📜 Verbum
Scripture and the Fathers, read aloud in the original

← All books · Greek Fathers › Epistles of Ignatius

Epistles of Ignatius 1-5

Greek original · 24 verses · some words can be tapped for a gloss

← ch. 1-4ch. 1-6 →
1-5:praef.1
Ἰγνάτιος, καὶ Θεοφόρος, ἐκκλησίᾳ θεοῦ πατρὸς καὶ κυρίου Ἰησοῦ Χριστοῦ τῇ οὔσῃ ἐν Φιλαδελφίᾳ τῆς Ἀσίας, ἠλεημένῃ καὶ ἡδρασμένῃ ἐν ὁμονοίᾳ θεοῦ καὶ ἀγαλλιωμένῃ ἐν τῷ πάθει τοῦ κυρίου ἡμῶν ἀδιακρίτως καὶ ἐν τῇ ἀναστάσει αὐτοῦ πεπληροφορημένῃ ἐν παντὶ ἐλέει, ἣν ἀσπάζομαι ἐν αἵματι Ἰησοῦ Χριστοῦ, ἥτις ἐστὶν χαρὰ αἰώνιος καὶ παράμονος, μάλιστα ἐὰν ἐν ἑνὶ ὦσιν σὺν τῷ ἐπισκόπῳ καὶ τοῖς σὺν αὐτῷ πρεσβυτέροις καὶ διακόνοις ἀποδεδειγμένοις ἐν γνώμῃ Ἰησοῦ Χριστοῦ, οὓς κατὰ τὸ ἴδιον θέλημα ἐστήριξεν ἐν βεβαιωσύνῃ τῷ ἁγίῳ αὐτοῦ πνεύματι
Ignatius, also called Theophorus, to the church of God the Father and of the Lord Jesus Christ which is at Philadelphia in Asia, which has obtained mercy and is established in the concord of God and rejoices unwaveringly in the passion of our Lord, and is fully assured in his resurrection in all mercy; which I greet in the blood of Jesus Christ, which is eternal and abiding joy— especially if they are at one with the bishop and the presbyters and deacons with him, appointed by the mind of Jesus Christ, whom by his own will he established in steadfastness by his Holy Spirit.
伊格那丟,又名神舍者,致那在亞細亞非拉鐵非、屬於父神和主耶穌基督的教會。這教會蒙了憐憫,在神的同心裡得堅立,毫不動搖地因我們主的受苦而歡騰,又在祂的復活中、在一切憐憫裡得了完全的確據;我在耶穌基督的血裡問候它,這血就是永遠長存的喜樂——尤其當他們與監督,並那些與他同在、按耶穌基督的心意所立的長老和執事合而為一的時候;這些人是主憑自己的旨意、藉祂的聖靈所堅立的。
1-5:1.1
Ὃν ἐπίσκοπον ἔγνων οὐκ ἀφ̓ ἑαυτοῦ οὐδὲ δἰ ἀνθρώπων κεκτῆσθαι τὴν διακονίαν τὴν εἰς τὸ κοινὸν ἀνήκουσαν οὐδὲ κατὰ κενοδοξίαν, ἀλλ̓ ἐν ἀγάπῃ θεοῦ πατρὸς καὶ κυρίου Ἰησοῦ Χριστοῦ: οὗ καταπέπληγμαι τὴν ἐπιείκειαν, ὃς σιγῶν πλείονα δύναται τῶν μάταια λαλούντων
This bishop I have learned obtained the ministry that pertains to the common good not of himself nor through men nor in vainglory, but in the love of God the Father and the Lord Jesus Christ; whose forbearance astonishes me, who by his silence is able to do more than those who speak vain things.
我得知這位監督所得的、那關乎眾人益處的職事,並非出於自己,也不是藉著人,更不是出於虛榮,乃是在父神和主耶穌基督的愛裡得的;他的寬容令我驚奇,他憑沉默所能成就的,勝過那些講虛妄話的人。
1-5:1.2
συνευρύθμισται γαρ ταῖς ἐντολαῖς ὡς χορδαῖς κιθάρα. διὸ μακαρίζει μου ψυχὴ τὴν εἰς θεὸν αὐτοῦ γνώμην, ἐπιγνοὺς ἐνάρετον καὶ τέλειον οὖσαν, τὸ ἀκίνητον αὐτοῦ καὶ τὸ ἀόργητον αὐτοῦ ἐν πάσῃ ἐπιεικείᾳ θεοῦ ζῶντος
For he is attuned to the commandments as a lyre to its strings. Therefore my soul calls blessed his mind toward God, recognizing it to be virtuous and perfect— his steadfastness and his freedom from anger in all the forbearance of the living God.
因為他與誡命相配,如同豎琴與琴弦相和。所以我的心稱他向神的心意為有福,認出它是有德而完全的——就是他的堅定不移,和他在永生神的一切寬容中不發怒的性情。
1-5:2.1
Τέκνα οὖν φωτὸς ἀληθείας, φεύγετε τὸν μερισμὸν καὶ τὰς κακοδιδασκαλίας: ὅπου δὲ ποιμήν ἐστιν, ἐκεῖ ὡς πρόβατα ἀκολουθεῖτε
Children, then, of the light of truth, flee division and evil teachings; but where the shepherd is, there follow as sheep.
所以你們這些真理之光的兒女啊,要逃避分裂和惡毒的教訓;牧人在哪裡,你們就要像羊一樣跟到那裡。
1-5:2.2
πολλοὶ γὰρ λύκοι ἀξιόπιστοι ἡδονῇ κακῇ αἰχμαλωτίζουσιν τοὺς θεοδρόμους: ἀλλ̓ ἐν τῇ ἑνότητι ὑμῶν οὐχ ἕξουσιν τόπον
For many seemingly trustworthy wolves take captive by evil pleasure the runners toward God; but in your unity they will have no place.
因為有許多看似可信的豺狼,用惡毒的快樂擄掠那些向神奔跑的人;但在你們的合一裡,他們必無立足之地。
1-5:3.1
Ἀπέχεσθε τῶν κακῶν βοτανῶν, ἅστινας οὐ γεωργεῖ Ἰησοῦς Χριστός, διὰ τὸ μὴ εἶναι αὐτοὺς φυτείαν πατρός: οὐχ ὅτι παῤ ὑμῖν μερισμὸν εὗρον, ἀλλ̓ ὰποδιῡλισμόν
Abstain from the evil herbs which Jesus Christ does not cultivate, because they are not the planting of the Father— not that I found division among you, but a filtering out.
你們要遠避那些耶穌基督所不栽種的惡草,因為它們不是父所栽種的——這不是說我在你們中間發現了分裂,乃是發現了一種濾淨分別。
1-5:3.2
ὅσοι γὰρ θεοῦ εἰσιν καὶ Ἰησοῦ Χριστοῦ, οὗτοι μετὰ τοῦ ἐπισκόπου εἰσίν. καὶ ὅσοι ἂν μετανοήσαντες ἔλθωσιν ἐπὶ τὴν ἑνότητα τῆς ἐκκλησίας, καὶ οὗτοι θεοῦ ἔσονται, ἵνα ὦσιν κατὰ Ἰησοῦν Χριστὸν ζῶντες
For as many as are of God and of Jesus Christ, these are with the bishop; and as many as repent and come to the unity of the church, these too shall be God's, that they may live according to Jesus Christ.
因為凡屬神、屬耶穌基督的人,都是與監督同在的;凡悔改歸向教會合一的人,也都要成為神的人,好叫他們照耶穌基督而活。
1-5:3.3
μὴ πλανᾶσθε, ἀδελφοί μου: εἴ τις σχίζοντι ἀκολουθεῖ. βασιλείαν θεοῦ οὐ κληρονομεῖ: εἴ τις ἐν ἀλλοτρίᾳ γνώμῃ περιπατεῖ, οὗτος τῷ πάθει οὐ συγκατατίθεται
Do not be deceived, my brothers: if anyone follows one who makes a schism, he does not inherit the kingdom of God; if anyone walks in a strange opinion, this one does not agree with the passion.
我的弟兄們,不要受迷惑:人若跟從製造分裂的,就不能承受神的國;人若隨從異端的見解而行,這人就與基督的受苦不相符。
1-5:4.1
Σπουδάσατε οὖν μιᾷ εὐχαριστίᾳ χρῆσθαι: μία γὰρ σὰρξ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ ἓν ποτήριον εἰς ἕνωσιν τοῦ αἵματος αὐτοῦ, ἓν θυσιαστήριον, ὡς εἷς ἐπίσκοπος ἅμα τῷ πρεσβυτερίῳ καὶ διακόνοις τοῖς συνδούλοις μου: ἵνα, ἐὰν πράσσητε, κατὰ θεὸν πράσσητε
Be eager, then, to use one eucharist; for there is one flesh of our Lord Jesus Christ and one cup unto union in his blood, one altar, as there is one bishop together with the presbytery and the deacons my fellow-servants; so that whatever you do, you may do according to God.
所以你們要竭力同用一個聖餐;因為只有一個我們主耶穌基督的肉身,只有一個杯,使我們在祂的血裡合一,只有一座祭壇,正如只有一位監督,連同長老團和我同作僕人的執事們;好叫你們無論做甚麼,都按神而行。
1-5:5.1
Ἀδελφοί μου, λίαν ἐκκέχυμαι ἀγαπῶν ὑμᾶς καὶ ὑπεραγαλλόμενος ἀσφαλίζομαι ὑμᾶς: οὐκ ἐγὼ δέ, ἀλλ̓ Ἰησοῦς Χριστός, ἐν δεδεμένος φοβοῦμαι μᾶλλον, ὡς ἔτι ὢν ἀναπάρτιστος: ἀλλ̓ προσευχὴ ὑμῶν εἰς θεόν με ἀπαρτίσει, ἵνα ἐν κλήρῳ ἠλεήθην ἐπιτύχω, προσφυγὼν τῷ εὐαγγελίῳ ὡς σαρκὶ Ἰησοῦ, καὶ τοῖς ἀποστόλοις ὡς πρεσβυτερίῳ ἐκκλησίας
My brothers, I am utterly poured out in loving you, and exceedingly rejoicing I make you secure— yet not I, but Jesus Christ, in whom, being bound, I fear the more, as one still imperfect; but your prayer to God will perfect me, that I may attain to the lot in which I obtained mercy, fleeing for refuge to the gospel as to the flesh of Jesus, and to the apostles as to the presbytery of the church.
我的弟兄們,我為愛你們而全然傾倒,並滿心歡騰地使你們得穩固——其實不是我,乃是耶穌基督;我在祂裡面被捆鎖,反倒更加懼怕,因我還未得完全;但你們向神的禱告必使我得以完全,好叫我得著那蒙憐憫所要得的分。我逃往福音尋求庇護,如同投奔耶穌的肉身,又投奔眾使徒,如同投奔教會的長老團。
1-5:5.2
καὶ τοὺς προφήτας δὲ ἀγαπῶμεν, διὰ τὸ καὶ αὐτοὺς εἰς τὸ εὐαγγέλιον κατηγγελκέναι καὶ εἰς αὐτὸν ἐλπίζειν καὶ αὐτὸν ἀναμένειν, ἐνᾦ καὶ πιστεύσαντες ἐσώθησαν, ἐν ἑνότητι Ἰησοῦ Χριστοῦ ὄντες, ἀξιαγαπητοι καὶ ἀξιοθαύμαστοι ἅγιοι, ὑπὸ Ἰησοῦ Χριστοῦ μεμαρτυρημένοι καὶ συνηριθμημένοι ἐν τῷ εὐαγγελίῳ τῆς κοινῆς ἐλπίδος
And let us also love the prophets, because they too proclaimed the gospel and hoped in him and awaited him; in whom also believing they were saved, being in the unity of Jesus Christ— saints worthy of love and worthy of wonder, witnessed to by Jesus Christ and numbered together in the gospel of our common hope.
我們也當愛那些先知,因為他們也宣揚了福音,仰望祂、等候祂;他們信祂也就得救了,是在耶穌基督的合一裡,是配得愛慕、配得讚嘆的聖徒,蒙耶穌基督作見證,並一同被數在我們共同盼望的福音裡。
1-5:6.1
Ἐὰν δέ τις ἰουδαϊσμὸν ἑρμηνεύῃ ὑμῖν, μὴ ἀκούετε αὐτοῦ. ἄμεινον γάρ ἐστιν παρὰ ἀνδρὸς περιτομὴν ἔχοντος χριστιανισμὸν ἀκούειν, παρὰ ἀκροβύστου ἰουδαῖσμόν. ἐὰν δὲ ἀμφότεροι περὶ Ἰησοῦ Χριστοῦ μὴ λαλῶσιν, οὗτοι ἐμοὶ στῆλαί εἰσιν καὶ τάφοι νεκρῶν, ἐφ̓ οἷς γέγραπται μόνον ὀνόματα ἀνθρώπων
But if anyone interprets Judaism to you, do not listen to him. For it is better to hear Christianity from a man who has circumcision than Judaism from one uncircumcised. But if neither of them speaks of Jesus Christ, these are to me tombstones and graves of the dead, on which are written only the names of men.
但若有人向你們講解猶太教,你們不要聽他。因為從一個受割禮的人聽見基督教,勝過從未受割禮的人聽見猶太教。但他們兩者若都不講論耶穌基督,這些人在我看來就是墓碑和死人的墳墓,上面只寫著人的名字。
1-5:6.2
φεύγετε οὖν τὰς κακοτεχνίας καὶ ἐνέδρας τοῦ ἄρχοντος τοῦ αἰῶνος τούτου, μήποτε θλιβέντες τῇ γνώμῃ αὐτοῦ ἐξασθενήσετε ἐν τῇ ἀγάπῃ: ἀλλὰ πάντες ἐπὶ τὸ αὐτὸ γίνεσθε ἐν ἀμερίστῳ καρδίᾳ
Flee, then, the wicked devices and snares of the ruler of this age, lest being oppressed by his thinking you grow weak in love; but all of you come together in an undivided heart.
所以你們要逃避這世代之君的詭計與圈套,免得你們被他的思想所壓制,在愛中變得軟弱;倒要你們眾人以不分的心一同聚集。
1-5:6.3
εὐχαριστῶ δὲ τῷ θεῷ μου, ὅτι εὐσυνείδητός εἰμι ἐν ὑμῖν καὶ οὐκ ἔχει τις καυχήσασθαι οὔτε λάθρα οὔτε φανερῶς, ὅτι ἐβάρησά τινα ἐν μικρῷ ἐν μεγάλῳ. καὶ πᾶσι δέ, ἐν οἷς ἐλάλησα, εὔχομαι, ἵνα μὴ εἰς μαρτύριον αὐτὸ κτήσωνται
I thank my God that I have a good conscience among you, and no one can boast either secretly or openly that I burdened anyone in small or great. And for all among whom I spoke, I pray that they may not acquire it as a testimony against themselves.
我感謝我的神,因我在你們中間有無虧的良心,沒有人能或暗或明地誇口說我在大小事上加重了誰的擔子。對於我向之說話的眾人,我祈願他們不致使這話成為控告自己的見證。
1-5:7.1
Εἰ γὰρ καὶ κατὰ σάρκα μέ τινες ἠθέλησαν πλανῆσαι, ἀλλὰ τὸ πνεῦμα οὐ πλανᾶται ἀπὸ θεοῦ ὄν. οἶδεν γάρ, πόθεν ἔρχεται καὶ ποῦ ὑπάγει, καὶ τὰ κρυπτὰ ἐλέγχει. ἐκραύγασα μεταξὺ ὤν, ἐλάλουν μεγάλῃ φωνῇ, θεοῦ φωνῇ: Τῷ ἐπισκοπῳ προσέχετε καὶ τῷ πρεσβυτερίῳ καὶ διακόνοις
For even though some wished to deceive me according to the flesh, the Spirit is not deceived, being from God. For it knows whence it comes and where it goes, and it exposes the hidden things. I cried out while among you, I spoke with a loud voice, with God's voice: 'Give heed to the bishop and to the presbytery and to the deacons.'
因為縱然有些人想要按肉體欺哄我,那出於神的靈卻不受欺哄。因為祂知道從哪裡來、往哪裡去,並揭發隱密的事。我在你們中間時曾呼喊,用大聲、用神的聲音說:『你們要聽從監督、長老團和執事。』
1-5:7.2
οἱ δὲ ὑποπτεύσαντές με ὡς προειδότα τὸν μερισμόν τινων λέγειν ταῦτα: μάρτυς δέ μοι, ἐν δέδεμαι, ὅτι ἀπὸ σαρκὸς ἀνθρωπίνης οὐκ ἔγνων. τὸ δὲ πνεῦμα ἐκήρυσσεν λέγον τάδε: Χωρὶς τοῦ ἐπισκόπου μηδὲν ποιεῖτε, τὴν σάρκα ὑμῶν ὡς ναὸν θεοῦ τηρεῖτε, τὴν ἕνωσιν ἀγαπᾶτε, τοὺς μερισμοὺς φεύγετε, μιμηταὶ γίνεσθε Ἰησοῦ Χριστοῦ, ὡς καὶ αὐτὸς τοῦ πατρὸς αὐτοῦ
But some suspected that I said these things because I knew beforehand of the division of certain persons. He in whom I am bound is my witness that I did not learn it from human flesh; but the Spirit was preaching, saying these things: 'Do nothing apart from the bishop, keep your flesh as a temple of God, love unity, flee divisions, become imitators of Jesus Christ, as he also was of his Father.'
但有些人疑心我說這些話,是因我預先知道某些人的分裂。我以那捆鎖我的主為證,我並非從屬人的肉體得知此事;乃是那靈在宣講,說這些話:『不可撇開監督行任何事,要保守你們的肉身作神的殿,要愛合一,要逃避分裂,要效法耶穌基督,正如祂效法祂的父。』
1-5:8.1
Ἐγὼ μὲν οὖν τὸ ἴδιον ἐποίουν ὡς ἄνθρωπος εἰς ἕνωσιν κατηρτισμένος. οὗ δὲ μερισμός ἐστιν καὶ ὀργή. θεὸς οὐ κατοικεῖ. πᾶσιν οὖν μετανοοῦσιν ἀφίει κύριος, ἐὰν μετανοήσωσιν εἰς ἑνότητα θεοῦ καὶ συνέδριον τοῦ ἐπισκόπου. πιστεύω τῇ χάριτι Ἰησοῦ Χριστοῦ, ὃς λύσει ἀφ̓ ὑμῶν πάντα δεσμόν
I therefore did my own part as a man set toward unity. But where there is division and anger, God does not dwell. To all who repent the Lord forgives, if they repent unto the unity of God and the council of the bishop. I trust in the grace of Jesus Christ, who will loose from you every bond.
所以我盡了我的本分,像一個趨向合一的人。但凡有分裂和忿怒的地方,神就不住在那裡。主赦免一切悔改的人,只要他們悔改歸向神的合一和監督的議會。我信靠耶穌基督的恩典,祂必解去你們一切的捆綁。
1-5:8.2
παρακαλῶ δὲ ὑμᾶς μηδὲν κατ̓ ἐριθείαν πράσσειν, ἀλλὰ κατὰ χριστομαθίαν. ἐπεὶ ἤκουσά τινων λεγόντων, ὅτι ἐὰν μὴ ἐν τοῖς ἀρχείοις εὕρω ἐν τῷ εὐαγγελίῳ οὐ πιστεύω: καὶ λέγοντός μου αὐτοῖς ὅτι γέγραπται, ἀπεκρίθησάν μοι ὅτι πρόκειται. ἐμοὶ δὲ ἀρχεῖά ἐστιν Ἰησοῦς Χριστός, τὰ ἄθικτα ἀρχεῖα σταυρὸς αὐτοῦ καὶ θάνατος καὶ ἀνάστασις αὐτοῦ καὶ πίστις δἰ αὐτοῦ, ἐν οἶς θέλω ἐν τῇ προσευχῇ ὑμῶν δικαιωθῆναι
And I exhort you to do nothing in a spirit of faction, but according to the teaching of Christ. For I heard some saying, 'Unless I find it in the archives, I do not believe it in the gospel'; and when I said to them, 'It is written,' they answered me, 'That is the question.' But to me the archives are Jesus Christ; the inviolable archives are his cross and death and his resurrection and the faith that is through him— in which I wish to be justified through your prayer.
我勸你們不可憑黨派之心行事,乃要照基督的教訓。因為我聽見有些人說:『我若不在那古卷(舊約典籍)中找著,就不信福音。』我對他們說:『經上記著。』他們卻回答我:『這正是要爭論的。』但在我,那古卷就是耶穌基督;那不可侵犯的古卷,就是祂的十字架、祂的死、祂的復活,和那藉著祂而有的信;我願藉著你們的禱告,在這些事上被稱義。
1-5:9.1
Καλοὶ καὶ οἱ ἱερεῖς, κρεῖσσον δὲ ἀρχιερεὺς πεπιστευμένος τὰ ἅγια τῶν ἁγίων, ὃς μόνος πεπίστευται τὰ κρυπτὰ τοῦ θεοῦ: αὐτὸς ὢν θύρα τοῦ πατρός, δἰ ἧς εἰσέρχονται Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ καὶ οἱ προφῆται καὶ ἀπόστολοι καὶ ἐκκλησία. πάντα ταῦτα εἰς ἑνότητα θεοῦ
Good also are the priests, but better is the High Priest, who has been entrusted with the Holy of Holies, who alone has been entrusted with the hidden things of God— he being the door of the Father, through which enter Abraham and Isaac and Jacob, and the prophets, and the apostles, and the church. All these things lead to the unity of God.
祭司們固然是好的,但更美的是那位大祭司,就是受託管理至聖所、惟獨受託管理神隱密之事的那位——祂是父的門,亞伯拉罕、以撒、雅各、眾先知、眾使徒和教會都從這門進入。這一切都歸向神的合一。
1-5:9.2
ἐξαίρετον δέ τι ἔχει τὸ εὐαγγέλιον, τὴν παρουσίαν τοῦ σωτῆρος, κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, τὸ πάθος αὐτοῦ, καὶ τὴν ἀνάστασιν. οἱ γὰρ ἀγαπητοὶ προφῆται κατήγγειλαν εἰς αὐτόν: τὸ δὲ εὐαγγέλιον ἀπάρτισμά ἐστιν ἀφθαρσίας. πάντα ὁμοῦ καλά ἐστιν, ἐὰν ἐν ἀγάπῃ πιστεύητε
But the gospel has something distinctive: the coming of the Saviour, our Lord Jesus Christ, his passion and his resurrection. For the beloved prophets proclaimed concerning him, but the gospel is the consummation of incorruption. All things together are good, if you believe in love.
但福音有一樣特出的,就是救主、我們的主耶穌基督的降臨,祂的受苦和祂的復活。因為那些蒙愛的先知預言了關於祂的事,但福音乃是不朽的成全。這一切合起來都是好的,只要你們在愛中相信。
1-5:10.1
Ἐπειδὴ κατὰ τὴν προσευχὴν ὑμῶν καὶ κατὰ τὰ σπλάγχνα, ἔχετε ἐν Χριστῷ Ἰησοῦ, ἀπηγγέλη μοι εἰρηνεύειν τὴν ἐκκλησίαν τὴν ἐν Ἀντιοχείᾳ τῆς Συρίας, πρέπον ἐστὶν ὑμῖν ὡς ἐκκλησίᾳ θεοῦ, χειροτονῆσαι διάκονον εἰς τὸ πρεσβεῦσαι ἐκεῖ θεοῦ πρεσβείαν, εἰς τὸ συγχαρῆναι αὐτοῖς ἐπὶ τὸ αὐτὸ γενομένοις καὶ δοξάσαι τὸ ὄνομα
Since, according to your prayer and according to the tender mercies you have in Christ Jesus, it has been reported to me that the church in Antioch of Syria is at peace, it is fitting for you, as a church of God, to ordain a deacon to go there on an embassy of God, to rejoice with them when they have come together in the same place, and to glorify the Name.
既然照著你們的禱告,並你們在基督耶穌裡所存的憐憫,有人報告我說敘利亞安提阿的教會已得平安,你們身為神的教會,理當按立一位執事,往那裡去作神的使者,好在他們聚集一處時與他們同樂,並榮耀那名。
1-5:10.2
μακάριος ἐν Ἰησοῦ Χριστῷ, ὃς καταξιωθήσεται τῆς τοιαύτης διακονίας, καὶ ὑμεῖς δοξασθήσεσθε. θέλουσιν δὲ ὑμῖν οὐκ ἔστιν ἀδύνατον ὑπὲρ ὀνόματος θεοῦ, ὡς καὶ αἱ ἔγγιστα ἐκκλησίαι ἔπεμψαν ἐπισκόπους, αἱ δὲ πρεσβυτέρους καὶ διακόνους
Blessed in Jesus Christ is the one who shall be counted worthy of such a ministry, and you shall be glorified. For if you are willing, it is not impossible for you, for the sake of God's name; just as the nearest churches sent bishops, and others presbyters and deacons.
那將蒙看為配得這職事的人,在耶穌基督裡是有福的,你們也必得榮耀。因為你們若願意,為神名的緣故,這在你們並非難事;正如那些最近的教會差派了監督,別的教會也差派了長老和執事。
1-5:11.1
Περὶ δὲ Φίλωνος τοῦ διακόνου ἀπὸ Κιλικίας, ἀνδρὸς μεμαρτυρημένου, ὃς καὶ νῦν ἐν λόγῳ θεοῦ ὑπηρετεῖ μοι ἅμα Ῥέῳ Ἀγαθόποδι, ἀνδρὶ ἐκλεκτῷ, ὃς ἀπὸ Συρίας μοι ἀκολουθεῖ ἀποταξάμενος τῷ βίῳ, οἳ καὶ μαρτυροῦσιν ὑμῖν, κἀγὼ τῷ θεῷ εὐχαριστῶ ὑπὲρ ὑμῶν, ὅτι ἐδέξασθε αὐτούς, ὡς καὶ ὑμᾶς κύριος: οἱ δὲ ἀτιμάσαντες αὐτοὺς λυτρωθείησαν ἐν τῇ χάριτι τοῦ Ἰησοῦ Χριστοῦ
Concerning Philo the deacon from Cilicia, a man of good repute, who even now serves me in the word of God together with Rheus Agathopus, an elect man, who follows me from Syria, having renounced this life— these also bear witness to you; and I give thanks to God for you, because you received them, as the Lord also received you. But as for those who dishonoured them, may they be redeemed in the grace of Jesus Christ.
論到從基利家來的執事腓羅,他是有好名聲的人,如今還在神的道上服事我,與雷烏‧亞迦多布一同;亞迦多布是蒙揀選的人,他撇下今生,從敘利亞跟隨我;他們也為你們作見證;我為你們感謝神,因你們接待了他們,正如主也接待了你們。至於那些羞辱他們的人,願他們在耶穌基督的恩典裡得蒙救贖。
1-5:11.2
ἀσπάζεται ὑμᾶς ἀγάπη τῶν ἀδελφῶν τῶν ἐν Τρωάδι: ὅθεν καὶ γράφω ὑμῖν διὰ Βούρρου πεμφθέντος ἄμα ἐμοὶ ἀπὸ Ἐφεσίων καὶ Σμυρναίων εἰς λόγον τιμῆς. τιμήσει αὐτοὺς κύριος Ἰησοῦς Χριστός, εἰς ὃν ἐλπίζουσιν σαρκί, ψυχῇ, πνεύματι, πίστει, ἀγάπῃ, ὁμονοίᾳ, ἔρρωσθε ἐν Χριστῷ Ἰησοῦ, τῇ κοινῇ ἐλπίδι ἡμῶν
The love of the brothers at Troas greets you, from where I also write to you by the hand of Burrhus, sent together with me by the Ephesians and Smyrnaeans as a mark of honour. The Lord Jesus Christ will honour them, in whom they hope in flesh, soul, spirit, faith, love, concord. Farewell in Christ Jesus, our common hope.
在特羅亞弟兄們的愛問你們安;我也從那裡,藉著布魯斯的手寫信給你們;布魯斯是以弗所人和士每拿人為表尊敬而與我一同差來的。主耶穌基督必尊榮他們;他們在肉身、魂、靈、信、愛、同心上都仰望祂。願你們在基督耶穌——我們共同的盼望——裡平安。
← ch. 1-4ch. 1-6 →
1-11-21-31-41-51-61-72-132-12-22-32-42-52-62-72-82-92-102-112-12