? | እግዚአብሔር፡ ባሕቲቱ፡ ጻድቅ። | κύριος μόνος δικαιωθήσεται |
|---|
| 18:3 | — | quis enim investigabit magnalia ejus ? | — | — |
|---|
| 18:4 | οὐθενὶ ἐξεποίησεν ἐξαγγεῖλαι τὰ ἔργα αὐτοῦ καὶ τίς ἐξιχνεύσει τὰ μεγαλεῖα αὐτοῦ | virtutem autem magnitudinis ejus quis enuntiabit ? aut quis adjiciet enarrare misericordiam ejus ? | ወኢያብሐ፡ መኑሂ፡ ያአምር፡ ግብሮ፡ ወመኑ፡ ያአምር፡ አሠረ፡ ዕበዩ። | οὐθενὶ ἐξεποίησεν ἐξαγγεῖλαι τὰ ἔργα αὐτοῦ καὶ τίς ἐξιχνεύσει τὰ μεγαλεῖα αὐτοῦ |
|---|
| 18:5 | κράτος μεγαλωσύνης αὐτοῦ τίς ἐξαριθμήσεται καὶ τίς προσθήσει ἐκδιηγήσασθαι τὰ ἐλέη αὐτοῦ | Non est minuere neque adjicere, nec est invenire magnalia Dei. | ወመኑ፡ ኈለቈ፡ ጽንዐ፡ ኀይሉ፡ ወመኑ፡ ይክል፡ ነጊረ፡ ምሕረቱ፡ ጥንቁቀ። | κράτος μεγαλωσύνης αὐτοῦ τίς ἐξαριθμήσεται καὶ τίς προσθήσει ἐκδιηγήσασθαι τὰ ἐλέη αὐτοῦ |
|---|
| 18:6 | οὐκ ἔστιν ἐλαττῶσαι οὐδὲ προσθεῖναι καὶ οὐκ ἔστιν ἐξιχνιάσαι τὰ θαυμάσια τοῦ κυρίου | Cum consummaverit homo, tunc incipiet : et cum quieverit, aporiabitur. | አልቦ፡ ከመ፡ ይወስኩ፡ ወአልቦ፡ ከመ፡ ያንትጉ፡ ወአልቦ፡ ዘይረክብ፡ አሠረ፡ ስብሐቲሁ፡ ለእግዚአብሔር። | οὐκ ἔστιν ἐλαττῶσαι οὐδὲ προσθεῖναι καὶ οὐκ ἔστιν ἐξιχνιάσαι τὰ θαυμάσια τοῦ κυρίου |
|---|
| 18:7 | ὅταν συντελέσῃ ἄνθρωπος τότε ἄρχεται καὶ ὅταν παύσηται τότε ἀπορηθήσεται | Quid est homo ? et quæ est gratia illius ? et quid bonum aut quid nequam illius ? | አመ፡ ይፈጥሮ፡ ለእጓለ፡ እመሕያው፡ ይእተ፡ አሚረ፡ ይኤዝዞ፡ ወአመ፡ ያሰልጦ፡ ይእተ፡ አሚረ፡ ያዐርፎ። | ὅταν συντελέσῃ ἄνθρωπος τότε ἄρχεται καὶ ὅταν παύσηται τότε ἀπορηθήσεται |
|---|
| 18:8 | τί ἄνθρωπος καὶ τί ἡ χρῆσις αὐτοῦ τί τὸ ἀγαθὸν αὐτοῦ καὶ τί τὸ κακὸν αὐτοῦ | Numerus dierum hominum, ut multum centum anni, quasi gutta aquæ maris deputati sunt : et sicut calculus arenæ, sic exigui anni in die ævi. | ምንት፡ ውእቱ፡ እጓለ፡ እመሕያው፡ ወምንት፡ በቊዑ፡ ምንትኑ፡ ሠናይቱ፡ ወምንትኑ፡ እኪቱ። | τί ἄνθρωπος καὶ τί ἡ χρῆσις αὐτοῦ τί τὸ ἀγαθὸν αὐτοῦ καὶ τί τὸ κακὸν αὐτοῦ |
|---|
| 18:9 | ἀριθμὸς ἡμερῶν ἀνθρώπου πολλὰ ἔτη ἑκατόν | Propter hoc patiens est Deus in illis, et effundit super eos misericordiam suam. | ኈልቈ፡ መዋዕሊሁ፡ ምእተ፡ ክረምቱ። | ἀριθμὸς ἡμερῶν ἀνθρώπου πολλὰ ἔτη ἑκατόν |
|---|
| 18:10 | ὡς σταγὼν ὕδατος ἀπὸ θαλάσσης καὶ ψῆφος ἄμμου οὕτως ὀλίγα ἔτη ἐν ἡμέρᾳ αἰῶνος | Vidit præsumptionem cordis eorum, quoniam mala est : et cognovit subversionem illorum, quoniam nequam est. | ከመ፡ አሐቲ፡ ነጠብጣበ፡ ማይ፡ ውስተ፡ ኵሉ፡ ማየ፡ ባሕር፡ ወከመ፡ አሐቲ፡ ኅጠተ፡ ኆጻ፡ እምውስተ፡ ኵሉ፡ ኆጻ፡ ከማሁ፡ ኅዳጥ፡ ዓመቲሁ፡ እምውስተ፡ ኵሉ፡ መዋዕለ፡ ዓለም። | ὡς σταγὼν ὕδατος ἀπὸ θαλάσσης καὶ ψῆφος ἄμμου οὕτως ὀλίγα ἔτη ἐν ἡμέρᾳ αἰῶνος |
|---|
| 18:11 | διὰ τοῦτο ἐμακροθύμησεν κύριος ἐπ’ αὐτοῖς καὶ ἐξέχεεν ἐπ’ αὐτοὺς τὸ ἔλεος αὐτοῦ | Ideo adimplevit propitiationem suam in illis, et ostendit eis viam æquitatis. | እንበይነዝ፡ ይትዔገሦሙ፡ እግዚአብሔር፡ ወሶጠ፡ ምሕረቶ፡ ላዕሌሆሙ። | διὰ τοῦτο ἐμακροθύμησεν κύριος ἐπ’ αὐτοῖς καὶ ἐξέχεεν ἐπ’ αὐτοὺς τὸ ἔλεος αὐτοῦ |
|---|
| 18:12 | εἶδεν καὶ ἐπέγνω τὴν καταστροφὴν αὐτῶν ὅτι πονηρά διὰ τοῦτο ἐπλήθυνεν τὸν ἐξιλασμὸν αὐτοῦ | Miseratio hominis circa proximum suum : misericordia autem Dei super omnem carnem. | ርእዮሙ፡ ወአእመሮሙ፡ ከመ፡ እኪት፡ ደኃሪቶሙ፡ እስመ፡ ከማሁ፡ አብዝኀ፡ ምሕረቶ። | εἶδεν καὶ ἐπέγνω τὴν καταστροφὴν αὐτῶν ὅτι πονηρά διὰ τοῦτο ἐπλήθυνεν τὸν ἐξιλασμὸν αὐτοῦ |
|---|
| 18:13 | ἔλεος ἀνθρώπου ἐπὶ τὸν πλησίον αὐτοῦ ἔλεος δὲ κυρίου ἐπὶ πᾶσαν σάρκα ἐλέγχων καὶ παιδεύων καὶ διδάσκων καὶ ἐπιστρέφων ὡς ποιμὴν τὸ ποίμνιον αὐτοῦ | Qui misericordiam habet, docet et erudit quasi pastor gregem suum. | ሰብእሰ፡ ይምሕር፡ ቢጾ፡ ወእግዚአብሔር፡ ባሕ(ቲ)ቱ፡ ይሣሀል፡ ለኵሉ፡ ዘነፍስ፡ ወይጌሥጽሂ፡ ወይሜህርሂ፡ ወይመይጥ፡ ከመ፡ ኖላዊ፡ መርዔቶ። | ἔλεος ἀνθρώπου ἐπὶ τὸν πλησίον αὐτοῦ ἔλεος δὲ κυρίου ἐπὶ πᾶσαν σάρκα ἐλέγχων καὶ παιδεύων καὶ διδάσκων καὶ ἐπιστρέφων ὡς ποιμὴν τὸ ποίμνιον αὐτοῦ |
|---|
| 18:14 | τοὺς ἐκδεχομένους παιδείαν ἐλεᾷ καὶ τοὺς κατασπεύδοντας ἐπὶ τὰ κρίματα αὐτοῦ | Miseretur excipientis doctrinam miserationis, et qui festinat in judiciis ejus. | ወይሣሀሎሙ፡ ለእለ፡ ይትዔገሡ፡ በተግሣጹ፡ ወለእለ፡ ይተልዉ፡ ሕጎ። | τοὺς ἐκδεχομένους παιδείαν ἐλεᾷ καὶ τοὺς κατασπεύδοντας ἐπὶ τὰ κρίματα αὐτοῦ |
|---|
| 18:15 | τέκνον ἐν ἀγαθοῖς μὴ δῷς μῶμον καὶ ἐν πάσῃ δόσει λύπην λόγων | Fili, in bonis non des querelam, et in omni dato non des tristitiam verbi mali. | ወልድየ፡ ውስተ፡ ትፍሥሕት፡ ኢታምጽእ፡ ሐዘነ፡ ወበኵሉ፡ ዘትሁብ፡ ኢታሕሥም፡ ቃለ። | τέκνον ἐν ἀγαθοῖς μὴ δῷς μῶμον καὶ ἐν πάσῃ δόσει λύπην λόγων |
|---|
| 18:16 | οὐχὶ καύσωνα ἀναπαύσει δρόσος οὕτως κρείσσων λόγος ἢ δόσις | Nonne ardorem refrigerabit ros ? sic et verbum melius quam datum. | አኮኑ፡ ዝናም፡ ያቈርሮ፡ ለመርቄ፡ ከማሁ፡ ቃል፡ ሠናይ፡ ይኄይስ፡ እምውሂብ። | οὐχὶ καύσωνα ἀναπαύσει δρόσος οὕτως κρείσσων λόγος ἢ δόσις |
|---|
| 18:17 | οὐκ ἰδοὺ λόγος ὑπὲρ δόμα ἀγαθόν καὶ ἀμφότερα παρὰ ἀνδρὶ κεχαριτωμένῳ | Nonne ecce verbum super datum bonum ? sed utraque cum homine justificato. | ናሁኬ፡ እንከ፡ ይትበደር፡ ቃል፡ ሠናይ፡ እምውሂብ፡ ወክልኤሆን፡ በኀበ፡ ብእሲ፡ ጻድቅ፡ ይትረከቡ። | οὐκ ἰδοὺ λόγος ὑπὲρ δόμα ἀγαθόν καὶ ἀμφότερα παρὰ ἀνδρὶ κεχαριτωμένῳ |
|---|
| 18:18 | μωρὸς ἀχαρίστως ὀνειδιεῖ καὶ δόσις βασκάνου ἐκτήκει ὀφθαλμούς | Stultus acriter improperabit : et datus indisciplinati tabescere facit oculos. | (ወ)ይሁብ፡ ደንጻዊ፡ እንዘ፡ ኢይሔውዞ፡ ለልብ፡ ወአብድኒ፡ ይዘረኪ፡ ወኢያአኵት። | μωρὸς ἀχαρίστως ὀνειδιεῖ καὶ δόσις βασκάνου ἐκτήκει ὀφθαλμούς |
|---|
| 18:19 | πρὶν ἢ λαλῆσαι μάνθανε καὶ πρὸ ἀρρωστίας θεραπεύου | Ante judicium para justitiam tibi, et antequam loquaris, disce. | እንበለ፡ ትንብብ፡ ጠይቅ፡ ወእንበለ፡ ትሕምም፡ ተፈወስ። | πρὶν ἢ λαλῆσαι μάνθανε καὶ πρὸ ἀρρωστίας θεραπεύου |
|---|
| 18:20 | πρὸ κρίσεως ἐξέταζε σεαυτόν καὶ ἐν ὥρᾳ ἐπισκοπῆς εὑρήσεις ἐξιλασμόν | Ante languorem adhibe medicinam : et ante judicium interroga teipsum, et in conspectu Dei invenies propitiationem. | ወአእንበለ፡ ትትኰነን፡ ተሐተት፡ ወትረክብ፡ ሣህለ፡ ለጊዜ፡ ምንዳቤከ። | πρὸ κρίσεως ἐξέταζε σεαυτόν καὶ ἐν ὥρᾳ ἐπισκοπῆς εὑρήσεις ἐξιλασμόν |
|---|
| 18:21 | πρὶν ἀρρωστῆσαί σε ταπεινώθητι καὶ ἐν καιρῷ ἁμαρτημάτων δεῖξον ἐπιστροφήν | Ante languorem humilia te, et in tempore infirmitatis ostende conversationem tuam. | ዘእንበለ፡ ትድክም፡ አትሕት፡ ርእሰከ፡ ወተጋነይ፡ ሶበ፡ ትኤብስ። | πρὶν ἀρρωστῆσαί σε ταπεινώθητι καὶ ἐν καιρῷ ἁμαρτημάτων δεῖξον ἐπιστροφήν |
|---|
| 18:22 | μὴ ἐμποδισθῇς τοῦ ἀποδοῦναι εὐχὴν εὐκαίρως καὶ μὴ μείνῃς ἕως θανάτου δικαιωθῆναι | Non impediaris orare semper, et ne verearis usque ad mortem justificari, quoniam merces Dei manet in æternum. | ወኢትጐንዲ፡ ውሂበ፡ ብፅዐቲከ፡ ወግበራ፡ ለጽድቅ፡ እንበለ፡ ትሙት። | μὴ ἐμποδισθῇς τοῦ ἀποδοῦναι εὐχὴν εὐκαίρως καὶ μὴ μείνῃς ἕως θανάτου δικαιωθῆναι |
|---|
| 18:23 | πρὶν εὔξασθαι ἑτοίμασον σεαυτὸν καὶ μὴ γίνου ὡς ἄνθρωπος πειράζων τὸν κύριον | Ante orationem præpara animam tuam, et noli esse quasi homo qui tentat Deum. | ወእንበለ፡ ትብፃዕ፡ አስተዳሉ፡ ብፅዐቲከ፡ ወኢትኩን፡ ከመ፡ ዘያሜክሮ፡ ለእግዚአብሔር። | πρὶν εὔξασθαι ἑτοίμασον σεαυτὸν καὶ μὴ γίνου ὡς ἄνθρωπος πειράζων τὸν κύριον |
|---|
| 18:24 | μνήσθητι θυμοῦ ἐν ἡμέραις τελευτῆς καὶ καιρὸν ἐκδικήσεως ἐν ἀποστροφῇ προσώπου | Memento iræ in die consummationis, et tempus retributionis in conversatione faciei. | ሶበ፡ ትትመዐዕ፡ ተዘከር፡ ዕለተ፡ ሞት፡ ወተዘከር፡ ዕለተ፡ ፍዳከ፡ ወነሥሕ፡ ወተጋነይ። | μνήσθητι θυμοῦ ἐν ἡμέραις τελευτῆς καὶ καιρὸν ἐκδικήσεως ἐν ἀποστροφῇ προσώπου |
|---|
| 18:25 | μνήσθητι καιρὸν λιμοῦ ἐν καιρῷ πλησμονῆς πτωχείαν καὶ ἔνδειαν ἐν ἡμέραις πλούτου | Memento paupertatis in tempore abundantiæ, et necessitatum paupertatis in die divitiarum. | ወተዘከር፡ መዋዕለ፡ ረኃብ፡ አመ፡ መዋዕለ፡ ጽጋብ፡ ወተዘከር፡ መዋዕለ፡ ተጽናስ፡ አመ፡ መዋዕለ፡ ትዴሉ። | μνήσθητι καιρὸν λιμοῦ ἐν καιρῷ πλησμονῆς πτωχείαν καὶ ἔνδειαν ἐν ἡμέραις πλούτου |
|---|
| 18:26 | ἀπὸ πρωίθεν ἕως ἑσπέρας μεταβάλλει καιρός καὶ πάντα ἐστὶν ταχινὰ ἔναντι κυρίου | A mane usque ad vesperam immutabitur tempus, et hæc omnia citata in oculis Dei. | እስመ፡ እምነግህ፡ እስከ፡ ሰርክ፡ ትትዐለው፡ መንበርት፡ ወኵሉ፡ ፍጡን፡ በኀበ፡ እግዚአብሔር፡(ለእንተ፡ምዕር)። | ἀπὸ πρωίθεν ἕως ἑσπέρας μεταβάλλει καιρός καὶ πάντα ἐστὶν ταχινὰ ἔναντι κυρίου |
|---|
| 18:27 | ἄνθρωπος σοφὸς ἐν παντὶ εὐλαβηθήσεται καὶ ἐν ἡμέραις ἁμαρτιῶν προσέξει ἀπὸ πλημμελείας | Homo sapiens in omnibus metuet, et in diebus delictorum attendet ab inertia. | ወብእሲሰ፡ ጠቢብ፡ ይፈርህ፡ በኵሉ፡ ወይትዐቀብ፡ ወበመዋዕለ፡ ትኤብስ፡ ተነሳሕ። | ἄνθρωπος σοφὸς ἐν παντὶ εὐλαβηθήσεται καὶ ἐν ἡμέραις ἁμαρτιῶν προσέξει ἀπὸ πλημμελείας |
|---|
| 18:28 | πᾶς συνετὸς ἔγνω σοφίαν καὶ τῷ εὑρόντι αὐτὴν δώσει ἐξομολόγησιν | Omnis astutus agnoscit sapientiam, et invenienti eam dabit confessionem. | ወኵሉ፡ ለባዊ፡ ይረክባ፡ ለጥበብ፡ ወለዘ፡ ረከባሂ፡ ታአምኖ፡ ወታፈርሆ። | πᾶς συνετὸς ἔγνω σοφίαν καὶ τῷ εὑρόντι αὐτὴν δώσει ἐξομολόγησιν |
|---|
| 18:29 | συνετοὶ ἐν λόγοις καὶ αὐτοὶ ἐσοφίσαντο καὶ ἀνώμβρησαν παροιμίας ἀκριβεῖς | Sensati in verbis et ipsi sapienter egerunt, et intellexerunt veritatem et justitiam, et impluerunt proverbia et judicia. | ማእምራነ፡ ቃል፡ ይጠብቡ፡ ለሊሆሙ፡ በልቦሙ፡ ወይነግሩ፡ አምሳለ፡ ጥንቁቀ። | συνετοὶ ἐν λόγοις καὶ αὐτοὶ ἐσοφίσαντο καὶ ἀνώμβρησαν παροιμίας ἀκριβεῖς |
|---|
| 18:30 | ὀπίσω τῶν ἐπιθυμιῶν σου μὴ πορεύου καὶ ἀπὸ τῶν ὀρέξεών σου κωλύου | Post concupiscentias tuas non eas, et a voluntate tua avertere. | ኢትሖር፡ ወኢትትሉ፡ ፈቃዳ፡ ለኀጢአት፡ ወተዐገሥ፡ እምፍትወተ፡ እኩይ። | ὀπίσω τῶν ἐπιθυμιῶν σου μὴ πορεύου καὶ ἀπὸ τῶν ὀρέξεών σου κωλύου |
|---|
| 18:31 | ἐὰν χορηγήσῃς τῇ ψυχῇ σου εὐδοκίαν ἐπιθυμίας ποιήσει σε ἐπίχαρμα τῶν ἐχθρῶν σου | Si præstes animæ tuæ concupiscentias ejus, faciat te in gaudium inimicis tuis. | ወእመሰ፡ ወሀብካሃ፡ ዘትፈቱ፡ ለነፍስከ፡ ትሬስየከ፡ ጥቡዐ፡ ለጸላኢከ። | ἐὰν χορηγήσῃς τῇ ψυχῇ σου εὐδοκίαν ἐπιθυμίας ποιήσει σε ἐπίχαρμα τῶν ἐχθρῶν σου |
|---|
| 18:32 | μὴ εὐφραίνου ἐπὶ πολλῇ τρυφῇ μὴ προσδεθῇς συμβολῇ αὐτῆς | Ne oblecteris in turbis nec in modicis : assidua enim est commissio illorum. | — | μὴ εὐφραίνου ἐπὶ πολλῇ τρυφῇ μὴ προσδεθῇς συμβολῇ αὐτῆς |
|---|
| 18:33 | μὴ γίνου πτωχὸς συμβολοκοπῶν ἐκ δανεισμοῦ καὶ οὐδέν σοί ἐστιν ἐν μαρσιππίῳ | Ne fueris mediocris in contentione ex fœnore, et est tibi nihil in sacculo : eris enim invidus vitæ tuæ. | ኢትትለቃሕ፡ እንዘ፡ ነዳይ፡ አንተ፡ ከመ፡ ኢትሠገር፡ እንዘ፡ አልብከ፡ ወኢምንተኒ፡ ውስተ፡ ቊናማቲከ። | μὴ γίνου πτωχὸς συμβολοκοπῶν ἐκ δανεισμοῦ καὶ οὐδέν σοί ἐστιν ἐν μαρσιππίῳ |
|---|