| 40:1 | ἀσχολία μεγάλη ἔκτισται παντὶ ἀνθρώπῳ καὶ ζυγὸς βαρὺς ἐπὶ υἱοὺς Αδαμ ἀφ’ ἡμέρας ἐξόδου ἐκ γαστρὸς μητρὸς αὐτῶν ἕως ἡμέρας ἐπιστροφῆς εἰς μητέρα πάντων | Occupatio magna creata est omnibus hominibus, et jugum grave super filios Adam, a die exitus de ventre matris eorum usque in diem sepulturæ in matrem omnium. | ዐቢይ፡ ትሕዝብት፡ ፍጥረቱ፡ ለእጓለ፡ እመሕያው፡ ወክቡድ፡ ጾር፡ ላዕለ፡ ውሉደ፡ አዳም፡ እምከመ፡ ይወፅኡ፡ እምከርሠ፡ እሞሙ፡ እስከ፡ አመ፡ ይትቀበሩ፡ ውስተ፡ እመ፡ ኵሉ። | ἀσχολία μεγάλη ἔκτισται παντὶ ἀνθρώπῳ καὶ ζυγὸς βαρὺς ἐπὶ υἱοὺς Αδαμ ἀφ’ ἡμέρας ἐξόδου ἐκ γαστρὸς μητρὸς αὐτῶν ἕως ἡμέρας ἐπιστροφῆς εἰς μητέρα πάντων |
|---|
| 40:2 | τοὺς διαλογισμοὺς αὐτῶν καὶ φόβον καρδίας ἐπίνοια προσδοκίας ἡμέρα τελευτῆς | Cogitationes eorum, et timores cordis, adinventio exspectationis, et dies finitionis, | ድንጋጼ፡ ይእቲ፡ ወፍርሀተ፡ ልብ፡ ትሕዝብታ፡ ለእለተ፡ ሞት፡ ላዕለ፡ ኵሉ፡ እጓለ፡ እመሕያው። | τοὺς διαλογισμοὺς αὐτῶν καὶ φόβον καρδίας ἐπίνοια προσδοκίας ἡμέρα τελευτῆς |
|---|
| 40:3 | ἀπὸ καθημένου ἐπὶ θρόνου ἐνδόξου καὶ ἕως τεταπεινωμένου ἐν γῇ καὶ σποδῷ | a residente super sedem gloriosam, usque ad humiliatum in terra et cinere : | እምነ፡ ዘይነብር፡ ላዕለ፡ መንበረ፡ መንግሥት፡ እስከ፡ ነዳይ፡ ዘይሰክብ፡ ውስተ፡ መሬት፡ ወሐመድ። | ἀπὸ καθημένου ἐπὶ θρόνου ἐνδόξου καὶ ἕως τεταπεινωμένου ἐν γῇ καὶ σποδῷ |
|---|
| 40:4 | ἀπὸ φοροῦντος ὑακίνθινον καὶ στέφανον καὶ ἕως περιβαλλομένου ὠμόλινον θυμὸς καὶ ζῆλος καὶ ταραχὴ καὶ σάλος καὶ φόβος θανάτου καὶ μηνίαμα καὶ ἔρις | ab eo qui utitur hyacintho et portat coronam, usque ad eum qui operitur lino crudo : furor, zelus, tumultus, fluctuatio, et timor mortis, iracundia perseverans, et contentio : | — | ἀπὸ φοροῦντος ὑακίνθινον καὶ στέφανον καὶ ἕως περιβαλλομένου ὠμόλινον θυμὸς καὶ ζῆλος καὶ ταραχὴ καὶ σάλος καὶ φόβος θανάτου καὶ μηνίαμα καὶ ἔρις |
|---|
| 40:5 | καὶ ἐν καιρῷ ἀναπαύσεως ἐπὶ κοίτης ὕπνος νυκτὸς ἀλλοιοῖ γνῶσιν αὐτοῦ | et in tempore refectionis in cubili, somnus noctis immutat scientiam ejus. | መዐት፡ ወቅንአት፡ ወጋእዝ፡ ወሁከት፡ ወፍርሀተ፡ ሞት፡ ወቀሐው፡ ወሐኔት፡ ጊዜ፡ ይሰክብ፡ ውስተ፡ ምስካቢሁ፡ ይዌልጥ፡ ኅሊናሁ፡ ንዋመ፡ ሌሊት። | καὶ ἐν καιρῷ ἀναπαύσεως ἐπὶ κοίτης ὕπνος νυκτὸς ἀλλοιοῖ γνῶσιν αὐτοῦ |
|---|
| 40:6 | ὀλίγον ὡς οὐδὲν ἐν ἀναπαύσει καὶ ἀπ’ ἐκείνου ἐν ὕπνοις ὡς ἐν ἡμέρᾳ σκοπιᾶς τεθορυβημένος ἐν ὁράσει καρδίας αὐτοῦ ὡς ἐκπεφευγὼς ἀπὸ προσώπου πολέμου | Modicum tamquam nihil in requie, et ab eo in somnis, quasi in die respectus. | ኅዳጥኒ፡ ወኢከመ፡ ምንት፡ ውእቱ፡ ለዕረፍት፡ ወበንዋሙ፡ ይትዐወቆ፡ ወይረክቦ፡ ከመ፡ እንግልጋ፡ ለምዕር፡ ወያወላውላ፡ ለምክረ፡ ልቡ፡ ከመ፡ ዘይነትዕ፡ በውስተ፡ ቀትል። | ὀλίγον ὡς οὐδὲν ἐν ἀναπαύσει καὶ ἀπ’ ἐκείνου ἐν ὕπνοις ὡς ἐν ἡμέρᾳ σκοπιᾶς τεθορυβημένος ἐν ὁράσει καρδίας αὐτοῦ ὡς ἐκπεφευγὼς ἀπὸ προσώπου πολέμου |
|---|
| 40:7 | ἐν καιρῷ χρείας αὐτοῦ ἐξηγέρθη καὶ ἀποθαυμάζων εἰς οὐδένα φόβον | Conturbatus est in visu cordis sui, tamquam qui evaserit in die belli : in tempore salutis suæ exsurrexit, et admirans ad nullum timorem : | ወዘሰ፡ ይገይስ፡ ያመሥጥ፡ በዕለቱ፡ ለሊሁ፡[ያነክራ]፡ለፍርሀቱ። | ἐν καιρῷ χρείας αὐτοῦ ἐξηγέρθη καὶ ἀποθαυμάζων εἰς οὐδένα φόβον |
|---|
| 40:8 | μετὰ πάσης σαρκὸς ἀπὸ ἀνθρώπου ἕως κτήνους καὶ ἐπὶ ἁμαρτωλῶν ἑπταπλάσια πρὸς ταῦτα | cum omni carne, ab homine usque ad pecus, et super peccatores septuplum. | ወዝ፡ ምስለ፡ ኵሉ፡ ነፍሰ፡ እጓለ፡ እመሕያው፡ እስከ፡ እንስሳ፡ ዘላዕለ፡ ኃጥኣን፡ ይብእስ፡ ምስብዒተ፡ ዝንቱ፡ ኵሉ። | μετὰ πάσης σαρκὸς ἀπὸ ἀνθρώπου ἕως κτήνους καὶ ἐπὶ ἁμαρτωλῶν ἑπταπλάσια πρὸς ταῦτα |
|---|
| 40:9 | θάνατος καὶ αἷμα καὶ ἔρις καὶ ῥομφαία ἐπαγωγαί λιμὸς καὶ σύντριμμα καὶ μάστιξ | Ad hæc mors, sanguis, contentio, et rhomphæa, oppressiones, fames, et contritio, et flagella : | ቀትል፡ ወትዝኅርት፡ ወብድብድ፡ ወኲናት፡ ረኃብ፡ ወቊስለ፡ ልብ፡ ወመቅሠፍት። | θάνατος καὶ αἷμα καὶ ἔρις καὶ ῥομφαία ἐπαγωγαί λιμὸς καὶ σύντριμμα καὶ μάστιξ |
|---|
| 40:10 | ἐπὶ τοὺς ἀνόμους ἐκτίσθη ταῦτα πάντα καὶ δῑ αὐτοὺς ἐγένετο ὁ κατακλυσμός | super iniquos creata sunt hæc omnia : et propter illos factus est cataclysmus. | ዝንቱ፡ ኵሉ፡ ተፈጥረ፡ ላዕለ፡ ኃጥኣን፡ ወእንበይነ፡ ዚአሆሙ፡ መጽአ፡ ማየ፡ አይኅ። | ἐπὶ τοὺς ἀνόμους ἐκτίσθη ταῦτα πάντα καὶ δῑ αὐτοὺς ἐγένετο ὁ κατακλυσμός |
|---|
| 40:11 | πάντα ὅσα ἀπὸ γῆς εἰς γῆν ἀναστρέφει καὶ ἀπὸ ὑδάτων εἰς θάλασσαν ἀνακάμπτει | Omnia quæ de terra sunt in terram convertentur, et omnes aquæ in mare revertentur. | ኵሉ፡ እምነ፡ ምድር፡ ወኵሉ፡ ውስተ፡ ምድር፡ ወአፍላግኒ፡ ኵሉ፡ ውስተ፡ ባሕር፡ ይገብእ፡ ማዩ። | πάντα ὅσα ἀπὸ γῆς εἰς γῆν ἀναστρέφει καὶ ἀπὸ ὑδάτων εἰς θάλασσαν ἀνακάμπτει |
|---|
| 40:12 | πᾶν δῶρον καὶ ἀδικία ἐξαλειφθήσεται καὶ πίστις εἰς τὸν αἰῶνα στήσεται | Omne munus et iniquitas delebitur, et fides in sæculum stabit. | ወኵሉ፡[ሕልያን፡]ወዐመፃ፡ ትደመሰስ፡ ወሃይማኖትሰ፡ ለዓለም፡ ትቀውም። | πᾶν δῶρον καὶ ἀδικία ἐξαλειφθήσεται καὶ πίστις εἰς τὸν αἰῶνα στήσεται |
|---|
| 40:13 | χρήματα ἀδίκων ὡς ποταμὸς ξηρανθήσεται καὶ ὡς βροντὴ μεγάλη ἐν ὑετῷ ἐξηχήσει | Substantiæ injustorum sicut fluvius siccabuntur, et sicut tonitruum magnum in pluvia personabunt. | ንዋየ፡ ዐመፃ፡ ከመ፡ ውሒዝ፡ ይየብስ፡ ወይደምፅ፡ ከመ፡ ዐቢይ፡ ፀዓዕ፡ ሶበ፡ ይዘንም። | χρήματα ἀδίκων ὡς ποταμὸς ξηρανθήσεται καὶ ὡς βροντὴ μεγάλη ἐν ὑετῷ ἐξηχήσει |
|---|
| 40:14 | ἐν τῷ ἀνοῖξαι αὐτὸν χεῖρας εὐφρανθήσεται οὕτως οἱ παραβαίνοντες εἰς συντέλειαν ἐκλείψουσιν | In aperiendo manus suas lætabitur : sic prævaricatores in consummatione tabescent. | ወውእቱሰ፡ እምከመ፡ ሰፍሐ፡ እዴሁ፡ ያስተፌሥሕ፡ ወእለሰ፡ የዐልውዎ፡ የኀልቁ፡ ወይጠፍኡ። | ἐν τῷ ἀνοῖξαι αὐτὸν χεῖρας εὐφρανθήσεται οὕτως οἱ παραβαίνοντες εἰς συντέλειαν ἐκλείψουσιν |
|---|
| 40:15 | ἔκγονα ἀσεβῶν οὐ πληθυνεῖ κλάδους καὶ ῥίζαι ἀκάθαρτοι ἐπ’ ἀκροτόμου πέτρας | Nepotes impiorum non multiplicabunt ramos : et radices immundæ super cacumen petræ sonant. | ውሉደ፡ ኃጥኣን፡ ኢይትባዝኁ፡ አዕጹቂሆሙ፡ ወሥርዎሙ፡ ለርኩሳን፡ ከመ፡ ዘውስተ፡ ኰኵሕ፡ ልሙጽ። | ἔκγονα ἀσεβῶν οὐ πληθυνεῖ κλάδους καὶ ῥίζαι ἀκάθαρτοι ἐπ’ ἀκροτόμου πέτρας |
|---|
| 40:16 | ἄχι ἐπὶ παντὸς ὕδατος καὶ χείλους ποταμοῦ πρὸ παντὸς χόρτου ἐκτιλήσεται | Super omnem aquam viriditas, et ad oram fluminis ante omne fœnum evelletur. | ወይደምፅ፡ በላዕለ፡ ኵሉ፡ ማይ፡ ወበጽንፈ፡ ውሒዝ፡ ወይቀውም፡ ተምሒዎ፡ እምነ፡ ኵሉ፡ ሣዕር። | ἄχι ἐπὶ παντὸς ὕδατος καὶ χείλους ποταμοῦ πρὸ παντὸς χόρτου ἐκτιλήσεται |
|---|
| 40:17 | χάρις ὡς παράδεισος ἐν εὐλογίαις καὶ ἐλεημοσύνη εἰς τὸν αἰῶνα διαμενεῖ | Gratia sicut paradisus in benedictionibus, et misericordia in sæculum permanet. | ወጸጋሁሰ፡ ከመ፡ ገነተ፡ እግዚአብሔር፡ በበረከት፡ ወምጽዋትኒ፡ ለዓለም፡ ይቀውም። | χάρις ὡς παράδεισος ἐν εὐλογίαις καὶ ἐλεημοσύνη εἰς τὸν αἰῶνα διαμενεῖ |
|---|
| 40:18 | ζωὴ αὐτάρκους καὶ ἐργάτου γλυκανθήσεται καὶ ὑπὲρ ἀμφότερα ὁ εὑρίσκων θησαυρόν | Vita sibi sufficientis operarii condulcabitur, et in ea invenies thesaurum. | ሕይወቱ፡ ለዘይዴለው፡ ዘገብረ፡ ይጥዕሞ፡ ወእምነ፡ ክልኤሆሙ፡ ረኪበ፡ መድፍን። | ζωὴ αὐτάρκους καὶ ἐργάτου γλυκανθήσεται καὶ ὑπὲρ ἀμφότερα ὁ εὑρίσκων θησαυρόν |
|---|
| 40:19 | τέκνα καὶ οἰκοδομὴ πόλεως στηρίζουσιν ὄνομα καὶ ὑπὲρ ἀμφότερα γυνὴ ἄμωμος λογίζεται | Filii et ædificatio civitatis confirmabit nomen : et super hæc mulier immaculata computabitur. | ውሉድኒ፡ ወሕንጻ፡ ሀገር፡ ያዐብዩ፡ ስመ፡ ወእምነ፡ ክልኤሆሙ፡ ብእሲት፡ እንሰ፡ ሠናይ፡ ልባ። | τέκνα καὶ οἰκοδομὴ πόλεως στηρίζουσιν ὄνομα καὶ ὑπὲρ ἀμφότερα γυνὴ ἄμωμος λογίζεται |
|---|
| 40:20 | οἶνος καὶ μουσικὰ εὐφραίνουσιν καρδίαν καὶ ὑπὲρ ἀμφότερα ἀγάπησις σοφίας | Vinum et musica lætificant cor : et super utraque dilectio sapientiæ. | ወይን፡ ወማሕሌት፡ ያስተፌሥሕ፡ ልበ፡ ወእምነ፡ ክልኤሆሙ፡ አፍቅሮታ፡ ለጥበብ። | οἶνος καὶ μουσικὰ εὐφραίνουσιν καρδίαν καὶ ὑπὲρ ἀμφότερα ἀγάπησις σοφίας |
|---|
| 40:21 | αὐλὸς καὶ ψαλτήριον ἡδύνουσιν μέλη καὶ ὑπὲρ ἀμφότερα γλῶσσα ἡδεῖα | Tibiæ et psalterium suavem faciunt melodiam : et super utraque lingua suavis. | መሰንቆ፡ ወመዝሙር፡ ይሔውዛ፡ ለነፍስ፡ ወእምነ፡ ክልኤሆሙ፡ ልሳን፡ ጥዑም። | αὐλὸς καὶ ψαλτήριον ἡδύνουσιν μέλη καὶ ὑπὲρ ἀμφότερα γλῶσσα ἡδεῖα |
|---|
| 40:22 | χάριν καὶ κάλλος ἐπιθυμήσει ὀφθαλμὸς καὶ ὑπὲρ ἀμφότερα χλόην σπόρου | Gratiam et speciem desiderabit oculus tuus : et super hæc virides sationes. | ሥን፡ ወላሕይ፡ ይኤድማ፡ ለዐይን፡ ወእምነ፡ ክልኤሆሙ፡ ሐመልማለ፡ ዘርእ። | χάριν καὶ κάλλος ἐπιθυμήσει ὀφθαλμὸς καὶ ὑπὲρ ἀμφότερα χλόην σπόρου |
|---|
| 40:23 | φίλος καὶ ἑταῖρος εἰς καιρὸν ἀπαντῶντες καὶ ὑπὲρ ἀμφότερα γυνὴ μετὰ ἀνδρός | Amicus et sodalis in tempore convenientes, et super utrosque mulier cum viro. | ዐርክ፡ ወማኅፈር፡ ይበቊዑ፡ በመዋዕሊሆሙ፡ ወእምነ፡ ክልኤሆሙ፡ ብእሲት፡ ኄርት፡ ለምታ። | φίλος καὶ ἑταῖρος εἰς καιρὸν ἀπαντῶντες καὶ ὑπὲρ ἀμφότερα γυνὴ μετὰ ἀνδρός |
|---|
| 40:24 | ἀδελφοὶ καὶ βοήθεια εἰς καιρὸν θλίψεως καὶ ὑπὲρ ἀμφότερα ἐλεημοσύνη ῥύσεται | Fratres in adjutorium in tempore tribulationis : et super eos misericordia liberabit. | አኀውኒ፡ ወረድኤትኒ፡ ለዕለተ፡ ምንዳቤ፡ ወእምነ፡ ክልኤሆሙ፡ ምጽዋት፡ ትኄይስ፡ አድኅኖ። | ἀδελφοὶ καὶ βοήθεια εἰς καιρὸν θλίψεως καὶ ὑπὲρ ἀμφότερα ἐλεημοσύνη ῥύσεται |
|---|
| 40:25 | χρυσίον καὶ ἀργύριον ἐπιστήσουσιν πόδα καὶ ὑπὲρ ἀμφότερα βουλὴ εὐδοκιμεῖται | Aurum et argentum est constitutio pedum : et super utrumque consilium beneplacitum. | ወርቅ፡ ወብሩር፡ ያጸንዑ፡ ሀገረ፡ ወእምነ፡ ክልኤሆሙ፡ ምክር፡ ሠናይት። | χρυσίον καὶ ἀργύριον ἐπιστήσουσιν πόδα καὶ ὑπὲρ ἀμφότερα βουλὴ εὐδοκιμεῖται |
|---|
| 40:26 | χρήματα καὶ ἰσχὺς ἀνυψώσουσιν καρδίαν καὶ ὑπὲρ ἀμφότερα φόβος κυρίου οὐκ ἔστιν ἐν φόβῳ κυρίου ἐλάττωσις καὶ οὐκ ἔστιν ἐπιζητῆσαι ἐν αὐτῷ βοήθειαν | Facultates et virtutes exaltant cor, et super hæc timor Domini. | ብዕል፡ ወንዋይ፡ ያስተፌሥሑ፡ ልበ፡ ወእምነ፡ ክልኤሆሙ፡ ፈሪሀ፡ እግዚአብሔር። ፈሪሀ፡ እግዚአብሔር፡ አልባቲ፡ ዘታኀጥእ፡ ወኢትፈቅድ፡ ላቲ፡ ረድኤተ። | χρήματα καὶ ἰσχὺς ἀνυψώσουσιν καρδίαν καὶ ὑπὲρ ἀμφότερα φόβος κυρίου οὐκ ἔστιν ἐν φόβῳ κυρίου ἐλάττωσις καὶ οὐκ ἔστιν ἐπιζητῆσαι ἐν αὐτῷ βοήθειαν |
|---|
| 40:27 | φόβος κυρίου ὡς παράδεισος εὐλογίας καὶ ὑπὲρ πᾶσαν δόξαν ἐκάλυψεν αὐτόν | Non est in timore Domini minoratio : et non est in eo inquirere adjutorium. | ፈሪሀ፡ እግዚአብሔር፡ ከመ፡ ገነተ፡ እግዚአብሔር፡ በረከታ፡ ወኵሉ፡ ክብር፡ ወትፍሥሕት፡ ውስቴታ። | φόβος κυρίου ὡς παράδεισος εὐλογίας καὶ ὑπὲρ πᾶσαν δόξαν ἐκάλυψεν αὐτόν |
|---|
| 40:28 | τέκνον ζωὴν ἐπαιτήσεως μὴ βιώσῃς κρεῖσσον ἀποθανεῖν ἢ ἐπαιτεῖν | Timor Domini sicut paradisus benedictionis, et super omnem gloriam operuerunt illum. | ወልድየ፡ በሕይወትከ፡ ኢታፍቅራ፡ ለስኢል፡ ይኄይስ፡ መዊት፡ እምነ፡ ሲኦል። | τέκνον ζωὴν ἐπαιτήσεως μὴ βιώσῃς κρεῖσσον ἀποθανεῖν ἢ ἐπαιτεῖν |
|---|
| 40:29 | ἀνὴρ βλέπων εἰς τράπεζαν ἀλλοτρίαν οὐκ ἔστιν αὐτοῦ ὁ βίος ἐν λογισμῷ ζωῆς ἀλισγήσει ψυχὴν αὐτοῦ ἐν ἐδέσμασιν ἀλλοτρίοις ἀνὴρ δὲ ἐπιστήμων καὶ πεπαιδευμένος φυλάξεται | Fili, in tempore vitæ tuæ ne indigeas : melius est enim mori quam indigere. | ብእሲ፡ ዘማእደ፡ ባዕድ፡ ይጸንሕ፡ ወይሴፈው፡ ንብረቱ፡ ከመ፡ ዘኢኮነ፡ ሕያወ፡ ዘይፈቱ፡ እክለ፡ ባዕድ፡ ወብእሲሰ፡ ጠቢብ፡ ዘተገሠጸ፡ ይትዐቀብ። | ἀνὴρ βλέπων εἰς τράπεζαν ἀλλοτρίαν οὐκ ἔστιν αὐτοῦ ὁ βίος ἐν λογισμῷ ζωῆς ἀλισγήσει ψυχὴν αὐτοῦ ἐν ἐδέσμασιν ἀλλοτρίοις ἀνὴρ δὲ ἐπιστήμων καὶ πεπαιδευμένος φυλάξεται |
|---|
| 40:30 | ἐν στόματι ἀναιδοῦς γλυκανθήσεται ἐπαίτησις καὶ ἐν κοιλίᾳ αὐτοῦ πῦρ καήσεται | Vir respiciens in mensam alienam, non est vita ejus in cogitatione victus : alit enim animam suam cibis alienis : | ጥዑም፡ ሲኦል፡ ውስተ፡ አፈ፡ ዘኢየኀፍር፡ ወውስተ፡ ከርሡሰ፡ እሳት፡ ትነድድ። | ἐν στόματι ἀναιδοῦς γλυκανθήσεται ἐπαίτησις καὶ ἐν κοιλίᾳ αὐτοῦ πῦρ καήσεται |
|---|