📜 Verbum
Scripture and the Fathers, read aloud in the original

← All books · Greek Fathers › Against Celsus

Origen

Against Celsus 1 part 18/42

Greek original · 123 verses · some words can be tapped for a gloss · long chapter, split into parts; this part covers 1:2336–1:2458 (5793 verses in all)

← prev partnext part →
1:2336
βατράχοις παραπλήσιοι; Τί δέ, τὸ λαμπρὸν τῆς δικαιοσύνης, τηρούσης τὸ πρὸς τὸν πλησίον καὶ ὁμογενῆ κοινωνικὸν καὶ δίκαιον καὶ φιλάνθρωπον καὶ χρηστόν, οὐδὲν ἀνύει πρὸς τὸ μὴ εἶναι νυκτερίδα τὸν τοιονδί; Οἱ δὲ περὶ τὰς ἀκολασίας καλινδούμενοι, ὁποῖοί εἰσιν οἱ πολλοὶ τῶν ἀνθρώπων, καὶ οἱ ταῖς χαμαιτύπαις ἀδιαφόρως προσιόν τες διδάσκοντες δὲ καὶ μὴ πάντως παρὰ τὸ καθῆκον τοῦτο γίνεσθαι οὐκ εἰσὶν ἐν βορβόρῳ σκώληκες; Καὶ μάλιστα συγκρινόμενοι τοῖς διδαχθεῖσι μὴ αἴρειν τὰ μέλη τοῦ Χριστοῦ καὶ τὸ ὑπὸ τοῦ λόγου οἰκούμενον σῶμα καὶ ποιεῖν αὐτὰ πόρνης μέλη, μαθοῦσι δὲ ἤδη καὶ ὅτι τὸ τοῦ λογικοῦ καὶ τῷ θεῷ τῶν ὅλων ἀνακειμένου σῶμα ναός ἐστι τοῦ προσκυνουμένου ὑπ' αὐτῶν θεοῦ, τοιοῦτον ἀπὸ τῆς καθαρᾶς περὶ τοῦ δημιουργοῦ ἐννοίας γινόμενον·
[are they] like frogs? And what of this: does the splendor of righteousness—which keeps toward one's neighbor and kinsman what is communal and just and benevolent and kind—avail nothing toward such a one's not being a bat? But those who wallow in licentiousness, of which sort are the many among men, and those who indiscriminately resort to prostitutes, even teaching that this happens by no means contrary to what is fitting—are these not worms in the mud? And especially when compared with those who have been taught not to lift up the members of Christ and the body indwelt by the Word and make them members of a harlot, and who have already learned also that the body of the rational being, dedicated to the God of all things, is a temple of the God worshiped by them—such being it from a pure conception concerning the Creator;
〔他們算是〕像青蛙麼?再者,這是怎麼回事呢:那公義的光輝——它向鄰舍和同族之人持守那共有的、公正的、仁愛的、良善的——豈對這樣的人不能有所助益,叫他不算是蝙蝠麼?而那些在放縱中打滾的人(人中間有許多是這樣的),以及那些不加分別地親近娼妓、甚至教導說這樣行絕不違背所當行之事的人——這些豈不是泥坑中的蛆蟲麼?尤其是與那些受教不可把基督的肢體、那被道所居住的身體舉起來、作娼妓肢體的人相比;這些人並且已經學知,那獻給萬有之神的理性者之身體,乃是他們所敬拜之神的殿——這身體之所以如此,正是出於對造物者純潔的領會;
1:2337
οἳ καὶ φυλαττόμενοι διὰ τῆς παρανόμου συνουσίας φθείρειν τὸν ναὸν τοῦ θεοῦ ὡς εἰς θεὸν εὐσέβειαν ἀσκοῦσι τὴν σωφροσύνην
who also, guarding themselves against corrupting the temple of God through unlawful intercourse, practice self-control as piety toward God.
他們也謹守自己,不藉非法的交合玷污神的殿,乃以節制作對神的敬虔來操練。
1:2338
Καὶ οὔπω λέγω τὰ λοιπὰ ἐν ἀνθρώποις κακά, ὧν οὐ ταχέως οὐδ' οἱ φιλοσοφεῖν δοκοῦντες καθαρεύουσιπολλοὶ γὰρ καὶ οἱ ἐν φιλοσοφίᾳ νόθοιοὐδέ φημι πὼ ὅτι πολλὰ μέν ἐστι τὰ τοιαῦτα παρὰ τοῖς μήτε Ἰουδαίοις μήτε Χριστιανοῖς·
And I do not yet speak of the rest of the evils among men, from which not even those who seem to philosophize quickly become pure—for many even in philosophy are spurious—nor do I yet say that such things are many among those who are neither Jews nor Christians;
我還沒提人中間其餘的惡,連那些看似研究哲學的人也不能迅速從這些惡中得潔淨——因為甚至在哲學中也有許多冒牌的——我也還沒說這類事在那既非猶太人、也非基督徒的人中間有許多;
1:2339
ἤτοι δὲ οὐδ' ὅλως ὑπάρχει ἐν Χριστιανοῖς, εἰ κυρίως ἐξετάζοις, τίς Χριστιανός, εἰ καὶ εὑρεθείη, ἀλλ' οὔτι γε ἐν τοῖς συνεδρεύουσι καὶ ἐπὶ τὰς κοινὰς εὐχὰς ἐρχομένοις καὶ μὴ ἀποκλειομένοις ἀπ' αὐτῶν·
but either they do not exist at all among Christians—if you examine strictly who the Christian is—or, if even one be found, yet certainly not among those who assemble together and come to the common prayers and are not shut out from them;
但這類事要麼在基督徒中根本不存在——若你嚴格察驗誰才是基督徒——要麼即便找到一個,也斷不在那些同聚一處、來赴公共禱告、未被摒於其外的人中間;
1:2340
εἰ μὴ ἄρα τις σπανίως λανθάνων ἐν τοῖς πολλοῖς εὑρίσκοιτο τοιοῦτος
unless perhaps someone, rarely escaping notice, be found of such a kind among the many.
除非偶有一人,難得不被察覺,在眾人中被發現是這樣的。
1:2341
Οὐ σκώληκες οὖν ἐκκλησιάζοντές ἐσμεν οἱ πρὸς Ἰουδαίους ἱστάμενοι ἀπὸ τῶν πεπιστευμένων αὐτοῖς εἶναι γραμμάτων ἱερῶν καὶ δεικνύντες τόν τε προφητευόμενον ἐπιδεδημηκέναι καὶ διὰ τὰ μέγιστα ἁμαρτήματα ἐκείνους ἐγκαταλελεῖφθαι καὶ ἡμᾶς, τοὺς παραδεξαμένους τὸν λόγον, ἐλπίδας ἔχειν παρὰ θεῷ τὰς ἀρίστας ἔκ τε τῆς εἰς αὐτὸν πίστεως καὶ τοῦ δυναμένου ἡμᾶς οἰκειῶσαι αὐτῷ καθαροὺς ἀπὸ πάσης πονηρίας καὶ κακίας βίου
We are therefore not worms holding assembly, who take our stand against the Jews on the basis of the writings believed by them to be sacred, and demonstrate both that the prophesied One has come, and that those men were forsaken on account of the gravest sins, and that we, who have received the word, have the best hopes with God, both from faith in Him and from a life able to make us His own, pure from all wickedness and vice.
因此,我們並非召聚會議的蛆蟲;我們乃是憑著猶太人所信為神聖之著作,站立起來反駁猶太人,並證明那所預言的已經來到,又證明那些人是因最嚴重的罪而被撇棄,並證明我們這些領受了道的人,因著對祂的信、並因著那能使我們得以歸屬於祂、脫離一切邪惡與惡行的生命,在神那裡有最美好的盼望。
1:2342
Οὐχ ἁπλῶς οὖν, εἴ τις Ἰουδαῖον ἑαυτὸν Χριστιανὸν ἀναγορεύει, οὗτος λέγοι ἂν ὅτι τὸν πάντα κόσμον καὶ τὴν οὐράνιον φορὰν ἡμῖν μάλιστα πεποίηκεν θεός
It is therefore not simply, if someone proclaims himself a Jew or a Christian, that such a one would say that God has made the whole world and the heavenly motion especially for us.
因此,並非凡自稱是猶太人或基督徒的人,就都會說神創造全世界和諸天的運行,乃是特別為我們而造。
1:2343
Ἀλλ' εἴ τις, ὡς Ἰησοῦς ἐδίδαξε, καθαρός ἐστι τῇ καρδίᾳ καὶ πρᾷος καὶ εἰρηνοποιὸς καὶ προθύμως ὑπομένων τοὺς διὰ τὴν εὐσέβειαν κινδύνους, εὐλόγως ἂν τοιοῦτος θαρροίη τῷ θεῷ, συνιεὶς δὲ καὶ τὸν ἐν ταῖς προφη τείαις λόγον φήσαι ἂν καὶ τό·
But if someone, as Jesus taught, is pure in heart and meek and a peacemaker and readily endures dangers for the sake of piety, such a one would reasonably be confident toward God, and understanding also the word in the prophecies, he might say even this:
但若有人如耶穌所教導的,是清心的、溫柔的、使人和睦的,並甘心為敬虔的緣故忍受危難,這樣的人便可合理地向神坦然無懼,又因領會那在預言中的話,他甚至可以說:
1:2344
πάντα ταῦτα ἡμῖν τοῖς πιστεύουσιν θεὸς προδεδήλωκε καὶ κατήγγειλεν
all these things God has shown beforehand and announced to us who believe.
這一切事,神都已預先向我們這些信的人顯明並宣告了。
1:2345
Ἐπεὶ δὲ πεποίηκεν οὓς ἡγεῖται σκώληκας Χριστιανοὺς λέγοντας ὅτι τὴν οὐράνιον φορὰν ἀπολιπὼν θεὸς καὶ τὴν τοσαύτην γῆν παριδὼν ἡμῖν μόνοις πολιτεύεται καὶ πρὸς ἡμᾶς ἐπικηρυκεύεται καὶ πέμπων οὐ διαλείπει καὶ ζητῶν, ὅπως ἀεὶ συνῶμεν αὐτῷ, λεκτέον ὅτι τὰ μὴ λεγόμενα πρὸς ἡμῶν περιτίθησιν ἡμῖν, τοῖς καὶ ἀναγινώσκουσι καὶ γινώσ κουσιν ὅτι Ἀγαπᾷ πάντα τὰ ὄντα θεὸς καὶ οὐδὲν βδελύσ σεται ὧν ἐποίησεν·
But since he has made those whom he regards as worms—Christians—say that 'God, abandoning the heavenly motion and overlooking this great earth, conducts His polity with us alone and sends heralds to us and does not cease sending and seeking how we may ever be with Him,' it must be said that he attributes to us things not said by us, who both read and know that 'God loves all things that exist and abhors none of the things He has made;'
但既然他使那些他視為蛆蟲的人——基督徒——說:「神撇下諸天的運行、忽視這廣大的地,惟獨與我們交往、向我們差遣使者、差遣不息、尋找我們,要叫我們永遠與祂同在」,那就必須說:他把我們沒說過的話歸給我們,我們乃是既讀過、也曉得「神愛一切所有的,並不憎惡祂所造的任何一樣」的人;
1:2346
οὐδὲ γὰρ ἂν μισῶν τι κατεσκεύασεν. Ἀνέγνωμεν δὲ καὶ τό·
for He would never have constituted anything if He hated it. And we have read also this:
因為祂若恨惡甚麼,就絕不會造它。我們也讀過這話:
1:2347
Φείδῃ δὲ πάντων, ὅτι σά ἐστι πάντα, φιλόψυχε
But You spare all, because they are Yours, O Lover of souls.
但祢愛惜萬有,因為都是祢的,祢這愛惜生靈的主啊。
1:2348
Τὸ γὰρ ἄφθαρτόν < σου> πνεῦμά ἐστιν ἐν πᾶσι·
For Your incorruptible Spirit is in all things;
因為祢那不朽壞的靈在萬物之中;
1:2349
διὸ καὶ τοὺς παραπίπτοντας κατ' ὀλίγον ἐλέγχεις, καὶ ἐν οἷς ἁμαρτάνουσιν ὑπομιμνήσκων νουθετεῖς. Πῶς δὲ δυνάμεθα λέγειν τὴν οὐράνιον φορὰν καὶ τὸν πάντα κόσμον ἀπολιπόντα τὸν θεὸν καὶ τὴν τοσαύτην γῆν παριδόντα ἡμῖν μόνοις ἐμπολιτεύεσθαι; Οἵτινες ἐν ταῖς εὐχαῖς εὕρομεν δεῖν τι λέγειν φρονοῦντας ὅτι τοῦ ἐλέους κυρίου πλήρης γῆ, καὶ ἔλεος κυρίου ἐπὶ πᾶσαν σάρκα, καὶ ὅτι ἀγαθὸς ὢν θεὸς ἀνατέλλει τὸν ἥλιον αὐτοῦ ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς καὶ βρέχει ἐπὶ δικαίους καὶ ἀδίκους, καὶ ἡμᾶς, ἵνα γενώμεθα αὐτοῦ υἱοί, ἐπὶ τὰ παραπλήσια προ τρέπων καὶ διδάσκων εἰς πάντας ἡμᾶς ἀνθρώπους κατὰ τὸ δυνατὸν ἐκτείνειν τὰς εὐποιΐας
wherefore You reprove little by little those who fall away, and reminding them in the things wherein they sin, You admonish them. But how can we say that God, abandoning the heavenly motion and the whole world and overlooking this great earth, conducts His polity with us alone? We who in our prayers have found that we ought to say, holding the conviction that 'the earth is full of the mercy of the Lord,' and 'the mercy of the Lord is upon all flesh,' and that God, being good, 'makes His sun to rise on the evil and the good and sends rain on the just and the unjust,' and who exhorts and teaches us, that we may become His sons, toward the like, to extend our good deeds, so far as possible, to all men.
因此祢漸漸責備那些墮落的人,在他們所犯的罪上提醒、勸戒他們。但我們怎能說神撇下諸天的運行和全世界、忽視這廣大的地,惟獨與我們交往呢?我們在禱告中既已發覺,我們應當存著這信念說:「遍地滿了耶和華的慈愛」、「耶和華的慈愛臨到凡有血氣的」,並說神既是良善的,「叫日頭照好人,也照歹人;降雨給義人,也給不義的人」,又勸勉、教導我們,使我們可以成為祂的兒子,去效法那同樣的事,盡可能把我們的善行擴及眾人。
1:2350
Καὶ γὰρ αὐτὸς εἴρηται σωτὴρ πάντων ἀνθρώπων, μάλιστα πιστῶν, καὶ Χριστὸς αὐτοῦ ἱλασμὸς εἶναι περὶ τῶν ἁμαρτιῶν ἡμῶν, οὐ περὶ τῶν ἡμετέρων δὲ μόνων ἀλλὰ καὶ περὶ ὅλου τοῦ κόσμου
For He Himself is said to be Saviour of all men, especially of believers, and His Christ to be the propitiation for our sins, and not for ours only but also for the whole world;
因為祂自己被稱為萬人的救主,更是信徒的救主,而祂的基督乃是為我們罪的挽回祭,不是單為我們的罪,也是為普天下人的罪;
1:2351
διδαχθέντες ὅτι Συνίστησι τὴν ἑαυτοῦ ἀγάπην εἰς ἡμᾶς θεός, ὅτι ἔτι ἁμαρτωλῶν ὄντων ἡμῶν Χριστὸς ὑπὲρ ἡμῶν ἀπέθανε. Καίτοι γε Μόγις τις ὑπὲρ τοῦ δικαίου ἀποθανεῖται·
having been taught that 'God demonstrates His own love toward us, in that while we were yet sinners, Christ died for us.' And yet 'scarcely will one die for the righteous;'
我們既已受教,知道「神的愛在此向我們顯明,就是當我們還作罪人的時候,基督就為我們死」。然而「為義人死,是少有的;」
1:2352
ὑπὲρ γὰρ τοῦ ἀγαθοῦ τάχα τις καὶ τολμᾷ ἀποθανεῖν. Νυνὶ δὲ ὑπὲρ τῶν πανταχοῦ ἁμαρτωλῶν, ἵνα καταλίπωσι τὴν ἁμαρτίαν καὶ πιστεύσωσι τῷ θεῷ ἑαυτούς, ἐπιδεδημηκέναι κεκήρυκται Ἰησοῦς, πατρίῳ τινὶ τοῖς λόγοις τούτοις συνηθείᾳ καὶ Χριστὸς εἶναι λεγόμενος τοῦ θεοῦ
for perhaps for the good man one might even dare to die. But now, for sinners everywhere, that they might forsake sin and entrust themselves to God, Jesus has been proclaimed to have come, being also called, by a certain ancestral custom in these words, the Christ of God.
因為為好人死,或者有敢做的。但如今,耶穌被宣揚為已經來到,乃是為著各處的罪人,使他們可以離棄罪、把自己交託給神;按這些話中某種祖傳的慣用語,祂也被稱為神的基督。
1:2353
Τάχα δέ τινων παρήκουσεν Κέλσος ὅτι θεός ἐστιν, εἶτα μετ' ἐκεῖνον ἡμεῖς, οὓς ὠνόμασε σκώληκας
But perhaps Celsus misheard certain ones [saying] that 'God exists, then after Him we'—whom he named worms.
但瑟蘇斯或許聽錯了某些人〔所說的〕:「神存在,其次在祂之後是我們」——就是他所稱為蛆蟲的。
1:2354
Καὶ ὅμοιον ποιεῖ τοῖς ὅλῃ αἱρέσει φιλοσοφίας ἐγκαλοῦσι διά τινα λεγόμενα ὑπὸ προπετοῦς μειρακίου, τριῶν ἡμερῶν φοιτήσαντος εἰς φιλοσόφου καὶ ἐπαιρομένου κατὰ τῶν λοιπῶν ὡς ἐλαττόνων καὶ ἀφιλοσόφων
And he does the like of those who blame a whole sect of philosophy on account of certain things said by some rash youth who has frequented a philosopher's [school] for three days and is lifted up against the rest as being inferior and unphilosophical.
他所做的,正像那些因某個冒失的少年(他只去過哲學家〔的學堂〕三天,便自高自大、藐視其餘的人為低下、不懂哲學)所說的某些話,就責難整個哲學派別的人。
1:2355
Ἴσμεν γὰρ ὅτι πολλά ἐστιν ἀνθρώπου τιμιώτερα, καὶ ἀνέγνωμεν ὅτιὉ θεὸς ἔστη ἐν συναγωγῇ θεῶν, θεῶν δὲ οὐ τῶν προσκυνουμένων ὑπὸ τῶν λοιπῶνπάντες γὰρ οἱ θεοὶ τῶν ἐθνῶν δαι μόνια–, καὶ ἀνέγνωμεν ὅτιὉ θεὸς στὰς ἐν συναγωγῇ θεῶν ἐν μέσῳ θεοὺς διακρίνει·
For we know that there are many things more honorable than man, and we have read that 'God stood in the assembly of gods'—gods not of those worshiped by the rest, for 'all the gods of the nations are daemons'—and we have read that 'God, standing in the assembly of gods, judges among gods in the midst;'
因為我們知道有許多比人更尊貴之物,我們也讀過「神站在眾神的會中」——這眾神並非那些被其餘的人所敬拜的,因為「列邦的眾神都是鬼魔」——我們也讀過「神站在眾神的會中,在諸神中間施行審判;」
1:2356
οἴδαμεν δὲ καὶ ὅτι Εἴπερ εἰσὶ θεοὶ λεγόμενοι, εἴτ' ἐν οὐρανῷ εἴτε ἐπὶ γῆς, ὥσπερ εἰσὶ θεοὶ πολλοὶ καὶ κύριοι πολλοί, ἀλλ' ἡμῖν εἷς θεὸς πατήρ, ἐξ οὗ τὰ πάντα καὶ ἡμεῖς εἰς αὐτόν, καὶ εἷς κύριος Ἰησοῦς Χριστός, δι' οὗ τὰ πάντα καὶ ἡμεῖς δι' αὐτοῦ·
and we know also that 'even if there are so-called gods, whether in heaven or on earth, as indeed there are many gods and many lords, yet to us there is one God, the Father, from whom are all things and we unto Him, and one Lord Jesus Christ, through whom are all things and we through Him;'
我們也知道:「雖有稱為神的,或在天,或在地,就如那許多的神、許多的主,然而我們只有一位神,就是父,萬物都本於祂,我們也歸於祂;並有一位主,就是耶穌基督,萬物都是藉著祂有的,我們也是藉著祂有的;」
1:2357
οἴδαμεν δὲ καὶ τοὺς ἀγγέλους οὕτως εἶναι ἀνθρώπων κρείττονας ὥστε τοὺς ἀνθρώπους τελειωθέντας ἰσαγγέλους γίνεσθαι·
and we know also that the angels are so much better than men that men, when made perfect, become equal to angels;
我們也知道,眾使者遠勝過人,以致人在成全之時,要與使者同等;
1:2358
Ἐν γὰρ τῇ ἀναστάσει τῶν νεκρῶν οὔτε γαμοῦσιν οὔτ' ἐγγαμίζονται, ἀλλ' εἰσὶν ὡς οἱ ἄγγελοι τῶν οὐρανῶν οἱ δίκαιοι καὶ γίνονται ἰσάγγελοι·
for 'in the resurrection of the dead they neither marry nor are given in marriage, but the righteous are as the angels of heaven' and become equal to the angels;
因為「當人從死裡復活,也不娶也不嫁,乃像天上的使者一樣」,並要與使者同等;
1:2359
οἴδαμεν δ' ἐν τῇ διατάξει τῶν ὅλων εἶναί τινας τοὺς καλου μένους θρόνους καὶ ἄλλους κυριότητας καὶ ἄλλους ἐξουσίας καὶ ἄλλους ἀρχάς·
and we know that in the arrangement of all things there are certain ones called thrones, and others dominions, and others authorities, and others principalities;
我們也知道,在萬有的安排中,有某些稱為座位的,又有別的稱為主治的,又有別的稱為執政的,又有別的稱為掌權的;
1:2360
καὶ ὁρῶμεν ὅτι πολὺ τούτων ἡμεῖς οἱ ἄνθρωποι ἀπολειπόμενοι ἐλπίδας ἔχομεν ἐκ τοῦ καλῶς βιοῦν καὶ πάντα πράττειν κατὰ τὸν λόγον ἀναβαίνειν ἐπὶ τὴν τούτων πάντων ἐξομοίωσιν
and we see that we men, falling far short of these, have hopes, from living well and doing all things according to reason, of ascending to the likeness of all these.
我們也看見,我們人雖遠不及這些,卻有盼望,因著活得美好、凡事按理性而行,可以攀升到與這一切的相似。
1:2361
Καὶ τελευταῖον ἐπεὶ Μήπω ἐφανερώθη, τί ἐσόμεθα, οἴδαμεν ὅτι, ἐὰν φανερωθῇ, ἐσόμεθα ὅμοιοι τῷ θεῷ καὶ ὀψόμεθα αὐτόν, καθώς ἐστιν
And finally, since 'it has not yet been manifested what we shall be,' we know that, 'if it is manifested, we shall be like God and shall see Him as He is.'
末了,既然「我們將來如何,還未顯明」,我們知道「主若顯現,我們必要像祂,因為必得見祂的真體。」
1:2362
Εἰ δέ τις τὸ λεγόμενον ὑπό τινων, εἴτε τῶν νοούντων εἴτε τῶν μὴ συνιέντων ἀλλὰ παρακουσάντων λόγου ὑγιοῦς, φάσκοι, ὅτι θεός ἐστιν, εἶτα μετ' ἐκεῖνον ἡμεῖς·
But if someone should allege the thing said by some—whether by those who understand or by those who do not understand but have misheard a sound discourse—that 'God exists, then after Him we;'
但若有人引用某些人所說的話——無論是那些明白的人、還是那些不明白卻聽錯了純正論述的人——說「神存在,其次在祂之後是我們」;
1:2363
καὶ τοῦτό γ' ἂν ἑρμηνεύοιμι, τὸ ἡμεῖς λέγων ἀντὶ τοῦ οἱ λογικοὶ καὶ ἔτι μᾶλλον οἱ σπουδαῖοι λογικοί·
this too I would interpret, taking 'we' to mean the rational, and still more the diligent rational [beings];
這話我也要這樣解釋:把「我們」當作指那理性者,更是指那勤勉的理性〔眾生〕;
1:2364
καθ' ἡμᾶς γὰρ αὐτὴ ἀρετή ἐστι τῶν μακαρίων πάντων, ὥστε καὶ αὐτὴ ἀρετὴ ἀνθρώπου καὶ θεοῦ
for according to us the same virtue belongs to all the blessed, so that the same virtue belongs to man and to God.
因為照我們所說,眾有福者都有同樣的美德,以致人的美德與神的美德乃是同一的。
1:2365
Διόπερ γίνεσθαι τέλειοι, ὡς πατὴρ ἡμῶν οὐράνιος τέλειός ἐστι, διδασκόμεθα
Wherefore we are taught to become perfect, as our heavenly Father is perfect.
因此我們受教要作完全人,像我們的天父是完全的一樣。
1:2366
Οὐδεὶς οὖν καλὸς καὶ ἀγαθὸς σκώληξ ἐστὶν ἐννηχόμενος βορβόρῳ καὶ οὐδεὶς εὐσεβὴς μύρμηξ καὶ οὐδεὶς δίκαιος βάτραχος, καὶ οὐδεὶς τῷ λαμπρῷ φωτὶ τῆς ἀληθείας καταυγαζόμενος τὴν ψυχὴν νυκτερίδι ἂν εὐλόγως παραβάλλοιτο
No one therefore who is noble and good is a worm swimming in mud, and no one who is godly is an ant, and no one who is righteous is a frog, and no one whose soul is illumined by the bright light of the truth could reasonably be compared to a bat.
因此,凡高尚良善的,沒有一個是在泥中游動的蛆蟲;凡敬虔的,沒有一個是螞蟻;凡公義的,沒有一個是青蛙;凡魂被真理之明光照耀的,沒有一個能被合理地比作蝙蝠。
1:2367
Δοκεῖ δέ μοι παρακηκοέναι Κέλσος καὶ τοῦ Ποιή σωμεν ἄνθρωπον κατ' εἰκόνα καὶ ὁμοίωσιν ἡμετέραν καὶ παρὰ τοῦτο πεποιηκέναι τοὺς σκώληκας λέγοντας ὅτι ὑπὸ τοῦ θεοῦ γεγονότες πάντῃ ἐσμὲν αὐτῷ ὅμοιοι
And it seems to me that Celsus has misheard also the saying 'Let us make man according to Our image and likeness,' and on this account has made the worms say that 'having come into being by God, we are altogether like Him.'
在我看來,瑟蘇斯也聽錯了那「我們要照著我們的形像,按著我們的樣式造人」的話,並因此使這些蛆蟲說:「我們既由神而造,便全然像祂。」
1:2368
Εἰ μέντοι ἐγνώκει διαφορὰν τοῦ κατ' εἰκόνα θεοῦ γεγονέναι τὸν ἄνθρωπον πρὸς τὸ καθ' ὁμοίωσιν, καὶ ὅτι ἀναγέγραπται εἰρηκέναι θεός·
But if indeed he had known the difference between man's having come into being 'according to the image' of God and the 'according to the likeness,' and that it is recorded that God said:
但他若真知道「人是照神的形像而造」與「按神的樣式」之間的分別,並知道經上記著神說:
1:2369
Ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα καὶ ὁμοίωσιν ἡμετέραν, ἐποίησε δ' θεὸς τὸν ἄνθρωπον κατ' εἰκόνα θεοῦ ἀλλ' οὐχὶ καὶ καθ' ὁμοίωσιν ἤδη·
Let us make man according to Our image and likeness, but God made man according to the image of God, and not yet also according to the likeness;
「我們要照著我們的形像,按著我們的樣式造人」,但神造人乃是照著神的形像,卻還沒有也照著樣式;
1:2370
οὐκ ἂν ἐποίει ἡμᾶς λέγοντας ὅτι πάντῃ ὅμοιοί ἐσμεν τῷ θεῷ
he would not have made us say that we are altogether like God.
他就不會使我們說,我們全然像神。
1:2371
Οὐ λέγομεν δ' ὅτι ὑποβέβληται ἡμῖν καὶ τὰ ἄστρα, ἐπεὶ τῶν δικαίων λεγομένη ἀνάστασις καὶ ὑπὸ τῶν σοφῶν νοουμένη παραβάλλεται ἡλίῳ καὶ σελήνῃ καὶ ἄστροις ὑπὸ τοῦ φάσκοντος·
And we do not say that the stars too have been subjected to us, since the so-called resurrection of the righteous, understood also by the wise, is compared to sun and moon and stars by the one who says:
我們也不說眾星已經服在我們腳下,因為那所謂義人的復活——智慧人也如此領會——被那說以下話的人比作日、月、星辰:
1:2372
Ἄλλη δόξα ἡλίου, καὶ ἄλλη δόξα σελήνης, καὶ ἄλλη δόξα ἀστέρων·
There is one glory of the sun, and another glory of the moon, and another glory of the stars;
日有日的榮光,月有月的榮光,星有星的榮光;
1:2373
ἀστὴρ γὰρ ἀστέρος διαφέρει ἐν δόξῃ
for star differs from star in glory.
這星和那星的榮光也有分別。
1:2374
Οὕτως καὶ ἀνάστασις τῶν νεκρῶν, καὶ τοῦ Δανιὴλ περὶ τούτων πάλαι προφητεύσαντος
So also is the resurrection of the dead—Daniel too having prophesied concerning these things long ago.
死人復活也是這樣——但以理也早已論到這些事預言過了。
1:2375
Φησὶ δ' ἡμᾶς λέγειν ὅτι πάντα ἡμῖν δουλεύειν τέτακται, τάχα μὲν οὐκ ἀκούσας τῶν ἐν ἡμῖν συνετῶν τοιαῦτα λεγόντων τάχα δὲ καὶ μὴ ἐπιστάμενος, πῶς λέλεκται πάντων εἶναι δοῦλον τὸν ἐν ἡμῖν μείζονα
And he says that we say 'all things have been appointed to serve us,' perhaps not having heard the intelligent among us saying such things, and perhaps also not understanding how it is said that 'the greater among us is the servant of all.'
他又說我們講「萬物都被指派來服事我們」,或許他沒聽見我們中間有見識的人這樣說,或許也不明白那「你們中間誰為大,就要作眾人的僕人」是怎麼說的。
1:2376
Καὶ ἐὰν μὲν Ἕλληνες λέγωσιν·
And if the Greeks say:
並且,若希臘人說:
1:2377
Εἶθ' ἥλιος μὲν νύξ τε δουλεύει βροτοῖς, ἐπαινέσαντες τὸ λεγόμενον καὶ διηγοῦνται αὐτό·
'Then sun and night serve mortals,' they praise the saying and expound it;
「於是日頭與黑夜都服事必死之人」,他們便稱讚這話並加以闡釋;
1:2378
τοιοῦτον μὴ λέγηται ἄλλως λέγηται, συκοφαντεῖ ἡμᾶς Κέλσος καὶ ἐπὶ τούτοις
[but] whether such a thing be said by us or not, or be said otherwise, Celsus slanders us on these matters too.
〔但〕無論這樣的話是不是我們所說的,或是以別樣的意思說的,瑟蘇斯在這些事上也誣賴我們。
1:2379
Ἐλέγομεν δὲ παρὰ τῷ Κέλσῳ ἡμεῖς, οἱ κατ' αὐτὸν σκώληκες, ὅτι ἐπεί τινες ἐν ἡμῖν πλημμελοῦσιν, ἀφίξεται πρὸς ἡμᾶς θεὸς πέμψει τὸν υἱὸν ἑαυτοῦ, ἵνα καταφλέξῃ τοὺς ἀδίκους, οἱ δὲ λοιποὶ βάτραχοι σὺν αὐτῷ βίον αἰώνιον ἔχωμεν
And we—the worms, according to Celsus—were saying, in his account, that 'since some among us transgress, God will come to us or send His own Son, in order to burn up the unrighteous, and the rest of us frogs may have eternal life with Him.'
照他所述,我們這些(照瑟蘇斯所說的)蛆蟲說:「既然我們中間有些人犯罪,神就要來到我們這裡,或差派祂自己的兒子,為要焚燒那不義的人,叫我們其餘這些青蛙得與祂同享永遠的生命。」
1:2380
Καὶ ὅρα πῶς ὡς βωμολόχος τὴν περὶ κρίσεως θείαν ἀπαγγελίαν καὶ περὶ κολάσεως μὲν τῆς κατὰ τῶν ἀδίκων γέρως δὲ τοῦ εἰς τοὺς δικαίους εἰς χλεύην καὶ γέλωτα καὶ διασυρμὸν ἤνεγκεν σεμνὸς φιλόσοφος
And see how, like a buffoon, this venerable philosopher has turned the divine proclamation concerning judgment, and concerning punishment for the unrighteous and reward for the righteous, into mockery and laughter and ridicule.
且看這位莊嚴的哲學家,如何像個小丑,把那論到審判、論到不義者的刑罰與義者的賞賜之神聖宣告,化作嘲弄、譏笑與奚落。
1:2381
Καὶ ἐπιλέγει πᾶσι τούτοις ἀνεκτὰ εἶναι μᾶλλον ταῦτα ὑπὸ σκωλήκων καὶ βατράχων λεγόμενα ὑπὸ Ἰουδαίων καὶ Χριστιανῶν πρὸς ἀλλήλους διαφερομένων ἀπαγγελλόμενα
And he adds to all these that these things are more tolerable when said by worms and frogs than when announced by Jews and Christians quarreling with one another.
他又在這一切之上補充說,這些話由蛆蟲和青蛙說出,比由彼此爭論的猶太人和基督徒宣告出來,還更可容忍些。
1:2382
Ἀλλ' οὐ μιμησόμεθά γε αὐτὸν ἡμεῖς οὐδ' ἐροῦμεν τὰ παραπλήσια περὶ τῶν τὴν τῶν ὅλων φύσιν ἐπαγγελλομένων εἰδέναι φιλοσόφων καὶ πρὸς ἀλλήλους διαλεγομένων περὶ τοῦ, τίνα τρόπον συνέστη τὰ ὅλα καὶ γέγονεν οὐρανὸς καὶ γῆ καὶ τὰ ἐν αὐτοῖς πάντα, καὶ ὡς αἱ ψυχαὶ ἤτοι ἀγέννητοι οὖσαι καὶ μὴ ὑπὸ θεοῦ κτισθεῖσαι διακοσμοῦνται ὑπ' αὐτοῦ καὶ ἀμείβουσι σώματα, συσπαρεῖσαι τοῖς σώμασιν ἐπιδια μένουσιν οὐκ ἐπιδιαμένουσιν
But we for our part shall not imitate him, nor shall we say the like concerning the philosophers who profess to know the nature of all things and dispute with one another concerning the manner in which the universe was constituted, and how heaven and earth and all things in them came into being, and concerning how the souls—either being unbegotten and not created by God are ordered by Him and change bodies, or, having been sown together with the bodies, continue to exist or do not continue to exist.
但我們這一面卻不效法他,也不對那些自稱通曉萬物之性、並彼此爭論宇宙如何構成、天地及其中萬物如何生成、以及論到眾魂的哲學家說這類話——他們爭論魂究竟是非受生的、非由神所造卻被祂安排、並更換身體;還是與身體一同被撒下、或繼續存留、或不繼續存留。
1:2383
Ἐδύνατο γάρ τις καὶ ταῦτα ἀντὶ τοῦ σεμνολογεῖν καὶ ἀποδέχεσθαι τὴν προαίρεσιν τῶν τῷ ἐξετάζειν τὴν ἀλήθειαν ἑαυτοὺς ἀνατεθεικότων χλευάζων καὶ κακολογῶν φάσκειν ὅτι σκώληκές εἰσιν οὗτοι ἐν γωνίᾳ τοῦ ἐν τῷ βίῳ τῶν ἀνθρώπων βορβόρου ἑαυτοὺς μὴ μετροῦντες καὶ διὰ τοῦτο ἀποφαινόμενοι περὶ τῶν τηλικούτων ὡς κατειληφότες, καὶ ὅτι λέγουσι διατεινόμενοι ὡς τεθεωρηκότες περὶ πραγμάτων, τῶν μὴ δυναμένων χωρὶς ἐπιπνοίας κρείττονος καὶ θειοτέρας δυνάμεως θεωρηθῆναι
For one could, instead of speaking solemnly and approving the purpose of those who have dedicated themselves to examining the truth, mock and revile them, saying that these are worms in a corner of the mud of the life of men, not measuring themselves, and on this account pronouncing concerning such great matters as though they had grasped them, and that they speak, asserting as if they had contemplated, concerning matters that cannot be contemplated apart from the inspiration of a stronger and more divine power.
因為人本可不去莊重地稱讚那些獻身考究真理之人的志向,反倒嘲弄、辱罵他們,說這些人不過是在人生活之泥坑一角的蛆蟲,不自量力,竟因此論斷這樣的大事,彷彿自己已經把握了它們;又說他們爭辯著、彷彿親眼默觀過,論及那些非藉著更強、更神聖之能力的感動便不能默觀的事。
1:2384
Οὐδεὶς γὰρ οἶδεν ἀνθρώπων τὰ τοῦ ἀνθρώπου, εἰ μὴ τὸ πνεῦμα τοῦ ἀνθρώπου τὸ ἐν αὐτῷ·
For 'no man knows the things of a man, except the spirit of the man which is in him;'
因為「除了在人裡頭的靈,誰知道人的事?」
1:2385
οὕτω καὶ τὰ τοῦ θεοῦ οὐδεὶς ἔγνωκεν, εἰ μὴ τὸ πνεῦμα τοῦ θεοῦ. Ἀλλ' οὐ μεμήναμεν οὐδὲ τὴν τηλικαύτην ἀνθρώπων σύνεσιν, κοινότερον δὲ λέγω σύνεσιν, ἀσχοληθεῖσαν οὐ περὶ τὰ τῶν πολλῶν ἀλλὰ περὶ τὴν ἐξέτασιν τῆς ἀληθείας, κινήμασι σκωλήκων ἄλλων τινῶν τοιούτων παραβάλλομεν·
so also the things of God no one has known, except the Spirit of God. But we have not gone out of our minds, nor do we compare such great intelligence of men—and I speak of intelligence in the more common sense—occupied not with the things of the many but with the examination of the truth, to the movements of worms or of any other such [creatures];
「照樣,除了神的靈,也沒有人知道神的事。」但我們並沒有失去理智,也不把人這樣偉大的智力——我所說的是較普通意義上的智力——就是那不專注於眾人之事、乃專注於考究真理的智力,比作蛆蟲或任何其他這類〔活物〕的動作;
1:2386
φιλαλήθως δὲ περί τινων μαρτυροῦμεν ἑλλήνων φιλοσόφων ὅτι ἐπέγνωσαν τὸν θεόν, ἐπεὶὉ θεὸς αὐτοῖς ἐφανέρωσεν, εἰ καὶ μὴ ὡς θεὸν ἐδόξασαν ηὐχαρίστησαν ἀλλ' ἐματαιώθησαν ἐν τοῖς διαλογισμοῖς αὐτῶν, καὶ φάσκοντες εἶναι σοφοὶ ἐμωράν θησαν καὶ ἤλλαξαν τὴν δόξαν τοῦ ἀφθάρτου θεοῦ ἐν ὁμοιώματι εἰκόνος φθαρτοῦ ἀνθρώπου καὶ πετεινῶν καὶ τετραπόδων καὶ ἑρπετῶν
but as lovers of truth we testify concerning certain Greek philosophers that they knew God, since 'God manifested Him to them'—even if they 'did not glorify Him as God nor give thanks, but became vain in their reasonings, and professing to be wise became fools, and changed the glory of the incorruptible God into the likeness of an image of corruptible man and of birds and four-footed beasts and creeping things.'
我們乃是作為愛真理的人,為某些希臘哲學家作見證,說他們認識神,因為「神已將祂顯明給他們」——縱使他們「雖然知道神,卻不當作神榮耀祂,也不感謝祂,反倒在自己的思念中變為虛妄,自稱為聰明,反成了愚拙,將不能朽壞之神的榮耀,變為偶像,彷彿必朽壞的人和飛禽、走獸、昆蟲的樣式。」
1:2387
Μετὰ ταῦτα βουλόμενος κατασκευάζειν ὅτι μηδὲν τῶν προειρημένων παρ' αὐτῷ ζῴων διαφέρουσιν Ἰουδαῖοι καὶ Χριστιανοί φησιν Ἰουδαίους ἀπ' Αἰγύπτου δραπέτας γεγονέναι, μηδὲν πώποτε ἀξιόλογον πράξαντας, οὔτ' ἐν λόγῳ οὔτ' ἐν ἀριθμῷ αὐτούς ποτε γεγενημένους
After these things, wishing to establish that the Jews and Christians do not differ at all from the animals previously mentioned by him, he says that the Jews were runaways from Egypt, having never done anything worthy of mention, and that they were never of any account either in word or in number.
在這些事之後,他想要確立猶太人和基督徒與他先前所提的動物毫無分別,便說猶太人乃是從埃及逃亡的奴隸,從未做過任何值得一提的事,無論在言談上、還是在人數上,從來都算不得甚麼。
1:2388
Περὶ μὲν οὖν τοῦ μὴ δραπέτας αὐτοὺς γεγονέναι μηδ' Αἰγυπτίους ἀλλ' Ἑβραίους ὄντας παρῳκηκέναι ἐν τῇ Αἰγύπτῳ, ἐν τοῖς ἀνωτέρω ἡμῖν λέλεκται·
Now concerning their not having been runaways nor Egyptians, but being Hebrews who sojourned in Egypt, it has been said by us in the foregoing;
至於他們並非逃亡的奴隸、也非埃及人,乃是寄居在埃及的希伯來人,這在前面我們已經說過了;
1:2389
εἰ δὲ τὸ μήτ' ἐν λόγῳ μήτ' ἐν ἀριθμῷ αὐτοὺς γεγονέναι κατασκευάζεσθαι νομίζει ἐκ τοῦ μὴ πάνυ τι τὴν περὶ αὐτῶν ἱστορίαν εὑρίσκεσθαι παρὰ τοῖς Ἕλλησι, φήσομεν ὅτι εἴ τις ἐνατενίσαι τῇ ἀρχῆθεν αὐτῶν πολιτείᾳ καὶ τῇ τῶν νόμων διατάξει, εὕροι ἂν ὅτι γεγόνασιν ἄνθρωποι σκιὰν οὐρανίου βίου παραδεικνύντες ἐπὶ γῆς·
but if he supposes that their not having been of account either in word or in number is established from the fact that the history concerning them is not very much found among the Greeks, we shall say that, if one were to gaze upon their polity from the beginning and the ordering of their laws, he would find that they were men displaying upon earth a shadow of the heavenly life;
但他若以為,從希臘人中不大找得到論到他們的歷史這事,便能確立他們「無論在言談或人數上都算不得甚麼」,那我們要說:人若注視他們起初的政體和律法的安排,就會發現他們乃是在地上彰顯天上生活之影兒的人;
1:2390
παρ' οἷς οὐδὲν ἄλλο θεὸς νενόμιστο ἐπὶ πᾶσι, καὶ οὐδεὶς τῶν εἰκόνας ποιούντων ἐπολιτεύετο
among whom nothing else was held to be God except the One over all, and none of those who make images had a place in their polity.
在他們中間,除了那超乎萬有的,沒有別的被當作神,並且那些製造偶像的人,在他們的政體中沒有立足之地。
1:2391
Οὔτε γὰρ ζωγράφος οὔτ' ἀγαλματοποιὸς ἐν τῇ πολιτείᾳ αὐτῶν ἦν, ἐκβάλλοντος πάντας τοὺς τοιούτους ἀπ' αὐτῆς τοῦ νόμου, ἵνα μηδεμία πρόφασιςᾖ τῆς τῶν ἀγαλμάτων κατασκευῆς, τοὺς ἀνοήτους τῶν ἀνθρώπων ἐπισπωμένης καὶ καθελκούσης ἀπὸ τοῦ θεοῦ εἰς γῆν τοὺς ὀφθαλμοὺς τῆς ψυχῆς
For there was neither painter nor image-maker in their polity, the law casting out all such from it, that there might be no pretext for the making of images—[a thing] that draws after it the senseless among men and drags down the eyes of the soul from God to earth.
因為在他們的政體中既沒有畫家,也沒有雕像匠,律法把這一切人都逐出政體之外,免得有任何藉口去製造偶像——〔這事〕引誘那些愚昧的人、把魂的眼目從神拉下到地上。
1:2392
Ἦν οὖν παρ' αὐτοῖς νόμος καὶ τοιοῦτος·
There was therefore among them a law also of this kind:
因此在他們中間也有這樣一條律法:
1:2393
αὐτοὺς μὴ ἀναπλάσσειν ἕτερα παρὰ τὴν ἀλήθειαν, ψευδόμενα τὸ ἀληθῶς ἀρσενικὸν τὸ ὄντως θηλυκὸν τὴν κτηνῶν φύσιν τὸ ὀρνέων τὸ ἑρπετῶν γένος τὸ ἰχθύων
that they should not fashion anything contrary to the truth, falsifying the truly masculine or the really feminine, or the nature of beasts, or the kind of birds or of creeping things or of fishes.
就是他們不可塑造任何違背真理之物,去假冒那真正的男性、或真實的女性、或走獸的本性、或飛禽、爬物、魚類的種類。
1:2394
Σεμνὸν δὲ καὶ μεγαλοφυὲς παρ' αὐτοῖς καὶ τὸ Μὴ ἀναβλέψας εἰς τὸν οὐρανὸν καὶ ἰδὼν τὸν ἥλιον καὶ τὴν σελήνην καὶ τοὺς ἀστέρας, πάντα τὸν κόσμον τοῦ οὐρανοῦ, πλανηθεὶς προσκυνήσῃς αὐτοῖς καὶ λατρεύσῃς αὐτοῖς. Οἵα δὲ πολιτεία ἦν ὅλου ἔθνους, παρ' οὐδὲ φαίνεσθαι θηλυδρίαν οἷόν τ' ἦν
And venerable and lofty among them was also this: 'Lest, looking up to heaven and seeing the sun and the moon and the stars, the whole host of heaven, you be led astray and worship them and serve them.' And what a polity it was of a whole nation, among whom it was not even possible for an effeminate man to appear!
在他們中間莊嚴而崇高的,還有這話:「又恐怕你向天舉目觀看,見日、月、星,就是天上的萬象,便被勾引去敬拜、事奉它們。」這是何等的政體,在一整個民族中間,連一個娘娘腔的男子都不可能出現!
1:2395
Θαυμαστὸν δὲ καὶ τὸ τὰ τῶν νέων ὑπεκκαύματα, τὰς ἑταίρας, ἀναιρεῖσθαι ἀπὸ τῆς πολιτείας αὐτῶν
And wonderful too was the doing away, from their polity, of the kindlings of [the lusts of] the young—namely, the harlots.
也奇妙的是,他們把那挑旺青年〔情慾〕之火種——就是娼妓——從他們的政體中除去了。
1:2396
Ἦν δὲ καὶ δικαστήρια τῶν δικαιοτάτων καὶ ἀπόδειξιν ὑγιοῦς βίου πολλῷ δεδωκότων χρόνῳ, πιστευο μένων τὰς κρίσεις·
There were also law-courts of the most just men, who had over a long time given proof of a sound life, who were entrusted with the judgments;
他們中間也有那最公正之人所組成的法庭,這些人長久以來已顯出純正生活的明證,便被託付以審判之責;
1:2397
οἵτινες διὰ τὸ καθαρὸν ἦθος καὶ τὸ ὑπὲρ ἄνθρωπον ἐλέγοντο εἶναι θεοὶ πατρίῳ τινὶ Ἰουδαίων ἔθει
who, on account of their pure character and what was above man, were called gods, by a certain ancestral custom of the Jews.
這些人因其純潔的品格、並那超乎人的德行,照猶太人某種祖傳的慣例,被稱為神。
1:2398
Καὶ ἦν ἰδεῖν ἔθνος ὅλον φιλοσοφοῦν, καὶ διὰ τὴν πρὸς τὸ ἀκούειν τῶν θείων νόμων σχολὴν τὰ καλούμενα σάββατα καὶ αἱ λοιπαὶ παρ' αὐτοῖς ἑορταὶ ἐγίνοντο
And one could see a whole nation philosophizing, and on account of the leisure for hearing the divine laws, the so-called sabbaths and their other feasts came to be.
人可以看見一整個民族在研究哲理,並因有閒暇聽那神聖的律法,便有了所謂的安息日和他們其餘的節期。
1:2399
Τί δὲ δεῖ λέγειν περὶ τῆς τάξεως τῶν παρ' αὐτοῖς ἱερέων καὶ θυσιῶν, μυρία σύμβολα περιεχουσῶν τοῖς φιλομαθοῦσι σαφηνιζόμενα; . Ἀλλ' ἐπεὶ οὐδὲν βέβαιον ἐν ἀνθρωπίνῃ φύσει, ἐχρῆν κἀκείνην τὴν πολιτείαν κατὰ βραχὺ καταφθειρομένην ἐκδιαι τηθῆναι
And what need is there to speak concerning the order of the priests and sacrifices among them, containing countless symbols clarified to those who love learning? But since there is nothing stable in human nature, that polity too had, little by little, to be corrupted and to be transformed in its way of life.
至於他們中間祭司和祭物的次序,其中含有無數向愛學之人所闡明的表徵,又何須多言呢?但既然人的本性中沒有甚麼是穩定的,那政體也就不得不漸漸敗壞、其生活方式被更替。
1:2400
πρόνοια δὲ τὸ σεμνὸν τοῦ λόγου αὐτῶν ἁρμο ζόντως τοῖς πανταχοῦ κατὰ τὰ δεόμενα μεταποιήσεως μεταποιήσασα, ἀντ' ἐκείνων τοῖς ἀπὸ τῶν πανταχοῦ ἀνθρώ πων πιστεύουσι παραδέδωκε τὴν σεμνὴν κατὰ τὸν Ἰησοῦν θεοσέβειαν·
But providence, having fittingly transformed the venerableness of their teaching to suit men everywhere according to their need of transformation, has, in place of those things, handed over to those everywhere among men who believe, the venerable godliness that is according to Jesus.
但天命既已合宜地把他們教訓的莊嚴加以更替,使之適合各處按其更替之需要的人,便以那照著耶穌而有的莊嚴敬虔,取代了那些舊事,交付給各處眾人中間信的人。
1:2401
ὅστις οὐ μόνον συνέσει ἀλλὰ καὶ θείᾳ μοίρᾳ κοσμηθεὶς καὶ καταβαλὼν τὸν περὶ τῶν ἐπὶ γῆς δαιμόνων λόγον, λιβανωτῷ καὶ αἵματι καὶ ταῖς ἀπὸ τῆς κνίσσης ἀναθυμιάσεσι χαιρόντων καὶ τοὺς ἀνθρώπους κατασπώντων δίκην τῶν μυθευομένων Τιτάνων Γιγάντων ἀπὸ τῆς περὶ θεοῦ ἐννοίας, αὐτὸς οὐ φροντίσας τῆς ἐπιβουλῆς αὐτῶν, ἐπιβουλευόντων μάλιστα τοῖς βελτίοσιν, ἔθετο νόμους, καθ' οὓς οἱ βιοῦντες μακάριοι ἔσονται, μηδαμῶς τοὺς δαίμονας διὰ τῶν θυσιῶν κολακεύοντες καὶ πάντῃ καταφρονοῦντες αὐτῶν διὰ τὸν βοηθοῦντα τοῦ θεοῦ λόγον τοῖς ἄνω καὶ πρὸς θεὸν βλέπουσι
He who, adorned not only with intelligence but also with a divine portion, overthrew the doctrine concerning the demons upon the earth—those who delight in incense and blood and in the savory vapors that rise from burnt sacrifices, and who drag men down from the conception of God, like the fabled Titans or Giants—he himself, taking no thought for their plotting (for they plot most of all against the better sort), laid down laws by which those who live shall be blessed: in no way flattering the demons through sacrifices, but utterly despising them, through the Word of God that aids those who look upward and toward God.
他不僅以智慧、更以神聖的稟賦為裝飾,推翻了關於地上鬼魔的學說——這些鬼魔喜愛香、血,和那從燔祭脂油升起的煙氣,並將人從對神的認識中拉下,如同神話所說的提坦或巨人一般。他自己毫不顧慮這些鬼魔的詭計(牠們尤其針對較善良的人施計),反倒立下律法,使遵行的人得享福樂:絕不藉著獻祭討好鬼魔,反倒徹底藐視牠們,乃藉著神的道——這道幫助那些向上仰望、定睛於神的人。
1:2402
Καὶ ἐπεὶ θεὸς ἐβούλετο κρατῆσαι ἐν τοῖς ἀνθρώποις τὸν τοῦ Ἰησοῦ λόγον, οὐδὲν δεδύνηνται δαίμονες, καίτοι γε πάντα κάλων κινήσαντες, ἵνα μὴ Χριστιανοὶ μηκέτ' ὦσι·
And since God willed that the word of Jesus should prevail among men, the demons were able to accomplish nothing, even though they set every rope in motion that Christians might be no more;
又因神願意使耶穌的道在人間得勝,眾鬼魔便毫無所成,縱然牠們竭盡全力、使盡一切手段,要叫基督徒不復存在;
1:2403
τούς τε γὰρ βασιλεύοντας καὶ τὴν σύγκλητον βουλὴν καὶ τοὺς ἄρχοντας πανταχοῦ ἀλλὰ καὶ τοὺς δήμους αὐτούς, οὐκ αἰσθανομένους τῆς ἀλόγου καὶ πονηρᾶς τῶν δαιμόνων ἐνεργείας, ἐξετάραξαν κατὰ τοῦ λόγου καὶ τῶν πιστευόντων εἰς αὐτόν·
for they stirred up against the Word and against those who believe in Him the emperors and the senate and the magistrates everywhere, and even the populace itself, who did not perceive the irrational and wicked working of the demons;
因為牠們煽動了君王、元老院、各地的官長,甚至連百姓本身——這些人並未察覺鬼魔那無理而邪惡的作為——起來敵對這道和信靠祂的人;
1:2404
ἀλλ' πάντων δυνατώτερος τοῦ θεοῦ λόγος, καὶ κωλυόμενος ὡσπερεὶ τροφὴν πρὸς τὸ αὔξειν τὸ κωλύεσθαι λαμβάνων, προβαίνων πλείονας ἐνέμετο ψυχάς·
but the Word of God, mightier than all, and receiving its very hindrance as nourishment for growth, advanced and won to itself more souls;
但那大過萬有的神的道,反倒把所受的攔阻當作生長的養分,不斷前進,贏得了更多的靈魂;
1:2405
Ταῦτα δ' ἡμῖν εἰ καὶ ἐν παρεκβάσει λέλεκται, ἀλλὰ ἀναγκαίως οἶμαι
And though these things have been said by us in a digression, yet I think they were necessary.
這些話雖是我們在離題中所說的,但我認為仍是必要的。
1:2406
Ἐβουλόμεθα γὰρ ἀπαντῆσαι πρὸς τὸ περὶ Ἰουδαίων ὑπὸ τοῦ Κέλσου λεγόμενον, ὅτι δὴ ἀπ' Αἰγύπτου δραπέται γεγόνασι, καὶ ὅτι μηδὲν πώποτ' ἀξιόλογον οἱ ἄνθρωποι οἱ θεοφιλεῖς ἔπραξαν
For we wished to meet what Celsus says concerning the Jews, namely, that they became fugitives from Egypt, and that the men beloved of God never did anything worthy of note.
因為我們想回應瑟蘇斯關於猶太人所說的話,就是說他們是從埃及逃出的奴隸,又說這些蒙神所愛的人從未做過任何值得稱道的事。
1:2407
Ἀλλὰ καὶ πρὸς τὸ οὔτ' ἐν λόγῳ οὔτ' ἐν ἀριθμῷ γεγόνασί φαμεν ὅτι ὡς γένος ἐκλεκτὸν καὶ βασίλειον ἱεράτευμα ἀναχωροῦντες καὶ ἐκκλίνοντες τὴν πρὸς τοὺς πολλοὺς ἐπιμιξίαν, ἵνα μὴ διαφθαρεῖεν τὰ ἤθη, ἐφρουροῦντο ὑπὸ τῆς θείας δυνάμεως·
And in reply to the charge that they have come to be of no account and of no number, we say that, as a chosen race and a royal priesthood, withdrawing and avoiding intermingling with the multitude, lest their morals be corrupted, they were guarded by the divine power;
至於說他們已淪為不足道、無足輕重的民,我們則回答:他們作為蒙揀選的族類、君尊的祭司,退避並避免與眾人混雜,免得德行敗壞,因此蒙神的大能護衛;
1:2408
οὔτ' ἐπιθυμοῦντες, ὡς οἱ πολλοὶ τῶν ἀνθρώπων, προσλαβεῖν ἑαυτοῖς ἄλλας βασιλείας οὔτε καταλειπόμενοι, ὡς διὰ τὴν ὀλιγότητα εὐεπιβουλεύτους αὐτοὺς γενέσθαι καὶ ὅσον ἐπὶ τῇ ὀλιγότητι ἄρδην ἀπολέσθαι
neither desiring, as most men do, to acquire other kingdoms for themselves, nor being left in such a state that, on account of their fewness, they would become easy prey to plots and, so far as their fewness was concerned, be utterly destroyed.
他們既不像多數人那樣貪圖為自己奪取別的國度,也未被棄置到這地步:以致因人數稀少而易受陰謀算計,並就其稀少而論被徹底毀滅。
1:2409
Καὶ τοῦτ' ἐγίνετο, ὅσον ἔτι ἦσαν ἄξιοι τῆς ἀπὸ θεοῦ φρουρᾶς·
And this happened so long as they were still worthy of the guardianship that comes from God;
這事一直如此,只要他們還配得從神而來的護衛;
1:2410
ὅτε δ' ἐχρῆν αὐτοὺς ὡς ὅλον ἔθνος ἁμαρτάνον διὰ πόνων ἐπιστρέφεσθαι πρὸς τὸν θεὸν αὐτῶν, ὁτὲ μὲν ἐπὶ πλεῖον ὁτὲ δ' ἐπ' ἔλαττον ἐγκατε λείποντο, ἕως ἐπὶ Ῥωμαίων τὴν μεγίστην ποιήσαντες ἁμαρτίαν ἐν τῷ ἀποκτεῖναι τὸν Ἰησοῦν τέλεον ἐγκατε λείφθησαν
but when, as a whole nation that had sinned, they ought to have turned to their God through afflictions, they were at times more, at times less, abandoned, until at last, under the Romans, having committed the greatest sin in putting Jesus to death, they were utterly forsaken.
但當他們作為一個全然犯罪的民族,理當藉患難歸向他們的神時,他們卻時而較多、時而較少地被撇棄,直到末了在羅馬人手下,因殺害耶穌犯了最大的罪,便被徹底遺棄。
1:2411
μενοι καὶ τοῖς ἀμαθέσι καὶ ἀνοήτοις παρεξηγούμενοι, καὶ ταῦτα μηδὲ πώποτ' ἐν πολλῷ τῷ πρόσθεν χρόνῳ τοῦ τοιοῦδε μηδ' ἀμφισβητηθέντος
...and being misinterpreted to the ignorant and foolish—and this too, although in all the long time before, no such matter had ever even been disputed.
……並被人向無知愚昧之輩曲解——而且這事在此前漫長的歲月中,從未有過任何爭議。
1:2412
Πάνυ δ' ἀσαφῶς ἐν τούτοις δοκεῖ μοι εἰρηκέναι ὅπερ ἐβούλετο
But in these words he seems to me to have stated very obscurely what he wished to say.
然而在這些話中,他似乎極為隱晦地說出了自己想表達的意思。
1:2413
Εἰκὸς δὲ καὶ τὴν κατὰ τὸν τόπον ἀσάφειαν ἐπιτετηδευκέναι αὐτόν, ἐπείπερ ἑώρα ἰσχυρὸν τὸν λόγον τὸν κατασκευάζοντα ἀπὸ τοιωνδὶ προγόνων εἶναι τὸ Ἰουδαίων ἔθνος·
And it is likely that he deliberately contrived the obscurity in this passage, since he saw that the argument was strong which established that the nation of the Jews sprang from such ancestors;
他大概是故意在此處製造這種含糊,因為他看出那論證甚為有力,足以證明猶太民族出自這樣的祖先;
1:2414
πάλιν τ' αὖ ἐβουλήθη μὴ δοκεῖν ἀγνοεῖν πρᾶγμα περὶ Ἰουδαίων καὶ τοῦ γένους αὐτῶν οὐκ εὐκαταφρόνητον
and again, on the other hand, he wished not to seem ignorant of a matter concerning the Jews and their race which was not to be despised.
另一方面,他又不願顯得對猶太人及其族類這件不可輕忽之事一無所知。
1:2415
Σαφὲς δὴ ὅτι καὶ γενεαλογοῦνται Ἰουδαῖοι ἀπὸ τῶν τριῶν πατέρων τοῦ Ἀβραὰμ καὶ τοῦ Ἰσαὰκ καὶ τοῦ Ἰακώβ·
It is plain, then, that the Jews trace their descent from the three fathers, Abraham and Isaac and Jacob;
由此顯然可見,猶太人的家譜上溯到三位先祖:亞伯拉罕、以撒和雅各;
1:2416
ὧν τοσοῦτον δύναται τὰ ὀνόματα συναπτόμενα τῇ τοῦ θεοῦ προσηγορίᾳ, ὡς οὐ μόνον τοὺς ἀπὸ τοῦ ἔθνους χρῆσθαι ἐν ταῖς πρὸς θεὸν εὐχαῖς καὶ ἐν τῷ κατεπᾴδειν δαίμονας τῷ θεὸς Ἀβραὰμ καὶ θεὸς Ἰσαὰκ καὶ θεὸς Ἰακὼβ ἀλλὰ γὰρ σχεδὸν καὶ πάντας τοὺς τὰ τῶν ἐπῳδῶν καὶ μαγειῶν πραγματευομένους
and the names of these, when joined to the title of God, are so powerful that not only those of the nation use them in their prayers to God and in adjuring demons by the formula 'the God of Abraham and the God of Isaac and the God of Jacob,' but indeed almost all who busy themselves with incantations and magic do likewise.
這幾位的名字,當與「神」的稱號連用時,具有如此大的能力,以致不僅本族的人在向神禱告、並用「亞伯拉罕的神、以撒的神、雅各的神」這套言辭驅趕鬼魔時使用,連幾乎所有從事咒語與法術之人也都如此行。
1:2417
Εὑρίσκεται γὰρ ἐν τοῖς μαγικοῖς συγγράμμασι πολλαχοῦ τοιαύτη τοῦ θεοῦ ἐπίκλησις καὶ παράληψις τοῦ τοῦ θεοῦ ὀνόματος ὡς οἰκείου τοῖς ἀνδράσι τούτοις εἰς τὰ κατὰ τῶν δαιμόνων
For there is found in the magical writings, in many places, such an invocation of God and a taking up of the name of God as something proper to these men, for use against the demons.
因為在那些法術的著作中,多處可見這樣對神的呼求,並援引神的名,視之為這幾位先祖所特有的,用以對付鬼魔。
1:2418
Ταῦτ' οὖν δοκεῖ μοι, ὑπὸ Ἰουδαίων καὶ Χριστιανῶν προσαγόμενα εἰς ἀπόδειξιν τοῦ ἱερούς τινας ἄνδρας γεγονέναι τὸν Ἀβραὰμ καὶ τὸν Ἰσαὰκ καὶ τὸν Ἰακώβ, τοὺς πατέρας τοῦ Ἰουδαίωνἔθνους, μὴ πάντῃ μὲν ἠγνοηκέναι Κέλσος οὐ μὴν σαφῶς ἐκτεθεῖσθαι, ἐπεὶ μὴ ἐδύνατο ἀπαντῆσαι πρὸς τὸν λόγον
These things, then, brought forward by Jews and Christians as proof that Abraham and Isaac and Jacob, the fathers of the Jewish nation, were holy men, Celsus seems to me not to have been wholly ignorant of, yet not to have set them out clearly, because he was unable to meet the argument.
我看瑟蘇斯對於這些被猶太人和基督徒提出、用以證明猶太民族的先祖亞伯拉罕、以撒、雅各乃是聖潔之人的論據,並非全然不知,只是未曾清楚陳明,因為他無法回應這論證。
1:2419
Πυνθανόμεθα γὰρ ἁπάντων τῶν χρωμένων ταῖς τοιαύταις τοῦ θεοῦ κατακλήσεσιν·
For we make inquiry of all who use such invocations of God, saying:
因為我們向所有使用這類呼求神之言辭的人發問,說:
1:2420
εἴπατε ἡμῖν, οὗτοι, τίς Ἀβραὰμ καὶ πηλίκος Ἰσαὰκ καὶ ποίας δυνάμεως γέγονεν Ἰακώβ, ὡς τὴν θεὸς προσηγορίαν ἁρμοζομένην αὐτῶν τῷ ὀνόματι τηλικάσδε ποιεῖν δυνάμεις; Καὶ παρὰ τίνων μεμαθήκατε δύνασθε μαθεῖν τὰ περὶ τῶν ἀνδρῶν τούτων; Τίς δὲ καὶ ἐπραγματεύσατο ἀναγράψαι τὴν περὶ αὐτοὺς ἱστορίαν, εἴτε καὶ αὐτόθεν σεμνύνουσαν ἐν τοῖς ῥητοῖς τοὺς ἄνδρας εἴτε καὶ δι' ὑπονοιῶν αἰνισσομένην τινὰ μεγάλα καὶ θαυμάσια τοῖς θεωρῆσαι αὐτὰ δυναμένοις; Εἶτ' ἐπὰν πυθομένων ἡμῶν μηδεὶς ἔχῃ παραστῆσαι ἀφ' οἵας δή ποτε ἱστορίας, εἴτε ἑλληνικῆς εἴτε καὶ βαρβαρικῆς οὐχ ἱστορίας ἀλλά τινος μυστικῆς ἀναγραφῆς τὰ περὶ τῶν ἀνδρῶν τούτων·
Tell us, you people, who was Abraham, and how great was Isaac, and of what power was Jacob, that the title 'God' fitted to their name should produce such mighty deeds? And from whom have you learned, or are you able to learn, the things concerning these men? And who, moreover, took the trouble to record the history about them—whether one that of itself glorifies these men in its plain words, or one that hints through deeper meanings at certain great and marvelous things to those able to contemplate them? Then, when, upon our inquiry, no one can point to any history whatever—whether Greek or barbarian—or to some mystical record concerning these men,
「諸位,請告訴我們:亞伯拉罕是誰?以撒有多偉大?雅各有何等能力,竟使『神』的稱號配上他們的名字便能成就如此大的事?你們又是從誰學來、或能學到關於這幾位的事?再者,是誰費心記下了關於他們的歷史——無論是按字面就尊崇這幾位的記載,還是藉著隱意向能洞察之人暗示某些偉大奇妙之事的記載?」那麼,當我們發問時,若無人能舉出任何歷史——無論希臘或外邦的——或任何關於這幾位的奧祕記錄,
1:2421
ἡμεῖς προσοίσομεν τὴν ἐπιγεγραμμένην Γένεσιν, περιέχουσαν τὰς πράξεις τῶν ἀνδρῶν τούτων καὶ τοὺς τοῦ θεοῦ χρησμοὺς πρὸς αὐτούς, ἐροῦμέν τε ὅτι μή ποτε τὸ καὶ ὑφ' ὑμῶν παραλαμβάνεσθαι τὰ ὀνόματα τῶν τριῶν τούτων γεναρχῶν τοῦ ἔθνους, τῇ ἐναργείᾳ καταλαμβανόντων οὐκ εὐκατα φρόνητα ἀνύεσθαι ἐκ τῆς κατεπικλήσεως αὐτῶν, παρίστησι τὸ θεῖον τῶν ἀνδρῶν; Οὓς οὐδαμόθεν ἀπὸ τῶν ἱερῶν παρὰ Ἰουδαίοις βιβλίων παραλαμβάνομεν
we shall bring forward the book entitled Genesis, which contains the deeds of these men and the oracles of God to them; and we shall say: is it not the case that even your taking up of the names of these three founders of the nation—when men perceive by experience that no contemptible results are achieved by their invocation—itself shows the divine quality of these men, whom we receive from no source other than the sacred books among the Jews?
我們就要呈上那名為《創世記》的書卷,其中載有這幾位的事蹟和神對他們所發的諭示;我們並要說:連你們自己援用這三位民族始祖的名字(人既憑經驗看出,藉呼求他們的名所成就的並非不足道之事),這豈不正顯明這幾位的神聖嗎?而我們認識這幾位,無非是出於猶太人中間的聖書。
1:2422
Ἀλλὰ γὰρ καὶ θεὸς τοῦ Ἰσραὴλ καὶ θεὸς τῶν Ἑβραίων καὶ θεὸς καταποντώσας ἐν τῇ ἐρυθρᾷ θαλάσσῃ τὸν Αἰγυπτίων βασιλέα καὶ τοὺς Αἰγυπτίους πολλάκις ὀνομάζεται παραλαμβανόμενος κατὰ δαιμόνωνἤ τινων πονηρῶν δυνάμεων
But indeed the God of Israel, and the God of the Hebrews, and the God who drowned the king of the Egyptians and the Egyptians in the Red Sea, is also frequently named and invoked against demons or certain wicked powers.
其實「以色列的神」、「希伯來人的神」,以及那位在紅海淹沒埃及王和埃及人的神,也常被人稱呼並援引,用以對付鬼魔或某些邪惡的勢力。
1:2423
Μανθάνομεν δὲ τὴν περὶ τὰ ὀνομαζόμενα ἱστορίαν καὶ τὴν τῶν ὀνομάτων ἑρμηνείαν ἀπὸ Ἑβραίων, τῶν τοῖς πατρίοις γράμμασι καὶ τῇ πατρίῳ διαλέκτῳ ταῦτα σεμνυνόντων καὶ διηγουμένων·
And we learn the history concerning these named ones, and the interpretation of the names, from the Hebrews, who glorify and expound these things in their ancestral writings and ancestral tongue;
我們是從希伯來人學得關於這些名字的歷史,以及這些名字的釋義——他們以祖傳的文字和祖傳的方言尊崇並講述這些事;
1:2424
πῶς οὖν Ἰουδαῖοι ἅτε ἐπιχειρήσαντες ἑαυτοὺς γενεαλογεῖν ἀπὸ πρώτης σπορᾶς τούτων, οὓς γόητας καὶ πλανήτας ἀνθρώπους ὑπείληφεν εἶναι Κέλσος, ἀναισχύντως ἐπιχειροῦσιν ἑαυτοὺς καὶ τὴν ἀρχὴν αὑτῶν ἐπὶ τούτους ἀνάγειν, ὧν τὰ ὀνόματα ἑβραϊκὰ τυγχάνοντα μαρτυρεῖ Ἑβραίοις, τὰ ἱερὰ αὐτῶν βιβλία ἐν Ἑβραίων ἔχουσι διαλέκτῳ καὶ γράμμασιν, ὅτι οἰκεῖόν ἐστι τὸ ἔθνος αὐτῶν τοῖς ἀνδράσι τούτοις; Καὶ γὰρ μέχρι τοῦ δεῦρο τὰ ἰουδαϊκὰ ὀνόματα, τῆς Ἑβραίων ἐχόμενα διαλέκτου, ἤτοι ἀπὸ τῶν γραμμάτων αὐτῶν ἐλήφθη καὶ ἁπαξαπλῶς ἀπὸ τῶν σημαινομένων ὑπὸ τῆς Ἑβραίων φωνῆς
how then could the Jews, who undertook to trace their own descent from the first seed of these men—whom Celsus supposes to have been sorcerers and impostors—shamelessly attempt to refer themselves and their origin back to such men, whose names, being Hebrew, bear witness to the Hebrews, who possess their sacred books in the Hebrew tongue and script, that their nation is akin to these men? For indeed up to the present day the Jewish names, keeping to the Hebrew tongue, were either taken from their letters, or simply from what is signified by the Hebrew language.
那麼,猶太人既然著手把自己的世系追溯到這幾位的最初苗裔——瑟蘇斯卻以為他們是術士和騙子——又怎會厚顏地試圖將自己和自己的起源歸於這樣的人呢?這幾位的名字既是希伯來語,便向希伯來人作見證;希伯來人以希伯來文字與語言持有他們的聖書,足見他們的民族與這幾位有血脈之親。事實上直到如今,猶太人的名字仍依循希伯來語,或取自他們的字母,或乾脆取自希伯來話所表達的意思。
1:2425
Καὶ ὅρα ἐντυγχάνων τῇ Κέλσου γραφῇ εἰ μὴ ταῦτ' αἰνίττεται τὸ καὶ ἐπεχείρησαν γενεαλογῆσαι αὑτοὺς ἀπὸ πρώτης σπορᾶς γοήτων καὶ πλάνων ἀνθρώπων, ἀμυδρὰς καὶ ἀμφιβόλους φωνὰς ἐν σκότῳ που κρυφίους ἐπιμαρτυ ρόμενοι
And let the reader of Celsus's writing consider whether he is not hinting at these very things by his phrase, 'and they attempted to trace their descent from the first seed of sorcerers and vagabond men,' calling to witness dim and ambiguous voices hidden somewhere in darkness.
讀瑟蘇斯文章的人請想想,他用「他們試圖把自己的世系追溯到術士和流浪漢的最初苗裔」這句話,是否正暗指這些事,並以某些隱藏在黑暗中、模糊而含混的言語作為佐證。
1:2426
ἐστι τὰ ὀνόματα ταῦτα, καθ' ἡμᾶς μὲν οὐκ ἀμφίβολα, κἂν ὑπὸ τῶν ἀλλοτρὶων τῆς ἡμετέρας θεοσεβείας παραλαμβάνη ται·
These names, according to us, are not ambiguous, even though they be taken up by those who are strangers to our religion;
在我們看來,這些名字並不含糊,縱使被那些與我們信仰無關的人所援用也是如此;
1:2427
κατὰ δὲ Κέλσον, οὐ παριστάντα τὸ τῶν φωνῶν ἀμφί βολον, οὐκ οἶδ' ὅπως παρέρριπται
but according to Celsus, who does not demonstrate the ambiguity of the words, it has somehow been carelessly thrown out, I know not how.
但照瑟蘇斯所言——他並未證明這些用語有何含糊——這話卻不知怎地被隨意拋出。
1:2428
Καίτοι γε ἐχρῆν αὐτόν, εἴπερ εὐγνωμόνως ἀνατρέπειν ἐβούλετο ἣν ᾠήθη ἀναισχυν τότατα παρειλῆφθαι γενεαλογίαν Ἰουδαίοις αὐχοῦσι τὸν Ἀβραὰμ καὶ τοὺς ἀπ' αὐτοῦ, ὅλα ἐκθέσθαι τὰ κατὰ τὸν τόπον καὶ πρότερον συναγορεῦσαι ἐνόμιζε πιθανότητι καὶ μετὰ τοῦτο γενναίως ἀνατρέψαι τῇ φαινομένῃ αὐτῷ ἀληθείᾳ καὶ τοῖς ὑπὲρ αὐτῆς λογίοις τὰ κατὰ τὸν τόπον
And yet he ought, if he wished honestly to overturn the genealogy which he thought had been most shamelessly assumed by the Jews who boast of Abraham and his descendants, to have set out the whole matter of this passage, first arguing for it with what plausibility he supposed it had, and then nobly overturning, by what seemed to him the truth and by the arguments in its favor, the points of the passage.
然而他若真想正直地推翻猶太人——那些誇耀亞伯拉罕及其後裔之人——所自稱的這份他認為極為厚顏的家譜,就理當把這段話的全部內容陳明出來,先按他所認為的可信之處為它辯護,然後再憑他所認為的真理及其支持的論據,堂堂正正地推翻這段話。
1:2429
Ἀλλ' οὔτε Κέλσος οὔτ' ἄλλος τις δυνήσεται τὰ περὶ φύσεως ὀνομάτων εἰς δυνάμεις παραλαμβανομένων διαλαμβάνων τὸν ἀκριβῆ περὶ τούτων παραστῆσαι λόγον καὶ ἐλέγξαι, ὡς εὐκαταφρό νητοι γεγόνασιν ἄνθρωποι, ὧν καὶ αἱ ὀνομασίαι μόνον οὐ παρὰ τοῖς οἰκείοις μόνοις ἀλλὰ καὶ παρὰ τοῖς ἀλλοτρίοις δύνανται
But neither Celsus nor anyone else, in treating of the nature of names taken up for powers, will be able to set forth the exact account of these matters and to prove that those men were contemptible whose very names have power not only among their own people alone, but also among strangers.
但無論瑟蘇斯還是別人,在論及那些被援用以發揮能力之名字的性質時,都無法就此提出確切的說明,也無法證明這幾位是不足道的——他們的名字不僅在本族中間,連在外人中間也具有能力。
1:2430
Ἔδει δ' αὐτὸν παραθέσθαι, πῶς ἡμεῖς μὲν τοῖς ἀμαθέσι καὶ ἀνοήτοις παρεξηγούμενοι τὰ περὶ τῶν ὀνομάτων τούτων ἀπατῶμεν, ὡς οἴεται, τοὺς ἀκούοντας, αὐτὸς δέ, αὐχῶν εἶναι μὴ ἀμαθὴς μηδὲ ἀνόητος, τὴν ἀληθῆ λέγει περὶ τούτων ἑρμηνείαν
He ought to have shown how it is that we, by misinterpreting to the ignorant and foolish the matters concerning these names, deceive (as he supposes) our hearers, while he himself, who boasts of being neither ignorant nor foolish, gives the true interpretation of these things.
他理當說明:我們究竟如何藉著向無知愚昧之輩曲解關於這些名字的事,而(如他所揣測的)欺騙了我們的聽眾;而他自己——這位誇口既不無知也不愚昧的人——又如何給出關於這些事的真正釋義。
1:2431
Παρέρριψε δ' ἐν τοῖς κατὰ τὰ ὀνόματα ταῦτα, ἀφ' ὧν γενεαλογοῦνται Ἰουδαῖοι, ὅτι οὐδὲ πώποτ' ἐν πολλῷ τῷ πρόσθεν χρόνῳ ἀμφισβήτησις γεγένηται περὶ τῶν τοιῶνδε ὀνομάτων, ἀλλὰ νῦν Ἰουδαῖοι πρὸς ἑτέρους τινάς, οὓς οὐκ ὠνόμασε, περὶ τούτων ἀμφισβητοῦσι
And he threw out, among his remarks about these names from which the Jews trace their descent, the assertion that never before, in all the long time past, has there been any dispute concerning such names, but that now the Jews are disputing about them with certain others, whom he did not name.
他在論及這些猶太人據以追溯世系的名字時,順帶拋出一說,謂在此前漫長的歲月中,從未有過任何關於這類名字的爭議,但如今猶太人卻為此與某些他未指名的人爭辯。
1:2432
Δεικνύτω γὰρ βουλόμενος, τίνες οἱ ἐπιδικαζόμενοι καὶ κἂν πιθανότητι χρώμενοι κατὰ Ἰουδαίων πρὸς τὸ μὴ ὑγιῶς μὲν Ἰουδαίους καὶ Χριστιανοὺς τὰ περὶ τούτων ἀπαγγέλλειν, καθ' ὧν κεῖται τὰ ὀνόματα, ἑτέρους δ' εἶναι τοὺς <τὰ> σοφώτατα καὶ τὰ ἀληθέστατα περὶ τούτων διειληφότας
For let whoever wishes show who are the claimants, and who, even using plausibility against the Jews, maintain that the Jews and Christians do not soundly report the matters concerning those after whom the names are given, but that there are others who have grasped the wisest and truest things concerning them.
凡願意的人,就讓他指出誰是這些提出主張的人,誰是那些以似是而非的論據對抗猶太人、聲稱猶太人和基督徒對於這些被命名者的事報告得不正確,而另有人才掌握了關於他們最有智慧、最真確之說的人。
1:2433
Ἀλλὰ πεπείσ μεθα ὅτι οὐ δυνήσονται τὸ τοιοῦτον ποιῆσαί τινες, ἐναργοῦς ὄντος τοῦ τὰ ὀνόματα ἀπὸ τῆς Ἑβραίων εἰλῆφθαι διαλέκτου, παρὰ μόνοις Ἰουδαίοις εὑρισκομένης
But we are persuaded that no one will be able to do any such thing, since it is evident that the names have been taken from the Hebrew tongue, which is found among the Jews alone.
但我們深信無人能行此事,因為顯然這些名字乃取自希伯來語,而這語言惟獨在猶太人中間才有。
1:2434
Μετὰ ταῦτα Κέλσος ἐκτιθέμενος τὰ ἀπὸ τῆς ἔξω τοῦ θείου λόγου ἱστορίας, τὰ περὶ τῶν ἐπιδικασαμένων ἀνθρώπων τῆς ἀρχαιότητος, οἷον Ἀθηναίων καὶ Αἰγυπτίων καὶ Ἀρκάδων καὶ Φρυγῶν, καὶ γηγενεῖς τινας παρὰ σφίσιν γεγονέναι λεγόντων καὶ τεκμήρια τούτων παρεχομένων ἑκάστων, φησὶν ὡς ἄρα Ἰουδαῖοι ἐν γωνίᾳ που τῆς Παλαισ τίνης συγκύψαντες, παντελῶς ἀπαίδευτοι καὶ οὐ προακη κοότες πάλαι ταῦτα Ἡσιόδῳ καὶ ἄλλοις μυρίοις ἀνδράσιν ἐνθέοις ὑμνημένα, συνέθεσαν ἀπιθανώτατα καὶ ἀμουσότατα, ἄνθρωπόν τινα ὑπὸ χειρῶν θεοῦ πλασσόμενόν τε καὶ ἐμφυ σώμενον καὶ γύναιον ἐκ τῆς πλευρᾶς καὶ παραγγέλματα τοῦ θεοῦ καὶ ὄφιν τούτοις ἀντιπράσσοντα καὶ περιγινόμενον τῶν θεοῦ προσταγμάτων τὸν ὄφιν, μῦθόν τινα ὡς γραυσὶ διηγούμενοι καὶ ποιοῦντες ἀνοσιώτατα τὸν θεόν, εὐθὺς ἀπ' ἀρχῆς ἀσθενοῦντα καὶ μηδ' ἕν' ἄνθρωπον, ὃν αὐτὸς ἔπλασε, πεῖσαι δυνάμενον
After this Celsus, setting out things from history outside the divine Word—those concerning the men who laid claim to antiquity, such as the Athenians and Egyptians and Arcadians and Phrygians, who say that some among them were earthborn and each adduce proofs of this—says that the Jews, huddled in some corner of Palestine, wholly uneducated and not having heard beforehand these things long ago celebrated by Hesiod and countless other inspired men, composed most implausible and inartistic tales: a certain man fashioned by the hands of God and breathed into, and a little woman from his rib, and commands of God, and a serpent opposing these and prevailing over the commands of God—relating some myth as old wives do, and making God most impious, weak from the very beginning and unable to persuade even one man whom He Himself had formed.
在此之後,瑟蘇斯陳述了出自神聖之道以外的歷史——就是那些自稱古老的民族的事,如雅典人、埃及人、亞加底亞人和弗里吉亞人,他們說自己當中有人是土生土長的,且各自提出證據——然後說:猶太人蜷縮在巴勒斯坦某個角落,全然沒受教育,又未曾預先聽過赫西俄德和無數其他受感的人早已歌頌的這些事,便編造了最不可信、最粗陋的故事:說有一個人被神的手所塑造、被吹氣,又有一個小女人是從他的肋骨而來,還有神的命令,以及一條與這些命令作對、並勝過神的吩咐的蛇——像老婦人講故事般敘述某種神話,又把神描繪得極其褻瀆,從一開始就軟弱無能,連祂親手所造的一個人都說服不了。
1:2435
Διὰ τούτων δὴ πολυΐστωρ καὶ πολυμαθὴς καὶ Ἰουδαίοις καὶ Χριστιανοῖς ἀμαθίαν ἐγκαλῶν καὶ ἀπαι δευσίαν Κέλσος σαφῶς παρίστησι, τίνα τρόπον ἀκριβῶς ᾔδει τοὺς ἑκάστου συγγραφέως χρόνους, ἕλληνος καὶ βαρβάρου·
By these words, indeed, the man of much learning and erudition, Celsus, who charges both Jews and Christians with ignorance and lack of education, clearly displays how accurately he knew the dates of each author, Greek and barbarian;
這位博學多聞、指控猶太人和基督徒無知失學的瑟蘇斯,藉這些話清楚顯出,他對於每位作者——無論希臘或外邦——的年代了解得何等「精確」;
1:2436
ὅς γε οἴεται Ἡσίοδον καὶ ἄλλους μυρίους, οὓς ὀνομάζει ἄνδρας ἐνθέους, πρεσβυτέρους εἶναι Μωϋσέως καὶ τῶν τούτου γραμμάτων, Μωϋσέως, τοῦ ἀποδεικνυμένου πολλῷ τῶν Ἰλιακῶν πρεσβυτέρου
seeing that he supposes Hesiod and countless others, whom he names inspired men, to be older than Moses and his writings—Moses, who is demonstrated to be much older than the Trojan War.
因為他竟以為赫西俄德和他所稱為「受感之人」的無數其他人,比摩西和摩西的著作更為古老——其實摩西已被證明遠早於特洛伊戰爭。
1:2437
Οὐκ Ἰουδαῖοι οὖν συνέθεσαν ἀπιθανώτατα καὶ ἀμουσότατα τὰ περὶ τὸν γηγενῆ ἄνθρωπον, ἀλλ' οἱ κατὰ Κέλσον ἄνδρες ἔνθεοι, Ἡσίοδος καὶ οἱ ἄλλοι αὐτοῦ μυρίοι, τοὺς πολλῷ πρεσβυτέρους καὶ σεμνοτάτους ἐν τῇ Παλαιστίνῃ λόγους μήτε μαθόντες μήτ' ἀκηκοότες, τοιαύτας ἔγραψαν ἱστορίας περὶ τῶν ἀρχαίων, Ἠοίας καὶ Θεογονίας, γένεσιν τὸ ὅσον ἐφ' ἑαυτοῖς περιτιθέντες θεοῖς, καὶ ἄλλα μυρία
It was not, then, the Jews who composed the most implausible and inartistic tales about the earthborn man, but rather Celsus's 'inspired men,' Hesiod and his other countless ones, who, neither having learned nor heard the far older and most venerable accounts in Palestine, wrote such histories about ancient things—the Eoeae and the Theogony—attributing to the gods, so far as in them lay, an origin, and countless other things.
可見編造關於土生之人那最不可信、最粗陋故事的,並非猶太人,乃是瑟蘇斯口中的「受感之人」赫西俄德和他那無數的同夥——他們既未學過、也未聽過巴勒斯坦那遠為古老、最為莊嚴的記載,便寫下這樣關於上古的故事,如《婦女名錄》和《神譜》,盡其所能地把出生之事歸給諸神,還有無數其他的內容。
1:2438
Εὐλόγως < οὖν> ἐκβάλλει τῆς ἑαυτοῦ πολιτείας Πλάτων ὡς ἐπιτρίβοντας τοὺς νέους τὸν Ὅμηρον καὶ τοὺς τοιαῦτα γράφοντας ποιήματα
With good reason, then, does Plato cast out of his own republic Homer and those who write such poems, as corrupting the young.
因此,柏拉圖把荷馬和那些寫這類詩篇的人逐出自己的理想國,視之為敗壞青年,乃是合理的。
1:2439
Ἀλλὰ Πλάτων μὲν δῆλός ἐστι μὴ φρονήσας ἐνθέους γεγονέναι ἄνδρας τοὺς τοιαῦτα ποιήματα καταλελοιπότας·
But Plato, on the one hand, is clearly seen not to have thought that those who left behind such poems were inspired men;
一方面,柏拉圖顯然並不認為那些留下這類詩篇的人是受感之人;
1:2440
Χριστιανῶν ἄλλα δύο βιβλία συντάξας, τάχα ἡμῖν φιλονεικῶν οὓς μὴ ἐφρόνει ἐνθέους ἐνθέους ὠνόμασεν
...whereas Celsus, having composed two other books against the Christians, perhaps out of contentiousness with us, named as inspired those whom he did not think inspired.
而瑟蘇斯卻另寫了兩卷駁斥基督徒的書,大概是出於與我們爭辯的好勝心,竟把他自己並不認為受感的人稱為「受感之人」。
1:2441
Ἐγκαλεῖ δ' ἡμῖν ὡς ὑπὸ χειρῶν θεοῦ πλασθέντα εἰσαγαγοῦσιν ἄνθρωπον, τοῦ μὲν τῆς Γενέσεως βιβλίου οὔτ' ἐπὶ τῆς ποιήσεως τοῦ ἀνθρώπου οὔτ' ἐπὶ τῆς πλάσεως χεῖρας παραλαβόντος θεοῦ, τοῦ δὲ Ἰὼβ καὶ τοῦ Δαυὶδ εἰπόντων τό·
He charges us with introducing a man fashioned by the hands of God, although the book of Genesis took no 'hands' of God either at the making of the man or at his fashioning, whereas it is Job and David who said:
他指控我們引入一個被神的手所塑造的人,其實《創世記》無論在造人或塑人之時,都未提及神的「手」,倒是約伯和大衛說過:
1:2442
Αἱ χεῖρές σου ἐποίησάν με καὶ ἔπλασάν με, περὶ ὧν πολὺς λόγος εἰς τὸ παραστῆσαι τὰ νενοημένα τοῖς ταῦτα εἰρηκόσιν οὐ μόνον περὶ διαφορᾶς ποιήσεως καὶ πλάσεως ἀλλὰ καὶ περὶ χειρῶν θεοῦ·
'Your hands made me and fashioned me'—concerning which there is much to say, in order to set forth what was understood by those who said these things, not only about the difference between making and fashioning, but also about the hands of God;
「你的手造了我、塑了我。」關於這話可說的甚多,要闡明說這話之人所領會的意思,不僅論及「造」與「塑」之別,也論及神的「手」;
1:2443
ἃς οἱ μὴ νοήσαντες καὶ τὰς τοιαύτας ἀπὸ τῶν θείων γραφῶν φωνὰς οἴονται ἡμᾶς τοιοῦτον σχῆμα περιτιθέναι τῷ ἐπὶ πᾶσι θεῷ ὁποῖόν ἐστι τὸ ἀνθρώπινον, καθ' οὓς καὶ πτέρυγας ἀκόλουθον νομίζειν ἡμᾶς εἶναι ἐν τῷ σώματι τοῦ θεοῦ, ἐπεὶ καὶ ταῦτα λέγουσιν αἱ κατὰ τὸ ῥητὸν περὶ τοῦ θεοῦ ἡμῶν γραφαί
which hands those who do not understand—and who likewise misunderstand such expressions from the divine Scriptures—suppose that we attribute to the God who is over all such a form as the human one; according to whom it would follow that we must also believe there are wings on the body of God, since the Scriptures, taken literally, say these things too about our God.
那些不明白的人——他們也同樣誤解聖經中這類用語——便以為我們把如人一般的形體歸給那超乎萬有的神;照他們的推法,我們豈不也得相信神的身體上有翅膀,因為按字面,聖經也曾這樣論到我們的神。
1:2444
Ταῦτα δὲ νῦν ἑρμηνεύειν οὐκ ἀπαιτεῖ προκειμένη πραγ ματεία·
But to interpret these things now is not required by the matter at hand;
然而如今眼前的論題並不要求解釋這些事;
1:2445
προηγουμένως γὰρ ἐν τοῖς εἰς τὴν Γένεσιν ἐξηγη τικοῖς ταῦθ' ἡμῖν κατὰ τὸ δυνατὸν ἐξήτασται
for in our exegetical works on Genesis these matters have been examined by us, as far as was possible, in their proper place.
因為在我們關於《創世記》的注釋著作中,這些事已按其本位、盡可能地被我們考查過了。
1:2446
Εἶθ' ὅρα κακοήθειαν τοῦ Κέλσου ἐν τοῖς ἑξῆς
Then observe the malice of Celsus in what follows.
再請看瑟蘇斯在下文中的惡意。
1:2447
Τῆς γὰρ γραφῆς ἡμῶν λεγούσης ἐπὶ τῆς τοῦ ἀνθρώπου πλάσεως·
For when our Scripture says, concerning the fashioning of the man:
因為當我們的聖經論到造人時說:
1:2448
Καὶ ἐνεφύσησεν εἰς τὸ πρόσωπον αὐτοῦ πνοὴν ζωῆς, καὶ ἐγένετο ἄνθρωπος εἰς ψυχὴν ζῶσαν, δὲ κακοήθως διασύρειν βουλόμενος τὸ ἐνεφύσησεν εἰς τὸ πρόσωπον αὐτοῦ πνοὴν ζωῆς, ὅπερ οὐδὲ νενόηκε τίνα τρόπον λέλεκται, ἀνέγραψεν ὅτι συνέθεσαν ἄνθρωπον ὑπὸ χειρῶν θεοῦ πλασσό μενον <καὶ ἐμφυσώμενον>, ἵνα τὸ ἐμφυσώμενον παραπλησίως τις νομίσας λελέχθαι τοῖς ἐμφυσωμένοις ἀσκοῖς γελάσῃ τὸ ἐνεφύσησεν εἰς τὸ πρόσωπον αὐτοῦ πνοὴν ζωῆς τροπικῶς εἰρημένον καὶ δεόμενον διηγήσεως, παριστάσης μεταδεδω κέναι τὸν θεὸν τοῦ ἀφθάρτου πνεύματος τῷ ἀνθρώπῳ·
'And He breathed into his face a breath of life, and the man became a living soul'—he, wishing maliciously to disparage the phrase 'He breathed into his face a breath of life' (which he did not even understand in what manner it was said), recorded that 'they composed a man fashioned by the hands of God and breathed into,' so that one, supposing the word 'breathed into' to be said in a way similar to wineskins that are inflated, might laugh at 'He breathed into his face a breath of life'—a phrase spoken figuratively and requiring exposition, which shows that God imparted of the incorruptible spirit to the man;
「神將生氣吹進他的鼻孔裡,他就成了有靈的活人。」瑟蘇斯惡意地想貶低「神將生氣吹進他的鼻孔裡」這句話(其實他根本不懂這話是按何意而說的),便寫成「他們編造了一個被神的手所塑造、又被吹氣的人」,意圖叫人把「吹氣」想成像吹氣的皮囊一樣,從而譏笑「神將生氣吹進他的鼻孔裡」——這原是按隱喻而說、需要解釋的話,它顯明神將那不朽的靈分賜給了人;
1:2449
Τὸ δὲ ἄφθαρτόν σου πνεῦμά ἐστιν ἐν πᾶσιν
'For Your incorruptible spirit is in all things.'
「因你那不朽的靈在萬有之中。」
1:2450
Εἶτ' ἐπεὶ προκείμενον ἦν αὐτῷ κακηγορεῖν τὰ γεγραμμένα, διεχλεύασε καὶ τὸ Ἐπέβαλεν θεὸς ἔκστασιν ἐπὶ τὸν Ἀδάμ, καὶ ὕπνωσε
Then, since it was his set purpose to speak ill of the things written, he also mocked the words, 'God cast a trance upon Adam, and he slept;
接著,因他存心要詆毀聖經所記之事,便又嘲弄這話:「神使亞當沉睡,他就睡了;
1:2451
Καὶ ἔλαβε μίαν τῶν πλευρῶν αὐτοῦ καὶ ἀνεπλήρωσε σάρκα ἀντ' αὐτῆς·
and He took one of his ribs and filled up flesh in its place;
神取了他的一條肋骨,又用肉合上那地方;
1:2452
καὶ ᾠκοδόμησε τὴν πλευράν, ἣν ἔλαβεν ἀπὸ τοῦ Ἀδάμ, εἰς γυναῖκα καὶ τὰ ἑξῆς, οὐδὲ τὴν λέξιν ἐκθέμενος, δυναμένην ἐπιστῆσαι τὸν ἀκούοντα ὅτι μετὰ τροπολογίας εἴρηται
and He built the rib which He had taken from Adam into a woman,' and what follows—not even setting out the text itself, which is able to make the hearer perceive that it was spoken with a figurative meaning.
神就用那從亞當身上所取的肋骨造成一個女人」,以及隨後的話——他甚至不肯把經文本身陳列出來,而這經文原能使聽者察覺它是含著隱喻說的。
1:2453
Καὶ οὐκ ἠθέλησέ γε προσποιήσασθαι ἀλληγορεῖσθαι τὰ τοιαῦτα, καίτοι γε ἐν τοῖς ἑξῆς λέγων ὅτι οἱ ἐπιεικέστεροι Ἰουδαίων τε καὶ Χριστιανῶν ἐπὶ τούτοις αἰσχυνόμενοι πειρῶνταί πως ἀλληγορεῖν αὐτά
And indeed he was unwilling to pretend that such things were being allegorized, although in what follows he says that the more reasonable of the Jews and Christians, being ashamed at these things, try somehow to allegorize them.
事實上他不肯承認這類事是有寓意的,雖然他在下文中又說,猶太人和基督徒中較通情達理的,因這些事感到羞愧,便設法以某種方式將它們寓意解釋。
1:2454
Ἔστι δ' εἰπεῖν πρὸς αὐτόν·
But one may say to him:
然而人可以對他說:
1:2455
ἆρα τὰ μὲν τῷ ἐνθέῳ σου Ἡσιόδῳ εἰρημένα ἐν μύθου σχήματι περὶ τῆς γυναικὸς ἀλληγορεῖται, ὡς ἄρα δέδοται αὕτη τοῖς ἀνθρώποις ὑπὸ τοῦ Διὸς κακὸν ἀντὶ τοῦ πυρός·
Are then the things said by your inspired Hesiod in the form of myth concerning the woman allegorized—namely, that she was given to men by Zeus as an evil in exchange for fire—
難道你那受感的赫西俄德以神話形式論到女人所說的話——就是說她是宙斯為了報復火而賜給人的禍患——可以作寓意解釋;
1:2456
δ' ἀπὸ τῆς πλευρᾶς τοῦ μετ' ἔκστασιν κοιμηθέντος ληφθεῖσα γυνὴ καὶ οἰκοδομηθεῖσα ὑπὸ τοῦ θεοῦ χωρὶς παντὸς λόγου καί τινος ἐπικρύψεως λελέχθαι σοι φαίνεται; Ἀλλ' οὐκ εὔγνωμον ἐκεῖνα μὲν μὴ γελᾶν ὡς μῦθον ἀλλά, θαυμάζειν ὡς ἐν μύθῳ φιλοσοφούμενα, ταῦτα δὲ μόνῃ τῇ λέξει τὴν διάνοιαν ἐναπερείσαντα μυχθίζειν καὶ μηδενὸς λόγου νομίζειν ἔχεσθαι
while the woman taken from the rib of him who slept after the trance, and built by God, seems to you to be told without any meaning and without any concealment? But it is not fair not to laugh at those as a myth, but to admire them as things philosophized in myth, while at these—fixing the mind on the mere letter—you scoff and suppose them to hold no rational meaning.
而那從沉睡之人肋骨所取、由神所造的女人,在你看來卻是毫無意義、毫無隱藏地被述說的嗎?然而這並不公平:對那些神話不加譏笑,反倒讚賞它們是以神話形式所闡發的哲理;對這些事卻僅僅執著於字面,加以嗤笑,以為它們不含任何道理。
1:2457
Εἰ γὰρ ψιλῆς ἕνεκεν λέξεως χρὴ κατηγορεῖν τῶν ἐν ὑπονοίαις λελεγμένων, ὅρα εἰ μὴ τὰ Ἡσιόδου μᾶλλον γέλωτα μέλλει ὀφλεῖν, ἀνδρός, ὡς φής, ἐνθέου τοιαῦτα γράψαντος·
For if one must accuse, merely on account of the bare letter, things said in deeper meanings, consider whether the words of Hesiod are not rather likely to incur ridicule—a man, as you say, inspired, who wrote such things:
因為若僅僅為了字面就要指責那些含著深意而說的話,那麼請想想,赫西俄德的話豈不更可能招致譏笑嗎?他照你所說乃是受感之人,卻寫下這樣的話:
1:2458
Τὸν δὲ χολωσάμενος προσέφη νεφεληγερέτα Ζεύς·
'And in anger the cloud-gatherer Zeus addressed him:
「集雲的宙斯動怒,對他說道:
← prev partnext part →
1