📜 Verbum
Scripture and the Fathers, read aloud in the original

Apocrypha › 1 Maccabees

1 Maccabees 2

Greek original · 70 verses · some words can be tapped for a gloss

📖 This chapter exists in 2 other originals — side by side (Septuagint, Vulgate)
2:1
ἐν ταῖς ἡμέραις ἐκείναις ἀνέστη Ματταθιας υἱὸς Ιωαννου τοῦ Συμεων ἱερεὺς τῶν υἱῶν Ιωαριβ ἀπὸ Ιερουσαλημ καὶ ἐκάθισεν ἐν Μωδεϊν
In those days rose up Mattathias the son of John, the son of Simeon, a priest of the sons of Joarib, from Jerusalem; and he lived at Modin.
在那些日子,西緬之子約翰的兒子瑪他提亞興起。他是約雅立子孫中的祭司,從耶路撒冷遷到摩丁居住。
2:2
καὶ αὐτῷ υἱοὶ πέντε Ιωαννης ἐπικαλούμενος Γαδδι
And he had five sons, John, who was surnamed Gaddis;
他有五個兒子:被稱為加底的約翰、
2:3
Σιμων καλούμενος Θασσι
Simon, who was called Thassi;
被稱為他西的西門、
2:4
Ιουδας καλούμενος Μακκαβαῖος
Judas, who was called Maccabaeus;
被稱為馬加比的猶大、
2:5
Ελεαζαρ καλούμενος Αυαραν Ιωναθης καλούμενος Απφους
Eleazar, who was called Avaran; Jonathan, who was called Apphus.
被稱為亞瓦蘭的以利亞撒,和被稱為亞弗斯的約拿單。
2:6
καὶ εἶδεν τὰς βλασφημίας τὰς γινομένας ἐν Ιουδα καὶ ἐν Ιερουσαλημ
And he saw the blasphemies that were committed in Judah and in Jerusalem,
他看見在猶大和耶路撒冷所發生的褻瀆之事,
2:7
καὶ εἶπεν οἴμμοι ἵνα τί τοῦτο ἐγεννήθην ἰδεῖν τὸ σύντριμμα τοῦ λαοῦ μου καὶ τὸ σύντριμμα τῆς ἁγίας πόλεως καὶ καθίσαι ἐκεῖ ἐν τῷ δοθῆναι αὐτὴν ἐν χειρὶ ἐχθρῶν τὸ ἁγίασμα ἐν χειρὶ ἀλλοτρίων
and he said, Woe is me! wherefore was I born to see the destruction of my people, and the destruction of the holy city, and to dwell there, when it was given into the hand of the enemy, the sanctuary into the hand of aliens?
就說:「我有禍了!我為何生來要看見我百姓的毀滅、聖城的毀滅,又要坐在這裡,眼看聖城被交在仇敵手中、聖所被交在外人手中呢?
2:8
ἐγένετο ναὸς αὐτῆς ὡς ἀνὴρ ἄδοξος
Her temple is become as a man that was glorious:
它的殿宇如今成了無尊榮之人,
2:9
τὰ σκεύη τῆς δόξης αὐτῆς αἰχμάλωτα ἀπήχθη ἀπεκτάνθη τὰ νήπια αὐτῆς ἐν ταῖς πλατείαις αὐτῆς οἱ νεανίσκοι αὐτῆς ἐν ῥομφαίᾳ ἐχθροῦ
her vessels of glory are carried away into captivity, her infants are slain in her streets, her young men with the sword of the enemy.
它榮耀的器皿被擄掠而去,它的嬰孩在街上被殺,它的少年人喪命於仇敵的刀下。
2:10
ποῖον ἔθνος οὐκ ἐκληρονόμησεν βασίλεια καὶ οὐκ ἐκράτησεν τῶν σκύλων αὐτῆς
What nation has not inherited her palaces, and gotten possession of her spoils?
哪一個邦國不曾承接它的王宮,霸佔它的擄物呢?
2:11
πᾶς κόσμος αὐτῆς ἀφῃρέθη ἀντὶ ἐλευθέρας ἐγένετο εἰς δούλην
her adorning is all taken away; instead of a free woman she is become a bond woman:
它一切的妝飾都被奪去,它從自由之身變為奴婢。
2:12
καὶ ἰδοὺ τὰ ἅγια ἡμῶν καὶ καλλονὴ ἡμῶν καὶ δόξα ἡμῶν ἠρημώθη καὶ ἐβεβήλωσαν αὐτὰ τὰ ἔθνη
and, behold, our holy things and our beauty and our glory are laid waste, and the Gentiles have profaned them.
看哪,我們的聖物、我們的華美、我們的榮耀都已荒涼,外邦人褻瀆了它們。
2:13
ἵνα τί ἡμῖν ἔτι ζωή
Wherefore should we live any longer?
我們還活著為什麼呢?」
2:14
καὶ διέρρηξεν Ματταθιας καὶ οἱ υἱοὶ αὐτοῦ τὰ ἱμάτια αὐτῶν καὶ περιεβάλοντο σάκκους καὶ ἐπένθησαν σφόδρα
And Mattathias and his sons tore their clothes, and put on sackcloth, and mourned exceedingly.
瑪他提亞和他的兒子們就撕裂衣服,披上麻衣,極其悲哀。
2:15
καὶ ἦλθον οἱ παρὰ τοῦ βασιλέως οἱ καταναγκάζοντες τὴν ἀποστασίαν εἰς Μωδεϊν τὴν πόλιν ἵνα θυσιάσωσιν
And the king’s officers, that were enforcing the apostasy, came into the city Modin to sacrifice.
王所差遣強迫人背道的官員來到摩丁城,要叫人獻祭。
2:16
καὶ πολλοὶ ἀπὸ Ισραηλ πρὸς αὐτοὺς προσῆλθον καὶ Ματταθιας καὶ οἱ υἱοὶ αὐτοῦ συνήχθησαν
And many of Israel came to them, and Mattathias and his sons were gathered together.
以色列中有許多人來到他們那裡,瑪他提亞和他的兒子們也聚集在一起。
2:17
καὶ ἀπεκρίθησαν οἱ παρὰ τοῦ βασιλέως καὶ εἶπον τῷ Ματταθια λέγοντες ἄρχων καὶ ἔνδοξος καὶ μέγας εἶ ἐν τῇ πόλει ταύτῃ καὶ ἐστηρισμένος υἱοῖς καὶ ἀδελφοῖς
And the king’s officers answered and spoke to Mattathias, saying, You are a ruler and an honorable and great man in this city, and strengthened with sons and kindred:
王的官員回答瑪他提亞,對他說:「你在這城裡是個尊貴顯赫的領袖,有眾子和弟兄擁護。
2:18
νῦν πρόσελθε πρῶτος καὶ ποίησον τὸ πρόσταγμα τοῦ βασιλέως ὡς ἐποίησαν πάντα τὰ ἔθνη καὶ οἱ ἄνδρες Ιουδα καὶ οἱ καταλειφθέντες ἐν Ιερουσαλημ καὶ ἔσῃ σὺ καὶ οἱ υἱοί σου τῶν φίλων τοῦ βασιλέως καὶ σὺ καὶ οἱ υἱοί σου δοξασθήσεσθε ἀργυρίῳ καὶ χρυσίῳ καὶ ἀποστολαῖς πολλαῖς
now therefore come you first and do the commandment of the king, as all the nations have done, and the men of Judah, and those who remain in Jerusalem: and you and your house shall be in the number of the king’s Friends, and you and your sons shall be honored with silver and gold and many gifts.
現在你帶頭上前來,遵行王的命令,正如列國、猶大人和留在耶路撒冷的人所做的一樣。這樣,你和你的兒子們就必列入王的朋友之中,你和你的兒子們也必得著金銀和許多賞賜,得享尊榮。」
2:19
καὶ ἀπεκρίθη Ματταθιας καὶ εἶπεν φωνῇ μεγάλῃ εἰ πάντα τὰ ἔθνη τὰ ἐν οἴκῳ τῆς βασιλείας τοῦ βασιλέως ἀκούουσιν αὐτοῦ ἀποστῆναι ἕκαστος ἀπὸ λατρείας πατέρων αὐτοῦ καὶ ᾑρετίσαντο ἐν ταῖς ἐντολαῖς αὐτοῦ
And Mattathias answered and said with a loud voice, If all the nations that are in the house of the king’s dominion hearken to him, to fall away each one from the worship of his fathers, and have made choice to follow his commandments,
瑪他提亞高聲回答說:「縱然王治下各邦各國都聽從他,各人離棄祖宗的敬拜,甘心遵從他的命令,
2:20
κἀγὼ καὶ οἱ υἱοί μου καὶ οἱ ἀδελφοί μου πορευσόμεθα ἐν διαθήκῃ πατέρων ἡμῶν
yet will I and my sons and my kindred walk in the covenant of our fathers.
我和我的兒子們、我的弟兄們卻仍要遵行我們祖宗的聖約。
2:21
ἵλεως ἡμῖν καταλιπεῖν νόμον καὶ δικαιώματα
Heaven forbid that we should forsake the law and the ordinances.
願主憐憫我們,使我們不至離棄律法和律例。
2:22
τῶν λόγων τοῦ βασιλέως οὐκ ἀκουσόμεθα παρελθεῖν τὴν λατρείαν ἡμῶν δεξιὰν ἀριστεράν
We will not hearken to the king’s words, to go aside from our worship, on the right hand, or on the left.
我們決不聽從王的話,不偏左右地離開我們的敬拜。」
2:23
καὶ ὡς ἐπαύσατο λαλῶν τοὺς λόγους τούτους προσῆλθεν ἀνὴρ Ιουδαῖος ἐν ὀφθαλμοῖς πάντων θυσιάσαι ἐπὶ τοῦ βωμοῦ ἐν Μωδεϊν κατὰ τὸ πρόσταγμα τοῦ βασιλέως
And when he had left speaking these words, there came a Jew in the sight of all to sacrifice on the altar which was at Modin, according to the king’s commandment.
他剛說完這些話,就有一個猶大人當著眾人的面上前來,要照王的命令在摩丁的祭壇上獻祭。
2:24
καὶ εἶδεν Ματταθιας καὶ ἐζήλωσεν καὶ ἐτρόμησαν οἱ νεφροὶ αὐτοῦ καὶ ἀνήνεγκεν θυμὸν κατὰ τὸ κρίμα καὶ δραμὼν ἔσφαξεν αὐτὸν ἐπὶ τὸν βωμόν
And Mattathias saw it, and his zeal was kindled, and his reins trembled, and he showed forth his wrath according to judgement, and ran, and killed him upon the altar.
瑪他提亞看見了,就發了義憤,心中激動戰慄,按著公義發出怒火,跑過去把那人殺死在祭壇上。
2:25
καὶ τὸν ἄνδρα τοῦ βασιλέως τὸν ἀναγκάζοντα θύειν ἀπέκτεινεν ἐν τῷ καιρῷ ἐκείνῳ καὶ τὸν βωμὸν καθεῖλεν
And the king’s officer, who compelled men to sacrifice, he killed at that time, and pulled down the altar.
那時他也殺了王那強迫人獻祭的官員,並拆毀了祭壇。
2:26
καὶ ἐζήλωσεν τῷ νόμῳ καθὼς ἐποίησεν Φινεες τῷ Ζαμβρι υἱῷ Σαλωμ
And he was zealous for the law, even as Phinehas did to Zimri the son of Salu.
他為律法大發熱心,正如非尼哈從前對待撒路的兒子心利所做的一樣。
2:27
καὶ ἀνέκραξεν Ματταθιας ἐν τῇ πόλει φωνῇ μεγάλῃ λέγων πᾶς ζηλῶν τῷ νόμῳ καὶ ἱστῶν διαθήκην ἐξελθέτω ὀπίσω μου
And Mattathias cried out in the city with a loud voice, saying, Whosoever is zealous for the law, and maintains the covenant, let him come forth after me.
瑪他提亞在城中高聲呼喊說:「凡為律法熱心、堅守聖約的,都跟我出來!」
2:28
καὶ ἔφυγεν αὐτὸς καὶ οἱ υἱοὶ αὐτοῦ εἰς τὰ ὄρη καὶ ἐγκατέλιπον ὅσα εἶχον ἐν τῇ πόλει
And he and his sons fled into the mountains, and forsook all that they had in the city.
於是他和他的兒子們逃往山中,撇下了他們在城裡所有的一切。
2:29
τότε κατέβησαν πολλοὶ ζητοῦντες δικαιοσύνην καὶ κρίμα εἰς τὴν ἔρημον καθίσαι ἐκεῖ
Then many that sought after justice and judgement went down into the wilderness, to dwell there,
那時,許多尋求公義和公道的人下到曠野去居住,
2:30
αὐτοὶ καὶ οἱ υἱοὶ αὐτῶν καὶ αἱ γυναῖκες αὐτῶν καὶ τὰ κτήνη αὐτῶν ὅτι ἐσκληρύνθη ἐπ’ αὐτοὺς τὰ κακά
they, and their sons, and their wives, and their cattle; because evils were multiplied upon them.
他們和他們的兒女、妻子、牲畜都去了,因為禍患重重地壓在他們身上。
2:31
καὶ ἀνηγγέλη τοῖς ἀνδράσιν τοῦ βασιλέως καὶ ταῖς δυνάμεσιν αἳ ἦσαν ἐν Ιερουσαλημ πόλει Δαυιδ ὅτι κατέβησαν ἄνδρες οἵτινες διεσκέδασαν τὴν ἐντολὴν τοῦ βασιλέως εἰς τοὺς κρύφους ἐν τῇ ἐρήμῳ
And it was told the king’s officers, and the forces that were in Jerusalem, the city of David, that certain men, who had broken the king’s commandment, were gone down into the secret places in the wilderness;
有人向王的官員和駐在耶路撒冷大衛城的軍隊報告,說有些違背王命的人下到曠野的隱密處去了。
2:32
καὶ ἔδραμον ὀπίσω αὐτῶν πολλοὶ καὶ κατελάβοντο αὐτοὺς καὶ παρενέβαλον ἐπ’ αὐτοὺς καὶ συνεστήσαντο πρὸς αὐτοὺς πόλεμον ἐν τῇ ἡμέρᾳ τῶν σαββάτων
and many pursued after them, and having overtaken them, they encamped against them, and set the battle in array against them on the Sabbath day.
許多人追趕他們,追上了他們,就在安息日列陣攻打他們,向他們擺開戰勢。
2:33
καὶ εἶπον πρὸς αὐτούς ἕως τοῦ νῦν ἐξελθόντες ποιήσατε κατὰ τὸν λόγον τοῦ βασιλέως καὶ ζήσεσθε
And they said to them, Thus far. Come forth, and do according to the word of the king, and you⌃ shall live.
他們對那些人說:「夠了!出來遵行王的話,你們就可以存活。」
2:34
καὶ εἶπον οὐκ ἐξελευσόμεθα οὐδὲ ποιήσομεν τὸν λόγον τοῦ βασιλέως βεβηλῶσαι τὴν ἡμέραν τῶν σαββάτων
And they said, We will not come forth, neither will we do the word of the king, to profane the Sabbath day.
他們卻說:「我們決不出去,也不遵行王的話去褻瀆安息日。」
2:35
καὶ ἐτάχυναν ἐπ’ αὐτοὺς πόλεμον
And they hurried to give them battle.
於是他們急忙向那些人開戰。
2:36
καὶ οὐκ ἀπεκρίθησαν αὐτοῖς οὐδὲ λίθον ἐνετίναξαν αὐτοῖς οὐδὲ ἐνέφραξαν τοὺς κρύφους
And they answered them not, neither cast they a stone at them, nor stopped up the secret places,
那些人卻不回應他們,不向他們扔一塊石頭,也不堵塞隱密處,
2:37
λέγοντες ἀποθάνωμεν πάντες ἐν τῇ ἁπλότητι ἡμῶν μαρτυρεῖ ἐφ’ ἡμᾶς οὐρανὸς καὶ γῆ ὅτι ἀκρίτως ἀπόλλυτε ἡμᾶς
saying, Let us die all in our innocency: heaven and earth witness over us, that you⌃ put us to death without trial.
說:「讓我們都死在自己的純全中吧。天地為我們作證,你們不經審判就把我們殺了。」
2:38
καὶ ἀνέστησαν ἐπ’ αὐτοὺς ἐν πολέμῳ τοῖς σάββασιν καὶ ἀπέθανον αὐτοὶ καὶ αἱ γυναῖκες αὐτῶν καὶ τὰ τέκνα αὐτῶν καὶ τὰ κτήνη αὐτῶν ἕως χιλίων ψυχῶν ἀνθρώπων
And they rose up against them in battle on the Sabbath, and they died, they and their wives and their children, and their cattle, to the number of a thousand souls.
於是那些人在安息日起來攻打他們,他們連同妻子、兒女和牲畜都死了,約有一千人喪命。
2:39
καὶ ἔγνω Ματταθιας καὶ οἱ φίλοι αὐτοῦ καὶ ἐπένθησαν ἐπ’ αὐτοὺς σφόδρα
And Mattathias and his friends knew it, and they mourned over them exceedingly.
瑪他提亞和他的朋友們知道了,就為他們極其悲哀。
2:40
καὶ εἶπεν ἀνὴρ τῷ πλησίον αὐτοῦ ἐὰν πάντες ποιήσωμεν ὡς οἱ ἀδελφοὶ ἡμῶν ἐποίησαν καὶ μὴ πολεμήσωμεν πρὸς τὰ ἔθνη ὑπὲρ τῆς ψυχῆς ἡμῶν καὶ τῶν δικαιωμάτων ἡμῶν νῦν τάχιον ὀλεθρεύσουσιν ἡμᾶς ἀπὸ τῆς γῆς
And one said to another, If we all do as our kindred have done, and fight not against the Gentiles for our lives and our ordinances, they will now quickly destroy us from off the earth.
他們彼此說:「我們若都像我們的弟兄所做的那樣,不為自己的性命和律例與外邦人爭戰,他們就要迅速將我們從地上滅盡了。」
2:41
καὶ ἐβουλεύσαντο τῇ ἡμέρᾳ ἐκείνῃ λέγοντες πᾶς ἄνθρωπος ὃς ἐὰν ἔλθῃ ἐφ’ ἡμᾶς εἰς πόλεμον τῇ ἡμέρᾳ τῶν σαββάτων πολεμήσωμεν κατέναντι αὐτοῦ καὶ οὐ μὴ ἀποθάνωμεν πάντες καθὼς ἀπέθανον οἱ ἀδελφοὶ ἡμῶν ἐν τοῖς κρύφοις
And they took counsel on that day, saying, whoever shall come against us to battle on the Sabbath day, let us fight against him, and we shall in no wise all die, as our kindred died in the secret places.
那日他們就商議,說:「無論誰在安息日來攻打我們,我們就要迎擊他,免得我們都像我們的弟兄死在隱密處那樣死了。」
2:42
τότε συνήχθησαν πρὸς αὐτοὺς συναγωγὴ Ασιδαίων ἰσχυροὶ δυνάμει ἀπὸ Ισραηλ πᾶς ἑκουσιαζόμενος τῷ νόμῳ
Then were gathered together to them a company of Hasidaeans, mighty men of Israel, every one that offered himself willingly for the law.
那時,哈西典人的一羣聚集到他們那裡,他們都是以色列中的勇士,是凡甘心為律法獻身的人。
2:43
καὶ πάντες οἱ φυγαδεύοντες ἀπὸ τῶν κακῶν προσετέθησαν αὐτοῖς καὶ ἐγένοντο αὐτοῖς εἰς στήριγμα
And all those who fled from the evils were added to them, and became a stay to them.
凡為躲避禍患而逃亡的人都歸附他們,成了他們的助力。
2:44
καὶ συνεστήσαντο δύναμιν καὶ ἐπάταξαν ἁμαρτωλοὺς ἐν ὀργῇ αὐτῶν καὶ ἄνδρας ἀνόμους ἐν θυμῷ αὐτῶν καὶ οἱ λοιποὶ ἔφυγον εἰς τὰ ἔθνη σωθῆναι
And they mustered an army, and struck sinners in their anger, and lawless men in their wrath: and the rest fled to the Gentiles for safety.
他們組成了軍隊,在烈怒中擊殺罪人,在憤恨中擊殺不法之徒。其餘的人逃往外邦人那裡求生。
2:45
καὶ ἐκύκλωσεν Ματταθιας καὶ οἱ φίλοι αὐτοῦ καὶ καθεῖλον τοὺς βωμοὺς
And Mattathias and his friends went round about, and pulled down the altars;
瑪他提亞和他的朋友們四處巡行,拆毀祭壇,
2:46
καὶ περιέτεμον τὰ παιδάρια τὰ ἀπερίτμητα ὅσα εὗρον ἐν ὁρίοις Ισραηλ ἐν ἰσχύι
and they circumcised by force the children that were uncircumcised, as many as they found in the coasts of Israel.
又用強力給他們在以色列境內所找到沒有受割禮的孩童行割禮。
2:47
καὶ ἐδίωξαν τοὺς υἱοὺς τῆς ὑπερηφανίας καὶ κατευοδώθη τὸ ἔργον ἐν χειρὶ αὐτῶν
And they pursued after the sons of pride, and the work prospered in their hand.
他們追趕那些狂傲之徒,他們手中的事工亨通。
2:48
καὶ ἀντελάβοντο τοῦ νόμου ἐκ χειρὸς τῶν ἐθνῶν καὶ τῶν βασιλέων καὶ οὐκ ἔδωκαν κέρας τῷ ἁμαρτωλῷ
And they rescued the law out of the hand of the Gentiles, and out of the hand of the kings, neither suffered they the sinner to triumph.
他們從外邦人和列王的手中奪回律法,不容罪人得勝誇勝。
2:49
καὶ ἤγγισαν αἱ ἡμέραι Ματταθιου ἀποθανεῖν καὶ εἶπεν τοῖς υἱοῖς αὐτοῦ νῦν ἐστηρίσθη ὑπερηφανία καὶ ἐλεγμὸς καὶ καιρὸς καταστροφῆς καὶ ὀργὴ θυμοῦ
And the days of Mattathias drew near that he should die, and he said to his sons, Now have pride and rebuke gotten strength, and a season of overthrow, and wrath of indignation.
瑪他提亞的死期臨近了,他對兒子們說:「如今狂傲和責難得勢,這是傾覆的時候,是烈怒的日子。
2:50
νῦν τέκνα ζηλώσατε τῷ νόμῳ καὶ δότε τὰς ψυχὰς ὑμῶν ὑπὲρ διαθήκης πατέρων ἡμῶν
And now, my children, be you⌃ zealous for the law, and give your lives for the covenant of your fathers.
我兒們哪,現在你們要為律法大發熱心,為我們祖宗的聖約捨命。
2:51
καὶ μνήσθητε τὰ ἔργα τῶν πατέρων ἐποίησαν ἐν ταῖς γενεαῖς αὐτῶν καὶ δέξασθε δόξαν μεγάλην καὶ ὄνομα αἰώνιον
And call to remembrance the deeds of our fathers which they did in their generations; and receive great glory and an everlasting name.
你們要記念我們祖宗在他們世代所行的事跡,這樣你們就必得著大榮耀和永遠的名。
2:52
Αβρααμ οὐχὶ ἐν πειρασμῷ εὑρέθη πιστός καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην
Was not Abraham found faithful in temptation, and it was reckoned to him for righteousness?
亞伯拉罕在試煉中不是被看為忠心嗎?這就算為他的義。
2:53
Ιωσηφ ἐν καιρῷ στενοχωρίας αὐτοῦ ἐφύλαξεν ἐντολὴν καὶ ἐγένετο κύριος Αἰγύπτου
Joseph in the time of his distress kept the commandment, and became lord of Egypt.
約瑟在患難之時遵守了誡命,就作了埃及的宰相。
2:54
Φινεες πατὴρ ἡμῶν ἐν τῷ ζηλῶσαι ζῆλον ἔλαβεν διαθήκην ἱερωσύνης αἰωνίας
Phinehas our father, for that he was zealous exceedingly, obtained the covenant of an everlasting priesthood.
我們的祖宗非尼哈,因大發熱心,就得了永遠祭司職分的約。
2:55
Ἰησοῦς ἐν τῷ πληρῶσαι λόγον ἐγένετο κριτὴς ἐν Ισραηλ
Joshua for fulfilling the word became a judge in Israel.
約書亞因成就了那話,就在以色列中作了士師。
2:56
Χαλεβ ἐν τῷ μαρτύρασθαι ἐν τῇ ἐκκλησίᾳ ἔλαβεν γῆς κληρονομίαν
Caleb for bearing witness in the congregation obtained a heritage in the land.
迦勒因在會眾中作見證,就得了那地為產業。
2:57
Δαυιδ ἐν τῷ ἐλέει αὐτοῦ ἐκληρονόμησεν θρόνον βασιλείας εἰς αἰῶνας
David for being merciful inherited the throne of a kingdom forever and ever.
大衛因有憐憫,就承受了國位,直到永遠。
2:58
Ηλιας ἐν τῷ ζηλῶσαι ζῆλον νόμου ἀνελήμφθη εἰς τὸν οὐρανόν
Elijah, for that he was exceeding zealous for the law, was taken up into heaven.
以利亞因為律法大發熱心,就被接到天上去。
2:59
Ανανιας Αζαριας Μισαηλ πιστεύσαντες ἐσώθησαν ἐκ φλογός
Hananiah, Azariah, Mishael, believed, and were saved out of the flame.
哈拿尼雅、亞撒利雅、米沙利因信,就從火焰中得救。
2:60
Δανιηλ ἐν τῇ ἁπλότητι αὐτοῦ ἐρρύσθη ἐκ στόματος λεόντων
Daniel for his innocency was delivered from the mouth of lions.
但以理因他的純全,就從獅子口中得了拯救。
2:61
καὶ οὕτως ἐννοήθητε κατὰ γενεὰν καὶ γενεάν ὅτι πάντες οἱ ἐλπίζοντες ἐπ’ αὐτὸν οὐκ ἀσθενήσουσιν
And thus consider you⌃ from generation to generation, that none that put their trust in him shall lack for strength.
你們要這樣世世代代地思想:凡仰望他的,必不至軟弱無力。
2:62
καὶ ἀπὸ λόγων ἀνδρὸς ἁμαρτωλοῦ μὴ φοβηθῆτε ὅτι δόξα αὐτοῦ εἰς κόπρια καὶ εἰς σκώληκας
And be not afraid of the words of a sinful man; for his glory shall be dung and worms.
你們不要懼怕罪人的話,因為他的榮華必歸於糞土和蟲子。
2:63
σήμερον ἐπαρθήσεται καὶ αὔριον οὐ μὴ εὑρεθῇ ὅτι ἐπέστρεψεν εἰς τὸν χοῦν αὐτοῦ καὶ διαλογισμὸς αὐτοῦ ἀπολεῖται
To-day he shall be lifted up, and to-morrow he shall in no wise be found, because he is returned to his dust, and his thought is perished.
他今日高升,明日卻無處可尋,因為他已歸回塵土,他的計謀也都消滅了。
2:64
τέκνα ἀνδρίζεσθε καὶ ἰσχύσατε ἐν τῷ νόμῳ ὅτι ἐν αὐτῷ δοξασθήσεσθε
And you⌃, my children, be strong, and show yourselves men in behalf of the law; for therein shall you⌃ obtain glory.
我兒們哪,你們要剛強,在律法上奮勇,因為你們必因此得榮耀。
2:65
καὶ ἰδοὺ Συμεων ἀδελφὸς ὑμῶν οἶδα ὅτι ἀνὴρ βουλῆς ἐστιν αὐτοῦ ἀκούετε πάσας τὰς ἡμέρας αὐτὸς ἔσται ὑμῶν πατήρ
And, behold, Simon your brother, I know that he is a man of counsel; give ear to him always: he shall be a father to you.
看哪,你們的弟兄西緬,我知道他是個有智謀的人,你們要終身聽從他,他必作你們的父親。
2:66
καὶ Ιουδας Μακκαβαῖος ἰσχυρὸς δυνάμει ἐκ νεότητος αὐτοῦ αὐτὸς ἔσται ὑμῖν ἄρχων στρατιᾶς καὶ πολεμήσει πόλεμον λαῶν
And Judas Maccabaeus, he has been strong and mighty from his youth: he shall be your captain, and shall fight the battle of the people.
猶大·馬加比自幼就剛強有力,他必作你們軍隊的元帥,率領百姓爭戰。
2:67
καὶ ὑμεῖς προσάξετε πρὸς ὑμᾶς πάντας τοὺς ποιητὰς τοῦ νόμου καὶ ἐκδικήσατε ἐκδίκησιν τοῦ λαοῦ ὑμῶν
And take you⌃ to you all the doers of the law, and avenge the wrong of your people.
你們要招聚一切遵行律法的人到你們這裡來,為你們的百姓伸冤。
2:68
ἀνταπόδοτε ἀνταπόδομα τοῖς ἔθνεσιν καὶ προσέχετε εἰς πρόσταγμα τοῦ νόμου
Render a recompense to the Gentiles, and take heed to the commandments of the law.
你們要向外邦人施行報應,並要留意遵守律法的命令。」
2:69
καὶ εὐλόγησεν αὐτούς καὶ προσετέθη πρὸς τοὺς πατέρας αὐτοῦ
And he blessed them, and was gathered to his fathers.
於是他為他們祝福,便歸到他列祖那裡去了。
2:70
καὶ ἀπέθανεν ἐν τῷ ἕκτῳ καὶ τεσσαρακοστῷ καὶ ἑκατοστῷ ἔτει καὶ ἐτάφη ἐν τάφοις πατέρων αὐτοῦ ἐν Μωδεϊν καὶ ἐκόψαντο αὐτὸν πᾶς Ισραηλ κοπετὸν μέγαν
And he died in the hundred and forty and sixth year, and his sons buried him in the sepulchres of his fathers at Modin, and all Israel made great lamentation for him.
他在一百四十六年去世,葬在摩丁他列祖的墳墓裡。全以色列為他大大哀哭。
12345678910111213141516