📜 Verbum
Scripture and the Fathers, read aloud in the original

← All books · Greek Fathers › Homilies on the Song of Songs

Gregory of Nyssa

Homilies on the Song of Songs 1 part 4/20

Greek original · 127 verses · some words can be tapped for a gloss · long chapter, split into parts; this part covers 1:416–1:542 (2527 verses in all)

← prev partnext part →
1:416
ὅταν δὲ ὑποκορι στικῶς ὁρμίσκον ἀντὶ ὅρμου λέγωμεν, τὴν ἐν ὀλίγῳ τοῦ σχήματος ὁμοιότητα διὰ τῆς τοιαύτης φωνῆς ἐνδεικνύμεθα
And when we say by way of diminutive 'hormiskos' (little chain) instead of 'hormos,' we indicate by such a word the small-scale resemblance of the shape.
當我們用指小詞「hormiskos(小項鍊)」來代替「hormos」時,便藉這樣的字表明其形狀在小處的相似。
1:417
πολλὰ τοίνυν εἰς ἐγκώμια συντελοῦντα τῇ νύμφῃ πρὸς τοὺς ὁρμίσκους ὁμοιότης τοῦ τραχήλου ἐνδείκνυται·
Many things, then, contributing to the bride's commendation are indicated by the likeness of the neck to the little chains;
所以,頸項比作項鍊這一比喻,指明了許多有助於稱讚新婦的事;
1:418
διαλλομένην καὶ ὑπερβαίνουσαν), ἔπειτα δὲ καὶ αὐτὸ τὸ πρωτότυπον τῶν ὅρμων ὄνομα, ὅθεν διὰ τὴν τοῦ σχήματος ὁμοιότητα περιδέραιος κόσμος ὁρμίσκος ὠνόμα σται, μεγάλων τινῶν ἐγκωμίων ὑπερβολὴν περιέχει, ὅταν ὁμοιωθῇ τοῖς ὁρμίσκοις τράχηλος
(leaping and overpassing), and then also the very original name of the harbors, whence, on account of the resemblance of shape, the ornament worn about the neck has been named 'hormiskos,' contains an excess of certain great commendations, when the neck is likened to the little chains.
(跳躍並越過),其次,港灣本身那原初的名稱——即那因形狀相似而使戴在頸項飾物得名為「hormiskos」的名稱——當頸項被比作那些項鍊時,便含有某種偉大稱讚的超越之意。
1:419
τίνα δέ ἐστι τὰ ἐγκώμια τὰ διὰ τούτων ἡμῖν ὑπὸ τοῦ λόγου δηλούμενα; ἡδύ τι καὶ σωτήριόν ἐστι τοῖς καταπλέουσιν λιμὴν καὶ τὸ μετὰ τὴν ἐν θαλάσσῃ κακοπάθειαν ὅρμον τινὰ καταλαβεῖν εὐδιάζοντα, ἐν λήθην ποιησάμενοι τῶν ἐν θαλάσσῃ κακῶν ὅλοι τῆς ἀναπαύσεως γίνονται τοὺς μακροὺς πόνους δι' ἡσυχίας. παραμυθούμενοι
And what are the commendations here disclosed to us by the Word through these things? Sweet and saving to those sailing in is the harbor, and after the hardship at sea to reach some calm haven, in which, having brought forgetfulness of the evils at sea, they become wholly given to rest, solacing their long toils through quietness.
那麼,道藉這些事向我們所揭示的稱讚是什麼呢?對那些駛入的人而言,港灣是甘美而拯救的;在海上的艱苦之後,能抵達某個風平浪靜的避風港,在其中忘卻海上的患難,全然投入安息,藉寧靜撫慰漫長的勞苦。
1:420
οὐκ ἔστιν αὐτοῖς οὐκέτι ναυαγίου φόβος οὔτε τῶν ὑφάλων ὑπόνοια οὔτε πειρατῶν κίνδυνος οὔτε πνευμάτων ταραχὴ οὔτε ἐκ βυθῶν ἀνοιδαίνει διὰ τῶν ἀνέμων θάλασσα, ἀλλὰ πάντων τῶν τοιούτων κινδύνων ἐκτὸς γίνονται οἱ χειμαζόμενοι τοῦ πελάγους ἐν τῷ ὅρμῳ γαληνιάζοντες
No longer is there for them any fear of shipwreck, nor suspicion of hidden reefs, nor peril of pirates, nor disturbance of winds, nor does the sea swell up from the depths through the winds; but those who had been storm-tossed become free of all such perils, enjoying calm in the harbor.
他們再也不必懼怕沉船,不必疑慮暗礁,不必憂心海盜的危險,不必遭遇狂風的攪擾,海也不再因風從深處翻騰湧起;那些曾被風浪顛簸的人,如今脫離了這一切危險,在港灣中享受風平浪靜。
1:421
εἰ τοίνυν οὕτω τις τὴν ἑαυτοῦ ψυχὴν καταστήσειεν, ὡς αὐτήν τε γαλήνην ἔχειν ἐν ἀκύμονι τῇ ἡσυχίᾳ μηδὲν παρακινουμένην ἐκ τῶν πνευμάτων τῆς πονηρίας μήτε δι' ὑπερηφανίας οἰδαίνουσαν μήτε τοῖς τοῦ θυμοῦ κύμασιν ἐξαφρίζουσαν μήτε κατ' ἄλλο τι πάθος κλυδωνιζομένην καὶ περιφερομένην παντὶ ἀνέμῳ τῷ τὰ ποικίλα κύματα τῶν παθημάτων ἐγείροντι, εἰ τοίνυν αὐτή τε οὕτως ἔχοι καὶ τοὺς ἐν τῷ πελάγει τοῦ βίου χειμαζομένους ἐν ταῖς παντοδαπαῖς τῶν κακῶν τρικυμίαις ἐν ἑαυτῇ καταστέλλοι λείαν αὐτοῖς καὶ ἀκύμαντον τὴν δι' ἀρετῆς ζωὴν ὑφαπλώσασα, ὥστε τοὺς ἐν αὐτῇ γεγονότας ἐκτὸς γενέσθαι τῶν ἐκ ναυαγίου κακῶν, καλῶς ὑπὸ τοῦ λόγου τοῖς ὁρμίσκοις ὁμοιοῦται τῆς πληθυντικῆς σημασίας τὴν ἐν ἑκάστῳ εἴδει τῆς ἀρετῆς τελειότητα σημαινούσης·
If, then, one should so order one's own soul that it enjoys calm in an untroubled stillness, in no way disturbed by the winds of wickedness, neither swelling with pride, nor foaming up with the waves of anger, nor tossed by any other passion and carried about by every wind that stirs up the manifold billows of the affections; if, then, the soul is itself in such a state and also, within itself, quiets those who are storm-tossed on the open sea of life amid the many-sided breakers of evils, spreading out beneath them a smooth and waveless life through virtue, so that those who have taken refuge in it come to be beyond the harm of shipwreck—then it is fittingly likened by the text to little chains, since the plural signification indicates the perfection found in each several form of virtue.
所以,倘若有人能如此安置自己的靈魂,使它在無波的寧靜中享有平安,絲毫不受邪惡之風的攪動,既不因驕傲而膨脹,也不因忿怒的波濤而翻湧起泡沫,更不被任何別的情慾所翻攪、被那激起種種情慾之浪的各樣的風吹來吹去;所以,倘若靈魂本身處於這樣的狀態,並且在自身之內平息那些在人生大海上、在各樣惡的巨浪中被暴風所困的人,藉著德行為他們鋪展開一種平滑無波的生命,使那些投奔到它裡面的人得以脫離船難之禍——那麼經文就恰當地把它比作一串串的小鏈子,因為這複數的表達乃是指明在每一種德行形式中所具的完全。
1:422
εἰ γὰρ ἦν ἑνὶ μόνῳ προσεικασμένη ὁρμίσκῳ, ἀτελὴς ἂν πάντως ἔπαινος ἦν ὡς οὐ τὴν αὐτὴν. καὶ ἐπὶ τῶν λοιπῶν ἀρετῶν μαρτυρίαν ἔχων·
For if she had been likened to but a single little chain, the praise would surely have been incomplete, as though she did not bear the same testimony in the remaining virtues as well.
因為她若只被比作一串小鏈子,那讚美就必定不完全,彷彿她在其餘的德行上不具有同樣的見證。
1:423
νῦν δὲ πασῶν συλλαμβάνει τῷ λόγῳ τῶν ἀρετῶν τὴν μαρτυρίαν πρὸς τὸ πλῆθος τῶν ὁρμίσκων ὁμοίωσις
But as it is, the likeness to a multitude of little chains gathers up in a single word the testimony of all the virtues.
但如今,被比作許多串小鏈子,就在一言之中匯集了一切德行的見證。
1:424
καὶ τοῦτο συμβουλή τίς ἐστι παρὰ τοῦ λόγου τῷ κοινῷ τῆς ἐκκλησίας προσαγομένη τὸ μὴ δεῖν ἡμᾶς πρὸς ἕν τι τῶν ἀγαθῶν βλέποντας ἀμελῶς περὶ τὰ λοιπὰ τῶν κατορθωμάτων ἔχειν, ἀλλ' εἴ σοι γέγονεν ὅρμος σωφροσύνη καθάπερ τισὶ μαργαρίταις τῷ καθαρῷ βίῳ λαμπρύνων τὸν τράχηλον, ἔστω σοι καὶ ἕτερος ὅρμος τοὺς τιμίους λίθους τῶν ἐντολῶν ἐν ἑαυτῷ περιείργων < ζῆλος> καὶ δι' ἑαυτοῦ τῆς δέρης πλεονάζων τὸ κάλλος, ἔστω σοι καὶ ἄλλος κόσμος περιαυχένιος εὐσεβής τε καὶ ὑγιαίνουσα πίστις κύκλῳ τὸν τῆς ψυχῆς αὐχένα διαλαμβάνουσα
And this is a certain counsel offered by the Word to the whole body of the Church: that we ought not, while looking to some single one of the good things, to be careless regarding the rest of our right achievements; but if temperance has become for you a necklace, adorning your neck with a pure life as with certain pearls, let there be for you also another necklace—zeal—which encloses within itself the precious stones of the commandments and of itself increases the beauty of the neck; let there be for you yet another neck-ornament, the godly and sound faith that encircles the neck of the soul all around.
這乃是道向普世教會所提出的一種勸勉:我們不當只注目於某一樣善事,卻疏忽其餘的正行;反倒若節制已成了你的項鍊,以純潔的生命如同以珍珠妝飾你的頸項,你也當有另一串項鍊,就是那將誡命的寶石環繞在自身之內、並藉自身增添頸項之美的熱心;你也當有又一件頸飾,就是那敬虔而健全的信,環繞著靈魂的頸項四圍。
1:425
οὗτός ἐστιν κλοιὸς χρύσεος ἐκ τοῦ ἀκηράτου τῆς θεογνω σίας χρυσίου τῷ τραχήλῳ περιλαμπόμενος, περὶ οὗ φησιν Παροιμία ὅτι Στέφανον χαρίτων δέξῃ σῇ κορυφῇ καὶ κλοιὸν χρύσεον περὶ σῷ τραχήλῳ
This is the golden collar that shines about the neck, wrought from the pure gold of the knowledge of God, concerning which the Proverb says: 'You shall receive a crown of graces upon your head, and a golden collar about your neck.'
這就是那金項圈,用那純潔無雜、對神之認識的金子所造,環繞在頸項上發光;箴言論到它說:「你必得恩典的華冠戴在你頭上,得金項圈掛在你頸上。」
1:426
μὲν οὖν διὰ τῶν ὁρμίσκων συμβουλὴ τοιαύτη, καιρὸς δ' ἂν εἴη καὶ τὸν ἐφεξῆς λόγον προσθεῖναι τῇ θεωρίᾳ, ὃν οἱ φίλοι τοῦ νυμφίου πρὸς τὴν παρθένον πεποίηνται
Such, then, is the counsel conveyed through the little chains; but it would be time also to add to our contemplation the passage that follows, which the friends of the Bridegroom have addressed to the maiden.
那麼,藉著小鏈子所傳達的勸勉便是如此;但如今也當把隨後的話加入我們的默想之中,就是新郎的朋友們對那童女所說的。
1:427
Ὁμοιώματα χρυσίου ποιήσομέν σοι μετὰ στιγμάτων τοῦ ἀργυρίου, ἕως οὗ βασιλεὺς ἐν ἀνακλίσει αὐτοῦ
'We will make for you likenesses of gold with markings of silver, until the King is at his reclining.'
「我們要為你製作金的仿樣,帶著銀的斑點,直等到王坐席斜倚的時候。」
1:428
τούτων δὲ τῷ μὲν πρὸς τὸν εἱρμὸν βλέποντι τῆς προαποδοθείσης ἡμῖν θεωρίας δοκεῖ πως διάνοια συνηρ τῆσθαι καὶ τὸ ἀκόλουθον ἔχειν, δὲ λέξις ἐμβαθύνουσα ταῖς τροπικαῖς σημασίαις δυσκατανόητον ποιεῖ τὸ διὰ τῶν αἰνιγμάτων δηλούμενον
Of these words, to one who looks to the connection of the contemplation already set forth by us, the sense seems in some way to be knit together and to have coherence; but the wording, plunging deep into figurative significations, makes what is signified through the riddles hard to comprehend.
在這些話中,對於一個注目於我們先前所陳明之默想的關聯的人,其意義似乎在某種程度上前後貫串、彼此連貫;然而這措辭深入於各樣的比喻含義,卻使藉著這些謎語所指明的事變得難以領會。
1:429
ἐπειδὴ γὰρ τὸ τῆς ψυχῆς κάλλος τῇ ἵππῳ τῇ καθαιρετικῇ τῶν Αἰγυπτίων ἁρμάτων ἀφωμοιώθη (τουτέστι τῇ ἀγγελικῇ στρατιᾷ), τῇ δὲ ἵππῳ ἐκείνῃ φησὶν καλὸς ἐπιβάτης χαλινὸν μὲν εἶναι τὴν καθαρότητα, ἣν διὰ τοῦ ὁμοιῶσαι τὰς σιαγόνας ταῖς τῆς τρυγόνος ἐσήμανε, κόσμον δὲ περιαυχένιον τοὺς ποικίλους ὅρμους τοὺς διὰ τῶν ἀρετῶν περιστίλβοντας, βούλονταί τινα καὶ οἱ φίλοι προσθήκην τῷ κάλλει τῆς ἵππου ποιήσασθαι ἐξ ὁμοιωμάτων χρυσίου κατακοσμοῦντες τὰ φάλαρα, οἷς ἐνστίζουσι καὶ τοῦ ἀργυρίου τὴν καθαρότητα, ὡς ἂν μᾶλλον διαλάμποι τὸ κάλλος τοῦ προκοσμήματος τῆς αὐγῆς τοῦ ἀργυρίου πρὸς τὴν λαμπηδόνα τοῦ χρυσίου συγκιρναμένης
For since the beauty of the soul was likened to the mare that overthrew the chariots of the Egyptians (that is, to the angelic host), and since the noble Rider says of that mare that its bridle is purity—which he indicated by likening its cheeks to those of the turtledove—and that its neck-ornament is the varied necklaces that gleam through the virtues, the friends too wish to make some addition to the beauty of the mare, adorning its trappings out of likenesses of gold, upon which they stipple also the purity of silver, so that the beauty of the ornament may shine forth the more, the radiance of the silver being blended with the brilliance of the gold.
因為既然靈魂的美已被比作那傾覆埃及戰車的牝馬(就是天使的軍隊),又既然那尊貴的騎者論到那牝馬說,它的嚼環乃是純潔——這是祂藉著把牝馬的雙頰比作斑鳩的雙頰而指明的——並說它的頸飾乃是那藉德行閃耀的各樣項鍊,那麼朋友們也願為這牝馬的美增添些什麼,用金的仿樣妝飾它的轡飾,並在其上點綴上銀的純潔,好叫這妝飾的美更加煥發,銀的光輝與金的燦爛交融相和。
1:430
προσεικάσθη μὲν ἐκείνῃ τῇ ἵππῳ διὰ τῶν ἀρετῶν κεκαθαρμένη ψυχή·
The soul purified through the virtues was likened to that mare;
那藉德行得潔淨的靈魂被比作那牝馬;
1:431
ἀλλ' οὔπω τοῦ λόγου γέγονεν ὑποχείριος οὐδὲ ἐβάσταξεν ἐφ' ἑαυτῆς τὸν ἐπὶ σωτηρίᾳ τοῖς τοιούτοις ἐποχούμενον ἵπποις·
but it had not yet become subject to the Word, nor had it borne upon itself the One who rides such horses for salvation;
但它尚未歸服於道,也尚未在自身之上承載那位為了救恩而騎乘這樣馬匹的主;
1:432
χρὴ γὰρ πρῶτον διὰ πάντων κατακοσμηθῆναι τὸν ἵππον, εἶθ' οὕτω τὸν βασιλέα ἔποχον δέξασθαι
for the horse must first be fully adorned in every respect, and then in this way receive the King as its rider.
因為那馬必須先在各方面得著完全的妝飾,然後才如此地接受王為其騎者。
1:433
εἴτε δὲ ἄνωθεν ἑαυτῷ ἐφαρμόζοι τὸν ἵππον κατὰ τὸν προφήτην ἐπιβαίνων ἐφ' ἡμᾶς τοὺς ἵππους καὶ ἐπὶ σωτηρίᾳ ἡμῶν ἐφ' ἡμῶν ἱππαζόμενος, εἴτε καὶ ἐν ἡμῖν γένοιτο ἐνοικῶν τε καὶ ἐμπεριπατῶν καὶ ἐπὶ τὰ βάθη τῆς ψυχῆς ἡμῶν διαδυόμενος, οὐδὲν διαφέρει κατὰ τὴν ἔννοιαν·
And whether the One who, according to the prophet, mounts upon us as horses and rides upon us for our salvation, should from above fit the horse to himself, or whether he should come to be within us as one who indwells and walks about within and penetrates into the depths of our soul, makes no difference as regards the meaning;
無論那位照著先知所說騎在我們這些馬上、為我們的救恩而騎乘我們的主,是從上面把馬安置於自己之下,或是成為那住在我們裡面、在我們裡面行走並深入我們靈魂深處的主,就意義而論並無分別;
1:434
γὰρ ἂν τὸ ἓν ἐξ ἀμφοτέρων γένηται, συγκατωρθώθη καὶ τὸ λειπόμενον·
for in whomever one of the two comes to be, the remaining one has likewise been accomplished together with it;
因為在任何人身上,這兩者之中的一樣一旦成就,其餘的一樣也就隨之一同成全了;
1:435
τε γὰρ ἐφ' ἑαυτοῦ τὸν θεὸν ἔχων καὶ ἐν ἑαυτῷ πάντως ἔχει καὶ ἐν ἑαυτῷ δεξάμενος ὑπέβη τὸν ἐν αὐτῷ γεγονότα
for he who has God upon himself has him also entirely within himself, and he who has received him within has come beneath the One who has come to be within him.
因為那將神背負在自己身上的人,也全然將祂存在自己裡面;而那將祂接納在裡面的人,已然俯伏在那位成為在他裡面的主之下。
1:436
οὐκοῦν μέλλει βασιλεὺς τῷ ἵππῳ τούτῳ ἐπαναπαύεσθαι
Therefore the King is about to take his rest upon this horse.
因此,王將要在這馬上安歇。
1:437
ταὐτὸν δέ ἐστιν ἐπὶ τῆς θείας δυνάμεως, καθὼς εἴρηται, καθέδρα τε καὶ ἀνάκλισις·
But it is the same thing, in the case of the divine power, as has been said—both a sitting and a reclining;
但就神聖的能力而論,正如已經說過的,坐與斜倚乃是同一回事;
1:438
ὁπότερον γὰρ ἂν ἐξ ἀμφοτέρων ἐν ἡμῖν γένηται, τὸ ἴσον. χάρις ἔχει
for whichever of the two comes to be within us, grace holds it as equal.
因為這兩者之中無論哪一樣成於我們裡面,恩典都以之為同等。
1:439
ἐπειδὴ τοίνυν οἱ ἑτοιμασταὶ τοῦ βασιλέως εὔθετον πρὸς ὑποδοχὴν αὐτῷ διὰ τῶν προκοσμημάτων τὸν ἵππον ποιοῦσι, ταὐτὸν δέ ἐστιν ἐπὶ θεοῦ τὸ ἔν τινι καὶ τὸ ἐπί τινος γενέσθαι, καταλιπόντες τὸ κατὰ τὴν τροπικὴν σημασίαν ἀκόλουθον οἱ παρασκευασταὶ καὶ θεράποντες κλίνην τὸν ἵππον ἐποίησαν·
Since, then, the King's preparers make the horse well-fitted for receiving him through the fore-adornments, and since in the case of God to be within someone and to be upon someone are the same, the outfitters and attendants—leaving aside what would follow according to the figurative signification—made the horse into a couch;
所以,既然王的預備者藉著這些前置的妝飾使那馬適於接待祂,又既然就神而論,在某人裡面與在某人上面乃是同一回事,那些整備者與僕役——撇開按比喻含義所當有的推論——就把那馬造成了一張臥榻;
1:440
χρὴ γὰρ ἡμᾶς, φησίν, ὁμοιώματα χρυσίου ποιῆσαι μετὰ στιγμάτων τοῦ ἀργυρίου τὰ τοῦ ἵππου τὴν μορφὴν ὡραΐζοντα, ἵνα γένηται βασιλεὺς οὐκ ἐν καθέδρᾳ, φησίν, ἀλλ' ἐν ἀνακλίσει αὐτοῦ
for we must, he says, make likenesses of gold with markings of silver, beautifying the form of the horse, so that the King may come to be not upon a seat, he says, but at his reclining.
因為他說,我們必須製作金的仿樣、帶著銀的斑點,使那馬的形貌美化,好叫王來到的時候,他說,不是坐在座位上,而是在祂的斜倚之處。
1:441
μὲν οὖν ἀκολουθία τῆς λέξεως, καθὼς λόγος ὑπέδειξεν, τοῦτον ἔχει τὸν τρόπον, ἄξιον δὲ τοῦτο μὴ παραδραμεῖν ἀθεώρητον, τί δή ποτε οὐκ αὐτὸ τὸ χρυσίον εἰς κόσμον παραλαμβάνεται ἀλλὰ τοῦ χρυσίου τὰ ὁμοιώματα καὶ οὐκ αὐτὸς ἄργυρος ἀλλὰ τὰ ἐκ τῆς ὕλης ταύτης τῷ ὁμοιώματι τοῦ χρυσίου ἐγκροτούμενα στίγματα
The sequence of the wording, then, as the discourse has shown, is of this sort; but it is worth not passing this by uncontemplated: why ever is it not gold itself that is taken up for adornment, but likenesses of gold, and not silver itself, but the markings wrought out of this material and stippled upon the likeness of gold?
那麼,正如論述所顯明的,這措辭的次序乃是如此;但值得我們不要不加默想地略過這點:為何拿來作妝飾的竟不是金子本身,而是金的仿樣,也不是銀本身,而是用這材料所造、點綴於金的仿樣之上的斑點?
1:442
τοίνυν περὶ τούτων ὑπενοήσαμεν τοιοῦτόν ἐστι·
What, then, we have surmised concerning these things is of this kind:
那麼,我們對這些事所推想的,乃是這樣:
1:443
πᾶσα περὶ τῆς ἀρρήτου φύσεως διδασκαλία, κἂν ὅτι μάλιστα δοκῇ θεοπρεπῆ τινα καὶ ὑψηλὴν ἐμφαίνειν διάνοιαν, ὁμοιώματα χρυσίου ἐστίν, οὐκ αὐτὸ τὸ χρυσίον·
all teaching concerning the ineffable Nature, even if it seems in the highest degree to display some lofty conception befitting God, is likenesses of gold, not gold itself;
一切論到那不可言喻之本性的教訓,縱使看來極其顯出某種配得神、崇高的意念,也不過是金的仿樣,並非金子本身;
1:444
οὐ γὰρ ἔστι παραστῆσαι δι' ἀκριβείας τὸ ὑπὲρ ἔννοιαν ἀγαθόν
for it is not possible to set forth with exactness the Good that surpasses conception.
因為那超乎意念的至善,是無法精確地陳明的。
1:445
κἂν Παῦλός τιςᾖ ἐν παραδείσῳ μυηθεὶς τὰ ἀπόρρητα, κἂν τῶν ἀλαλήτων ῥημάτων ἐπα. κροάσηται, ἀνέκφραστα μένει περὶ θεοῦ τὰ νοήματα·
Even if one be a Paul, who was initiated in Paradise into things unspeakable, even if he give ear to the unutterable words, the conceptions concerning God remain inexpressible;
縱使有人是保羅,那在樂園中領受了不可言傳之事奧秘的人,縱使他聽見了那說不出來的話語,關乎神的種種意念仍是無法表達的;
1:446
ἄρρητα γάρ φησιν εἶναι τῶν νοημάτων τούτων τὰ ῥήματα
for he says that the words of these conceptions are unutterable.
因為他說,這些意念的言語乃是不可言說的。
1:447
οἱ τοίνυν λογισμούς τινας ἡμῖν ἀγαθοὺς ἐντιθέντες περὶ τῆς τῶν μυστηρίων κατανοήσεως αὐτὸ μὲν εἰπεῖν ὅπως ἔχει φύσεως ἀδυνατοῦσι, λέγουσι δὲ ἀπαύγασμα δόξης, χαρακτῆρα ὑποστάσεως, μορφὴν θεοῦ, λόγον ἐν ἀρχῇ, λόγον θεόν·
Those, then, who instill in us certain good reasonings concerning the understanding of the mysteries are unable to say what it is according to its nature, but they speak of a radiance of glory, an impress of substance, a form of God, a Word in the beginning, a Word who is God;
那麼,那些在我們裡面注入某些關乎明白諸奧祕之善念的人,雖不能說出祂按本性究竟是什麼,卻述說「榮耀的光輝」、「本體的真像」、「神的形像」、「在起初的道」、「是神的道」;
1:448
ἅπερ πάντα ἡμῖν μὲν τοῖς ἀθεάτοις ἐκείνου τοῦ θησαυροῦ χρυσίον δοκεῖ, τοῖς δὲ δυναμένοις ἀναβλέπειν πρὸς τὴν ἀλήθειαν ὁμοιώματά ἐστι χρυσίου καὶ οὐ χρυσὸς ἐν τοῖς λεπτοῖς τοῦ ἀργυρίου διαφαινόμενος στίγμασιν
all of which, to us who have not beheld that treasure, seem to be gold, but to those able to look up toward the truth, are likenesses of gold and not gold, showing through in the fine markings of silver.
這一切,對我們這些未曾見過那寶藏的人,似乎是金子;但對那些能仰望真理的人,卻是金的仿樣而非金子,在銀的細微斑點中透顯出來。
1:449
ἀργύριον δὲ ῥηματικὴ σημασία ἐστί, καθώς φησιν γραφὴ Ἄργυρος πεπυρωμένος γλῶσσα δικαίου
And the silver is the signification through words, as the Scripture says: 'The tongue of the righteous is silver refined by fire.'
而銀乃是藉言語而有的含義,正如經上所說:「義人的舌頭乃是火煉的銀子。」
1:450
τὸ τοίνυν διὰ τούτων δηλού μενον τοιοῦτόν ἐστιν ὅτι θεία φύσις πάσης ὑπέρκειται καταληπτικῆς διανοίας
What is signified through these things, then, is of this kind: that the divine Nature transcends all comprehending thought;
那麼,藉這些事所指明的乃是這樣:神聖的本性超越一切能領悟的思想;
1:451
τὸ δὲ περὶ αὐτῆς ἡμῖν ἐγγινόμενον νόημα ὁμοίωμά ἐστι τοῦ ζητουμένου·
and the conception concerning it that arises in us is a likeness of the Sought One;
而在我們裡面生出、關乎它的意念,乃是那被尋求者的一個仿樣;
1:452
οὐ γὰρ αὐτὸ δείκνυσιν ἐκείνου τὸ εἶδος, οὔτε τις εἶδεν οὔτε ἰδεῖν δύναται, ἀλλὰ δι' ἐσόπτρου καὶ δι' αἰνίγματος ἔμφασίν τινα σκιαγραφεῖ τοῦ ζητουμένου ἔκ τινος εἰκασμοῦ ταῖς ψυχαῖς ἐγγινομένην
for it does not show that Form of his, which neither anyone has seen nor is able to see, but through a mirror and through a riddle it sketches some faint image of the Sought One, arising in the souls from a certain conjecture.
因為它並不顯出祂那形像——那是無人見過、也無人能見的——而是藉著鏡子、藉著謎語,勾勒出那被尋求者的某種微弱影像,是從某種揣摩中在眾靈魂裡生出來的。
1:453
πᾶς δὲ λόγος τῶν τοιούτων νοημάτων σημαντικὸς στιγμῆς. τινος ἀμεροῦς δύναμιν ἔχει μὴ δυνάμενος ἐμφῆναι ὅπερ διάνοια βούλεται·
And every word that is significative of such conceptions has the force of some indivisible point, being unable to display what the mind intends;
凡是表達這類意念的每一句話,都不過具有某一不可分割之點的效力,無法顯明心思所要表達的;
1:454
ὡς εἶναι πᾶσαν μὲν διάνοιαν κατωτέραν τῆς θείας κατανοήσεως, πάντα δὲ λόγον ἑρμηνευτικὸν στιγμὴν βραχεῖαν δοκεῖν μὴ δυνάμενον τῷ πλάτει τῆς διανοίας συνεπεκτείνεσθαι
so that every thought is inferior to the divine understanding, and every interpretive word seems but a brief point, unable to be stretched out together with the breadth of the thought.
以致每一思想都低於對神的領悟,每一解釋的言語都似乎只是一個短小的點,無法與思想的廣闊一同伸展。
1:455
τὴν οὖν διὰ τῶν τοιούτων νοημάτων χειραγωγουμένην ψυχὴν πρὸς τὴν τῶν ἀλήπτων περίνοιαν διὰ μόνης πίστεως εἰσοικίζειν ἐν ἑαυτῇ λέγει δεῖν τὴν πάντα νοῦν ὑπερέχουσαν φύσιν
The soul, then, that is led by the hand through such conceptions toward the intuition of things incomprehensible—the text says that it must, through faith alone, settle within itself the Nature that surpasses all mind.
那麼,那藉著這類意念被牽引著、走向對不可把握之事之默識的靈魂——經文說,它必須惟獨藉著信,把那超越一切心思的本性安置在自己裡面。
1:456
μὴ δυνάμενα δι' ἀκριβείας ἐμφῆναι τὸ ἐγκείμενον νόημα), σὺ δὲ ταῦτα δεξαμένη ὑποζύγιόν τε καὶ οἰκητήριον γενήσῃ διὰ πίστεως τοῦ σοι ἐνανακλίνεσθαι μέλλοντος διὰ τῆς ἐν σοὶ κατοικήσεως·
(they being unable to display with exactness the conception that lies within them); but you, having received these things, will become both a beast of burden and a dwelling, through faith, for the One who is about to recline within you by means of his indwelling in you;
(因為它們無法精確地顯明其中所含的意念);但你既領受了這些,就必藉著信,成為那位將要藉著在你裡面的居住而斜倚於你裡面之主的坐騎與居所;
1:457
τοῦ γὰρ αὐτοῦ καὶ θρόνος ἔσῃ καὶ οἶκος γενήσῃ
for of the same One you will be both throne and become house.
因為你必作那同一位主的寶座,並成為祂的居所。
1:458
τάχα δ' ἄν τις εἴποι τὴν τοῦ Παύλου ψυχὴν εἴ τις ἄλλη γέγονε κατ' ἐκείνην τῶν τοιούτων ἀξιοῦσθαι. ῥημάτων·
And perhaps someone might say that it was the soul of Paul, or if any other soul became like that one, that was counted worthy of such words;
或許有人會說,是保羅的靈魂,或是若有別的靈魂成了像那樣的,才被算為配得這樣的話語;
1:459
ἐκεῖνος γὰρ σκεῦος ἐκλογῆς ἅπαξ γενόμενος καὶ ἐφ' ἑαυτοῦ καὶ ἐν ἑαυτῷ εἶχε τὸν κύριον ἐν μὲν τῷ βαστάζειν αὐτοῦ τὸ ὄνομα ἐναντίον ἐθνῶν καὶ βασιλέων ἵππος γενόμενος, ἐν δὲ τῷ μηκέτι αὐτὸν ζῆν, ἀλλ' ἐν ἑαυτῷ δεικνύειν ζῶντα ἐκεῖνον καὶ δοκιμὴν διδόναι τοῦ ἐν αὐτῷ λαλοῦντος Χριστοῦ οἶκος περιληπτικὸς τῆς ἀπεριλήπτου γενόμενος φύσεως
for he, having once become a vessel of election, had the Lord both upon himself and within himself—upon himself, in that he became a horse by bearing his name before nations and kings; within himself, in that he no longer lived, but showed that One living within himself and gave proof of Christ speaking in him, becoming a house that comprehended the incomprehensible Nature.
因為他既一次成了揀選的器皿,就在自己身上、也在自己裡面擁有主——在自己身上,是因他在列邦君王面前背負祂的名而成了馬;在自己裡面,是因他不再活著,反倒顯明那一位在他裡面活著,並提出憑據,證明基督在他裡面說話,成了一座能包容那不可包容之本性的居所。
1:460
Ταῦτα τῶν φίλων τοῦ νυμφίου τῇ καθαρᾷ καὶ παρθένῳ χαρισαμένων ψυχῇ ( εἶεν δ' ἂν οὗτοι τὰ Λειτουργικὰ πνεύματα τὰ εἰς διακονίαν ἀποστελλόμενα διὰ τοὺς μέλλοντας κληρονο μεῖν σωτηρίαν) τελειοτέρα πως γίνεται τῇ προσθήκῃ τῶν χαρισμάτων νύμφη
When the friends of the Bridegroom had bestowed these things upon the pure and virgin soul (and these would be the ministering spirits sent forth for service on account of those who are to inherit salvation), the bride becomes in some way more perfect through the addition of the gifts.
當新郎的朋友們把這些恩賜賜給那純潔童貞的靈魂之後(這些朋友便是那些為服事而奉差遣、為那將要承受救恩之人所差的服役的靈),新婦就藉著這些恩賜的添加,在某種程度上變得更加完全。
1:461
καὶ μᾶλλον προσεγγίσασα τῷ ποθου μένῳ, πρὶν τὸ κάλλος αὐτοῦ τοῖς ὀφθαλμοῖς ἐμφανῆναι, διὰ τῆς ὀσφραντικῆς αἰσθήσεως τοῦ ζητουμένου ἐφάπτεται οἷόν τινος χρωτὸς ἰδιότητα τῇ ὀσφραντικῇ δυνάμει κατανοή σασα καί φησιν ἐπεγνωκέναι αὐτοῦ τὴν ὀσμὴν τῇ εὐωδίᾳ τοῦ μύρου, νάρδος ἐστὶ τὸ ὄνομα, ταύτῃ πρὸς τοὺς φίλους τῇ φωνῇ χρησαμένη Νάρδος μου ἔδωκεν ὀσμὴν αὐτοῦ
And having drawn nearer to the One she longs for, before his beauty appears to her eyes, through the sense of smell she lays hold of the Sought One, perceiving as it were the distinctive quality of some fragrance by her olfactory power; and she says that she has recognized his scent by the sweet odor of the ointment whose name is nard, using this utterance to the friends: 'My nard gave forth his scent.'
她既已更加親近那她所渴慕的主,在祂的美尚未向她的眼目顯現之前,就藉著嗅覺之感觸摸到那被尋求者,彷彿藉她的嗅覺之力領會到某種香氣的獨特之處;她便說,她已藉那名叫哪噠的膏油的馨香認出了祂的香氣,向那些朋友發出這話說:「我的哪噠發出祂的香氣。」
1:462
ὡς γὰρ ὑμεῖς, φησίν, οὐκ αὐτὸ τὸ ἀκήρατον τῆς θεότητος. χρυσίον ἀλλ' ὁμοιώματα διὰ τῶν χωρητῶν ἡμῖν νοημάτων τοῦ χρυσίου χαρίζεσθε, οὐ τηλαυγεῖ τῷ λόγῳ τὰ κατ' αὐτὸν ἐκκαλύπτοντες, ἀλλὰ διὰ τῆς βραχύτητος τῶν τοῦ λογικοῦ ἀργυρίου στιγμάτων ἐμφάσεις τινὰς παρασχόμενοι τοῦ ζητουμένου, οὕτω κἀγὼ διὰ τῆς εὐπνοίας τοῦ ἐμοῦ μύρου τὴν αὐτοῦ ἐκείνου εὐωδίαν τῇ αἰσθήσει παρεδεξάμην
For 'just as you,' she says, 'bestow not the pure gold of the Godhead itself, but likenesses of gold through the conceptions that can be contained by us, not uncovering the things concerning it with clear speech, but through the minuteness of the markings of the rational silver furnishing certain glimpses of the Sought One, so also I, through the sweet exhalation of my ointment, have received into my sense the fragrance of that very One.'
因為她說:「正如你們並非賜下神性本身那純潔無雜的金子,而是藉著我們所能容納的意念賜下金的仿樣,不以明亮的言語揭示關乎祂的事,卻藉著那理性之銀的細微斑點提供對那被尋求者的某些顯映,照樣,我也藉著我膏油的芬芳,將那一位的馨香領受於我的感官之中。」
1:463
τοιοῦτον δέ τινα νοῦν δοκεῖ μοι τὸ λεγόμενον ἔχειν·
The saying seems to me to have some such meaning as this:
這話在我看來,似乎具有這樣的一層意思:
1:464
ἐπειδὴ πολλῶν καὶ διαφόρων ἀρωμάτων ἄλλου κατ' ἄλλην ἰδιότητα εὐπνοούντων τεχνική τις καὶ ἔμμετρος μίξις τὸ τοιοῦτον ἀπεργάζεται μύρον μιᾶς τινος πόας εὐώδους ἐκ τῶν συνεμβαλλομένων, ὄνομα νάρδος ἐστίν, ὅλῳ τῷ σκευάσματι παρεχομένης τὸ ὄνομα, τὸ δὲ ἐκ πάντων τῶν ἀρωματικῶν ἰδιωμάτων εἰς μίαν συνερανιζόμενον εὔπνοιαν ὡς αὐτὴν τοῦ νυμφίου τὴν εὐωδίαν κεκαθαρμένη αἴσθησις δέχεται, ταῦτα διὰ τῶν εἰρημένων παιδεύειν ἡμᾶς τὸν λόγον οἰόμεθα ὅτι ἐκεῖνο μέν, τί ποτε κατ' οὐσίαν ἐστί, τὸ πάσης ὑπερκείμενον τῆς τῶν ὄντων συστάσεώς τε καὶ διοικήσεως ἀπρόσιτόν τε καὶ ἀναφές ἐστι καὶ ἄληπτον, δὲ ἐν ἡμῖν διὰ τῆς τῶν ἀρετῶν καθαρότητος μυρεψουμένη εὐωδία ἀντ' ἐκείνου ἡμῖν γίνεται μιμουμένη τῷ καθ' ἑαυτὴν καθαρῷ τὸ τῇ φύσει ἀκήρατον καὶ τῷ ἀγαθῷ τὸ ἀγαθὸν καὶ τῷ ἀφθάρτῳ τὸ ἄφθαρτον καὶ τῷ ἀναλλοιώτῳ τὸ. ἀναλλοίωτον καὶ πᾶσι τοῖς κατ' ἀρετὴν ἐν ἡμῖν κατορθου μένοις τὴν ἀληθινὴν ἀρετήν, περὶ ἧς φησιν Ἀμβακοὺμ προφήτης ὡς τοὺς οὐρανοὺς πάντας διαλαβούσης
since, out of many and various aromatics, each breathing sweetly according to its own distinctive quality, a certain artful and measured mixture produces such an ointment—one of the sweet-smelling herbs among those blended in, whose name is nard, imparting its name to the whole compound—and since the purified sense receives that which is gathered together out of all the aromatic properties into one fragrance as though it were the very sweet odor of the Bridegroom, we suppose that the Word instructs us through what has been said, that that One, whatever he is according to essence—the One who transcends all the constitution and governance of beings—is inaccessible and intangible and incomprehensible; but the fragrance perfumed within us through the purity of the virtues becomes for us in his stead, imitating by its own purity that which is by nature undefiled, by its good the Good, by its incorrupt the Incorrupt, by its unchangeable the Unchangeable, and by all the things rightly accomplished in us according to virtue, the true Virtue, concerning which the prophet Habakkuk says that it covered all the heavens.
既然從許多不同的香料——各按其獨特之性發出馨香——藉著某種巧妙而合度的調配製成這樣一種膏油(其中所調入的一種馨香之草,名叫哪噠,把它的名賜給了整個配製之物),而那被潔淨的感官,把從一切香料之性所匯集成的一種芬芳當作新郎本身的馨香來領受,我們便認為,道藉著所說的這些話教導我們:那一位,無論祂按本質究竟是什麼——那超越萬有之構成與治理的一位——乃是不可親近、不可觸摸、不可把握的;然而那藉德行之潔淨在我們裡面被熏製而成的馨香,卻成了我們心中祂的替代,以自身的純潔效法那本性上無瑕的,以自身的善效法至善,以自身的不朽效法那不朽的,以自身的不變效法那不變的,並以我們裡面按德行所成就的一切,效法那真正的德行——先知哈巴谷論到它說,它遮蓋了諸天。
1:465
οὐκοῦν ταῦτα πρὸς τοὺς φίλους τοῦ νυμφίου διεξιοῦσα, ὅτι τὴν ὀσμὴν αὐτοῦ ἐμὴ νάρδος ἐμοὶ δίδωσι, ταῦτά μοι καὶ τὰ τοιαῦτα δοκεῖ φιλοσοφοῦσα λέγειν ὅτι, εἴ τις πᾶν ἄνθος εὐωδίας ἄρωμα ἐκ τῶν ποικίλων τῆς ἀρετῆς λειμώνων ἀνθολογήσας καὶ πάντα ἑαυτοῦ τὸν βίον ἔμμυρον διὰ τῆς τῶν καθ' ἕκαστον ἐπιτηδευμάτων εὐοσμίας ἀπεργασάμενος διὰ πάντων γένοιτο τέλειος, πρὸς αὐτὸν μὲν τὸν θεὸν λόγον ὡς πρὸς ἡλίου κύκλον ἀτενῶς ἰδεῖν φύσιν οὐκ ἔχει, ἐν ἑαυτῷ δὲ καθάπερ ἐν κατόπτρῳ βλέπει τὸν ἥλιον·
Therefore she who declares these things to the friends of the Bridegroom—that her nard gives to her his scent—seems to me to be saying, as one who philosophizes, these and such like things: that if anyone, having gathered every blossom of fragrance or aromatic from the varied meadows of virtue and having made his whole life a perfumed thing through the sweet odor of each of his pursuits, should through all these become perfect, he does not have the nature to look intently upon the very God-Word as upon the disk of the sun, but within himself, as in a mirror, he beholds the sun;
因此,那向新郎的朋友們述說這些事——說她的哪噠把祂的香氣給了她——的人,在我看來,乃是像一個明道的人般說著這些以及諸如此類的話:倘若有人從德行的各樣草場採集了一切馨香之花或香料,並藉著各項操練的芬芳使自己的全生命成了一件熏香之物,因而藉這一切變得完全,他仍無此本性能直視那神之道本身如同直視太陽之輪;但在自己裡面,卻如同在鏡中,看見那太陽;
1:466
αἱ γὰρ τῆς ἀληθινῆς ἐκείνης καὶ θείας ἀρετῆς ἀκτῖνες τῷ κεκαθαρμένῳ βίῳ διὰ τῆς ἀπορρεούσης αὐτῶν ἀπαθείας ἐλλάμπουσαι ὁρατὸν ποιοῦσιν ἡμῖν τὸ ἀόρατον καὶ ληπτὸν τὸ ἀπρόσιτον τῷ ἡμετέρῳ κατόπτρῳ ἐνζωγραφοῦσαι τὸν ἥλιον
for the rays of that true and divine Virtue, shining upon the purified life through the passionlessness that flows forth from them, make the invisible visible to us and the inaccessible apprehensible, painting the sun upon our mirror.
因為那真實而神聖之德行的光線,藉著從它們流溢而出的無情之境照耀在那被潔淨的生命上,就使那不可見的向我們成為可見的,使那不可親近的成為可把握的,把那太陽描畫在我們的鏡子上。
1:467
ταὐτὸν δέ ἐστιν ὡς πρὸς τὸ ἐγκείμενον νόημα ἀκτῖνας εἰπεῖν ἡλίου τῆς ἀρετῆς ἀπορροίας τὰς ἀρωματικὰς εὐωδίας·
And it is the same thing, as regards the underlying conception, whether one speaks of the rays of the sun, or of the effluences of virtue, or of the aromatic fragrances;
而就其內在的意念而論,無論說是太陽的光線,或是德行的流溢,或是香料的馨香,都是同一回事;
1:468
ἀρχέτυπον κάλλος ἀναλογί σασθαι
to reckon up the archetypal beauty.
以此推想那原型的美。
1:469
οὕτω καὶ Παῦλος, νύμφη, διὰ τῶν ἀρετῶν τὸν νυμφίον μιμούμενος καὶ ζωγραφῶν ἐν ἑαυτῷ διὰ τοῦ εὐώδους τὸ ἀπρόσιτον κάλλος ἔκ τε τῶν καρπῶν τοῦ πνεύματος, ἀγάπης τε καὶ χαρᾶς καὶ εἰρήνης καὶ τῶν τοιούτων εἰδῶν, μυρεψῶν ταύτην τὴν νάρδον Χριστοῦ εὐωδίαν ἑαυτὸν ἔλεγεν εἶναι τὴν ἀπρόσιτον ἐκείνην καὶ ὑπερέχουσαν χάριν ἐν ἑαυτῷ ὀσφραινόμενος καὶ τοῖς ἄλλοις παρέχων ἑαυτὸν ὥσπερ τι θυμίαμα κατ' ἐξουσίαν ἀντιλαμβάνεσθαι, οἷς κατὰ τὴν προσοῦσαν ἑκάστῳ διάθεσιν ζωοποιὸς ἐγίνετο θανατηφόρος εὔπνοια·
Thus also Paul, the bride, who through the virtues imitates the Bridegroom and paints within himself, through fragrance, the inaccessible beauty out of the fruits of the Spirit—love and joy and peace and such forms—perfuming this nard, said that he himself was the fragrance of Christ, smelling within himself that inaccessible and transcendent grace and offering himself to others as a kind of incense to be freely partaken of, to whom, according to the disposition present in each, the sweet exhalation became either life-giving or death-bearing;
照樣,保羅,那新婦,那藉德行效法新郎、藉馨香在自己裡面把那不可親近的美從聖靈的果子——仁愛、喜樂、和平以及諸如此類——描畫出來、熏製這哪噠的人,說他自己乃是基督的馨香,在自己裡面嗅到那不可親近而超越的恩典,並把自己獻給別人,如同一種可任意領受的香,按著各人所有的心態,這馨香或成了叫人活的,或成了帶來死的;
1:470
οὗ χάριν ἔλεγεν τοῖς τοιούτοις εὐπνοῶν μύροις ὅτι Χριστοῦ εὐωδία ἐσμὲν ἐν τοῖς σῳζομένοις καὶ ἐν τοῖς ἀπολλυμένοις, οἷς μὲν ὀσμὴ θανάτου εἰς θάνατον, οἷς δὲ ὀσμὴ ζωῆς εἰς ζωήν
on which account the one who breathed forth such ointments said: 'We are the fragrance of Christ among those being saved and among those perishing—to the one a scent of death unto death, to the other a scent of life unto life.'
為此,那發出這樣膏油之香的人說:「我們在得救的人身上、在滅亡的人身上,都是基督的馨香——在這等人是死的香氣叫他死,在那等人是活的香氣叫他活。」
1:471
εἰ δέ τι συγγενὲς καὶ εὐαγγελικὴ νάρδος ἔχει πρὸς τὸ μύρον τῆς νύμφης, ἔξεστι τῷ βουλομένῳ διὰ τῶν γεγραμ μένων ἀναλογίσασθαι, τίς ἦν ἐκείνη νάρδος πιστική, πολύτιμος, καταχεθεῖσα μὲν τῆς κεφαλῆς τοῦ κυρίου, πάντα δὲ τὸν οἶκον τῆς εὐωδίας πληρώσασα·
And if the gospel nard has any kinship with the ointment of the bride, it is possible for whoever wishes to reckon, through the things that are written, what that nard was—the faithful nard, the very precious one, which was poured out upon the head of the Lord and filled the whole house with fragrance;
倘若福音書中的哪噠與新婦的膏油有任何相通之處,凡願意的人都可藉著所寫的來推想,那哪噠是什麼——那真哪噠、那至貴的、那澆在主頭上、使滿屋充滿馨香的哪噠;
1:472
τάχα γὰρ οὐκ ἀπεξένωται τοῦ μύρου τὸ μύρον, τῇ νύμφῃ μὲν τὴν ὀσμὴν τοῦ νυμφίου δίδωσιν, ἐν δὲ τῷ εὐαγγελίῳ αὐτοῦ καταχεθὲν τοῦ κυρίου πληροῖ τῆς εὐωδίας τὸν οἶκον, ἐν τὸ συμπόσιον ἦν
for perhaps the ointment is not alien to the ointment—that which gives to the bride the scent of the Bridegroom, and that which, poured out upon him in the gospel, fills the house in which the banquet was with the fragrance of the Lord.
因為那使新婦得著新郎香氣的膏油,或許與那在福音中澆在主身上、使那設筵的屋子充滿主之馨香的膏油,並非彼此陌生。
1:473
δοκεῖ γάρ μοι κἀκεῖ προφητικῷ τινι πνεύματι προμηνῦσαι διὰ τοῦ μύρου γυνὴ τὸ τοῦ θανάτου μυστήριον, καθὼς μαρτυρεῖ τοῖς παρ' αὐτῆς γεγενημένοις κύριος λέγων ὅτι Προέλαβεν εἰς τὸ ἐνταφιάσαι με
For it seems to me that there too, by a certain prophetic spirit, the woman foretold through the ointment the mystery of the death, as the Lord bears witness concerning the things done by her, saying: 'She has anticipated the anointing of me for burial.'
因為在我看來,那婦人在那裡也藉著某種先知的靈,藉著膏油預先宣告了死的奧祕,正如主為她所行的事作見證說:「她是為我的安葬預先膏抹了我的身。」
1:474
καὶ τὸν οἶκον τὸν πληρωθέντα τῆς εὐωδίας ἀντὶ παντὸς τοῦ κόσμου καὶ ὅλης τῆς οἰκουμένης νοεῖν ὑποτίθεται εἰπὼν ὅτι. Ὅπου ἐὰν κηρυχθῇ τὸ εὐαγγέλιον τοῦτο ἐν ὅλῳ τῷ κόσμῳ, ὀσμὴ τοῦ μύρου συνδιαδοθήσεται τῷ τοῦ εὐαγγελίου κηρύγματι καὶ μνημόσυνον ἔσται, φησί, ταύτης τὸ εὐαγγέλιον
And he suggests that we should understand the house filled with fragrance as standing for the whole world and the entire inhabited earth, saying: 'Wherever this gospel is preached in the whole world, the scent of the ointment will be diffused together with the preaching of the gospel, and what she has done,' he says, 'will be a memorial, this gospel.'
祂並且暗示,我們當把那充滿馨香的屋子理解為代表全世界並全地,因祂說:「這福音無論傳到普世何處,這膏油的香氣必與福音的傳揚一同散布,並且她所行的,」祂說,「這福音必成為一個記念。」
1:475
οὐκοῦν ἐπειδὴ ἐν μὲν τῷ Ἄισματι τῶν ᾀσμάτων νάρδος τὴν ὀσμὴν τοῦ νυμφίου τῇ νύμφῃ δίδωσιν, ἐν δὲ τῷ εὐαγγελίῳ ὅλου τοῦ σώματος τῆς ἐκκλησίας ἐν πάσῃ τῇ οἰκουμένῃ καὶ ἐν παντὶ τῷ κόσμῳ χρῖσμα εὐωδία γίνεται τότε τὸν οἶκον πληρώσασα, τάχα τις εὑρίσκεται κοινωνία διὰ τούτων ἐν ἀμφοτέροις, ὡς ἓν τὰ δύο δοκεῖν
Therefore, since in the Song of Songs the nard gives the scent of the Bridegroom to the bride, and in the gospel the fragrance that then filled the house becomes an anointing of the whole body of the Church throughout all the inhabited earth and in the whole world, perhaps there is found through these things some communion between the two, so that the two seem to be one.
因此,既然在雅歌中哪噠把新郎的香氣給了新婦,而在福音中那時充滿屋子的馨香成了普世並全世界之整個教會身體的膏抹,那麼藉著這些事,或許在二者之間可尋見某種相通,以致這兩者似乎成了一個。
1:476
Καὶ ταῦτα μὲν εἰς τοσοῦτον
And let these things suffice to this extent.
這些事說到這裡就夠了。
1:477
δὲ ἐφεξῆς ῥῆσις καταλλήλως μὲν τῇ τοῦ ἐπιθαλαμίου δράματος ὑποθέσει ὡς παρὰ τῆς ἐν παστάδι παρεσκευασμένης ἔχειν δοκεῖ, μείζονα δὲ καὶ τελειοτέραν ἐμφαίνει φιλοσοφίαν, ἣν κατορθῶσαι μόνων τῶν ἤδη τετελειωμένων ἐστίν
But the utterance that follows seems, in a way suited to the premise of the wedding-drama, to be spoken as by one made ready in the bridal chamber; yet it displays a greater and more perfect philosophy, which it belongs only to those already made perfect to accomplish.
但隨後的話,就其與婚禮劇之前提相稱的方式而論,似乎是由一位在新房中已預備好的人所說;然而它顯出一種更高、更完全的明道之學,這惟有那些已臻完全的人才能實行。
1:478
τί οὖν ἐστι τὸ εἰρημένον; Ἀπόδεσμος στακτῆς ἀδελφιδός μου ἐμοί·
What, then, is that which is said? 'A bundle of stacte is my kinsman to me;
那麼,所說的是什麼呢?「我的良人於我如同一束沒藥;
1:479
ἀνὰ μέσον τῶν μαστῶν μου αὐλισθήσεται·
he shall lodge between my breasts.'
他必宿在我兩乳之間。」
1:480
φασὶν ἐπιμέλειαν εἶναι ταῖς φιλοκόσμοις τῶν γυναικῶν μὴ τοῖς ἔξωθεν προκοσμήμασι μόνον ἐπινοεῖν ἑαυταῖς τὸ ἐπὶ τῶν συμβιούντων ἐράσμιον,. ἀλλ' ἐπιτηδεύειν διά τινος εὐπνοίας ἡδίω τὰ σώματα τοῖς ἑαυτῶν ἀνδράσι φαίνεσθαι τὸ καταλλήλως ἐνεργοῦν πρὸς τὴν τοιαύτην χρείαν ἄρωμα ἐντὸς τῆς κατὰ τὴν ἐσθῆτα περιβολῆς ἀποκρύπτουσαι·
They say it is a care among women fond of adornment not to devise for themselves what is lovely to their companions by outward ornaments alone, but also to contrive, through some fragrance, that their bodies appear more agreeable to their own husbands, hiding within the wrapping of their clothing the aromatic suited to serve such a use;
據說,愛好妝飾的婦女們有一種講究,就是不單以外表的妝飾為自己謀取那在配偶眼中可愛的,也要藉著某種香氣,設法使自己的身體在丈夫眼前顯得更為悅人,把那適於此用的香料藏在衣袍的裹束之內;
1:481
οὗ τὸν οἰκεῖον ἀτμὸν ἐκδιδόντος καὶ τὸ σῶμα τῇ τοῦ ἀρώματος εὐπνοίᾳ συγκαταχρώννυται
and as this gives off its proper vapor, the body too is imbued together with the fragrance of the aromatic.
當這香料散發出其固有的氣息時,身體也就一同浸染上那香料的馨香。
1:482
ταύτης δὲ οὔσης ἐν αὐταῖς τῆς συνηθείας οἷον τολμᾷ μεγαλόφρων αὕτη παρθένος
This being the custom among them, see what this high-minded maiden dares:
既然她們中間有這樣的習俗,且看這高尚的童女所敢作的:
1:483
ἐμοί, φησίν, ἀπόδεσμος, ὃν ἐξαρτῶ τοῦ αὐχένος ἐπὶ τὸ στῆθος, δι' οὗ τὴν εὐοσμίαν παρέχω τῷ σώματι, οὐκ ἄλλο τι τῶν εὐπνοούντων ἀρωμάτων ἐστίν, ἀλλ' αὐτὸς κύριος στακτὴ γενόμενος ἔγκειται ἐν τῷ ἀποδέσμῳ τῆς συνειδήσεως, αὐτῇ μου τῇ καρδίᾳ ἐναυλιζόμενος
'For me,' she says, 'the bundle which I suspend from my neck upon my breast, through which I impart sweet odor to my body, is not any other of the sweet-smelling aromatics, but the Lord himself, having become stacte, lies within the bundle of my conscience, lodging in my very heart.'
她說:「於我,那我從頸項懸掛到胸前、藉以把馨香賜給我身體的那束香料,並非別的任何馨香的香料,乃是主自己成了沒藥,安放在我良心的束囊之中,宿於我的心裡。」
1:484
γὰρ τοπικὴ τῆς καρδίας θέσις ἐν τῷ μέσῳ τῶν μαζῶν παρὰ τῶν τὰ τοιαῦτα ἐπεσκεμμένων εἶναι λέγεται
For the local position of the heart is said, by those who have investigated such matters, to be in the midst of the breasts.
因為據那些考察過這類事的人所說,心臟在身體中的位置乃是在兩乳之間。
1:485
ἐκεῖ δέ φησιν νύμφη ἔχειν τὸν ἀπόδεσμον, ἐν τόπῳ τὸ ἀγαθὸν θησαυρίζεται
And there, says the bride, she has the bundle—in that place where the good is treasured up.
新婦說,她就把那束香料存放在那裡——就在那存積良善之物的地方。
1:486
πηγήν τινα τοῦ ἐν ἡμῖν θερμοῦ τὴν καρδίαν φασίν, ἀφ' ἧς διὰ τῶν ἀρτηριῶν ἐφ' ἅπαν θερμότης τὸ σῶμα καταμερίζεται, δι' ἧς ἔνθερμά τε καὶ ζωτικὰ τὰ μέλη τοῦ σώματος γίνεται τῷ πυρὶ τῆς καρδίας ὑποθαλπόμενα, τοίνυν ἐν τῷ ἡγεμονικῷ παραδεξαμένη τοῦ κυρίου τὴν εὐωδίαν καὶ τὴν καρδίαν ἑαυτῆς ἔνδεσμον τοῦ τοιούτου ποιήσασα θυμιάματος πάντα τὰ καθ' ἕκαστον τοῦ βίου ἐπιτηδεύματα οἷόν τινος σώματος μέλη ζέειν. παρασκευάζει τῷ ἐκ τῆς καρδίας διήκοντι πνεύματι μηδεμιᾶς ἀνομίας τὴν πρὸς τὸν θεὸν ἀγάπην ἐν μηδενὶ μέλει τοῦ σώμα τος καταψυχούσης
They say the heart is a certain fountain of the heat within us, from which, through the arteries, the warmth is distributed to the whole body, by which the members of the body become warm and living, being cherished by the fire of the heart; she, then, having received into her ruling faculty the fragrance of the Lord and having made her own heart the binding-place of such incense, prepares all the several pursuits of her life, as it were the members of a body, to seethe with the spirit that permeates from the heart, no iniquity in any member of the body cooling down her love toward God.
據說,心臟乃是我們裡面熱力的某種泉源,熱氣從它藉著血管分布到全身,藉此身體的肢體便得溫暖而有生氣,受心臟之火的溫養;那麼她既在自己的主宰之能中領受了主的馨香,又把自己的心作了這樣香品的繫結之處,就使她生命中各項的操練,如同身體的肢體一般,因那從心中透達的靈而熱切沸騰,沒有任何不義在身體的任何肢體上冷卻她對神的愛。
1:487
Ἀλλ' ἐπὶ τὸν ἐφεξῆς λόγον μετέλθωμεν
But let us pass on to the discourse that follows.
但讓我們進到隨後的話。
1:488
ἀκούσωμεν, τί ἄμπελος εὐθηνοῦσα περὶ τῶν καρπῶν ἑαυτῆς διαλέγεται ἐν πᾶσι τοῖς κλίτεσι τῆς τοῦ θεοῦ οἰκίας, καθώς φησιν προφήτης, διηπλωμένη καὶ διὰ τῶν τῆς ἀγάπης ἑλίκων περιελισσομένη τῇ θείᾳ τε καὶ ἀκηράτῳ ζωῇ
Let us hear what the flourishing vine says concerning its own fruits—the vine that, as the prophet says, is spread out in all the courts of the house of God and, through the tendrils of love, is wound about the divine and undefiled life.
讓我們聽那繁茂的葡萄樹論到自己的果子說什麼——就是那葡萄樹,正如先知所說,遍布在神殿的一切庭院中,並藉著愛的卷鬚纏繞於那神聖無瑕的生命。
1:489
Βότρυς, φησί, τῆς κύπρου ἀδελφιδός μου ἐμοὶ ἐν ἀμπελῶνι ἐν Γαδί
'A cluster of henna is my kinsman to me,' she says, 'in the vineyard of Engedi.'
她說:「我的良人於我如同隱基底葡萄園中的一掛鳳仙花。」
1:490
τίς οὕτω μακάριος, μᾶλλον δὲ τίς οὕτω κρείττων πάσης μακα ριότητος, ὥστε τὸν ἴδιον καρπὸν βλέπων ἐν αὐτῷ τῷ βότρυϊ τῆς ἑαυτοῦ ψυχῆς ὁρᾶν τὸν τοῦ ἀμπελῶνος δεσπότην; ἰδοὺ γὰρ ὅσον ηὐξήθη ἐν τῇ ἰδίᾳ νάρδῳ τοῦ νυμφίου ἐπιγνοῦσα τὴν εὔπνοιαν·
Who is so blessed—or rather, who is so far above all blessedness—that, beholding his own fruit, he sees in that very cluster of his own soul the Master of the vineyard? For behold, how greatly she was increased, having recognized in her own nard the sweet fragrance of the Bridegroom!
誰是這樣有福——或說,誰是這樣遠超一切福分——以致他觀看自己的果子時,竟在自己靈魂的那一掛葡萄中看見那葡萄園的主人呢?因為看哪,她既在自己的哪噠中認出了新郎的馨香,是何等地得了長進!
1:491
στακτὴν αὐτὸν εὐώδη ποιησαμένη καὶ διαλαβοῦσα τῷ τῆς καρδίας ἐνδέσμῳ τὸ ἄρωμα, ὡς ἂν παραμένοι αὐτῇ τὸ ἀγαθὸν διὰ παντὸς ἀδιάπνευστον, μήτηρ τοῦ θείου βότρυος γίνεται τοῦ πρὸ μὲν τοῦ πάθους κυπρίζον τος, ὅπερ ἐστὶν ἀνθοῦντος, ἐν δὲ τῷ πάθει τὸν οἶνον προχέον τος
She who made him into a fragrant myrrh and gathered up the perfume within the enclosure of her heart, so that the good might remain with her forever unbreathed away, becomes the mother of the divine cluster of grapes, which before the Passion is in blossom (that is, in flower), but in the Passion pours forth the wine.
她使祂成為芬芳的沒藥,並將這香氣收藏在她心的封閉之內,好叫這美善能永遠與她同在、不致消散;她便成了那神聖葡萄串的母親——這葡萄串在受難之先正含苞開花,而在受難之中傾流出美酒。
1:492
γὰρ τὴν καρδίαν ἡμῶν εὐφραίνων οἶνος αἷμα σταφυλῆς. μετὰ τὴν τοῦ πάθους οἰκονομίαν γίνεταί τε καὶ ὀνομάζεται
For the wine that gladdens our heart is the blood of the grape; after the dispensation of the Passion it both comes into being and receives its name.
因為那使我們心歡暢的酒,乃是葡萄的血;在受難的救恩安排之後,它才生成,也才得著這名。
1:493
διπλῆς οὖν οὔσης ἐν τῷ βότρυϊ τῆς ἀπολαύσεως, τῆς μὲν ἐκ τοῦ ἄνθους, ὅταν εὐφραίνῃ τῇ εὐοσμίᾳ τὰ αἰσθητήρια, τῆς δὲ διὰ τοῦ τελειωθέντος ἤδη καρποῦ, ὅταν ὑπάρχῃ κατ' ἐξου σίαν τῆς βρώσεως κατατρυφᾶν ἐν συμποσίοις τῷ οἴνῳ φαιδρύνεσθαι ἐνταῦθα νύμφη ἔτι τὸν ἀνθοῦντα βότρυν καρποφορεῖ κύπρον τὴν οἰνάνθην κατονομάζουσα·
Since, then, the enjoyment derived from the cluster is twofold—the one from the blossom, when it gladdens the senses with its fragrance, the other through the fruit already brought to perfection, when it is possible either to delight fully in the eating of it or, at banquets, to be made merry with the wine—here the Bride still bears the blossoming cluster as fruit, naming the henna-flower the vine-blossom.
既然從葡萄串所得的享受有兩重:其一出自花朵,當它以香氣使諸感官歡暢之時;其二藉著已臻成熟的果子,當人得以隨意飽嘗其食用之樂,或在筵席中因酒而心中歡暢之時——在此新婦仍以那含苞的葡萄串為果實,將這鳳仙花稱作葡萄的花蕊。
1:494
τὸ γὰρ γεννηθὲν < ἐν> ἡμῖν παιδίον, Ἰησοῦς ἐν τοῖς δεξαμένοις αὐτὸν διαφόρως προκόπτων σοφίᾳ τε καὶ ἡλικίᾳ καὶ χάριτι οὐκ ἐν πᾶσιν αὐτός ἐστιν, ἀλλὰ πρὸς τὸ μέτρον τοῦ ἐν γίνεται, καθὼς ἂν χωρῶν αὐτὸν ἱκανῶς ἔχῃ, τοιοῦτος φαίνεται νηπιάζων προκόπτων τελειούμενος κατὰ τὴν τοῦ βότρυος φύσιν, ὃς οὐ πάντοτε μετὰ τοῦ αὐτοῦ εἴδους ἐπὶ τῆς ἀμπέλου ὁρᾶται, ἀλλὰ συνεξαλλάσσει τῷ χρόνῳ τὸ εἶδος, ἀνθῶν, κυπρίζων, τελειούμενος, πεπαινό μενος, οἶνος γενόμενος
For the child born in us, Jesus—who in those who receive him advances variously in wisdom and in stature and in grace—is not the same in all, but according to the measure of him in whom he comes to be: just as he who contains him has capacity, so does he appear, whether as an infant, or as advancing, or as being perfected, according to the nature of the grape-cluster, which is not always seen upon the vine in the same form, but changes its appearance with time—blossoming, flowering as the henna, being perfected, ripening, becoming wine.
因為那生在我們裡面的孩子,耶穌——祂在領受祂的人裡面,於智慧、身量與恩典上各按不同程度長進——並非在眾人裡面都是一樣的,乃是按著祂所住之人的度量:正如那容納祂的人有多少容量,祂便如何顯現,或如嬰孩,或如漸長,或如漸臻完全,正合乎葡萄串的本性——它在葡萄樹上並非總以同一形貌被人看見,乃隨時間改變其形貌:開花、含苞如鳳仙、臻於完全、成熟、化為美酒。
1:495
ἐπαγγέλλεται τοίνυν ἄμπελος τῷ ἰδίῳ καρπῷ, ὃς οὔπω μέν ἐστι πρὸς οἶνον ὥριμος, ἀλλ'. ἀναμένει τὸ πλήρωμα τῶν καιρῶν, οὐ μὴν ὡς εἰς τρυφὴν ἀναπόλαυστος·
The vine, therefore, makes promise by its own fruit, which is not yet ripe for wine but awaits the fullness of the seasons—yet not so as to be without enjoyment for delight.
所以這葡萄樹藉著自己的果子作出應許,這果子尚未成熟到可釀酒,卻等候著時期的滿足——然而它也並非全無可供享受之樂。
1:496
τὴν ὄσφρησιν γὰρ εὐφραίνει ἀντὶ τῆς γεύσεως τῇ προσδοκίᾳ τῶν ἀγαθῶν τοῖς ἀτμοῖς τῆς ἐλπίδος ἡδύνων τὰ τῆς ψυχῆς αἰσθητήρια·
For it gladdens the sense of smell instead of the taste, sweetening the soul's senses with the vapors of hope through the expectation of good things.
因為它以嗅覺代替味覺使人歡暢,藉著對美善之事的盼望,以指望的馨香甘甜滋潤靈魂的諸感官。
1:497
τὸ γὰρ πιστόν τε καὶ ἀναμφίβολον τῆς ἐλπιζομένης χάριτος ἀπόλαυσις τοῖς δι' ὑπομονῆς ἀπεκδεχομένοις τὸ προσδοκώμενον γίνεται
For the sure and unwavering enjoyment of the hoped-for grace comes to those who through patient endurance await what is expected.
因為對那所盼望之恩典的確實無疑的享受,臨到那些藉著忍耐而等候所期待之事的人。
1:498
οὗτος οὖν τῆς κύπρου βότρυς ἐστί, βότρυς οἶνον ἐπαγγελλόμενος, οὔπω δὲ οἶνος γινόμενος, ἀλλὰ διὰ τοῦ ἄνθους ( δὲ ἐλπὶς τὸ ἄνθος ἐστί) τὴν ἐσομένην χάριν πιστούμενος
This, then, is the cluster of henna—a cluster that promises wine but is not yet become wine, yet through the blossom (and hope is the blossom) gives assurance of the grace that is to be.
這便是鳳仙花的葡萄串——它應許美酒,卻尚未化為美酒,然而藉著花朵(而盼望正是那花朵)保證那將要來的恩典。
1:499
δὲ τοῦ <ἐν> Γαδὶ προσθήκη σημαίνει τὸν πίονα χῶρον, ἐνριζωθεῖσα ἄμπελος εὔτροφον καὶ ἡδὺν τὸν καρπὸν ἀπεργάζεται·
And the addition of 'in Engedi' signifies the rich land in which the vine, once rooted, produces well-nourished and sweet fruit.
「在隱基底」這附加之詞,乃指那肥沃之地;葡萄樹一旦紮根其中,便結出養分豐足而甘美的果子。
1:500
οὕτω γὰρ οἱ τοπικῶς ἱστορήσαντες λέγουσι τὸν κλῆρον τοῦ Γὰδ ἐπιτηδείως ἔχειν πρὸς εὐτροφίαν βοτρύων
For thus those who have written topographically say that the allotment of Gad is well suited for the good nourishing of grape-clusters.
因為那些記述地誌的人如此說,迦得的地業極適於使葡萄串得著豐美的滋養。
1:501
ἐπειδὴ τοίνυν τῷ νόμῳ τοῦ κυρίου σύμφωνον ἔχων τὸ θέλημα καὶ διὰ πάσης νυκτός τε καὶ ἡμέρας ταύτην τὴν μελέτην ποιούμενος ἀειθαλὲς γίνεται δένδρον ταῖς τῶν ὑδάτων ἐπιρροαῖς πιαινόμενος καὶ ἐν τῷ καθήκοντι καιρῷ τὸν καρπὸν παρεχόμενος, τούτου χάριν καὶ τοῦ νυμφίου ἄμπελος ἐν τῷ. Γαδί, τῷ πίονι τούτῳ τόπῳ ἐρριζωμένη (τουτέστιν ἐν βαθείᾳ τῇ διανοίᾳ τῇ διὰ τῶν θείων διδαγμάτων καταρδομένῃ) καὶ αὔξουσα τὸν εὐανθῆ τοῦτον καὶ κυπρίζοντα βότρυν ἐκαρποφόρησεν, τὸν γεωργόν τε καὶ φυτηκόμον ἑαυτῆς ἐνορᾷ
Since, then, he who has his will in accord with the law of the Lord and who makes this his meditation through all the night and day becomes an evergreen tree, made rich by the streams of waters and yielding its fruit in due season—for this reason the Bridegroom's vine also, rooted in Gad, that rich place (that is, in a deep understanding watered by the divine teachings), and growing, brought forth this well-blossoming cluster of henna, in which she beholds her own vinedresser and cultivator.
既然那使自己的意願與主的律法相合、晝夜以此為默想的人,便成為常青之樹,因水流而得肥美,按時候結出果子——因此新郎的葡萄樹也照樣,紮根在迦得這肥沃之處(就是在那被神聖教訓所澆灌的深邃悟性之中),並且生長,結出這含苞如鳳仙、繁花似錦的葡萄串;她在其中看見了自己的園丁和栽種者。
1:502
ὡς μακάριον τὸ τοιοῦτον γεώργιον, οὗ καρπὸς πρὸς τὴν τοῦ νυμφίου ὁμοιοῦται μορφήν
How blessed is such a husbandry, whose fruit is made like to the form of the Bridegroom!
這樣的園圃何等有福,它的果子竟被塑造成與新郎的形像相似!
1:503
ζωὴ καὶ δικαιοσύνη ἀληθής, καθὼς Σοφία φησί, καὶ πάντα τὰ τοιαῦτα, ὅταν τις διὰ τῶν ἔργων ταῦτα γένηται, ἐκεῖνός ἐστιν, οὗτος τὸν τῆς ἰδίας συνειδήσεως βότρυν βλέπων αὐτὸν τὸν νυμφίον ἐν τούτῳ βλέπει τῇ φωτεινῇ τε καὶ ἀκηλιδώτῳ ζωῇ τὸ φῶς τῆς ἀληθείας ἐνοπτριζόμενος
'Life and true righteousness,' as Wisdom says, and all such things—when by his works a man becomes those very things which He is, then, beholding the cluster of his own conscience, he beholds in it the Bridegroom himself, mirroring the light of truth in a luminous and spotless life.
如智慧所說的「生命與真實的公義」,以及一切如此的事——當人藉著行為成為祂之所是的那些事時,他便看著自己良心的葡萄串,並在其中看見新郎自己,於那光明無瑕的生命中映照出真理之光。
1:504
διὰ τοῦτό φησιν ἄμπελος εὐθηνοῦσα, ὅτι ἐμὸς βότρυς διὰ τοῦ ἄνθους κυπρίζων αὐτὸς ἐκεῖνός ἐστιν ἀληθινὸς βότρυς, ἐπὶ τῶν ξυλίνων ἀναφορέων ἑαυτὸν δείξας, οὗ τὸ αἷμα τοῖς σῳζομένοις τε καὶ εὐφραινο. μένοις πότιμόν τε καὶ σωτήριον γίνεται, δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων
For this reason the flourishing vine says: 'My cluster, that blossoms as henna through the flower, is that very One who is the true cluster—He who showed himself upon the wooden supports, whose blood becomes a saving and refreshing drink for those who are being saved and gladdened, to whom be glory unto the ages of ages.'
因此那茂盛的葡萄樹說:「我那藉花朵含苞如鳳仙的葡萄串,正是那真葡萄串——祂就是在那木架之上顯出自己的那一位,祂的血成了那些正在得救、心中歡暢之人可飲的、拯救的甘露;願榮耀歸與祂,直到世世代代。」
1:505
Λόγος δʹ Ἰδοὺ εἶ καλή, πλησίον μου, ἰδοὺ εἶ καλή·
Homily Four. Behold, you are fair, my near one, behold, you are fair;
第四篇講道。看哪,我的佳偶,你甚美麗;看哪,你甚美麗;
1:506
Ἰδοὺ εἶ καλός, ἀδελφιδός μου, καί γε ὡραῖος
Behold, you are fair, my kinsman, yea, comely.
看哪,我的良人,你甚美麗,且是可愛。
1:507
Ἐγὼ ἄνθος τοῦ πεδίου, κρίνον τῶν κοιλάδων
I am the flower of the plain, the lily of the valleys.
我是平原的花,是山谷中的百合花。
1:508
Ὡς κρίνον ἐν μέσῳ ἀκανθῶν, οὕτως ἀδελφή μου ἀνὰ μέσον τῶν θυγατέρων
As a lily among thorns, so is my sister among the daughters.
我的佳偶在眾女子中,好像百合花在荊棘內。
1:509
Ὡς μῆλον ἐν τοῖς ξύλοις τοῦ δρυμοῦ, οὕτως ἀδελφιδός μου ἀνὰ μέσον τῶν υἱῶν·
As an apple among the trees of the wood, so is my kinsman among the sons;
我的良人在眾子中,如同蘋果樹在樹林間;
1:510
ὑπὸ τὴν σκιὰν αὐτοῦ ἐπεθύμησα καὶ ἐκάθισα, καὶ καρπὸς αὐτοῦ γλυκὺς ἐν τῷ λάρυγγί μου
under his shadow I longed and sat down, and his fruit was sweet in my throat.
我在他的蔭下歡喜坐下,他的果子在我口中甘甜。
1:511
Εἰσαγάγετέ με εἰς οἶκον τοῦ οἴνου, τάξατε ἐπ' ἐμὲ ἀγάπην
Bring me into the house of wine, set love in order over me.
求你領我進入酒室,在我以上豎立愛的旌旗。
1:512
Στηρίσατέ με ἐν μύροις στοιβάσατέ με ἐν μήλοις, ὅτι τετρωμένη ἀγάπης ἐγώ
Strengthen me with perfumes, heap me about with apples, for I am wounded with love.
求你用香膏堅固我,用蘋果環繞我,因我為愛所傷。
1:513
Εὐώνυμος αὐτοῦ ὑπὸ τὴν κεφαλήν μου. καὶ δεξιὰ αὐτοῦ περιλήψεταί με
His left hand is under my head, and his right hand shall embrace me.
他的左手在我頭下,他的右手將要擁抱我。
1:514
Ὥρκισα ὑμᾶς, θυγατέρες Ἰερουσαλήμ, ἐν δυνάμεσι καὶ ἐν ἰσχύσεσι τοῦ ἀγροῦ, ἐὰν ἐγείρητε καὶ ἐξεγείρητε τὴν ἀγάπην, ἕως οὗ θελήσῃ
I have adjured you, daughters of Jerusalem, by the powers and forces of the field, if you should stir up and awaken love, until it should please.
耶路撒冷的眾女子啊,我指著田野的能力與大能囑咐你們:不要驚動、不要叫醒愛,等它自己情願。
1:515
Φασὶ τοὺς τὸ χρυσίον τεχνικῶς ἐκκαθαίροντας, εἰ διά τινος ῥυπαρωτέρας ὕλης κατ' ἐπιβουλὴν ἐμμιχθείσης ἀμαυρωθείη τῆς λαμπηδόνος τὸ κάλλος, τῇ διὰ τοῦ πυρὸς χωνείᾳ θερα πεύειν τὴν δύσχροιαν καὶ πολλάκις τοῦτο ποιεῖν καὶ καθ' ἑκάστην χωνείαν ἐπισκοπεῖν, ὅσον παρὰ τὴν προτέραν ἐν τοῖς ἐφεξῆς γέγονεν χρυσὸς εὐχροώτερος, καὶ μὴ πρότερον παύεσθαι τῷ πυρὶ τὴν ὕλην ἀποκαθαίροντας, ἕως ἂν αὐτὸ τοῦ χρυσίου τὸ εἶδος ἑαυτῷ μαρτυρήσῃ τὸ καθαρόν τε καὶ ἀκιβδήλευτον
It is said that those who skillfully refine gold, if the beauty of its brightness has been dimmed by some baser material maliciously mixed in, remedy the discoloration by smelting it in the fire; and they do this many times, and at each smelting they examine how much more comely the gold has become in the successive stages than before, and they do not cease purging the material with fire until the very appearance of the gold bears witness of itself to its purity and unalloyed nature.
據說那些巧於精煉黃金的人,若黃金光澤之美因惡意摻入的某種較污穢的材料而變得暗淡,便藉火中的熔煉來醫治這變色;他們如此反覆多次,並在每次熔煉時察看:黃金在其後各階段比先前變得美好了多少;他們絕不停止用火煉淨那材料,直到黃金的樣式親自為其純淨無雜作見證為止。
1:516
τίνος δὲ χάριν τῆς παρούσης τῶν ἀνεγνω σμένων θεωρίας ἁπτόμενοι τούτων τὴν μνήμην ἐποιησάμεθα, δῆλον ὑμῖν ἐξ αὐτῆς ἤδη τῆς διανοίας τῶν γεγραμμένων γενήσεται
But for what reason, in taking up the present contemplation of what has been read, we have made mention of these things, will already become plain to you from the very sense of what is written.
但我們在著手默觀今日所誦讀的經文時,為何提及這些事,從所寫之經文的意義本身,你們便已可明白。
1:517
χρυσῖτις ἦν τὸ κατ' ἀρχὰς ἀνθρωπίνη φύσις καὶ λάμπουσα τῇ πρὸς τὸ ἀκήρατον ἀγαθὸν ὁμοιότητι, ἀλλὰ δύσχρους καὶ μέλαινα μετὰ τοῦτο τῇ ἐπιμιξίᾳ τῆς κακίας ἐγένετο, καθὼς ἐν τοῖς πρώτοις τοῦ Ἄισματος τῆς νύμφης ἠκούσαμεν ὅτι μέλαιναν αὐτὴν ἐποίησεν τῆς φυλακῆς τοῦ ἀμπελῶνος ὀλιγωρία·
In the beginning human nature was golden ore, shining with its likeness to the incorruptible Good; but afterward it became discolored and black through the admixture of evil, as we heard in the first parts of the Bride's Song, that the neglect of the guarding of the vineyard had made her black.
起初人性乃是含金的礦石,因與那不朽的美善相似而發光;但此後卻因惡的摻雜而變色發黑,正如我們在新婦之歌起初之處所聽見的,說疏於看守葡萄園使她變黑了。
1:518
ἧς θεραπεύων τὴν δυσμορφίαν. πάντα ἐν σοφίᾳ τεχνιτεύων θεὸς οὐ καινόν τι κάλλος ἐπ' αὐτῆς μηχανᾶται μὴ πρότερον ἦν, ἀλλ' ἐπὶ τὴν πρώτην ἐπανάγει χάριν δι' ἀναλύσεως τὴν τῷ κακῷ μελανθεῖ σαν μεταχωνεύων πρὸς τὸ ἀκήρατον
In healing her deformity, God, who fashions all things in wisdom, does not contrive upon her some new beauty that did not exist before, but leads her back to the first grace, by dissolution re-smelting toward incorruption that which had been blackened by evil.
那以智慧成就萬事的神,在醫治她的醜陋時,並不在她身上造出某種先前所無的新美麗,乃是領她回到起初的恩典,藉著消解,將那被惡所熏黑的重新熔煉,歸向不朽。
1:519
ὥσπερ τοίνυν οἱ ἀκριβεῖς χρυσογνώμονες μετὰ τὴν πρώτην χωνείαν ἐπισκοποῦσιν, ὅσον ἐπέδωκεν εἰς κάλλος ὕλη τῷ πυρὶ τὸν ῥύπον ἐνδαπανή σασα, καὶ πάλιν δευτέρας γενομένης χωνείας, εἰ μὴ ἱκανῶς παρὰ τὴν πρώτην ἀπεκαθάρθη, τὸ προστεθὲν κάλλος ἐπι λογίζονται καὶ πολλάκις τὸ ἴσον ποιοῦντες ἀεὶ τὰς τοῦ κάλλους προσθήκας διὰ τῆς ἐπιστημονικῆς δοκιμασίας ἐπιγινώσκουσιν, οὕτω καὶ νῦν θεραπευτὴς τοῦ μελανθέντος χρυσίου καθάπερ τινὶ χώνῃ τὴν ψυχὴν λαμπρύνας διὰ τῶν προσαχθέντων αὐτῇ φαρμάκων ἐν μὲν τοῖς φθάσασιν ἵππου τινὸς εὐμορφίαν τῷ φαινομένῳ προσεμαρτύρησε, νῦν δὲ ὡς παρθένου λοιπὸν ἀποδέχεται τὸ ἀναφανὲν αὐτῆς κάλλος
Just as, then, the exact judges of gold, after the first smelting, examine how much the material has increased in beauty, having consumed its filth in the fire; and again, when a second smelting has taken place, if it was not sufficiently purified by the first, they reckon up the added beauty; and often doing the like, they ever recognize the additions of beauty through scientific testing—so also now the Healer of the blackened gold, having brightened the soul as in a crucible through the remedies applied to her, in the earlier stages testified to what appeared as the comeliness of a certain mare, but now at length receives, as of a virgin, the beauty that has been made manifest in her.
所以正如那些精確的驗金師,在第一次熔煉之後,察看那材料在火中焚盡污垢後於美上增添了多少;並且當第二次熔煉發生時,若它未被第一次充分煉淨,他們便計算所增添的美;他們往往行同樣的事,藉著精確的鑑驗不斷認出美的增添——照樣,如今那醫治被熏黑之金者,藉著加給靈魂的良藥,如同在坩堝中使靈魂發亮;在先前的階段祂為那顯現出來、如某匹牝馬的秀美作了見證,而如今祂終於接納她所顯露的美,如同接納一位童女的美。
1:520
φησὶ γὰρ Ἰδοὺ εἶ καλή, πλησίον μου, ἰδοὺ εἶ καλή·
For he says: Behold, you are fair, my near one, behold, you are fair;
因為祂說:看哪,我的佳偶,你甚美麗;看哪,你甚美麗;
1:521
παιδεύει δὲ διὰ τῶν εἰρημένων λόγος ταύτην εἶναι τοῦ κάλλους τὴν ἐπανάληψιν τῷ προσεγγίσαι πάλιν τῷ ἀληθινῷ κάλλει, οὗ ἀπεφοίτησε·
And through these words the Word teaches that this recovery of beauty comes by drawing near again to the true Beauty from which she had departed.
藉著這些話,那道教訓人:這美的恢復,乃是藉著重新親近她所離開的那真美而得。
1:522
φησὶ γὰρ Ἰδοὺ εἶ καλή, πλησίον μου·
For he says: Behold, you are fair, my near one;
因為祂說:看哪,我的佳偶,你甚美麗;
1:523
πρὸς τὸ εἰδεχθὲς ἠλλοιώθης
you had been altered toward what was ill-favored.
你曾變為醜陋。
1:524
τὸ δὲ λεγόμενον τοιοῦτόν ἐστι·
And what is meant is this:
所要說的乃是這樣:
1:525
δεκτικὴ τῶν κατὰ γνώμην ἀνθρωπίνη γέγονε φύσις καὶ πρὸς ὅπερ ἂν ῥοπὴ τῆς προαιρέσεως αὐτὴν ἄγῃ, κατ' ἐκεῖνο καὶ ἀλλοιοῦται·
Human nature has become receptive of what accords with its purpose, and toward whatever the inclination of its free choice leads it, in that direction it is also altered.
人性已成為能領受合乎其意向之事的,而它的自由抉擇的傾向引它往哪裡去,它便照那方向被改變。
1:526
τοῦ τε γὰρ θυμοῦ παραδεξαμένη τὸ πάθος θυμώδης γίνεται καὶ τῆς ἐπιθυμίας ἐπικρατησάσης εἰς ἡδονὴν διαλύεται, πρὸς δειλίαν τε καὶ φόβον καὶ τὰ καθ' ἕκαστον πάθη τῆς ῥοπῆς γενομένης τὰς ἑκάστου τῶν παθῶν μορφὰς ὑποδύεται, ὥσπερ δὴ καὶ ἐκ. τοῦ ἐναντίου τὸ μακρόθυμον, τὸ καθαρόν, τὸ εἰρηνικόν, τὸ ἀόργητον, τὸ ἄλυπον, τὸ εὐθαρσές, τὸ ἀπτόητον, πάντα ταῦτα ἐν ἑαυτῇ δεξαμένη ἑκάστου τούτων ἐπισημαίνει τὸν χαρακτῆρα τῇ καταστάσει τῆς ψυχῆς ἐν ἀταραξίᾳ γαληνιάζουσα
For if it admits the passion of anger, it becomes wrathful; and if desire prevails, it dissolves into pleasure; and when the inclination goes toward cowardice and fear and each of the several passions, it puts on the forms of each of the passions—just as, on the contrary, longsuffering, purity, peaceableness, freedom from anger, freedom from grief, good courage, fearlessness—receiving all these in herself, she stamps upon the condition of her soul the character of each of them, being serene in tranquility.
因為它若接納忿怒之情,便變得暴躁;私慾若得勝,便消融於逸樂;當傾向轉向怯懦、懼怕以及各樣情慾時,它便披上各樣情慾的形貌——正如反過來,恆忍、純潔、和平、不動怒、無憂、勇毅、無懼——她若在自己裡面領受這一切,便將其中每一樣的性情印刻在她靈魂的狀態上,在寧靜中安然無擾。
1:527
συμβαίνει τοίνυν ἀμέσως πρὸς τὴν κακίαν τῆς ἀρετῆς διεστώσης μὴ δύνασθαι κατὰ ταὐτὸν ἀμφότερα τῷ ἑνὶ παραγίνεσθαι·
It follows, then, that since virtue stands immediately opposed to vice, the two cannot at the same time coexist in the one subject.
由此可見,既然德行與惡直接對立,這兩者便不能同時在同一個主體裡並存。
1:528
γὰρ τοῦ σωφρονεῖν ἀποστὰς ἐν τῷ ἀκολάστῳ πάντως γίνεται βίῳ καὶ τὸν ἀκάθαρτον βδελυξά μενος βίον κατώρθωσεν ἐν τῇ ἀποστροφῇ τοῦ κακοῦ τὸ ἀμόλυντον
For he who has departed from self-control comes altogether to be in an unbridled life; and he who has abhorred the impure life has achieved undefiledness in his turning away from evil.
因為那離棄自制的人,必完全落在放縱的生活之中;而那憎惡不潔生活的人,則在遠離惡的同時成就了無玷污。
1:529
ταπεινοφρονῶν τῆς ὑπερηφανίας κεχώρισται καὶ διὰ τοῦ τύφου ἑαυτὸν ἐξογκώ σας τὴν ταπεινοφροσύνην ἀπώσατο
He who is humble-minded is separated from pride; and he who has puffed himself up through arrogance has thrust away humility.
存謙卑之心的人與驕傲隔絕;而那藉自負使自己膨脹的人則推開了謙卑。
1:530
καὶ τί χρὴ τὰ καθ' ἕκαστον λέγοντα διατρίβειν, πῶς ἐπὶ τῶν ἀντικειμένων τῇ φύσει τοῦ ἑνὸς ἀπουσία θέσις καὶ ὕπαρξις τοῦ ἑτέρου γίνεται; οὕτω τοίνυν ἐχούσης ἡμῶν τῆς προαιρέσεως, ὡς κατ' ἐξουσίαν ἔχειν ὅπερ ἂν ἐθέλῃ τούτῳ συσχηματίζεσθαι, καλῶς φησι πρὸς τὴν ὡραϊσθεῖσαν λόγος, ὅτι ἀποστᾶσα μὲν τῆς τοῦ κακοῦ κοινωνίας ἐμοὶ προσήγγισας, πλησιάσασα. δὲ τῷ ἀρχετύπῳ κάλλει καὶ αὐτὴ καλὴ γέγονας οἷόν τι κάτοπτρον τῷ ἐμῷ χαρακτῆρι ἐμμορφωθεῖσα·
And what need is there to spend time in speaking of each case, how, in things by nature opposed, the absence of the one becomes the establishment and existence of the other? Our free choice, then, being such that it has the power to be conformed to whatever it wills, the Word rightly says to her who has been made beautiful: 'In departing from fellowship with evil you have drawn near to me, and in coming close to the archetypal Beauty you too have become beautiful, having been formed as a kind of mirror to my character;'
又何必花時間逐一述說:在那些本性彼此對立的事上,其一的缺席如何成為另一者的確立與存在呢?既然我們的自由抉擇是這樣的,能隨其所願而被塑造成何等模樣,那道便合宜地對這被造為美麗者說:「你既離棄了與惡的交通,便親近了我;你既靠近了那原型之美,你自己也就成了美的,如同一面鏡子,被塑造成我的形像。」
1:531
κατόπτρῳ γὰρ ἔοικεν ὡς ἀληθῶς τὸ ἀνθρώπινον κατὰ τὰς τῶν προαι ρέσεων ἐμφάσεις μεταμορφούμενον·
For that which is human truly resembles a mirror, being transformed according to the images of its choices;
因為那屬人的,實在像一面鏡子,隨其抉擇的映像而變化;
1:532
εἴ τε γὰρ πρὸς χρυσὸν ἴδοι, χρυσὸς φαίνεται καὶ τὰς ταύτης αὐγὰς τῆς ὕλης διὰ τῆς ἐμφάσεως δείκνυσιν, εἴ τέ τι τῶν εἰδεχθῶν ἐμφανείη, καὶ τούτου τὸ αἶσχος δι' ὁμοιώσεως ἀπομάσσεται βάτραχόν τινα φρῦνον σκολόπενδραν ἄλλο τι τῶν ἀηδῶν θεαμάτων τῷ οἰκείῳ εἴδει ὑποκρινόμενον, ᾧπερ ἂν τούτων εὑρεθῇ ἀντιπρόσωπον
for if it looks toward gold, it appears as gold and shows the gleams of that material through the reflection; and if any of the ill-favored things appears, it takes upon itself the ugliness of that too by likeness, mimicking with its own form some frog or toad or centipede or any other of the loathsome sights, whichever of these it be found set over against.
因為它若朝向黃金,便顯為黃金,藉著映照顯出那材料的光輝;它若映出某種醜陋之物,便也藉著相似承受那物的醜惡,以自己的形貌模擬某隻青蛙、蟾蜍、蜈蚣,或任何其他可憎之景象——正對著這些之中的哪一樣,便模擬哪一樣。
1:533
ἐπειδὴ τοίνυν κατὰ νώτου τὴν κακίαν ποιησαμένη κεκαθαρμένη ὑπὸ τοῦ λόγου ψυχὴ τὸν ἡλιακὸν ἐν ἑαυτῇ κύκλον ἐδέξατο καὶ τῷ ὀφθέντι ἐν αὐτῇ φωτὶ συνεξέλαμψε, διὰ τοῦτό φησι πρὸς αὐτὴν λόγος, ὅτι γέγονας ἤδη καλὴ πλησιάσασα τῷ ἐμῷ φωτὶ διὰ τοῦ προσεγγισμοῦ τὴν κοινωνίαν ἐφελκυσαμένη τοῦ κάλλους
Since, then, the soul that has been purified by the Word, having put vice behind her back, received into herself the sun's circle and shone forth together with the light that appeared in her, for this reason the Word says to her that you have now become fair, having drawn near to my light and by your approach drawn to yourself the fellowship of the Beauty.
既然那被道所潔淨的靈魂,將惡置於背後,在自己裡面領受了那日輪,並與在她裡面顯現的光一同發光——因此那道對她說:你如今已成了美麗的,因你親近了我的光,並藉著這靠近將那美的交通吸引到自己身上。
1:534
Ἰδοὺ εἶ καλή, φησίν, πλησίον μου
Behold, you are fair, he says, my near one.
祂說:看哪,我的佳偶,你甚美麗。
1:535
εἶτα ἐπισχὼν καὶ οἷον ἐν προσθήκῃ τινὶ. καὶ ἐπιτάσει γενομένην τοῦ κάλλους αὐτὴν θεασάμενος πάλιν τὸν αὐτὸν ἐπαναλαμβάνει λόγον εἰπὼν Ἰδοὺ εἶ καλή
Then, pausing, and beholding her as it were become, by a kind of addition and heightening, more beautiful, he again takes up the same saying, declaring: Behold, you are fair.
然後,祂稍停,見她彷彿因某種增添與提升而變得更美,便再次重述同一句話,說:看哪,你甚美麗。
1:536
ἀλλ' ἐν μὲν τῷ προτέρῳ τὴν πλησίον ὠνόμασεν, ἐνταῦθα δὲ τὴν ἐκ τοῦ εἴδους τῶν ὀμμάτων γνωριζομένην·
But in the former instance he named her 'the near one,' whereas here he names her the one known by the form of her eyes;
然而在前一次祂稱她為「佳偶」,而在此處祂稱她為那藉眼目之形貌而被認識的:
1:537
Ὀφθαλμοὶ γάρ σου, φησί, περιστεραί·
For your eyes, he says, are doves;
因為祂說:你的眼睛好像鴿子;
1:538
πρότερον μὲν γάρ, ὅτε τῇ ἵππῳ ἀφωμοιώθη, ἐν σιαγόνι τε καὶ τραχήλῳ ἔπαινος ἦν, νῦν δὲ ὅτε τὸ ἴδιον αὐτῆς ἀνεφάνη κάλλος, τῶν ὀφθαλμῶν χάρις ἐγκωμιάζεται
for before, when she was likened to a mare, the praise was upon her cheek and neck, but now, when her own beauty has appeared, the grace of her eyes is extolled.
因為從前,當她被比作牝馬時,那稱讚是在她的腮頰與頸項上;而如今,當她自己的美顯現出來時,她眼目的秀美便受到頌揚。
1:539
δὲ τῶν ὀφθαλμῶν ἔπαινός ἐστι τὸ περιστερὰς εἶναι τὰ ὄμματα·
And the praise of the eyes is that the eyes are doves;
而對眼目的稱讚,乃是說那眼睛是鴿子;
1:540
ὅπερ μοι δοκεῖ τοιαύτην ἐμφαίνειν διάνοιαν·
which seems to me to convey some such meaning as this:
在我看來,這似乎傳達出如下的意思:
1:541
ἐπειδὴ ταῖς καθαραῖς τῶν ὀμμάτων κόραις ἐνορᾶται τῶν ἐνατενιζόντων τὰ πρόσωπα ( φασὶ γὰρ οἱ τὰ τοιαῦτα φυσιολογεῖν ἐπιστήμονες ὅτι τὰς τῶν εἰδώλων ἐμπτώσεις δεχόμενος, αἳ τῶν ὁρατῶν ἀπορρέουσιν, οὕτως ἐνεργεῖ τὴν ὄψιν ὀφθαλμός), τούτου χάριν ἔπαινος γίνεται τῆς τῶν ὀφθαλμῶν εὐμορφίας τὸ τῆς περιστερᾶς εἶδος τὸ ταῖς κόραις αὐτῶν ἐμφαινόμενον
since in the pure pupils of the eyes the faces of those who gaze intently are reflected (for those skilled in explaining such matters by nature say that the eye, receiving the impacts of the images which flow off from visible things, thus effects sight), for this reason the praise of the comeliness of the eyes is the form of the dove reflected in their pupils.
既然在眼目那潔淨的瞳仁中,映照出那些凝神注視者的面容(因為那些精於以自然之理解說此類事的人說,眼睛接受從可見之物流溢而出的諸影像的觸擊,如此成就視覺),因此,對眼目秀美的稱讚,便是那映現在其瞳仁中的鴿子之形。
1:542
πρὸς γὰρ ἄν τις ἐνατενίσῃ, τούτου δέχεται ἐν ἑαυτῷ τὸ ὁμοίωμα
For whatever anyone gazes upon intently, of that he receives in himself the likeness.
因為無論人凝神注視什麼,他便在自己裡面領受那物的樣式。
← prev partnext part →
1