📜 Verbum
Scripture and the Fathers, read aloud in the original

← All books · Greek Fathers › Homilies on the Song of Songs

Gregory of Nyssa

Homilies on the Song of Songs 1 part 5/20

Greek original · 142 verses · some words can be tapped for a gloss · long chapter, split into parts; this part covers 1:543–1:684 (2527 verses in all)

← prev partnext part →
1:543
ἐπεὶ οὖν μηκέτι πρὸς σάρκα καὶ αἷμα βλέπων πρὸς τὸν πνευματι κὸν βίον ὁρᾷ, καθώς φησιν ἀπόστολος, ζῶν πνεύματι καὶ στοιχῶν πνεύματι καὶ τὰς πράξεις τοῦ σώματος θανατῶν τῷ πνεύματι καὶ ὅλος δι' ὅλου πνευματικὸς γινόμενος, οὐ. ψυχικὸς οὐδὲ σαρκικός, τούτου χάριν μαρτυρεῖται τῆς σωματικῆς προσπαθείας ἀπηλλαγμένη ψυχὴ τὸ τῆς περιστε ρᾶς εἶδος ἐν τοῖς ὄμμασιν ἔχειν, τουτέστι τὸν χαρακτῆρα τῆς πνευματικῆς ζωῆς τῷ διορατικῷ τῆς ψυχῆς ἐναυγάζεσθαι
Since, then, he who no longer looks toward flesh and blood looks toward the spiritual life, as the Apostle says—living by the Spirit and walking by the Spirit and putting to death the deeds of the body by the Spirit, and becoming wholly through and through spiritual, neither soulish nor fleshly—for this reason it is testified of the soul freed from bodily attachment that it has the form of the dove in its eyes, that is, that the character of the spiritual life is illumined in the soul's power of discernment.
既然那不再朝向血肉、乃朝向屬靈生命的人,正如使徒所說——憑聖靈而活、順聖靈而行、藉聖靈治死身體的行為,並全然徹底地成為屬靈的,既非屬魂的、也非屬肉的——因此那脫離了肉體牽繫的靈魂被見證為在眼目中有鴿子之形,就是說,屬靈生命的性情在靈魂的洞察力中發出光輝。
1:544
νῦν γὰρ πρώτως παρθένος ἀτενίζει τῇ τοῦ νυμφίου μορφῇ, ὅτε ἔσχε τὴν περιστερὰν ἐν τοῖς ὄμμασιν (Οὐδεὶς γὰρ δύναται εἰπεῖν κύριον Ἰησοῦν εἰ μὴ ἐν πνεύματι ἁγίῳ), καί φησιν Ἰδοὺ εἶ καλός, ἀδελφιδός μου, καί γε ὡραῖος·
For now for the first time the virgin gazes intently upon the form of the Bridegroom, when she had the dove in her eyes (for no one can say 'the Lord Jesus' except in the Holy Spirit), and she says: Behold, you are fair, my kinsman, yea, comely;
因為如今那童女初次凝神注視新郎的形貌,正是當她眼中有那鴿子之時(因為若不是靠著聖靈,沒有人能說「耶穌是主」);她便說:看哪,我的良人,你甚美麗,且是可愛;
1:545
ἀφ' οὗ γὰρ οὐδὲν ἄλλο μοι καλὸν εἶναι δοκεῖ, ἀλλ' ἀπεστράφην πάντα ὅσα τὸ πρότερον ἐν καλοῖς ἐνομίζετο, οὐκέτι μοι πεπλάνηται τοῦ καλοῦ κρίσις, ὥστε ἄλλο τι παρὰ σὲ καλὸν οἴεσθαι·
for since nothing else seems to me to be fair, but I have turned away from all things that were formerly reckoned among the fair, the judgment of the fair no longer errs in me, so as to think anything fair besides you;
因為既然在我看來別無他物是美的,我已離棄一切從前被算為美好之事,那對美的判斷在我裡面便不再迷失,以致我不會以為除你以外還有什麼是美的;
1:546
οὐκ ἔπαινός τις ἀνθρώπινος, οὐ δόξα, οὐ περιφάνεια, οὐ κοσμικὴ δυναστεία·
not any human praise, nor glory, nor conspicuousness, nor worldly dominion;
無論是人的稱讚、榮耀、顯赫,或世上的權勢,都不是;
1:547
ταῦτα γὰρ τοῖς πρὸς τὴν αἴσθησιν βλέπουσιν ἐπικέχρωσται μὲν τῇ τοῦ καλοῦ φαντασίᾳ, οὐ μήν ἐστιν ὅπερ νομίζεται
for these things, to those who look toward the senses, are indeed tinged with the fancy of the fair, yet are not what they are supposed to be.
因為這些事物,對那些朝向感官之人而言,固然染上了美的幻想,卻並非其所被以為的那樣。
1:548
πῶς γὰρ ἄν τι εἴη καλόν, μηδὲ ὅλως ἔστι καθ' ὑπόστασιν; τὸ γὰρ ἐν τῷ κόσμῳ τούτῳ τετιμημένον ἐν μόνῃ τῇ οἰήσει τῶν νομιζόντων εἶναι τὸ εἶναι ἔχει
For how could anything be fair which has no existence at all in subsistence? For that which is honored in this world has its being only in the opinion of those who suppose it to be.
因為那在本體上根本毫無存在的,怎能是美的呢?因為那在這世上受尊崇之物,唯獨在那些以為它存在之人的臆想中,才有其存在。
1:549
σὺ δὲ ἀληθῶς εἶ καλός,. οὐ καλὸς μόνον ἀλλ' αὐτὴ τοῦ καλοῦ οὐσία, ἀεὶ τοιοῦτος ὑπάρχων, πάντοτε ὢν ὅπερ εἶ, οὔτε κατὰ καιρὸν ἀνθῶν οὔτε ἐπὶ καιροῦ πάλιν ἀποβάλλων τὸ ἄνθος, ἀλλὰ τῇ ἀϊδιότητι τῆς ζωῆς συμπαρατείνων τὴν ὥραν·
But you truly are fair—not fair only, but the very essence of the fair, being ever such, always being what you are, neither blossoming at a season nor again in season casting off the blossom, but extending your bloom together with the eternity of your life;
但你真是美的——不僅是美的,更是那美的本質本身,永遠如此,總是你之所是,既不隨時節開花,也不在某時再度落花,乃是將你的華美與你生命的永恆一同延展;
1:550
ὄνομα φιλανθρωπία ἐγένετο
whose name has come to be Love-of-mankind.
祂的名成了「愛人類的仁慈」。
1:551
ὅτι ἄρα ἐξ Ἰούδα ἀνέτειλας ἡμῖν, ἀδελφὸς δὲ Ἰουδαίων λαὸς τοῦ ἐξ ἐθνῶν σοι προσιόντος, καλῶς διὰ τὴν ἐν σαρκὶ γεγενημένην τῆς θεότητός σου φανέρωσιν ἀδελφιδὸς τῆς ποθούσης κατωνομάσθης
For since you have arisen for us out of Judah, and the people of the Jews is a brother to him who comes to you from among the nations, you have fittingly been named kinsman of her who longs for you, on account of the manifestation of your Godhead that came to be in the flesh.
因為你既為我們從猶大興起,而猶太人的百姓,對那從外邦人中歸向你的人,乃是弟兄;因你神性在肉身中所成就的顯現,你便合宜地被稱為那切慕你之人的良人(親屬)。
1:552
Εἶτα ἐπήγαγε Πρὸς κλίνῃ ἡμῶν σύσκιος
Then she added: By our bed you are overshadowed;
然後她接著說:在我們的床榻旁,你成了蔽蔭;
1:553
τουτέστιν ἔγνω σε ἤτοι γνώσεται ἀνθρωπίνη φύσις σύσκιον τῇ οἰκονομίᾳ γενόμενον·
that is, human nature has known, or shall know, you as having become overshadowed by the dispensation;
就是說,人性已經認識、或將要認識你,因著救恩的安排而成了蔽蔭的;
1:554
ἦλθες γάρ φησι σὺ καλὸς ἀδελφιδός, ὡραῖος,. πρὸς τῇ κλίνῃ ἡμῶν σύσκιος γενόμενος
for you came, she says, you the fair kinsman, the comely one, becoming overshadowed by our bed.
因為她說:你來了,你這美麗的良人、可愛的,在我們的床榻旁成了蔽蔭。
1:555
εἰ γὰρ μὴ συνεσκίασας αὐτὸς σεαυτὸν τὴν ἄκρατον τῆς θεότητος ἀκτῖνα συγκαλύψας τῇ τοῦ δούλου μορφῇ, τίς ἂν ὑπέστη σου τὴν ἐμφάνειαν; οὐδεὶς γὰρ ὄψεται πρόσωπον κυρίου καὶ ζήσεται
For if you had not yourself overshadowed yourself, veiling the unmixed ray of your Godhead with the form of the servant, who could have endured your manifestation? For no one shall see the face of the Lord and live.
因為你若不曾親自遮蔽自己,以奴僕的形像掩蓋你神性那純一之光,誰能承受你的顯現呢?因為沒有人見主的面還能存活。
1:556
ἦλθες τοίνυν ὡραῖος, ἀλλ' ὡς χωροῦμεν δέξασθαι τοιοῦτος γενόμενος·
You came, then, the comely one, but becoming such as we had capacity to receive;
所以你來了,你這可愛的,卻成為我們有能力領受的樣式;
1:557
ἦλθες τὰς τῆς θεότητος ἀκτῖνας τῇ περιβολῇ συσκιάσας τοῦ σώματος
you came, overshadowing the rays of your Godhead with the wrapping of the body.
你來了,以身體的披覆遮蔽你神性的光芒。
1:558
πῶς γὰρ ἂν ἐχώρησε θνητὴ καὶ ἐπίκηρος φύσις τῇ ἀκηράτῳ καὶ ἀπροσίτῳ συζυγίᾳ συναρ μοσθῆναι, εἰ μὴ τοῖς ἐν σκότῳ ζῶσιν ἡμῖν σκιὰ τοῦ σώματος πρὸς τὸ φῶς ἐμεσίτευσεν; κλίνην δὲ ὀνομάζει νύμφη τῇ τροπικῇ σημασίᾳ τὴν πρὸς τὸ θεῖον ἀνάκρασιν τῆς ἀνθρωπίνης φύσεως ἑρμηνεύουσα, ὡς καὶ μέγας ἀπόστολος ἁρμόζεται τῷ Χριστῷ τὴν παρθένον, ἡμᾶς, καὶ νυμφοστολεῖ [ τὴν ψυχὴν] καὶ τὴν προσκόλλησιν τῶν δύο εἰς ἑνὸς σώματος κοινωνίαν τὸ μέγα μυστήριον εἶναι λέγει τῆς τοῦ Χριστοῦ πρὸς τὴν ἐκκλησίαν ἑνώσεως·
For how could a mortal and perishable nature have had capacity to be joined together in union with the incorruptible and unapproachable, unless the shadow of the body had mediated between the light and us who live in darkness? And the Bride names as 'bed,' by a figurative signification, the commingling of human nature with the divine, even as the great Apostle also joins the virgin—us—to Christ and adorns the soul as a bride and calls the cleaving of the two into the fellowship of one body the great mystery of the union of Christ with the Church;
因為那必死、必朽的本性,若非身體的蔭蔽在那光與我們這活在黑暗中之人之間作了中保,怎能有能力與那不朽、不可親近者聯合為一呢?新婦以比喻的意義稱那人性與神性的交融為「床榻」,正如那偉大的使徒也將那童女——就是我們——許配給基督,妝飾這靈魂如新婦,並稱那二者聯合、歸入一體之交通,為基督與教會聯合的極大奧祕;
1:559
εἰπὼν γὰρ ὅτι Ἔσονται οἱ δύο εἰς σάρκα μίαν ἐπήγαγεν ὅτι Τὸ μυστήριον τοῦτο μέγα ἐστίν, ἐγὼ δὲ λέγω εἰς Χριστὸν καὶ εἰς τὴν ἐκκλησίαν
for having said that 'the two shall be one flesh,' he added that 'This mystery is great, but I speak concerning Christ and concerning the Church.'
因為他既說了「二人要成為一體」,便接著說:「這是極大的奧祕,但我是指著基督和教會說的。」
1:560
διὰ τοῦτο τοίνυν τὸ μυστήριον κλίνην παρθένος ψυχὴ τὴν. πρὸς τὸ θεῖον κοινωνίαν ὠνόμασεν
For this reason, therefore, the virgin soul named as 'bed' the fellowship with the divine.
因此,那童女的靈魂便稱那與神性的交通為「床榻」。
1:561
ταύτην δὲ οὐκ ἄλλως ἦν δυνατὸν γενέσθαι εἰ μὴ διὰ τοῦ σύσκιον ἡμῖν διὰ τοῦ σώματος ἐπιφανῆναι τὸν κύριον, ὃς οὐ νυμφίος μόνον ἀλλὰ καὶ οἰκοδόμος ἐστίν, αὐτὸς ἐν ἡμῖν καὶ τεχνιτεύων τὸν οἶκον καὶ ὕλη τῆς τέχνης γινόμενος·
But this could in no other way come to pass, save that the Lord should be made manifest to us, overshadowed through the body — He who is not the Bridegroom only but the Builder as well, Himself both fashioning the house within us as a craftsman and becoming the very material of the craft.
然而這事若非藉著主為我們藉肉身遮蔽而顯現,便絕無可能成就。祂不僅是新郎,也是建造者,親自在我們裡面既如巧匠般營造那房屋,又成為那技藝的材料。
1:562
ὄροφον γὰρ ἐπιβάλλει τῷ οἴκῳ διὰ τῆς ἀσήπτου ὕλης καλλωπίζων τὸ ἔργον
For He sets a roof upon the house, adorning the work with imperishable material.
因為祂用不朽壞的材料為那房屋蓋上屋頂,以此裝飾這工程。
1:563
τοιαύτη δέ ἐστιν κέδρος καὶ κυπάρισσος, ὧν ἐγκείμενος τοῖς ξύλοις τόνος πάσης σηπτικῆς αἰτίας κρείττων ἐστίν, οὐ χρόνῳ εἴκων, οὐ σῆτας φύων, οὐκ εὐρῶτι φθειρόμενος
Such are the cedar and the cypress, whose inherent firmness within the wood is superior to every cause of decay: not yielding to time, not breeding worms, not being ruined by rot.
香柏木與絲柏木正是這樣的材料,其木質中所具的堅韌勝過一切腐朽之因:不因歲月而屈服,不生蛀蟲,不被霉爛所毀。
1:564
ἐκ τούτων κέδροι μὲν διὰ τὸ ἐπιμήκεις εἶναι τὰ πλάτη τοῦ οἴκου τῷ ὀρόφῳ διαλαμβάνουσιν, αἱ δὲ κυπάρισσοι διὰ τῆς λεγομένης φατνώσεως τὴν ἔνδοθεν κατασκευὴν ὡραΐζουσιν
Of these, the cedars, because they are of great length, span the breadths of the house with the roof, while the cypresses, through what is called panelling, beautify the interior construction.
在這些木料中,香柏木因其修長,便以屋頂橫跨房屋的寬度;而絲柏木則藉著所謂的鑲板,使內部的構造顯得華美。
1:565
πάντως δὲ τὰ δηλούμενα διὰ τῶν ξύλων αἰνίγματα φανερὰ τοῖς ἐπακολουθοῦσι τῷ εἱρμῷ τῆς διανοίας ἐστίν
But surely the riddles signified through the woods are plain to those who follow the sequence of the thought.
凡跟隨這思路脈絡的人,藉著這些木料所表明的隱謎,無疑都是顯明的。
1:566
βροχὴν ὀνομάζει τὰς ποικίλας τῶν πειρασμῶν προσβολὰς ἐν τῷ εὐαγγελίῳ κύριος λέγων ἐπὶ τοῦ καλῶς τὴν οἰκίαν ἐπὶ τῆς πέτρας οἰκοδομήσαντος ὅτι Κατέβη βροχὴ καὶ ἔπνευσαν οἱ ἄνεμοι καὶ ἦλθον οἱ ποταμοὶ καὶ ἀπαθὲς ἔμεινεν ἐν τούτοις τὸ οἰκοδόμημα
By 'rain' the Lord in the Gospel names the manifold assaults of temptations, saying concerning him who built his house well upon the rock, that 'The rain came down, and the winds blew, and the rivers came, and amid these the building remained unharmed.'
主在福音書中以「雨」稱那試探的種種襲擊,論到那將房子好好建在磐石上的人說:「雨淋下,風吹起,河水沖來,那建築在這一切之中卻安然無損。」
1:567
ταύτης οὖν ἕνεκεν τῆς κακῆς ἐπομβρίας χρεία τοιούτων ἡμῖν ἐστιν δοκῶν
For the sake, then, of this evil downpour we have need of such beams.
因此,為著這惡雨的緣故,我們需要這樣的梁木。
1:568
αὗται δ' ἂν εἶεν αἱ ἀρεταί, αἳ τὰς τῶν πειρασμῶν ἐπιρροὰς. ἐντὸς ἑαυτῶν οὐ προσίενται στερραί τε οὖσαι καὶ ἀνένδοτοι καὶ τὸ πρὸς κακίαν ἀμάλακτον ἐν τοῖς πειρασμοῖς διασῴζου σαι
And these would be the virtues, which do not admit within themselves the inflows of temptations, being firm and unyielding, and preserving amid trials that toughness against vice which cannot be softened.
而這些梁木便是眾德行,它們不容試探的湧流進入其內,因為它們堅固而不動搖,在試煉之中守住那對抗邪惡、不可軟化的剛強。
1:569
Ἐκκλησιαστῇ ῥῆσιν τῷ προκειμένῳ συνεξετάσαντες·
having compared with the passage before us a saying from Ecclesiastes;
我們將《傳道書》中的一句話與眼前這段經文一同加以考察;
1:570
ἐκεῖ γάρ φησιν Ἐν ὀκνηρίαις ταπεινωθήσεται δόκωσις καὶ ἐν ἀργίᾳ χειρῶν στάξει οἰκία
for there it says, 'Through sloth the roof-beam shall be brought low, and through idleness of hands the house shall drip.'
因為那裡說:「因懶惰,房頂就低垂;因手懶惰,房屋就滴漏。」
1:571
ὥσπερ γὰρ εἰ ἀσθενῆ τε καὶ ἄτονα ὑπὸ λεπτότη τος εἴη τὰ ξύλα τὰ διειληφότα τὸν ὄροφον, ὀκνηρῶς δὲ ἔχοι πρὸς τὴν τοῦ δώματος ἐπιμέλειαν τοῦ οἴκου δεσπότης, οὐδὲν ἀπώνατο τῆς στέγης τοῦ ὄμβρου διὰ σταγόνων εἰσρέοντος (κοιλαίνεται γὰρ ἐξ ἀνάγκης ὄροφος εἴκων τῷ βάρει τοῦ ὕδατος καὶ οὐκ ἀντέχει τῶν ξύλων ἀτονία πρὸς τὴν τοῦ βάρους προσβολὴν ὑποκλάζουσα
For just as, if the timbers that span the roof were weak and feeble by reason of their slenderness, and the master of the house were slothful toward the care of the dwelling, he would gain no benefit from the roof when the rain flowed in drop by drop (for of necessity the roof grows hollow, yielding to the weight of the water, and the feebleness of the timbers does not hold out against the assault of the weight, but sags beneath it),
因為正如:倘若那橫跨屋頂的木料因纖細而虛弱無力,而屋主又對房舍的照料懶怠,他便無法從屋頂得益,因雨水一滴一滴地滲入(因為屋頂必然因水的重量而下陷凹曲,木料的無力抵擋不住那重量的壓迫,反倒在其下彎折)——
1:572
διὰ τοῦτο ἐπὶ τὰ ἐντὸς διαδίδοται τὸ ἐναπειλημμένον τῇ κοιλότητι ὕδωρ καὶ αἱ σταγόνες αὗται κατὰ τὸν Παροιμιώδη λόγον ἐκβάλλουσι τοῦ οἴκου τὸν ἄνθρωπον ἐν τῇ ἡμέρᾳ τοῦ ὑετοῦ), οὕτως ἡμῖν τῷ τῆς παραβολῆς αἰνίγματι διακελεύεται διὰ τῆς τῶν ἀρετῶν εὐτονίας ἀνενδότους εἶναι πρὸς τὰς τῶν πειρασμῶν ἐπιρροάς, μή ποτε μαλακισθέντες διὰ τῆς τῶν παθημάτων ἐμπτώσεως κοῖλοι γενώμεθα καὶ τὴν ἐπιρροὴν τῶν τοιούτων ὑδάτων ἔξωθεν ἐπὶ τὴν καρδίαν εἰσρέουσαν ἐντὸς τῶν ταμιείων παραδεξώμεθα, δι' ὧν. φθείρεται ἡμῖν τὰ ἀπόθετα
on account of this the water pent up in the hollow is transmitted to the interior, and these drops, according to the word of Proverbs, 'cast the man out of the house in the day of rain' — so by the riddle of the parable it is enjoined upon us, through the vigor of the virtues, to be unyielding against the inflows of temptations, lest ever, being softened by the incursion of the passions, we become hollow and receive within our storerooms the inflow of such waters streaming from outside upon the heart, through which what we have stored up is corrupted for us.
因此,那積蓄在凹陷處的水便流向內部,而這些水滴按著箴言的話,「在下雨的日子把人趕出屋外」——照樣,藉著這比喻的隱謎便囑咐我們,要藉眾德行的剛勁,對試探的湧流毫不退讓,免得我們因情慾的侵襲而被軟化、變得凹陷,把那從外面流入心中的這等水的湧流接納到我們的內室裡,以致我們所珍藏的因此被敗壞。
1:573
αἱ δὲ κέδροι αὗται τοῦ Λιβάνου, ἃς ἐφύτευσεν κύριος, αἷς ἐννοσσεύουσι τὰ στρουθία, ὧν τοῦ ἐρωδιοῦ καλιὰ καθηγεῖται, αὗται τοίνυν αἱ κέδροι, αἱ ἀρεταί, τὸν οἶκον τῆς νυμφικῆς παστάδος κατασφαλίζονται, αἷς ἐννοσσεύουσιν αἱ ψυχαὶ στρουθία γινόμεναι καὶ τῶν παγίδων ὑπεριπτάμεναι, ὧν καθηγεῖται τοῦ ἐρωδιοῦ καλιά, ἣν οἰκίαν ὀνομάζει λόγος
But these cedars of Lebanon, which the Lord planted, in which the sparrows nest, and over which the heron's dwelling holds sway — these cedars, then, which are the virtues, make secure the house of the bridal chamber, in which the souls nest, becoming sparrows and flying over the snares, and over which the heron's dwelling holds sway, which the Word calls a house.
但那些主所栽種的黎巴嫩香柏木,麻雀在其中築巢,而鷺鳥的居所位居其上——這些香柏木便是眾德行,它們鞏固那新婚洞房的居所;眾靈魂在其中築巢,成為麻雀,飛越那些網羅,而鷺鳥的居所位居其上,就是這話語所稱為房屋的。
1:574
λέγουσι δὲ ἀπεχθῶς περὶ τὰς μίξεις ἔχειν τοῦτο τὸ ὄρνεον καί τινι φύσεως ἀνάγκῃ πρὸς ἄλληλα συνδυάζεσθαι, κράζοντά τε καὶ δυσανασχε τοῦντα καὶ τὴν ἀηδίαν ἐπισημαίνοντα
They say that this bird is averse to matings, and that only by some necessity of nature does it couple with its mate, screeching and being distressed and signifying its distaste.
人說這鳥厭惡交配,只因某種自然的必然才與其配偶結合,一面尖叫,一面煩躁,一面顯出牠的厭惡。
1:575
ὅθεν μοι δοκεῖ τὴν καθαρότητα ἐν αἰνίγματι διὰ τοῦ ὀνόματος τούτου σημαίνειν λόγος
Whence it seems to me that the Word signifies purity in a riddle through this name.
因此在我看來,這話語藉著這名稱以隱謎的方式表明了純潔。
1:576
ταύτας οὖν τὰς δοκοὺς ἐπὶ τοῦ ὀρόφου τῆς καθαρᾶς παστάδος βλέπει νύμφη, ὁρᾷ δὲ καὶ τὸν ἐκ τῆς κυπαρίσσου κόσμον διά τινος εὐξέστου τε καὶ ἐναρμονίου συνθέσεως τὸ. ὁρώμενον κάλλος ἐπαγλαΐζοντα·
These beams, therefore, upon the roof of the pure bridal chamber does the bride behold; and she sees also the ornament fashioned from the cypress, which through a certain well-polished and harmonious composition makes resplendent the beauty that is beheld.
所以新婦望見那潔淨洞房屋頂上的這些梁木;她也看見那用絲柏木製成的裝飾,藉著某種打磨精緻、和諧勻稱的結構,使那所見的美麗更加光彩。
1:577
κυπάρισσον γὰρ εἶπεν εἶναι τὰ τοῦ ὀρόφου φατνώματα
For she said that the panelling of the roof was of cypress.
因為她說屋頂的鑲板是絲柏木做的。
1:578
φατνώματα δὲ λέγεται εὔρυθμός τις καὶ διάγλυφος σανίδων πῆξις τὸ τῆς ὀροφῆς κάλλος διαποικίλλουσα
And 'panelling' is the name for a certain rhythmic and carved fitting-together of boards, which diversifies the beauty of the ceiling.
而「鑲板」是指某種富有韻律、雕鏤精美的木板拼接,使屋頂的美麗變化多姿。
1:579
τί οὖν διὰ τούτων μανθάνομεν; εὐπνοεῖ φυσικῶς κυπάρισσος·
What, then, do we learn through these things? The cypress by nature gives off a good fragrance;
那麼,我們藉這些學到什麼呢?絲柏木本性散發芬芳;
1:580
δὲ αὐτὴ καὶ σηπεδόνος ἐστὶν ἀπαράδεκτος καὶ πρὸς πᾶσαν τεκτονικὴν φιλοτεχνίαν ἐπιτηδείως ἔχει λεία τε γινομένη καὶ ἐναρμόνιος καὶ πρὸς τοὺς διὰ τῶν γλυφίδων καλλωπισμοὺς ἐπιτήδειος
and this same wood is impervious to decay, and is well-suited to every craft of carpentry, becoming smooth and harmonious and apt for the adornments wrought by the graver's tools.
而這同一種木料不受腐朽,適合各樣木工技藝,既可磨得光滑勻稱,又宜於用雕刻刀所作的裝飾。
1:581
τοῦτο οὖν οἶμαι διὰ τῶν λεγομένων ἡμᾶς παιδεύεσθαι μὴ μόνον ἐν τῇ ψυχῇ τὰς ἀρετὰς ἐν ἕξει κατορθοῦσθαι κατὰ τὸ ἄδηλον, ἀλλὰ μηδὲ τῆς κατὰ τὸ φαινόμενον εὐσχημοσύνης ἀμελῶς ἔχειν·
This, then, I think, is what we are taught through these words: that we should not only perfect the virtues in the soul as a settled habit in what is unseen, but neither be careless of the seemly appearance in what is visible;
所以我認為,我們藉這些話所受的教導乃是:我們不僅要在靈魂裡於隱而未顯之處把眾德行成就為穩固的習性,也絕不可對那顯露於外、端正合宜的儀表掉以輕心;
1:582
χρὴ γὰρ προνοεῖν καλὰ ἐνώπιον θεοῦ καὶ ἀνθρώπων καὶ θεῷ μὲν πεφανερῶσθαι, ἀνθρώπους δὲ πείθειν καὶ μαρτυ ρίαν καλὴν ἔχειν ἀπὸ τῶν ἔξωθεν καὶ λάμπειν τοῖς φωτεινοῖς ἔργοις ἔμπροσθεν τῶν ἀνθρώπων καὶ εὐσχημόνως περιπατεῖν πρὸς τοὺς ἔξωθεν
for we ought to provide for things honorable before God and men, and to be made manifest to God, while persuading men and having a good testimony from those outside, and to shine with luminous works before men, and to walk becomingly toward those outside.
因為我們當在神與人面前留心行美好的事,向神顯明,同時也叫人信服,並從外人得著美好的見證,在人前以光明的行為發光,向外人行事端正合宜。
1:583
ταῦτά ἐστι τὰ φατνώματα τὰ διὰ τῆς τοῦ Χριστοῦ εὐωδίας, ἧς αἴνιγμά ἐστιν κυπάρισσος, ἐν τῇ εὐσχημοσύνῃ τοῦ βίου φιλοτεχνούμενα, καθὼς ᾔδει τὰ τοιαῦτα συντιθέναι καλῶς τε καὶ ἐναρμονίως σοφὸς ἀρχι τέκτων Παῦλος λέγων Πάντα κατὰ τάξιν ἐν ὑμῖν καὶ εὐσχημόνως γινέσθω
These are the panels, wrought through the sweet savor of Christ — of which the cypress is a riddle — fashioned with craft in the seemliness of life, even as the wise master-builder Paul knew how to compose such things well and harmoniously, he who says, 'Let all things be done among you in order and becomingly.'
這些便是那鑲板,是藉著基督的馨香之氣製成的——絲柏木正是這氣的隱謎——在生活的端正儀表中巧妙地雕成;正如那智慧的建築師保羅,深知如何美好而和諧地把這等事組合起來,他說:「凡事都要規規矩矩地按著次序行。」
1:584
Τούτων δὲ οὕτω κατορθωθέντων ἐπαύξησις τοῦ ἐν ἡμῖν γίνεται κάλλους τῆς πλατείας ἡμῶν φύσεως τὸ εὐῶδες καὶ καθαρὸν ἄνθος ἀναδιδούσης
And when these things have been thus rightly accomplished, there comes an increase of the beauty within us, as our broadened nature puts forth its fragrant and pure blossom.
當這些事如此得以正當成就時,我們裡面的美麗便得以增長,因我們那被拓寬的本性長出它芬芳而潔淨的花朵。
1:585
ὄνομα δὲ τῷ ἄνθει κρίνον ἐστίν, φυσικῶς ἐνθεωρουμένη λαμπρότης τὴν τῆς σωφροσύνης μαρμαρυγὴν ὑπαινίσσεται
And the name of the blossom is the lily, in which the brightness beheld by nature hints at the sparkle of chastity.
這花朵的名稱是百合花,其本性所顯的光輝暗示著貞潔的閃耀。
1:586
ταῦτα γὰρ νύμφη περὶ ἑαυτῆς διεξέρχεται λέγουσα·
For these things the bride recounts concerning herself, saying:
因為新婦論到自己敘述這些事說:
1:587
ἐγὼ μετὰ τὸ γενέσθαι πρὸς τῇ κλίνῃ ἡμῶν τὸν νυμφίον συσκιασθέντα τῷ σώματι, ὃς ᾠκοδόμησεν ἑαυτῷ τὸν οἶκον, ἐμέ, ταῖς τῶν ἀρετῶν κέδροις ὀροφώσας τὴν στέγην καὶ τῇ εὐπνοίᾳ τῶν κυπαρίσσων καλλωπίσας τὸν ὄροφον, γέγονα ἐκ τοῦ πεδίου τῆς φύσεως ἄνθος εὐχροίᾳ τε καὶ εὐωδίᾳ τῶν λοιπῶν ἀνθῶν διαφέρουσα·
'I, after the Bridegroom overshadowed by the body had come to our couch — He who built the house for Himself, namely me, roofing the covering with the cedars of the virtues and adorning the roof with the good fragrance of the cypresses — became out of the plain of nature a blossom, surpassing the rest of the flowers in fair color and in fragrance;'
「當那藉肉身遮蔽的新郎來到我們的床榻之後——祂為自己建造了房屋,就是我,以眾德行的香柏木為那遮蓋蓋頂,並以絲柏木的芬芳裝飾屋頂——我便從本性的原野中成了一朵花,在美色與芬芳上勝過其餘的花;
1:588
κρίνον γὰρ ἀνεφύην ἐκ τῶν κοιλάδων
'for I sprang up as a lily from the valleys.'
「因為我如同百合花從幽谷中生長出來。」
1:589
Ἐγὼ ἄνθος τοῦ πεδίου, κρίνον τῶν κοιλάδων
'I am a flower of the plain, a lily of the valleys.'
「我是平原的鮮花,是幽谷的百合花。」
1:590
τε καὶ ἀπείρων αὐτὴν δεκτικὴν εἶναι νοημάτων τε καὶ πραγμάτων καὶ μαθημάτων) τοίνυν κατὰ τὸν εἰρημένον τρόπον παρὰ τοῦ γεωργοῦντος τὴν φύσιν ἡμῶν ἐμπονηθεῖσα ψυχὴ ἄνθος εὔοσμόν τε καὶ λαμπρὸν καὶ καθαρὸν ἀναφύεται ἐκ τοῦ τῆς φύσεως ἡμῶν πεδίου
(and that it is receptive of thoughts and deeds and lessons beyond number) — this soul, then, tilled in the manner described by Him who cultivates our nature, springs up as a fragrant and bright and pure blossom out of the plain of our nature.
(並且它能領受不可勝數的思想、行為與教訓)——這靈魂既照上述的方式被那耕種我們本性者所栽培,便從我們本性的原野中長出成為一朵芬芳、明亮而潔淨的花。
1:591
τὸ δὲ πεδίον τοῦτο, κἂν συγκρίσει τῆς. οὐρανίας διαγωγῆς κοιλὰς ὀνομάζηται, οὐδὲν ἧττον πεδίον ἐστὶ καὶ οὐ κωλύεται ἐν αὐτῷ γεωργηθεῖσα καλῶς ἄνθος γενέσθαι·
And this plain, even if in comparison with the heavenly manner of life it be called a valley, is nonetheless a plain; nor is what has been well cultivated in it hindered from becoming a blossom;
而這原野,縱使與那屬天的生活相比而被稱為幽谷,卻仍舊是原野;那在其中被善加耕種的,也不被攔阻成為花朵;
1:592
ἐκ γὰρ τοῦ κοίλου ἐπὶ τὸ ὑψηλὸν βλαστὸς ἀνατέλλει, καθὼς ἔστιν ἰδεῖν ἐπὶ τοῦ κρίνου γινόμενον·
for from the hollow to the height the sprout rises up, as one may see happening in the case of the lily;
因為那嫩芽從低窪之處向高處上升,正如人可見在百合花上所發生的那樣;
1:593
ἐπὶ πολὺ γὰρ ἐπὶ τὸ ὄρθιον ἐκ τῆς ῥίζης καλαμοειδῶς ἀναδραμοῦσα βοτάνη τοῦ κρίνου τότε τὸ ἄνθος ἐκ τῆς κορυφῆς ἀναδίδωσιν οὐκ ὀλίγῳ τῷ μεταξὺ διαστήματι τῆς γῆς ἀποστήσασα, ὡς ἄν, οἶμαι, καθαρὸν ἐν μετεώρῳ διαμένοι τὸ κάλλος τῇ πρὸς τὴν γῆν ἐπιμιξίᾳ μὴ μολυνόμενον
for having run up upward from the root, reed-like, to a great height, the plant of the lily then puts forth its blossom from the summit, having set it at no small interval away from the earth, so that, I think, the beauty may remain pure aloft, undefiled by any mingling with the earth.
因為百合花的莖如同蘆葦,從根部向上直挺挺地竄升到相當的高度,然後從頂端長出它的花,使花與地面隔著不小的距離,如此,我認為,那美麗便可高懸於上、保持潔淨,不被與地相混而玷污。
1:594
διὰ ταῦτα καὶ δίκαιος ὀφθαλμὸς τὴν τοῦτο γενομένην ἤτοι γενήσεσθαι ποθήσασαν ( ἀμφότερα γὰρ ἐκ τῶν εἰρημένων ὑπενοήσαμεν, ὅτι μεγαλαυχεῖται ὡς ἤδη γεγενημένη ὅπερ ἐπόθησεν, ὅτι δεῖται τοῦ γεωργοῦ ἄνθος γενέσθαι διὰ τῆς ἐκείνου σοφίας ἐκ τῶν κοιλάδων τῆς ἀνθρωπίνης ζωῆς εἰς κρίνου κάλλος ἀναδραμοῦσα), εἴτε οὖν γενέσθαι βούλεται τοῦτο εἴτε καὶ γέγονεν ὅπερ ἠθέλησε, καλῶς δίκαιος ὀφθαλμὸς τοῦ νυμφίου πρὸς τὴν ἀγαθὴν ἐπιθυμίαν τῆς πρὸς αὐτὸν ὁρώσης ἰδὼν ἐπένευσε γενέσθαι κρίνον αὐτὴν μὴ συμπνιγόμενον ταῖς τοῦ βίου ἀκάνθαις, ἃς θυγατέρας ὠνόμασεν ἐνδειξάμενος, οἶμαι, κατὰ τὸ σιωπώμενον τὰς ἐχθρὰς τῆς ἀνθρωπίνης ζωῆς δυνάμεις, ὧν πατὴρ τῆς. κακίας εὑρετὴς κατονομάζεται
For these reasons the righteous eye of the Bridegroom, having beheld her who had become this, or who had longed to become it (for from what has been said we surmised both alternatives — either that she boasts as having already become what she longed for, or that she needs the husbandman in order to become a blossom, having run up through His wisdom from the valleys of human life to the beauty of the lily) — whether, then, she wishes to become this, or has already become what she willed, the righteous eye of the Bridegroom, looking well upon the good desire of her who gazes toward Him, consented that she should become a lily not choked among the thorns of life, which He named 'daughters,' indicating, I think, in what is left unspoken, the hostile powers of human life, whose father is named the inventor of vice.
因這緣故,新郎那公義的眼目望見那已成為此花、或渴望成為此花的女子(因從所說的話我們揣度出這兩種可能——或是她誇口說自己已成了她所渴望的,或是她需要那農夫使她成為花,藉著祂的智慧從人生的幽谷竄升到百合花的美麗)——無論她是想要成為此花,或已成了她所願的,新郎公義的眼目既善加察看那仰望祂之女子的美好渴望,便應允使她成為一朵不被人生荊棘所窒息的百合花;那荊棘祂稱之為「女子們」,我認為,祂在未明言之中暗指人生中那些敵對的權勢,其父被稱為邪惡的發明者。
1:595
Ὡς κρίνον οὖν φησιν ἐν μέσῳ τῶν ἀκανθῶν, οὕτως ἀδελφή μου ἀνὰ μέσον τῶν θυγατέρων
'As a lily, then,' He says, 'in the midst of the thorns, so is my sister among the daughters.'
祂說:「我的佳偶在眾女子中,好像百合花在荊棘內。」
1:596
ὅσην ὁρῶμεν τῆς εἰς τὸ ὕψος ἀνόδου τὴν προκοπὴν ἐπὶ τῆς ψυχῆς γινομένην·
how great an advance in the ascent to the height we behold taking place in the soul!
我們看見那向高處攀登的進程,在這靈魂裡是何等偉大!
1:597
πρώτη ἄνοδος τὸ πρὸς τὴν καθαι ρετικὴν τῆς Αἰγυπτίας δυνάμεως ἵππον ὁμοιωθῆναι, δευτέρα ἄνοδος τὸ πλησίον αὐτὴν γενέσθαι καὶ περιστερὰς ποιῆσαι τὰ ὄμματα, τρίτη νῦν ἄνοδος τὸ μηκέτι πλησίον, ἀλλ' ἀδελφὴν τοῦ δεσπότου ὀνομασθῆναι·
The first ascent was to be likened to the horse that overthrows the power of the Egyptian; the second ascent was to become near and to make her eyes doves; the third ascent now is to be called no longer 'near,' but 'sister' of the Master;
第一次的上升是被比作那推翻埃及勢力的馬;第二次的上升是變得親近,並使她的眼目如同鴿子;如今第三次的上升,是不再被稱為「親近」,乃被稱為那主的「妹子」;
1:598
Ὃς γὰρ ἂν ποιήσῃ, φησί, τὸ θέλημα τοῦ πατρός μου τοῦ ἐν τοῖς οὐρανοῖς, οὗτος ἀδελφός μου καὶ ἀδελφὴ καὶ μήτηρ ἐστίν
for 'Whosoever shall do,' He says, 'the will of my Father who is in heaven, the same is my brother and sister and mother.'
因祂說:「凡遵行我天父旨意的人,就是我的弟兄姊妹和母親了。」
1:599
ἐπεὶ οὖν γέγονεν ἄνθος μηδὲν ὑπὸ τῶν ἀκανθοφόρων πειρασμῶν πρὸς τὸ γενέσθαι κρίνον παραβλαβεῖσα, ἐπιλαθομένη δὲ τοῦ λαοῦ καὶ τοῦ οἴκου τοῦ πατρὸς αὐτῆς πρὸς τὸν ἀληθινὸν εἶδε πατέρα ( διὸ καὶ ἀδελφὴ τοῦ υἱοῦ ὀνομάζεται τῷ τῆς υἱοθεσίας πνεύματι πρὸς τὴν συγγένειαν ταύτην εἰσποιηθεῖσα καὶ τῆς πρὸς τὰς θυγατέρας τοῦ ψευδωνύμου πατρὸς κοινωνίας ἀπαλλαγεῖσα),. πάλιν ἑαυτῆς γίνεται ὑψηλοτέρα καὶ βλέπει τι μυστήριον διὰ τῶν τῆς περιστερᾶς ὀφθαλμῶν (λέγω δὲ τῷ πνεύματι τῆς προφητείας)
Since, then, she has become a blossom, in no way harmed by the thorn-bearing temptations from becoming a lily, but having forgotten her people and her father's house and looked toward the true Father (wherefore also she is named 'sister' of the Son, being adopted into this kinship by the Spirit of adoption and delivered from fellowship with the daughters of the falsely-named father) — again she becomes higher than herself and beholds a certain mystery through the eyes of the dove (I mean, through the Spirit of prophecy).
既然如此,她已成了一朵花,絲毫未被那帶刺的試探所傷,得以成為百合花,反倒忘了她的本族和她父的家,仰望那真正的父(因此她也被稱為子的「妹子」,藉著兒子名分的靈被收納進這親屬關係,並脫離了與那假名之父的女子們的相交)——她再次超越自己,藉著鴿子的眼目(我是指藉著預言的靈)望見某一奧祕。
1:600
δὲ βλέπει, τοῦτό ἐστιν·
And what she beholds is this:
她所望見的,便是這個:
1:601
Ὡς μῆλον ἐν τοῖς ξύλοις τοῦ δρυμοῦ, οὕτως ἀδελφιδός μου ἀνὰ μέσον τῶν υἱῶν
'As an apple among the trees of the wood, so is my kinsman among the sons.'
「我的良人在眾子中,好像蘋果樹在樹林中。」
1:602
τί οὖν ἐστιν, τεθέαται; δρυμὸν ὀνομάζει συνήθως θεία γραφὴ τὸν ὑλώδη τῶν ἀνθρώπων βίον τὸν τὰ ποικίλα εἴδη τῶν παθημάτων ὑλομανήσαντα, ἐν τὰ φθαρτικὰ θηρία φωλεύει καὶ κατακρύπτεται, ὧν φύσις ἐν φωτὶ καὶ ἡλίῳ ἀνενέργητος μένουσα διὰ σκότους τὴν ἰσχὺν ἔχει·
What, then, is it that she has beheld? Divine Scripture is accustomed to name 'wood' the material life of men, which has run wild with the manifold kinds of the passions, in which the destructive beasts lurk and hide themselves, whose nature, remaining inactive in light and sun, has its strength through darkness;
那麼,她所望見的究竟是什麼呢?神聖的經文慣常以「樹林」稱人那屬物質的生活,就是那滋生出各樣情慾種類、如叢林般繁茂的生活;那些毀滅性的野獸在其中蟄伏隱藏,牠們的本性在光明與日光下無所作為,卻藉著黑暗得力;
1:603
μετὰ γὰρ τὸ δῦναι τὸν ἥλιόν φησιν προφήτης νυκτὸς ἐπιγενομένης ἐν αὐτῇ τὰ θηρία τοῦ δρυμοῦ τῶν φωλεῶν ἀναδύεσθαι
for after the sun has set, the prophet says, when night has come on, the beasts of the wood emerge from their dens.
因為先知說,日頭一落,黑夜來臨,樹林中的百獸便從洞穴中出來。
1:604
ἐπειδὴ τοίνυν μονιὸς ἐν τῷ δρυμῶνι τρεφό μενος τὴν καλὴν τῆς ἀνθρωπίνης φύσεως ἄμπελον ἐλυμήνατο, καθώς φησιν προφήτης ὅτι Ἐλυμήνατο αὐτὴν ὗς ἐκ δρυμοῦ καὶ μονιὸς ἄγριος κατενεμήσατο αὐτήν, διὰ τοῦτο ἐμφύε τῷ δρυμῶνι τὸ μῆλον, τῷ μὲν ξύλον εἶναι τῆς ἀνθρω πίνης ὕλης ἐστὶν ὁμοούσιον ( ἐπειράσθη γὰρ κατὰ πάντα. καθ' ὁμοιότητα χωρὶς ἁμαρτίας), τῷ δὲ τοιοῦτον φέρειν καρπόν, δι' οὗ γλυκαίνεται τὰ τῆς ψυχῆς αἰσθητήρια, πλείονα ἔχει τὴν πρὸς τὸν δρυμὸν παραλλαγὴν ὅσην ἔχει πρὸς τὰς ἀκάνθας τὸ κρίνον·
Since, then, the wild boar that is nourished in the woodland ravaged the fair vine of human nature, even as the prophet says that 'a boar out of the wood laid it waste, and a solitary wild beast devoured it,' for this reason the apple tree is planted in the woodland, which, by being wood, is of one substance with the material of human nature (for He was tempted in all points according to likeness, without sin), but by bearing such fruit, through which the senses of the soul are sweetened, has a greater difference from the wood than the lily has from the thorns;
既然那在林中得養的野豬蹂躪了人性這美好的葡萄樹,正如先知所說:「林中出來的野豬把它糟蹋了,田野的走獸把它吃了」——因此蘋果樹便栽種在林中;這樹一面因是木本,與人性的材料同質(因祂凡事按著相似受過試探,只是沒有罪),一面又因結出這樣的果子,藉此使靈魂的知覺得著甘甜,便與那樹林有比百合花與荊棘之間更大的差別;
1:605
καλῶς οὖν εἶδεν νύμφη τὸ ἑαυτῆς πρὸς τὸν δεσπότην διάφορον, ὅτι ἐκεῖνος μὲν ἡμῖν καὶ ὀφθαλμῶν γίνεται χάρις φῶς γινόμενος καὶ μύρον [ ἐν] τῇ ὀσφρήσει καὶ ζωὴ τοῖς ἐσθίουσιν ( γὰρ φαγὼν αὐτὸν ζήσεται, καθώς φησί που τὸ εὐαγγέλιον), δὲ ἀνθρωπίνη φύσις δι' ἀρετῆς τελειω θεῖσα ἄνθος γίνεται μόνον, οὐ τὸν γεωργὸν τρέφουσα ἀλλ' ἑαυτὴν καλλωπίζουσα·
Well, then, did the bride behold her own difference from the Master: that He becomes for us even a grace to the eyes, becoming light, and myrrh in the smelling, and life to those who eat (for he who has eaten Him shall live, as the Gospel somewhere says), while human nature, perfected through virtue, becomes only a blossom, not nourishing the husbandman but adorning itself;
所以新婦好好地看出了自己與那主之間的分別:祂為我們甚至成了眼目的恩澤,成為光,成為嗅覺中的馨香膏油,成為那吃祂之人的生命(因為吃祂的人必要活著,正如福音書某處所說),而人性藉德行得以完全,卻只成為一朵花,不是滋養那農夫,乃是妝點自己;
1:606
οὐ γὰρ ἐκεῖνος ἐνδεὴς τῶν ἡμετέρων ἀγαθῶν, ἀλλ' ἡμεῖς τῶν ἐκείνου δεόμεθα, καθώς φησιν προφήτης Ὅτι τῶν ἀγαθῶν μου οὐ χρείαν ἔχεις
for He is not in need of our good things, but we have need of His, even as the prophet says, 'For Thou hast no need of my good things.'
因為祂並不需要我們的美善,倒是我們需要祂的美善,正如先知所說:「你並不需要我的美善。」
1:607
ὥσπερ τοίνυν τὰς θυγατέρας διὰ τὸ ταῖς ἀκάνθαις ὁμοιωθῆναι τὰ τοῦ ψευδωνύμου πατρὸς ἐνοήσαμεν τέκνα, αἵτινες τῷ ἄνθει συμπαρα φυεῖσαι τῷ χρόνῳ καὶ αὐταὶ πρὸς τὴν τοῦ κρίνου μεταβαίνουσι χάριν, οὕτω καὶ ἐνταῦθα τοὺς προσεικασθέντας τοῖς ξύλοις τοῦ δρυμοῦ ἀκούσαντες οὐ φίλους σημαίνεσθαι τοῦ νυμφίου ἀλλὰ τοὺς ἐναντίους ὑπενοήσαμεν, οὓς υἱοὺς ὄντας τοῦ σκότους καὶ τέκνα ὀργῆς τῇ κοινωνίᾳ τοῦ καρποῦ εἰς υἱοὺς φωτὸς καὶ υἱοὺς εἰρήνης μετασκευάζει
Just as, then, we understood the 'daughters,' by reason of their being likened to the thorns, to be the children of the falsely-named father — who, growing up together with the blossom in time, they themselves also pass over into the grace of the lily — so also here, hearing of those likened to the trees of the wood, we surmised that not the friends of the Bridegroom are signified, but the adversaries, whom, being sons of darkness and children of wrath, He transforms, by fellowship in the fruit, into sons of light and sons of peace.
所以,正如我們先前把那「女子們」理解為那假名之父的兒女——因她們被比作荊棘——她們隨著時日與那花一同生長,自己也漸漸過渡到百合花的恩典裡;照樣在這裡,我們一聽見那些被比作樹林之木的,便揣度所指的並非新郎的朋友,乃是那些敵對者;祂藉著在果子上的相交,把他們這些黑暗之子、忿怒之子,改變為光明之子、和平之子。
1:608
διὰ τοῦτό φησιν γεγυμνασμένη τὰ αἰσθητήρια ὅτιὉ καρπὸς αὐτοῦ γλυκὺς ἐν τῷ λάρυγγί μου
For this reason she who has her senses exercised says, 'His fruit is sweet in my throat.'
因這緣故,那知覺經過操練的女子說:「祂的果子在我口中甘甜。」
1:609
καρπὸς δὲ διδασκαλία πάντως ἐστίν·
And the fruit is surely the teaching;
而這果子無疑就是那教訓;
1:610
Ὡς γλυκέα γάρ φησιν προφήτης τῷ λάρυγγί μου τὰ λόγιά σου, ὑπὲρ μέλι τῷ στόματί μου
for 'How sweet,' the prophet says, 'are Thy words to my throat, beyond honey to my mouth.'
因先知說:「你的言語在我上膛何等甘美,在我口中比蜜更甜。」
1:611
Ὡς μῆλον ἐν τοῖς ξύλοις τοῦ δρυμοῦ, οὕτως ἀδελφιδός μου ἀνὰ μέσον τῶν υἱῶν
'As an apple among the trees of the wood, so is my kinsman among the sons.'
「我的良人在眾子中,好像蘋果樹在樹林中。」
1:612
ὑπὸ τὴν σκιὰν αὐτοῦ ἐπεθύμησα καὶ ἐκάθισα καὶ καρπὸς αὐτοῦ γλυκὺς ἐν τῷ λάρυγγί μου
'Under his shadow I longed and sat down, and his fruit was sweet in my throat.'
「我歡歡喜喜坐在他的蔭下,嘗他果子的滋味,覺得甘甜。」
1:613
τότε γὰρ ὡς ἀληθῶς γλυκαίνεται τῷ λόγῳ τὰ τῆς ψυχῆς αἰσθητήρια, ὅταν ἡμᾶς πρὸς τὸν ἐκ τῶν πειρασμῶν. φλογμὸν σκιὰ τοῦ μήλου διατειχίσῃ, ὡς μὴ συγκαίεσθαι ἡμᾶς ὑπὸ τοῦ τοιούτου ἡλίου γυμνῆς τῆς κεφαλῆς ὑπερζέον τος
For then in truth are the senses of the soul sweetened by the Word, when the shadow of the apple tree walls us off from the burning heat that comes from temptations, so that we are not scorched by such a sun blazing over our bare head.
因為唯有當那蘋果樹的蔭影把我們與那從試探而來的酷熱隔開,使我們不被那樣在光頭之上炙烈燃燒的日頭所灼傷時,靈魂的知覺才真正被那道所甘甜。
1:614
οὐκ ἔστι δὲ ἄλλως ὑπὸ τὴν σκιὰν τοῦ ξύλου τῆς ζωῆς ἀναψῦξαι μὴ τῆς ἐπιθυμίας πρὸς τοῦτο τὴν ψυχὴν ἀναγούσης
And it is not otherwise possible to be refreshed under the shadow of the tree of life, unless desire leads the soul up toward this.
若非渴慕引領靈魂向此而上,便絕無別法能在生命樹的蔭下得著清涼舒暢。
1:615
ὁρᾷς διὰ τί σοι ἐπιθυμητικὴ δύναμις ἔγκειται, ἵνα σοι πόθον ἐμποιήσῃ τοῦ μήλου, οὗ πολυειδὴς γίνεται τοῖς προσεγγίσασιν ἀπόλαυσις·
Do you see for what purpose the faculty of desire is set within you? That it may implant in you a longing for the apple, the enjoyment of which becomes manifold for those who draw near to it;
你看見那渴慕之能是為何目的而安放在你裡面的嗎?乃是要在你裡面栽下對那蘋果的思慕,凡親近它的人,其享受便變得豐富多樣;
1:616
τε γὰρ ὀφθαλμὸς τῇ ὥρᾳ τοῦ κάλλους προσαναπαύεται καὶ μυκτὴρ ἀναπνεῖ τὴν εὐωδίαν καὶ τὸ σῶμα τρέφεται καὶ τὸ στόμα γλυκαίνεται καὶ καύσων ἀποστρέφεται καὶ σκιὰ θρόνος γίνεται, ἐγκάθηται ψυχὴ τῶν λοιμῶν τὴν καθέδραν ἀρνησαμένη
for the eye rests upon the loveliness of its beauty, and the nostril breathes in the fragrance, and the body is nourished, and the mouth is sweetened, and the scorching heat is turned away, and the shadow becomes a throne, on which is seated the soul that has renounced the seat of the pestilent.
因為眼目安歇在它美麗的秀色上,鼻孔吸入那芬芳,身體得著滋養,口得著甘甜,那炙熱被驅走,而那蔭影成為寶座,那已棄絕惡人之座的靈魂便坐在其上。
1:617
Εἶτά φησιν Εἰσαγάγετέ με εἰς οἶκον τοῦ οἴνου, τάξατε ἐπ' ἐμὲ ἀγάπην, στηρίσατέ με ἐν μύροις, στοιβάσατέ με ἐν μήλοις, ὅτι τετρωμένη ἀγάπης ἐγώ
Then she says, 'Bring me into the house of wine, set love in order upon me, sustain me with perfumes, heap me about with apples, for I am wounded with love.'
然後她說:「求你領我進入筵宴所(酒室),在我以上豎立愛的旌旗;求你用香膏扶持我,用蘋果堆疊圍繞我,因我思愛成病。」
1:618
πῶς τρέχει τὸν θεῖον δρόμον καλῶς τῇ ἵππῳ προσεικασθεῖσα ψυχή, ὡς πυκνοῖς τε καὶ συντεταμένοις τοῖς ἅλμασι τοῖς ἔμπροσθεν ἐπεκτεί νεται, πρὸς δὲ τὸ κατόπιν οὐκ ἐπιστρέφεται·
O how the soul, rightly likened to the horse, runs the divine course, as with frequent and strenuous leaps she stretches forward toward the things that are before, and does not turn back toward the things behind!
哦,那被恰當地比作馬的靈魂,是何等奔跑那屬神的路程!她以頻密而奮力的跳躍向前面的事竭力前傾,絕不回轉朝向背後的事!
1:619
πόσων ἔτυχεν ἐν τοῖς φθάσασιν
How great the things she attained in the things that had gone before!
她在先前所經歷的事上,竟達到了何等偉大的境地!
1:620
καὶ τοσαύτη τοῦ δίψους ἐστὶν ἐπίτασις, τι οὐκ ἀρκεῖται τῷ τῆς σοφίας κρατῆρι
And so great is the intensity of her thirst, that she is not content with the mixing-bowl of wisdom;
她乾渴的熾烈是如此之甚,以致她不以那智慧的調酒盃為滿足;
1:621
οὐδ' ἱκανὸν οἴεται πρὸς θεραπείαν τῆς δίψης ὅλον ἐγχέασθαι τὸν κρατῆρα τῷ στόματι, ἀλλ' εἰς αὐτὸν τοῦ οἴνου τὸν οἶκον παραχθῆναι ζητεῖ καὶ αὐταῖς ταῖς ληνοῖς ὑποσχεῖν τὸ στόμα, αἳ τὸν οἶνον τὸν ἡδὺν ὑπερβλύζουσι, καὶ ἰδεῖν τὸν βότρυν τὸν ταῖς ληνοῖς ἐνθλιβόμενον καὶ τὴν ἄμπελον ἐκείνην τὴν τὸν τοιοῦτον βότρυν ἐκτρέφουσαν καὶ τὸν γεωργὸν τῆς ἀληθινῆς ἀμπέλου τὸν οὕτως εὔτροφον τὸν βότρυν καὶ ἡδὺν ἐργαζόμενον·
nor does she think it sufficient for the healing of her thirst that the whole bowl be poured into her mouth, but she seeks to be brought into the very house of the wine, and to hold out her mouth to the very winepresses which overflow with the sweet wine, and to see the cluster pressed in the winepresses, and that vine which rears up such a cluster, and the husbandman of the true vine who works the cluster so well-nourished and sweet;
她也不以將整盃倒入口中為足以醫治其渴,倒要被領進那酒室之中,把口湊向那湧溢甘美之酒的酒醡,要看那在酒醡中被榨壓的葡萄串,並那結出這等葡萄串的葡萄樹,以及那真葡萄樹的農夫,就是把那葡萄串栽培得如此豐美甘甜的那位;
1:622
ὧν ἕκαστον περιττὸν ἂν εἴη διευκρι νεῖσθαι φανερᾶς οὔσης τῆς ἑκάστῳ τούτων ἐνθεωρουμένης τροπικῆς σημασίας
of which it would be superfluous to examine each one in detail, since the figurative meaning contemplated in each of these is manifest.
這些若要逐一細加考究,便是多餘的了,因為在每一項中所默想的比喻意義都是顯明的。
1:623
εἶτα ἐντὸς γενομένη πάλιν ἐπὶ τὸ μεῖζον ἐξάλλεται·
Then, having come within, she again leaps up toward something greater;
然後,她既已進入其內,便又向著某種更大的境界躍升;
1:624
ζητεῖ γὰρ ὑποταγῆ ναι τῇ ἀγάπῃ
for she seeks to be made subject to love.
因為她尋求被順服於愛之下。
1:625
ἐπεὶ οὖν γέγονα, φησίν, ἐν τῷ οἴκῳ τοῦ οἴνου, ὑποτάξατέ με τῇ ἀγάπῃ ἤτοι τάξατε ἐπ' ἐμὲ τὴν ἀγάπην
'Since, then, I have come,' she says, 'into the house of wine, subject me to love,' or 'set love in order upon me.'
她說:「既然我已進入酒室,就使我順服於愛之下」,或說「在我以上豎立愛的旌旗」。
1:626
χρήσῃ τῇ ἀναστροφῇ τοῦ λόγου, ταὐτόν ἐστι δι' ἑκατέρου τὸ σημαινόμενον, ἔκ τε τοῦ ὑπὸ τὴν ἀγάπην ταχθῆναι καὶ ἐκ τοῦ τὴν ἀγάπην αὐτῇ ἐπιταχθῆναι
you will use the inversion of the phrase — the thing signified is the same through either, both from being set under love, and from love being set in order upon her.
你可以採用這句話的倒轉說法,因藉這兩者所表達的意思是相同的:既指被置於愛之下,也指愛被有序地豎立在她之上。
1:627
τάχα τι καὶ δόγμα τῶν ἀστειοτέρων διὰ ταύτης τῆς φωνῆς διδασκόμεθα, οἵαν ἀνατιθέναι προσήκει τῷ θεῷ τὴν ἀγάπην καὶ ὅπως πρὸς τοὺς ἀνθρώπους ἔχειν·
Perhaps, indeed, through this utterance we are taught some doctrine of a more elegant sort — namely, what manner of love it is fitting to dedicate to God, and how to bear ourselves toward men;
或許,我們藉這句話確實受到某種更為精妙的教義的教導——就是當以何等的愛獻給神,並當如何對待眾人;
1:628
εἰ γὰρ χρὴ πάντα κατὰ τάξιν καὶ εὐσχημόνως γίνεσθαι, πολὺ μᾶλλον ἐν τοῖς τοιούτοις τάξις ἁρμόδιος
for if all things ought to be done in order and becomingly, much more in such matters is order fitting.
因為若凡事都當按著次序、規規矩矩地行,那麼在這等事上,次序就更為合宜了。
1:629
οὐ γὰρ ἂν οὐδὲ Κάϊν ἐπὶ τῷ κακῶς διελεῖν κατεκρίθη, εἰ μετὰ τοῦ ὀρθῶς προσενεγκεῖν καὶ τὸ πρέπον ἐν τῇ τάξει ἐφύλαξε τῶν αὑτῷ τε πρὸς τὴν χρείαν καταλειπομένων καὶ τῶν τῷ θεῷ ἀφιερουμένων·
For neither would Cain have been condemned for dividing badly, if, along with offering rightly, he had also kept what was fitting in the ordering of the things left for his own need and the things consecrated to God;
因為該隱若不是分得不當,就不會受定罪;假如他在正確獻上之外,也在次序上守住了合宜——即那留給自己所需之物與那分別為聖歸給神之物之間的合宜——他便不至於受罰;
1:630
δέον γὰρ ἐκ τῶν πρωτογενημάτων τῷ θεῷ τῆς θυσίας ἀπάρξασθαι, αὐτὸς τῶν τιμιωτέρων ἐμφορηθεὶς τὸν θεὸν τοῖς λειψάνοις ἐδεξιώσατο
for whereas he ought to have offered as firstfruits of the sacrifice to God from the first-produced, he himself, having glutted himself on the more valuable things, greeted God with the leavings.
因他本當從那頭生初熟之物中,把祭物的初熟果子獻給神,他卻自己享用了那較貴重的部分,反倒以殘餘之物來款待神。
1:631
χρὴ τοίνυν. εἰδέναι τῆς ἀγάπης τὴν τάξιν, ἣν ὑφηγεῖται διὰ τοῦ νόμου, πῶς μὲν ἀγαπᾶσθαι χρὴ τὸν θεόν, πῶς δὲ τὸν πλησίον καὶ τὴν γυναῖκα καὶ τὸν ἐχθρόν, μήποτε ἄτακτός τις καὶ ἐνηλλαγμένη γένηται τῆς ἀγάπης ἀποπλήρωσις·
One must therefore know the ordering of love which the Law prescribes: how God ought to be loved, and how the neighbor, the wife, and the enemy, lest the fulfillment of love become disordered and confused.
所以我們必須知道律法所指示的愛的次序:當如何愛神,又當如何愛鄰舍、妻子和仇敵,免得愛的實踐變得雜亂無章、彼此錯置。
1:632
δεῖ γὰρ τὸν θεὸν μὲν ἀγαπᾶν ἐξ ὅλης καρδίας τε καὶ ψυχῆς καὶ δυνάμεως καὶ αἰσθήσεως, τὸν δὲ πλησίον ὡς ἑαυτόν, τὴν γυναῖκα δέ, εἰ μέν τις καθαρωτέρας ἐστὶ ψυχῆς, ὡς Χριστὸς τὴν ἐκκλησίαν, δὲ ἐμπαθέστερος, ὡς τὸ ἴδιον σῶμα (οὕτω γὰρ κελεύει τῶν τοιούτων διατάκτης Παῦλος), τὸν ἐχθρὸν δὲ ἐν τῷ μὴ κακὸν ἀντιδοῦναι κακοῦ, ἀλλὰ δι' εὐεργεσίας τὴν ἀδικίαν ἀμείψασθαι
For one must love God with all one's heart and soul and strength and perception, and the neighbor as oneself; and one's wife—if a man be of a purer soul, as Christ loved the Church; but if he be more given to passion, as his own body (for thus commands Paul, who ordains such things); and the enemy, in not returning evil for evil, but requiting injustice with kindness.
因為人當盡心、盡性、盡力、盡意愛神,愛鄰舍如同自己;至於妻子,若人有較潔淨的心靈,就當如同基督愛教會那樣愛她,若人較受情慾支配,就當如同愛自己的身體那樣(因為那安排這些事的保羅如此吩咐);至於仇敵,則在於不以惡報惡,反倒以善行來回報不義。
1:633
νῦν δὲ συγκεχυμένην ἔστιν ἰδεῖν καὶ ἄτακτον ἐπὶ τῶν πολλῶν τὴν ἀγάπην, διὰ τῆς ἀκαταλλήλου ἀναρμοστίας πεπλανημένως ἐνεργουμένην, οἳ χρήματα μὲν καὶ τιμὰς καὶ γυναῖκας, ἂν τύχωσι θερμότερον πρὸς αὐτὰς διακείμενοι, ἐξ ὅλης ἀγαπῶσι ψυχῆς καὶ δυνάμεως, ὡς καὶ τὴν ζωὴν ἂν ὑπὲρ αὐτῶν ἐθελῆσαι προέσθαι, θεὸν δὲ τοσοῦτον ὅσον δοκεῖν·
But now one may see love among most people confused and disordered, wrongly exercised through an incongruous discord: they love money and honors and women—if they happen to be more ardently disposed toward them—with all their soul and strength, so that they would even be willing to lay down their life for their sake, yet they love God only so far as to seem to do so.
然而如今在多數人身上,可見這愛是混亂而無序的,因著這種不相稱的失調而被錯誤地施行:他們若碰巧對錢財、尊榮和女人抱著更熱烈的情感,就盡心盡力地愛它們,甚至願意為它們捨命,卻只在表面上愛神。
1:634
τῷ δὲ πλησίον μόγις ἂν ἐπιδείξαιντο τὴν τοῖς ἐχθροῖς ἀφορισθεῖσαν ἀγάπην
And to the neighbor they would scarcely show even that love which is set apart for enemies.
而對鄰舍,他們幾乎連那分別歸給仇敵的愛都難以顯出。
1:635
δὲ πρὸς τὸν μισοῦντα. σχέσις ἐστὶ τὸ μείζονι κακῷ τοὺς προλελυπηκότας ἀμύνεσθαι
But their disposition toward the one who hates them is to requite those who have first grieved them with a greater evil.
至於他們對恨他們之人的態度,乃是以更大的惡去報復那先前使他們憂傷的人。
1:636
τάξατε οὖν, φησίν, ἐπ' ἐμὲ τὴν ἀγάπην, ὥστε θεῷ μὲν ἀναθεῖναι ὅσον ὀφείλεται, ἐπὶ δὲ τῶν ἄλλων ἑκάστου τοῦ προσήκοντος μέτρου μὴ ἀστοχῆσαι
'Order love, then,' she says, 'upon me, so that to God may be rendered what is due, and toward each of the rest the fitting measure may not be missed.'
所以她說:「求你們在我身上安排這愛,好使當歸給神的得以歸給神,而對其餘各人也不致失了合宜的分寸。」
1:637
καὶ τοῦτο τυχόν ἐστιν ὑπονοῆσαι διὰ τοῦ λόγου, ὅτι ἐπειδὴ ἀγαπηθεῖσα παρὰ τὴν πρώτην διὰ τῆς παρακοῆς ἐν τοῖς ἐχθροῖς ἐλογίσθην, νυνὶ δὲ πάλιν εἰς τὴν αὐτὴν ἐπανῆλθον χάριν δι' ἀγάπης τῷ δεσπότῃ συναρμοσθεῖσα, κυρώσατέ μοι τὸ τῆς χάριτος ταύτης τεταγμένον καὶ ἀμετάστατον, ὑμεῖς οἱ φίλοι τοῦ νυμφίου, δι' ἐπιμελείας καὶ προσοχῆς τῷ παγίῳ συντηροῦντές μοι τὴν πρὸς τὸ κρεῖττον ῥοπήν; Ταῦτα δὲ εἰποῦσα πάλιν πρὸς τὸ ὑψηλότερον μέτεισι·
Or perhaps it is also possible to surmise this through the text: that since at the first, being loved, I was through disobedience reckoned among the enemies, but now again I have returned to the same grace, being joined to the Master through love—confirm for me the fixed and unshakable state of this grace, O you friends of the Bridegroom, preserving for me by care and attention my firm inclination toward the better. And having said these things, she again advances to a higher measure.
或者藉著這段話,也可以推想到這一層意思:既然起初我雖蒙愛,卻因悖逆而被算在仇敵之列,如今我又藉著愛與主聯合,重新回到那同樣的恩典裡;所以,新郎的朋友們哪,求你們為我確立這恩典所定規、不移的地位,以殷勤與專注為我保守那朝向更美之事的堅定傾向。說了這些話,她又攀向更高的境界。
1:638
στηριχθῆναι γὰρ πρὸς τὴν τῶν ἀγαθῶν βεβαιότητα τοῖς μύροις ζητεῖ
For she seeks to be established in the steadfastness of good things by means of the perfumes.
因為她尋求藉著香膏得以在諸般美善的堅固中被穩立。
1:639
Στηρίσατέ με, φησίν, ἐν μύροις
'Establish me,' she says, 'in perfumes.'
她說:「求你們用香膏堅立我。」
1:640
παραδόξων στύλων καὶ καινῶν ἐρεισμάτων
O paradoxical pillars and novel supports!
何等出人意外的柱子、何等新奇的支撐啊!
1:641
πῶς τὰ μύρα στῦλοι τοῦ οἴκου γίνονται; πῶς τῇ εὐπνοίᾳ τὸ πάγιον τῆς τοῦ ὀρόφου κατα σκευῆς διερείδεται; δῆλον πάντως ἐστὶν ὅτι τὸ τῶν ἀρετῶν χρῆμα πολυειδῶς ἐν ἡμῖν κατορθούμενον κατὰ τὰς διαφορὰς τῶν ἐνεργημάτων καὶ ὀνομάζεται; ἀρετὴ γάρ ἐστιν οὐ. μόνον τὸ βλέπειν τὸ ἀγαθὸν καὶ τὸ ἐν μετουσίᾳ τοῦ κρείττονος γίνεσθαι, ἀλλὰ καὶ τὸ ἀμετάπτωτον ἐν τῷ καλῷ διασῴζεσθαι
How do perfumes become pillars of the house? How is the firmness of the roof's construction propped up by fragrance? Is it not altogether plain that the substance of the virtues, being achieved in us in manifold ways, is also named according to the differences of its operations? For virtue is not only to behold the good and to come to be in participation of the better, but also to be preserved unfailing in the good.
香膏怎能成為房屋的柱子呢?屋頂結構的穩固怎能靠芬芳來支撐呢?豈不是完全明顯:諸般美德的實質,在我們裡面以多種方式被成就,並照著各樣功效的差別而得著不同的名稱嗎?因為美德不僅在於看見善、進入與更美之事的相通,也在於在美善中被保守而不失落。
1:642
τοίνυν στηριχθῆναι βουλόμενος ἐν τοῖς μύροις τὸ βέβαιον ἐν ταῖς ἀρεταῖς αὑτῷ προσγενέσθαι ζητεῖ·
He, therefore, who wishes to be established in the perfumes seeks that steadfastness in the virtues may accrue to him.
所以,那願意在香膏中被堅立的人,乃是尋求在諸美德中得著堅定不移。
1:643
ἀρετὴ γὰρ τὸ μύρον, διότι πάσης δυσωδίας ἁμαρτημάτων κεχώρι σται
For the perfume is virtue, because it is set apart from every foul stench of sins.
因為香膏就是美德,因它與罪一切的臭氣隔絕。
1:644
θαυμάσειε δ' ἄν τις καὶ τὸ τῶν εἰρημένων ἀκόλουθον, διὰ τίνων στοιβασθῆναι τὸν ἑαυτῆς οἶκον ἐπιθυμεῖ·
And one might also marvel at what follows upon these words: with what things she desires her own house to be strewn.
人也可以驚奇於這些話所接續的內容:她渴望用什麼來鋪墊自己的房屋。
1:645
οὐ βάτοις τισὶ καὶ ἀκάνθαις καὶ φορυτῷ καὶ καλάμῃ ( μᾶλλον δὲ καθώς φησιν ἀπόστολος οὐ ξύλοις καὶ καλάμῃ καὶ χόρτῳ), οἷς οἱ ὑλώδεις οἶκοι κατασκευάζονται, ἀλλὰ στοιβὴ τῆς τοῦ οἴκου τούτου στέγης τὰ μῆλα γίνεται·
Not with brambles and thorns and rubbish and stubble (or rather, as the Apostle says, not with wood and stubble and hay), of which material houses are constructed, but apples become the strewing of this house's roof.
不是用荊棘、蒺藜、廢草和禾稭(更確切地說,正如使徒所說,不是用木頭、禾稭和草),這些是建造物質房屋的材料;相反,蘋果成了這房屋屋頂的鋪墊。
1:646
λέγει γὰρ Στοιβάσατέ με ἐν μήλοις, ἵνα γένηται πάντα ἐν πᾶσιν αὐτῇ καρπὸς οὗτος·
For she says, 'Strew me with apples,' so that in her this fruit may become all in all.
因為她說:「求你們用蘋果鋪墊我」,好叫這果子在她裡面成為凡事上的一切。
1:647
τὸ κάλλος, τὸ μύρον, γλυκασμός, τροφή, διὰ τῆς σκιᾶς ἀνάψυξις, ἀναπαύων θρόνος, βεβαιῶν στῦλος, ἐπισκεπάζων ὄροφος
The beauty, the perfume, the sweetness, the nourishment, the refreshment through shade, the resting throne, the confirming pillar, the sheltering roof—
這美麗、這香氣、這甘甜、這食物、這藉樹蔭而來的舒暢、這使人安歇的寶座、這使人穩固的柱子、這遮蓋人的屋頂——
1:648
τῷ ἐνοικοῦντι γίνεται, ὡς στῦλος παρέχει τὸ ἀμετάπτωτον, ὡς εὐφανὲς μῆλον ὡραΐζει τὸν ὄροφον
—it becomes all these to the one dwelling within: as a pillar it provides unfaltering steadfastness, and as a bright apple it adorns the roof.
——它對那住在其中的人成了這一切:作為柱子,它賜下不動搖的堅定;作為明亮的蘋果,它使屋頂增添美麗。
1:649
τί. γὰρ ἄν τις ἐπινοήσειε περικαλλέστερον θέαμα μήλων συνθέ σεως, ὅταν εὐδιάθετος ὀπώρα κατὰ τὸ συνεχὲς ἐφ' ὑπτίου τινὸς πρὸς ἑαυτὴν ἡνωμένη κατὰ τὴν πέψιν ποικίλληται τοῦ ἐρυθήματος τῆς ὀπώρας καταμειγνυμένου πρὸς τὸ ὑπόλευκον
For what more lovely sight could one conceive than the arrangement of apples, when the well-disposed fruit, joined continuously to itself upon some level surface, is variegated in its ripening as the redness of the fruit is blended with the whitish hue?
因為人還能想出比蘋果的排列更美的景象嗎?當那擺放得宜的果實,在某平面上彼此相連地連綿排列,隨著成熟而斑斕多彩,果實的紅暈與淡白之色交融相映?
1:650
εἰ τοίνυν δυνατὸν ἦν τὴν ἐξ ἐπιπέδου τῶν μήλων θέσιν ἄνωθεν ἐπαιωρουμένην ὁρᾶσθαι, τί ἂν τῆς τοιαύτης ὄψεως ἦν γλαφυρώτερον; ὅπερ ἐπὶ τῆς τῶν νοητῶν ἀγαθῶν ἐπιθυμίας ἐστὶν οὐκ ἀδύνατον·
If, then, it were possible to behold the arrangement of the apples from a level surface as though suspended aloft, what could be more exquisite than such a sight? And in the desire for intelligible goods this is not impossible.
那麼,倘若能夠仰望這些從平面上仿佛懸掛於高處的蘋果排列,還有什麼比這樣的景象更精緻的呢?而在對屬靈美善之事的渴慕中,這並非不可能。
1:651
οὐ γὰρ βαρὺ τῆς ὀπώρας ἐκείνης τὸ εἶδος οὐδὲ εἰς γῆν βρῖθον καὶ καθελκόμενον, ἀλλὰ πρὸς τὸ ὕψος τὴν ῥοπὴν ἐκ φύσεως ἔχει·
For the form of that fruit is not heavy, nor sinking to the earth and dragged downward, but by nature it has its inclination toward the height.
因為那果子的形體並不沉重,也不墜向地面被拉扯而下,反倒本性上就朝向高處傾斜。
1:652
ἀνωφυὴς γὰρ ἀρετὴ καὶ πρὸς τὸ ἄνω βλέπει
For virtue grows upward and looks toward what is above.
因為美德是向上生長的,並且仰望那在上的事。
1:653
διὸ τῷ κάλλει τῶν τοιούτων μήλων ἐπιθυμεῖ νύμφη τὸν ὄροφον τοῦ ἰδίου οἴκου ἐνωραΐζεσθαι·
Wherefore the bride desires the roof of her own house to be adorned with the beauty of such apples.
因此,新婦渴望用這樣蘋果的美麗來裝飾自己房屋的屋頂。
1:654
οὐ γάρ μοι τοῦτο δοκεῖ κατὰ τὸ προηγού μενον τῷ λόγῳ σπουδάζεσθαι, ὡς εὐφανές τι θέαμα διὰ τῆς τῶν μήλων συνθέσεως ἐπὶ τῆς στέγης ὁρᾶσθαι
For it does not seem to me that this is the primary concern of the text: that some bright spectacle should be seen upon the roof by means of the composition of apples.
因為在我看來,這並非這段話首要關注的:仿佛藉著蘋果的排列,要在屋頂上呈現某種悅目的景象。
1:655
τίς γὰρ ἂν γένοιτο διὰ τούτων πρὸς ἀρετὴν ὁδηγία, εἰ μή τι νόημα τῶν ὠφελούντων ἡμᾶς εἴη τοῖς εἰρημένοις ἐνθεωρούμενον; τί οὖν ἐστιν εἰκάζομεν; ἐν τῷ δρυμῶνι τῆς φύσεως ἡμῶν ὑπὸ φιλανθρωπίας ἀναβλαστήσας διὰ τοῦ μετασχεῖν σαρκός τε καὶ αἵματος μῆλον ἐγένετο·
For what guidance toward virtue could come through these things, unless some thought of what benefits us were contemplated in the words spoken? What, then, is it that we conjecture? He who in the thicket of our nature sprang up out of love for mankind, by partaking of flesh and blood, became an apple.
因為藉著這些,還能有什麼引向美德的指引呢?除非在所說的話中默想出某種於我們有益的意念?那麼我們所推想的是什麼呢?那位出於愛人類的心,在我們本性的叢林中發芽生長,藉著取了血肉之體的主,成了一個蘋果。
1:656
πρὸς ἑκάτερον γὰρ τούτων ἔστιν ἰδεῖν ἐν τῇ ὀπώρᾳ ταύτῃ διὰ τῆς χρόας. τὴν ὁμοίωσιν·
For with respect to each of these two one may see in this fruit, through its color, the likeness.
因為就這二者而論,人可以藉著這果子的顏色,在其中看見那相似之處。
1:657
τῷ μὲν γὰρ ὑπολευκαίνοντι μιμεῖται τὴν τῆς σαρκὸς ἰδιότητα, τὸ δὲ ἐπικεχρωσμένον ἐρύθημα συγγενῶς ἔχειν πρὸς τὴν τοῦ αἵματος φύσιν διὰ τοῦ εἴδους μαρτυρεῖται
For by the whitish tint it imitates the property of the flesh, while the reddish hue overlaid upon it is attested by its form to be akin to the nature of blood.
因為藉著那淡白的色調,它效法肉體的特性;而覆於其上的紅暈,則藉其外觀見證它與血的本質相親近。
1:658
ὅταν τοίνυν ἐντρυφῶσα τοῖς θείοις ψυχὴ κατὰ τὴν στέγην ταῦτα βλέπειν ἐπιθυμήσῃ, τοῦτο τῷ αἰνίγματι παιδευόμεθα·
When, therefore, the soul that delights in divine things desires to behold these upon the roof, we are instructed by the riddle in this.
所以,當那以神聖之事為樂的心靈渴望在屋頂上仰望這些時,我們就藉著這隱喻受了教導。
1:659
ἐκ γὰρ τοῦ ἄνω βλέποντας ἡμᾶς προσέχειν τοῖς μήλοις πρὸς τὴν οὐράνιον ἔστι πολιτείαν ὁδηγεῖσθαι διὰ τῶν εὐαγγελικῶν διδαγμάτων
For by looking upward and attending to the apples we may, through the gospel teachings, be guided toward the heavenly citizenship.
因為藉著向上仰望、專注於這些蘋果,我們可以藉著福音的教訓,被引向那屬天的國民生活。
1:660
ἅπερ ἄνωθεν ἐρχόμενος καὶ ἐπάνω πάντων ὢν ὑπέδειξεν ἡμῖν διὰ τῆς ἐν σαρκὶ φανερώσεως πάντων τῶν ἀγαθῶν πολιτευμάτων ἐν ἑαυτῷ δείξας τὰ ὑποδείγματα, καθώς φησιν ὅτι Μάθετε ἀπ' ἐμοῦ, ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ
These things He who comes from above and is above all showed us through His manifestation in the flesh, displaying in Himself the patterns of all good ways of life, even as He says, 'Learn from Me, for I am meek and lowly in heart.'
這些事,那從上面來、超乎萬有之上的主,藉著祂在肉身中的顯現向我們指明了,在祂自己身上顯出一切美善生活的樣式,正如祂所說:「你們當學我,因為我心裡柔和謙卑。」
1:661
τὸ δὲ αὐτὸ τοῦτο καὶ ἀπόστολος τὴν ταπεινο φροσύνην ἡμῖν ὑφηγούμενος λέγει ( δυνατὸν γὰρ δι' ἑνὸς θεωρήματος πᾶσαν τὴν ἀλήθειαν τοῦ λόγου πιστώσασθαι
This very same thing the Apostle also says, when he instructs us in humility (for it is possible through a single contemplation to confirm the whole truth of the discourse):
使徒在教導我們謙卑時,也說了這同樣的話(因為藉著單一的默觀,就可以印證這整段論述的真理):
1:662
πρὸς γὰρ τοὺς τὰ ἄνω βλέποντας Τοῦτο φρονείσθω, φησίν, ἐν ὑμῖν, καὶ ἐν Χριστῷ Ἰησοῦ, ὃς ἐν μορφῇ θεοῦ ὑπάρχων οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα θεῷ, ἀλλ' ἑαυτὸν ἐκένωσε μορφὴν δούλου λαβὼν διὰ σαρκὸς καὶ αἵματος ἐπιδημήσας τῷ βίῳ καὶ ἀντὶ τῆς προκειμένης αὐτῷ χαρᾶς ἐν μετουσίᾳ τῆς ταπεινότητος ἡμῶν ἑκουσίως γενόμενος καὶ μέχρι τῆς τοῦ θανάτου κατελθὼν πείρας
For to those who look on things above he says, 'Let this mind be in you which was also in Christ Jesus, who, being in the form of God, did not count equality with God a thing to be grasped, but emptied Himself, taking the form of a servant'—He who sojourned in this life through flesh and blood, and, in place of the joy set before Him, willingly came to be in participation of our lowliness and descended even to the experience of death.
因為對那些仰望在上之事的人,他說:「你們當以基督耶穌的心為心,祂本有神的形像,不以自己與神同等為強奪的,反倒虛己,取了奴僕的形像」——這位藉著血肉之體寄居於此生的主,為那擺在祂前面的喜樂,甘願進入與我們卑微的相通,甚至降到經歷死亡的地步。
1:663
διὰ ταῦτά φησιν νύμφη Στοιβάσατέ με ἐν μήλοις, ἵνα πάντοτε εἰς. ὕψος ὁρῶσα βλέπω στερρῶς τὰ τῶν ἀγαθῶν ὑποδείγματα τὰ ἐν τῷ νυμφίῳ δεικνύμενα·
For these reasons the bride says, 'Strew me with apples,' that, ever looking on high, I may steadfastly behold the patterns of good things displayed in the Bridegroom.
為著這些緣故,新婦說:「求你們用蘋果鋪墊我」,好叫我常常向上仰望,堅定地注視那顯明在新郎身上諸般美善的樣式。
1:664
ἐκεῖ πραότης, ἐκεῖ τὸ ἀόργητον, ἐκεῖ τὸ πρὸς τοὺς ἐχθροὺς ἀμνησίκακον καὶ τὸ πρὸς τοὺς λυποῦντας φιλάνθρωπον καὶ τὸ δι' εὐεργεσίας τὴν κακίαν ἀμείβεσθαι, ἐκεῖ τὸ ἐγκρατές, τὸ καθαρόν, τὸ μακρόθυμον, τὸ πάσης κενοδοξίας τε καὶ ἀπάτης βιωτικῆς ἀνεπίμικτον
There is meekness, there is freedom from wrath, there the not remembering of wrongs toward enemies and lovingkindness toward those who grieve us, and the requiting of evil with kindness; there is self-control, purity, longsuffering, and freedom from all vainglory and worldly deceit.
那裡有柔和,那裡有不發怒,那裡有對仇敵不記舊惡、對使我們憂傷之人的仁愛,並以善行回報惡;那裡有節制、純潔、恆久忍耐,以及與一切虛榮和今生的詭詐毫不沾染。
1:665
Ταῦτα εἰποῦσα ἐπαινεῖ τὸν τοξότην τῆς εὐστοχίας ὡς καλῶς ἐπ' αὐτῆς τὸ βέλος εὐθύνοντα·
Having said these things, she praises the archer for his good aim, as having rightly directed the arrow upon her.
說了這些話,她便稱讚那弓箭手善於瞄準,因祂將箭準確地射向她。
1:666
Τετρωμένη γάρ φησιν ἀγάπης ἐγώ
For she says, 'I am wounded with love.'
因為她說:「我因愛成病(被愛所傷)。」
1:667
δείκνυσι δὲ τῷ λόγῳ τὸ βέλος τὸ τῇ καρδίᾳ διὰ βάθους ἐγκείμενον
And by her words she shows the arrow lying deep within her heart.
她藉著這話顯明那深深射入她心中的箭。
1:668
δὲ τοξότης τοῦ βέλους ἀγάπη ἐστίν·
And the archer of the arrow is Love.
而那射箭者,就是「愛」。
1:669
τὴν δὲ ἀγάπην τὸν θεὸν εἶναι παρὰ τῆς ἁγίας γραφῆς μεμαθήκαμεν, ὃς τὸ ἐκλεκτὸν ἑαυτοῦ βέλος, τὸν μονογενῆ θεόν, ἐπὶ τοὺς σῳζομένους ἐκπέμπει τῷ πνεύματι τῆς ζωῆς τὴν τριπλῆν τῆς ἀκίδος ἀκμὴν περιχρώσας ( ἀκὶς δὲ πίστις ἐστίν), ἵνα, ἐν ἂν γένηται, συνεισαγάγῃ μετὰ τοῦ βέλους καὶ τὸν τοξότην, ὥς φησιν κύριος ὅτι ἐγὼ καὶ πατὴρ Ἐλευσόμεθα καὶ μονὴν παρ' αὐτῷ ποιησόμεθα
And that Love is God we have learned from Holy Scripture—He who sends forth His chosen arrow, the Only-begotten God, upon those who are being saved, having tinged the threefold edge of the point with the Spirit of life (and the point is faith), so that in whomever it comes to be, it may bring in together with the arrow the archer also, even as the Lord says, 'I and the Father will come and make Our abode with him.'
我們已從聖經學到,這「愛」就是神——祂將自己所揀選的箭,就是那獨生的神,射向那些正在得救的人,用生命之靈塗抹箭尖那三重的鋒芒(而這鋒芒就是信),為要叫這箭無論射入誰的裡面,都能將射箭者連同箭一起帶進去,正如主所說:「我與父要來,且要與他同住。」
1:670
ὁρᾷ τοίνυν διὰ τῶν θείων ἀναβάσεων ὑψωθεῖσα ψυχὴ τὸ. γλυκὺ τῆς ἀγάπης βέλος ἐν ἑαυτῇ, ἐτρώθη, καὶ καύχημα ποιεῖται τὴν τοιαύτην πληγὴν λέγουσα ὅτι Τετρωμένη ἀγάπης ἐγώ
The soul, therefore, that has been raised on high through the divine ascents beholds within herself the sweet arrow of love with which she was wounded, and makes such a wound her boast, saying, 'I am wounded with love.'
所以,那藉著神聖的攀升而被高舉的心靈,在自己裡面看見那使她受傷的甘甜的愛之箭,並以這樣的傷痕為誇耀,說:「我因愛成病(被愛所傷)。」
1:671
καλοῦ τραύματος καὶ γλυκείας πληγῆς, δι' ἧς ζωὴ ἐπὶ τὰ ἐντὸς διαδύεται ὥσπερ τινὰ θύραν καὶ εἴσοδον τὴν ἐκ τοῦ βέλους διαίρεσιν ἑαυτῇ ὑπανοίξασα
O fair wound and sweet stroke, through which life makes its way into the inward parts, having opened to itself, as a kind of door and entrance, the incision made by the arrow!
何等美好的創傷、何等甘甜的一擊啊!生命藉此深入內裡,為自己開啟了那由箭所造成的裂口,如同一道門戶與入口。
1:672
ἐδέξατο καὶ παραχρῆμα εἰς γαμικὴν θυμηδίαν τοξεία μετεσκευάσθη·
She received it, and straightway the archery was transformed into nuptial gladness.
她領受了這箭,那射箭之事立刻就轉化為婚筵的歡樂。
1:673
φανερὸν γάρ ἐστιν ὅπως αἱ χεῖρες τὸ τόξον μεταχειρίζονται μεριζόμεναι πρὸς τὴν χρείαν ταῖς ἐνεργείαις·
For it is manifest how the hands ply the bow, being divided in their operations according to their function.
因為那雙手如何操弄弓,各按其用途在動作上分工,這是顯而易見的。
1:674
μὲν γὰρ εὐώνυμος τοῦ τόξου ἅπτεται, δεξιὰ δὲ τὴν νευρὰν πρὸς ἑαυτὴν ἐπισπᾶται συνεφελκομένη διὰ τῶν γλυφίδων τὸ βέλος τῇ προσβολῇ τῆς ἀριστερᾶς χειρὸς πρὸς τὸν σκοπὸν εὐθυνόμενον
For the left hand grasps the bow, while the right draws the string toward itself, drawing along by the notches the arrow, which is directed toward the target by the thrust of the left hand.
因為左手握住弓,右手把弓弦朝自己拉近,藉著箭尾的凹槽把箭一同拉來,這箭則因左手的推抵而被瞄向目標。
1:675
τοίνυν πρὸ ὀλίγου σκοπὸς γενομένη τοῦ βέλους νῦν ἑαυτὴν ἀντὶ βέλους ἐν ταῖς χερσὶ τοῦ τοξότου βλέπει, ἄλλως τῆς δεξιᾶς καὶ ἑτέρως τῆς εὐωνύμου διαλαμβανούσης τὸ βέλος
She, therefore, who a little before had become the target of the arrow, now beholds herself in place of the arrow in the hands of the archer, the right hand taking hold of the arrow in one way and the left in another.
所以,那不久前還是箭之標靶的她,如今看見自己在射箭者的手中代替了那箭,右手以一種方式、左手以另一種方式握持著這箭。
1:676
ἀλλ' ἐπειδὴ διὰ τῆς ἐπιθαλαμίου τροπῆς αἱ τῶν θεωρημάτων ἐμφάσεις δι' ἀκο λούθου προάγονται, οὐκ ἐποίησε τὴν ἀκίδα τοῦ βέλους ὑπὸ τῆς ἀριστερᾶς ἀνεχομένην οὐδὲ τὴν δεξιὰν τὸ ἕτερον μέρος διαλαμβάνουσαν, ὡς ἂν γένοιτο ψυχὴ βέλος ἐν τῇ χειρὶ τοῦ δυνατοῦ πρὸς τὸν ἄνω σκοπὸν εὐθυνόμενον, ἀλλ' ἐποίησε τὴν μὲν εὐώνυμον ἀντὶ τῆς ἀκίδος τῇ κεφαλῇ ὑποβάλλεσθαι,. διαλαμβάνεσθαι δὲ τῇ δεξιᾷ τὸ λειπόμενον, ὡς ἄν, οἶμαι, κατὰ ταὐτὸν ἐν τοῖς διπλοῖς αἰνίγμασι τὰ περὶ τῆς θείας ἀναβάσεως λόγος φιλοσοφήσειε, δεικνὺς ὅτι αὐτὸς καὶ νυμφίος καὶ τοξότης ἐστὶν ἡμῶν, νύμφῃ τε καὶ βέλει τῇ κεκαθαρμένῃ κεχρημένος ψυχῇ, ὡς βέλος πρὸς τὸν ἀγαθὸν εὐθύνων σκοπόν, ὡς νύμφην εἰς μετουσίαν ἀναλαμβάνων τῆς ἀφθάρτου ἀϊδιότητος, μῆκος βίου καὶ ἔτη ζωῆς διὰ τῆς δεξιᾶς χαριζόμενος, διὰ δὲ τῆς ἀριστερᾶς τὸν τῶν αἰωνίων ἀγαθῶν πλοῦτον καὶ τὴν τοῦ θεοῦ δόξαν, ἧς οἱ τὴν τοῦ κόσμου ζητοῦντες δόξαν ἀμέτοχοι γίνονται
But since through the nuptial figure the significations of the contemplations are brought forward consistently, he did not make the point of the arrow held up by the left hand, nor the right hand taking hold of the other part—as would be the case if the soul were an arrow in the hand of the mighty one, directed toward the target above—but he made the left hand be placed beneath the head in place of the point, and the remaining part be held by the right hand; so that, I think, in the twofold riddles the discourse might philosophize on one and the same subject concerning the divine ascent, showing that the same One is both our Bridegroom and our Archer, using the purified soul as both bride and arrow: as an arrow directing her toward the good target, as a bride taking her up into participation of incorruptible eternity, bestowing by His right hand length of life and years of living, and by His left hand the wealth of eternal goods and the glory of God—of which those who seek the glory of this world become partakers not at all.
但既然藉著婚姻的比喻,這些默觀的含意得以連貫地被推展出來,他就沒有讓箭尖由左手托著、右手握持箭的另一端——若心靈真是那勇士手中被瞄向上頭目標的箭,情形本當如此;相反,他讓左手取代箭尖被置於頭下,其餘部分則由右手握持;我想,這是為要叫這論述在雙重的隱喻中,就這同一關乎神聖攀升的主題作哲理的闡發,顯明那同一位既是我們的新郎,又是我們的射箭者,以那潔淨的心靈既作新婦又作箭:作箭時將她瞄向那美善的目標,作新婦時將她提入與那不朽永恆的相通中,藉祂的右手賜下長壽與年日,藉祂的左手賜下永遠美善的豐富與神的榮耀——這榮耀是那些尋求今世榮耀的人所無分的。
1:677
διὰ τοῦτό φησιν Εὐώνυμος αὐτοῦ ὑπὸ τὴν κεφαλήν μου, δι' ἧς εὐθύνεται πρὸς τὸν σκοπὸν τὸ βέλος, δεξιὰ δὲ αὐτοῦ πρὸς ἑαυτήν με διαλαβοῦσα καὶ ἐφελκυσαμένη κούφην με πρὸς τὴν ἄνω φορὰν ἀπεργάζεται, κἀκεῖ πεμπομένην καὶ τοῦ τοξότου μὴ χωριζομένην, ὡς ὁμοῦ τε φέρεσθαι διὰ τῆς βολῆς καὶ ταῖς χερσὶ τοῦ τοξότου ἐναναπαύεσθαι
For this reason she says, 'His left hand is under my head'—by which the arrow is directed toward the target—'and His right hand, taking hold of me toward itself and drawing me, makes me light for the upward flight,' being sent thither yet not separated from the archer, so that at once she is both carried by the shot and rests in the hands of the archer.
為此她說:「祂的左手在我頭下」——藉著這手,箭被瞄向目標——「祂的右手將我朝祂自己握住、把我拉近,使我輕盈得以向上飛升」,被射往那裡卻不與射箭者分離,以致她同時既因這一射而被帶去,又安歇在射箭者的手中。
1:678
τὰ δὲ τῶν χειρῶν τούτων ἰδιώματά φησιν Παροιμία ὅτι Μῆκος βίου καὶ ἔτη ζωῆς ἐν τῇ δεξιᾷ τῆς σοφίας, ἐν δὲ τῇ ἀριστερᾷ αὐτῆς πλοῦτος καὶ δόξα
The properties of these hands the book of Proverbs describes, saying, 'Length of life and years of living are in the right hand of Wisdom, and in her left hand are wealth and glory.'
至於這雙手的特性,箴言如此描述,說:「長壽在智慧的右手裡;在她的左手裡有財富與榮耀。」
1:679
Εἶτα πρὸς τὰς θυγατέρας τῆς ἄνω Ἰερουσαλὴμ τρέπει τὸν λόγον
Then she turns her discourse toward the daughters of the Jerusalem above.
然後她把話語轉向那在上之耶路撒冷的女子們。
1:680
δὲ λόγος παράκλησίς ἐστιν ἐνόρκως προσαγομένη. τοῦ πλεονάζειν καὶ ἐπαύξειν ἀεὶ τὴν ἀγάπην, ἕως ἂν ἐνεργὸν ἑαυτοῦ ποιήσῃ τὸ θέλημα θέλων πάντας σωθῆναι καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν
And the discourse is an exhortation, brought forward under oath, that love should ever abound and increase, until He who wills that all men be saved and come to the knowledge of the truth should render His own will effective.
這話語乃是一種在起誓之下提出的勸勉,要叫這愛常常增多、加添,直到那願意萬人得救、明白真理的主,使祂自己的旨意成就。
1:681
δὲ λόγος οὗτός ἐστιν ὃν πεποίη Ὥρκισα ὑμᾶς, θυγατέρες Ἰερουσαλήμ, ἐν δυνάμεσι καὶ ἐν ἰσχύσεσι τοῦ ἀγροῦ, ἐὰν ἐγείρητε καὶ ἐξεγείρητε τὴν ἀγάπην, ἕως οὗ θελήσῃ
And this is the discourse which she made: 'I have adjured you, O daughters of Jerusalem, by the powers and by the strengths of the field, if you should rouse and awaken love until it should will.'
她所發出的話語就是這個:「耶路撒冷的眾女子啊,我指著田野的諸能力與諸力量囑咐你們:若你們喚起、激動這愛,直等它自己願意。」
1:682
ὅρκος ἐστὶ λόγος πιστούμενος δι' ἑαυτοῦ τὴν ἀλήθειαν
An oath is a word that confirms the truth through itself.
起誓乃是藉著自身印證真理的話。
1:683
διπλῆ δὲ κατὰ τὸν ὅρκον ἐνέργεια·
And the operation according to the oath is twofold.
而按著起誓所有的功效是雙重的。
1:684
ἐνταῦθα τὸ πιστὸν τῆς ὑποσχέσεως ἐμπε δοῦται τῷ ὅρκῳ
In one case, the trustworthiness of a promise is made secure by the oath.
在一種情形下,一個應許的可信,藉著起誓得以確立。
← prev partnext part →
1