Apocrypha › Tobit
Tobit 12
Greek original · 22 verses · some words can be tapped for a gloss
📖 This chapter exists in 3 other originals —
side by side (Septuagint, Vulgate, Ge'ez Bible)
12:1
καὶ ἐκάλεσεν Τωβιτ Τωβιαν τὸν υἱὸν αὐτοῦ καὶ εἶπεν αὐτῷ ὅρα τέκνον μισθὸν τῷ ἀνθρώπῳ τῷ συνελθόντι σοι καὶ προσθεῖναι αὐτῷ δεῖ καὶ ὅτε ἐπετελέσθη ὁ γάμος ἐκάλεσεν Τωβιθ Τωβιαν τὸν υἱὸν αὐτοῦ καὶ εἶπεν αὐτῷ παιδίον ὅρα δοῦναι τὸν μισθὸν τῷ ἀνθρώπῳ τῷ πορευθέντι μετὰ σοῦ καὶ προσθεῖναι αὐτῷ εἰς τὸν μισθόν
And Tobit called his son Tobias, and said to him, “See, my child, that the man which went with you have his wages, and you must give him more.”
婚事辦完後,託彼特叫了他的兒子多俾亞來,對他說:「孩子,你要留意給那與你同行的人工資,並要在工資以外多加給他。」
12:2
καὶ εἶπεν αὐτῷ πάτερ οὐ βλάπτομαι δοὺς αὐτῷ τὸ ἥμισυ ὧν ἐνήνοχα καὶ εἶπεν αὐτῷ πάτερ πόσον αὐτῷ δώσω τὸν μισθόν οὐ βλάπτομαι διδοὺς αὐτῷ τὸ ἥμισυ τῶν ὑπαρχόντων ὧν ἐνήνοχεν μετ’ ἐμοῦ
And he said to him, “Father, it is no harm to me to give him the half of those things which I have brought;
多俾亞對他說:「父親,我該給他多少工資呢?就是把他和我一同帶回來的財物分一半給他,於我也無損。
12:3
ὅτι με ἀγείοχέν σοι ὑγιῆ καὶ τὴν γυναῖκά μου ἐθεράπευσεν καὶ τὸ ἀργύριόν μου ἤνεγκεν καὶ σὲ ὁμοίως ἐθεράπευσεν ἐμὲ ἀγείοχεν ὑγιαίνοντα καὶ τὴν γυναῖκά μου ἐθεράπευσεν καὶ τὸ ἀργύριον ἤνεγκεν μετ’ ἐμοῦ καὶ σὲ ἐθεράπευσεν πόσον αὐτῷ ἔτι δῶ μισθόν
for he has led me for you in safety, and he cured my wife, and brought my money, and likewise cured you.”
他平安地帶我回來,治好了我的妻子,又帶回了我的銀錢,也治好了你。我還該再給他多少工資呢?」
12:4
καὶ εἶπεν ὁ πρεσβύτης δικαιοῦται αὐτῷ καὶ εἶπεν αὐτῷ Τωβις δικαιοῦται αὐτῷ παιδίον λαβεῖν τὸ ἥμισυ πάντων ὧν ἔχων ἦλθεν
The old man said, “It is due to him.”
託彼特對他說:「孩子,把他帶來的一切分一半給他,是理所當然的。」
12:5
καὶ ἐκάλεσεν τὸν ἄγγελον καὶ εἶπεν αὐτῷ λαβὲ τὸ ἥμισυ πάντων ὧν ἐνηνόχατε καὶ ἐκάλεσεν αὐτὸν καὶ εἶπεν λαβὲ τὸ ἥμισυ πάντων ὧν ἔχων ἦλθες εἰς τὸν μισθόν σου καὶ ὕπαγε ὑγιαίνων
And he called the angel, and said to him, “Take half of all that you all have brought.”
多俾亞便叫了他來,對他說:「把你帶來的一切取一半,作你的工資吧,你平安去吧。」
12:6
τότε καλέσας τοὺς δύο κρυπτῶς εἶπεν αὐτοῖς εὐλογεῖτε τὸν θεὸν καὶ αὐτῷ ἐξομολογεῖσθε μεγαλωσύνην δίδοτε αὐτῷ καὶ ἐξομολογεῖσθε ἐνώπιον πάντων τῶν ζώντων περὶ ὧν ἐποίησεν μεθ’ ὑμῶν ἀγαθὸν τὸ εὐλογεῖν τὸν θεὸν καὶ ὑψοῦν τὸ ὄνομα αὐτοῦ τοὺς λόγους τῶν ἔργων τοῦ θεοῦ ἐντίμως ὑποδεικνύοντες καὶ μὴ ὀκνεῖτε ἐξομολογεῖσθαι αὐτῷ τότε ἐκάλεσεν τοὺς δύο κρυπτῶς καὶ εἶπεν αὐτοῖς τὸν θεὸν εὐλογεῖτε καὶ αὐτῷ ἐξομολογεῖσθε ἐνώπιον πάντων τῶν ζώντων ἃ ἐποίησεν μεθ’ ὑμῶν ἀγαθά τοῦ εὐλογεῖν καὶ ὑμνεῖν τὸ ὄνομα αὐτοῦ τοὺς λόγους τοῦ θεοῦ ὑποδείκνυτε πᾶσιν ἀνθρώποις ἐντίμως καὶ μὴ ὀκνεῖτε ἐξομολογεῖσθαι αὐτῷ
Then he called them both privily, and said to them, “Bless God, and give him thanks, and magnify him, and give him thanks in the sight of all that live, for the things which he has done with you. It is good to bless God and exalt his name, showing forth with honor the works of God. Don’t be slack to give him thanks.
那時,辣斐耳把他們二人暗暗叫到一旁,對他們說:「你們要讚美天主,要在一切活人面前向祂稱謝,述說祂向你們所行的善事。讚美並歌頌祂的名是美好的;你們要鄭重地向眾人宣揚天主的作為,不可懶於向祂稱謝。
12:7
μυστήριον βασιλέως καλὸν κρύψαι τὰ δὲ ἔργα τοῦ θεοῦ ἀνακαλύπτειν ἐνδόξως ἀγαθὸν ποιήσατε καὶ κακὸν οὐχ εὑρήσει ὑμᾶς μυστήριον βασιλέως κρύπτειν καλόν τὰ δὲ ἔργα τοῦ θεοῦ ἀνακαλύπτειν καὶ ἐξομολογεῖσθαι ἐντίμως τὸ ἀγαθὸν ποιεῖτε καὶ κακὸν οὐχ εὑρήσει ὑμᾶς
It is good to keep close the secret of a king, but to reveal gloriously the works of God. Do good, and evil won’t find you.
隱藏君王的祕密固然是好,但宣揚天主的作為、鄭重地稱謝祂卻是當行的。你們要行善,兇禍就不臨到你們。
12:8
ἀγαθὸν προσευχὴ μετὰ νηστείας καὶ ἐλεημοσύνης καὶ δικαιοσύνης ἀγαθὸν τὸ ὀλίγον μετὰ δικαιοσύνης ἢ πολὺ μετὰ ἀδικίας καλὸν ποιῆσαι ἐλεημοσύνην ἢ θησαυρίσαι χρυσίον ἀγαθὸν προσευχὴ μετὰ ἀληθείας καὶ ἐλεημοσύνη μετὰ δικαιοσύνης μᾶλλον ἢ πλοῦτος μετὰ ἀδικίας καλὸν ποιῆσαι ἐλεημοσύνην μᾶλλον ἢ θησαυρίσαι χρυσίον
Good is prayer with fasting, alms, and righteousness. A little with righteousness is better than much with unrighteousness. It is better to give alms than to lay up gold.
祈禱與誠實同行是好的,施捨與正義並行也是好的;正義所得的少,勝過不義所得的多。行施捨勝過積蓄金子。
12:9
ἐλεημοσύνη γὰρ ἐκ θανάτου ῥύεται καὶ αὐτὴ ἀποκαθαριεῖ πᾶσαν ἁμαρτίαν οἱ ποιοῦντες ἐλεημοσύνας καὶ δικαιοσύνας πλησθήσονται ζωῆς ἐλεημοσύνη ἐκ θανάτου ῥύεται καὶ αὐτὴ ἀποκαθαίρει πᾶσαν ἁμαρτίαν οἱ ποιοῦντες ἐλεημοσύνην χορτασθήσονται ζωῆς
Alms delivers from death, and it purges away all sin. Those who give alms and do righteousness will be filled with life;
因為施捨救人脫離死亡,又能洗淨一切罪過。行施捨的人必得享豐盛的生命;
12:10
οἱ δὲ ἁμαρτάνοντες πολέμιοί εἰσιν τῆς ἑαυτῶν ζωῆς οἱ ποιοῦντες ἁμαρτίαν καὶ ἀδικίαν πολέμιοί εἰσιν τῆς ἑαυτῶν ψυχῆς
but those who sin are enemies to their own life.
但作惡犯罪的人卻是自己性命的仇敵。
12:11
οὐ μὴ κρύψω ἀφ’ ὑμῶν πᾶν ῥῆμα εἴρηκα δή μυστήριον βασιλέως κρύψαι καλόν τὰ δὲ ἔργα τοῦ θεοῦ ἀνακαλύπτειν ἐνδόξως πᾶσαν τὴν ἀλήθειαν ὑμῖν ὑποδείξω καὶ οὐ μὴ κρύψω ἀφ’ ὑμῶν πᾶν ῥῆμα ἤδη ὑμῖν ὑπέδειξα καὶ εἶπον μυστήριον βασιλέως καλὸν κρύψαι καὶ τὰ ἔργα τοῦ θεοῦ ἀνακαλύπτειν ἐνδόξως
Surely I will keep nothing closed from you. I have said, ‘It is good to keep close the secret of a king, but to reveal gloriously the works of God.’
我要把一切真情指示你們,毫不隱瞞。我已對你們說過:『隱藏君王的祕密固然是好,但宣揚天主的作為卻是榮耀的。』
12:12
καὶ νῦν ὅτε προσηύξω σὺ καὶ ἡ νύμφη σου Σαρρα ἐγὼ προσήγαγον τὸ μνημόσυνον τῆς προσευχῆς ὑμῶν ἐνώπιον τοῦ ἁγίου καὶ ὅτε ἔθαπτες τοὺς νεκρούς ὡσαύτως συμπαρήμην σοι καὶ νῦν ὅτε προσηύξω καὶ Σαρρα ἐγὼ προσήγαγον τὸ μνημόσυνον τῆς προσευχῆς ὑμῶν ἐνώπιον τῆς δόξης κυρίου καὶ ὅτε ἔθαπτες τοὺς νεκρούς ὡσαύτως
And now, when you prayed, and Sarah your daughter-in-law, I brought the memorial of your prayer before the Holy One. When you buried the dead, I was with you likewise.
當你和撒辣祈禱的時候,我把你們祈禱的記念帶到主的榮耀面前;當你埋葬死人的時候,我也照樣在你身旁。
12:13
καὶ ὅτε οὐκ ὤκνησας ἀναστῆναι καὶ καταλιπεῖν τὸ ἄριστόν σου ὅπως ἀπελθὼν περιστείλῃς τὸν νεκρόν οὐκ ἔλαθές με ἀγαθοποιῶν ἀλλὰ σὺν σοὶ ἤμην καὶ ὅτε οὐκ ὤκνησας ἀναστῆναι καὶ καταλιπεῖν σου τὸ ἄριστον καὶ ᾤχου καὶ περιέστειλες τὸν νεκρόν τότε ἀπέσταλμαι ἐπὶ σὲ πειράσαι σε
And when you did not delay to rise up, and leave your dinner, that you might go and cover the dead, your good deed was not hidden from me. I was with you.
當你不辭辛勞,起身撇下你的午飯,前去收殮死者的時候,我並沒有不知道你在行善,反倒與你同在。那時,我便奉差來試驗你。
12:14
καὶ νῦν ἀπέστειλέν με ὁ θεὸς ἰάσασθαί σε καὶ τὴν νύμφην σου Σαρραν καὶ ἅμα ἀπέσταλκέν με ὁ θεὸς ἰάσασθαί σε καὶ Σαρραν τὴν νύμφην σου
And now God sent me to heal you and Sarah your daughter-in-law.
如今,天主差遣了我來醫治你和你的兒媳撒辣。
12:15
ἐγώ εἰμι Ραφαηλ εἷς ἐκ τῶν ἑπτὰ ἁγίων ἀγγέλων οἳ προσαναφέρουσιν τὰς προσευχὰς τῶν ἁγίων καὶ εἰσπορεύονται ἐνώπιον τῆς δόξης τοῦ ἁγίου ἐγώ εἰμι Ραφαηλ εἷς τῶν ἑπτὰ ἀγγέλων οἳ παρεστήκασιν καὶ εἰσπορεύονται ἐνώπιον τῆς δόξης κυρίου
I am Raphael, one of the seven holy angels, which present the prayers of the saints, and go in before the glory of the Holy One.”
我是辣斐耳,是侍立在主榮耀前、出入其中的七位天使之一。」
12:16
καὶ ἐταράχθησαν οἱ δύο καὶ ἔπεσον ἐπὶ πρόσωπον ὅτι ἐφοβήθησαν καὶ ἐταράχθησαν οἱ δύο καὶ ἔπεσαν ἐπὶ πρόσωπον αὐτῶν καὶ ἐφοβήθησαν
And they were both troubled, and fell upon their faces; for they were afraid.
他們二人都驚惶起來,俯伏在地,十分害怕。
12:17
καὶ εἶπεν αὐτοῖς μὴ φοβεῖσθε εἰρήνη ὑμῖν ἔσται τὸν δὲ θεὸν εὐλογεῖτε εἰς τὸν αἰῶνα καὶ εἶπεν αὐτοῖς μὴ φοβεῖσθε εἰρήνη ὑμῖν τὸν θεὸν εὐλογεῖτε εἰς πάντα τὸν αἰῶνα
And he said to them, “Don’t be afraid. You will all have peace; but bless God forever.
他便對他們說:「不要害怕,願你們平安。你們要永永遠遠讚美天主。
12:18
ὅτι οὐ τῇ ἐμαυτοῦ χάριτι ἀλλὰ τῇ θελήσει τοῦ θεοῦ ἡμῶν ἦλθον ὅθεν εὐλογεῖτε αὐτὸν εἰς τὸν αἰῶνα ἐγὼ ὅτε ἤμην μεθ’ ὑμῶν οὐχὶ τῇ ἐμῇ χάριτι ἤμην μεθ’ ὑμῶν ἀλλὰ τῇ θελήσει τοῦ θεοῦ αὐτὸν εὐλογεῖτε κατὰ πάσας τὰς ἡμέρας αὐτῷ ὑμνεῖτε
For I came not of any favor of my own, but by the will of your God. Therefore bless him forever.
我從前與你們同在的時候,並不是憑我自己的恩惠,而是奉天主的旨意。你們要天天讚美祂,歌頌祂。
12:19
πάσας τὰς ἡμέρας ὠπτανόμην ὑμῖν καὶ οὐκ ἔφαγον οὐδὲ ἔπιον ἀλλὰ ὅρασιν ὑμεῖς ἐθεωρεῖτε καὶ ἐθεωρεῖτέ με ὅτι οὐκ ἔφαγον οὐθέν ἀλλὰ ὅρασις ὑμῖν ἐθεωρεῖτο
All these days I appeared to you. I didn’t eat or drink, but you all saw a vision.
你們看見我喫東西,其實我並沒有喫甚麼,那只是你們所看見的異象罷了。
12:20
καὶ νῦν ἐξομολογεῖσθε τῷ θεῷ διότι ἀναβαίνω πρὸς τὸν ἀποστείλαντά με καὶ γράψατε πάντα τὰ συντελεσθέντα εἰς βιβλίον καὶ νῦν εὐλογεῖτε ἐπὶ τῆς γῆς κύριον καὶ ἐξομολογεῖσθε τῷ θεῷ ἰδοὺ ἐγὼ ἀναβαίνω πρὸς τὸν ἀποστείλαντά με γράψατε πάντα ταῦτα τὰ συμβάντα ὑμῖν καὶ ἀνέβη
Now give God thanks, because I ascend to him that sent me. Write in a book all the things which have been done.”
如今,你們要在地上讚美主,向天主稱謝。看,我要升到那差遣我來的那一位那裏去了。你們要把這一切臨到你們的事都記在書上。」說完,他便升上去了。
12:21
καὶ ἀνέστησαν καὶ οὐκέτι εἶδον αὐτόν καὶ ἀνέστησαν καὶ οὐκέτι ἠδύναντο ἰδεῖν αὐτόν
Then they rose up, and saw him no more.
他們便起來,卻再也看不見他了。
12:22
καὶ ἐξωμολογοῦντο τὰ ἔργα τὰ μεγάλα καὶ θαυμαστὰ τοῦ θεοῦ καὶ ὡς ὤφθη αὐτοῖς ὁ ἄγγελος κυρίου καὶ ηὐλόγουν καὶ ὕμνουν τὸν θεὸν καὶ ἐξωμολογοῦντο αὐτῷ ἐπὶ τὰ ἔργα αὐτοῦ τὰ μεγάλα ταῦτα ὡς ὤφθη αὐτοῖς ἄγγελος θεοῦ
They confessed the great and wonderful works of God, and how the angel of the Lord had appeared to them.
他們便祝福歌頌天主,因祂向他們所行的這些偉大的作為,和天主的天使怎樣向他們顯現,向祂稱謝。