📜 Verbum
Scripture and the Fathers, read aloud in the original

Apocrypha › 2 Maccabees

2 Maccabees 2

Greek original · 32 verses · some words can be tapped for a gloss

📖 This chapter exists in 2 other originals — side by side (Septuagint, Vulgate)
2:1
εὑρίσκεται δὲ ἐν ταῖς ἀπογραφαῖς Ιερεμιας προφήτης ὅτι ἐκέλευσεν τοῦ πυρὸς λαβεῖν τοὺς μεταγενομένους ὡς σεσήμανται
It is also found in the records, that Jeremiah the prophet commanded those who were carried away to take of the fire, as has been signified above:
在記錄中也查得到,先知耶利米曾吩咐那些被擄的人取些火去,如上文所述,
2:2
καὶ ὡς ἐνετείλατο τοῖς μεταγενομένοις προφήτης δοὺς αὐτοῖς τὸν νόμον ἵνα μὴ ἐπιλάθωνται τῶν προσταγμάτων τοῦ κυρίου καὶ ἵνα μὴ ἀποπλανηθῶσιν ταῖς διανοίαις βλέποντες ἀγάλματα χρυσᾶ καὶ ἀργυρᾶ καὶ τὸν περὶ αὐτὰ κόσμον
and how that the prophet charged those who were carried away, having given them the law, that they should not forget the statutes of the Lord, neither be led astray in their minds, when they saw images of gold and silver, and the adornment thereof.
又記載這先知怎樣囑咐那些被擄的人,把律法交給他們,叫他們不可忘記主的典章,也不可在心思上被引入歧途,免得看見金銀的偶像和其上的裝飾而動心。
2:3
καὶ ἕτερα τοιαῦτα λέγων παρεκάλει μὴ ἀποστῆναι τὸν νόμον ἀπὸ τῆς καρδίας αὐτῶν
And with other such words exhorted he them, that the law should not depart from their heart.
他又用其他這類的話勸勉他們,叫律法不離開他們的心。
2:4
ἦν δὲ ἐν τῇ γραφῇ ὡς τὴν σκηνὴν καὶ τὴν κιβωτὸν ἐκέλευσεν προφήτης χρηματισμοῦ γενηθέντος αὐτῷ συνακολουθεῖν ὡς δὲ ἐξῆλθεν εἰς τὸ ὄρος οὗ Μωυσῆς ἀναβὰς ἐθεάσατο τὴν τοῦ θεοῦ κληρονομίαν
And it was contained in the writing, that the prophet, being warned of God, commanded that the tabernacle and the ark should follow with him, when he went forth into the mountain where Moses went up and saw the heritage of God.
那記載中又說,這先知得了神的指示,便吩咐人把帳幕和約櫃一同帶去,那時他正出去到摩西曾上去觀看神產業的那山。
2:5
καὶ ἐλθὼν Ιερεμιας εὗρεν οἶκον ἀντρώδη καὶ τὴν σκηνὴν καὶ τὴν κιβωτὸν καὶ τὸ θυσιαστήριον τοῦ θυμιάματος εἰσήνεγκεν ἐκεῖ καὶ τὴν θύραν ἐνέφραξεν
And Jeremiah came and found a chamber in the rock, and there he brought in the tabernacle, and the ark, and the altar of incense; and he made fast the door.
耶利米到了那裡,找到一個洞穴般的處所,把帳幕、約櫃和香壇都搬進去,又把入口封閉。
2:6
καὶ προσελθόντες τινὲς τῶν συνακολουθούντων ὥστε ἐπισημάνασθαι τὴν ὁδὸν καὶ οὐκ ἐδυνήθησαν εὑρεῖν
And some of those that followed with him came there that they might mark the way, and could not find it.
有幾個隨行的人前來,想要記下那路徑,卻找不著。
2:7
ὡς δὲ Ιερεμιας ἔγνω μεμψάμενος αὐτοῖς εἶπεν ὅτι καὶ ἄγνωστος τόπος ἔσται ἕως ἂν συναγάγῃ θεὸς ἐπισυναγωγὴν τοῦ λαοῦ καὶ ἵλεως γένηται
But when Jeremiah perceived it, he blamed them, saying, Yes and the place shall be unknown until God gather the people again together, and mercy come:
耶利米知道了,便責備他們說:「這地方要無人知曉,直到神再聚集祂的子民,施恩憐憫。
2:8
καὶ τότε κύριος ἀναδείξει ταῦτα καὶ ὀφθήσεται δόξα τοῦ κυρίου καὶ νεφέλη ὡς ἐπὶ Μωυσῇ ἐδηλοῦτο ὡς καὶ Σαλωμων ἠξίωσεν ἵνα τόπος καθαγιασθῇ μεγάλως
and then shall the Lord disclose these things, and the glory of the Lord shall be seen, and the cloud. As also it was showed with Moses; as also Solomon implored that the place might be consecrated greatly,
那時主必把這些顯明出來,主的榮耀和雲彩必顯現,正如在摩西的時候所顯明的,也正如所羅門曾祈求那地方大大被尊為聖一樣。
2:9
διεσαφεῖτο δὲ καὶ ὡς σοφίαν ἔχων ἀνήνεγκεν θυσίαν ἐγκαινισμοῦ καὶ τῆς τελειώσεως τοῦ ἱεροῦ
and it was also declared that he, having wisdom, offered a sacrifice of dedication, and of the finishing of the temple; so we would have it now.
記載中又說,他既有智慧,便獻上奉獻之祭,作為聖殿落成的禮。
2:10
καθὼς καὶ Μωυσῆς προσηύξατο πρὸς κύριον καὶ κατέβη πῦρ ἐκ τοῦ οὐρανοῦ καὶ τὰ τῆς θυσίας ἐδαπάνησεν οὕτως καὶ Σαλωμων προσηύξατο καὶ καταβὰν τὸ πῦρ ἀνήλωσεν τὰ ὁλοκαυτώματα
As Moses prayed to the Lord, and fire came down out of heaven and consumed the sacrifice, even so prayed Solomon also, and the fire came down and consumed the burnt offerings;
正如摩西向主禱告,便有火從天降下,燒盡了祭物;所羅門照樣禱告,火也降下燒盡了燔祭。
2:11
καὶ εἶπεν Μωυσῆς διὰ τὸ μὴ βεβρῶσθαι τὸ περὶ τῆς ἁμαρτίας ἀνηλώθη
(and Moses said, Because the sin offering had not been eaten, it was consumed in like manner with the rest;)
(摩西曾說:因為贖罪祭沒有被喫,便照樣與其餘的一同燒盡了。)
2:12
ὡσαύτως καὶ Σαλωμων τὰς ὀκτὼ ἡμέρας ἤγαγεν
and Solomon kept the eight days.
所羅門照樣守了那八天的節期。
2:13
ἐξηγοῦντο δὲ καὶ ἐν ταῖς ἀναγραφαῖς καὶ ἐν τοῖς ὑπομνηματισμοῖς τοῖς κατὰ τὸν Νεεμιαν τὰ αὐτὰ καὶ ὡς καταβαλλόμενος βιβλιοθήκην ἐπισυνήγαγεν τὰ περὶ τῶν βασιλέων βιβλία καὶ προφητῶν καὶ τὰ τοῦ Δαυιδ καὶ ἐπιστολὰς βασιλέων περὶ ἀναθεμάτων
And the same things were related both in the public archives and in the records that concern Nehemiah; and how he, founding a library, gathered together the books about the kings and prophets, and the books of David, and letters of kings about sacred gifts.
在那些記載和論到尼希米的記事中,也述說了同樣的事,並說他怎樣建立藏書,收集了論列王和先知的書、大衛的著作,以及列王論聖物奉獻的書信。
2:14
ὡσαύτως δὲ καὶ Ιουδας τὰ διαπεπτωκότα διὰ τὸν γεγονότα πόλεμον ἡμῖν ἐπισυνήγαγεν πάντα καὶ ἔστιν παρ’ ἡμῖν
And in like manner Judas also gathered together for us all those writings that had been scattered by reason of the war that befell, and they are still with us.
照樣,猶大也把那些因所遭戰禍而散失的書都收集起來,如今都在我們這裡。
2:15
ὧν οὖν ἐὰν χρείαν ἔχητε τοὺς ἀποκομιοῦντας ὑμῖν ἀποστέλλετε
If therefore you⌃ have need thereof, send some to fetch them to you.
所以你們若需要這些書,可差人來取。
2:16
μέλλοντες οὖν ἄγειν τὸν καθαρισμὸν ἐγράψαμεν ὑμῖν καλώς οὖν ποιήσετε ἄγοντες τὰς ἡμέρας
Seeing then that we are about to keep the purification, we write to you; you⌃ will therefore do well if you⌃ keep the days.
我們既將要守潔淨之禮,便寫信給你們;你們若守這些日子,就行得好了。
2:17
δὲ θεὸς σώσας τὸν πάντα λαὸν αὐτοῦ καὶ ἀποδοὺς τὴν κληρονομίαν πᾶσιν καὶ τὸ βασίλειον καὶ τὸ ἱεράτευμα καὶ τὸν ἁγιασμόν
Now God, who saved all his people, and restored the heritage to all, and the kingdom, and the priesthood, and the hallowing,
那拯救祂全體子民、把產業、王國、祭司職分和聖潔都歸還眾人的神,
2:18
καθὼς ἐπηγγείλατο διὰ τοῦ νόμου ἐλπίζομεν γὰρ ἐπὶ τῷ θεῷ ὅτι ταχέως ἡμᾶς ἐλεήσει καὶ ἐπισυνάξει ἐκ τῆς ὑπὸ τὸν οὐρανὸν εἰς τὸν ἅγιον τόπον ἐξείλετο γὰρ ἡμᾶς ἐκ μεγάλων κακῶν καὶ τὸν τόπον ἐκαθάρισεν
even as he promised through the law,— in God have we hope, that he will quickly have mercy upon us, and gather us together out of all the earth to the holy place: for he delivered us out of great evils, and purified the place. ____________________
正如祂藉律法所應許的——我們指望神快快憐恤我們,把我們從普天之下聚集到聖所;因祂已救我們脫離大禍,潔淨了那地方。
2:19
τὰ δὲ κατὰ τὸν Ιουδαν τὸν Μακκαβαῖον καὶ τοὺς τούτου ἀδελφοὺς καὶ τὸν τοῦ ἱεροῦ τοῦ μεγίστου καθαρισμὸν καὶ τὸν τοῦ βωμοῦ ἐγκαινισμὸν
Now the things concerning Judas Maccabaeus and his kindred, and the purification of the great temple, and the dedication of the altar,
論到馬加比·猶大和他弟兄的事,以及那至大聖殿的潔淨、祭壇的奉獻,
2:20
ἔτι τε τοὺς πρὸς Ἀντίοχον τὸν Ἐπιφανῆ καὶ τὸν τούτου υἱὸν Εὐπάτορα πολέμους
and further the wars against Antiochus Epiphanes, and Eupator his son,
還有對安提阿古·以皮法尼和他兒子優帕託的戰爭,
2:21
καὶ τὰς ἐξ οὐρανοῦ γενομένας ἐπιφανείας τοῖς ὑπὲρ τοῦ Ιουδαϊσμοῦ φιλοτίμως ἀνδραγαθήσασιν ὥστε τὴν ὅλην χώραν ὀλίγους ὄντας λεηλατεῖν καὶ τὰ βάρβαρα πλήθη διώκειν
and the manifestations that came from heaven to those that vied with one another in manful deeds for the religion of the Jews; so that, being but a few, they rescued the whole country, and chased the barbarous multitudes,
以及那些為猶大教奮勇爭戰之人所蒙從天而來的顯現——他們雖人數稀少,卻奪回了整個地土,趕逐了野蠻的羣眾,
2:22
καὶ τὸ περιβόητον καθ’ ὅλην τὴν οἰκουμένην ἱερὸν ἀνακομίσασθαι καὶ τὴν πόλιν ἐλευθερῶσαι καὶ τοὺς μέλλοντας καταλύεσθαι νόμους ἐπανορθῶσαι τοῦ κυρίου μετὰ πάσης ἐπιεικείας ἵλεω γενομένου αὐτοῖς
and recovered again the temple renowned all the world over, and freed the city, and restored the laws which were like to be overthrown, seeing the Lord became gracious to them with all forbearance:
收復了那舉世聞名的聖殿,解放了城邑,又重立那將要被廢的律法,因主大施寬容向他們施恩——
2:23
ὑπὸ Ἰάσωνος τοῦ Κυρηναίου δεδηλωμένα διὰ πέντε βιβλίων πειρασόμεθα δῑ ἑνὸς συντάγματος ἐπιτεμεῖν
these things, I say, which have been declared by Jason of Cyrene in five books, we will assay to abridge in one work.
這一切,古利奈人耶孫已用五卷書述明,我們要試著把它縮成一卷。
2:24
συνορῶντες γὰρ τὸ χύμα τῶν ἀριθμῶν καὶ τὴν οὖσαν δυσχέρειαν τοῖς θέλουσιν εἰσκυκλεῖσθαι τοῖς τῆς ἱστορίας διηγήμασιν διὰ τὸ πλῆθος τῆς ὕλης
For having in view the confused mass of the numbers, and the difficulty which awaits those who would enter into the narratives of the history, by reason of the abundance of the matter,
我們鑒於數目繁多紛雜,又因材料豐富,使有意鑽研這史事記述的人感到棘手,
2:25
ἐφροντίσαμεν τοῖς μὲν βουλομένοις ἀναγινώσκειν ψυχαγωγίαν τοῖς δὲ φιλοφρονοῦσιν εἰς τὸ διὰ μνήμης ἀναλαβεῖν εὐκοπίαν πᾶσιν δὲ τοῖς ἐντυγχάνουσιν ὠφέλειαν
we were careful that they who choose to read may be attracted, and that they who wish well to our cause may find it easy to recall what we have written, and that all readers may have profit.
便費心使願意閱讀的人得享趣味,使有意記誦的人覺得容易,並使凡讀到的人都得益處。
2:26
καὶ ἡμῖν μὲν τοῖς τὴν κακοπάθειαν ἐπιδεδεγμένοις τῆς ἐπιτομῆς οὐ ῥᾴδιον ἱδρῶτος δὲ καὶ ἀγρυπνίας τὸ πρᾶγμα
And although to us, who have taken upon us the painful labor of the abridgement, the task is not easy, but a matter of sweat and watching
我們既擔起這縮寫的辛勞,這工作對我們並不輕省,乃是流汗熬夜之事;
2:27
καθάπερ τῷ παρασκευάζοντι συμπόσιον καὶ ζητοῦντι τὴν ἑτέρων λυσιτέλειαν οὐκ εὐχερές ὅμως διὰ τὴν τῶν πολλῶν εὐχαριστίαν ἡδέως τὴν κακοπάθειαν ὑποίσομεν
(even as it is no light thing to him that prepares a banquet, and seeks the benefit of others); yet for the sake of the gratitude of the many we will gladly endure the painful labor,
正如那預備筵席、為別人謀益處的人,並不容易;然而為了使眾人感激,我們甘願承受這勞苦,
2:28
τὸ μὲν διακριβοῦν περὶ ἑκάστων τῷ συγγραφεῖ παραχωρήσαντες τὸ δὲ ἐπιπορεύεσθαι τοῖς ὑπογραμμοῖς τῆς ἐπιτομῆς διαπονοῦντες
leaving to the historian the exact handling of every particular, and again having no strength to fill in the outlines of our abridgement.
把每件事的詳細查考留給原著者,自己只盡力照縮寫的綱要敘述。
2:29
καθάπερ γὰρ τῆς καινῆς οἰκίας ἀρχιτέκτονι τῆς ὅλης καταβολῆς φροντιστέον τῷ δὲ ἐγκαίειν καὶ ζωγραφεῖν ἐπιχειροῦντι τὰ ἐπιτήδεια πρὸς διακόσμησιν ἐξεταστέον οὕτως δοκῶ καὶ ἐπὶ ἡμῶν
For as the masterbuilder of a new house must care for the whole structure, and again he that undertakes to decorate and paint it must seek out the things fit for the adorning thereof; even so I think it is also with us.
正如建造新屋的工程師,必須顧念整體的結構;而那著手雕飾繪畫的人,只需尋求合宜的裝飾之物;我想我們的情形也是如此。
2:30
τὸ μὲν ἐμβατεύειν καὶ περίπατον ποιεῖσθαι λόγων καὶ πολυπραγμονεῖν ἐν τοῖς κατὰ μέρος τῷ τῆς ἱστορίας ἀρχηγέτῃ καθήκει
To occupy the ground, and to indulge in long discussions, and to be curious in particulars, becomes the first author of the history:
深入鑽研、長篇議論、在細節上窮究,這是史事原著者的本分;
2:31
τὸ δὲ σύντομον τῆς λέξεως μεταδιώκειν καὶ τὸ ἐξεργαστικὸν τῆς πραγματείας παραιτεῖσθαι τῷ τὴν μετάφρασιν ποιουμένῳ συγχωρητέον
but to strive after brevity of expression, and to avoid a laboured fulness in the treatment, is to be granted to him that would bring a writing into a new form.
但力求簡潔、避免冗長詳盡的處理,則是改寫者所當有的。
2:32
ἐντεῦθεν οὖν ἀρξώμεθα τῆς διηγήσεως τοῖς προειρημένοις τοσοῦτον ἐπιζεύξαντες εὔηθες γὰρ τὸ μὲν πρὸ τῆς ἱστορίας πλεονάζειν τὴν δὲ ἱστορίαν ἐπιτεμεῖν
Here then let us begin the narration, only adding thus much to that which has been already said; for it is a foolish thing to make a long prologue to the history, and to abridge the history itself.
如今讓我們開始敘述罷,前言只多說這些就夠了;因為在史事前長篇贅述、卻把史事本身縮減,乃是愚拙的。
123456789101112131415