← All books · Greek Fathers › Homilies on Genesis
Chrysostom
Homilies on Genesis 3
Greek original · 81 verses · some words can be tapped for a gloss
3:1
Τί ἐστι τὸ, Καθ' ὁμοίωσιν, καὶ τίνος ἕνεκεν, τοῦ Θεοῦ εἰπόντος τῶν θηρίων ἡμᾶς ἄρχειν, οὐκ ἄρχομεν, καὶ ὅτι κηδεμονίας τοῦτο πολλῆς
What does 'according to likeness' mean; and why, though God said that we should rule over the beasts, do we not rule over them; and how this is a mark of much loving care.
「照著相似」是甚麼意思;以及為甚麼神雖說我們要管轄百獸,我們卻未能管轄;並且這如何是極大眷顧的憑據。
3:2
Ὥσπερ τῶν σπειρόντων ὄφελος οὐδὲν, ὅταν παρὰ τὴν ὁδὸν τὰ σπέρματα ῥίπτηται·
Just as there is no profit to those who sow when the seeds are cast beside the road,
正如撒種的人,若把種子撒在路旁,便毫無益處;
3:3
οὕτως οὐδὲ τοῦ λέγοντος ἔσται τι πλέον, ὅταν μὴ πρὸς τὴν τῶν ἀκουόντων διάνοιαν ὁ λόγος φέρηται, ἀλλ' ἁπλῶς εἰς τὸν ἀέρα διαχυθεῖσα τῆς φωνῆς ἡ ἀπήχησις ἀνόνητον καταλιμπάνῃ τὸν ἀκροατήν
so neither will there be any advantage to the one who speaks, when the word is not borne toward the understanding of the hearers, but the echo of the voice, simply diffused into the air, leaves the listener without benefit.
照樣,說話的人若他的話語不能達到聽者的悟性,也就毫無所得;那聲音的迴響若只是白白消散在空氣中,便使聽者一無所獲。
3:4
Ταῦτα δὲ ὑμῖν οὐχ ἁπλῶς εἴρηκα, ἀλλ' ἵνα μὴ πρὸς τὰ ἁπλούστερα τῶν νοημάτων ἧτε κεχηνότες μόνον, ἀλλὰ καὶ τῶν βαθυτέρων κατατολμήσητε
These things I have said to you not without purpose, but that you may not gape only at the simpler of the thoughts, but may also boldly venture upon the deeper ones.
我對你們說這些話並非無故,乃是要叫你們不至只張口盯著那些較淺顯的意思,也要壯膽去探究那些更深奧的道理。
3:5
Εἰ γὰρ μὴ νῦν καταβαίημεν πρὸς τὸ βάθος τῶν Γραφῶν, ὅταν κοῦφα μὲν ἡμῖν τὰ κῶλα πρὸς τὸ νήχεσθαι, ὀξύτερον δὲ τὸ ὄμμα οὐκέτι τῷ πονηρῷ τῆς τρυφῆς ἐνοχλούμενον ῥεύματι, διαρκέστερον δὲ τὸ πνεῦμα, ὥστε μὴ ἀποπνίγεσθαι, πότε καταβησόμεθα; Ὅταν τρυφὴ καὶ ἑστίασις ᾖ καὶ μέθη καὶ τράπεζα ἀδδηφαγίας γέμουσα; Ἀλλὰ τότε οὐδὲ κινηθῆναι ῥᾴδιον, οὕτω τὸ βαρὺ τῆς τρυφῆς φορτίον πιέζει τὴν ψυχήν
For if we do not now descend into the depth of the Scriptures—while our limbs are still light for swimming, our eye keener, no longer troubled by the evil stream of luxury, and our breath more enduring, so as not to be choked—when shall we descend? When there is luxury and feasting and drunkenness and a table laden with gluttony? But then it is not even easy to stir, so heavily does the burden of luxury press upon the soul.
因為我們若不趁如今下到聖經的深處——趁我們的肢體仍輕便宜於游泳,眼目更為敏銳,不再被逸樂那惡毒的洪流所攪擾,氣息更為持久,以致不至窒息——那我們幾時才下去呢?難道要等到逸樂、宴飲、酗酒、和滿桌貪食狼藉之時麼?可是到那時,人連挪動都不容易,逸樂的重擔如此沉重地壓著心靈。
3:6
Οὐχ ὁρᾶτε ὅτι καὶ οἱ λίθους πολυτελεῖς εὑρίσκειν βουλόμενοι, οὐκ ἄνω παρὰ τὸν αἰγιαλὸν καθήμενοι καὶ τὰ κύματα ἀριθμοῦντες οὕτως εὑρίσκουσι τὸ ζητούμενον, ἀλλ' εἰς αὐτὸ καταδύονται τὸ βάθος·
Do you not see that those who wish to find precious stones do not find what they seek by sitting up above on the shore and counting the waves, but plunge into the very depth?
你們豈不看見,那些想尋得寶石的人,並非坐在岸上數算波浪就能尋到所求的,乃是要潛入那深處麼?
3:7
καίτοι πολὺς μὲν ὁ πόνος ἐν τῇ ζητήσει, πολὺς δὲ ὁ κίνδυνος ἐν τῇ εὑρέσει, καὶ μετὰ τὴν εὕρεσιν κέρδος οὐδέν; Τί γὰρ ἂν μέγα εἰσενέγκοι εἰς τὸν βίον τὸν ἡμέτερον λίθων εὕρεσις πολυτελῶν; Εἴθε μὲν οὖν μὴ μεγάλα εἰσήγαγε κακά
And yet great is the labor in the search, great the danger in the finding, and after the finding no profit at all. For what great thing would the finding of precious stones bring into our life? Would that it did not indeed introduce great evils!
然而,尋找時勞苦甚多,尋得時危險甚大,而尋得之後又毫無實益;因為尋得寶石能為我們的人生帶來甚麼大好處呢?但願它不至反倒帶來極大的禍害才好!
3:8
Τὸ γὰρ ἀνατρέπον ἡμῶν τὴν ζωὴν καὶ πάντα ἄνω καὶ κάτω ποιοῦν, οὐδὲν ἕτερόν ἐστιν, ἢ ἡ τῶν χρημάτων μανία
For that which overturns our life and turns everything upside down is nothing other than the madness for riches.
因為那顛覆我們生命、把一切攪得天翻地覆的,不是別的,正是對錢財的癲狂。
3:9
Ἀλλ' ὅμως καὶ ψυχὴν καὶ σῶμα ἐκεῖνοι προΐενται τῆς ἐφημέρου τροφῆς ἕνεκεν, καὶ τῶν κυμάτων κατατολμῶσιν·
Yet nonetheless those men expose both soul and body for the sake of their daily food, and dare to brave the waves;
然而那些人為著每日的糊口,尚且拿性命與身體去冒險,敢於搏擊波濤;
3:10
ἐνταῦθα δὲ οὐ κίνδυνος, οὐ
but here there is no danger, no
然而在此處卻沒有危險,沒有
3:11
πόνος οὕτως ἐπιτεταμένος, ἀλλ' ὀλίγος καὶ κοῦφος, καὶ οὗτος διὰ τὴν τῶν εὑρισκομένων φυλακήν
toil so intense, but a little and light one, and that only for the guarding of the things found.
那樣劇烈的勞苦,只有些微而輕省的辛勞,且這辛勞不過是為著保守所尋得之物。
3:12
Τὰ γὰρ μετ' εὐκολίας εὑρισκόμενα καὶ εὐκαταφρόνητα πολλοῖς εἶναι δοκεῖ
For the things found with ease seem to many to be also of little account.
因為那些輕易尋得之物,在許多人看來便顯得不足為奇。
3:13
Οὐκ ἔστι κυμάτων ταραχὴ ἐν τῷ πελάγει τῶν Γραφῶν, ἀλλὰ παντὸς λιμένος εὐδιώτερον τοῦτο τὸ πέλαγος·
There is no tumult of waves in the sea of the Scriptures, but this sea is calmer than any harbor;
在聖經的汪洋中並無波濤的洶湧,這汪洋反倒比任何港灣更為寧靜;
3:14
οὐκ ἔστιν ἀνάγκη πρὸς τοὺς ζοφεροὺς τῆς ἀβύσσου κόλπους κατενεχθῆναι, οὐδὲ ὑδάτων ἀλόγων ῥύμῃ τὴν τοῦ σώματος ἐπιτρέψαι σωτηρίαν·
there is no necessity to be borne down into the gloomy recesses of the abyss, nor to entrust the safety of the body to the rush of irrational waters;
無須被沖入深淵那幽暗的窟窿,也無須把身體的安危託付給無理水流的沖激;
3:15
ἀλλὰ πολὺ μὲν ἐνταῦθα τὸ φῶς, καὶ αὐτῶν τῶν ἀκτίνων φαιδρότερον, πολλὴ δὲ ἡ γαλήνη, πᾶσα δὲ ἐκποδὼν ταραχὴ, καὶ τῶν εὑρισκομένων τοσοῦτον τὸ κέρδος, ὅσον οὐδὲ λόγῳ παραστῆσαι δυνατόν
but here there is much light, brighter than the very sunbeams, much calm, all tumult far removed, and the profit of the things found is as great as no word can set forth.
反倒此處有大光,比日光本身更為明亮,有極大的平靜,一切紛擾都遠離,而所尋得之物的益處,是言語所無法陳明的。
3:16
Μὴ τοίνυν ἀποκάμωμεν, ἀλλ' ἐπιχειρήσωμεν τῇ ζητήσει Ἠκούσατε ὅτι κατ' εἰκόνα Θεοῦ ἐποίησεν ὁ Θεὸς τὸν ἄνθρωπον·
Let us not then grow weary, but let us set our hands to the search. You have heard that God made man according to the image of God;
所以讓我們不要疲乏,倒要著手尋求。你們已聽見神照著神的形像造了人;
3:17
καὶ τί ποτέ ἐστι τὸ Κατ' εἰκόνα τοῦτο καὶ καθ' ὁμοίωσιν εἰρήκαμεν·
and what this 'according to the image' and 'according to the likeness' means, we have already said;
至於這「照著形像」與「照著相似」是甚麼意思,我們已經說過了;
3:18
ὅτι οὐκ οὐσίας ἀπαραλλαξία, ἀλλ' ἀρχῆς ὁμοιότης·
namely, that it is not an identity of essence, but a likeness of rule;
就是說,這並非本質上的一模一樣,乃是治理權柄上的相似;
3:19
τὸ δὲ, Καθ' ὁμοίωσιν, τὸ ἥμερον εἶναι καὶ πρᾶον, καὶ εἰς δύναμιν ἐξομοιοῦσθαι τῷ Θεῷ κατὰ τὸν τῆς ἀρετῆς λόγον, ὥς φησιν ὁ Χριστός·
and that 'according to the likeness' means to be gentle and meek, and so far as possible to be made like to God according to the principle of virtue, as Christ says:
而「照著相似」是指要溫良柔和,並要照著美德的道理,盡力效法神,正如基督所說:
3:20
Γίνεσθε ὅμοιοι τοῦ Πατρός μου τοῦ ἐν τοῖς οὐρανοῖς
Become like my Father who is in heaven.
你們要成為像我天父那樣的。
3:21
Καθάπερ γὰρ ἐν τῇ γῇ τῇ πλατείᾳ καὶ εὐρυχώρῳ ταύτῃ τῶν ζώων τὰ μέν εἰσιν ἀλογώτερα, τὰ δὲ θηριωδέστερα·
For just as in this broad and spacious earth some of the animals are more irrational, others more savage;
因為正如在這廣大寬闊的地上,眾生之中有的較為愚昧無知,有的較為凶猛暴烈;
3:22
οὕτω καὶ ἐν τῷ πλάτει τῆς ἡμετέρας ψυχῆς, τῶν λογισμῶν οἱ μὲν εἰσὶν ἀλογώτεροι καὶ κτηνώδεις, οἱ δὲ θηριωδέστεροι καὶ ἀγριώτεροι
so also in the breadth of our soul, of the thoughts some are more irrational and brutish, others more savage and wild.
照樣,在我們心靈的廣闊之中,眾思念裡有的較為愚昧如畜類,有的較為凶猛而狂野。
3:23
Δεῖ τοίνυν αὐτῶν κρατεῖν καὶ περιγίνεσθαι, καὶ τῷ λογισμῷ τὴν τούτων ἀρχὴν παραδιδόναι
We must then master and prevail over them, and hand over the rule of these to reason.
因此我們必須制伏並勝過它們,把管轄它們的權柄交給理性。
3:24
Καὶ πῶς ἄν τις περιγένοιτο λογισμοῦ θηριώδους, φησί; Τί λέγεις, ἄνθρωπε; Τῶν λεόντων περιγινόμεθα, καὶ τὰς ψυχὰς αὐτῶν ἡμεροῦμεν, καὶ ἀμφιβάλλεις εἰ λογισμοῦ θηριωδίαν πρὸς ἡμερότητα δυνήσῃ μεταβαλεῖν; Καίτοι τῷ λέοντι μὲν κατὰ φύσιν τὸ ἄγριον, παρὰ φύσιν δὲ τὸ ἥμερον·
And how, one says, could anyone prevail over a savage thought? What do you say, O man? We prevail over lions, and tame their spirits, and do you doubt whether you can change the savagery of a thought into gentleness? And yet for the lion the wild is according to nature, and the tame contrary to nature;
有人說:人怎能勝過凶猛的思念呢?人哪,你在說甚麼呢?我們尚且能勝過獅子,馴服牠們的性情,你倒疑惑自己不能把思念的凶猛變為溫良麼?況且對獅子而言,凶野乃是合乎本性的,溫馴倒是違反本性的;
3:25
σοὶ δὲ τὸ ἐναντίον, κατὰ φύσιν μὲν τὸ προσηνὲς, παρὰ φύσιν δὲ ἡ θηριωδία
but for you it is the opposite—gentleness is according to nature, while savagery is contrary to nature.
但對你卻恰恰相反——溫和乃是合乎本性的,凶猛倒是違反本性的。
3:26
Ὁ τοίνυν τὸ κατὰ φύσιν ἐκβάλλων, καὶ τὸ παρὰ φύσιν ἐντιθεὶς τῇ τοῦ θηρίου ψυχῇ, ἐν τῇ ἑαυτοῦ ψυχῇ τὸ κατὰ φύσιν οὐ δυνήσῃ διατηρῆσαι; καὶ πόσης οὐκ ἂν εἴη τοῦτο ῥᾳθυμίας; Καὶ ἐπὶ μὲν τῆς τῶν λεόντων ψυχῆς καὶ ἑτέρα δυσκολία μετὰ ταύτης ἐστί·
You then who cast out what is according to nature and implant what is contrary to nature in the soul of the beast, will you not be able to preserve in your own soul what is according to nature? And how great a slothfulness would this be! And in the case of the lion's soul there is besides this yet another difficulty:
那麼,你既能在野獸的心靈裡驅除那合乎本性的,植入那違反本性的,難道就不能在你自己的心靈裡保守那合乎本性的麼?這將是何等的懶惰!何況在獅子的心靈這件事上,除此以外還有另一重難處:
3:27
λογισμῶν γάρ ἐστιν ἔρημος ἡ τοῦ θηρίου ψυχή
for the soul of the beast is destitute of reasoning.
因為野獸的心靈是全無思考理性的。
3:28
Ἀλλ' ὅμως ἑωράκατε πολλάκις λέοντας προβάτων ἡμερωτέρους διὰ τῆς ἀγορᾶς ἀγομένους, καὶ πολλοὶ τῶν ἐν τοῖς ἐργαστηρίοις ἀργύριον πολλάκις κατέβαλον τῷ κατέχοντι, μισθόν τινα τῆς τέχνης καὶ τῆς σοφίας, δι' ἧς τὸ θηρίον ἡμέρωσεν·
Yet nonetheless you have often seen lions, tamer than sheep, led through the marketplace; and many of those in the workshops have often paid down silver to the keeper as a wage for the art and skill by which he tamed the beast;
然而你們卻常見那些比綿羊還馴良的獅子被牽過市集;並且作坊裡有許多人常向馴獸者付出銀錢,作為他馴服野獸那技藝與巧智的酬勞;
3:29
ἐπὶ δὲ τῆς σῆς ψυχῆς καὶ λογισμός ἐστι, καὶ Θεοῦ φόβος, καὶ πολλὴ πολλαχόθεν ἡ βοήθεια
but in your soul there is both reasoning and the fear of God, and much help from every side.
但在你的心靈裡卻既有理性,又有敬畏神的心,並有從各方而來許多的幫助。
3:30
Μὴ τοίνυν σκήψεις μοι λέγε καὶ προφάσεις
Do not then tell me pretexts and excuses.
所以,不要向我陳說藉口與推託之詞。
3:31
Δυνατὸν γὰρ, ἐὰν θέλῃς, ἥμερόν σε εἶναι καὶ πρᾶον
For it is possible, if you will, for you to be gentle and meek.
因為只要你肯,你便能成為溫良柔和的。
3:32
Ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα καὶ καθ' ὁμοίωσιν ἡμετέραν, καὶ ἀρχέτωσαν τῶν θηρίων
Let us make man according to our image and according to our likeness, and let them rule over the beasts.
我們要照著我們的形像、按著我們的樣式造人,使他們管轄百獸。
3:33
Ἐνταῦθα Ἕλληνες ἡμῖν ἐπιφύονται, καί φασι τὸ λόγιον ψεύδεσθαι·
Here the Greeks fasten upon us, and say that the oracle lies;
在此,希臘人便來攻擊我們,說這神諭是虛謊的;
3:34
οὐ γὰρ ἡμεῖς ἄρχομεν τῶν θηρίων·
for we do not rule over the beasts;
因為我們並沒有管轄百獸;
3:35
αὐτὰ ἡμῶν ἄρχει, καὶ πολλὴν ἡμῖν ἐμβάλλει τὴν ἀγωνίαν
rather they rule over us, and cast us into much distress.
反倒是牠們管轄我們,使我們陷入極大的驚惶。
3:36
Μάλιστα μὲν οὖν τοῦτο οὐκ ἀληθές·
First of all, then, this is not true;
首先,這話並不真確;
3:37
ἀρκεῖ γὰρ καὶ ὄψις ἀνθρωπίνη φανεῖσα ἐκποδὼν ποιῆσαι θηρίον·
for even the mere appearance of a human face is enough to make a beast get out of the way;
因為單單人臉的出現,就足以使野獸逃避退去;
3:38
τοσοῦτος αὐτοῖς ἐστι παρ' ἡμῖν ὁ φόβος
so great is the fear they have of us.
牠們對我們的懼怕竟是如此之大。
3:39
Εἰ δέ που πρὸς ἄμυναν ὁρμήσειεν, ἢ λιμοῦ καταναγκάζοντος, ἢ ἡμῶν αὐτῶν στενοχωρούντων πολλάκις, καὶ πρὸς ἀνάγκην ἐκβαλλομένων αὐτὰ, τοῦτο οὖν οὐκ ἂν εἴη ἀρχῆς ἀπηρτισμένης
But if somewhere a beast should rush to defend itself—either driven by the constraint of hunger, or when we ourselves often press it hard and drive it out by force—this would not be a sign of dominion that has been abolished.
但倘若野獸在某處奮起自衛——或是受飢餓所逼迫,或是我們自己常常逼迫牠、強行把牠驅逐——這也不能算作我們的統治已被廢除的憑據。
3:40
Οὐδὲ γὰρ, εἴ τις ἡμῶν λῃστὰς ἐπιόντας ὁρῶν ὁπλίζοιτο, καὶ πρὸς τὴν ἄμυναν χωροίη, ἀρχῆς τὸ πρᾶγμά ἐστιν, ἀλλὰ τῆς οἰ. κείας σωτηρίας πολλὴ πρόνοια·
For neither, if one of us, seeing robbers coming on, should arm himself and go out to defend himself, is the matter a matter of ruling, but of much provision for his own safety;
因為若我們中間有人見強盜前來,便武裝自己出去自衛,這事也不算作管轄的權柄,乃是為著自身安全多方的籌謀;
3:41
πλὴν οὐκ ἐντεῦθεν ποιοῦμαι τὴν ἀπολογίαν, ἀλλ' ἑτέρωθεν, ὅθεν καὶ ὑμῖν χρήσιμον ἀκοῦσαι
yet not from this quarter do I make my defense, but from another, from which it will also be profitable for you to hear.
不過,我並非要從這方面來作辯護,乃是要從另一方面,這對你們聽了也是有益的。
3:42
Φοβούμεθα τὰ θηρία καὶ δεδοίκαμεν, καὶ τῆς ἀρχῆς ἐκπεπτώκαμεν·
We fear the beasts and are terrified of them, and have fallen from our dominion;
我們懼怕野獸,對牠們心存恐懼,並且已從我們的統治權柄上墜落了;
3:43
ἀλλ' οὐ τοῦτο ψευδῆ τὸν τοῦ Θεοῦ νόμον δείκνυσι
but this does not prove the law of God to be false.
然而這並不能證明神的話語是虛謊的。
3:44
Παρὰ γὰρ τὴν ἀρχὴν οὐχ οὕτω τὰ πράγματα διέκειτο, ἀλλ' ἐδεδοίκει καὶ ἔτρεμε, καὶ ὑπέκυπτεν, ὡς δεσπότῃ, τῷ ἀνθρώπῳ, ἐπειδὴ δὲ τῆς παῤῥησίας ἐξεπέσομεν καὶ τῆς τιμῆς, διὰ τοῦτο δεδοίκαμεν αὐτά
For at the beginning matters were not so disposed, but the beast feared and trembled and submitted, as to a master, to man; but since we fell from our confidence and our honor, for this reason we fear them.
因為起初事情並非如此,野獸乃是懼怕、戰兢、俯首屈服於人,如同僕人服事主人一般;但自從我們從那坦然無懼的地位與尊榮上墜落,我們才因此懼怕牠們。
3:45
Πόθεν τοῦτο δῆλον; Ἤγαγεν ὁ Θεὸς τὰ θηρία πρὸς τὸν Ἀδὰμ, ἰδεῖν τί καλέσει αὐτά·
Whence is this clear? God brought the beasts to Adam, to see what he would call them;
這從何處看得明白呢?神把百獸帶到亞當面前,要看他給牠們起甚麼名;
3:46
ἀπεπήδησεν ὁ Ἀδὰμ, καθάπερ δεδοικὼς, ἀλλ' ὥσπερ δούλοις ὑποτεταγμένοις τὰ ὀνόματα ἐπέθηκεν ἅπασι
Adam did not leap away, as though afraid, but as to slaves subjected to him he set names upon them all.
亞當並沒有像懼怕的樣子跳開躲避,倒是如同對待順服於他的僕人一般,給牠們一一起了名。
3:47
Τοῦτο δὲ δεσποτείας σύμβολον
And this is a token of lordship.
而這正是主權的憑據。
3:48
Διὸ καὶ ὁ Θεὸς βουλόμενος αὐτῷ καὶ διὰ τούτου δεῖξαι τὸ τῆς ἐξουσίας ἀξίωμα, τὴν τῶν ὀνομάτων αὐτῷ θέσιν ἐπέτρεψε, καὶ τὰ τεθέντα ὀνόματα ἔμεινεν ἐξ ἐκείνου εἰς αὐτά
Therefore God also, wishing through this too to display to him the dignity of his authority, entrusted to him the assigning of names; and the names which were assigned by him have remained fixed upon them from that time.
所以神也願意藉此向他顯明他權柄的尊榮,便把命名之事交託給他;而由他所命的名字,從那時起就一直存留在牠們身上。
3:49
Πᾶν γὰρ ὃ ἐκάλεσεν Ἀδὰμ, τοῦτο ὄνομα αὐτοῖς, φησίν
For 'whatever Adam called them, this was their name,' Scripture says.
因為經上說:「亞當怎樣叫各樣的活物,那就是牠們的名字。」
3:50
Ἓν δὴ τοῦτο σημεῖον τοῦ μὴ φοβερὰ εἶναι τῷ ἀνθρώπῳ τὰ θηρία παρὰ τὴν ἀρχήν·
This, then, is one sign that the beasts were not fearful to man in the beginning.
這就是一個記號,表明起初野獸對人並不可怕。
3:51
δεύτερον δὲ καὶ τοῦ πρώτου σαφέστερον, ἡ πρὸς τὴν γυναῖκα τοῦ ὄφεως διάλεξις
And a second sign, even clearer than the first, is the serpent's conversation with the woman.
第二個記號,比第一個更為明顯,就是蛇與那婦人的交談。
3:52
Εἰ γὰρ ἦν φοβερὰ τὰ θηρία τοῖς ἀνθρώποις, οὐκ ἂν ἰδοῦσα τὸν ὄφιν ἔμεινεν ἡ γυνὴ, ἀλλ' ἔφυγεν ἄν·
For if the beasts had been fearful to human beings, the woman, on seeing the serpent, would not have remained, but would have fled.
因為若野獸對人是可怕的,那婦人一看見蛇,就不會停留,反倒會逃跑了。
3:53
οὐκ ἂν ἐδέξατο συμβουλὴν, οὐκ ἂν μετὰ τοσαύτης αὐτῷ διελέχθη τῆς ἀδείας, ἀλλ' εὐθέως ἂν πρὸς τὴν ὄψιν καὶ ἐξεπλάγη καὶ ἀπεπήδησε·
She would not have accepted its counsel, nor would she have conversed with it with such freedom from fear; but at once, at the very sight, she would have been struck with terror and would have leapt away.
她就不會接受牠的勸告,也不會如此毫無懼怕地與牠交談;反倒一見那形狀,就立刻驚惶失措,跳開躲避了。
3:54
νυνὶ δὲ διαλέγεται, καὶ οὐ φοβεῖται·
But as it is, she converses, and is not afraid.
然而事實上她卻與牠交談,並不害怕。
3:55
οὐδέπω γὰρ ἦν ὁ φόβος οὗτος
For as yet this fear did not exist.
因為那時這種懼怕還不存在。
3:56
Ἀλλ' ἐπειδὴ ἡ ἁμαρτία εἰσῆλθεν, ἀνῃρέθη καὶ τὰ τῆς τιμῆς·
But when sin entered, the marks of honour too were taken away.
但當罪一進來,尊榮的憑據也就被奪去了。
3:57
καὶ καθάπερ ἐπὶ τῶν οἰκετῶν, οἱ μὲν εὐδοκιμοῦντες φοβεροὶ τοῖς συνδούλοις εἰσὶν, οἱ δὲ προσκεκρουκότες καὶ τοὺς ὁμοδούλους δεδοίκασιν·
And just as in the case of household servants, those who are in good standing are fearful to their fellow servants, whereas those who have given offence dread even their fellow slaves;
正如在僕人中間,那些得寵的令同作僕人的畏懼,而那些冒犯了主人的,卻連同作奴僕的都懼怕;
3:58
οὕτω καὶ ἐπὶ τοῦ ἀνθρώπου γέγονεν
so also it came to pass in the case of man.
在人身上所發生的也是如此。
3:59
Ἕως μὲν γὰρ εἶχε πρὸς τὸν Θεὸν παῤῥησίαν, φοβερὸς τοῖς θηρίοις ἦν·
For as long as he had freedom of access toward God, he was fearful to the beasts;
因為當人在神面前還有坦然無懼的地位時,他就令野獸畏懼;
3:60
ἐπειδὴ δὲ προσέκρουσε, καὶ τοὺς ἐσχάτους τῶν ὁμοδούλων δέδοικε λοιπόν
but when he gave offence, thenceforth he dreads even the lowest of his fellow slaves.
但他一冒犯了神,從此連同作僕役中最卑微的,他也懼怕了。
3:61
Εἰ δὲ μὴ τοῦτό ἐστι, σύ μοι δεῖξαι πρὸ τῆς ἁμαρτίας, ὅτι φοβερὰ τοῖς ἀνθρώποις τὰ θηρία ἦν·
But if this is not so, then show me, before the sin, that the beasts were fearful to human beings.
但若不是這樣,你就在犯罪之前指給我看,證明野獸對人本是可怕的。
3:62
Εἰ δὲ μετὰ ταῦτα εἰσῆλθεν ὁ φόβος, καὶ τοῦτο τῆς τοῦ Δεσπότου κηδεμονίας
And if the fear entered afterward, this too belongs to the Master's providential care.
而這懼怕若是後來才進來的,這也是出於主人慈愛的看顧。
3:63
Εἰ γὰρ τῆς ἐντολῆς τῆς δοθείσης ὑπὸ τοῦ Θεοῦ τῷ ἀνθρώπῳ κινηθείσης καὶ λυθείσης, ἡ τιμὴ ἡ δοθεῖσα αὐτῷ παρὰ τοῦ Θεοῦ ἀκίνητος ἔμεινεν, οὐκ ἂν ἀνέστη ῥᾳδίως
For if, when the commandment given by God to man had been disturbed and dissolved, the honour bestowed upon him by God had nonetheless remained unmoved, he would not have risen up again easily.
因為神所賜給人的誡命既被攪動而廢除了,倘若神所賜給他的尊榮仍舊不受動搖地存留,他就不容易再回轉悔改了。
3:64
Ὅταν γὰρ καὶ παρακούοντες οἱ ἄνθρωποι καὶ μὴ παρακούοντες τῆς αὐτῆς ἀπολαύωσι τιμῆς, παιδοτριβοῦνται πρὸς πονηρίαν μᾶλλον, καὶ οὐκ εὐκόλως ἀφίστανται τῆς κακίας
For when human beings, whether they obey or disobey, enjoy the same honour, they are rather trained up toward wickedness, and do not readily depart from vice.
因為人若順從與不順從都同樣享受尊榮,他們反倒被訓練得更趨向邪惡,不容易離棄惡行。
3:65
Εἰ γὰρ νῦν φόβων καὶ τιμωριῶν καὶ κολάσεων ἐπικειμένων οὐκ ἀνέχονται σωφρονεῖν, τίνες ἂν ἦσαν, εἰ μηδὲν ἔπαθον ὑπὲρ ὧν ἐπλημμέλουν δεινῶν; Ὥστε δῆλον ὅτι κηδόμενος ἡμῶν καὶ φροντίζων ὁ Θεὸς, ἐξέβαλεν ἡμᾶς τῆς ἀρχῆς
For if now, though fears and punishments and chastisements press upon them, they do not consent to live soberly, what sort of people would they have been if they had suffered nothing dreadful for the offences they committed? So it is plain that God, caring for us and taking thought for us, cast us out of our dominion.
因為如今雖有懼怕、刑罰與懲治臨到他們,他們尚且不肯自守清明,那麼,他們若因所犯的過錯絲毫未受可怕的責罰,又會成為怎樣的人呢?由此可見,神乃是顧念我們、為我們著想,才把我們趕出那統治的地位。
3:66
Σὺ δὲ καὶ ἐνταῦθά μοι σκόπει τὴν ἄφατον αὐτοῦ φιλανθρωπίαν
But here too consider for me his unspeakable love for mankind.
你在這裡也要為我思想他那說不盡的愛人之心。
3:67
Ὁ μὲν γὰρ Ἀδὰμ πᾶσαν ἀνέτρεψε τὴν ἐντολὴν, καὶ παρέβη τὸν νόμον·
For Adam overturned the whole commandment, and transgressed the law;
因為亞當推翻了整個誡命,違背了律法;
3:68
ὁ δὲ Θεὸς οὐ πᾶσαν ἔλυσε τὴν τιμὴν, οὐδὲ πάσης ἐξέβαλεν αὐτὸν τῆς ἐξουσίας·
yet God did not dissolve the whole honour, nor did he cast him out of all his authority;
然而神並沒有廢除他一切的尊榮,也沒有把他從全部的權柄中趕出去;
3:69
ἀλλ' ἐκεῖνα μόνα ἔξω τῆς ἀρχῆς ἀφῆκεν εἶναι τὰ ζῶα, ἃ μὴ σφόδρα αὐτῷ συντελεῖ πρὸς τὴν τῆς ζωῆς χρείαν·
but he left outside his dominion only those living creatures which do not greatly contribute to the needs of his life;
他只把那些對他生活所需並無多大用處的活物,留在他的管轄之外;
3:70
τὰ δὲ ἀναγκαῖα καὶ χρήσιμα καὶ πολλὴν εἰσφέροντα λειτουργίαν εἰς τὴν ζωὴν τὴν ἡμετέραν, ταῦτα εἴασε μένειν ἐν τῇ δουλείᾳ
while the necessary and useful ones, which render much service to our life, these he allowed to remain in subjection.
至於那些必需、有用、對我們的生活大有助益的活物,他卻使牠們仍舊處於服役之中。
3:71
Ἀφῆκε βοῶν ἀγέλας, ἵνα ἄροτρον ἕλκωμεν, ἵνα τὴν γῆν τέμνωμεν, ἵνα τὰ σπέρματα. καταβάλλωμεν·
He left us herds of oxen, that we might draw the plough, that we might cleave the earth, that we might cast in the seed;
他給我們留下成群的牛,好叫我們拉犁、耕地、撒種;
3:72
ἀφῆκε τῶν ὑποζυγίων τὰ γένη, ἵνα πρὸς τὴν τῶν ἀγωγίμων μετακομιδὴν συναντιλαμβάνηται ἡμῖν τῶν πόνων·
he left us the kinds of beasts of burden, that they might share our toils in the transporting of goods;
他給我們留下各類的牲畜,好叫牠們在搬運貨物上分擔我們的勞苦;
3:73
ἀφῆκε προβάτων ποίμνια, ἵνα ἔχωμεν εἰς περιβολὰς ἱματίων χορηγίαν ἀρκοῦσαν·
he left us flocks of sheep, that we might have a sufficient supply for the making of garments;
他給我們留下成群的羊,好叫我們有足夠的供應來製作衣裳;
3:74
καὶ ἕτερα δὲ γένη ζώων εἴασε πολλὴν ἡμῖν ἑτέραν εἰσάγοντα χρείαν
and he allowed yet other kinds of animals to remain, bringing us much further benefit besides.
他還容許別種的動物存留,另外給我們帶來許多的益處。
3:75
Ἐπειδὴ γὰρ κολάζων τὸν ἄνθρωπον ἔλεγεν, Ἐν ἱδρῶτι τοῦ προσώπου σου φάγῃ τὸν ἄρτον σου, ἵνα μὴ ὁ ἱδρὼς οὗτος καὶ ὁ μόχθος καὶ ὁ πόνος ἀφόρητος ᾖ, ἐπεκούφισε τὸ βαρὺ καὶ φορτικὸν τοῦ ἱδρῶτος τῷ πλήθει τῶν ἀλόγων τῶν συνεφαπτομένων ἡμῖν τοῦ πόνου καὶ τῆς ταλαιπωρίας ταύτης
For since, in chastising the man, he had said, 'In the sweat of your face you shall eat your bread,' in order that this sweat and toil and labour might not be unbearable, he lightened the heavy and burdensome character of the sweat by the multitude of the irrational creatures that take part with us in this toil and hardship.
因為他在懲治那人時曾說:「你必汗流滿面才得糊口。」為要使這汗、這辛勞、這勞苦不至於難以承受,他就藉著眾多與我們一同分擔這勞苦與艱難的牲畜,減輕了那流汗之事的沉重與難堪。
3:76
Καὶ καθάπερ δεσπότης φιλάνθρωπος καὶ κηδεμονικὸς τὸν οἰκέτην τὸν ἑαυτοῦ μαστίξας, θεραπείαν τινὰ προσάγει ταῖς μάστιξιν·
And just as a loving and considerate master, having scourged his own servant, applies some healing remedy to the stripes;
正如一位慈愛而體恤的主人,鞭打了自己的僕人之後,就在鞭傷上施以某種醫治;
3:77
οὕτω καὶ ὁ Θεὸς καταδίκην ἐπιθεὶς, παντὶ τρόπῳ τὴν καταδίκην ταύτην κουφοτέραν βούλεται ποιῆσαι, ἱδρῶτι μὲν ἡμᾶς καταδικάσας καὶ πόνῳ διηνεκεῖ, τοῦ δὲ πόνου συνεφάπτεσθαι πολλὰ τῶν ἀλόγων γένη παρασκευάσας ἡμῖν
so also God, having imposed the sentence, wishes by every means to make this sentence lighter; having condemned us to sweat and unremitting labour, yet having provided that many kinds of irrational creatures should share with us in the toil.
神也是如此,他既定了刑罰,卻願用各樣的方法使這刑罰減輕;他雖判定我們流汗、不斷勞苦,卻預備了許多種類的牲畜與我們一同分擔這勞苦。
3:78
Ὑπὲρ δὴ τούτων ἁπάντων εὐχαριστήσωμεν αὐτῷ·
For all these things, then, let us give him thanks;
因此,讓我們為這一切向他獻上感謝;
3:79
καὶ γὰρ τὸ δοῦναι τὴν τιμὴν ἡμῖν, καὶ τὸ πάλιν ἀφελεῖν τὴν τιμὴν, καὶ τὸ μὴ πᾶσαν ἀφελεῖν αὐτὴν, καὶ τὸ τὸν φόβον ἡμῖν ἐπιστῆσαι τῶν θηρίων, καὶ πάντα, ἄν τις ἐξετάζῃ, πολλῆς γέμει σοφίας, πολλῆς κηδεμονίας, πολλῆς φιλανθρωπίας·
for indeed the giving of honour to us, and again the taking away of the honour, and the not taking it all away, and the setting over us of the fear of the beasts, and all things, if one examines them, are full of much wisdom, much providential care, much love for mankind;
因為賜尊榮給我們,又收回那尊榮,卻不全然收回,並使野獸的懼怕臨到我們——這一切事,人若加以查考,都滿有極大的智慧、極大的看顧、極大的愛人之心;
3:80
ἧς γένοιτο πάντας ἡμᾶς ἀπολαύειν διηνεκῶς εἰς δόξαν τοῦ
of which may it be granted to us all to have the enjoyment continually, unto the glory of...
願我們眾人都得以持續不斷地享受這一切,歸榮耀於……
3:81
αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων Ἀμήν
to him be the glory unto the ages of ages. Amen.
願榮耀歸與他,直到永永遠遠。阿們。