📜 Verbum
Scripture and the Fathers, read aloud in the original
♥ Support

← All books · Greek Fathers › Against Celsus

Origen

Against Celsus 1 part 31/42

Greek original · 155 verses · some words can be tapped for a gloss · long chapter, split into parts; this part covers 1:4192–1:4346 (5793 verses in all)

← prev partnext part →
1:4192
Ἑξῆς δὲ τούτοις ὡσπερεὶ πρὸς ἡμᾶς τοὺς ὁμολογοῦντας οὐκ ἀλλοτρίου τινὸς εἶναι καὶ ξένου θεοῦ τόνδε τὸν κόσμον, τοιαῦτά φησιν·
Next after these things, as though against us who confess that this world is not of some alien and strange god, he says such things as these:
在這些事之後,他彷彿針對我們這些承認「這世界並非屬於某個相異而陌生之神」的人,說了如下的話:
1:4193
Εἰ δὲ <αὐτοῦ> ταῦτ' ἔστιν ἔργα, πῶς μὲν κακὰ θεὸς ἐποίει; Πῶς δὲ πείθειν καὶ νουθετεῖν ἀδυνατεῖ; Πῶς δ' ἐπ' αὐτοῖς ἀχαρίστοις καὶ πονηροῖς γενομένοις μεταμέλει καὶ τὴν ἑαυτοῦ τέχνην μέμφεται καὶ μισεῖ καὶ ἀπειλεῖ καὶ φθείρει τὰ ἴδια ἔκγονα;Ἢ ποῖ ποτε ὑπεξάγει τοῦ κόσμου τοῦδε ὃν ἐποίησεν αὐτός; Δοκεῖ δή μοι καὶ ἐν τούτοις μὴ σαφηνίζων, τίνα ἐστὶ τὰ κακά, καίτοι γε καὶ ἐν Ἕλλησι πολλῶν αἱρέσεων γενομένων περὶ ἀγαθῶν καὶ κακῶν, συναρπάζειν ὡς ἀκόλουθον ἡμῖν, τοῖς φάσκουσιν ἔργα τοῦ ἐπὶ πᾶσι θεοῦ εἶναι καὶ τόνδε τὸν κόσμον, τὸ καθ' ἡμᾶς κακῶν εἶναι ποιητὴν τὸν θεόν
"But if these are his works, how did God make evil things? And how is he unable to persuade and admonish? And how does he repent over them, when they have become ungrateful and wicked, and find fault with his own craft, and hate and threaten and destroy his own offspring? Or where ever does he lead them off out of this world which he himself made?" Now he seems to me, in these things too, not making clear what the evils are—although even among the Greeks many heresies arose concerning goods and evils—to snatch up, as though it followed for us who say that this world too is a work of the God who is over all, that according to us God is the maker of evils.
「但若這些是祂的作為,神怎會造出惡的事物呢?祂又怎會無力勸服與勸誡呢?當他們變得忘恩負義、邪惡之時,祂怎會為他們懊悔,又責怪自己的技藝,並恨惡、威嚇、毀滅自己的後裔呢?或者,祂究竟把他們從這祂自己所造的世界引到何處去呢?」在我看來,他在這些事上也沒有說清什麼是惡——儘管連希臘人中間關於善惡也興起了許多異端——便強行推斷,彷彿對我們這些主張「這世界也是那超越萬有之神之作為」的人而言,照我們所說,神便是惡的製造者。
1:4194
θαυμάζω δὲ εἰ μὴ ὅπερ ἡμῖν, τοῖς φάσκουσιν ἔργα εἶναι τοῦ ἐπὶ πᾶσι θεοῦ καὶ τόνδε τὸν κόσμον, οἴεται ἀκολουθεῖν περὶ τοῦ τὸν θεὸν τὰ κακὰ πεποιηκέναι, ἀκολουθεῖ ὅσον ἐφ' οἷς λέγει καὶ αὐτός
But I marvel if he does not think that the same thing follows for us, who assert that this world too is a work of the God who is over all, concerning God having made evils, as follows, so far as concerns the things he himself says.
但我感到奇怪,他若不認為對我們這些主張「這世界也是那超越萬有之神之作為」的人而言,關於「神造了惡」這事也有同樣的推論,那麼就他自己所說的話而論,這推論其實是成立的。
1:4195
Εἴποι γὰρ ἄν τις πρὸς τὸν Κέλσον·
For one might say to Celsus:
因為人可以對瑟蘇斯說:
1:4196
εἰ αὐτοῦ ταῦτ' ἔστιν ἔργα, πῶς μὲν κακὰ θεὸς ἐποίει; Πῶς δὲ πείθειν καὶ νουθετεῖν ἀδυνατεῖ; Κακία δὲ μεγίστη ἐν λόγοις ἐστίν, ὅτε ἐγκαλεῖ τις τοῖς ἑτεροδόξοις περί τινων δογμάτων ὡς οὐχ ὑγιῶν, πολλῷ πρότερον αὐτὸς ἔχων τὰ ἐγκλήματα ἐν τοῖς ἰδίοις δόγμασιν
if these are his works, how did God make evils? And how is he unable to persuade and admonish? But the greatest wickedness is in words, when someone accuses those of differing opinions concerning certain doctrines as unsound, while he himself, much more than they, holds the charges in his own doctrines.
若這些是祂的作為,神怎會造出惡呢?祂又怎會無力勸服與勸誡呢?然而最大的惡乃在言語上,就是當有人控訴那些持不同見解者關於某些教義「不健全」,而他自己卻在自己的教義中遠比他們更擔負著這些罪名。
1:4197
Ἴδωμεν οὖν ἡμεῖς διὰ βραχέων τὰ περὶ ἀγαθῶν καὶ κακῶν, τῶν κατὰ τὰς θείας γραφάς, καὶ τίνα ἡμῖν λεκτέον πρὸς τό·
Let us, then, look briefly at the things concerning goods and evils according to the divine Scriptures, and what we must say in reply to:
那麼,讓我們簡略地查看那照神聖經文所論關於善惡的事,以及我們對以下質問當作的回答:
1:4198
Πῶς μὲν κακὰ < ὁ> θεὸς ἐποίει; Πῶς δὲ πείθειν καὶ νουθετεῖν ἀδυνατεῖ; Κυρίως δὴ κατὰ τὰς θείας γραφὰς ἀγαθά εἰσιν αἱ ἀρεταὶ καὶ αἱ κατὰ ταύτας πράξεις, ὥσπερ κυρίως κακὰ τὰ ἐναντία τούτοις
How did God make evils? And how is he unable to persuade and admonish? Properly, then, according to the divine Scriptures, goods are the virtues and the actions done according to them, just as, properly, evils are the things contrary to these.
神怎會造出惡呢?祂又怎會無力勸服與勸誡呢?那麼,確切地說,照神聖經文,善乃是諸般美德以及照美德而行的諸般作為,正如確切地說,惡乃是與這些相反的事。
1:4199
Ἀρκεσθησόμεθα δὲ ἐπὶ τοῦ παρόντος λέξεσι ταῖς ἀπὸ τοῦ τριακοστοῦ τρίτου ψαλμοῦ, τοῦτο παριστάσαις οὕτως·
And we shall be content for the present with the words from the thirty-third Psalm, which presents this thus:
我們此刻就以第三十三篇詩篇中的話為足,那詩篇如此呈現這事:
1:4200
Οἱ δὲ ἐκζητοῦντες τὸν κύριον οὐκ ἐλαττωθήσονται παντὸς ἀγαθοῦ
"But those who seek the Lord shall not be lacking in any good thing."
「但尋求耶和華的,什麼好處都不缺。」
1:4201
Δεῦτε τέκνα, ἀκούσατέ μου, φόβον κυρίου διδάξω ὑμᾶς
"Come, children, hearken unto me; I will teach you the fear of the Lord."
「孩子們,你們來聽我,我要將敬畏耶和華的道教導你們。」
1:4202
Τίς ἐστιν ἄνθρωπος θέλων ζωήν, ἀγαπῶν ἡμέρας ἰδεῖν ἀγαθάς; Παῦσον τὴν γλῶσσάν σου ἀπὸ κακοῦ, καὶ χείλη σου τοῦ μὴ λαλῆσαι δόλον
"What man is he that desireth life, and loveth many days, that he may see good? Keep thy tongue from evil, and thy lips that they speak no guile."
「有何人喜愛存活,愛慕長壽,得享美福?就要禁止舌頭不出惡言,嘴唇不說詭詐的話。」
1:4203
Ἔκκλινον ἀπὸ κακοῦ καὶ ποίησον ἀγαθόν. Τὸ γὰρ Ἔκκλινον ἀπὸ κακοῦ καὶ ποίησον ἀγαθὸν οὔτε περὶ τῶν σωματικῶν λέγεται ἀγαθῶν κακῶν, οὕτως ὀνομαζομένων παρά τισιν, οὔτε περὶ τῶν ἐκτός, ἀλλὰ περὶ τῶν κατὰ ψυχὴν ἀγαθῶν κακῶν·
"Depart from evil, and do good." For the words "Depart from evil, and do good" are spoken neither of bodily goods or evils—so called by some—nor of external things, but of the goods or evils that pertain to the soul.
「離惡行善。」這「離惡行善」之言,既不是指身體上的善惡(有些人如此稱呼),也不是指身外之物,乃是指靈魂裏的善惡。
1:4204
ἐπείπερ ἐκκλίνας μὲν ἀπὸ τῶν οὕτως κακῶν ποιήσας δὲ τὰ τοιάδε ἀγαθὰ ὡς θέλων τὴν ἀληθινὴν ζωὴν γένοιτ' ἂν ἐν αὐτῇ, < καὶ ὁ> ἀγαπῶν ἡμέρας ἰδεῖν ἀγαθάς, ὧν λόγος τῆς δικαιοσύνης ἐστὶν ἥλιος, φθάσαι ἂν ἐπ' ἐκείνας, ἐξαιρουμένου αὐτὸν τοῦ θεοῦ ἀπὸ τοῦ ἐνεστῶτος αἰῶνος πονηροῦ καὶ ἀπὸ τῶν πονηρῶν ἡμερῶν, περὶ ὧν εἶπεν Παῦλος τό·
For he who has departed from such evils and done such good things, as one desiring the true life, would come to be in it; and "he that loveth to see good days"—of which the word of righteousness is the sun—would attain unto them, since God delivers him from the present evil age and from the evil days, concerning which Paul said:
因為那離開這類惡事、行了這類善事的人,既渴慕真實的生命,就必得進入其中;那「愛慕得見美好日子」的人(這些日子的太陽就是公義的道),也必達到那些日子,因為神救他脫離這現今的邪惡世代和那些邪惡的日子;保羅論到這些日子說:
1:4205
Ἐξαγο ραζόμενοι τὸν καιρόν, ὅτι αἱ ἡμέραι πονηραί εἰσιν. . Εὑρεθείη δ' ἂν καταχρηστικώτερον καὶ τὰ σωματικὰ καὶ τὰ ἐκτός, τὰ μὲν συμβαλλόμενα εἰς τὸν κατὰ φύσιν βίον νομιζόμενα ἀγαθὰ τὰ δ' ἐναντιούμενα τούτῳ κακά
"Redeeming the time, because the days are evil." One might also find, in a looser sense, that bodily and external things are called good when they are reckoned to contribute to the life according to nature, and evil when they are opposed to it.
「要愛惜光陰,因為現今的日子邪惡。」此外,按較寬泛的用法,也可發現身體與身外之物,凡被視為有助於合乎本性之生活的便稱為善,凡與之相反的便稱為惡。
1:4206
Οὕτω γὰρ Ἰὼβ λέγει πρὸς τὴν γυναῖκα τό·
For thus Job says to his wife:
約伯就是這樣對他的妻子說:
1:4207
Εἰ γὰρ τὰ ἀγαθὰ ἐδεξάμεθα ἐκ χειρὸς κυρίου, τὰ κακὰ οὐχ ὑποίσο μεν; Ἐπεὶ οὖν εὑρίσκεται ἐν ταῖς θείαις γραφαῖς ὅπου μὲν ἐκ προσώπου θεοῦ τὸ Ἐγὼ ποιῶν εἰρήνην καὶ κτίζων κακά, ὅπου δὲ πάλιν περὶ αὐτοῦ Ὅτι κατέβη κακὰ παρὰ κυρίου ἐπὶ πύλας Ἱερουσαλήμ, ψόφος ἁρμάτων καὶ ἱππευόντων, ἅπερ ἐτάραξε πολλοὺς τῶν ἐντυγχανόντων τῇ γραφῇ, μὴ δυναμένους καθορᾶν τὰ κατ' αὐτὴν περὶ ἀγαθῶν καὶ κακῶν σημαινόμενα·
"If we have received good at the hand of the Lord, shall we not endure evil?" Since, then, it is found in the divine Scriptures that in one place, from the person of God, there is "I am he that maketh peace and createth evil," and in another place again, concerning Him, "that evils came down from the Lord upon the gates of Jerusalem, the noise of chariots and of horsemen"—words which have troubled many readers of Scripture who could not discern what is signified in it concerning goods and evils—
「我們從神手裏得福,難道不也受禍嗎?」既然在聖經中,一處以神的口吻說:「我造光,又造暗;我施平安,又降災禍」,另一處又論到祂說:「有災禍從耶和華臨到耶路撒冷的城門,就是車輛馬兵的響聲」──這些話使許多讀經的人困惑,因他們無法看清經中關於善惡所指的意思──
1:4208
εἰκὸς ἐντεῦθεν ἤτοι τὸν Κέλσον ἐπαποροῦντα εἰρηκέναι·
it is likely that hence Celsus, either himself raising the difficulty, said:
因此瑟蘇斯大概是自己生出疑難而說:
1:4209
Πῶς μὲν κακὰ θεὸς ἐποίει;Ἢ ἀκούσαντά τινος ἰδιωτικώτερον πρεσβεύοντος περὶ τῶν κατὰ τὸν τόπον τὴν ἐκκειμένην λέξιν τεθεικέναι
How then did God make evils? Or, having heard someone treating the matters of that passage in too uneducated a fashion, he set down the foregoing statement.
「神怎能造惡呢?」或者他是聽見某人以過於粗淺的方式講論該段經文的事,才寫下上述那句話。
1:4210
Ἡμεῖς δέ φαμεν ὅτι κακὰ μέν, τὴν κακίαν καὶ τὰς ἀπ' αὐτῆς πράξεις, θεὸς οὐκ ἐποίησε
But we say that evils—namely wickedness and the deeds proceeding from it—God did not make.
但我們說,惡──即邪惡本身以及由它而來的行為──神並沒有造。
1:4211
Πῶς γὰρ οἷόν τ' ἦν τὸ περὶ κρίσεως κήρυγμα παρρησίαν ἔχειν, διδάσκον κολάζεσθαι μὲν ἐπὶ ταῖς κατὰ κακίαν πράξεσι κατ' ἀναλογίαν τῶν ἡμαρτη μένων τοὺς φαύλους, μακαρίους δ' εἶναι καὶ τεύξεσθαι τῶν ἀπὸ θεοῦ γερῶν τοὺς κατ' ἀρετὴν βιώσαντας τὰς κατ' ἀρετὴν πράξεις ποιήσαντας, εἰ τὰ ὄντως κακὰ πεποιήκει θεός; Εὖ οἶδα ὅτι ῥητά τινα παραλήψονται τῆς γραφῆς οἱ καὶ ταῦτα βουλόμενοι τολμᾶν φάσκειν ἀπὸ θεοῦ γεγονέναι, μὴ δυνάμενοι ἓν ὕφος ἀποδεῖξαι τῆς γραφῆς, αἰτιωμένης μὲν τοὺς ἁμαρτάνοντας ἀποδεχομένης δὲ τοὺς εὖ πράττοντας καὶ οὐδὲν ἧττον κἀκεῖνα λεγούσης, ἅτινα περισπᾶν δοκεῖ < οὐκ> ὀλίγα ὄντα τοὺς ἀμαθῶς τὰ θεῖα γράμματα ἀναγινώσ κοντας
For how could the preaching concerning judgment have any boldness, teaching that the base are punished for deeds done according to wickedness in proportion to their sins, while those who have lived according to virtue, or done deeds according to virtue, are blessed and shall obtain the rewards from God, if God had made things that are truly evil? I know well that those who wish to dare to assert that even these things came to be from God will take up certain sayings of Scripture, being unable to demonstrate a single tenor of Scripture, which accuses sinners and accepts those who do well, and nonetheless also says those things which seem to perplex—not a few in number—those who read the divine writings ignorantly.
因為若神真造了惡,那論審判的宣講又怎能坦然無懼,教導人說:行惡的人按其所犯的罪受相稱的刑罰,而按德行而活、或行了合乎德行之事的人則蒙福、要得從神而來的賞賜呢?我深知,那些連這些事也敢妄稱出於神的人,會引用聖經的某些字句,卻無法顯明聖經有一貫的口徑,就是定罪犯罪者、悅納行善者,同時又說出那些看似令人困惑的話──而這類話為數不少──使那些無知讀神聖文字的人困惑。
1:4212
Ἐκτίθεσθαι δὲ νῦν τὰς περισπώσας λέξεις, πολλὰς τυγχανούσας, καὶ τὰς ἑρμηνείας αὐτῶν πολλῆς κατασκευῆς δεομένας οὐχ ἡγησάμην εἶναι ἁρμόζον τῇ προκειμένῃ συντάξει
But to set forth now the perplexing passages, which happen to be many, and their interpretations, which need much elaboration, I did not think fitting to the present treatise.
至於現今要把那些令人困惑的字句一一列出(這類字句為數甚多),並加以解釋(這需要許多的鋪陳),我認為這與本書的主旨不相宜。
1:4213
οἰκοδόμοις < τὸ> ποιεῖν δοκεῖν τὰ παρα κείμενα ταῖς οἰκοδομαῖς ὡσπερεὶ κόπρια ἀποπίπτοντα τῶν λίθων καὶ τῆς κονίας
...builders seem to make what lies beside their buildings, like the rubble that falls from the stones and the mortar.
……正如建造者似乎連帶造出堆在建築物旁的東西,就像從石頭和灰泥上掉落的碎屑廢料一樣。
1:4214
Εἰ δὲ τὰ καταχρηστικῶς οὕτως ὀνομαζόμενα λεγόμενα σωματικὰ κακὰ καὶ ἐκτός τίς φησι, δεδόσθω ἔσθ' ὅτε τούτων τινὰ πεποιηκέναι τὸν θεόν, ἵνα διὰ τούτων ἐπιστρέψῃ τινάς
But if someone says that those things loosely so named—bodily evils and external evils—do exist, let it be granted that God has sometimes made some of these, that through them He might turn some men back.
但若有人說那些寬泛地被稱為身體上的惡與身外之惡確實存在,那就讓我們承認:神有時確實造了其中某些,為要藉這些使一些人回轉歸正。
1:4215
Καὶ τί ἄτοπον λόγος ἔχειν δύναται; Ὥσπερ γάρ, εἰ καταχρηστικῶς ἀκουόντων ἡμῶν κακὰ τοὺς προσαγομένους πόνους τοῖς παιδευομένοις ὑπὸ πατέρων καὶ διδασκάλων καὶ παιδαγωγῶν, ὑπὸ ἰατρῶν τοῖς θεραπείας ἕνεκεν τεμνομένοις καυτηριαζομένοις, λέγομεν τὸν πατέρα κακοποιεῖν τοῖς υἱοῖς τοὺς παιδαγωγοὺς τοὺς διδασκάλους τοὺς ἰατρούς, οὐδὲν ἂν κατηγοροῖντο οἱ τύπτοντες οἱ τέμνοντες·
And what absurdity can the argument have? For just as, if—when we understand in a loose sense as "evils" the pains brought upon those being disciplined by fathers and teachers and tutors, or upon those who are cut or cauterized by physicians for the sake of healing—we say that the father does evil to his sons, or the tutors or teachers or physicians do so, yet those who strike or cut would not be accused of anything;
這論點能有甚麼荒謬之處呢?正如:當我們寬泛地把父親、教師、保育者加給受管教者的痛苦,或醫生為治病而給人施行的切割、灼燒稱為「惡」,於是說父親苦待兒子,或保育者、教師、醫生苦待人時,那些施打、施割的人卻不會因此受責備;
1:4216
οὕτως, εἰ θεὸς λέγεται τὰ τοιαδὶ ἐπάγειν ἐπιστροφῆς καὶ θεραπείας ἕνεκεν τῶν δεομένων τοιούτων πόνων, οὐδὲν ἂν ἄτοπον λόγος ἔχοι·
so, if God is said to bring such things upon those needing such pains, for the sake of turning them back and healing them, the argument would have nothing absurd in it;
照樣,若說神為使那些需要這類痛苦的人回轉、得醫治,而把這類事加給他們,這論點也絕無荒謬之處。
1:4217
οὔτ' ἂν καταβαίνῃ κακὰ παρὰ κυρίου ἐπὶ πύλας Ἱερουσαλήμ, τὴν ὑπόστασιν ἔχοντα ἐν τοῖς ἀπὸ τῶν πολεμίων πόνοις, προσαγομένοις αὐτοῖς εἰς ἐπιστροφήν, οὔτ' ἂν ἐπισκέπτηται ἐν ῥάβδῳ τὰς ἀνομίας τῶν ἐγκαταλιπόντων τὸν νόμον τοῦ θεοῦ καὶ ἐν μάστιξι τὰς ἁμαρτίας αὐτῶν, οὔτ' ἂν λέγῃ τό·
nor would there be, if evils come down from the Lord upon the gates of Jerusalem—evils which have their substance in the pains inflicted by enemies, brought upon them for their conversion; nor if He visits their iniquities with a rod, the iniquities of those who have forsaken the law of God, and their sins with scourges; nor if He says:
若有災禍從耶和華臨到耶路撒冷的城門(這些災禍實在於仇敵所加的痛苦,是為使他們回轉而臨到他們的),這也不荒謬;若祂用杖追究那些離棄神律法之人的罪孽,用鞭責罰他們的罪過,這也不荒謬;若祂說:
1:4218
Ἔχεις ἄνθρακας πυρός, κάθισαι ἐπ' αὐτούς, οὗτοι ἔσονταί σοι βοήθεια. Τοῦτον δὲ τὸν τρόπον καὶ τὸ ποιῶν εἰρήνην καὶ κτίζων κακὰ διηγούμεθα·
"Thou hast coals of fire; sit upon them; they shall be a help to thee." In this same manner we also expound the words "He that maketh peace and createth evils":
「你有火炭,坐在其上,這些必成為你的幫助。」我們也照樣解釋「我施平安,又造災禍」這話:
1:4219
κτίζει γὰρ τὰ σωματικὰ τὰ ἐκτὸς κακά, καθαίρων καὶ παιδεύων τοὺς μὴ βουληθέντας παιδευθῆναι λόγῳ καὶ διδασκαλίᾳ ὑγιεῖ
for He creates bodily or external evils, purging and disciplining those who were unwilling to be disciplined by reason and sound teaching.
因為祂造身體上或身外之惡,是要潔淨並管教那些不肯用道理和健全教訓受管教的人。
1:4220
πῶς μὲν θεὸς κακὰ ἐποίει; . Εἰς δὲ τὸ πῶς πείθειν καὶ νουθετεῖν ἀδυνατεῖ; προείρηται μὲν ὅτι πᾶσιν ἄν, εἴπερ ἔγκλημά ἐστι τὸ τοιοῦτον, προσάγοιτο τοῦ Κέλσου λέξις τοῖς ἀποδεχομένοις πρόνοιαν·
"How then did God make evils?" And as to "How is He unable to persuade and admonish?"—it has been said before that, if such a thing were a charge, the saying of Celsus could be brought against all who accept providence;
「神怎能造惡呢?」至於「祂怎能無法勸服、無法警誡呢?」──前面已經說過,若這真算得上是控訴,那瑟蘇斯這句話便可加在一切承認有神護理之人身上。
1:4221
ἀπολογήσαιτο δ' ἄν τις ὅτι νουθετεῖν μὲν οὐκ ἀδυνατεῖ θεός, νουθετεῖ γὰρ διὰ πάσης γραφῆς καὶ διὰ τῶν χάριτι διδασκόντων θεοῦ τοὺς ἀκούοντας·
but one might reply that God is not unable to admonish, for He admonishes through all Scripture and through those who by grace teach His hearers;
但有人可以回答說:神並非不能警誡,因為祂藉著全部聖經、又藉著那些蒙恩教導聽眾的人,發出警誡。
1:4222
εἰ μὴ ἄρα ἴδιόν τι σημαινόμενον ἐξακούοιτο εἰς τὸ νουθετεῖν τὸ καὶ ἐπιτυγχάνειν ἐν τῷ νουθετουμένῳ καὶ ἀκούεσθαι τὸν τοῦ διδάσκοντος λόγον, ὅπερ ἐστὶ παρὰ τὴν ἔννοιαν τοῦ τετριμμένου ἐν τῇ συνηθείᾳ σημαινομένου
unless indeed some peculiar sense be understood for "to admonish," namely also to succeed with the one admonished and that the word of the teacher be heard—which is contrary to the notion of the meaning worn smooth by common usage.
除非「警誡」一詞被聽作有某種特別的含義,就是不單警誡、還要在受警誡者身上見效、使教師的話被聽從──但這就與習慣用法中那磨得通行的意思相違了。
1:4223
Εἰς δὲ τὸ πῶς πείθειν ἀδυνατεῖ; καὶ αὐτὸ προσαχθὲν ἂν πᾶσι τοῖς πρόνοιαν παραδεχομένοις, ταῦτα λεκτέον
And as to "How is He unable to persuade?"—this too, were it brought against all who accept providence, these things must be said.
至於「祂怎能無法勸服呢?」──這話若也加在一切承認神護理之人身上,就當這樣說。
1:4224
Ἐπειδὴ τὸ πείθεσθαι ὡσπερεὶ τῶν καλουμένων ἀντιπεπονθότων ἐστίν, ἀνάλογον τῷ κείρεσθαι ἄνθρωπον, ἐνεργοῦντα τὸ παρέχειν ἑαυτὸν τῷ κείροντι·
Since being persuaded is, as it were, one of the so-called correlatives—analogous to a man's being shorn, who acts by offering himself to the one who shears—
既然「被勸服」彷彿屬於所謂的「相關項」之一,就好比人被剃髮,他須主動把自己交給剃髮的人;
1:4225
διὰ τοῦτο οὐ μόνης δεῖται τῆς τοῦ πείθοντος ἐνεργείας ἀλλὰ καὶ τῆς, ἵν' οὕτως ὀνομάσω, ὑποπτώσεως πρὸς τὸν πείθοντα παραδοχῆς τῶν λεγομένων ὑπὸ τοῦ πείθοντος
for this reason it requires not only the activity of the one persuading but also, so to speak, the submission toward the persuader, or the acceptance of what is said by the persuader.
因此它所需要的,不單是勸服者的作為,也需要(容我這樣說)受勸者向勸服者的順服,或對勸服者所言的接受。
1:4226
Διὰ τοῦτο οὐ παρὰ τὸ μὴ δύνασθαι τὸν θεὸν πείθειν λεκτέον τοὺς μὴ πειθομένους μὴ πείθεσθαι, ἀλλὰ παρὰ τὸ ἐκείνους μὴ δέχεσθαι τοὺς πειστικοὺς λόγους τοῦ θεοῦ
For this reason, it is not on account of God's inability to persuade that those who are not persuaded must be said not to be persuaded, but on account of their not receiving the persuasive words of God.
因此,那些未被勸服的人之所以未被勸服,不該歸因於神無能勸服,乃該歸因於他們不肯領受神那有說服力的話。
1:4227
Τοῦτο δὲ καὶ ἐπ' ἀνθρώπων λέγων τις, ὀνομαζομένων πειθοῦς δημιουργῶν, οὐκ ἂν ἁμάρτοι·
And one would not err in saying this even in the case of men called "craftsmen of persuasion";
就連論到那些被稱為「說服術大師」的人,這樣說也不會錯。
1:4228
δυνατὸν γὰρ καὶ τὸν ἄκρως κατειληφότα τὰ τῆς ῥητορικῆς θεωρήματα καὶ δεόντως αὐτοῖς χρώμενον πάντα μὲν ποιεῖν πρὸς τὸ πείθειν, μὴ τυγχάνοντα δὲ τῆς προαιρέσεως τοῦ ὀφείλοντος πείθεσθαι δοκεῖν μὴ πείθειν
for it is possible that one who has supremely grasped the principles of rhetoric and uses them properly may do everything toward persuading, yet, failing of the free choice of the one who ought to be persuaded, may seem not to persuade.
因為一個極精通修辭學原理、又善加運用的人,固然可以盡其所能去勸服,但若得不著那當受勸服之人的自由意志,仍會顯得未能勸服。
1:4229
Ὅτι δέ, κἂν τὸ πειστικοὺς λέγεσθαι λόγους ἀπὸ θεοῦ ἔρχηται, τό γε πείθεσθαι οὐκ ἔστιν ἀπὸ θεοῦ, σαφῶς Παῦλος διδάσκει λέγων·
And that, even if the persuasive words come from God, yet the being persuaded is not from God, Paul clearly teaches when he says:
至於那有說服力的話縱然出於神,被勸服一事卻不出於神,保羅清楚地教導說:
1:4230
πεισμονὴ οὐκ ἐκ τοῦ καλοῦντος ὑμᾶς. Τοιοῦτόν ἐστι καὶ τὸ Ἐὰν θέλητε καὶ εἰσακούσητέ μου, τὰ ἀγαθὰ τῆς γῆς φάγεσθε·
"This persuasion is not of him that calleth you." Of such a kind also is: "If ye be willing and hearken unto me, ye shall eat the good of the land;
「這樣的勸服不是出於那召你們的。」與此相類的還有:「你們若甘心聽從,必吃地上的美物;
1:4231
ἐὰν δὲ μὴ θέλητε μηδὲ εἰσακούσητέ μου, μάχαιρα ὑμᾶς κατέδεται
but if ye be not willing nor hearken unto me, the sword shall devour you."
你們若不肯聽從,反倒悖逆,必被刀劍吞滅。」
1:4232
Ἵνα γάρ τις θέλῃ ἅπερ λέγει νουθετῶν καὶ εἰσακούσας αὐτῶν ἄξιος γένηται τῶν τοῦ θεοῦ ἐπαγγελιῶν, τῆς προαιρέσεως τοῦ ἀκούοντος δεῖ καὶ τῆς πρὸς τὰ λεγόμενα ἐπινεύσεως
For in order that one may be willing to do what the admonisher says, and having hearkened to it may become worthy of the promises of God, there is need of the free choice of the hearer and of his assent to what is said.
因為要使人甘願去行警誡者所說的、又因聽從而配得神的應許,就需要聽者的自由意志和他對所言的應允。
1:4233
Διόπερ ἐν Δευτερονομίῳ ἐμφαντικῶς εἰρῆσθαί μοι δοκεῖ τό·
Wherefore in Deuteronomy it seems to me to be emphatically said:
因此,在申命記裏(原文如此)我以為有這樣著重的話:
1:4234
Ἰδὼν δὲ κύριος θεὸς ὅτι ἐπληθύνθησαν αἱ κακίαι τῶν ἐπὶ τῆς γῆς, καὶ πᾶς τις διανοεῖται ἐν τῇ καρδίᾳ ἐπιμελῶς ἐπὶ τὰ πονηρὰ πάσας τὰς ἡμέρας, ἐνεθυμήθη θεὸς ὅτι ἐποίησε τὸν ἄνθρωπον ἐπὶ τῆς γῆς·
"And the Lord God, seeing that the wickednesses of those upon the earth were multiplied, and that everyone diligently devises in his heart toward evil things all the days, God took thought that He had made man upon the earth;
「耶和華神見地上人的罪惡甚多,又見人終日心中所思想的盡都是惡,神就因在地上造了人而深思熟慮,
1:4235
καὶ διενοήθη ἐν τῇ καρδίᾳ αὐτοῦ καὶ εἶπεν θεός·
and He considered in His heart, and God said:
祂心裏籌算,神便說:
1:4236
ἀπαλείψω τὸν ἄνθρωπον, ὃν ἐποίησα, ἀπὸ προσώπου τῆς γῆς, ἀπὸ ἀνθρώπου ἕως κτήνους καὶ ἀπὸ ἑρπετῶν ἕως τῶν πετεινῶν τοῦ οὐρανοῦ·
I will blot out man, whom I have made, from the face of the earth, from man to beast, and from creeping things to the fowls of heaven;
我要將我所造的人從地面上除滅,無論是人是牲畜,是爬物是空中的飛鳥,
1:4237
ὅτι ἐθυμώθην, ὅτι ἐποίησα αὐτούς, τὰ μὴ γεγραμμένα ἐκτιθέμενος ὡς δηλούμενα ἀπὸ τῶν γεγραμμένων
for I am grieved that I have made them"—setting forth the things not written as being made plain from the things written.
因我造了他們就憂傷」──他把沒有寫明的事,當作是從所寫明的事顯明出來而加以闡述。
1:4238
Μεταμέλεια γὰρ ἐν τούτοις οὐκ ὠνομάσθη θεοῦ οὐδ' ὅτι τὴν ἑαυτοῦ τέχνην μέμφεται καὶ μισεῖ
For repentance is not named in these words as belonging to God, nor that He blames and hates His own work.
因為在這些話裏並未提到神有甚麼後悔,也未說祂責怪、憎惡自己的工作。
1:4239
Εἰ δὲ δοκεῖ θεὸς ἀπειλεῖν τὰ τοῦ κατακλυσμοῦ καὶ φθείρειν ἐν αὐτῷ τὰ ἴδια ἔκγονα, λεκτέον ὅτι, ἀθανάτου τῆς ψυχῆς τῶν ἀνθρώπων τυγχανούσης, μὲν νομιζομένη ἀπειλὴ ἐπιστρέφειν βούλεται τοὺς ἀκούοντας, δ' ἐν τῷ κατακλυσμῷ διαφθορὰ τῶν ἀνθρώπων καθάρσιόν ἐστι τῆς γῆς, ὡς καὶ Ἑλλήνων οἱ μὴ εὐκαταφρονήτως φιλοσοφήσαντες εἰρήκασιν ἐν τῷ·
But if God seems to threaten the things of the flood and to destroy in it His own offspring, it must be said that, since the soul of men is immortal, the supposed threat means to turn the hearers back, while the destruction of men in the flood is a purgation of the earth—as even those Greeks who philosophized not contemptibly have said in the line:
但若神看似以洪水相威脅、並要藉洪水滅絕祂自己的子孫,就當這樣說:既然人的靈魂是不死的,那看似的威脅原是要使聽者回轉,而洪水中眾人的毀滅乃是大地的潔淨──正如連那些不可輕視其哲思的希臘人也在這詩句中說過:
1:4240
Ὅταν δ' οἱ θεοὶ τὴν γῆν καθαίρωσι. Περὶ δὲ τῶν ὡσπερεὶ ἀνθρωποπαθῶν λέξεων ἀναφερομένων ἐπὶ τὸν θεὸν οὐκ ὀλίγα ἡμῖν καὶ ἐν τοῖς ἀνωτέρω λέλεκται
"When the gods cleanse the earth." And concerning the so-called anthropopathic expressions referred to God, not a few things have been said by us in the foregoing as well.
「當諸神潔淨大地之時。」至於那些彷彿擬人化、加在神身上的措辭,我們在前面也已說過不少。
1:4241
Ὑπιδόμενος δ' ἑξῆς Κέλσος τάχα δὲ καὶ αὐτὸς συνιδών, τι δύναται λεχθῆναι ὑπὸ τῶν ἀπολογουμένων περὶ τῶν ἐν τῷ κατακλυσμῷ διαφθαρέντων, φησίν·
But Celsus, suspecting in what follows—and perhaps himself perceiving—what could be said by those defending the matter concerning those destroyed in the flood, says:
瑟蘇斯接著有所顧慮──也許是他自己察覺到──那些為洪水中被滅之人辯護的人可能會說甚麼,於是說:
1:4242
Εἰ δὲ μὴ διαφθείρει τὰ ἴδια ἔκγονα, ποῖ ποτε αὐτὰ ὑπεξάγει τοῦ κόσμου τοῦδε, ὃν ἐποίησεν αὐτός; Καὶ πρὸς τοῦτο δὲ λέγομεν ὅτι τοῦ μὲν παντὸς κόσμου, συνεστῶτος ἐξ οὐρανοῦ καὶ γῆς, οὐ πάντως ὑπεξάγει τοὺς τὸν κατακλυσμὸν πεπονθό τας, ἀπαλλάττει δ' αὐτοὺς τῆς ἐν σαρκὶ ζωῆς καὶ ἀπολύσας τῶν σωμάτων ἀπολύει ἅμα καὶ τοῦ ἐπὶ γῆς τυγχάνειν, ἣν πολλαχοῦ τῶν γραφῶν ἔθος ὀνομάζεσθαι κόσμον
But if He does not destroy His own offspring, whither does He withdraw them out of this world which He Himself made? And to this we say that, of the whole world, composed of heaven and earth, He does not at all withdraw those who suffered the flood, but He frees them from the life in the flesh and, having released them from their bodies, frees them at the same time also from being upon the earth—which in many places of the Scriptures it is customary to name "world."
「但若祂不滅絕自己的子孫,那祂把他們從這由祂親手所造的世界裏挪到哪裏去呢?」對此我們說:論到那由天和地構成的整個世界,祂絕不是把那些遭洪水之人從中挪去,乃是使他們脫離肉身的生命,並在使他們脫離身體的同時,也使他們脫離在地上的生存──「在地上」在聖經許多處慣常被稱為「世界」。
1:4243
Μάλιστα δ' ἐν τῷ κατὰ Ἰωάννην εὐαγγελίῳ πολλάκις ἔστιν εὑρεῖν κόσμον τὸν περίγειον ὀνομαζόμενον τόπον, ὥσπερ καὶ ἐν τῷ Ἦν τὸ φῶς τὸ ἀληθινόν, φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον, καὶ Ἐν τῷ κόσμῳ θλῖψιν ἔχετε·
Especially in the Gospel according to John one may often find "world" used to name the earthly place, as also in "There was the true light, which lighteth every man that cometh into the world," and "In the world ye have tribulation;
尤其在約翰福音裏,常可發現「世界」被用來指這地上的所在,例如「那是真光,照亮一切生在世上的人」,又如「在世上你們有苦難;
1:4244
ἀλλὰ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον
but be of good cheer, I have overcome the world."
但你們可以放心,我已經勝了世界。」
1:4245
Εἰ μὲν οὖν ἀκούει τις τοῦ ὑπεξάγει τοῦ κόσμου τοῦδε τοῦ περιγείου τόπου, οὐδὲν ἄτοπον ἀπαντᾷ τῷ λόγῳ·
If, then, one understands the "withdraws out of this world" of the earthly place, nothing absurd meets the argument;
若有人把「從這世界挪去」理解為指這地上的所在,那這論點便無荒謬之處。
1:4246
εἰ δὲ κόσμον τὸ ἐξ οὐρανοῦ καὶ γῆς σύστημα ὀνομάζει τις, οὐ πάντως οἱ τὸν κατακλυσμὸν παθόντες ὑπεξάγονται ἀπὸ τοῦ οὕτως ὀνομα ζομένου κόσμου
but if one names "world" the system composed of heaven and earth, then those who suffered the flood are by no means withdrawn from the world so named.
但若有人把天地所構成的整體稱為「世界」,那麼遭洪水之人就絕不是從這樣稱呼的「世界」裏被挪去。
1:4247
Καίτοι γε εἴποι ἄν τις, νοήσας τὸ Μὴ σκοπούντων ἡμῶν τὰ βλεπόμενα ἀλλὰ τὰ μὴ βλεπόμενα καὶ τὸ Τὰ γὰρ ἀόρατα αὐτοῦ ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοούμενα καθορᾶται, ὅτι πρὸς τοῖς ἀοράτοις καὶ ἁπαξαπλῶς ὀνομαζομένοις μὴ βλεπομένοις τυγχάνων ὑπεξῆλθε τὸν κόσμον, τοῦ λόγου αὐτὸν ὑπεξάγοντος ἐντεῦθεν καὶ ἐπὶ τὸν ὑπερουράνιον ἐπὶ τῇ θέᾳ τῶν καλῶν μετατιθέντος τόπον
And yet one might say, having understood the words "While we look not at the things which are seen, but at the things which are not seen," and "For the invisible things of Him from the creation of the world are clearly seen, being understood by the things that are made," that, coming to be among the invisible things and those simply called "not seen," such a one withdrew from the world, the Word withdrawing him from here and transferring him to the supercelestial place for the contemplation of the beautiful things.
然而有人在領會了「我們原不是顧念所見的,乃是顧念所不見的」以及「自從造天地以來,神那看不見的事是藉著所造之物明明可知」這些話之後,也許會說:那進入不可見之物、進入那單純被稱為「看不見之物」之境的人,乃是從這世界被挪去了;是那道把他從此處挪去,並為要叫他得見美善之物,把他遷到那超天之境。
1:4248
Μετὰ δὲ τὴν ἐξετασθεῖσαν λέξιν ὡσπερεὶ σκοπὸν ἔχων τὸ ὅπως ποτὲ πολλῶν λόγων πληρῶσαι τὸ βιβλίον, ἄλλαις λέξεσι τὰ παραπλήσιά φησι τοῖς ὀλίγῳ ἀνωτέρω ἐξετασθεῖσιν, ἐν οἷς ἔλεγε·
After the examined statement, having as it were the aim of somehow filling up his book with many words, he says in other words things nearly the same as those a little above which were examined, in which he said:
在這已被審察的言論之後,瑟蘇斯彷彿以盡力用大量言詞填滿他書本為目標,便換一套說法,重述了與稍前所審察過的、大致相同的話;在那裏他曾說:
1:4249
Μακρῷ δ' εὐηθέστερον τὸ καὶ ἡμέρας τινὰς ἐπιδιανεῖμαι τῇ κοσμογονίᾳ, πρὶν εἶναι ἡμέρας·
But far more foolish is it even to apportion certain days to the creation of the world before days existed;
「但更加愚蠢的是,竟在日子還不存在之前,就把若干日子分派給創世之工;
1:4250
οὐρανοῦ γὰρ οὔπω γεγονότος οὐδὲ γῆς πω ἐρηρεισμένης οὐδ' ἡλίου πω τῇδε φερομένου, πῶς ἡμέραι ἦσαν; Τί γὰρ διαφέρει ταῦτα τοῦ Ἔτι δ' ἄνωθεν λαβόντες ἐπισκεψώμεθα, πῶς οὐκ ἂν ἄτοπος εἴη θεὸς πρῶτος καὶ μέγιστος κελεύων·
for, heaven not yet having come to be, nor earth yet set firm, nor the sun yet borne along here, how were there days? For how does this differ from the saying: "But taking it from yet higher up, let us consider how the first and greatest God would not be absurd, commanding:
因為天既尚未造成,地既尚未立定,太陽既尚未在此運行,那怎會有日子呢?」這與下面這話有何分別呢?「但讓我們從更高處說起,思想那首要至大的神怎不顯為荒謬,竟下令說:
1:4251
γενέσθω τόδε καὶ ἕτερον τόδε τόδε, καὶ μιᾷ μὲν ἡμέρᾳ τοσόνδε τεκταινόμενος τῇ δευτέρᾳ δ' αὖθις τοσῷδε πλέον καὶ τρίτῃ καὶ τετάρτῃ καὶ πέμπτῃ καὶ ἕκτῃ; Δυνάμει δ' εἴπομεν καὶ εἰς τὸ κελεύων·
let this come to be, and another this, or this; and on one day fabricating so much, on the second again so much more, and on the third and fourth and fifth and sixth?" In effect we have also spoken with regard to the "commanding:
願這要有,又願另一這要有,或這要有;在第一天造作這麼多,第二天又造作那麼多更多的,第三、第四、第五、第六天也如此?」就實質而言,我們也已論及那「下令說:
1:4252
γενέσθω τόδε καὶ ἕτερον τόδε τόδε, ὅτε παρετιθέμεθα τὸ Αὐτὸς εἶπε καὶ ἐγενήθησαν, αὐτὸς ἐνετείλατο καὶ ἐκτίσθησαν, λέγοντες τὸν μὲν προσεχῶς δημιουργὸν εἶναι τὸν υἱὸν τοῦ θεοῦ λόγον καὶ ὡσπερεὶ αὐτουργὸν τοῦ κόσμου, τὸν δὲ πατέρα τοῦ λόγου τῷ προστεταχέναι τῷ υἱῷ ἑαυτοῦ λόγῳ ποιῆσαι τὸν κόσμον εἶναι πρώτως δημιουργόν
let this come to be, and another this, or this," when we adduced the verse "He spake, and they came to be; He commanded, and they were created," saying that the immediate Demiurge is the Son of God, the Word, and as it were the direct craftsman of the world, while the Father of the Word, by having commanded His own Son the Word to make the world, is the primary Demiurge.
願這要有,又願另一這要有,或這要有」一語;那時我們引用了「祂說有就有,命立就立」這節經文,說那直接的造物者乃是神的兒子──道,彷彿是世界的親自施工者,而道之父,藉著命令祂自己的兒子──道──去造世界,乃是那首要的造物者。
1:4253
ἀστέρας καὶ πέμπτῃ τὰ νηκτὰ καὶ ἕκτῃ τὰ χερσαῖα καὶ τὸν ἄνθρω πον, κατὰ τὸ δυνατὸν ἡμῖν ἐν τοῖς πραγματευθεῖσιν εἰς τὴν Γένεσιν εἰρήκαμεν·
...the stars, and on the fifth the swimming creatures, and on the sixth the land creatures and man—we have spoken according to our ability in the works we composed on Genesis;
……眾星,第五天造水族,第六天造地上的活物與人──關於這些,我們在所著的創世記註釋中已照我們的能力說過了。
1:4254
καὶ ἐν τοῖς ἀνωτέρω δὲ ἐγκαλοῦντες τοῖς κατὰ τὴν προχειροτέραν ἐκδοχὴν φήσασι χρόνους ἓξ ἡμερῶν διεληλυθέναι εἰς τὴν κοσμοποιΐαν παρετιθέμεθα τὸ Αὕτη βίβλος γενέσεως οὐρανοῦ καὶ γῆς, ὅτε ἐγένετο·
and in the foregoing too, when we accused those who, according to the more superficial interpretation, said that the times of six days had elapsed in the world-making, we adduced "This is the book of the generation of heaven and earth, when it came to be;
在前面我們也曾責備那些按較膚淺解釋、說創世經過六日之久的人,那時我們引用了「天地受造的來歷,在耶和華神造天地的日子,乃是這樣:「
1:4255
ἡμέρᾳ ἐποίησεν θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν
in the day that God made the heaven and the earth."
「在神造天地的那日。」
1:4256
Εἶτα πάλιν μὴ κατακούσας τοῦ Καὶ συνετέλεσεν θεὸς ἐν τῇ ἡμέρᾳ τῇ ἕκτῃ τὰ ἔργα αὐτοῦ, ἐποίησε·
Then again, not heeding the words "And God finished on the sixth day His works which He made;
他又一次不留意「神在第六日成全祂所造的工,
1:4257
καὶ κατέπαυσεν ἐν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ, ὧν ἐποίησε
and He rested on the seventh day from all His works which He made."
「就在第七日歇了祂一切所造的工,安息了」這話。
1:4258
Καὶ εὐλόγησεν θεὸς τὴν ἡμέραν τὴν ἑβδόμην καὶ ἡγίασεν αὐτήν, ὅτι ἐν αὐτῇ κατέπαυσεν ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ, ὧν ἤρξατο θεὸς ποιῆσαι καὶ οἰηθεὶς ταὐτὸν εἶναι τὸ κατέπαυσε τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ καὶ τὸ ἀνεπαύσατο τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ φησί·
"And God blessed the seventh day and sanctified it, because in it He rested from all His works which God began to make"—and supposing it to be the same thing, "He ceased on the seventh day" and "He rested on the seventh day," he says:
「神賜福給第七日,定為聖日,因為在這日祂歇了祂創造、所行的一切工,就安息了」──他誤以為「在第七日停止」與「在第七日安息」是同一回事,便說:
1:4259
Μετὰ τοῦτο μὴν ὥσπερ τις ἀτεχνῶς πονηρὸς χειροτέχνης ἐκκαμὼν καὶ πρὸς ἀνάπαυσιν ἀργίας δεηθείς
After this, like some utterly bad workman who, having tired out, even needed rest for relief from his idleness.
「在這之後,祂就像個十足拙劣的工匠,做得疲乏了,竟還需要歇息以從怠惰中得恢復。」
1:4260
Οὐδὲ γὰρ οἶδε, τίς μετὰ τὴν ὅσον κόσμος συνέστηκεν ἐνεργουμένην κοσμο ποιΐαν τοῦ σαββάτου καὶ τῆς καταπαύσεως τοῦ θεοῦ ἡμέρα, ἐν ἑορτάσουσιν ἅμα τῷ θεῷ οἱ πάντα τὰ ἔργα ἑαυτῶν ταῖς ἓξ ἡμέραις πεποιηκότες καὶ διὰ τὸ μηδὲν παραλελοιπέναι τῶν ἐπιβαλλόντων ἀναβαίνοντες ἐπὶ τὴν θεωρίαν καὶ τὴν ἐν αὐτῇ τῶν δικαίων καὶ μακαρίων πανήγυριν
For neither does he know what is the day of the Sabbath and of the rest of God which comes after the world-making that is wrought for as long as the world subsists—the day in which those who have done all their own works in the six days, and through having left nothing undone of what falls to them, ascend to contemplation and to the festal assembly therein of the righteous and blessed, shall keep festival together with God.
因為他根本不曉得:在那「為世界存留之久而進行的創世」之後,有神的安息與安息日,就是那一日──在那一日,凡在六日內完成自己一切工作的人,又因毫不疏漏所當盡的本分而上升到默觀、並上升到其中義人與蒙福者的節期盛會,要與神一同守節。
1:4261
Εἶτα ὡς ἤτοι τῶν γραφῶν οὕτω λεγουσῶν καὶ ἡμῶν αὐτῶν οὕτως διηγουμένων περὶ θεοῦ, ὅτι καμὼν ἀνεπαύσατο, φησὶν ὅτι οὐ θέμις τὸν πρῶτον θεὸν κάμνειν οὔτε χειρουργεῖν οὔτε κελεύειν
Then, as though the Scriptures so spoke, or as though we ourselves so expounded concerning God, that having tired He rested, he says that it is not lawful for the first God to grow weary, nor to work with His hands, nor to give commands.
接著,他彷彿以為聖經是這樣說的、或我們自己是這樣論神的──說神疲乏了就安息──便說:那首要的神不可疲倦、不可動手作工、不可發號施令。
1:4262
μὲν οὖν Κέλσος φησὶν ὅτι οὐ θέμις τὸν πρῶτον θεὸν κάμνειν·
Now Celsus says that it is not lawful for the first God to grow weary;
瑟蘇斯說,那首要的神不可疲倦;
1:4263
ἡμεῖς δὲ εἴποιμεν ἂν ὅτι οὐδ' θεὸς λόγος κάμνει οὐδ' ὅσοι τῆς κρείττονος ἤδη καὶ θειοτέρας τάξεως ἔχονται·
but we would say that neither does God the Word grow weary, nor do any of those who already belong to the better and more divine order;
我們卻要說:神的道也不疲倦,凡已屬乎那更高、更神聖之等次的,也都不疲倦。
1:4264
τὸ γὰρ κάμνειν ἐστὶ τῶν ἐν σώματι
for growing weary belongs to those in a body.
因為「疲倦」乃是有身體者所有的。
1:4265
Ζητήσεις δέ, πότερον τῶν ἐν οἱῳποτοῦν σώματι τῶν ἐν τῷ γηΐνῳ καὶ ὀλίγον τούτου βελτίονι
And you will inquire whether it belongs to those in any body whatsoever, or to those in the earthly body and one a little better than it.
你還要查考:這究竟是凡在任何身體中者所有的,抑或只是在屬土的身體、以及略勝於它一點的身體中者所有的。
1:4266
Ἀλλ' οὐδὲ θέμις τὸν πρῶτον θεὸν χειρουργεῖν·
But neither is it lawful for the first God to work with His hands;
首要的神也不可動手作工;
1:4267
ἐὰν δὲ κυρίως ἀκούῃς τοῦ χειρουργεῖν, οὐδὲ τὸν δεύτερον οὐδ' ἄλλο τι τῶν θειοτέρων
and if you understand "working with the hands" strictly, then neither does the second, nor any other of the more divine beings.
你若嚴格地理解「動手作工」,那麼第二位也不如此,凡更神聖的存有也都不如此。
1:4268
Ἀλλ' ἔστω καταχρηστικῶς λέγεσθαι τὸ χειρουργεῖν τροπικῶς, ἵνα διηγησώμεθα καὶ τὸ Ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα καὶ Αἱ χεῖρες αὐτοῦ ἔστησαν τὸν οὐρανὸν καὶ εἴ τι τούτοις εἴρηται παραπλη σίως, τροπολογούντων ἡμῶν χεῖρας καὶ μέλη τοῦ θεοῦ·
But let "working with the hands" be said loosely or figuratively, so that we may also expound "The firmament declares the work of His hands" and "His hands established the heaven" and whatever is said similarly to these, we taking "hands" and "members" of God in a figurative sense;
但姑且讓「動手作工」是寬泛或比喻地說的,好叫我們也能解釋「穹蒼傳揚祂手的作為」與「祂的手立定諸天」,以及與此類似的一切話──我們把神的「手」和「肢體」按比喻來理解。
1:4269
τί οὖν ἄτοπον οὕτω χειρουργεῖν θεόν; Ὡς οὐκ ἄτοπον δὲ οὕτω χειρουργεῖν θεόν, οὕτως οὐδὲ τὸ κελεύειν αὐτόν, ἵνα καλὰ καὶ ἐπαινετὰᾖ τὰ ὑπὸ τοῦ κελευομένου ἐπιτελούμενα τῷ θεὸν εἶναι τὸν κεκελευκότα περὶ αὐτῶν
what then is absurd in God's so working with His hands? And as it is not absurd for God so to work with His hands, so neither is it absurd for Him to give commands, that the things accomplished by the one commanded may be good and praiseworthy because it is God who has commanded concerning them.
那麼神這樣動手作工有甚麼荒謬呢?正如神這樣動手作工並不荒謬,照樣,祂發號施令也不荒謬,好叫那受命者所成就的事,因發命者是神而成為美好、可稱讚的。
1:4270
Πάλιν τε αὖ Κέλσος τάχα μὲν παρακούσας τοῦ Τὸ γὰρ στόμα κυρίου ἐλάλησε ταῦτα τάχα δὲ καὶ τῶν ἰδιωτῶν προπετευσαμένων περὶ τῆς τῶν τοιούτων διηγή σεως, μὴ νοήσας τε, ἐπὶ τίνων τάσσεται τὰ ὀνόμασι σωμα τικῶν μελῶν ἐπὶ τῶν δυνάμεων τοῦ θεοῦ λεγόμενα, φησίν·
And again in turn Celsus, perhaps having misheard "For the mouth of the Lord hath spoken these things," and perhaps also from the laymen who rashly ventured upon the exposition of such things, and not having understood with respect to what things the words for bodily members are applied to the powers of God, says:
瑟蘇斯又再次──或許是聽錯了「這是耶和華親口說的」一語,又或許是聽了那些對解釋此類事輕率冒進的外行人,且不明白那些指身體肢體之名詞乃是用在神的諸般能力上──便說:
1:4271
Οὐδὲ στόμα αὐτῷ ἐστιν οὐδὲ φωνή
Neither has He a mouth nor a voice.
「祂既沒有口,也沒有聲音。」
1:4272
Ἀληθῶς γὰρ οὐκ ἔσται τῷ θεῷ φωνή, εἴπερ ἐστὶν φωνὴ ἀὴρ πεπληγμένος πληγὴ ἀέρος εἶδος ἀέρος τι δήποτε ὁρίζονται εἶναι τὴν φωνὴν οἱ περὶ ταῦτα δεινοί·
For truly there will be no voice for God, if indeed voice is air that has been struck, or a striking of air, or a form of air, or whatever those skilled in such matters define voice to be;
誠然,神不會有聲音──若聲音果真是被擊動的空氣、或空氣的震動、或空氣的一種形態、或精於此道者對聲音所下的任何定義的話。
1:4273
ἀλλ' λεγομένη φωνὴ θεοῦ ὡς θεοῦ φωνὴ ὁρᾶσθαι λέγεται ὑπὸ τοῦ λαοῦ ἐν τῷ Πᾶς λαὸς ἑώρα τὴν φωνὴν τοῦ θεοῦ, τοῦ ὁρᾶσθαι λαμβανομένου, ἵνα κατὰ τὴν συνήθειαν ὀνομάσω τῆς γραφῆς, πνευματικῶς
but the so-called voice of God, as God's voice, is said to be seen by the people in "All the people saw the voice of God," "to be seen" being taken—that I may name it according to the custom of Scripture—spiritually.
但那所謂神的聲音,作為神的聲音,在「眾百姓看見神的聲音」一語中,被說成是被百姓「看見」的,這「看見」乃是──容我按聖經的慣用法來稱呼──屬靈地領會的。
1:4274
Ἀλλ' οὐδ' ἄλλο φησὶν εἶναι τῷ θεῷ ὧν ἡμεῖς ἴσμεν·
But he says there is nothing else to God of the things we know;
他又說,神並沒有任何別樣是我們所知道的事物。
1:4275
τίνων δ' ἡμεῖς ἴσμεν, οὐ σαφηνίζει
but of what things we know, he does not make clear.
至於是我們所知道的哪些事物,他並未說清楚。
1:4276
Εἰ μὲν γὰρ μελῶν, σύμφαμεν αὐτῷ προσυπακούοντες ὧν ἴσμεν σωμα τικῶς καὶ κοινότερον ὀνομαζομένων·
For if he means members, we agree with him, understanding besides those which we know in a bodily and more common sense;
因為他若指肢體,我們便與他一致,並補充說:是那些我們按身體、按較通俗用法所認識的肢體。
1:4277
εἰ δὲ καθόλου ἀκούοιμεν τοῦ ὧν ἡμεῖς ἴσμεν, πολλῶν ἡμεῖς ἴσμεν ἐξακουομένου·
but if we understand the "of what things we know" universally, many are the things of which we have knowledge that are heard;
但我們若把「我們所知道的事物」普遍地理解,那我們所知道、所聽聞的事物就有許多。
1:4278
ἔστι γὰρ αὐτῷ ἀρετὴ καὶ μακαριότης καὶ θειότης
for to Him belong virtue, and blessedness, and divinity.
因為德性、福樂與神性都屬於祂。
1:4279
Εἰ δέ τις ἀκούοι ὑψηλότερον τοῦ ὧν ἡμεῖς ἴσμεν, ἐπεὶ πάνταἃ ἴσμεν ἐλάττονά ἐστι τοῦ θεοῦ·
But if one understands "of what things we know" in a loftier sense, since all things which we know are inferior to God,
但若有人把「我們所知道的事物」按更崇高的意思來理解──既然我們所知道的一切都低於神──
1:4280
οὐδὲν ἄτοπον καὶ ἡμᾶς παραδέξασθαι ὅτι οὐδέν ἐστι τῷ θεῷ ὧν ἡμεῖς ἴσμεν
it is nothing absurd that we too should admit that there is nothing to God of the things we know.
那麼我們承認神並沒有任何是我們所知道的事物,也就毫不荒謬了。
1:4281
Κρείττονα γάρ ἐστι πάντων ὧν οἶδεν οὐ μόνη τοῦ ἀνθρώπου φύσις ἀλλὰ καὶ τῶν ὑπεραναβεβηκότων αὐτὴν τὰ προσόντα τῷ θεῷ
For superior to all things which it knows is not only the nature of man, but also the attributes belonging to God surpass even those beings that have ascended above man.
因為超乎一切所知之上的,不單是人的本性如此;那屬於神的屬性,更超越那些已升越過人之上的眾存有。
1:4282
Εἰ δ' ἀνεγνώκει τὰς τῶν προφητῶν λέξεις, τοῦ μὲν Δαυῒδ λέγοντος·
But if he had read the sayings of the prophets, of David saying:
但他若讀過眾先知的話,就是大衛所說的:
1:4283
Σὺ δὲ αὐτὸς εἶ, τοῦ δὲ Μαλαχίου οἶμαι·
"But Thou art the same," and of Malachi, I think:
「惟有祢永不改變」,又有我想是瑪拉基所說的:
1:4284
Μένων γὰρ αὐτὸς διοικεῖ τὰ μεταβλητά, ὡς πέφυκε, καὶ λόγος αὐτὸς αἱρεῖ διοικεῖσθαι αὐτά
"For remaining the same, He administers the changeable things, as it is their nature, and reason itself takes it that they be so administered."
「因祂自己永不改變,便照著萬物的本性治理那變動之物,理性本身也認定它們當受這樣的治理。」
1:4285
Εἶτά φησιν Κέλσος, μὴ ἐνιδὼν τῇ διαφορᾷ τοῦ κατ' εἰκόνα θεοῦ καὶ τῆς εἰκόνος αὐτοῦ, ὅτι εἰκὼν μὲν τοῦ θεοῦ πρωτότοκος πάσης κτίσεώς ἐστιν αὐτολόγος καὶ αὐτοαλήθεια ἔτι δὲ καὶ αὐτοσοφία, εἰκὼν οὖσα τῆς ἀγαθότητος αὐτοῦ, κατ' εἰκόνα δὲ τοῦ θεοῦ ἄνθρωπος πεποίηται, ἔτι δὲ καὶ ὅτι πᾶς ἀνήρ, οὗ Χριστός ἐστι κεφαλή, εἰκὼν καὶ δόξα θεοῦ ὑπάρχει·
Then Celsus says—not having looked into the difference between that which is according to the image of God and the image of Him itself, namely that the image of God is the firstborn of all creation, the self-Word and the self-Truth, and moreover the self-Wisdom, being the image of His goodness, while man is made according to the image of God, and further that every man, of whom Christ is the head, is the image and glory of God—
瑟蘇斯接著說──他沒有看出「照著神形像」與「神的形像」本身之間的分別,就是:神的形像乃是一切受造之首生者,是那自有之道、自有之真理,並且也是那自有之智慧,是祂良善的形像;而人乃是照著神的形像被造的;此外,凡以基督為頭的人,都是神的形像與榮耀──
1:4286
ἀλλ' οὐδ' ἐπιστήσας, ἐν τίνι τῶν τοῦ ἀνθρώπου τὸ κατ' εἰκόνα τοῦ θεοῦ χαρακτηρίζεται, καὶ ὅτι ἐν τῇ μὴ ἐσχηκυίᾳ μηκέτι ἐχούσῃ ψυχῇ τὸν παλαιὸν ἄνθρωπον σὺν ταῖς πράξεσιν αὐτοῦ, ἐκ τοῦ μὴ ἔχειν ταῦτα χρηματιζούσῃ κατ' εἰκόνα τοῦ κτίσαντος, φησὶ τό·
and not having attended to in what part of man the "according to the image of God" is characterized—namely that it is in the soul which either never had, or no longer has, the old man with his deeds, being designated, from not having these, "according to the image of the Creator"—he says:
他也沒有留心「照著神形像」是在人的哪一部分顯出來的──就是在那不曾有過、或已不再有舊人及其行為的靈魂裏;那靈魂因不再有這些,才被稱為「照著創造者的形像」──他便說:
1:4287
Οὐδ' ἄνθρωπον ἐποίησεν εἰκόνα αὐτοῦ·
"Neither did He make man His image;
「神也沒有照自己的形像造人;
1:4288
οὐ γὰρ τοιόσδε θεὸς οὔτ' ἄλλῳ εἴδει οὐδενὶ ὅμοιος
for God is not of such a kind, nor like to any other form."
因為神不是這樣的,也不與任何別的形體相像。」
1:4289
Οἷον δ' ἐστὶ τοῦ συνθέ του ἀνθρώπου τῷ χείρονι μέρει, λέγω δὲ τῷ σώματι, νομίζειν ἐνυπάρχειν τὸ κατ' εἰκόνα τοῦ θεοῦ, ὡς δ' Κέλσος ἐξείληφεν, αὐτὸ εἶναι τὸ κατ' εἰκόνα αὐτοῦ; Εἰ γὰρ τὸ κατ' εἰκόνα τοῦ θεοῦ ἐν τῷ σώματί ἐστι μόνῳ, ἐστέρηται τὸ κρεῖττον, ψυχή, τοῦ κατ' εἰκόνα καὶ ἔστιν ἐν τῷ φθαρτῷ σώματι, ὅπερ οὐδεὶς ἡμῶν λέγει
But what a thing it is to suppose that the "according to the image of God" inheres in the worse part of the composite man—I mean the body—and, as Celsus has taken it, that this is itself the "according to His image"! For if the "according to the image of God" is in the body alone, the better part, the soul, is deprived of the "according to the image," and it is in the corruptible body—which none of us says.
可是,竟以為「照著神形像」是寓於那組合而成的人之較劣部分──我是指身體──並且如瑟蘇斯所理解的,以為這身體本身就是「照著祂的形像」,這是何等的說法!因為「照著神形像」若單在身體裏,那麼較優的部分──靈魂──便被剝奪了「照著形像」,而它反倒在那會朽壞的身體裏,這是我們當中無人會說的。
1:4290
Εἰ δ' ἐστὶν ἐν τῷ συναμφοτέρῳ τὸ κατ' εἰκόνα τοῦ θεοῦ, ἀνάγκη σύνθετον εἶναι τὸν θεὸν καὶ οἱονεὶ συνεστῶτα καὶ αὐτὸν ἐκ ψυχῆς καὶ σώματος, ἵνα τὸ μὲν κατ' εἰκόνα τὸ κρεῖττονᾖ ἐν τῇ ψυχῇ, τὸ δ' ἔλαττον καὶ κατὰ τὸ σῶμα ἐν τῷ σώματι, ὅπερ οὐδεὶς ἡμῶν φησι
But if the "according to the image of God" is in both together, it is necessary that God be composite and, as it were, Himself constituted of soul and body, so that the "according to the image" which is the better part be in the soul, and the lesser, that according to the body, be in the body—which none of us says.
但若「照著神形像」是在身靈兩者合一之中,那就必然神也是組合的、彷彿祂自己也是由靈魂和身體構成的,好叫那較優的「照著形像」在於靈魂,那較劣、屬乎身體的在於身體──這也是我們當中無人會說的。
1:4291
Λείπεται δὴ τὸ κατ' εἰκόνα τοῦ θεοῦ ἐν τῷ καθ' ἡμᾶς λεγομένῳ ἔσω ἀνθρώπῳ καὶ ἀνακαινουμένῳ καὶ πεφυκότι γίνεσθαι κατ' εἰκόνα τοῦ κτίσαντος νοεῖσθαι, ὅτε γίνεταί τις τέλειος, ὡς πατὴρ οὐράνιος τέλειός ἐστι, καὶ ἀκούει ὅτι Ἅγιοι ἔσεσθε, ὅτι ἐγὼ ἅγιος κύριος θεὸς ὑμῶν, καὶ μανθάνων τὸ Μιμηταὶ τοῦ θεοῦ γίνεσθε ἀναλαμβάνει εἰς τὴν ἑαυτοῦ ἐνάρετον ψυχὴν τοὺς χαρακτῆρας τοῦ θεοῦ·
It remains, then, that the "according to the image of God" be understood as in what we call the inner man, which is being renewed and is by nature able to become according to the image of the Creator, when one becomes perfect, as the heavenly Father is perfect, and hears that "Ye shall be holy, for I the Lord your God am holy," and, learning "Become imitators of God," takes up into his own virtuous soul the characters of God;
於是剩下的便是:「照著神形像」當理解為在我們所謂的「裏面的人」裏,那人正在被更新,且本性上能成為照著創造者的形像──就是當人成為完全,如同天父完全一樣,又聽見「你們要聖潔,因為我耶和華你們的神是聖潔的」,並學了「你們要效法神」,便把神的種種特徵接到自己有德的靈魂裏。
1:4292
ὅτε καὶ ναός ἐστι τοῦ ἐν τῷ κατ' εἰκόνα ἀνειληφότος τοῦ θεοῦ τὰ τοῦ θεοῦ τὸ σῶμα, τοῦ τοιαύτην ἔχοντος ψυχὴν καὶ ἐν τῇ ψυχῇ διὰ τὸ κατ' εἰκόνα τὸν θεόν
and then the body of him who has such a soul, and in the soul has God through the "according to the image," is also a temple of God dwelling, through the "according to the image," in the one who has received the things of God.
那時,這擁有如此靈魂、且因「照著形像」而在靈魂裏有神的人,他的身體也就成了神的殿,神藉著「照著形像」,住在那領受了神之事物的人裏面。
1:4293
Πάλιν δὲ αὖ ἑαυτῷ συνείρει πλείονα λέγων ὡς ὑφ' ἡμῶν διδόμενα, ἅπερ οὐδεὶς τῶν ἐν Χριστιανοῖς νοῦν ἐχόντων δίδωσιν
And again in turn he strings together for himself more things, saying them as given by us, which none of those among Christians who have understanding grants.
他又再次為自己串連起更多的話,當作是我們所主張的,其實基督徒中凡有見識的人沒有一個會承認。
1:4294
Οὐ γάρ φησί τις ἡμῶν ὅτι μετέχει σχήματος θεὸς χρώματος, ἀλλ' οὐδὲ κινήσεως μετέχει διὰ τὸ ἑστηκέναι καὶ βεβαίαν εἶναι τὴν φύσιν αὐτοῦ προκαλούμενος καὶ τὸν δίκαιον ἐπὶ τὰ παραπλήσια καὶ λέγων·
For none of us says that God partakes of shape or color; nor indeed does He partake of motion, He who, on account of standing firm and His nature being stable, calls forth the righteous man also to the like, saying:
因為我們當中沒有人說神有形狀或顏色;祂也不參與運動,祂因自己站立穩固、本性堅定,便也召那義人前來效法,說:
1:4295
Σὺ δὲ αὐτοῦ στῆθι μετ' ἐμοῦ. Εἰ δέ τινες λέξεις οἱονεὶ κίνησίν τινα παριστᾶσιν αὐτοῦ, ὡς καὶ λέγουσα·
"But stand thou here with Me." And if certain expressions seem to present, as it were, some motion of Him, as also the one saying:
「你卻要站在我這裏。」若有些措辭彷彿呈現出祂有某種運動,例如那說:
1:4296
Ἤκουσαν κυρίου τοῦ θεοῦ περιπατοῦντος ἐν τῷ παραδείσῳ τὸ δειλινόν, οὕτως ἀκουστέον τῶν τοιούτων ὡς κινουμένου νοουμένου τοῦ θεοῦ τοῖς ἡμαρτηκόσιν, οὕτως ἀκουστέον τῶν τοιούτων ὡς καὶ ὕπνου θεοῦ τροπικῶς λεγομένου ὀργῆςἤ τινος τῶν παραπλησίων
"They heard the Lord God walking in the garden at the cool of the day," such things must be understood as God being conceived as moving toward those who have sinned, or such things must be understood as also "sleep" of God is figuratively spoken, or "anger," or some of the like.
「他們聽見耶和華神在天起涼風的時候,在園中行走」的話──這類話當理解為:神被設想為向那些犯罪的人挪移;又或當理解為:正如神的「睡覺」、「忿怒」或諸如此類也是比喻地說的。
1:4297
Ἀλλ' οὐδ' οὐσίας μετέχει θεός·
But neither does God partake of substance;
神也不分有任何本質(實質);
1:4298
μετέχεται γὰρ μᾶλλον μετέχει, καὶ μετέχεται ὑπὸ τῶν ἐχόντων πνεῦμα θεοῦ
for He is partaken of rather than partakes, and He is partaken of by those who have the Spirit of God.
因為祂是被分有的,而非分有別的;祂是被那些有神之靈的人所分有。
1:4299
Καὶ σωτὴρ ἡμῶν οὐ μετέχει μὲν δικαιοσύνης, δικαιο σύνη δὲ ὢν μετέχεται ὑπὸ τῶν δικαίων
And our Savior does not partake of righteousness, but being righteousness itself is partaken of by the righteous.
我們的救主也不是分有公義,乃是祂自己就是公義,被眾義人所分有。
1:4300
Πολὺς δ' περὶ τῆς οὐσίας λόγος καὶ δυσθεώρητος καὶ μάλιστα, ἐὰν κυρίως οὐσία ἑστῶσα καὶ ἀσώματος ᾖ·
And the discourse concerning substance is large and hard to contemplate, especially if substance in the strict sense be that which stands firm and is incorporeal;
關於本質的討論是繁複而難以思辨的,尤其若那嚴格意義上的本質乃是那穩固站立、無形體者。
1:4301
ἵν' εὑρεθῇ, πότερον ἐπέκεινα οὐσίας ἐστὶ πρεσβείᾳ καὶ δυνάμει θεὸς μεταδιδοὺς οὐσίας οἷς μεταδίδωσι κατὰ τὸν ἑαυτοῦ λόγον καὶ αὐτῷ λόγῳ, καὶ αὐτός ἐστιν οὐσία, πλὴν τῇ φύσει ἀόρατος λέγεται ἐν τῷ περὶ τοῦ σωτῆρος λόγῳ φάσκοντι·
in order that it may be found out whether God is beyond substance in dignity and power, imparting substance to those to whom He imparts it according to His own Word and by the Word itself, or whether He too is substance, except that He is said to be by nature invisible in the discourse concerning the Savior, which declares:
為要查明:神究竟是在尊嚴與能力上超乎本質之上,按祂自己的道、並藉那道本身,把本質分賜給祂所分賜的對象,抑或祂自己也是本質,只是在那論到救主的話裏被說成本性不可見;那話宣告說:
1:4302
Ὅς ἐστιν εἰκὼν τοῦ θεοῦ τοῦ ἀοράτου, σημαίνεται δὲ ἐκ τῆς ἀοράτου φωνῆς ἀσώματος
"Who is the image of the invisible God"—and the incorporeal is signified by the "invisible" expression.
「愛子是那不能看見之神的像」──那無形體者乃是藉「不可見」這措辭所表明的。
1:4303
Ζητητέον δὲ καί, εἰ οὐσίαν μὲν οὐσιῶν λεκτέον καὶ ἰδέαν ἰδεῶν καὶ ἀρχὴν τὸν μονογενῆ καὶ πρωτότοκον πάσης κτίσεως ἐπέκεινα δὲ πάντων τούτων τὸν πατέρα αὐτοῦ καὶ θεόν
And it must also be inquired whether the Only-begotten and firstborn of all creation is to be called substance of substances and idea of ideas and beginning, while His Father and God is beyond all these.
還須查考:那獨生的、一切受造之首生者,是否當被稱為「萬本質之本質」、「萬理型之理型」和「元始」,而祂的父、就是神,則超乎這一切之上。
1:4304
μὲν οὖν Κέλσος περὶ θεοῦ φησιν ὅτι ἐξ αὐτοῦ τὰ πάντα, ἀπολύσας οὐκ οἶδ' ὅπως τὰ πάντα αὐτοῦ·
Now Celsus says concerning God that "from Him are all things," having let go, I know not how, the "all things are His";
瑟蘇斯論到神說「萬有都本於祂」,卻不知怎的把「萬有都屬於祂」略去了。
1:4305
δ' ἡμέ τερος Παῦλος Ἐξ αὐτοῦ λέγει καὶ δι' αὐτοῦ καὶ εἰς αὐτὸν τὰ πάντα, παριστὰς τὴν ἀρχὴν τῆς τῶν πάντων ὑποστάσεως ἐν τῷ ἐξ αὐτοῦ καὶ τὴν συνοχὴν ἐν τῷ δι' αὐτοῦ καὶ τὸ τέλος ἐν τῷ εἰς αὐτόν
but our Paul says "From Him and through Him and unto Him are all things," presenting the beginning of the subsistence of all things in the "from Him," and their cohesion in the "through Him," and the end in the "unto Him."
但我們的保羅卻說「萬有都是本於祂、倚靠祂、歸於祂」,他用「本於祂」表明萬有存在的起始,用「倚靠祂」表明其維繫,用「歸於祂」表明其終局。
1:4306
Ἀληθῶς δὲ ἐξ οὐδενὸς θεός
And truly God is from nothing.
誠然,神不是出於任何別的(祂無所從出)。
1:4307
ἐφικτός, διαστέλλομαι τὸ σημαινόμενον καί φημι·
"...attainable"—I distinguish what is signified and say:
「……可企及」──我把所指的加以區分而說:
1:4308
εἰ μὲν λόγῳ τῷ ἐν ἡμῖν, εἴτε ἐνδιαθέτῳ εἴτε καὶ προφορικῷ, καὶ ἡμεῖς φήσομεν ὅτι οὐκ ἔστιν ἐφικτὸς τῷ λόγῳ θεός·
if by the reason that is in us, whether the inward or also the uttered reason, then we too shall say that God is not attainable by reason;
若是指我們裏面的「理性/話語」(無論是內在的思慮,或是發出的言語),那我們也要說:神不是憑這理性所能企及的。
1:4309
εἰ δὲ νοήσαντες τὸ Ἐν ἀρχῇ ἦν λόγος, καὶ λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν λόγος ἀποφαινόμεθα ὅτι τούτῳ τῷ λόγῳ ἐφικτός ἐστιν θεός, οὐ μόνῳ αὐτῷ καταλαμβα νόμενος ἀλλὰ καὶ ἂν αὐτὸς ἀποκαλύψῃ τὸν πατέρα, ψευδοποιήσομεν τὴν Κέλσου λέξιν φάσκοντος·
but if, having understood "In the beginning was the Word, and the Word was with God, and the Word was God," we declare that by this Word God is attainable, being apprehended not by it alone but also by him to whom it itself reveals the Father, we shall falsify the statement of Celsus who says:
但我們若領會了「太初有道,道與神同在,道就是神」,便宣告說:神乃是藉這道可以企及的,且不單被這道所領會,也被那道向他啟示父的人所領會──如此,我們便要證明瑟蘇斯那句話為虛假,他說:
1:4310
οὐδὲ λόγῳ ἐφικτός ἐστιν θεός
"nor is God attainable by reason."
「神也不是憑理性所能企及的。」
1:4311
Καὶ τὸ οὐκ ὀνομαστὸς δὲ διαστολῆς δεῖται
And the "not nameable" also needs distinction.
「不可名狀」這話也需要加以區分。
1:4312
Εἰ μὲν γάρ, ὅτι οὐδὲν τῶν ἐν λέξεσι καὶ σημαινομένοις δύναται παραστῆσαι τὰς ἰδιότητας τοῦ θεοῦ, ἀληθές ἐστι τὸ λεγόμενον, εἴ γε καὶ πολλαὶ ποιότητες οὐκ εἰσὶν ὀνομασταί
For if it means that nothing among words and significations can present the properties of God, what is said is true, seeing that even many qualities are not nameable.
因為它若意指:一切言詞和意涵都無法呈現神的種種特性,那這話便是真的,因為連許多性質也是無法名狀的。
1:4313
Τίς γὰρ δύναται ὀνόμασι διαφορὰν δοῦναι ποιότητος γλυκύτητος φοίνικος καὶ γλυκύτητος ἰσχάδος; Τίς δὲ ὀνόματι δύναται διαστείλασθαι καὶ παραστῆσαι τὴν ἑκάστου ἰδίαν ποιότητα; Οὐδὲν οὖν θαυμαστόν, εἰ οὐκ ἔστιν οὕτως ὀνομαστὸς θεός
For who can give by names the difference of the quality of the sweetness of a date and the sweetness of a dried fig? And who can by a name distinguish and present the proper quality of each? No wonder, then, if God is not nameable in this way.
誰能用名稱說出椰棗之甜與乾無花果之甜在性質上的分別呢?誰又能用一個名稱區分並呈現各自獨特的性質呢?那麼,神若在這意義上不可名狀,便不足為奇。
1:4314
Εἰ δὲ τὸ ὀνομαστὸν λαμβάνεις καθὸ οἷόν τε ἐστὶν ὀνόμασι παραστῆσαί τι τῶν περὶ αὐτοῦ εἰς τὸ χειραγωγῆσαι τὸν ἀκροατὴν καὶ ποιῆσαι νοῆσαι περὶ θεοῦ κατὰ τὸ ἐφικτὸν τῇ ἀνθρωπίνῃ φύσει τινὰ τῶν περὶ αὐτοῦ, οὐδὲν ἄτοπον λέγειν αὐτὸν ὀνομαστόν
But if you take "nameable" according as it is possible by names to present something of the things concerning Him, so as to lead the hearer by the hand and make him conceive concerning God, as far as is attainable to human nature, some of the things concerning Him, it is nothing absurd to call Him nameable.
但你若把「可名狀」理解為:可以憑名稱呈現出某些有關祂的事,好牽引聽者、使他在人性所能企及的範圍內,對神生出某種有關祂的概念,那麼稱祂為可名狀的,便毫不荒謬。
1:4315
Οὕτω δὲ διαστελούμεθα καὶ τὸ οὐδὲν γὰρ πέπονθεν ὀνόματι καταληπτόν
And in the same way we shall distinguish also the "for He has suffered nothing apprehensible by a name."
我們也要照樣區分「因祂未曾經歷任何可用名稱所能領會之事」這話。
1:4316
Ἀληθὲς δὲ καὶ τὸ ἔξω παντὸς πάθους εἶναι τὸν θεόν
And it is also true that God is outside of all passion.
神在一切情感(受苦)之外,這也是真的。
1:4317
Ἴδωμεν δὲ καὶ τὴν ἑξῆς αὐτοῦ λέξιν, δι' ἧς οἱονεὶ προσωποποιεῖταί τινα, μετὰ τὸ ἀκοῦσαι τούτων τοιαῦτα λέγοντα·
Let us see also his next statement, through which he, as it were, personifies someone, after this one has heard such things saying:
讓我們也看他下面那句話,他藉此彷彿塑造出一個人物,這人聽見了這些話之後,說出這樣的話:
1:4318
Πῶς οὖν γνῶ τὸν θεόν; Καὶ πῶς τὴν ἐκεῖσε ὁδὸν μάθω; Καὶ πῶς αὐτόν μοι δεικνύεις; Ὡς νῦν γε σκότον μου τῶν ὀφθαλμῶν προβάλλεις, καὶ οὐδὲν ἐναργὲς βλέπω
"How then shall I know God? And how shall I learn the way thither? And how wilt thou show Him to me? For as it is now, thou castest darkness before my eyes, and I see nothing distinct."
「那我怎能認識神呢?我怎能學到那條通往那裏的路呢?你又怎能把祂指給我看呢?因為如今你只是把黑暗投在我眼前,我甚麼清楚的也看不見。」
1:4319
Εἶτα πρὸς τὸν οὕτως ἐπαπορήσαντα οἱονεὶ ἀποκρί νεται, καὶ τὴν αἰτίαν τοῦ σκότον τῶν ὀφθαλμῶν κατακεχύσθαι τοῦ εἰπόντος τὰ προειρημένα ἀποδιδόναι νομίζει φάσκων·
Then, to the one who has so raised the difficulty, he as it were answers, and he thinks to render the cause of the darkness having been poured over the eyes of the one who said the foregoing, saying:
接著,他彷彿向那位如此提出疑難的人作答,並自以為交代了那說上述話之人眼睛被黑暗遮蔽的緣由,他說:
1:4320
Οὓς ἄν τις εἰς λαμπρὸν φῶς ἐκ σκότους προαγάγῃ, τούτους μὴ δυναμένους ἀντέχειν ταῖς μαρμαρυγαῖς κολάζεσθαι τὴν ὄψιν καὶ βλάπτεσθαι καὶ νομίζειν πηροῦσθαι
"Those whom one leads from darkness into brilliant light, being unable to withstand the dazzling rays, have their sight punished and harmed, and think themselves blinded."
「凡被人從黑暗領進炫目光明裏的人,因無法抵擋那耀眼的光芒,視力受損受害,便以為自己瞎了。」
1:4321
Καὶ πρὸς ταῦτα δὲ φήσομεν καθῆσθαι μὲν ἐν σκότῳ καὶ ἱδρῦσθαι ἐν αὐτῷ πάντας τοὺς εἰς τὰς τῶν ζωγράφων καὶ πλαστῶν καὶ ἀνδριαντοποιῶν ἐνορῶντας κακοτεχνίας, μὴ βουλομένους δ' ἀναβλέψαι καὶ ἀναβῆναι τῷ νῷ ἀπὸ ὁρατῶν πάντων καὶ αἰσθητῶν ἐπὶ τὸν ὅλων δημιουργόν, ὅς ἐστι φῶς·
And to these things we shall say that all those who gaze into the bad arts of painters and modelers and statue-makers, and are unwilling to look up and ascend with the mind from all visible and sensible things to the Demiurge of all, who is light, sit in darkness and are settled in it;
對此我們要說:凡定睛於畫師、塑師、雕像匠那些拙劣技藝、卻不肯舉目、不肯用心思從一切可見可感之物上升到那萬有的造物主(祂就是光)的人,都是坐在黑暗中、安頓在黑暗裏。
1:4322
ἐν φωτὶ δὲ τυγχάνειν πάντα τὸν ταῖς τοῦ λόγου αὐγαῖς ἀκολουθήσαντα, δείξαντος ἀφ' ὅσης ἀγνοίας καὶ ἀσεβείας καὶ τῆς περὶ τὸ θεῖον ἀμαθίας ταῦτα ἀντὶ τοῦ θεοῦ προσεκυνεῖτο, καὶ χειραγωγήσαντος τὸν τοῦ βουλομένου σῴζεσθαι νοῦν πρὸς τὸν ἀγένητον καὶ ἐπὶ πᾶσι θεόν
but in light is everyone who has followed the rays of the Word, which has shown from how great an ignorance and impiety and unlearnedness concerning the Divine these things were worshipped in place of God, and which has led by the hand the mind of the one willing to be saved toward the unbegotten and over-all God.
凡跟隨了那道之光芒的人,卻是在光明中──那道已顯明:人從何等深的無知、不敬虔、並對神聖之事的愚昧中,竟把這些東西代替神來敬拜;那道又牽引那願意得救之人的心思,歸向那非受造、超乎萬有的神。
1:4323
Λαὸς γὰρ καθήμενος ἐν σκοτίᾳ, τῶν ἐθνῶν, φῶς εἶδε μέγα, καὶ τοῖς καθη μένοις ἐν χώρᾳ καὶ σκιᾷ θανάτου φῶς ἀνέτειλεν, θεὸς Ἰησοῦς
For "the people that sat in darkness," the people of the nations, "saw a great light, and to them that sat in the region and shadow of death light arose"—the God Jesus.
因為「那坐在黑暗裏的百姓」,就是外邦的百姓,「看見了大光,坐在死蔭之地的人有光發現照著他們」──這光就是神耶穌。
1:4324
Οὐδεὶς οὖν Χριστιανὸς ἀποκρίνεται τῷ Κέλσῳἤ τινι τῶν κατηγορούντων τοῦ θείου λόγου φάσκων·
No Christian, then, answers Celsus or any of those who accuse the divine word, saying:
因此,沒有一個基督徒會向瑟蘇斯、或向任何控告神聖之道的人這樣回答說:
1:4325
Πῶς γνῶ τὸν θεόν; Ἕκαστος γὰρ αὐτῶν, ὡς ἐγχωρεῖ, ἔγνω τὸν θεόν
"How shall I know God?" For each of them has known God, as far as is possible.
「我怎能認識神呢?」因為他們各人都已盡其所能認識了神。
1:4326
Πῶς τὴν ἐκεῖσε ὁδὸν μάθω; ἅτε ἀκούσας τοῦ εἰπόντος·
"How shall I learn the way thither?"—inasmuch as he has heard the one who said:
「我怎能學到那條通往那裏的路呢?」──因他已聽見那位說話者說:
1:4327
Ἐγώ εἰμι ὁδὸς καὶ ἀλήθεια καὶ ζωὴ καὶ γευσάμενος ἐν τῷ ὁδεύειν τῆς ἀπὸ τοῦ ὁδεύειν ὠφελείας
"I am the way and the truth and the life," and has tasted, in journeying, the benefit that comes from journeying.
「我就是道路、真理、生命」,並且已在行路之間,嘗到了由這行路而來的益處。
1:4328
Καὶ οὐδεὶς ἂν Χριστιανῶν λέγοι Κέλσῳ·
And no Christian would say to Celsus:
也沒有一個基督徒會對瑟蘇斯說:
1:4329
Πῶς μοι δεικνύεις τὸν θεόν; . Τοῦτο δ' ἐν τοῖς προκειμένοις Κέλσος εἶπεν ἀληθές, ὅτι ἀκούσας τις αὐτοῦ τῶν λόγων ἀποκρίνεται, ἰδὼν δ' ὅτι λόγοι σκότους εἰσὶν οἱ λόγοι αὐτοῦ, ὅτι σκότος μου τῶν ὀφθαλμῶν προβάλλεις
"How wilt thou show me God?" But this Celsus said truly in the foregoing, that one who has heard his words answers, but seeing that his words are words of darkness, says: "thou castest darkness before my eyes."
「你怎能把神指給我看呢?」不過瑟蘇斯在前面倒說了一句真話,就是:聽見他話語的人會回應,但一看出他的話乃是黑暗的話,便說:「你把黑暗投在我眼前。」
1:4330
Κέλσος μὲν οὖν καὶ οἱ παραπλήσιοι αὐτῷ προβάλλειν σκότον τῶν ὀφθαλμῶν ἡμῶν θέλουσιν, ἡμεῖς δὲ τῷ φωτὶ τοῦ λόγου ἐξαφανίζομεν τὸ σκότος τῶν ἀσεβῶν δογμάτων
Celsus, then, and those like him, wish to cast darkness before our eyes, but we, by the light of the Word, make to vanish the darkness of impious doctrines.
瑟蘇斯和那些與他相類的人,固然想把黑暗投在我們眼前,但我們卻藉著那道的光,使不敬虔之教義的黑暗消散。
1:4331
Εἴποι δ' ἂν Χριστιανὸς πρὸς Κέλσον οὐδὲν ἐναργὲς καὶ πληκτικὸν λέγοντα τό·
And the Christian would say to Celsus, who says nothing distinct and striking:
基督徒會對那言之無物、毫無力道的瑟蘇斯說:
1:4332
Οὐδὲν ἐναργὲς βλέπω ἐν τοῖς σοῖς λόγοις
"I see nothing distinct in thy words."
「我在你的話裏看不見甚麼清楚的東西。」
1:4333
Οὐκ ἐκ σκότου τοίνυν εἰς λαμπρὸν φῶς προάγει ἡμᾶς Κέλσος, ἀλλὰ βούλεται ἐκ φωτὸς μεταστῆσαι εἰς σκότον, τιθεὶς τὸ σκότος εἶναι φῶς καὶ τὸ φῶς σκότος καὶ ὑποκείμενος τῷ καλῶς εἰρημένῳ ὑπὸ Ἡσαΐου τὸν τρόπον τοῦτον·
Celsus, therefore, does not lead us from darkness into brilliant light, but wishes to remove us from light into darkness, setting darkness to be light and light to be darkness, and falling under what was well said by Isaiah in this manner:
所以瑟蘇斯並不是領我們從黑暗進入炫目的光明,乃是想把我們從光明遷入黑暗,以暗為光、以光為暗,落在以賽亞如此妙語所指責的光景下:
1:4334
παντὶ τρόπῳ ἵστασθαι προαιρούμεθα, τῷ δὲ σκότῳ οὐδαμῶς προσεῖναι βουλόμεθα
...we choose in every way to stand, and in no way do we wish to attach ourselves to darkness.
……我們選擇以各樣的方式站立穩固,斷不願與黑暗有任何牽連。
1:4335
Ἔμψυχον δὲ τυγχάνον τὸ ἀληθινὸν φῶς ἐπίσταται, τίνι μὲν δεικτέον ἔσται τὰς μαρμαρυγὰς τίνι δὲ φῶς, οὐ παριστάντος αὐτοῦ τὴν λαμπρότητα ἑαυτοῦ διὰ τὴν ἔτι ἐνυπάρχουσαν ἀσθένειαν τοῖς ὀφθαλμοῖς ἐκείνου
And being ensouled, the true light knows to whom it must show the dazzling rays and to whom the light, not presenting its own brilliance because of the weakness still inhering in the eyes of that one.
那真光既是有生命的,便曉得該向誰顯出炫目的光芒、向誰顯出柔和的光──因那人眼中仍有軟弱,故不向他顯出自己全部的輝煌。
1:4336
Εἰ δ' ὅλως χρὴ λέγειν κολάζεσθαι καὶ βλάπτεσθαι ὄψιν, τίνος ἂν ἄλλου φήσωμεν τοὺς ὀφθαλμοὺς ταῦτα πάσχειν τοῦ ὑπὸ τῆς περὶ θεοῦ ἀγνοίας συνεχομένου καὶ τοῦ ὑπὸ τῶν παθῶν ἐμποδιζομένου βλέπειν ἀλήθειαν; Χριστιανοὶ μὲν οὖν οὐδαμῶς νομίζουσι πηροῦσθαι ὑπὸ τῶν Κέλσουἤ τινος ἀλλοτρίου θεοσεβείας λόγων·
But if it is at all necessary to say that sight is punished and harmed, of what else should we say the eyes suffer these things than of the one held fast by ignorance concerning God and hindered by the passions from seeing the truth? Christians, then, by no means think themselves blinded by the words of Celsus or of any other stranger to godliness;
但若真要說視力受罰受損,我們除了說那被「對神的無知」所緊纏、又被情慾攔阻而看不見真理的人之外,還能說是誰的眼睛遭受這些呢?因此基督徒絕不以為自己被瑟蘇斯、或任何別個與敬虔無分之人的話弄瞎了。
1:4337
οἱ δ' αἰσθανόμενοι ἑαυτῶν πηρουμένων ὑπὸ τοῦ κατακολουθεῖν ὄχλοις πλανω μένων καὶ ἔθνεσιν ἑορταζόντων δαιμονίοις προσίτωσαν τῷ χαριζομένῳ ὀφθαλμοὺς λόγῳ, ἵν' ὁμοίως τοῖς παρὰ τῇ ὁδῷ ἐρριμμένοις πτωχοῖς καὶ τυφλοῖς, ὑπὸ τοῦ Ἰησοῦ θεραπευ θεῖσι διὰ τὸ εἰρηκέναι αὐτῷ·
but those who perceive themselves being blinded by following crowds of wanderers and nations keeping festival to demons, let them come to the Word that bestows eyes, that, like the poor and blind cast beside the way and healed by Jesus because they had said to Him:
倒是那些察覺自己因跟從迷途的群眾、跟從向鬼魔守節的列國而被弄瞎的人,讓他們來就那賜人眼睛的道──好叫他們像那被丟在路旁、又因向耶穌喊著說:「
1:4338
Υἱὲ Δαυΐδ, ἐλέησόν με, ἐλεηθέντες ἀπολάβωσι τοὺς ὀφθαλμοὺς καινοὺς καὶ καλούς, ὁποίους λόγος θεοῦ δημιουργήσαι ἄν
"Son of David, have mercy on me," having been shown mercy, they may receive eyes new and beautiful, such as the Word of God would fashion.
「大衛的子孫,可憐我吧」而蒙耶穌醫治的貧窮瞎眼之人一樣,既蒙憐憫,便領受新而美好的眼睛,就是神的道所能造成的那種眼睛。
1:4339
Διόπερ ἐὰν ἔρηται ἡμᾶς Κέλσος, Πῶς οἰόμεθα γνω ρίσειν τὸν θεόν, καὶ πῶς πρὸς αὐτὸν σωθήσεσθαι·
Wherefore if Celsus asks us how we suppose we shall come to know God, and how we shall be saved unto Him,
因此,瑟蘇斯若問我們:我們以為自己將怎樣認識神、又怎樣得救歸向祂,
1:4340
ἀποκρι νούμεθα ὅτι ἱκανός ἐστιν τοῦ θεοῦ λόγος, γενόμενος τοῖς ζητοῦσιν αὐτὸν τοῖς ἐπιφαινόμενον αὐτὸν παραδεχομένοις, γνωρίσαι καὶ ἀποκαλύψαι τὸν πατέρα, πρὸ τῆς παρουσίας αὐτοῦ οὐχ ὁρώμενον
we shall answer that the Word of God is sufficient—having come to those who seek Him or who receive Him when He appears to them—to make known and to reveal the Father, who before His coming was not seen.
我們就要回答說:神的道是足夠的──祂臨到那些尋求祂、或在祂向他們顯現時接待祂的人──能使人認識並啟示那父,就是在祂未降臨以前無人看見的父。
1:4341
Τίς δ' ἄλλος σῶσαι καὶ προσαγαγεῖν τῷ ἐπὶ πᾶσι θεῷ δύναται τὴν τοῦ ἀνθρώπου ψυχὴν θεὸς λόγος; Ὅστις ἐν ἀρχῇ πρὸς τὸν θεὸν ὢν διὰ τοὺς κολληθέντας τῇ σαρκὶ καὶ γενομένους ὅπερ σὰρξ ἐγένετο σάρξ, ἵνα χωρηθῇ ὑπὸ τῶν μὴ δυναμένων αὐτὸν βλέπειν καθὸ λόγος ἦν καὶ πρὸς θεὸν ἦν καὶ θεὸς ἦν
And who else can save and bring the soul of man to the over-all God, than God the Word? Who, being in the beginning with God, on account of those joined to the flesh and become what flesh became, became flesh, that He might be contained by those unable to behold Him as He was Word and was with God and was God.
除了神的道之外,還有誰能拯救人的靈魂、領它歸向那超乎萬有的神呢?這道太初與神同在,為了那些與肉體聯合、成了肉體所成之狀的人,便成了肉身,好叫祂能被那些無法以「道、與神同在、就是神」之本相看見祂的人所容納。
1:4342
Καὶ σωματικῶς γε λαλούμενος καὶ ὡς σὰρξ ἀπαγγελλόμενος ἐφ' ἑαυτὸν καλεῖ τοὺς ὄντας σάρκα, ἵν' αὐτοὺς ποιήσῃ πρῶτον μορφωθῆναι κατὰ λόγον τὸν γενόμενον σάρκα, καὶ μετὰ τοῦτο αὐτοὺς ἀναβιβάσῃ ἐπὶ τὸ ἰδεῖν αὐτόν, ὅπερ ἦν πρὶν γένηται σάρξ·
And being spoken of bodily and proclaimed as flesh, He calls to Himself those who are flesh, that He may first make them be formed according to the Word who became flesh, and after this lead them up to behold Him as He was before He became flesh;
祂既以身體的方式被傳講、被宣告為肉身,便召那些屬乎肉體的人到祂這裏來,好叫他先使他們照著那成了肉身的道得以成形,此後再把他們提升上去,得見祂未成肉身以前的本相。
1:4343
ὥστε αὐτοὺς ὠφεληθέντας καὶ ἀναβάντας ἀπὸ τῆς κατὰ σάρκα εἰσαγωγῆς εἰπεῖν τό·
so that they, having been benefited and ascended from the introduction according to the flesh, may say:
如此,他們既得了益處、又從那「照著肉體」的入門階段上升,便可以說:
1:4344
Εἰ καὶ Χριστόν ποτε κατὰ σάρκα ἐγνώκαμεν, ἀλλὰ νῦν οὐκέτι γινώσκομεν. Σὰρξ οὖν ἐγένετο, καὶ γενόμενος σὰρξ ἐσκήνωσεν ἐν ἡμῖν οὐκ ἔξω γινόμενος ἡμῶν, σκηνώσας δὲ καὶ γενόμενος ἐν ἡμῖν οὐκ ἔμεινεν ἐπὶ τῆς πρώτης μορφῆς, ἀλλ' ἀναβιβάσας ἡμᾶς ἐπὶ τὸ λογικὸν ὑψηλὸν ὄρος ἔδειξεν ἡμῖν τὴν ἔνδοξον μορφὴν ἑαυτοῦ καὶ τὴν λαμπρότητα τῶν ἐνδυμάτων αὐτοῦ καὶ οὐχ ἑαυτοῦ γε μόνου ἀλλὰ καὶ τοῦ πνευματικοῦ γε νόμου, ὅς ἐστιν ἐν δόξῃ ὀφθεὶς μετὰ Ἰησοῦ Μωϋσῆς
"Even though we once knew Christ according to the flesh, yet now we know Him so no longer." He became flesh, then, and having become flesh He tabernacled among us, not becoming outside us; and having tabernacled and become in us, He did not remain at the first form, but having led us up to the rational high mountain, He showed us His glorious form and the brilliance of His garments—and not of Himself alone, but also of the spiritual law, which is Moses seen in glory together with Jesus.
「我們雖然從前憑著肉體認過基督,如今卻不再這樣認祂了。」於是祂成了肉身,並且成了肉身就住在我們中間,不在我們之外;祂既住下、又成為在我們裏面,卻不停留在最初的形狀上,乃是把我們提到那屬理性的高山,向我們顯出祂榮耀的形像和祂衣裳的光輝──不單是祂自己的,也是那屬靈律法的光輝,就是與耶穌一同在榮耀中顯現的摩西。
1:4345
Ἔδειξε δ' ἡμῖν καὶ πᾶσαν προφητείαν, οὐδὲ μετὰ τὸ ἐνανθρωπῆσαι ἀποθνῄσκουσαν ἀλλ' ἀναλαμβανομένην εἰς οὐρανόν, ἧς σύμβολον Ἠλίας ἦν
And He showed us also all prophecy, not dying even after the incarnation but being taken up into heaven, of which Elijah was a symbol.
祂也向我們顯出全備的預言,這預言縱在道成肉身之後也不死亡,乃是被提升入天──以利亞便是它的表記。
1:4346
δὲ ταῦτα θεωρήσας εἴποι ἂν τό·
And he who has beheld these things would say:
凡看見這些事的人,便要說:
← prev partnext part →
1