📜 Verbum
Scripture and the Fathers, read aloud in the original

← All books · Greek Fathers › Epistles of Ignatius

Epistles of Ignatius 1-3

Greek original · 29 verses · some words can be tapped for a gloss

← ch. 1-2ch. 1-4 →
1-3:praef.1
Ἰγνάτιος, καὶ Θεοφόρος, ἠγαπημένῃ θεῷ, πατρὶ Ἰησοῦ Χριστοῦ, ἐκκλησίᾳ ἁγίᾳ τῇ οὔσῃ ἐν Τράλλεσιν τῆς Ἀσίας, ἐκλεκτῇ καὶ ἀξιοθέῳ, εἰρηνευούσῃ ἐν σαρκὶ καὶ πνεύματι τῷ πάθει Ἰησοῦ Χριστοῦ, τῆς ἐλπίδος ἡμῶν ἐν τῇ εἰς αὐτὸν ἀναστάσει: ἣν καὶ ἀσπάζομαι ἐν τῷ πληρώματι ἐν ἀποστολικῷ χαρακτῆρι καὶ εὔχομαι πλεῖστα χαίρειν
Ignatius, also called Theophorus, to the holy church which is at Tralles in Asia, beloved by God the Father of Jesus Christ, elect and worthy of God, at peace in flesh and spirit through the passion of Jesus Christ, our hope, in the resurrection unto him; which I also greet in the fullness, in the apostolic manner, and I wish abundant joy.
伊格那丟,又名神舍者,致那在亞細亞特拉勒的聖潔教會,就是蒙耶穌基督的父神所愛、蒙揀選並配得神的教會。這教會藉著我們盼望的耶穌基督的受苦,在肉身和靈裡得享平安,並指望復活歸於祂;我也在豐滿中、以使徒的方式問候它,並祝願它大有喜樂。
1-3:1.1
Ἄμωμον διάνοιαν καὶ ἀδιάκριτον ἐν ὑπομονῇ ἔγνων ὑμᾶς ἔχοντας, οὐ κατὰ χρῆσιν ἀλλὰ κατὰ φύσιν, καθὼς ἐδήλωσέν μοι Πολύβιος, ἐπίσκοπος ὑμῶν, ὃς παρεγένετο θελήματι θεοῦ καὶ Ἰησοῦ Χριστοῦ ἐν Σμύρνῃ καὶ οὕτως μοι συνεχάρη δεδεμένῳ ἐν Χριστῷ Ἰησοῦ, ὥστε με τὸ πᾶν πλῆθος ὑμῶν ἐν αὐτῷ θεωρεῖσθαι
I have learned that you have a blameless and unwavering mind in endurance, not as a matter of practice but of nature, as Polybius your bishop made clear to me, who came by the will of God and of Jesus Christ to Smyrna and so rejoiced with me, bound in Christ Jesus, that I beheld your whole multitude in him.
我得知你們在忍耐中存著無瑕、堅定不移的心思,這不是出於勉強的操練,乃是出於本性,正如你們的監督波呂比烏向我所說明的;他奉神和耶穌基督的旨意來到士每拿,與我這在基督耶穌裡被捆鎖的人一同歡喜,以致我在他身上看見了你們全會眾。
1-3:1.2
ἀποδεξάμενος οὖν τὴν κατὰ θεὸν εὔνοιαν δἰ αὐτοῦ ἐδόξασα, εὑρὼν ὑμᾶς, ὡς ἔγνων, μιμητὰς ὄντας θεοῦ
Having therefore received your godly goodwill through him, I glorified God, finding you, as I had learned, to be imitators of God.
我既藉著他領受了你們那合乎神的美意,便榮耀了神,因我發現你們正如我所聽見的,是效法神的人。
1-3:2.1
Ὅταν γὰρ τῷ ἐπισκόπῳ ὑποτάσσησθε ὡς Ἱησοῦ Χριστῷ, φαίνεσθέ μοι οὐ κατὰ ἄνθρωπον ζῶντες, ἀλλὰ κατὰ Ἰησοῦν Χριστὸν τὸν δἰ ἡμᾶς ἀποθανόντα, ἵνα πιστεύσαντες εἰς τὸν θάνατον αὐτοῦ τὸ ἀποθανεῖν ἐκφύγητε
For when you are subject to the bishop as to Jesus Christ, you appear to me to be living not according to man but according to Jesus Christ, who died for us, that, believing in his death, you might escape dying.
因為你們順服監督,如同順服耶穌基督的時候,你們在我看來就不是按人而活,乃是按那為我們死的耶穌基督而活,好叫你們信祂的死,便得以脫離死亡。
1-3:2.2
ἀναγκαῖον οὖν ἐστίν, ὥσπερ ποιεῖτε, ἄνευ τοῦ ἐπισκόπου μηδὲν πράσσειν ὑμᾶς, ἀλλ̓ ὑποτάσσεσθαι καὶ τῷ πρεσβυτερίῳ ὡς τοῖς ἀποστόλοις Ἰησοῦ Χριστοῦ τῆς ἐλπίδος ἡμῶν, ἐνᾦ διάγοντες εὑρεθησόμεθα
It is necessary, then— as you indeed do— that you do nothing apart from the bishop, but be subject also to the presbytery as to the apostles of Jesus Christ our hope, in whom, if we walk, we shall be found.
所以你們必須——正如你們所行的——撇開監督就甚麼都不做,倒要順服長老團,如同順服我們盼望耶穌基督的使徒一樣;我們若在祂裡面行事為人,就必被尋見在祂裡面。
1-3:2.3
δεῖ δὲ καὶ τοὺς διακόνους ὄντας μυστηρίων Ἰησοῦ Χριστοῦ κατὰ πάντα τρόπον πᾶσιν ἀρέσκειν. οὐ γὰρ βρωμάτων καὶ ποτῶν εἰσιν διάκονοι, ἀλλ̓ ἐκκλησίας θεοῦ ὑπηρέται: δέον οὖν αὐτοὺς φυλάσσεσθαι τὰ ἐγκλήματα ὡς πῦρ
And the deacons too, being ministers of the mysteries of Jesus Christ, must in every way be pleasing to all. For they are not ministers of food and drink, but servants of the church of God; therefore they must guard against accusations as against fire.
執事們既是耶穌基督奧祕的執事,也必須在各樣事上討眾人喜悅。因為他們不是飯食酒水的執事,乃是神教會的僕役;所以他們必須防備一切的指責,如同防備火一樣。
1-3:3.1
Ὁμοίως πάντες ἐντρεπέσθωσαν τοὺς διακόνους ὡς Ἰησοῦν Χριστόν, ὡς καὶ τὸν ἐπίσκοπον ὄντα τύπον τοῦ πατρός. τοὺς δὲ πρεσβυτέρους ὡς συνέδριον θεοῦ καὶ ὡς σύνδεσμον ἀποστόλων. χωρὶς τούτων ἐκκλησία οὐ καλεῖται
Likewise let all reverence the deacons as Jesus Christ, even as also the bishop, who is a type of the Father, and the presbyters as the council of God and as the band of the apostles. Apart from these there is no church.
照樣,眾人都當敬重執事如同敬重耶穌基督,也當敬重監督如同敬重父的表樣,敬重長老如同敬重神的議會與使徒的團隊。離了這些,就不成其為教會。
1-3:3.2
περὶ ὧν πέπεισμαι ὑμᾶς οὕτως ἔχειν. τὸ γὰρ ἐξεμπλάριον τῆς ἀγάπης ὑμῶν ἔλαβον καὶ ἔχω μεθ̓ ἑαυτοῦ ἐν τῷ ἐπισκόπῳ ὑμῶν, οὖ αὐτὸ τὸ κατάστημα μεγάλη μαθητεία, δὲ πραότης αὐτοῦ δύναμις: ὃν λογίζομαι καὶ τοὺς ἀθέους ἐντρέπεσθαι
Concerning these I am persuaded that you are so disposed. For I received the model of your love and have it with me in the person of your bishop, whose very bearing is a great lesson, and whose meekness is power; whom I think even the godless reverence.
論到這些事,我深信你們是這樣存心的。因為我領受了你們愛心的範本,並在你們監督身上常有它與我同在;他的舉止本身就是極大的教訓,他的溫和就是能力;我想連那些不敬虔的人也都敬重他。
1-3:3.3
ἀγαπῶν ὑμᾶς φείδομαι, συντονώτερον δυνάμενος γράφειν ὑπὲρ τούτου. οὐκ εἰς τοῦτο ᾠήθην, ἵνα ὤν κατάκριτος ὡς ἀπόστολος ὑμῖν διατάσσωμαι
Loving you, I spare you, though I am able to write more pointedly on this matter. But I did not think it fitting that I, a condemned man, should command you as if I were an apostle.
我因愛你們,便寬容你們,雖然我本可在這事上寫得更尖銳。但我不認為合宜,叫我這被定罪的人,像使徒一樣吩咐你們。
1-3:4.1
Πολλὰ φρονῶ ἐν θεῷ, ἀλλ̓ ἐμαυτὸν μετρῶ, ἵνα μὴ ἐν καυχήσει ἀπόλωμαι. νῦν γάρ με δεῖ πλέον φοβεῖσθαι καὶ μὴ προσέχειν τοῖς φυσιοῦσίν με. οἱ γὰρ λέγοντές μοι μαστιγοῦσίν με
I think many things in God; but I measure myself, lest I perish through boasting. For now I ought the more to fear and not heed those who puff me up; for those who praise me scourge me.
我在神裡有許多想法;但我節制自己,免得因誇口而滅亡。因為如今我反倒更當懼怕,不可理會那些使我自高的人;因為那些稱讚我的,正是在鞭打我。
1-3:4.2
ἀγαπῶ μὲν γὰρ τὸ παθεῖν, ἀλλ̓ οὐκ οἶδα, εἰ ἄξιός εἰμι. τὸ γὰρ ζῆλος πολλοῖς μὲν οὐ φαίνεται, ἐμὲ δὲ πλέον πολεμεῖ. χρῄζω οὖν πραότητος, ἐν καταλύεται ἄρχων τοῦ αἰῶνος τούτου
For I love to suffer, but I do not know whether I am worthy. For the zeal does not appear to many, but it wars against me the more. I have need, then, of meekness, by which the ruler of this age is destroyed.
我固然愛慕受苦,卻不知自己是否配得。因為那妒火在許多人身上並不顯出來,卻更加攻擊我。所以我需要溫柔,藉著它,這世代之君便被消滅。
1-3:5.1
Μὴ οὐ δύναμαι ὑμῖν τὰ ἐπουράνια γράψαι; ἀλλὰ φοβοῦμαι, μὴ νηπίοις οὖσιν ὑμῖν βλάβην παραθῶ: καὶ συγγνωμονεῖτέ μοι, μήποτε οὐ δυνηθέντες χωρῆσαι στραγγαλωθῆτε
Am I not able to write to you of heavenly things? But I fear lest I do harm to you who are infants; and bear with me, lest, not being able to take it in, you be choked.
難道我不能向你們寫那些屬天的事嗎?但我怕對你們這些嬰孩有所損害;求你們包容我,免得你們承受不住,反被噎住。
1-3:5.2
καὶ γὰρ ἐγώ, οὐ καθότι δέδεμαι καὶ δύναμαι νοεῖν τὰ ἐπουράνια καὶ τὰς τοποθεσίας τὰς ἀγγελικὰς καὶ τὰς συστάσεις τὰς ἀρχοντικάς, ὁρατά τε καὶ ἀόρατα, παρὰ τοῦτο ἤδη καὶ μαθητής εἰμι. πολλὰ γὰρ ἡμῖν λείπει, ἵνα θεοῦ μὴ λειπώμεθα
For even I, not because I am bound and am able to comprehend heavenly things and the angelic positions and the orders of the rulers, things visible and invisible— not for this am I already a disciple. For we lack many things, that we may not be lacking of God.
因為連我自己,也不是因為被捆鎖、能領會屬天的事、天使的方位、執政者的等次、可見與不可見的事,就因此已經是門徒了。因為我們還缺欠許多,好叫我們不致缺了神。
1-3:6.1
Παρακαλῶ οὖν ὑμᾶς, οὐκ ἐγώ, ἀλλ̓ ἀγάπη Ἰησοῦ Χριστοῦ: μόνῃ τῇ χριστιανῇ τροφῇ χρῆσθε, ἀλλοτρίας δὲ βοτάνης ἀπέχεσθε, ἥτις ἐστὶν αἵρεσις:
I exhort you, then— not I, but the love of Jesus Christ— use only Christian nourishment, and abstain from foreign herbage, which is heresy;
所以我勸你們——不是我,乃是耶穌基督的愛——只用基督的食物,要遠避外來的野草,就是異端;
1-3:6.2
οἳ ἑαυτοῖς παρεμπλέκουσιν Ἰησοῦν Χριστὸν καταξιοπιστευόμενοι, ὥσπερ θανάσιμον φάρμακον διδόντες μετὰ οἰνομέλιτος, ὅπερ ἀγνοῶν ἡδέως λαμβάνει ἐν ἡδονῇ κακῇ τὸ ἀποθανεῖν
those who entangle Jesus Christ with themselves while pretending to be trustworthy, like those who administer a deadly drug with honeyed wine, which the unsuspecting gladly takes, and in evil pleasure drinks down his own death.
這些人一面冒充可信,一面把耶穌基督摻雜在自己裡面,如同把致命的毒藥摻在蜜酒中給人,那不知情的就歡喜接過,在惡毒的快樂中喝下了自己的死亡。
1-3:7.1
Φυλάττεσθε οὖν τοὺς τοιούτους. τοῦτο δὲ ἔσται ὑμῖν μὴ φυσιουμένοις καὶ οὖσιν ἀχωρίστοις θεοῦ Ἰησοῦ Χριστοῦ καὶ τοῦ ἐπισκόπου καὶ τῶν διαταγμάτων τῶν ἀποστόλων
Guard yourselves, then, against such men. This will be so for you if you are not puffed up and are inseparable from God— Jesus Christ— and from the bishop and the ordinances of the apostles.
所以你們要防備這樣的人。你們若不自高自大,又與神——耶穌基督——並與監督和使徒的命令不相分離,就能如此。
1-3:7.2
ἐντὸς θυσιαστηρίου ὢν καθαρός ἐστιν: δὲ ἐκτὸς θυσιαστηρίου ὤν οὐ καθαρός ἐστιν. τοῦτ̓ ἔστιν, χωρὶς ἐπισκόπου καὶ πρεσβυτερίου καὶ διακόνων πράσσων τι, οὗτος οὐ καθαρός ἐστιν τῇ συνειδήσει
He who is within the sanctuary is pure; but he who is outside the sanctuary is not pure. That is, whoever does anything apart from the bishop and the presbytery and the deacons, this man is not pure in conscience.
在祭壇之內的人是潔淨的;在祭壇之外的人就不潔淨。這就是說,凡撇開監督、長老團和執事而行事的,這人的良心就不潔淨。
1-3:8.1
Οὐκ ἐπεὶ ἔγνων τοιοῦτόν τι ἐν ὑμῖν, ἀλλὰ προφυλάσσω ὑμᾶς ὄντας μου ἀγαπητούς. προορῶν τὰς ἐνέδρας τοῦ διαβόλου. ὑμεῖς οὖν τὴν πραϋπάθειαν ἀναλαβόντες ἀνακτήσασθε ἑαυτοὺς ἐν πίστει ἐστιν σὰρξ τοῦ κυρίου, καὶ ἐν ἀγάπῃ, ἐστιν αἷμα Ἰησοῦ Χριστοῦ
Not because I have learned of any such thing among you, but I forewarn you, being my beloved, foreseeing the snares of the devil. You therefore, taking up gentleness, restore yourselves in faith, which is the flesh of the Lord, and in love, which is the blood of Jesus Christ.
我並不是因為得知你們中間有這等事,乃是因你們是我所愛的,便先行警戒你們,預先看見魔鬼的詭計。所以你們要重新拿起溫柔,在信中恢復自己——信就是主的肉身——又在愛中恢復自己——愛就是耶穌基督的血。
1-3:8.2
μηδεὶς ὑμῶν κατὰ τοῦ πλησίον ἐχέτω. μὴ ἀφορμὰς δίδοτε τοῖς ἔθνεσιν, ἵνα μὴ δἰ ὀλίγους ἄφρονας τὸ ἐν θεῷ πλῆθος βλασφημῆται. Οὐαὶ γάρ, δἰ οὗ ἐπὶ ματαιότητι τὸ ὄνομά μου ἐπί τινων βλασφημεῖται
Let none of you hold anything against his neighbour. Give no occasion to the Gentiles, lest because of a few foolish persons the godly multitude be blasphemed. For: 'Woe to him through whom my name is blasphemed in vanity before some.'
你們中間誰也不可懷恨鄰舍。不要給外邦人留把柄,免得因少數愚妄的人,使這在神裡的會眾被毀謗。因為經上說:『那使我的名在某些人面前無故被褻瀆的人有禍了。』
1-3:9.1
Κωφώθητε οὖν, ὅταν ὑμῖν χωρὶς Ἰησοῦ Χριστοῦ λαλῇ τις, τοῦ ἐκ γένους Δαυείδ, τοῦ ἐκ Μαρίας, ὃς ἀληθῶς ἐγεννήθη, ἔφαγέν τε καὶ ἔπιεν, ἀληθῶς ἐδιώχθη ἐπὶ Ποντίου Πιλάτον, ἀληθῶς ἐσταυρώθη καὶ ἀπέθανεν, βλεπόντων τῶν ἐπουρανίων καὶ ἐπιγείων καὶ ὑποχθονίων
Be deaf, then, when anyone speaks to you apart from Jesus Christ, who was of the race of David, of Mary, who truly was born, both ate and drank, was truly persecuted under Pontius Pilate, was truly crucified and died, while those in heaven and on earth and under the earth looked on;
所以人若離了耶穌基督向你們講論,你們就當作聾子。這耶穌基督是出於大衛一族、出於馬利亞,是真實降生的,也真實吃喝過,在本丟彼拉多手下真實受了逼迫,真實被釘十字架而死,天上、地上、地底下的都看見了;
1-3:9.2
ὃς καὶ ἀληθῶς ἠγέρθη ἀπὸ νεκρῶν. ἐγείραντος αὐτὸν τοῦ πατρὸς αὐτοῦ, κατὰ τὸ ὁμοίωμα ὃς καὶ ἡμᾶς τοὺς πιστεύοντας αὐτῷ οὕτως ἐγερεῖ πατὴρ αὐτοῦ ἐν Χριστῷ Ἰησοῦ, οὗ χωρὶς τὸ ἀληθινὸν ζῆν οὐκ ἔχομεν
who also was truly raised from the dead, his Father having raised him; in whose likeness his Father will also so raise us who believe in him, in Christ Jesus, apart from whom we do not have true life.
祂也真實從死裡復活了,是祂的父叫祂復活的;照樣,祂的父也要在基督耶穌裡,照這樣式叫我們這信祂的人復活;離了祂,我們就沒有真生命。
1-3:10.1
Εἰ δέ, ὥσπερ τινὲς ἄθεοι ὄντες, τουτέστιν ἄπιστοι, λέγουσιν, τὸ δοκεῖν πεπονθέναι αὐτόν, αὐτοὶ ὄντες τὸ δοκεῖν, ἐγὼ τί δέδεμαι, τί δὲ καὶ εὔχομαι θηριομαχῆσαι; δωρεὰν οὖν ἀποθνήσκω. ἄρα οὖν καταψεύδομαι τοῦ κυρίου
But if, as some who are godless— that is, unbelievers— say, he suffered only in appearance (they themselves being only in appearance), why am I bound, and why also do I pray to fight wild beasts? Then I die in vain; in that case I bear false witness against the Lord.
但若像有些不敬虔的人——就是不信的人——所說的,祂只是看似受苦(他們自己才是徒有其表),那麼我為甚麼被捆鎖?又為甚麼祈求與野獸搏鬥呢?這樣,我就是白白地死了,竟成了向主作假見證的人。
1-3:11.1
Φεύγετε οὖν τὰς κακὰς παραφυάδας τὰς γεννώσας καρπὸν θανατηφόρον, οὗ ἐὰν γεύσηταί τις, παῤ αὐτὰ ἀποθνήσκει. οὗτοι γὰρ οὔκ εἰσιν φυτεία πατρός,, εἰ γὰρ ἦσαν, ἐφαίνοντο ἂν κλάδοι τοῦ σταυροῦ, καὶ ἦν ἂν καρπὸς αὐτῶν ἄφθαρτος: δἰ οὗ ἐν τῷ πάθει αὐτοῦ προσκαλεῖταν ὑμᾶς ὄντας μέλη αὐτοῦ. οὐ δύναται οὖν κεφαλὴ χωρὶς γεννηθῆναι ἄνευ μελῶν, τοῦ θεοῦ ἕνωσιν ἐπαγγελλομένου, ἐστιν αὐτός
Flee, then, the evil offshoots that bear deadly fruit, of which if anyone tastes, he immediately dies. For these are not the planting of the Father; for if they were, they would appear as branches of the cross, and their fruit would be incorruptible— through which, in his passion, he calls you who are his members. The head, then, cannot be born apart from the members, since God promises union, which is himself.
所以你們要逃避那些結致命果子的惡枝子,人若嘗了,就立刻死亡。因為這些不是父所栽種的;若是,它們就會顯為十字架的枝子,它們的果子也必不朽壞——主藉著祂的受苦,呼召你們這作祂肢體的人。所以頭不能離了肢體而生出,因為神所應許的乃是合一,這合一就是祂自己。
1-3:12.1
Ἀσπάζομαι ὑμᾶς ἀπὸ Σμύρνης ἅμα ταῖς συμπαρούσαις μοι ἐκκλησίαις τοῦ θεοῦ, οἲ κατὰ πάντα με ἀνέπαυσαν σαρκί τε καὶ πνεύματι
I greet you from Smyrna, together with the churches of God present with me, who have refreshed me in every way, in flesh and in spirit.
我從士每拿問你們安,連同那些與我同在的神的眾教會;他們在肉身和靈裡,凡事使我得安息。
1-3:12.2
παρακαλεῖ ὑμᾶς τὰ δεσμά μου, ἕνεκεν Ἰησοῦ Χριστοῦ περιφέρω, αἰτούμενος θεοῦ ἐπιτυχεῖν: διαμένετε ἐν τῇ ὁμονοίᾳ ὑμῶν καὶ τῇ μετ̓ ἀλλήλων προσευχῇ. πρέπει γὰρ ὑμῖν τοῖς καθ̓ ἕνα, ἐξαιρέτως καὶ τοῖς πρεσβυτέροις, ἀναψύχειν τὸν ἐπίσκοπον εἰς τιμὴν πατρός, Ἰησοῦ Χριστοῦ καὶ τῶν ἀποστόλων
My bonds exhort you, which I carry about for the sake of Jesus Christ, asking to attain to God: remain in your concord and in mutual prayer. For it is fitting for you, each one, and especially the presbyters, to refresh the bishop, to the honour of the Father, of Jesus Christ, and of the apostles.
我為耶穌基督所帶著的捆鎖在勸你們,我求得以歸向神:你們要常存你們的同心,並彼此的禱告。因為你們各人,尤其是長老們,理當使監督得舒暢,好尊榮父、耶穌基督和眾使徒。
1-3:12.3
εὔχομαι ὑμᾶς ἐν ἀγάπῃ ἀκοῦσαί μου, ἵνα μὴ εἶς μαρτύριον ἐν ὑμῖν γράψας. καὶ περὶ ἐμοῦ δὲ προσεύχεσθε, τῆς ἀφ̓ ὑμῶν ἀγάπης χρῄζοντος ἐν τῷ ἐλέει τοῦ θεοῦ, εἰς τὸ καταξιωθῆναί με τοῦ κλήρου, οὖ περίκειμαι ἐπιτυχεῖν, ἵνα μὴ ἀδόκιμος εὑρεθῶ
I pray that you listen to me in love, that I may not be a testimony against you by having written. And pray for me too, who need your love in the mercy of God, that I may be counted worthy of the lot which I am set to attain, lest I be found rejected.
我祈求你們在愛中聽我的話,免得我所寫的反成了控告你們的見證。也求你們為我禱告,我在神的憐憫中需要你們的愛,好叫我配得那擺在我面前、我所要得著的分,免得我被棄絕。
1-3:13.1
Ἀσπάζεται ὑμᾶς ἀγάπη Σμυρναίων καὶ Ἐφεσίων. μνημονεύετε ἐν ταῖς προσευχαῖς ὑμῶν τῆς ἐν Συρίᾳ ἐκκλησίας, ὅθεν καὶ οὐκ ἄξιός εἰμι λέγεσθαι, ὢν ἔσχατος ἐκείνων
The love of the Smyrnaeans and the Ephesians greets you. Remember in your prayers the church in Syria, of which I am not worthy to be called a member, being the least of them.
士每拿人和以弗所人的愛問你們安。求你們在禱告中記念敘利亞的教會,我本不配稱為它的一員,因我是其中最小的。
1-3:13.2
ἔρρωσθε ἐν Ἰησοῦ Χριστῷ, ὑποτασσόμενοι τῷ ἐπισκόπῳ ὡς τῇ ἐντολῇ, ὁμοίως καὶ τῷ πρεσβυτερίῳ. καὶ οἱ κατ̓ ἄνδρα ἀλλήλους ἀγαπᾶτε ἐν ἀμερίστῳ καρδίᾳ
Farewell in Jesus Christ, being subject to the bishop as to the commandment, and likewise to the presbytery. And love one another, each one, with an undivided heart.
願你們在耶穌基督裡平安,要順服監督如同順服誡命,也照樣順服長老團。你們各人也要以不分的心彼此相愛。
1-3:13.3
ἁγνίζεται ὑμῶν τὸ ἐμὸν πνεῦμα οὐ μόνον νῦν, ἀλλὰ καὶ ὅταν θεοῦ ἐπιτύχω. ἔτι γὰρ ὑπὸ κίνδυνόν εἰμι: ἀλλὰ πιστὸς πατὴρ ἐν Ἰησοῦ Χριστῷ πληρῶσαί μου τὴν αἴτησιν καὶ ὑμῶν, ἐν εὑρεθείητε ἄμωμοι
My spirit sanctifies you, not only now, but also when I attain to God. For I am still in danger; but the Father is faithful in Jesus Christ to fulfil my request and yours, in which may you be found blameless.
我的靈使你們得潔淨(甘願為你們捨己),不單現今如此,到我歸向神時也是如此。因為我仍在危險之中;但父在耶穌基督裡是信實的,必成就我和你們的祈求;願你們在這祈求裡被尋見毫無瑕疵。
← ch. 1-2ch. 1-4 →
1-11-21-31-41-51-61-72-132-12-22-32-42-52-62-72-82-92-102-112-12