📜 Verbum
Scripture and the Fathers, read aloud in the original

← All books · Apocrypha › 1 Maccabees

1 Maccabees 11

Greek original · 74 verses · some words can be tapped for a gloss

← ch. 10ch. 12 →
📖 This chapter exists in 2 other originals — side by side (Septuagint, Vulgate)
11:1
καὶ βασιλεὺς Αἰγύπτου ἤθροισεν δυνάμεις πολλὰς ὡς ἄμμος παρὰ τὸ χεῖλος τῆς θαλάσσης καὶ πλοῖα πολλὰ καὶ ἐζήτησε κατακρατῆσαι τῆς βασιλείας Ἀλεξάνδρου δόλῳ καὶ προσθεῖναι αὐτὴν τῇ βασιλείᾳ αὐτοῦ
And the king of Egypt gathered together great forces, as the sand which is by the sea shore, and many ships, and sought to make himself master of Alexander’s kingdom by deceit, and to add it to his own kingdom.
埃及王聚集了大軍,多如海邊的沙,又有許多船隻,想要用詭詐奪取亞歷山大的國,併入自己的國。
11:2
καὶ ἐξῆλθεν εἰς Συρίαν λόγοις εἰρηνικοῖς καὶ ἤνοιγον αὐτῷ οἱ ἀπὸ τῶν πόλεων καὶ συνήντων αὐτῷ ὅτι ἐντολὴ ἦν Ἀλεξάνδρου τοῦ βασιλέως συναντᾶν αὐτῷ διὰ τὸ πενθερὸν αὐτοῦ εἶναι
And he went forth into Syria with words of peace, and they of the cities opened to him, and met him; For king Alexander’s commandment was that they should meet him, because he was his father-in-law.
他用和平的話進入敘利亞,各城的人都給他開門,出來迎接他,因為亞歷山大王曾下令要他們迎接他,因他是他的岳父。
11:3
ὡς δὲ εἰσεπορεύετο εἰς τὰς πόλεις Πτολεμαῖος ἀπέτασσε τὰς δυνάμεις φρουρὰν ἐν ἑκάστῃ πόλει
Now as he entered into the cities of Ptolemais, he set his forces for a garrison in each city.
托勒密進入托勒買各城時,在每座城裡安置軍隊把守。
11:4
ὡς δὲ ἤγγισαν Αζώτου ἔδειξαν αὐτῷ τὸ ἱερὸν Δαγων ἐμπεπυρισμένον καὶ Ἄζωτον καὶ τὰ περιπόλια αὐτῆς καθῃρημένα καὶ τὰ σώματα ἐρριμμένα καὶ τοὺς ἐμπεπυρισμένους οὓς ἐνεπύρισεν ἐν τῷ πολέμῳ ἐποίησαν γὰρ θιμωνιὰς αὐτῶν ἐν τῇ ὁδῷ αὐτοῦ
But when he came near to Azotus, they showed him the temple of Dagon burned with fire, and Azotus and the suburbs thereof pulled down, and the bodies cast abroad, and those who had been burned, whom he burned in the war, for they had made heaps of them in his way.
他臨近亞瑣都時,他們指給他看那被火焚燒的大袞廟,以及亞瑣都和它的郊邑被拆毀,屍體拋棄各處,並那些在戰爭中被燒死的人,因為他們把屍首堆在他經過的路上。
11:5
καὶ διηγήσαντο τῷ βασιλεῖ ἐποίησεν Ιωναθαν εἰς τὸ ψογίσαι αὐτόν καὶ ἐσίγησεν βασιλεύς
And they told the king what things Jonathan had done, that they might cast blame on him: and the king held his peace.
他們把約拿單所行的事告訴王,要使王怪責他,王卻緘默不言。
11:6
καὶ συνήντησεν Ιωναθαν τῷ βασιλεῖ εἰς Ιοππην μετὰ δόξης καὶ ἠσπάσαντο ἀλλήλους καὶ ἐκοιμήθησαν ἐκεῖ
And Jonathan met the king with pomp at Joppa, and they saluted one another, and they slept there.
約拿單隆重地在約帕迎見王,他們彼此問安,在那裡住宿。
11:7
καὶ ἐπορεύθη Ιωναθαν μετὰ τοῦ βασιλέως ἕως τοῦ ποταμοῦ τοῦ καλουμένου Ἐλευθέρου καὶ ἐπέστρεψεν εἰς Ιερουσαλημ
And Jonathan went with the king as far as the river that is called Eleutherus, and returned to Jerusalem.
約拿單陪王到了那稱為伊流提路的河,然後回耶路撒冷去。
11:8
δὲ βασιλεὺς Πτολεμαῖος ἐκυρίευσεν τῶν πόλεων τῆς παραλίας ἕως Σελευκείας τῆς παραθαλασσίας καὶ διελογίζετο περὶ Ἀλεξάνδρου λογισμοὺς πονηρούς
But king Ptolemy became master of the cities upon the sea coast, to Selucia which is by the sea, and he devised evil plans concerning Alexander.
托勒密王佔據了沿海的城邑,直到海邊的西流基,並向亞歷山大圖謀惡計。
11:9
καὶ ἀπέστειλεν πρέσβεις πρὸς Δημήτριον τὸν βασιλέα λέγων δεῦρο συνθώμεθα πρὸς ἑαυτοὺς διαθήκην καὶ δώσω σοι τὴν θυγατέρα μου ἣν εἶχεν Ἀλέξανδρος καὶ βασιλεύσεις τῆς βασιλείας τοῦ πατρός σου
And he sent ambassadors to king Demetrius, saying, Come, let us make a covenant with one another, and I will give you my daughter whom Alexander has, and you shall reign over your father’s kingdom;
他差使者去見底米丟王,說:「來吧,讓我們彼此立約。我要把我女兒,就是亞歷山大現今的妻子,給你,你就可作你父親之國的王。
11:10
μεταμεμέλημαι γὰρ δοὺς αὐτῷ τὴν θυγατέρα μου ἐζήτησεν γὰρ ἀποκτεῖναί με
for I have repented that I gave my daughter to him, for he sought to kill me.
我已後悔把女兒給了他,因為他想要殺我。」
11:11
καὶ ἐψόγισεν αὐτὸν χάριν τοῦ ἐπιθυμῆσαι αὐτὸν τῆς βασιλείας αὐτοῦ
And he cast blame on him, because he coveted his kingdom.
他這樣怪責亞歷山大,是因為亞歷山大覬覦他的國。
11:12
καὶ ἀφελόμενος αὐτοῦ τὴν θυγατέρα ἔδωκεν αὐτὴν τῷ Δημητρίῳ καὶ ἠλλοιώθη τῷ Ἀλεξάνδρῳ καὶ ἐφάνη ἔχθρα αὐτῶν
And taking his daughter from him, he gave her to Demetrius, and was estranged from Alexander, and their enmity was openly seen.
他把女兒從亞歷山大那裡奪回,給了底米丟,與亞歷山大疏遠了,他們的仇恨就公開顯露出來。
11:13
καὶ εἰσῆλθεν Πτολεμαῖος εἰς Ἀντιόχειαν καὶ περιέθετο τὸ διάδημα τῆς Ἀσίας καὶ περιέθετο δύο διαδήματα περὶ τὴν κεφαλὴν αὐτοῦ τὸ τῆς Αἰγύπτου καὶ Ἀσίας
And Ptolemy entered into Antioch, and put on himself the diadem of Asia; and he put two diadems upon his head, the diadem of Egypt and that of Asia.
托勒密進入安提阿,戴上亞細亞的冠冕;他把兩個冠冕戴在頭上,就是埃及和亞細亞的冠冕。
11:14
Ἀλέξανδρος δὲ βασιλεὺς ἦν ἐν Κιλικίᾳ κατὰ τοὺς καιροὺς ἐκείνους ὅτι ἀπεστάτουν οἱ ἀπὸ τῶν τόπων ἐκείνων
But king Alexander was in Cilicia at that season, because they of those parts were in revolt.
那時亞歷山大王正在基利家,因為那地方的人背叛了。
11:15
καὶ ἤκουσεν Ἀλέξανδρος καὶ ἦλθεν ἐπ’ αὐτὸν ἐν πολέμῳ καὶ ἐξήγαγεν Πτολεμαῖος καὶ ἀπήντησεν αὐτῷ ἐν χειρὶ ἰσχυρᾷ καὶ ἐτροπώσατο αὐτόν
And Alexander heard of it, and he came against him in war: and Ptolemy led forth his army, and met him with a strong force, and put him to flight.
亞歷山大聽見了,就來與他交戰。托勒密率軍迎戰,用強盛的軍力擊敗了他。
11:16
καὶ ἔφυγεν Ἀλέξανδρος εἰς τὴν Ἀραβίαν τοῦ σκεπασθῆναι αὐτὸν ἐκεῖ δὲ βασιλεὺς Πτολεμαῖος ὑψώθη
And Alexander fled into Arabia, that he might be sheltered there; but king Ptolemy was exalted.
亞歷山大逃往阿拉伯,要在那裡藏身,托勒密王卻高升了。
11:17
καὶ ἀφεῖλεν Ζαβδιηλ Ἄραψ τὴν κεφαλὴν Ἀλεξάνδρου καὶ ἀπέστειλεν τῷ Πτολεμαίῳ
And Zabdiel the Arabian took off Alexander’s head, and sent it to Ptolemy.
阿拉伯人撒底業砍下亞歷山大的頭,差送給托勒密。
11:18
καὶ βασιλεὺς Πτολεμαῖος ἀπέθανεν ἐν τῇ ἡμέρᾳ τῇ τρίτῃ καὶ οἱ ὄντες ἐν τοῖς ὀχυρώμασιν αὐτοῦ ἀπώλοντο ὑπὸ τῶν ἐν τοῖς ὀχυρώμασιν
And king Ptolemy died the third day after, and those who were in his strongholds were slain by those who were in the strongholds.
過了三天,托勒密王也死了。他在堡壘中的人都被堡壘中的人殺了。
11:19
καὶ ἐβασίλευσεν Δημήτριος ἔτους ἑβδόμου καὶ ἑξηκοστοῦ καὶ ἑκατοστοῦ
And Demetrius reigned in the hundred and threescore and seventh year.
底米丟就在一百六十七年作王。
11:20
ἐν ταῖς ἡμέραις ἐκείναις συνήγαγεν Ιωναθαν τοὺς ἐκ τῆς Ιουδαίας τοῦ ἐκπολεμῆσαι τὴν ἄκραν τὴν ἐν Ιερουσαλημ καὶ ἐποίησεν ἐπ’ αὐτὴν μηχανὰς πολλάς
In those days Jonathan gathered together them of Judea, to take the citadel that was at Jerusalem: and he made many engines of war against it.
在那些日子,約拿單聚集猶大人,要攻取耶路撒冷的堡壘,又造了許多攻城器具攻打它。
11:21
καὶ ἐπορεύθησάν τινες μισοῦντες τὸ ἔθνος αὐτῶν ἄνδρες παράνομοι πρὸς τὸν βασιλέα καὶ ἀπήγγειλαν αὐτῷ ὅτι Ιωναθαν περικάθηται τὴν ἄκραν
And certain that hated their own nation, men that transgressed the law, went to the king, and reported to him that Jonathan was besieging the citadel.
有些恨惡本族的不法之徒前往見王,報告說約拿單正圍攻堡壘。
11:22
καὶ ἀκούσας ὠργίσθη ὡς δὲ ἤκουσεν εὐθέως ἀναζεύξας ἦλθεν εἰς Πτολεμαίδα καὶ ἔγραψεν Ιωναθαν τοῦ μὴ περικαθῆσθαι καὶ τοῦ ἀπαντῆσαι αὐτὸν αὐτῷ συμμίσγειν εἰς Πτολεμαίδα τὴν ταχίστην
And he heard, and was angered; but when he heard it, he set forth immediately, and came to Ptolemais, and wrote to Jonathan, that he should not besiege it, and that he should meet him and speak with him at Ptolemais with all speed.
王聽見了就發怒,立刻起身來到托勒買,寫信給約拿單,叫他不可圍攻堡壘,要他趕快到托勒買與他相見會談。
11:23
ὡς δὲ ἤκουσεν Ιωναθαν ἐκέλευσεν περικαθῆσθαι καὶ ἐπέλεξεν τῶν πρεσβυτέρων Ισραηλ καὶ τῶν ἱερέων καὶ ἔδωκεν ἑαυτὸν τῷ κινδύνῳ
But when Jonathan heard this, he commanded to besiege it still: and he chose certain of the elders of Israel and of the priests, and put himself in peril,
約拿單聽見了,卻仍吩咐繼續圍攻,又從以色列的長老和祭司中揀選一些人,置身於危險之中,
11:24
καὶ λαβὼν ἀργύριον καὶ χρυσίον καὶ ἱματισμὸν καὶ ἕτερα ξένια πλείονα καὶ ἐπορεύθη πρὸς τὸν βασιλέα εἰς Πτολεμαίδα καὶ εὗρεν χάριν ἐναντίον αὐτοῦ
and taking silver and gold and raiment and various presents besides, went to Ptolemais to the king. And he found favor in his sight.
帶著銀子、金子、衣服和許多別的禮物,前往托勒買見王,在他面前蒙了恩。
11:25
καὶ ἐνετύγχανον κατ’ αὐτοῦ τινες ἄνομοι τῶν ἐκ τοῦ ἔθνους
And certain lawless men of those who were of the nation made complaints against him,
本族中有些不法之徒控告他,
11:26
καὶ ἐποίησεν αὐτῷ βασιλεὺς καθὼς ἐποίησαν αὐτῷ οἱ πρὸ αὐτοῦ καὶ ὕψωσεν αὐτὸν ἐναντίον τῶν φίλων αὐτοῦ πάντων
and the king did to him even as his predecessors had done to him, and exalted him in the sight of all his Friends,
王卻像他的前人一樣待他,在他一切朋友面前抬舉他,
11:27
καὶ ἔστησεν αὐτῷ τὴν ἀρχιερωσύνην καὶ ὅσα ἄλλα εἶχεν τίμια τὸ πρότερον καὶ ἐποίησεν αὐτὸν τῶν πρώτων φίλων ἡγεῖσθαι
and confirmed to him the high priesthood, and all the other honors that he had before, and gave him preeminence among his Chief Friends.
確認他大祭司的職位,並他從前所有的一切尊榮,立他在至尊朋友中為首。
11:28
καὶ ἠξίωσεν Ιωναθαν τὸν βασιλέα ποιῆσαι τὴν Ιουδαίαν ἀφορολόγητον καὶ τὰς τρεῖς τοπαρχίας καὶ τὴν Σαμαρῖτιν καὶ ἐπηγγείλατο αὐτῷ τάλαντα τριακόσια
And Jonathan requested of the king, that he would make Judea free from tribute, and the three provinces, and the country of Samaria; and promised him three hundred talents.
約拿單求王使猶大、三個區和撒瑪利亞免納貢稅,並應許給他三百他連得。
11:29
καὶ εὐδόκησεν βασιλεὺς καὶ ἔγραψεν τῷ Ιωναθαν ἐπιστολὰς περὶ πάντων τούτων ἐχούσας τὸν τρόπον τοῦτον
And the king consented, and wrote letters to Jonathan concerning all these things after this manner:
王應允了,就把關於這一切的書信寫給約拿單,內容如下:
11:30
βασιλεὺς Δημήτριος Ιωναθαν τῷ ἀδελφῷ χαίρειν καὶ ἔθνει Ιουδαίων
King Demetrius to his brother Jonathan, and to the nation of the Jews, greeting:
「底米丟王問候他的弟兄約拿單和猶太民族。
11:31
τὸ ἀντίγραφον τῆς ἐπιστολῆς ἧς ἐγράψαμεν Λασθένει τῷ συγγενεῖ ἡμῶν περὶ ὑμῶν γεγράφαμεν καὶ πρὸς ὑμᾶς ὅπως εἰδῆτε
The copy of the letter which we wrote to Lasthenes our kinsman concerning you, we have written also to you, that you⌃ may see it.
我們已寫給我們的親屬拉斯提尼有關你們的信,現今也抄一份給你們,叫你們知曉。
11:32
βασιλεὺς Δημήτριος Λασθένει τῷ πατρὶ χαίρειν
King Demetrius to Lasthenes his father, greeting:
底米丟王問候他的父親拉斯提尼。
11:33
τῷ ἔθνει τῶν Ιουδαίων φίλοις ἡμῶν καὶ συντηροῦσιν τὰ πρὸς ἡμᾶς δίκαια ἐκρίναμεν ἀγαθὸν ποιῆσαι χάριν τῆς ἐξ αὐτῶν εὐνοίας πρὸς ἡμᾶς
We have determined to do good to the nation of the Jews, who are our friends, and observe what is just toward us, because of their good will toward us.
猶太民族是我們的朋友,向我們守正當的本分,因他們向我們存善意,我們定意善待他們。
11:34
ἑστάκαμεν αὐτοῖς τά τε ὅρια τῆς Ιουδαίας καὶ τοὺς τρεῖς νομοὺς Αφαιρεμα καὶ Λυδδα καὶ Ραθαμιν προσετέθησαν τῇ Ιουδαίᾳ ἀπὸ τῆς Σαμαρίτιδος καὶ πάντα τὰ συγκυροῦντα αὐτοῖς πᾶσιν τοῖς θυσιάζουσιν εἰς Ιεροσόλυμα ἀντὶ τῶν βασιλικῶν ὧν ἐλάμβανεν βασιλεὺς παρ’ αὐτῶν τὸ πρότερον κατ’ ἐνιαυτὸν ἀπὸ τῶν γενημάτων τῆς γῆς καὶ τῶν ἀκροδρύων
We have confirmed therefore to them the borders of Judea, and also the three governments of Aphaerema and Lydda and Ramathaim (these were added to Judea from the country of Samaria), and all things appertaining to them, for all such as do sacrifice in Jerusalem, instead of the king’s dues which the king received of them yearly aforetime from the produce of the earth and the fruits of trees.
我們確認猶大的境界歸他們所有,並把從撒瑪利亞地加入猶大的三個區,就是亞費利瑪、呂大和拉瑪丁,以及一切屬於它們的,都歸給凡在耶路撒冷獻祭的人,以代替王從前每年從地的出產和樹上果子向他們所收的王稅。
11:35
καὶ τὰ ἄλλα τὰ ἀνήκοντα ἡμῖν ἀπὸ τοῦ νῦν τῶν δεκατῶν καὶ τῶν τελῶν τῶν ἀνηκόντων ἡμῖν καὶ τὰς τοῦ ἁλὸς λίμνας καὶ τοὺς ἀνήκοντας ἡμῖν στεφάνους πάντα ἐπαρκέσομεν αὐτοῖς
And as for the other things that pertain to us from henceforth, of the tenths and the tolls that pertain to us, and the saltpits, and the crowns that pertain to us, all these we will bestow upon them.
至於其他歸我們的,就是從今以後屬我們的十分之一、稅收、鹽池和歸我們的冠冕稅,這一切我們都賜給他們。
11:36
καὶ οὐκ ἀθετηθήσεται οὐδὲ ἓν τούτων ἀπὸ τοῦ νῦν εἰς τὸν ἅπαντα χρόνον
And not one of these things shall be annulled from this time forth and forever.
從今以後直到永遠,這些事中沒有一樣可被廢除。
11:37
νῦν οὖν ἐπιμέλεσθε τοῦ ποιῆσαι τούτων ἀντίγραφον καὶ δοθήτω Ιωναθαν καὶ τεθήτω ἐν τῷ ὄρει τῷ ἁγίῳ ἐν τόπῳ ἐπισήμῳ
Now therefore be careful to make a copy of these things, and let it be given to Jonathan, and let it be set up on the holy mount in a meet and conspicuous place.
如今你們要留意抄錄這書,交給約拿單,安放在聖山一個顯眼的地方。」
11:38
καὶ εἶδεν Δημήτριος βασιλεὺς ὅτι ἡσύχασεν γῆ ἐνώπιον αὐτοῦ καὶ οὐδὲν αὐτῷ ἀνθειστήκει καὶ ἀπέλυσεν πάσας τὰς δυνάμεις αὐτοῦ ἕκαστον εἰς τὸν ἴδιον τόπον πλὴν τῶν ξένων δυνάμεων ὧν ἐξενολόγησεν ἀπὸ τῶν νήσων τῶν ἐθνῶν καὶ ἤχθραναν αὐτῷ πᾶσαι αἱ δυνάμεις αἱ ἀπὸ τῶν πατέρων
And king Demetrius saw that the land was quiet before him, and that no resistance was made to him, and he sent away all his forces, each man to his own place, except the foreign forces, which he had raised from the isles of the Gentiles: and all the forces of his fathers hated him.
底米丟王見那地在他面前平靜,沒有人抵擋他,就遣散他一切的軍隊,各回本地,只留下他從外邦海島招募的僱傭兵。於是他列祖時的一切軍隊都恨惡他。
11:39
Τρύφων δὲ ἦν τῶν παρὰ Ἀλεξάνδρου τὸ πρότερον καὶ εἶδεν ὅτι πᾶσαι αἱ δυνάμεις καταγογγύζουσιν κατὰ τοῦ Δημητρίου καὶ ἐπορεύθη πρὸς Ιμαλκουε τὸν Ἄραβα ὃς ἔτρεφεν Ἀντίοχον τὸ παιδάριον τὸν τοῦ Ἀλεξάνδρου
Now Tryphon was of those who aforetime had been of Alexander’s part, and he saw that all the forces murmured against Demetrius, and he went to Imalcue the Arabian, who was nourishing up Antiochus the young child of Alexander,
從前歸亞歷山大一黨的特來風,見一切軍隊都埋怨底米丟,就前往見阿拉伯人伊馬古,他正撫養亞歷山大年幼的兒子安提阿古,
11:40
καὶ προσήδρευεν αὐτῷ ὅπως παραδοῖ αὐτὸν αὐτῷ ὅπως βασιλεύσῃ ἀντὶ τοῦ πατρὸς αὐτοῦ καὶ ἀπήγγειλεν αὐτῷ ὅσα συνετέλεσεν Δημήτριος καὶ τὴν ἔχθραν ἣν ἐχθραίνουσιν αὐτῷ αἱ δυνάμεις αὐτοῦ καὶ ἔμεινεν ἐκεῖ ἡμέρας πολλάς
and pressed sore upon him that he should deliver him to him, that he might reign in his father’s stead: and he told him all that Demetrius had done, and the hatred wherewith his forces hated him; and he abode there many days.
求他把那孩子交給他,使他接續他父親作王。他把底米丟所行的一切,和他的軍隊怎樣恨惡他都告訴了伊馬古,就在那裡住了許多日子。
11:41
καὶ ἀπέστειλεν Ιωναθαν πρὸς Δημήτριον τὸν βασιλέα ἵνα ἐκβάλῃ τοὺς ἐκ τῆς ἄκρας ἐξ Ιερουσαλημ καὶ τοὺς ἐν τοῖς ὀχυρώμασιν ἦσαν γὰρ πολεμοῦντες τὸν Ισραηλ
And Jonathan sent to king Demetrius, that he should cast out of Jerusalem them of the citadel, and those who were in the strongholds; for they fought against Israel continually.
約拿單差人去見底米丟王,要他把堡壘裡的人和各堡壘裡的人從耶路撒冷趕出去,因為他們常常攻擊以色列。
11:42
καὶ ἀπέστειλεν Δημήτριος πρὸς Ιωναθαν λέγων οὐ ταῦτα μόνον ποιήσω σοι καὶ τῷ ἔθνει σου ἀλλὰ δόξῃ δοξάσω σε καὶ τὸ ἔθνος σου ἐὰν εὐκαιρίας τύχω
And Demetrius sent to Jonathan, saying, I will not only do this for you and your nation, but I will greatly honor you and your nation, if I find fair occasion.
底米丟差人去見約拿單,說:「我不單要為你和你的民族做這事,若得著好機會,我還要大大尊崇你和你的民族。
11:43
νῦν οὖν ὀρθῶς ποιήσεις ἀποστείλας μοι ἄνδρας οἳ συμμαχήσουσίν μοι ὅτι ἀπέστησαν πᾶσαι αἱ δυνάμεις μου
Now therefore you shall do well, if you send me men who shall fight for me; for all my forces are revolted.
如今你若差人來幫我作戰,你就行得好了,因為我的軍隊都背叛了。」
11:44
καὶ ἀπέστειλεν Ιωναθαν ἄνδρας τρισχιλίους δυνατοὺς ἰσχύι αὐτῷ εἰς Ἀντιόχειαν καὶ ἦλθον πρὸς τὸν βασιλέα καὶ ηὐφράνθη βασιλεὺς ἐπὶ τῇ ἐφόδῳ αὐτῶν
And Jonathan sent him three thousand valiant men to Antioch: and they came to the king, and the king was glad at their coming.
約拿單就差三千名勇士到安提阿去見王,王因他們前來就歡喜。
11:45
καὶ ἐπισυνήχθησαν οἱ ἀπὸ τῆς πόλεως εἰς μέσον τῆς πόλεως εἰς ἀνδρῶν δώδεκα μυριάδας καὶ ἠβούλοντο ἀνελεῖν τὸν βασιλέα
And they of the city gathered themselves together into the midst of the city, to the number of a hundred and twenty thousand men, and they were minded to kill the king.
城裡的人約有十二萬,聚集在城中央,想要殺王。
11:46
καὶ ἔφυγεν βασιλεὺς εἰς τὴν αὐλήν καὶ κατελάβοντο οἱ ἐκ τῆς πόλεως τὰς διόδους τῆς πόλεως καὶ ἤρξαντο πολεμεῖν
And the king fled into the court of the palace, and they of the city seized the passages of the city, and began to fight.
王逃進宮院,城裡的人佔據了城中的通道,開始攻打。
11:47
καὶ ἐκάλεσεν βασιλεὺς τοὺς Ιουδαίους ἐπὶ βοήθειαν καὶ ἐπισυνήχθησαν πρὸς αὐτὸν πάντες ἅμα καὶ διεσπάρησαν ἐν τῇ πόλει καὶ ἀπέκτειναν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ εἰς μυριάδας δέκα
And the king called the Jews to help him, and they were gathered together to him all at once, and they dispersed themselves in the city, and killed that day to the number of a hundred thousand.
王召猶太人來幫助他,眾人就一齊聚集到他那裡,散開在城中,那日殺了約十萬人。
11:48
καὶ ἐνεπύρισαν τὴν πόλιν καὶ ἔλαβον σκῦλα πολλὰ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ καὶ ἔσωσαν τὸν βασιλέα
And they set the city on fire, and got many spoils that day, and saved the king.
他們放火燒城,那日奪取了許多擄物,並救了王。
11:49
καὶ εἶδον οἱ ἀπὸ τῆς πόλεως ὅτι κατεκράτησαν οἱ Ιουδαῖοι τῆς πόλεως ὡς ἠβούλοντο καὶ ἠσθένησαν ταῖς διανοίαις αὐτῶν καὶ ἐκέκραξαν πρὸς τὸν βασιλέα μετὰ δεήσεως λέγοντες
And they of the city saw that the Jews had made themselves masters of the city as they would, and they waxed faint in their hearts, and they cried out to the king with supplication, saying,
城裡的人見猶太人隨意制伏了全城,就心中喪膽,向王哀求說:
11:50
δὸς ἡμῖν δεξιὰς καὶ παυσάσθωσαν οἱ Ιουδαῖοι πολεμοῦντες ἡμᾶς καὶ τὴν πόλιν
Give us your right hand, and let the Jews cease from fighting against us and the city.
「求你向我們伸出右手講和,叫猶太人停止攻打我們和這城。」
11:51
καὶ ἔρριψαν τὰ ὅπλα καὶ ἐποίησαν εἰρήνην καὶ ἐδοξάσθησαν οἱ Ιουδαῖοι ἐναντίον τοῦ βασιλέως καὶ ἐνώπιον πάντων τῶν ἐν τῇ βασιλείᾳ αὐτοῦ καὶ ἐπέστρεψαν εἰς Ιερουσαλημ ἔχοντες σκῦλα πολλά
And they cast away their arms, and made peace; and the Jews were glorified in the sight of the king, and before all that were in his kingdom; and they returned to Jerusalem, having many spoils.
他們就丟下兵器講和了。猶太人在王面前和王國中眾人面前得了尊榮,便帶著許多擄物回到耶路撒冷。
11:52
καὶ ἐκάθισεν Δημήτριος βασιλεὺς ἐπὶ θρόνου τῆς βασιλείας αὐτοῦ καὶ ἡσύχασεν γῆ ἐνώπιον αὐτοῦ
And king Demetrius sat on the throne of his kingdom, and the land was quiet before him.
底米丟王坐上他的王位,那地在他面前平靜。
11:53
καὶ ἐψεύσατο πάντα ὅσα εἶπεν καὶ ἠλλοτριώθη τῷ Ιωναθαν καὶ οὐκ ἀνταπέδωκεν τὰς εὐνοίας ἃς ἀνταπέδωκεν αὐτῷ καὶ ἔθλιβεν αὐτὸν σφόδρα
And he lied in all that he spoke, and estranged himself from Jonathan, and recompensed him not according to the benefits with which he had recompensed him, and afflicted him exceedingly.
他卻在所說的一切上都食言,與約拿單疏遠,沒有照約拿單向他所施的恩惠報答他,反倒極其困苦他。
11:54
μετὰ δὲ ταῦτα ἀπέστρεψεν Τρύφων καὶ Ἀντίοχος μετ’ αὐτοῦ παιδάριον νεώτερον καὶ ἐβασίλευσεν καὶ ἐπέθετο διάδημα
Now after this Tryphon returned, and with him the young child Antiochus; and he reigned, and put on a diadem.
這些事以後,特來風帶著年幼的孩子安提阿古回來,使他作王,戴上冠冕。
11:55
καὶ ἐπισυνήχθησαν πρὸς αὐτὸν πᾶσαι αἱ δυνάμεις ἃς ἀπεσκοράκισεν Δημήτριος καὶ ἐπολέμησαν πρὸς αὐτόν καὶ ἔφυγεν καὶ ἐτροπώθη
And there were gathered to him all the forces which Demetrius had sent away with disgrace, and they fought against him, and he fled and was put to the rout.
凡被底米丟羞辱遣散的軍隊都聚集到他那裡,與底米丟交戰,底米丟就逃跑潰敗了。
11:56
καὶ ἔλαβεν Τρύφων τὰ θηρία καὶ κατεκράτησεν τῆς Ἀντιοχείας
And Tryphon took the elephants, and became master of Antioch.
特來風奪得戰象,制伏了安提阿。
11:57
καὶ ἔγραψεν Ἀντίοχος νεώτερος Ιωναθη λέγων ἵστημί σοι τὴν ἀρχιερωσύνην καὶ καθίστημί σε ἐπὶ τῶν τεσσάρων νομῶν καὶ εἶναί σε τῶν φίλων τοῦ βασιλέως
And the young Antiochus wrote to Jonathan, saying, I confirm to you the high priesthood, and appoint you over the four governments, and to be one of the king’s Friends.
年幼的安提阿古寫信給約拿單,說:「我確認你大祭司的職位,立你管轄那四個區,並作王的朋友之一。」
11:58
καὶ ἀπέστειλεν αὐτῷ χρυσώματα καὶ διακονίαν καὶ ἔδωκεν αὐτῷ ἐξουσίαν πίνειν ἐν χρυσώμασιν καὶ εἶναι ἐν πορφύρᾳ καὶ ἔχειν πόρπην χρυσῆν
And he sent to him golden vessels and furniture for the table, and gave him leave to drink in golden vessels, and to be clothed in purple, and to have a golden buckle.
他差送金器和食具給約拿單,準他用金器飲酒、穿紫袍、佩戴金扣環。
11:59
καὶ Σιμωνα τὸν ἀδελφὸν αὐτοῦ κατέστησεν στρατηγὸν ἀπὸ τῆς κλίμακος Τύρου ἕως τῶν ὁρίων Αἰγύπτου
And his brother Simon he made captain from the Ladder of Tyre to the borders of Egypt.
他立約拿單的弟兄西門作元帥,管轄從推羅階梯直到埃及邊界之地。
11:60
καὶ ἐξῆλθεν Ιωναθαν καὶ διεπορεύετο πέραν τοῦ ποταμοῦ καὶ ἐν ταῖς πόλεσιν καὶ ἠθροίσθησαν πρὸς αὐτὸν πᾶσα δύναμις Συρίας εἰς συμμαχίαν καὶ ἦλθεν εἰς Ἀσκαλῶνα καὶ ἀπήντησαν αὐτῷ οἱ ἐκ τῆς πόλεως ἐνδόξως
And Jonathan went forth, and took his journey beyond the river and through the cities; and all the forces of Syria gathered themselves to him for to be his confederates. And he came to Ascalon, and they of the city met him honorably.
約拿單出去,巡行大河那邊和各城。敘利亞的全軍都聚集到他那裡作他的盟友。他來到亞實基倫,城裡的人隆重地迎接他。
11:61
καὶ ἀπῆλθεν ἐκεῖθεν εἰς Γάζαν καὶ ἀπέκλεισαν οἱ ἀπὸ Γάζης καὶ περιεκάθισεν περὶ αὐτὴν καὶ ἐνεπύρισεν τὰ περιπόλια αὐτῆς ἐν πυρὶ καὶ ἐσκύλευσεν αὐτά
And he departed thence to Gaza, and they of Gaza shut him out; and he laid siege to it, and burned the suburbs thereof with fire, and plundered them.
他從那裡往迦薩去,迦薩人卻把他關在外面。他就圍困那城,放火焚燒它的郊邑,搶掠它們。
11:62
καὶ ἠξίωσαν οἱ ἀπὸ Γάζης Ιωναθαν καὶ ἔδωκεν αὐτοῖς δεξιὰς καὶ ἔλαβεν τοὺς υἱοὺς τῶν ἀρχόντων αὐτῶν εἰς ὅμηρα καὶ ἐξαπέστειλεν αὐτοὺς εἰς Ιερουσαλημ καὶ διῆλθεν τὴν χώραν ἕως Δαμασκοῦ
And they of Gaza made request to Jonathan, and he gave them his right hand, and took the sons of their princes for hostages, and sent them away to Jerusalem; and he passed through the country as far as Damascus.
迦薩人就向約拿單求和,他向他們伸出右手,取了他們首領的兒子作人質,差他們到耶路撒冷去,然後巡行那地直到大馬士革。
11:63
καὶ ἤκουσεν Ιωναθαν ὅτι παρῆσαν οἱ ἄρχοντες Δημητρίου εἰς Κηδες τὴν ἐν τῇ Γαλιλαίᾳ μετὰ δυνάμεως πολλῆς βουλόμενοι μεταστῆσαι αὐτὸν τῆς χρείας
And Jonathan heard that Demetrius’ princes were come to Kedesh, which is in Galilee, with a great army, purposing to remove him from his office;
約拿單聽見底米丟的首領們率領大軍來到加利利的基低斯,想要革除他的職位,
11:64
καὶ συνήντησεν αὐτοῖς τὸν δὲ ἀδελφὸν αὐτοῦ Σιμωνα κατέλιπεν ἐν τῇ χώρᾳ
and he went to meet them, but Simon his brother he left in the country.
就去迎戰他們,把他的弟兄西門留在本地。
11:65
καὶ παρενέβαλεν Σιμων ἐπὶ Βαιθσουρα καὶ ἐπολέμει αὐτὴν ἡμέρας πολλὰς καὶ συνέκλεισεν αὐτήν
And Simon encamped against Bethsura, and fought against it many days, and shut it up:
西門在伯夙安營,攻打它許多日子,把它圍困起來。
11:66
καὶ ἠξίωσαν αὐτὸν τοῦ δεξιὰς λαβεῖν καὶ ἔδωκεν αὐτοῖς καὶ ἐξέβαλεν αὐτοὺς ἐκεῖθεν καὶ κατελάβετο τὴν πόλιν καὶ ἔθετο ἐπ’ αὐτὴν φρουράν
and they made request to him that he would give them his right hand, and he gave it to them; and he put them out from thence, and took possession of the city, and set a garrison over it.
城裡的人向他求和,他就向他們伸出右手,把他們從那裡趕出去,佔據了那城,派駐軍隊把守。
11:67
καὶ Ιωναθαν καὶ παρεμβολὴ αὐτοῦ παρενέβαλον ἐπὶ τὸ ὕδωρ τοῦ Γεννησαρ καὶ ὤρθρισαν τὸ πρωὶ εἰς τὸ πεδίον Ασωρ
And Jonathan and his army encamped at the water of Gennesareth, and early in the morning they got them to the plain of Hazor.
約拿單和他的軍隊在革尼撒勒的水邊安營,清早起來,往夏瑣平原去。
11:68
καὶ ἰδοὺ παρεμβολὴ ἀλλοφύλων ἀπήντα αὐτῷ ἐν τῷ πεδίῳ καὶ ἐξέβαλον ἔνεδρον ἐπ’ αὐτὸν ἐν τοῖς ὄρεσιν αὐτοὶ δὲ ἀπήντησαν ἐξ ἐναντίας
And, behold, an army of strangers met him in the plain, and they laid an ambush for him in the mountains, but themselves met him face to face.
看哪,有外族人的軍隊在平原上迎著他,又在山中為他設下伏兵,自己卻正面迎戰他。
11:69
τὰ δὲ ἔνεδρα ἐξανέστησαν ἐκ τῶν τόπων αὐτῶν καὶ συνῆψαν πόλεμον
But those who lay in ambush rose out of their places, and joined battle; and all those who were of Jonathan’s side fled:
伏兵從埋伏處起來,與他交戰。約拿單那邊的人都逃跑了,
11:70
καὶ ἔφυγον οἱ παρὰ Ιωναθου πάντες οὐδὲ εἷς κατελείφθη ἀπ’ αὐτῶν πλὴν Ματταθιας τοῦ Αψαλωμου καὶ Ιουδας τοῦ Χαλφι ἄρχοντες τῆς στρατιᾶς τῶν δυνάμεων
not one of them was left, except Mattathias the son of Absalom, and Judas the son of Chalphi, captains of the forces.
沒有一個留下,只剩下軍隊的將領押沙龍的兒子瑪他提亞和哈勒非的兒子猶大。
11:71
καὶ διέρρηξεν Ιωναθαν τὰ ἱμάτια αὐτοῦ καὶ ἐπέθετο γῆν ἐπὶ τὴν κεφαλὴν αὐτοῦ καὶ προσηύξατο
And Jonathan tore his clothes, and put earth upon his head, and prayed.
約拿單撕裂衣服,把塵土撒在頭上,禱告。
11:72
καὶ ὑπέστρεψεν πρὸς αὐτοὺς πολέμῳ καὶ ἐτροπώσατο αὐτούς καὶ ἔφυγον
And he turned again to them in battle, and put them to the rout, and they fled.
他回轉過來與他們交戰,把他們擊潰,他們就逃跑了。
11:73
καὶ εἶδον οἱ φεύγοντες παρ’ αὐτοῦ καὶ ἐπέστρεψαν ἐπ’ αὐτὸν καὶ ἐδίωκον μετ’ αὐτοῦ ἕως Κεδες ἕως τῆς παρεμβολῆς αὐτῶν καὶ παρενέβαλον ἐκεῖ
And they of his side that fled saw it, and returned to him, and pursued with him to Kedesh to their camp, and they encamped there.
那些逃跑的人見了,就回到他那裡,與他一同追趕敵人,直到基低斯他們的營地,就在那裡安營。
11:74
καὶ ἔπεσον ἐκ τῶν ἀλλοφύλων ἐν τῇ ἡμέρᾳ ἐκείνῃ εἰς ἄνδρας τρισχιλίους καὶ ἐπέστρεψεν Ιωναθαν εἰς Ιερουσαλημ
And there fell of the strangers on that day about three thousand men: and Jonathan returned to Jerusalem.
那日外族人中倒下了約三千人。約拿單就回到耶路撒冷。
← ch. 10ch. 12 →
12345678910111213141516