📜 Verbum
Scripture and the Fathers, read aloud in the original

Apocrypha › Baruch

Baruch 2

Greek original · 35 verses · some words can be tapped for a gloss

📖 This chapter exists in 3 other originals — side by side (Septuagint, Vulgate, Ge'ez Bible)
2:1
καὶ ἔστησεν κύριος τὸν λόγον αὐτοῦ ὃν ἐλάλησεν ἐφ’ ἡμᾶς καὶ ἐπὶ τοὺς δικαστὰς ἡμῶν τοὺς δικάσαντας τὸν Ισραηλ καὶ ἐπὶ τοὺς βασιλεῖς ἡμῶν καὶ ἐπὶ τοὺς ἄρχοντας ἡμῶν καὶ ἐπὶ ἄνθρωπον Ισραηλ καὶ Ιουδα
Therefore the Lord has made good his word, which he pronounced against us, and against our judges that judged Israel, and against our kings, and against our princes, and against the men of Israel and Judah,
上主便應驗了祂論到我們、論到審判以色列的審判官、論到我們的君王、我們的首領,以及論到以色列和猶大人所說的話,
2:2
οὐκ ἐποιήθη ὑποκάτω παντὸς τοῦ οὐρανοῦ καθὰ ἐποίησεν ἐν Ιερουσαλημ κατὰ τὰ γεγραμμένα ἐν τῷ νόμῳ Μωυσῆ
to bring upon us great plagues, such as never happened under the whole heaven, as it came to pass in Jerusalem, according to the things that are written in the law of Moses;
在耶路撒冷照梅瑟法律上所記的,向我們行了普天之下從未有過的事,
2:3
τοῦ φαγεῖν ἡμᾶς ἄνθρωπον σάρκας υἱοῦ αὐτοῦ καὶ ἄνθρωπον σάρκας θυγατρὸς αὐτοῦ
That we should eat every man the flesh of his own son, and every man the flesh of his own daughter.
以致我們竟有人喫自己兒子的肉,也有人喫自己女兒的肉。
2:4
καὶ ἔδωκεν αὐτοὺς ὑποχειρίους πάσαις ταῖς βασιλείαις ταῖς κύκλῳ ἡμῶν εἰς ὀνειδισμὸν καὶ εἰς ἄβατον ἐν πᾶσι τοῖς λαοῖς τοῖς κύκλῳ οὗ διέσπειρεν αὐτοὺς κύριος ἐκεῖ
Moreover he has given them to be in subjection to all the kingdoms that are round about us, to be a reproach and a desolation among all the people round about, where the Lord has scattered them.
祂又使他們淪落在我們四圍的萬國手下,在主分散他們所到的四周各民族中,成為羞辱和荒涼。
2:5
καὶ ἐγενήθησαν ὑποκάτω καὶ οὐκ ἐπάνω ὅτι ἡμάρτομεν κυρίῳ θεῷ ἡμῶν πρὸς τὸ μὴ ἀκούειν τῆς φωνῆς αὐτοῦ
Thus were they cast down, and not exalted, because we sinned against the Lord our God, in not hearkening to his voice.
他們便淪為卑下,不得高升,因為我們得罪了上主我們的天主,不肯聽從祂的聲音。
2:6
τῷ κυρίῳ θεῷ ἡμῶν δικαιοσύνη ἡμῖν δὲ καὶ τοῖς πατράσιν ἡμῶν αἰσχύνη τῶν προσώπων ὡς ἡμέρα αὕτη
To the Lord our God belongs righteousness: but to us and to our fathers confusion of face, as at this day.
正義屬於上主我們的天主,至於我們和我們的祖先,卻是滿面羞愧,正如今日所見的。
2:7
ἐλάλησεν κύριος ἐφ’ ἡμᾶς πάντα τὰ κακὰ ταῦτα ἦλθεν ἐφ’ ἡμᾶς
For all these plagues are come upon us, which the Lord has pronounced against us.
上主論到我們所說的這一切災禍,都臨到了我們身上。
2:8
καὶ οὐκ ἐδεήθημεν τοῦ προσώπου κυρίου τοῦ ἀποστρέψαι ἕκαστον ἀπὸ τῶν νοημάτων τῆς καρδίας αὐτῶν τῆς πονηρᾶς
Yet have we not entreated the favor of the Lord, in turning every one from the thoughts of his wicked heart.
然而我們仍未懇求上主的恩慈,使我們各人回轉,離棄自己邪惡之心的意念。
2:9
καὶ ἐγρηγόρησεν κύριος ἐπὶ τοῖς κακοῖς καὶ ἐπήγαγε κύριος ἐφ’ ἡμᾶς ὅτι δίκαιος κύριος ἐπὶ πάντα τὰ ἔργα αὐτοῦ ἐνετείλατο ἡμῖν
Therefore has the Lord kept watch over the plagues, and the Lord has brought them upon us; for the Lord is righteous in all his works which he has commanded us.
因此上主便密切留意這些災禍,使它們臨到我們身上;因為上主在祂吩咐我們的一切作為上都是公義的,
2:10
καὶ οὐκ ἠκούσαμεν τῆς φωνῆς αὐτοῦ πορεύεσθαι τοῖς προστάγμασιν κυρίου οἷς ἔδωκεν κατὰ πρόσωπον ἡμῶν
Yet we have not hearkened to his voice, to walk in the commandments of the Lord that he has set before us.
我們卻沒有聽從祂的聲音,不肯遵行上主擺在我們面前的誡命。
2:11
καὶ νῦν κύριε θεὸς Ισραηλ ὃς ἐξήγαγες τὸν λαόν σου ἐκ γῆς Αἰγύπτου ἐν χειρὶ κραταιᾷ καὶ ἐν σημείοις καὶ ἐν τέρασιν καὶ ἐν δυνάμει μεγάλῃ καὶ ἐν βραχίονι ὑψηλῷ καὶ ἐποίησας σεαυτῷ ὄνομα ὡς ἡμέρα αὕτη
And now, O Lord, you God of Israel, that have brought your people out of the land of Egypt with a mighty hand, and with signs, and with wonders, and with great power, and with a high arm, and have gotten yourself a name, as at this day:
上主,以色列的天主啊,你曾以大能的手、以神蹟奇事、以大力和高舉的手臂,領你的子民出了埃及地,為你自己立了名聲,正如今日所見的。
2:12
ἡμάρτομεν ἠσεβήσαμεν ἠδικήσαμεν κύριε θεὸς ἡμῶν ἐπὶ πᾶσιν τοῖς δικαιώμασίν σου
O Lord our God, we have sinned, we have done ungodly, we have dealt unrighteously in all your ordinances.
上主我們的天主啊,我們犯了罪,行了不虔敬的事,在你一切的法度上行了不義。
2:13
ἀποστραφήτω θυμός σου ἀφ’ ἡμῶν ὅτι κατελείφθημεν ὀλίγοι ἐν τοῖς ἔθνεσιν οὗ διέσπειρας ἡμᾶς ἐκεῖ
Let your wrath turn from us: for we are but a few left among the heathen, where you have scattered us.
求你使你的怒氣從我們身上轉離,因為在你把我們分散所到的列邦中,我們只剩下少數人了。
2:14
εἰσάκουσον κύριε τῆς προσευχῆς ἡμῶν καὶ τῆς δεήσεως ἡμῶν καὶ ἐξελοῦ ἡμᾶς ἕνεκεν σοῦ καὶ δὸς ἡμῖν χάριν κατὰ πρόσωπον τῶν ἀποικισάντων ἡμᾶς
Hear our prayer, O Lord, and our petition, and deliver us for your own sake, and give us favor in the sight of them which have led us away captive:
上主啊,求你垂聽我們的禱告和懇求,為你自己的緣故拯救我們,使我們在那擄掠我們的人面前蒙恩,
2:15
ἵνα γνῷ πᾶσα γῆ ὅτι σὺ κύριος θεὸς ἡμῶν ὅτι τὸ ὄνομά σου ἐπεκλήθη ἐπὶ Ισραηλ καὶ ἐπὶ τὸ γένος αὐτοῦ
that all the earth may know that you are the Lord our God, because Israel and his posterity is called by your name.
好叫全地知道你是上主我們的天主,因為以色列和他的後裔都是以你的名而稱的。
2:16
κύριε κάτιδε ἐκ τοῦ οἴκου τοῦ ἁγίου σου καὶ ἐννόησον εἰς ἡμᾶς κλῖνον κύριε τὸ οὖς σου καὶ ἄκουσον
O Lord, look down from your holy house, and consider us: incline your ear, O Lord, and hear:
上主啊,求你從你的聖所垂顧我們,眷念我們;上主啊,求你側耳垂聽。
2:17
ἄνοιξον κύριε τοὺς ὀφθαλμούς σου καὶ ἰδέ ὅτι οὐχ οἱ τεθνηκότες ἐν τῷ ᾅδῃ ὧν ἐλήμφθη τὸ πνεῦμα αὐτῶν ἀπὸ τῶν σπλάγχνων αὐτῶν δώσουσιν δόξαν καὶ δικαίωμα τῷ κυρίῳ
open your eyes, and behold: for the dead that are in the grave, whose breath is taken from their bodies, will give to the Lord neither glory nor righteousness:
上主啊,求你睜開眼觀看,因為那些已死、在陰府裏、靈魂已從身內被取去的人,並不能將榮耀和公義歸於上主;
2:18
ἀλλὰ ψυχὴ λυπουμένη ἐπὶ τὸ μέγεθος βαδίζει κύπτον καὶ ἀσθενοῦν καὶ οἱ ὀφθαλμοὶ οἱ ἐκλείποντες καὶ ψυχὴ πεινῶσα δώσουσίν σοι δόξαν καὶ δικαιοσύνην κύριε
but the soul that is greatly vexed, which goes stooping and feeble, and the eyes that fail, and the hungry soul, will give you glory and righteousness, O Lord.
唯有那為極大苦難而憂傷、彎腰俯首、軟弱無力的人,那雙目昏花、飢餓難當的人,才能將榮耀和公義歸於你,上主啊。
2:19
ὅτι οὐκ ἐπὶ τὰ δικαιώματα τῶν πατέρων ἡμῶν καὶ τῶν βασιλέων ἡμῶν ἡμεῖς καταβάλλομεν τὸν ἔλεον ἡμῶν κατὰ πρόσωπόν σου κύριε θεὸς ἡμῶν
For we do not present our supplication before you, O Lord our God, for the righteousness of our fathers, and of our kings.
上主我們的天主啊,我們在你面前傾倒我們的哀求,並不是憑著我們祖先和我們君王的義行,
2:20
ὅτι ἐνῆκας τὸν θυμόν σου καὶ τὴν ὀργήν σου εἰς ἡμᾶς καθάπερ ἐλάλησας ἐν χειρὶ τῶν παίδων σου τῶν προφητῶν λέγων
For you have sent your wrath and your indignation upon us, as you have spoken by your servants the prophets, saying,
因為你已照你藉你僕人眾先知所說的話,把你的怒氣和忿怒傾倒在我們身上,說:
2:21
οὕτως εἶπεν κύριος κλίνατε τὸν ὦμον ὑμῶν καὶ ἐργάσασθε τῷ βασιλεῖ Βαβυλῶνος καὶ καθίσατε ἐπὶ τὴν γῆν ἣν ἔδωκα τοῖς πατράσιν ὑμῶν
Thus says the Lord, Bow your shoulders to serve the king of Babylon, and remain in the land that I gave to your fathers.
『上主這樣說:你們要低下肩頭,服事巴比倫王,便可安居在我賜給你們祖先的地上。
2:22
καὶ ἐὰν μὴ ἀκούσητε τῆς φωνῆς κυρίου ἐργάσασθαι τῷ βασιλεῖ Βαβυλῶνος
But if you⌃ will not hear the voice of the Lord, to serve the king of Babylon,
但你們若不聽從上主的聲音,去服事巴比倫王,
2:23
ἐκλείψειν ποιήσω ἐκ πόλεων Ιουδα καὶ ἔξωθεν Ιερουσαλημ φωνὴν εὐφροσύνης καὶ φωνὴν χαρμοσύνης φωνὴν νυμφίου καὶ φωνὴν νύμφης καὶ ἔσται πᾶσα γῆ εἰς ἄβατον ἀπὸ ἐνοικούντων
I will cause to cease out of the cities of Judah, and from without Jerusalem, the voice of mirth, and the voice of gladness, the voice of the bridegroom, and the voice of the bride: and the whole land shall be desolate without inhabitant.
我必使猶大各城和耶路撒冷郊外歡欣的聲音、喜樂的聲音、新郎的聲音和新娘的聲音都止息;全地必荒涼無人居住。』
2:24
καὶ οὐκ ἠκούσαμεν τῆς φωνῆς σου ἐργάσασθαι τῷ βασιλεῖ Βαβυλῶνος καὶ ἔστησας τοὺς λόγους σου οὓς ἐλάλησας ἐν χερσὶν τῶν παίδων σου τῶν προφητῶν τοῦ ἐξενεχθῆναι τὰ ὀστᾶ βασιλέων ἡμῶν καὶ τὰ ὀστᾶ τῶν πατέρων ἡμῶν ἐκ τοῦ τόπου αὐτῶν
But we would not hearken to your voice, to serve the king of Babylon: therefore have you made good your words that you spoke by your servants the prophets, namely, that the bones of our kings, and the bones of our fathers, should be taken out of their places.
我們卻不肯聽從你的聲音去服事巴比倫王,於是你便應驗了你藉你僕人眾先知所說的話,使我們君王的骸骨和我們祖先的骸骨從本處被掘出來。
2:25
καὶ ἰδού ἐστιν ἐξερριμμένα τῷ καύματι τῆς ἡμέρας καὶ τῷ παγετῷ τῆς νυκτός καὶ ἀπεθάνοσαν ἐν πόνοις πονηροῖς ἐν λιμῷ καὶ ἐν ῥομφαίᾳ καὶ ἐν ἀποστολῇ
And, behold, they are cast out to the heat by day, and to the frost by night, and they died in great miseries by famine, by sword, and by pestilence.
看,這些骸骨被拋棄在外,日間受炎熱,夜間受嚴霜,他們竟在飢荒、刀劍和瘟疫的慘苦中死去了。
2:26
καὶ ἔθηκας τὸν οἶκον οὗ ἐπεκλήθη τὸ ὄνομά σου ἐπ’ αὐτῷ ὡς ἡμέρα αὕτη διὰ πονηρίαν οἴκου Ισραηλ καὶ οἴκου Ιουδα
And the house which is called by your name have you laid waste, as at this day, for the wickedness of the house of Israel and the house of Judah.
那稱為你名下的殿宇,你也任憑它荒廢,正如今日所見的,這都是因以色列家和猶大家的邪惡。
2:27
καὶ ἐποίησας εἰς ἡμᾶς κύριε θεὸς ἡμῶν κατὰ πᾶσαν ἐπιείκειάν σου καὶ κατὰ πάντα οἰκτιρμόν σου τὸν μέγαν
Yet, O Lord our God, you have dealt with us after all your kindness, and according to all that great mercy of your,
上主我們的天主啊,你卻照你一切的寬厚,照你那偉大的憐憫待我們,
2:28
καθὰ ἐλάλησας ἐν χειρὶ παιδός σου Μωυσῆ ἐν ἡμέρᾳ ἐντειλαμένου σου αὐτῷ γράψαι τὸν νόμον σου ἐναντίον υἱῶν Ισραηλ λέγων
as you spoke by your servant Moses in the day when you did command him to write your law before the children of Israel, saying,
正如你藉你僕人梅瑟所說的話,就是在你吩咐他在以色列子民面前書寫你的法律那一天所說的,
2:29
ἐὰν μὴ ἀκούσητε τῆς φωνῆς μου μὴν βόμβησις μεγάλη πολλὴ αὕτη ἀποστρέψει εἰς μικρὰν ἐν τοῖς ἔθνεσιν οὗ διασπερῶ αὐτοὺς ἐκεῖ
If you⌃ will not hear my voice, surely this very great multitude shall be turned into a small number among the nations, where I will scatter them.
說:『你們若不聽從我的聲音,這浩大喧嘩的羣眾必減為少數,散落在我把他們分散到的列邦中。
2:30
ὅτι ἔγνων ὅτι οὐ μὴ ἀκούσωσίν μου ὅτι λαὸς σκληροτράχηλός ἐστιν καὶ ἐπιστρέψουσιν ἐπὶ καρδίαν αὐτῶν ἐν γῇ ἀποικισμοῦ αὐτῶν
For I know that they will not hear me, because it is a stiff-necked people: but in the land of their captivity they shall take it to heart,
因為我知道他們必不聽從我,因為他們是執拗的民族;但在他們被擄之地,他們必迴心轉意,
2:31
καὶ γνώσονται ὅτι ἐγὼ κύριος θεὸς αὐτῶν καὶ δώσω αὐτοῖς καρδίαν καὶ ὦτα ἀκούοντα
and shall know that I am the Lord their God: and I will give them a heart, and ears to hear:
並要知道我是上主他們的天主。我必賜給他們一顆心和能聽的耳,
2:32
καὶ αἰνέσουσίν με ἐν γῇ ἀποικισμοῦ αὐτῶν καὶ μνησθήσονται τοῦ ὀνόματός μου
and they shall praise me in the land of their captivity, and think upon my name,
他們便要在被擄之地讚美我,記念我的名,
2:33
καὶ ἀποστρέψουσιν ἀπὸ τοῦ νώτου αὐτῶν τοῦ σκληροῦ καὶ ἀπὸ πονηρῶν πραγμάτων αὐτῶν ὅτι μνησθήσονται τῆς ὁδοῦ πατέρων αὐτῶν τῶν ἁμαρτόντων ἔναντι κυρίου
and shall return from their stiff neck, and from their wicked deeds: for they shall remember the way of their fathers, which sinned before the Lord.
並要回轉,離棄他們執拗的硬頸和他們邪惡的行為;因為他們要記起他們祖先在上主面前犯罪所行的道路。
2:34
καὶ ἀποστρέψω αὐτοὺς εἰς τὴν γῆν ἣν ὤμοσα τοῖς πατράσιν αὐτῶν τῷ Αβρααμ καὶ τῷ Ισαακ καὶ τῷ Ιακωβ καὶ κυριεύσουσιν αὐτῆς καὶ πληθυνῶ αὐτούς καὶ οὐ μὴ σμικρυνθῶσιν
And I will bring them again into the land which I sware to their fathers, to Abraham, to Isaac, and to Jacob, and they shall be lords of it: and I will increase them, and they shall not be diminished.
我必領他們回到我向他們祖先亞巴郎、依撒格、雅各伯起誓應許的地上,他們必擁有那地為業。我必使他們增多,他們必不減少。
2:35
καὶ στήσω αὐτοῖς διαθήκην αἰώνιον τοῦ εἶναί με αὐτοῖς εἰς θεὸν καὶ αὐτοὶ ἔσονταί μοι εἰς λαόν καὶ οὐ κινήσω ἔτι τὸν λαόν μου Ισραηλ ἀπὸ τῆς γῆς ἧς ἔδωκα αὐτοῖς
And I will make an everlasting covenant with them to be their God, and they shall be my people: and I will no more remove my people of Israel out of the land that I have given them.
我必與他們立永遠的盟約,作他們的天主,他們要作我的子民;我也必不再使我的子民以色列從我所賜給他們的地上遷移。』
12345