← All books · Greek Fathers › Commentary on Ezekiel
Theodoret
Commentary on Ezekiel 1
Greek original · 4349 verses · some words can be tapped for a gloss
1:1
Οἱ μὲν τοῦ σώματος ὀφθαλμοὶ, σχημάτων καὶ χρωμάτων ἐδημιουργήθησαν δικασταί·
The eyes of the body were fashioned to be judges of shapes and colours;
肉身的眼睛,乃是被造來作為形狀與顏色的審斷者;
1:2
καὶ δικά ζουσιν ὑγιαίνοντες μὲν, ὀρθῶς καὶ μάλα δικαίως·
and when they are healthy they judge rightly and most justly,
當它們健全時,便判斷得正確而極為公允,
1:3
ἀσθενῶς δὲ διατεθέντες, ἁμαρτάνουσι τοῦ προσήκον τος, καὶ σφόδρα τῷ δικαίῳ λυμαίνονται·
but when they are in a weakened condition they miss what is fitting and gravely do violence to what is just;
但當它們處於衰弱之境時,便錯失了合宜之事,並嚴重地損害了公正;
1:4
ἢ γὰρ παν τελῶς οὐχ ὁρῶσιν, ἢ ἕτερα βλέποντες ἀνθ' ἑτέρων, οὐ διακρίνουσι δικαίως τῶν ὁρωμένων τὴν φύσιν
for either they do not see at all, or, beholding one thing in place of another, they do not rightly discern the nature of what is seen.
因為它們或是全然看不見,或是把此物看作彼物,未能正確辨別所見之物的本性。
1:5
Τὸ δὲ τῆς ψυχῆς ὀπτικὸν, χορηγεῖ μὲν καὶ τούτοις ταύ την αὐτὴν τὴν ἐνέργειαν·
But the seeing faculty of the soul supplies this very activity even to these bodily eyes;
然而,靈魂的視覺官能,甚至將這同一項功能供給了這些肉身的眼睛;
1:6
ἐδέξατο δὲ καὶ ἑτέραν παρὰ τοῦ δημιουργήσαντος δύναμιν, δι' ἧς οὐ μόνον σχημάτων, καὶ χρωμάτων, καὶ ἀτμῶν, καὶ γεύσεων, καὶ τῶν ἄλλων τῶν τοιούτων τὰς ποιότητας διακρί νει, ἀλλὰ καὶ λόγοις δικάζει, ἀλλὰ καὶ λογισμοῖς, καὶ τούτων τοὺς δυσσεβεῖς ἀπὸ τῶν εὐσεβῶν διακρί νει, καὶ θείων καὶ ἀνθρωπίνων γινώσκει διαφορὰν, καὶ ἁπαξαπλῶς κατὰ τὸν σοφὸν Σολομῶντα νοεῖ παρα βολὴν, καὶ σκοτεινὸν λόγον, ῥήσεις τε σοφῶν καὶ αἰνίγματα
and it has received also another power from its Maker, by which it discerns not only the qualities of shapes and colours and odours and tastes and other such things, but also passes judgement by words, and by reasonings, and distinguishes the impious among these from the pious, and knows the difference between things divine and human, and, in a word, according to the wise Solomon, understands a parable and a dark saying, the words of the wise and their riddles.
它也從造它者領受了另一種能力,藉此不僅辨別形狀、顏色、氣味、滋味及其他諸如此類之物的性質,更能以言語施行判斷,且以推理施行判斷,並在其中辨別不敬虔者與敬虔者,認識神性之事與人性之事的分別,簡言之,正如智慧的所羅門所言,能領會比喻與隱晦之言、智慧人的話語與謎語。
1:7
Ἀλλὰ τούτων ἕκαστον διακρίνει, εὖ δια κείμενον, καὶ ἀπιστίας ἀπηλλαγμένον·
But it discerns each of these things when it is well-disposed and freed from unbelief;
但唯有當它處於良好狀態、脫離了不信之時,方能辨別這一切;
1:8
ἀχλύος δὲ τοιαύτης ἐπιπροσθούσης ταυτὸν ὑπομένει τοῖς τοῦ σώματος ὀφθαλμοῖς, καὶ ἕτερα ἀνθ' ἑτέρων ὁρᾷ, ἢ παντελῶς οὐχ ὁρᾷ, τοῦ πάθους ἐπικρατήσαντος
yet when such a mist lies before it, it suffers the same as the eyes of the body, and sees one thing in place of another, or does not see at all, once the affliction has gained the mastery.
然而當這樣的一層陰霾遮蔽於前時,它便與肉身的眼睛一樣,或把此物看作彼物,或全然看不見,因那病患已佔了上風。
1:9
Ταύτῃ περιπεσόντες τῇ νόσῳ τινὲς τῆς θείας Γραφῆς κατ ηγορεῖν ἐπεχείρησαν, διαφερόντως δὲ τῶν προφητι κῶν θεσπισμάτων, ὡς ἀσαφείᾳ κεκαλυμμένων
Falling into this disease, certain persons have undertaken to accuse the divine Scripture, and especially the prophetic oracles, as being veiled in obscurity.
有些人陷入了這病症,便著手控訴神聖的經文,尤其是先知的預言,說它們被晦澀所遮蔽。
1:10
Πρὸς οὓς ἂν εἰκότως ὁ θεσπέσιος εἴποι Παῦλος·
To such as these the inspired Paul might fittingly say:
對這樣的人,那受感的保羅或許會恰當地說:
1:11
Εἰ δὲ καὶ ἔστι κεκαλυμμένον τὸ Εὐαγγέλιον ἡμῶν, ἐν τοῖς ἀπολ λυμένοις ἐστὶ κεκαλυμμμένον·
But even if our Gospel is veiled, it is veiled among those who are perishing;
「即使我們的福音被遮蔽了,也是向那滅亡的人遮蔽;」
1:12
Ὑμῖν δέδοται γνῶναι τὰ μυ στήρια τῆς βασιλείας, ἐκείνοις δὲ οὐ δέδοται· καὶ τὴν αἰτίαν διδάσκων εὐθὺς ἐπάγει, ὅτι Βλέ ποντες οὐ βλέπουσι, καὶ ἀκούοντες οὐ συνιοῦσιν. Αὐτοὶ γὰρ, φησὶν, ἑκόντες ἐπισπῶνται τῆς ἀγνοίας τὸ νέφος·
To you it is given to know the mysteries of the kingdom, but to those it is not given; and, teaching the cause, he at once adds, that Seeing they do not see, and hearing they do not understand. For they of their own will, he says, draw upon themselves the cloud of ignorance;
「這國度的奧祕只叫你們知道,卻不叫那些人知道」;他又隨即講明緣由說,因為他們「看是看見,卻不曉得;聽是聽見,卻不明白」。他說,他們乃是自願地將無知的雲霧引到自己身上;
1:13
ἐὰν γὰρ ἐπιστρέψωσι πρὸς Κύριον, ᾗ φησιν ὁ θεῖος Ἀπόστολος, περιαιρεῖται τὸ κάλυμμα
for if they turn to the Lord, as the divine Apostle says, the veil is taken away.
因為正如那神聖的使徒所說,他們若歸向主,帕子就被除去了。
1:14
Οὐ τοίνυν πᾶσίν ἐστιν ἀσαφῆ τὰ θεῖα, ἀλλὰ τοῖς ἐθε λουσίως τυφλώττουσιν·
The divine things, therefore, are not obscure to all, but only to those who are wilfully blind;
所以,神聖之事並非對眾人皆晦澀難明,唯獨對那些自願瞎眼的人如此;
1:15
οὓς ἐχρῆν σκοπῆσαι, καὶ συνιδεῖν, ὅτι τῶν τιμίων οὐδὲν πρόχειρον τοῖς ἀνθρώ ποις
whom it were fitting to consider and to perceive that among precious things nothing lies ready to hand for men.
這些人本當思量並領悟:在寶貴之物中,沒有一樣是唾手可得予人的。
1:16
Τὸν μὲν γὰρ μαργαρίτην ὁ θαλάσσιος κατα κρύπτει βυθὸς, ὡσαύτως δὲ καὶ τῆς βασιλικῆς ἁλουρ γίδος τὸ ἄνθος·
For the pearl the deep of the sea hides away, and likewise the bloom of the royal purple dye;
因為珍珠被海洋的深淵所隱藏,王室紫袍的花色亦是如此;
1:17
αἱ δὲ χρυσίτιδες καὶ ἀργυρίτιδες φλέβες οὐκ ἐπιπολάζουσι τῇ γῇ, ἀλλ' ὑπὸ τῶν ταύτης συγκαλύ πτονται κόλπων·
and the veins of gold and silver do not lie upon the surface of the earth, but are covered over by her bosom;
金礦與銀礦的礦脈並不浮露於地面,而是被大地的懷抱所遮蓋;
1:18
καὶ ἐν ταῖς οἰκίαις δὲ τὰ τιμιώτερα τῶν χρημάτων ἔνδον ἐν ταμείοις φυλάττομεν, δεσμὰ, καὶ κλεῖθρα, καὶ σήμαντρα ταῖς θύραις περιτιθέντες·
and in our houses too we keep the more precious of our possessions within, in storerooms, setting bolts and bars and seals upon the doors;
在我們的家中,我們也將較貴重的財物存放在內室的庫房裡,並在門上加設閂鎖、門栓與封印;
1:19
καὶ τῶν βουλευμάτων τὰ σπουδαιότερα τοῖς γνησιω τέροις τῶν φίλων, ἀλλ' οὐ πᾶσιν ἁπλῶς ἐκφαίνειν εἰώθαμεν
and the more weighty of our counsels we are wont to disclose to the truer of our friends, but not simply to all.
我們較為要緊的計謀,習慣只向較真誠的朋友吐露,而非隨意向眾人透露。
1:20
Τούτων δὲ πάντων τῶν εἰρημένων τὰ θεῖα σεβασμιώτερα, καὶ τοσούτῳ κρείττονα, ὅσῳ τῶν ὁρατῶν τὰ ἀόρατα, καὶ τὰ νοητὰ τῶν αἰσθητῶν, καὶ τῶν ῥεόντων τὰ μένοντα
But than all these things that have been mentioned the divine things are more venerable, and better by so much as the invisible surpasses the visible, and the intelligible the sensible, and the abiding the transient.
但比起以上所述的這一切,神聖之事更為可敬,其優越程度正如無形之物勝過有形之物、可思之物勝過可感之物、常存之物勝過流逝之物。
1:21
καὶ γὰρ εὐκαταφρόνητος τῷ ὄντι τῶν προχεί ρων ἡ κτῆσις·
For truly the possession of things ready to hand is easily despised;
因為那唾手可得之物的擁有,實在是容易被人輕看的;
1:22
τὰ δὲ σὺν πόνῳ κτώμενα τριπόθητα, καὶ λίαν ἐράσμια
but the things gained with toil are thrice-desired and exceedingly lovely.
但那藉勞苦得來之物,卻是三倍地令人渴慕、極其可愛的。
1:23
Πρὸς δὲ τούτοις καὶ ἕτερον δεῖ προσθεῖναι τοῖς εἰρημένοις, ὅτι τῶν θείων προφητῶν οἱ χρησμοὶ κατηγορίαν μὲν ἔχουσι τῆς Ἰουδαίων παρανομίας, ἀγαθῶν δὲ τοῖς ἔθνεσιν ἐπαγγελίαν προσφέρουσι·
In addition to these things one must add yet another to what has been said, namely, that the oracles of the divine prophets contain an accusation of the transgression of the Jews, but bring to the nations a promise of good things;
除此以外,還須在上述之言上再添一項,就是:那些神聖先知的預言含有對猶太人違法之罪的控訴,卻向列邦帶來美善之事的應許;
1:24
καὶ ἀναγκαίως ἔδει συνεσκιᾶσθαι τὴν προφητείαν, ἵνα μὴ τῷ φθόνῳ συνήθως δουλεύοντες Ἰουδαῖοι, καὶ τοῖς ἀλλοτρίοις ἀγαθοῖς ἐπιβουλεύειν τολμῶντες, τὰς ταῦτα σημαινούσας ἀφανίσωσι βί βλους
and of necessity the prophecy had to be overshadowed, lest the Jews, who are wont to be enslaved to envy and dare to plot against the good things of others, should destroy the books that signified these things.
而這預言必須被遮蔽,免得那慣於受嫉妒轄制、且膽敢圖謀敗壞他人美善之事的猶太人,將那些指明這些事的書卷毀滅。
1:25
φείας, τὰ πράγματα μαρτυρεῖ
...of the prophecy, the events themselves bear witness.
……這預言的真確,有事實本身作見證。
1:26
Πάλαι γὰρ ἄδηλα ταῦτα τοῖς Ἰουδαίοις ὄντα ἐτύγχανεν, ἵνα φυλάττηται τῆς περὶ τῶν ἐθνῶν εὐλογίας ἀνάγραπτος ἡ μνήμη
For of old these things happened to be hidden from the Jews, in order that the written memorial of the blessing concerning the nations might be preserved.
因為這些事在古時原是向猶太人隱藏的,為要使那關乎列邦之祝福的成文記念得以保存。
1:27
Ἐπειδὴ δὲ τέλος ἡ πρόῤῥησις ἔλαβε, καὶ τὰ πρά γματα τοῖς γράμμασιν ἠκολούθησε, τηνικαῦτα λοι πὸν σαφῆ καὶ δῆλα γέγονε τῶν προφητῶν τὰ θεσπί σματα·
But when the prediction received its fulfilment, and the events followed upon the writings, then at last the oracles of the prophets became clear and manifest;
但當那預言得了應驗,事實隨著所寫的話而來之時,先知的預言終於變得清晰明朗;
1:28
οἱ γὰρ τὰς προφητικὰς ἀναγινώσκοντες βί βλους, ἐκ τῶν πραγμάτων τὴν ἑρμηνείαν λαμβάνουσι·
for those who read the prophetic books receive their interpretation from the events.
因為讀先知書卷的人,乃是從事實中獲得其解釋的。
1:29
Μηδεὶς τοίνυν, καὶ μάλιστα τῶν τῆς εὐσεβείας τρο φίμων, κατὰ τοῦ θείου Πνεύματος θρασυνέσθω, τοῖς τούτου λόγοις ἀσάφειαν ἐπιμεμφόμενος·
Let no one, therefore, and especially among those nurtured in piety, wax bold against the divine Spirit, laying the charge of obscurity against His words;
所以,任何人,尤其是那些在敬虔中受養育的人,切莫膽敢冒犯那神聖的靈,控訴祂的話語晦澀難明;
1:30
Ἀποκάλυψον τοὺς ὀφθαλμούς μου, καὶ κατανοήσω τὰ θαυμάσια ἐκ τοῦ νόμου σου. Τεύξεται γὰρ πάντως τῆς αἰτήσεως, ἐπ' ὠφελείᾳ τὴν γνῶσιν ἐπαγγείλας
Uncover my eyes, and I shall consider the wondrous things out of Thy law. For he will assuredly obtain his request, since He has promised knowledge unto profit.
「求你開我的眼睛,使我觀看你律法中的奇妙。」他必定能得著所求,因為神已應許將知識賜下,使人得益。
1:31
Φέρε τοί νυν πρὸ τῆς ἑρμηνείας ἐν κεφαλαίῳ τὴν ὑπόθε σιν διεξέλθωμεν
Come then, before the interpretation let us set forth the subject-matter summarily in a chapter.
那麼,在解釋之前,讓我們先概略地將本書的主題陳述於一段引言之中。
1:32
Οὗτος ὁ προφήτης ἤρξατο τῆς προφητείας ἐν τῷ πέμπτῳ ἔτει τῆς αἰχμαλωσίας Ἰωακεὶμ τοῦ καὶ Ἰεχονίου·
This prophet began his prophecy in the fifth year of the captivity of Joachim, who is also Jechonias;
這位先知是在約雅斤(他又名耶哥尼雅)被擄的第五年開始他的預言的;
1:33
αὕτη δὲ ἡ αἰχμαλωσία οὐ πρώτη γεγένηται, καθά τισιν ἔδοξεν, ἀλλὰ τῆς μὲν Ἱερουσαλὴμ τρίτη, τοῦ δὲ Ἰούδα τετάρτη, παντὸς δὲ τοῦ Ἰσραὴλ ἕκτη
and this captivity was not the first, as it has seemed to some, but the third of Jerusalem, the fourth of Judah, and the sixth of all Israel.
而這次被擄並非如某些人所以為的是頭一次,乃是耶路撒冷的第三次、猶大的第四次、全以色列的第六次。
1:34
Πρῶτος μὲν γὰρ ὁ Θεγλαθ φαλασὰρ δορυάλωτον ἔλαβε τῶν δέκα φυλῶν τὸ πλεῖ στον·
For first Theglathphalasar took captive the greater part of the ten tribes;
因為提革拉毗列色首先擄掠了十支派中的大部分;
1:35
δεύτερος δὲ ὁ Σαλμανασὰρ τὴν Σαμάρειαν, καὶ τὰς περὶ αὐτὴν ἐξανδραποδίσας πόλεις ἀπῆλθεν·
and second, Salmanasar, having enslaved Samaria and the cities around it, departed;
第二次,撒縵以色奴役了撒瑪利亞及其周圍的城邑後便撤離了;
1:36
τρίτος δὲ ὁ Σεναχηρεὶμ τὰς μὲν ἄλλας τῆς Ἰου δαίας ἐπολιόρκησε πόλεις, καὶ πολλοὺς μετῴκισεν αἰχμαλώτους·
and third, Sennacherim besieged the other cities of Judea and carried off many captives;
第三次,西拿基立圍攻了猶大的其他城邑,並擄去了許多俘虜;
1:37
ἐπιστρατεῦσαι δὲ τοῖς Ἱεροσολύμοις μετὰ πολλῆς δυσσεβείας ἐπιχειρήσας, ἐκομίσατο τῆς βλασφημίας τὰ ἐπίχειρα, καὶ θεηλάτῳ πληγῇ τὴν στρατείαν ἀπολέσας μετ' ὀλίγων τὴν ἐνεγκοῦσαν κατέλαβε
but having, with great impiety, undertaken to march against Jerusalem, he received the wages of his blasphemy, and, losing his army by a heaven-sent plague, he reached his native land with but a few.
但他以極大的不敬虔企圖進攻耶路撒冷,卻領受了他褻瀆的報應,並因天降的災殃喪失了他的軍隊,僅帶著少數人回到了本國。
1:38
Μετὰ τοῦτον τέταρτος ὁ Ναβουχοδονόσορ, ἐν τῷ τρίτῳ ἔτει τῆς βασιλείας Ἰωακεὶμ τοῦ υἱοῦ Ἰωσίου βασιλεύσας, μετὰ πολλῆς στρατείας εἰς τὴν Ἰουδαίαν ἀφίκετο·
After him, fourth, Nabuchodonosor, having become king in the third year of the reign of Joachim the son of Josiah, came with a great host into Judea;
在他之後,第四次是尼布甲尼撒;他在約西亞之子約雅敬作王第三年登基,率領大軍進入猶大;
1:39
καὶ πολλὰ τάλαντα χρυσοῦ καὶ ἀργύρου λαβὼν, καὶ ἐκ τοῦ βασιλικοῦ γένους αἰχμ αλώτους πολλοὺς, καὶ τῶν ἱερῶν σκευῶν ἔνια, ἀνέζευ ξεν ἐκεῖθεν δεσμὸν ἐπιθεὶς τῷ βασιλεῖ
and, having taken many talents of gold and silver, and many captives from the royal line, and some of the sacred vessels, he departed thence, having laid a bond upon the king.
他取了許多金銀的他連得,並從王室宗族中擄去許多俘虜,以及一些聖殿的器皿,便從那裡撤離,並將束縛加在那王身上。
1:40
Χρόνου δὲ ὀλίγου διαδραμόντος, ὁ μὲν Ἰωακεὶμ τελέσαι τὸν συγκείμενον οὐκ ἠθέλησε φόρον·
But when a little time had passed, Joachim was unwilling to pay the tribute that had been agreed upon;
但過了不久,約雅敬不肯繳納所議定的貢賦;
1:41
ὁ δὲ Ναβουχοδονό σορ τῷ ἑνδεκάτῳ ἔτει τῆς τούτου βασιλείας, ὀγδόῳ δὲ τῆς οἰκείας ἡγεμονίας, πάλιν ἐπιστρατεύει τοῖς Ἱερο σολύμοις·
and Nabuchodonosor, in the eleventh year of that king's reign, and the eighth of his own rule, again marched against Jerusalem;
於是尼布甲尼撒在那王作王第十一年、也就是他自己執政第八年時,再次進攻耶路撒冷;
1:42
καὶ τὸν μὲν Ἰωακεὶμ ἀναιρεῖ, καὶ ἀπὸ τοῦ τείχους ῥιφῆναι ἐκέλευσε, καὶ ἄταφον ἐπὶ πλεῖ στον καταλείπει χρόνον·
and he slew Joachim, and commanded that he be cast from the wall, and left him unburied for a very long time;
他殺了約雅敬,並下令將他從城牆上拋下,且長時間任其暴屍不得埋葬;
1:43
τοὺς δὲ ἐν τέλει πάντας αἰχμαλώτους λαβὼν, καὶ τοῖς ὑπολειφθεῖσι χειροτο νήσας βασιλέα Ἰωακείμ, τὸν καὶ Ἰεχονίαν ( υἱὸς δὲ οὗτος ἦν Ἰωακεὶμ), ἀπῆρεν εἰς Βαβυλῶνα
and, taking all those in office as captives, and having appointed as king over those who were left Joachim, who is also Jechonias (and this one was the son of Joachim), he set off for Babylon.
他將所有在位掌權的人都擄了去,並立約雅斤(他又名耶哥尼雅,此人乃是約雅敬之子)作那些剩餘之人的王,然後便啟程往巴比倫去。
1:44
Τριῶν δὲ μηνῶν πρὸς ὀλίγαις ἡμέραις διελθόντων, στασιάσαντα τοῦτον μαθὼν, πάλιν ἀφικνεῖται·
But when three months and a few days had passed, learning that this man had rebelled, he came again;
但過了三個月零幾天,他得知此人叛變,便再次前來;
1:45
καὶ τοῦτον μὲν πεδήσας μετὰ πλήθους οὐκ ὀλίγου δορυ άλωτον ἀπάγει, καθίστησι δὲ βασιλέα τὸν τούτου μὲν θεῖον, τοῦ δὲ προτέρου Ἰωακεὶμ ἀδελφὸν, Ἰωσίου δὲ υἱὸν, Μαθανίαν, τὸν καὶ Σεδεκίαν, ὅρκους παρ' αὐτοῦ λαβὼν, ὡς καὶ τὴν περὶ αὐτὸν εὔνοιαν φυλάξει, καὶ τὸν δασμὸν κατὰ καιρὸν ἀποδώσει
and this man he bound and led away captive together with no small multitude, and he set up as king this man's uncle, brother of the former Joachim and son of Josiah, Mathanias, who is also Sedekias, having taken oaths from him that he would both keep his goodwill toward him and render the tribute at the appointed time.
他將此人捆綁,連同為數不少的眾人一同擄走,並立此人的叔叔——即前一位約雅敬的兄弟、約西亞之子瑪探雅(他又名西底家)——為王,且從他取了誓言,要他既保守對自己的忠誠,又按時繳納貢賦。
1:46
Ἀλλὰ καὶ τούτου πάλιν παραβάντος τοὺς ὅρκους, καὶ μήτε τὸν δασμὸν ἀποδοῦναι θελήσαντος, μήτε τὴν. εὔνοιαν φυλάξαντος, ἀλλ' Αἰγυπτίοις προσπεφευ γότος, πολλὴν ἀγείρας στρατείαν ἀφίκετο, καὶ αὔτανδρον τὴν πόλιν λαβὼν, τά τε βασίλεια, καὶ τὸν θεῖον νεὼν, καὶ πᾶσαν λαμπρὰν ἐνέπρησεν οἰκίαν·
But when this man too again transgressed his oaths, and was neither willing to render the tribute nor kept his goodwill, but had fled for refuge to the Egyptians, Nabuchodonosor, having gathered a great host, came, and, taking the city with all its inhabitants, he set fire to the palace, and the divine temple, and every splendid dwelling;
但當此人也再次背棄了他的誓言,既不肯繳納貢賦,又不保守忠誠,反倒投奔了埃及人尋求庇護時,尼布甲尼撒便召集了大軍前來,連人帶城地攻取了那城,並放火焚燒了王宮、神聖的殿宇,以及一切華美的房屋;
1:47
τοὺς δὲ τὴν τοῦ λιμοῦ φθορὰν, καὶ τὴν πολεμικὴν διαφυγόντας σφαγὴν, ἅπαντας αἰχμαλώτους ἀπήγα γεν·
and all those who had escaped the destruction of famine and the slaughter of war he led away as captives;
他將一切逃過饑荒之毀滅與戰爭之殺戮的人,盡都擄了去;
1:48
καὶ τὰ σκεύη δὲ ἅπαντα, οὐ μόνον ὅσα ἐξ ὕλης ἀργύρου καὶ χρυσοῦ ἐπεποίητο, ἀλλὰ καὶ τοὺς ἐκ χαλκοῦ κατεσκευασμένους κίονας, καὶ τ' ἄλλα πάντα μετεκόμισεν εἰς Βαβυλῶνα
and all the vessels also, not only those which were made of the material of silver and gold, but also the pillars fashioned of bronze, and all the rest, he transported to Babylon.
並將一切器皿——不僅那些以金銀之料製成的,還有那用銅鑄造的柱子,以及其餘一切——都運到了巴比倫。
1:49
οὕτω γὰρ καὶ τῆς προφητείας ἄρχεται·
for thus indeed does the prophecy begin:
因為那預言正是這樣開始的:
1:50
Ἐν ἔτει τρίτῳ τῆς βασιλείας Ἰωακεὶμ βασιλέως Ἰούδα, ἦλθε Ναβουχοδονόσορ ὁ βασιλεὺς Βαβυλῶνος εἰς Ἱερουσαλὴμ, καὶ ἐπολιόρκει αὐτὴν, καὶ ἔδωκε Κύριος ἐν τῇ χειρὶ αὐτοῦ τὸν Ἰωακεὶμ βασιλέα Ἰούδα, καὶ ἀπὸ μέρους τῶν σκευῶν οἴκου τοῦ Θεοῦ· καὶ μετ' ὀλίγα·
In the third year of the reign of Joachim king of Judah, came Nabuchodonosor the king of Babylon to Jerusalem, and besieged it, and the Lord gave into his hand Joachim king of Judah, and part of the vessels of the house of God; and, a little further on:
「猶大王約雅敬在位第三年,巴比倫王尼布甲尼撒來到耶路撒冷,將城圍困。主將猶大王約雅敬,並神殿中器皿的一部分交在他手裡」;再往下不多幾句:
1:51
Καὶ εἶπε, φησὶν, ὁ βασιλεὺς Ἀσφανὲζ, τῷ ἀρχιευνούχῳ αὑτοῦ, εἰσαγαγεῖν ἀπὸ τῶν υἱῶν τῆς αἰχμαλωσίας τῶν υἱῶν Ἰσραὴλ καὶ ἀπὸ τοῦ σπέρματος τῆς βασιλείας
And the king, it says, spoke to Asphanez, his chief eunuch, to bring in some of the sons of the captivity of the sons of Israel, and of the seed of the kingdom.
「王吩咐太監長亞施毗拿,從以色列被擄之人的子孫中,並從王室的後裔中,帶進幾個人來。」
1:52
Πρώτη τοίνυν τῶν Ἱεροσολύμων αἰχμαλω σία ἐν τῷ τρίτῳ ἔτει γεγένηται τῆς βασιλείας Ἰωα κείμ·
The first captivity of Jerusalem, then, took place in the third year of the reign of Joachim;
由此可見,耶路撒冷的第一次被擄是發生在約雅敬作王第三年;
1:53
τοῦτο δὲ πρῶτον ἔτος τῆς τοῦ Ναβουχοδονόσορ βασιλείας
and this was the first year of the reign of Nabuchodonosor.
而這正是尼布甲尼撒作王的第一年。
1:54
Καὶ τοῦτο ὁ αὐτὸς ἡμᾶς διδάσκει προφή της λέγων οὑτωσί·
And this the same prophet teaches us, speaking thus:
同一位先知也如此教導我們,說道:
1:55
τρίτη δὲ ἐν τῷ πρώτῳ ἔτει τῆς Ἰεχονίου τοῦ Ἰωακεὶμ βασιλείας, ἐννάτῳ δὲ τῆς τοῦ Ναβουχοδονό σορ ἡγεμονίας
and the third [captivity took place] in the first year of the reign of Jechonias son of Joachim, and the ninth of the rule of Nabuchodonosor.
而第三次〔被擄〕是在約雅敬之子耶哥尼雅作王第一年、尼布甲尼撒執政第九年時發生的。
1:56
Οὐκοῦν Ἰε ζεκιὴλ τῆς προφητείας ἤρξατο ἐν τῷ πέμπτῳ ἔτει τῆς αἰχμαλωσίας Ἰωακεὶμ, τοῦ καὶ Ἰεχονίου·
Ezekiel, therefore, began his prophecy in the fifth year of the captivity of Joachim, who is also Jechonias;
所以,以西結是在約雅斤(他又名耶哥尼雅)被擄第五年開始他的預言的;
1:57
πέμπτον δὲ ἦν ἔτος καὶ τῆς Σεδεκίου βασιλείας ὃς ἀντὶ τοῦ Ἰεχονίου τῶν Ἰουδαίων ἐκεχειροτόνητο βασιλεύς
and this was also the fifth year of the reign of Sedekias, who had been appointed king of the Jews in place of Jechonias.
而這也正是西底家作王第五年;西底家是被立來代替耶哥尼雅作猶太人之王的。
1:58
κατὰ δὲ τοὺς αὐτοὺς χρόνους, οὗτοι μὲν ἐν Βαβυλῶνι προεφήτευον·
In these same times, then, these men were prophesying in Babylon;
由此可見,在這同一時期,這些人在巴比倫說預言;
1:59
ἐν δὲ τῇ Ἰουδαίᾳ Ἱερεμίας, καὶ Σοφονίας, καὶ Οὐρίας ὁ Σαμαίου
while in Judea Jeremiah, and Sophonias, and Urias the son of Samaias.
而在猶大則有耶利米、西番雅,以及示瑪雅之子烏利亞。
1:60
ἐν γὰρ τῷ τρισκαιδε κάτῳ ἔτει τῆς Ἰωσίου βασιλείας ἤρξατο τῆς προφη τείας ὁ μακάριος Ἱερεμίας, καὶ ὁ Σοφονίας δὲ ἐπὶ Ἰωσίου τοῦ βασιλέως πεποιῆσθαι τὴν προφητείαν. φησίν
For in the thirteenth year of the reign of Josiah the blessed Jeremiah began his prophecy, and Sophonias too, it says, made his prophecy in the time of King Josiah.
因為蒙福的耶利米是在約西亞作王第十三年開始他的預言的,而西番雅——經上說——也是在約西亞王的時候發出他的預言的。
1:61
Οὐρίας δὲ ὁ Σαμαίου ἐπὶ τοῦ προτέρου Ἰωακεὶμ προφητεύσας καὶ λυπηρὰ προαγορεύσας, τὴν ἄδικον ὑπέμεινεν ὑπὸ τῆς ἐκείνου μιαιφονίας σφαγήν
But Urias the son of Samaias, having prophesied in the time of the former Joachim and having foretold grievous things, endured an unjust slaughter at the hands of that king's murderous cruelty.
至於示瑪雅之子烏利亞,他在前一位約雅敬的時候說預言,預告了淒慘之事,便遭那王殺人流血的暴行不義地殺害了。
1:62
Τῶν τοίνυν κατὰ τὸν τῆς αἰχμαλωσίας προ φητευσάντων καιρὸν, ἔσχατός ἐστι προφήτης ὁ θεῖος Ἰεζεκιήλ
Of those, therefore, who prophesied at the time of the captivity, the last is the divine prophet Ezekiel.
由此可見,在被擄之時說預言的眾先知中,最後一位便是那神聖的先知以西結。
1:63
Ἀγγαῖος δὲ, καὶ Ζαχαρίας, καὶ Μαλαχίας μετὰ τὴν ἐπάνοδον προεφήτευσαν·
But Aggaeus, and Zacharias, and Malachias prophesied after the return;
但哈該、撒迦利亞和瑪拉基則是在歸回之後說預言的;
1:64
ὁρᾷ δὲ οὗτος ὁ προφήτης θείας ἀποκαλύψεις δέους καὶ φρίκης με στάς·
and this prophet beholds divine revelations full of awe and dread;
這位先知看見了充滿敬畏與戰慄的神聖啟示;
1:65
προθεσπίζει δὲ οὐ μόνον τὴν Ἰουδαίων πανωλεθρίαν, ἀλλὰ καὶ τὴν Τυρίων, καὶ Σιδωνίων, καὶ τῶν ἄλλων ἀλλοφύλων, Μωαβιτῶν τε καὶ Ἀμ μανιτῶν, καὶ Ἰδουμαίων, καὶ πρὸς τούτοις Αἰγυπτίων
and he foretells not only the utter destruction of the Jews, but also that of the Tyrians, and Sidonians, and of the other foreign peoples, both Moabites and Ammonites, and Idumeans, and, in addition to these, the Egyptians.
他不僅預言了猶太人的全然毀滅,也預言了推羅人、西頓人,以及其他外邦人——摩押人、亞捫人、以東人,此外還有埃及人——的毀滅。
1:66
Προλέγει δὲ καὶ τὴν τῆς αἰχμαλωσίας τῶν Ἰουδαίων ἀπαλλαγὴν, καὶ τοῦ θείου νεὼ τὴν οἰκοδομίαν, καὶ ἄλλα μυρία, ἃ τῇ κατὰ μέρος ἑρμηνείᾳ φυλάξομεν, ἵνα μὴ τὴν ὑπόθεσιν εἰς μῆκος ἐκτείνωμεν
And he foretells also the deliverance of the Jews from the captivity, and the rebuilding of the divine temple, and countless other things, which we shall reserve for the detailed interpretation, lest we extend the introduction to too great a length.
他也預言了猶太人從被擄之地得釋放,以及神聖殿宇的重建,還有無數其他之事——這些我們將留待逐節詳解時再論,免得將這篇引言拉得過長。
1:67
Αὐτὸν τοίνυν τὸν τοῦ προφήτου Θεὸν διὰ τοῦ προφήτου παρακαλέσαντες τοῦ τῆς γνώσεως ἡμῖν μεταδοῦναι χαρίσματος, φέρε τῆς ἑρμηνείας ἁψώμεθα
Having therefore besought, through the prophet, the very God of the prophet to impart to us the gift of knowledge, come, let us lay hold of the interpretation.
既然我們已藉著這先知懇求那先知的神本身,將知識的恩賜分賜給我們,那麼,來吧,讓我們著手進行解釋。
1:68
Καὶ ἐγένετο ἐν τῷ τριακοστῷ ἔτει, ἐν τῷ τετάρτῳ μηνὶ, πέμπτῃ τοῦ μηνός
And it came to pass in the thirtieth year, in the fourth month, on the fifth day of the month.
「第三十年四月初五日,」
1:69
Τισὶν ἔδοξε τὸ τριακοστὸν ἔτος τοῦ Ἰωβηλαίου εἶναι·
To some it has seemed that the thirtieth year is that of the Jubilee;
有些人以為這第三十年乃是禧年的第三十年;
1:70
Ἰωβηλαῖον δὲ καλοῦσιν Ἰουδαῖοι τὸν τῶν πεντήκοντα ἐτῶν ἀριθμόν
and the Jews call the Jubilee the number of the fifty years.
猶太人稱那五十年之數為禧年。
1:71
Καθάπερ γὰρ Ῥωμαῖοι κατὰ πέντε καὶ δέκα ἔτη τὴν ἀνακύκλωσιν ἀρι θμοῦσι τοῦ χρόνου, οὕτως Ἰουδαῖοι κατὰ πεντή κοντα
For just as the Romans reckon the recurring cycle of time by fifteen years, so the Jews reckon it by fifty.
正如羅馬人以十五年為一週期來計算時間,猶太人則以五十年來計算。
1:72
Τούτων τῶν πεντήκοντα ἐτῶν τριακοστὸν ἐνιαυτὸν ἔφασάν τινες εἶναι τῆς προφητείας τὸν χρόνον
Some have said that the time of the prophecy was the thirtieth year of these fifty years.
有些人說,這預言的時間乃是這五十年中的第三十年。
1:73
Ἐγὼ δὲ πρῶτον μὲν ἐν τοῖς χρονικοῖς ἐπι ζητήσας τὸν χρόνον, εὗρον τῆς αἰχμαλωσίας Ἰεχο νίου τὸν πέμπτον ἐνιαυτὸν, οὐ τῷ τριακοστῷ τοῦ Ἰωβηλαίου, ἀλλὰ τῷ πέμπτῳ ἔτει καὶ εἰκοστῷ σύγχρονον
But I, first searching for the time in the chronicles, found that it was the fifth year of the captivity of Jeconiah, contemporaneous not with the thirtieth year of the Jubilee, but with the twenty-fifth year.
但我首先在編年史中查考這時間,發現那是耶哥尼雅被擄的第五年,並非與禧年的第三十年同時,而是與第二十五年同時。
1:74
Ἔπειτα σκοπήσας, ὡς οὐδεὶς τῶν ἁγίων προφητῶν τοῦτον τὸν χρόνον παρεδήλωσε πώποτε, ἐρευνήσας εὗρον τῆς αἰχμαλωσίας τοῦτο τὸ ἔτος τριακοστόν
Then, considering how none of the holy prophets had ever anywhere indicated this time, I searched and found that this was the thirtieth year of the captivity.
其次,我思想到沒有一位聖先知曾在任何地方指明這個時間,於是我探究並發現這乃是被擄的第三十年。
1:75
Μετ' ὀλίγα γὰρ αὐτὸς οὗτος ὁ προφήτης ἀνακλιθῆναι κατὰ τοῦ πλευροῦ τοῦ δεξιοῦ προστάττε ται, καὶ λαβεῖν τοῦ Ἰούδα τὰς ἁμαρτίας ἡμέρας τεσσαράκοντα, τῆς ἡμέρας εἰς ἐνιαυτὸν λογιζομένης
For a little further on this same prophet is commanded to lie upon his right side and to take upon himself the sins of Judah for forty days, each day being reckoned as a year.
因為稍後這位同一位先知受命側臥於右邊,並擔當猶大的罪四十日,每一日算為一年。
1:76
Ἀναποδίζων δὲ, καὶ τὸν χρόνον ἀναζητῶν, εὑρίσκω τὴν αἰχμαλωσίαν οὐ πρὸ τριάκοντα γεγενημένην ἐτῶν, ἀλλὰ πρὸ τριῶν καὶ δέκα ἐτῶν
But going back and searching out the time, I find that the captivity had come to pass not thirty years before, but thirteen years before.
但我回溯查考這時間,發現那被擄之事並非發生在三十年前,而是在十三年前。
1:77
Ἀλλ' ἀγαθὸς ὢν καὶ φιλάνθρωπος ὁ Θεὸς, ἐκ τῆς οἰκείας ἀποφάσεως, οὐκ ἐκ τῆς τῶν πρα γμάτων ἐκβάσεως, τὸν τῆς παιδείας χρόνον εἴωθεν ἀριθμεῖν
Yet God, being good and loving toward mankind, is accustomed to reckon the time of chastisement from His own sentence, not from the outcome of events.
然而神既是良善又慈愛人的,祂慣常從祂自己的判決來計算管教的時間,而非從事情的結果來計算。
1:78
Οὕτω καὶ ἐπὶ τοῦ πατριάρχου πεποίηκεν Ἀβραάμ
So also He did in the case of the patriarch Abraham.
祂在先祖亞伯拉罕的事上也是如此行。
1:79
Εἰρηκὼς γὰρ, ὅτι Πάροικον ἔσται τὸ σπέρμα σου ἐν γῇ οὐκ ἰδίᾳ, καὶ δουλώσουσιν αὐτὸ, καὶ κακώσουσιν αὐτὸ ἔτη τετρακόσια, οὐκ εἴασεν παρ' Αἰγυπτίοις τοῦτον ἅπαντα διατελέσαι τὸν χρό νον, ἀλλ' ἐκ τῆς ἀποφάσεως ἀριθμεῖ τὸν τῶν τετρα κοσίων ἐτῶν ἀριθμόν·
For having said, 'Your seed shall be a sojourner in a land not their own, and they shall enslave it and afflict it four hundred years,' He did not allow it to spend all this time among the Egyptians, but reckons the number of the four hundred years from the sentence.
因為祂曾說:「你的後裔必寄居在別人的地上,那地的人要奴役他們,苦待他們四百年」,祂卻沒有讓他們在埃及人中度過這全部的時間,而是從祂的判決開始計算這四百年之數。
1:80
καὶ ἐπὶ τοῦ Νῶε δὲ εἴκοσι καὶ ἑκατὸν ἐνιαυτῶν προθεσμίαν εἰς μεταμέλειαν δεδωκὼς, τῆς παρανομίας τὴν ἐπίδοσιν θεασάμενος, οὐκ ἀνέμεινε τὸ τῆς ἀποφάσεως τέλος, ἵνα παύσῃ τῆς ἁμαρτίας τὸν δρόμον
And in the case of Noah, too, having granted a fixed term of a hundred and twenty years for repentance, when He beheld the increase of lawlessness, He did not wait for the completion of the sentence, so that He might halt the course of sin.
在挪亞的事上也是如此,祂原本定下一百二十年的期限以待人悔改,但當祂看見不法的增長時,就沒有等到判決的期滿,好使罪惡的進程止息。
1:81
Οὕτω τοίνυν κἀνταῦθα τῶν τριάκοντα ἐτῶν τὸν ἀριθμὸν εὑρήσομεν, ἀρχὴν τοῦ ἀριθμοῦ τὴν ἀπόφασιν τοῦ Θεοῦ ποιησάμενοι
So then here too we shall find the number of thirty years, taking the sentence of God as the beginning of the reckoning.
因此在這裡我們也將找出三十年之數,乃是以神的判決作為計算的起點。
1:82
Κατ εψηφίσατο δὲ ὁ Θεὸς Ἰουδαίων αἰχμαλωσίαν καὶ δουλείαν ἐν τῷ ὀκτωκαιδεκάτῳ ἔτει τῆς Ἰωσίου βασι λείας
Now God decreed the captivity and servitude of the Jews in the eighteenth year of the reign of Josiah.
神在約西亞作王第十八年,定意使猶太人被擄並淪為奴僕。
1:83
Χελκίου γὰρ τοῦ ἀρχιερέως συγκεχωσμένον τὸν Μωσαϊκὸν εὑρηκότος νόμον (τοσαύτη γὰρ Ἰου δαίας ἐκράτει παρανομία, ὡς καὶ λήθῃ παντελεῖ τὰ θεῖα παραδοθῆναι), εἶτα τοῦ βασιλέως τοῦτον ἀνα γνόντος, καὶ σκοπήσαντος, ὡς ἄντικρυς ἐναντία τῷ νόμῳ τὰ παρὰ τοῦ λαοῦ τολμώμενα, καὶ τούτου χάριν λίαν ἐκδειματωθέντος, καὶ τὸν ἀρχιερέα παρακαλέσαντος ἵλεων τὸν Θεὸν καταστῆσαι, ἀφικ νεῖται μὲν ὁ ἀρχιερεὺς πρὸς Ὀλδᾶν τὴν προφῆτιν, εὐσεβῆ γυναῖκα καὶ τῶν θείων φύλακα νόμων·
For when Hilkiah the high priest had found the Mosaic Law buried out of sight (for so great a lawlessness prevailed in Judea that even the divine ordinances had been consigned to utter oblivion), and then when the king had read it and had considered how directly contrary to the Law were the deeds daringly committed by the people, and being on this account greatly terrified, and having entreated the high priest to render God propitious, the high priest went to Huldah the prophetess, a godly woman and a keeper of the divine laws;
因為當大祭司希勒家發現摩西的律法被埋沒不見(因為當時猶大境內盛行如此大的不法,以致連神聖的典章都被完全遺忘),王讀了律法,思想到百姓所膽敢行的與律法何等直接相悖,因此極其驚懼,便懇求大祭司使神息怒;於是大祭司就去見女先知戶勒大,她是一位敬虔的婦人,並且謹守神的律法;
1:84
ἡ δὲ ἔνθους γενομένη, καὶ τοῦ θείου Πνεύματος πλήρης, εἶπε πρὸς αὐτόν·
And she, becoming inspired and full of the divine Spirit, said to him:
她受了感動,被神的靈充滿,就對他說:
1:85
Τάδε λέγει Κύριος ὁ Θεὸς Ἰσραήλ·
Thus says the Lord, the God of Israel:
耶和華以色列的神如此說:
1:86
Εἴπατε τῷ ἀνδρὶ τῷ ἀποστείλαντι ὑμᾶς πρός με·
Say to the man who sent you to me:
你們要對那差你們到我這裡來的人說:
1:87
Ἰδοὺ ἐγὼ ἐπάγω κακὰ ἐπὶ τὸν τόπον τοῦτον, καὶ ἐπὶ τοὺς κατοικοῦντας ἐν αὐτῷ, πάντας τοὺς λόγους τοῦ βιβλίου οὗ ἀνέγνω ὁ βασιλεὺς Ἰούδα·
Behold, I am bringing evils upon this place and upon those who dwell in it, even all the words of the book which the king of Judah has read;
看哪,我必降災禍與這地方和其上的居民,就是猶大王所讀那書上的一切話;
1:88
ἀνθ' ὧν ἐγκατέλιπόν με, καὶ ἐθυμίασαν θεοῖς ἑτέροις, ἵνα παροργίσωσί με ἐν πᾶσι τοῖς ἔργοις τῶν χειρῶν αὑτῶν·
because they have forsaken Me and burned incense to other gods, that they might provoke Me to anger with all the works of their hands;
因為他們離棄了我,向別神燒香,用他們手所作的一切惹我發怒;
1:89
καὶ ἐκκαυθήσεται ὁ θυμός μου ἐν τῷ τόπῳ τούτῳ, καὶ οὐ σβεσθήσεται·
and My wrath shall be kindled against this place, and it shall not be quenched;
所以我的忿怒必向這地方發作,總不熄滅;
1:90
πρὸς δὲ τὸν βασιλέα Ἰούδα, τὸν καὶ ἀποστείλαντα ὑμᾶς τοῦ ἐκζητῆσαι τὸν Κύριον, οὕτως ἐρεῖτε πρὸς αὐτόν·
But to the king of Judah, who also sent you to seek the Lord, thus shall you say to him:
至於那差你們來求問耶和華的猶大王,你們要這樣對他說:
1:91
Τάδε λέγει Κύριος ὁ Θεὸς Ἰσραήλ·
Thus says the Lord, the God of Israel:
耶和華以色列的神如此說:
1:92
Ἀνθ' ὧν ἤκουσας τοὺςλόγους μου, καὶ μετεμελήθη ἡ καρδία σου, καὶ ἐνετράπης ἀπὸ προσώπου μου, ὡς ἤκουσας ὅσα ἐλά λησα ἐπὶ τὸν τόπον τοῦτον, καὶ ἐπὶ τοὺς κατοικοῦν. τας ἐν αὐτῷ, τοῦ γενέσθαι εἰς ἀφανισμὸν, καὶ διέῤῥηξας τὰ ἱμάτιά σου, καὶ ἔκλαυσας ἐνώπιόν μου, καὶ ἐγὼ ἤκουσα, φησὶ Κύριος·
Because you have heard My words, and your heart has been touched with repentance, and you have humbled yourself before My face, when you heard all that I spoke against this place and against those who dwell in it, that it should become a desolation, and you have torn your garments and wept before Me, I also have heard you, says the Lord;
因你聽了我的話,你的心也已悔改,並且在我面前自卑;當你聽見我指著這地方和其上的居民所說的話,說這地必成為荒場,你便撕裂衣服,在我面前哭泣,我也應允了你,這是耶和華說的;
1:93
οὐχ οὕτως; Ἰδοὺ ἐγὼ προστίθημί σε πρὸς τοὺς πατέρας σου, καὶ ἐπαχθήσῃ εἰς τὸν τάφον σου ἐν εἰρήνῃ, καὶ οὐκ ὄψονται οἱ ὀφθαλμοί σου πάντα τὰ κακὰ ἃ ἐγὼ ἐπάγω ἐπὶ τὸν τόπον τοῦτον, καὶ ἐπὶ τοὺς κατοι κοῦντας αὐτόν. Ταῦτα δὲ καὶ ἡ τῶν Παραλειπομέ νων βίβλος διδάσκει
is it not so? Behold, I will gather you to your fathers, and you shall be brought to your grave in peace, and your eyes shall not see all the evils which I am bringing upon this place and upon those who dwell in it. These things the book of Chronicles also teaches.
豈不是如此嗎?看哪,我必使你歸到你列祖那裡,你必平平安安地被收殮入墳墓,我所要降與這地方和其上居民的一切災禍,你的眼必不得見。這些事歷代志一書也有教導。
1:94
Ἐπράχθη δὲ ταῦτα καὶ ἐῤῥέθη ἐν τῷ ὀκτωκαιδεκάτῳ ἔτει τῆς βασιλείας Ἰωσίου·
Now these things were done and spoken in the eighteenth year of the reign of Josiah;
這些事乃是在約西亞作王第十八年所行、所說的;
1:95
ἓν δὲ καὶ τριάκοντα ἐβασίλευσεν ἔτη
and he reigned thirty-one years.
他共作王三十一年。
1:96
Ἀπὸ τοίνυν τοῦ ὀκτωκαιδεκάτου ἕως τοῦ τριακοστοῦ πρώτου γίνονται ἔτη τεσσαρακαίδεκα·
So then from the eighteenth to the thirty-first year there are fourteen years;
因此,從第十八年到第三十一年,共有十四年;
1:97
μετὰ δὲ τοῦτον Ἰωάχας τρεῖς μῆνας ἐβασίλευσεν, οὓς δεῖ τούτοις αὐτοὺς συνάψαι τοῖς ἔτεσι, διὰ τὸ τῷ ὀγδόῳ μηνὶ τοῦ ὀκτωκαιδεκάτου ἔτους γεγενῆσθαι τὴν προφητείαν·
and after him Jehoahaz reigned three months, which must be joined together with these years, because the prophecy took place in the eighth month of the eighteenth year;
在他之後約哈斯作王三個月,這三個月必須併入這些年數,因為那預言乃是在第十八年的八月發生的;
1:98
εἶτα τοῦ Ἰωακεὶμ ἕνδεκα τοῖς προτέροις συνάψαντες ἔτεσιν, εὑρήσομεν πέντε καὶ εἴκοσι
then, joining the eleven years of Jehoiakim to the preceding years, we shall find twenty-five.
然後將約雅敬的十一年加入前面的年數,我們便得二十五年。
1:99
Τοὺς δὲ τρεῖς μῆνας τοῦ Ἰεχονίου καὶ τὰς ὀλίγας ἡμέρας, πάλιν ἀντὶ τῶν ὑπολοίπων μηνῶν τοῦ ὀκτωκαιδεκάτου ἔτους ἀντεισάξομεν
But the three months of Jeconiah and the few days we shall in turn substitute for the remaining months of the eighteenth year.
而耶哥尼雅的三個月與那幾日,我們則用以代替第十八年所剩餘的月份。
1:100
Τοῖς δὲ πέντε καὶ εἴκοσι τὰ πέντε τῆς αἰχμαλωσίας τοῦ Ἰεχονίου προστεθεικότες τὸν τῶν τριάκοντα ἐτῶν εὑρήσομεν ἀριθμόν·
And having added the five years of the captivity of Jeconiah to the twenty-five, we shall find the number of thirty years;
把耶哥尼雅被擄的五年加在這二十五年上,我們便得三十年之數;
1:101
οὕτω καὶ τῶν ἑβδομήκοντα τῆς αἰχμαλωσίας ἐτῶν τὸ ἀψευδὲς καταλαβεῖν δυνησό μεθα
and thus we shall be able to grasp the truth of the seventy years of the captivity as well.
如此,我們也就能夠掌握那被擄七十年之事的真確性。
1:102
ἑβδομηκοντούτης συμπληροῦται χρόνος
the time is completed as seventy years.
這時間便滿足了七十年之數。
1:103
Τῆς δὲ τοῦ ναοῦ ἐρημίας τὰ ἑβδομήκοντα ἔτη ὁ βουλόμενος ἀριθμῆσαι, ἀρξάσθω μὲν ἀπὸ ἑνδεκάτου ἔτους Σεδεκίου·
But whoever wishes to reckon the seventy years of the desolation of the temple, let him begin from the eleventh year of Zedekiah;
但凡願意計算聖殿荒涼七十年的人,讓他從西底家第十一年開始算起;
1:104
τηνι καῦτα γὰρ ὁ θεῖος ἐνεπρήσθη νεώς·
for it was at that time that the divine temple was set on fire;
因為那時神聖的殿被焚燒了;
1:105
λέγει τοίνυν ὁ προφήτης, ὅτι
The prophet therefore says that:
所以先知說:
1:106
Τῷ τριακοστῷ ἔτει, ἐν τῷ τετάρτῳ μηνὶ, πέμ πτῃ τοῦ μηνὸς, ἐγὼ ἤμην ἐν μέσῳ τῆς αἰχμαλω σίας ἐπὶ τοῦ ποταμοῦ τοῦ Χοβὰρ, καὶ ἠνοίχθη σαν οἱ οὐρανοὶ, καὶ ἴδον ὅρασιν Θεοῦ
In the thirtieth year, in the fourth month, on the fifth day of the month, I was in the midst of the captivity by the river Chebar, and the heavens were opened, and I saw a vision of God.
當第三十年四月初五日,我在被擄的人中,在迦巴魯河邊,天就開了,我得見神的異象。
1:107
τοῦτο πέμπτον ἔτος τῆς αἰχμαλωσίας Ἰωακεὶμ τοῦ βασιλέως
this is the fifth year of the captivity of King Joachim.
這是約雅斤王被擄的第五年。
1:108
Σαφῶς δὲ καὶ ἡμᾶς αὐτὸς ἐδίδαξεν, ὅτι οὐ τῆς αἰχμαλωσίας ἁπλῶς πέμπτον ἔτος, ἀλλὰ τῆς Ἰωακεὶμ τοῦ βα σιλέως αἰχμαλωσίας·
And he himself taught us plainly that it is not simply the fifth year of the captivity, but of the captivity of King Joachim;
他自己也清楚地教導我們,這並非僅僅是被擄的第五年,而是約雅斤王被擄的第五年;
1:109
οὗτος δὲ, ὡς ἔφην, Ἰεχονίας ἦν τρεῖς μῆνας βασιλεύσας, καὶ ὀλίγας ἡμέρας·
and this man, as I said, was Jeconiah, who reigned three months and a few days;
如我所說,這人就是耶哥尼雅,他作王三個月零幾日;
1:110
ὁ γὰρ τούτου πατὴρ Ἰωακεὶμ ἑνδεκάτῳ ἔτει τῆς αὑτοῦ βασιλείας ἐν Ἱεροσολύμοις ἐσφάγη
for his father Joachim was slain in Jerusalem in the eleventh year of his own reign.
因為他的父親約雅敬在自己作王第十一年時,在耶路撒冷被殺。
1:111
Ἀνεῳχθῆναι δὲ τοὺς οὐρανοὺς ἔφη, οὐκ ἀληθείᾳ καὶ πρά γματι, ἀλλὰ πνευματικῇ θεωρίᾳ·
And he said that the heavens were opened, not in truth and reality, but in spiritual contemplation;
他說天開了,並非按著真實與實際,而是按著屬靈的洞見;
1:112
Καὶ ἴδον, φησὶν, ὅρασιν Θεοῦ. Οὐκ οὐσίαν Θεοῦ, ἀλλ' ὅρασιν· ἀπο κάλυψίν τινα, καὶ οἱονεὶ ἀνατύπωσιν, τὴν ἐφικτὴν ἀνθρωπείᾳ φύσει
'And I saw,' he says, 'a vision of God.' Not the essence of God, but a vision; a certain revelation, and as it were an impression, such as is attainable by human nature.
他說:「我得見神的異象。」不是神的本體,而是異象;乃是某種啟示,可說是一種形像的印記,是人性所能領受的。
1:113
Καὶ ἤμην ἐν μέσῳ τῆς αἰχμα λωσίας. Ὁ εὐσεβὴς μετὰ τῶν δυσσεβῶν, μετὰ τῶν. παρανόμων ὁ δίκαιος
'And I was in the midst of the captivity.' The godly man among the ungodly, the righteous man among the lawless.
「我在被擄的人中。」敬虔的人在不敬虔的人中間,義人在不法的人中間。
1:114
Καὶ ἐγένετο λόγος Κυρίου πρὸς Ἰεζεκιὴλ υἱὸν Βουζεὶ τὸν ἱερέα, ἐν γῇ Χαλδαίων, ἐπὶ τοῦ ποταμοῦ τοῦ Χοβάρ
'And the word of the Lord came to Ezekiel the son of Buzi, the priest, in the land of the Chaldeans, by the river Chebar.'
「耶和華的話特特臨到迦勒底人之地、迦巴魯河邊、布西的兒子祭司以西結。」
1:115
ἀμφότερα δὲ δῶρα τοῦ Πνεύματος·
and both are gifts of the Spirit;
這兩者都是聖靈的恩賜;
1:116
λέγει δὲ καὶ τὴν χώραν, καὶ τὸν τόπον, ἔνθα τῆς θείας ἀποκαλύψεως ἠξιώθη, πολλὰ διὰ τού των παραδηλῶν·
and he mentions both the country and the place where he was deemed worthy of the divine revelation, indicating many things by these words;
他也提到他蒙受神聖啟示的地域和地點,藉這些話指明許多事;
1:117
πρῶτον μὲν, ὅτι τὸ Θεῖον ἀπερί γραφον, οὐκ ἐν μόνοις Ἱεροσολύμοις ἔχον τὴν ἐξου σίαν οὐδὲ μόνων Ἰουδαίων δεσπόζον, ἀλλὰ πάντων ὑπάρχον καὶ ποιητὴς, καὶ πρύτανις·
first, that the Deity is uncircumscribed, having His authority not in Jerusalem alone, nor being Lord of the Jews only, but existing as Maker and Ruler of all;
首先,指明神性是不受限量的,祂的權能不僅在於耶路撒冷,也不僅管轄猶太人,而是萬有的創造者和主宰;
1:118
δηλοῖ δὲ τοῦτο καὶ τὴν ἄῤῥητον ἀγαθότητα, ὅτι καὶ αἰχμαλωσίᾳ παραδοὺς ἀτημελήτους οὐκ ἐᾷ, ἀλλὰ προμηθείας ἁπάσης καὶ τῆς προσηκούσης ἀξιοῖ κηδεμονίας
and this also declares His ineffable goodness, that even when He had delivered them over to captivity, He does not leave them uncared for, but deems them worthy of all forethought and of the befitting solicitude.
這也宣告祂那不可言喻的良善,就是祂雖將他們交於被擄,卻不撇下他們不顧,而是以一切的眷顧和合宜的看護待他們。
1:119
Παρ' ὕδατα δὲ τῆς θεωρίας αὐτὸν ἀξιοῖ, προσημαίνων ἁπάντων ἀνθρώπων τὴν σωτηρίαν, καὶ τὴν διὰ τῆς τοῦ ὕδατος παλιγγενεσίας ἐσομένην τοῖς εὐσεβέσι θεογνωσίαν προδηλῶν
And He deems him worthy of the vision by the waters, foreshadowing the salvation of all mankind, and prefiguring the knowledge of God that shall come to the godly through the regeneration of water.
祂使他在水邊蒙受異象,乃是預示全人類的救恩,並預表敬虔之人將要藉著水的重生而得著對神的認識。
1:120
οὕτω πάλιν αὐτὸ τὸ φρέαρ καὶ τὸ ὕδωρ τὸν γάμον προὐ ξένησεν·
so too the well itself and the water occasioned the marriage;
照樣,那井和水也促成了婚姻;
1:121
τοῦτο δὲ καὶ τοῖς πρὸ αὐτοῦ πατριάρχαις, οὐ τῷ Ἰακὼβ μόνον, ἀλλὰ καὶ τῷ Ἰσαὰκ συνέβη Ἀλλ' ἐπὶ τὴν ἑρμηνείαν ἐπανέλθωμεν·
and this happened also to the patriarchs before him, not to Jacob only, but also to Isaac. But let us return to the interpretation;
這事也發生在他以前的先祖身上,不僅是雅各,也有以撒。但讓我們回到解釋上;
1:122
οὔτε γὰρ ἐπὶ ταῦτα τὴν ὁρμὴν ἐπὶ τοῦ παρόντος ὁ λόγος ἔχει
for the discourse does not at present have its impulse toward these matters.
因為此刻這論述的方向並不在於這些事上。
1:123
Καὶ ἐγένετο ἐπ' ἐμὲ χεὶρ Κυρίου. Τὴν τοῦ θείου Πνεύματος ἐνέργειαν οὕτως ἐκάλεσε
'And the hand of the Lord was upon me.' Thus he called the working of the divine Spirit.
「耶和華的手臨到我身上。」他如此稱呼神聖之靈的運行。
1:124
Καὶ γὰρ ὁ θεσπέσιος Παῦλος ἀντιτείνοντι τῷ Ἐλύμᾳ παιδείαν ἐπιφέρων, οὕτως ἔφη·
For indeed the divinely-inspired Paul, when he brought chastisement upon Elymas who resisted him, spoke thus:
因為那受神默示的保羅,當他施行管教於抵擋他的以呂馬時,也是這樣說:
1:125
Ἰδοὺ χεὶρ Κυρίου ἐπὶ σὲ, καὶ ἔσῃ τυφλὸς, μὴ βλέπων τὸν ἥλιον ἄχρι καιροῦ. Τοῦ δὲ θείου Πνεύματος ἦν ἐνέργεια, ὡς αὐτὸς ὁ Παῦλός φησιν, ἐν δυνάμει σημείων καὶ τεράτων, ἐν δυνάμει Πνεύματος Θεοῦ
'Behold, the hand of the Lord is upon you, and you shall be blind, not seeing the sun for a season.' And it was the working of the divine Spirit, as Paul himself says, in the power of signs and wonders, in the power of the Spirit of God.
「看哪,主的手加在你身上,你要瞎眼,暫且不見日光。」這乃是神聖之靈的運行,正如保羅自己所說,是在神蹟奇事的能力上,在神之靈的能力上。
1:126
Ἐγένετο ἐπ' ἐμὲ, φησὶ, χεὶρ τοῦ Κυρίου. δʹ
'The hand of the Lord came upon me,' he says.
他說:「耶和華的手臨到我。」
1:127
Καὶ εἶδον, καὶ ἰδοὺ πνεῦμα ἐξαῖρον ἤρχετο ἀπὸ βοῤῥᾶ, καὶ νεφέλη μεγάλη ἐν αὐτῷ, καὶ φέγγος κύκλῳ αὐτοῦ, καὶ πῦρ ἐξαστράπτον
'And I looked, and behold, an uplifting wind came from the north, and a great cloud was in it, and brightness round about it, and flashing fire.'
「我觀看,見有一陣捲起的暴風從北方颳來,有一朵大雲,周圍有光輝,又有閃爍的火。」
1:128
Ἀναγκαῖον πρότερον τὴν τῆς ἀποκαλύψεως αἰτίαν εἰπεῖν, εἶθ' οὕτω κατὰ μέρος τὴν ἑρμηνείαν ἐπαγα γεῖν
It is necessary first to state the cause of the revelation, and then in this way to bring forward the interpretation part by part.
有必要先說明這啟示的緣由,然後如此逐部分地提出解釋。
1:129
Πολλοὶ κατὰ τὸν καιρὸν τοῦτον ψευδοπροφῆται τοῖς προφήταις ἀντέλεγον·
Many false prophets at this time were speaking against the prophets;
當時有許多假先知抵擋真先知;
1:130
καὶ τοῦτο μάλιστα ἡμᾶς ὁ μακάριος Ἱερεμίας διδάσκει
and the blessed Jeremiah especially teaches us this.
尤其是那有福的耶利米在這事上教導我們。
1:131
Τοῦ γὰρ Θεοῦ κλοιο φορεῖν αὐτὸν κελεύσαντος, καὶ προλέγειν τὴν αἰχμ αλωσίαν, τοῦ τε βασιλέως, καὶ παντὸς τοῦ λαοῦ, Ἀνα νίας τις ψευδοπροφήτης ταῦτα συντρίψας, ἀντέλεγεν τοῖς ὑπὸ τοῦ προφήτου λεγομένοις, ἄντικρυς ψευδό μενος, καὶ βοῶν, ὅτι οὐ μόνον ἡ πόλις ἀνάστατος οὐ γενήσεται, ἀλλὰ καὶ οἱ ἤδη πρότερον αἰχμάλωτοι γεγονότες, οὐκ εἰς μακρὰν ἐπανήξουσι
For when God had commanded him to wear a yoke and to foretell the captivity of both the king and all the people, a certain false prophet named Hananiah, having broken these bonds, spoke against the things declared by the prophet, lying outright, and crying aloud that not only would the city not be overthrown, but that even those who had already been taken captive before would return before long.
因為當神吩咐他戴著軛枷,並預言王和全體百姓要被擄的時候,有一個名叫哈拿尼雅的假先知折斷了這軛,抵擋先知所說的話,公然說謊,大聲喊叫說,不但這城不會被傾覆,就連那些先前已經被擄去的人,也必不久就歸回。
1:132
ποδισμὸν προαγορεῦσαι, γράψαι δὲ τοῖς ἐν Βαβυλῶνι δορυαλώτοις, καὶ οἰκίας οἰκοδομῆσαι, καὶ ἀμπελῶνας φυτεῦσαι·
to foretell the enslavement, and to write to those held captive in Babylon, both to build houses and to plant vineyards;
要預言那被奴役之事,並寫信給在巴比倫被擄的人,叫他們蓋造房屋,栽種葡萄園;
1:133
ὡς τῆς τῶν ἑβδομήκοντα ἐτῶν ἀποφάσεως ἀψευδοῦς ὑπαρχούσης
inasmuch as the sentence of the seventy years was unerring.
因為那七十年的判決乃是確實無誤的。
1:134
Ἔδει τοίνυν μὴ μόνον ἐν τῇ Ἰουδαίᾳ τὸν Ἱερεμίαν ταῦτα λέγειν καὶ γράφειν, ἀλλὰ καὶ τοὺς ἐν τῇ αἰχμαλωσίᾳ διὰ τῶν παρ' αὐτοῖς προφητῶν ταῦτα μανθάνειν·
It was necessary therefore that Jeremiah should not only say and write these things in Judea, but that those in the captivity should also learn them through the prophets among them;
因此,耶利米不僅需要在猶大述說並記載這些事,那些在被擄之地的人也需要藉著他們當中的先知得知這些事;
1:135
ὁρᾷ μέντοι ὁ προφή της τῶν Ἱεροσολύμων γενησομένην τὴν πανωλε θρίαν
the prophet, however, sees the utter destruction that was to come upon Jerusalem.
然而這先知看見那將要臨到耶路撒冷的全然毀滅。
1:136
Τοῦτο γὰρ σημαίνει τὸ, Πνεῦμα ἐξαῖρον ἤρχετο ἀπὸ βοῤῥᾶ, ἢ, ὡς Σύμμαχος ἔφη, καταιγί ζον· σημαίνει δὲ ἡ τοῦ πνεύματος σφοδρότης τοῦ Βαβυλωνίου τὴν ἔφοδον·
For this is what is signified by 'an uplifting wind came from the north,' or, as Symmachus rendered it, 'sweeping like a tempest'; and the vehemence of the wind signifies the onset of the Babylonian;
因為「有一陣捲起的暴風從北方颳來」所表明的正是此意,或如西馬庫所譯的「如狂風橫掃」;那風的猛烈表明巴比倫人的來襲;
1:137
ἡ δὲ μεγίστη νεφέλη, τῶν δοράτων, καὶ τῶν ἀκοντίων, καὶ τῶν παντοδαπῶν βελῶν τὸν κατακλυσμόν·
and the very great cloud signifies the deluge of spears, javelins, and arrows of every kind;
那極大的雲表明矛槍、標槍和各樣箭矢如洪水般傾瀉;
1:138
τὸ δὲ ἐξαστράπτον πῦρ, οὐ μόνον τὸ ἐπαγόμενον δέος, ἀλλὰ καὶ τὸν διὰ τοῦ πυρὸς γενόμενον τῆς πόλεως ἀφανισμόν·
and the flashing fire signifies not only the terror that was brought on, but also the destruction of the city that came about through fire;
那閃爍的火不僅表明所帶來的恐懼,也表明那城藉火而致的毀滅;
1:139
τὸ δὲ φέγγος τὸ κύκλῳ, τὴν ἐπιφαινομένην διὰ τῆς τιμω ρίας τοῦ Θεοῦ δόξαν
and the brightness round about signifies the glory of God that was manifested through the punishment.
那周圍的光輝表明神藉刑罰所顯明的榮耀。
1:140
Ἐπειδὴ γὰρ τῶν εὐεργεσιῶν οὐκ ἀπώναντο, οὐδὲ συνιδεῖν ἐξ ἐκείνων τὸν εὐεργέ την ἠθέλησαν, διὰ τῆς τιμωρίας εἰσδέχονται τὴν ἐπίγνωσιν·
For since they had not profited from the benefits, nor were they willing from those benefits to recognize their Benefactor, they receive the knowledge of Him through the punishment;
因為他們既不從恩惠中得益,也不願藉那些恩惠認識那施恩者,就藉著刑罰領受了對祂的認識;
1:141
Ὕστερον αἰχμαλωσίας μου μετενόησα. – Καὶ ἐν τῷ μέσῳ αὐτοῦ, ὡς ὅρα σις ἠλέκτρου ἐν μέσῳ τοῦ πυρὸς, καὶ φέγγος ἐν αὐτῷ. Μέχρι μὲν οὖν τούτου τὴν ἀποκάλυψιν ἡμῖν ὁμοῦ πᾶσαν ἐδήλωσεν·
After my captivity I repented. — 'And in the midst of it, as the appearance of amber in the midst of the fire, and radiance within it.' Up to this point, then, he has disclosed to us the whole revelation together;
「在我被擄之後,我就悔改了。」——「其中好像火中發光的琥珀,又有光輝在其內。」到此為止,他將整個異象一併向我們啟示;
1:142
ἐντεῦθεν δὲ ἐπὶ τὴν κατὰ μέρος ἐξήγησιν ἔρχεται
but from here on he proceeds to the exposition part by part.
但從此以後,他便逐一進入分項的解說。
1:143
Καὶ ἐν τῷ μέσῳ ὡς ὁμοίωμα τεσσάρων ζώων
'And in the midst, as the likeness of four living creatures.'
「在其中好像有四個活物的樣式。」
1:144
Ζῶον καλεῖται λογικὸν, καὶ ὁ ἄνθρωπος, καὶ ὁ ἄγγελος·
A rational being is called a 'living creature'—both man and angel;
凡是有理性的都稱為「活物」,人是,天使也是;
1:145
ἀλλ' ὁ μὲν λογικὸν θνητὸν, ὁ δὲ λογικὸν ἀθάνατον
but the one is a mortal rational being, the other an immortal rational being.
只是前者是必死的理性之物,後者是不朽的理性之物。
1:146
Τίς δ' ἂν δυνηθείη σαφῶς ἑρμηνεῦσαι τὴν ἀποκάλυψιν, αὐτοῦ τοῦ προφήτου περὶ τὴν διήγησιν ἀτονήσαντος; Οὐ γὰρ ἁπλῶς ἔφη τέσσαρα τεθεᾶσθαι ζῶα, οὔτε μὴν ὁμοίωμα ζώων, ἀλλ' ὡς ὁμοίωμα τεσσάρων ζώων· ὡς εἶναι δῆλον, ὅτι οὐκ αὐτὰς ἐθεώρουν τῶν ἀοράτων τὰς φύσεις οἱ θεσπέσιοι προ φῆται, ἀλλ' εἰκάσματά τινα καὶ ἐκτυπώματα εἰς χρείαν ἑκάστην ὑπὸ τοῦ μεγαλοδώρου δεικνύμενα·
But who could clearly interpret the revelation, when the prophet himself grew faint in the very telling of it? For he did not simply say that he beheld four living creatures, nor even the likeness of living creatures, but 'as the likeness of four living creatures'—so that it is plain that the divinely-inspired prophets did not behold the very natures of the invisible beings, but certain images and impressions shown by the Bountiful One for each particular need.
但當先知自己在敘述之際尚且力不能及時,誰又能清楚地解釋這異象呢?因為他並非單純地說他看見了四個活物,甚至也不是活物的樣式,乃是「好像四個活物的樣式」;由此可知,那些蒙神默示的先知並未看見那些不可見者的本性本身,乃是那位大施恩者為各樣需要所顯明的某些形象與印記。
1:147
λέγει τοίνυν ἡμῖν καὶ τῶν ὀφθέντων αὐτῷ ζώων τὰ σχήματα
He therefore tells us also the forms of the living creatures that appeared to him.
因此他也向我們述說那向他顯現的活物之形狀。
1:148
Αὕτη γὰρ, φησὶν, ἡ ὅρασις αὐτῶν, ὁμοίωμα ἀν θρώπου ἐν αὐτοῖς
'For this,' he says, 'was their appearance: there was the likeness of a man in them.'
他說:「牠們的形像是這樣:牠們有人的樣式。」
1:149
( ϛʹ.) Καὶ τέσσαρα πρόσωπα τῷ ἑνὶ, καὶ τέσσαρες πτέρυγες τῷ ἑνί
(6.) 'And each had four faces, and each had four wings.'
(六)「每一個有四張臉,每一個有四個翅膀。」
1:150
Καὶ τὰ σκέλη αὐτῶν ὀρθὰ, καὶ πτερωτοὶ οἱ πόδες αὐτῶν, καὶ σπινθῆρες ὡς ἀστράπτων χαλκὸς, καὶ κοῦ φαι αἱ πτέρυγες αὐτῶν
'And their legs were straight, and their feet were winged, and there were sparks like flashing bronze, and their wings were light.'
「牠們的腿是直的,腳是有翅膀的,有火花如同閃耀的銅,牠們的翅膀是輕快的。」
1:151
Καὶ χεὶρ ἀνθρώπου ὑπο κάτωθεν τῶν πτερύγων αὐτῶν ἐπὶ τὰ τέσσαρα μέρη αὐτῶν
'And the hand of a man was beneath their wings upon their four sides.'
「在牠們的翅膀底下,四面都有人的手。」
1:152
Τὸ μὲν οὖν εἶδος τῶν ὀφθέντων ὄρθιον. εἶναί φησι, καὶ ἀνθρώπῳ ἐοικός·
The form of the beings that appeared, then, he says was upright and resembling a man;
他說,那些顯現之物的形狀是直立的,並且像人;
1:153
τετραπρόσωπον δὲ ἕκαστον, καὶ τετραπτέρυγον, ἰσαρίθμους δὲ ταῖς πτέρυξι καὶ χεῖρας ἔχειν ἔφη, πλήρεις δὲ πτερῶν καὶ τοὺς πόδας εἶναι
and each was four-faced and four-winged, and he said they had hands equal in number to their wings, and that their feet too were full of feathers.
每一個都是四面的、四翅的,他又說牠們有與翅膀數目相同的手,連牠們的腳也都滿是羽毛。
1:154
Παραδηλοῖ δὲ διὰ τοῦ ἀριθμοῦ τῶν τε προσώπων, καὶ τῶν πτερύγων, τῶν τὸ θεῖον σχῆμα φερουσῶν δυνάμεων, τοῦ παμβασιλέως Θεοῦ τὴν πάντοτε διήκουσαν ἐποψίαν
Through the number of the faces and of the wings, of the powers that bear the divine form, he intimates the ever-pervading oversight of God the King of all.
他藉著那些承載神聖形狀之能者的臉與翅膀之數目,隱示萬王之王神那無所不及的鑒察。
1:155
Τὸ δὲ ὑπόπτερον σημαίνει τῆς φύσεως αὐτῶν τὴν ὀξύτητα·
The winged quality signifies the swiftness of their nature;
那有翅膀之特質表明牠們本性的敏捷;
1:156
οἱ δὲ τῷ λαμπροτάτῳ χαλκῷ ἐοικότες σπινθῆρες, τὴν φαιδρό τητα καὶ τὴν τοῦ φρονήματος σημαίνουσι καθαρό τητα·
while the sparks resembling most brilliant bronze signify the brightness and the purity of their understanding;
那如同最明亮之銅的火花,則表明牠們心思的光輝與純潔;
1:157
αἱ δὲ ὑπὸ τὰς πτέρυγας κεκρυμμέναι χεῖρες, τὴν ἀόρατον καὶ ποικίλην ἐνέργειαν
and the hands hidden beneath the wings signify their invisible and manifold activity.
而那藏在翅膀底下的手,表明牠們那不可見且多樣的作為。
1:158
Οὐκ ἐπεστρέφοντο ἐν τῷ βαδίζειν αὐτὰ, ἕκαστον κατέναντι τοῦ προσώπου αὑτῶν ἐπο ρεύετο
'They did not turn as they went; each moved straight before its face.'
「牠們行走時並不轉身,各向前直行,面朝哪方就往哪方去。」
1:159
Ἄνθρωπος μὲν γὰρ ἐπὶ τὸ βόρειον μέρος ὁδεύων, εἶτα ἐθέλων ἐπὶ τὸ νότιον μεταβῆναι, ἀναγ καίως ἐπιστρέφεται ἓν πρόσωπον ἔχειν λαχών·
For a man traveling toward the north, then wishing to move over to the south, is of necessity turned around, since it has fallen to his lot to have but one face;
因為一個人向北而行,若隨後想轉往南去,就必然要轉身,因他生來只有一張臉;
1:160
οἷς δὲ τὰ πρόσωπα τῶν τεσσάρων τῆς οἰκουμένης κλι μάτων ἰσάριθμα, οὐκ ἔστι νότιον οὐδὲν, ἀλλὰ πανταχοῦ πρόσωπον πάντα ἐφορᾷ, καὶ οὗ ἂν ἐθέ λει βαδίζον, καὶ μεταθέσεως οὐ δεόμενον
but for those whose faces equal in number the four regions of the inhabited world, there is nothing 'southward,' for on every side a face beholds all things, and it goes wherever it wishes and has no need of turning.
但對那些臉的數目與世界四方相等者而言,並無所謂「南方」,因為在每一面都有一張臉觀看萬物,無論想往何處去都能行,並不需要轉身。
1:161
Καὶ ὁμοίωσις, φησὶ, τῶν προσώπων αὐ τῶν, πρόσωπον ἀνθρώπου, καὶ πρόσωπον λέον τος, ἐκ δεξιῶν τοῖς τέσσαρσι, καὶ πρόσωπον ἀετοῦ τοῖς τέσσαρσι, καὶ πρόσωπον μόσχου ἐξ ἀριστερῶν τοῖς τέσσαρσι·
'And the likeness of their faces,' he says, 'was the face of a man, and the face of a lion on the right for the four, and the face of an eagle for the four, and the face of an ox on the left for the four.'
他說:「牠們臉的樣式是:四個都有人的臉,右邊四個有獅子的臉,四個有鷹的臉,左邊四個有牛犢的臉。」
1:162
Ἀλλὰ μηδεὶς οἰέσθω θηρίων καὶ ζώων ἀλό γων εἰκόνας ἔχειν τὰς ἀοράτους δυνάμεις·
But let no one suppose that the invisible powers bear the images of wild beasts and irrational animals;
但沒有人可以以為那些不可見的能者具有野獸與無理性動物的形像;
1:163
ἕτερα γὰρ διὰ τούτων αἰνίττεται·
for through these he hints at other things:
因為他藉這些暗示了別的事:
1:164
διὰ μὲν τοῦ λέοντος, βασι λείαν·
through the lion, kingship;
藉那獅子,表明王權;
1:165
διὰ δὲ τοῦ μόσχου, τὴν ἱερωσύνην·
through the ox, priesthood;
藉那牛犢,表明祭司的職分;
1:166
ὑπὲρ γὰρ τοῦ ἀρχιερέως εἷς προσεφέρετο μόσχος·
for on behalf of the high priest a single ox was offered;
因為為大祭司要獻上一隻公牛犢;
1:167
διὰ δὲ τοῦ ἀετοῦ, τὴν προφητείαν·
and through the eagle, prophecy;
藉那鷹,表明豫言;
1:168
ὑψιπετὲς γὰρ τὸ ζῶον, καὶ λίαν ὀξυδερκές·
for that creature flies high and is exceedingly keen of sight,
因為那飛禽高飛,並且目光極其敏銳,
1:169
καὶ πόῤῥωθεν τὰ ἐσόμενα προορῶσα
and from afar it foresees things to come.
又能從遠處豫見將要發生的事。
1:170
Καὶ αἱ πτέρυγες, φησὶν, ἐκτεταμέναι ἄνωθεν τοῖς τέσσαρσιν, ἑκάστῳ δύο συνεζευγμέναι πρὸς ἀλλήλας, καὶ δύο ἐπεκάλυπτον ἐπάνω τοῦ σώμα τος αὐτῶν
'And their wings,' he says, 'were spread out above for the four; for each two were joined to one another, and two covered over their bodies.'
他說:「牠們的翅膀向上展開,四個都是如此;每一個有兩個彼此相接,又有兩個遮蓋牠們的身體。」
1:171
καὶ ὅτι τοὺς κειμένους οὐχ ὑπερβαί νουσιν ὅρους·
And that they do not overstep the bounds appointed for them;
又表明牠們不越過所定給牠們的界限;
1:172
ἀλλὰ τὰς μὲν δύο πτέρυγας ἐκτείνουσι, τῇ δεδωρημένῃ ἐντρυφῶντες θεωρίᾳ·
but the two wings they spread out, delighting in the contemplation granted to them;
牠們展開那兩個翅膀,以所蒙賜下的觀想為樂;
1:173
ταῖς δὲ δύο τὸ σῶμα συγκαλύπτουσι, στέργοντες τῶν κεκρυμμένων τὴν ἄγνοιαν, καὶ οὐ φιλονεικοῦντες μαθεῖν, ἃ μὴ θέμις μαθεῖν
and with the two they cover their bodies, content with their ignorance of hidden things, and not contending to learn what it is not lawful to learn.
又用那兩個遮蓋身體,甘心於自己對隱祕之事的無知,並不強求去知道那不可窺知的事。
1:174
Καὶ ἕκαστον κατὰ πρόσωπον αὑτῶν ἐπορεύετο·
'And each went straight before its face;'
「牠們各面朝前直行;」
1:175
οὗ ἂν ἦν τὸ πνεῦμα ἐπορεύοντο,. καὶ οὐκ ἐπέστρεφον
'wherever the spirit was, there they went, and they did not turn back.'
「靈往哪裏去,牠們就往哪裏去,並不轉回。」
1:176
Τὴν ἐν ἅπασιν εὐπείθειαν τῶν ἀοράτων δυνάμεων σημαίνει, καὶ ὅτι τὴν τεταγμέ νην ὁδὸν οὐ κατελίμπανον
It signifies the obedience of the invisible powers in all things, and that they did not forsake the ordained way.
這表明那些不可見之能者在凡事上的順服,以及牠們並不離棄所定的道路。
1:177
Εὐλογεῖτε τὸν Κύριον, πάντες οἱ ἄγγελοι αὐτοῦ, δυνατοὶ ἰσχύϊ, ποιοῦντες τὸν λόγον αὐτοῦ, τοῦ ἀκοῦσαι τῆς φωνῆς τῶν λόγων αὐτοῦ. ιγʹ, ιδʹ
'Bless the Lord, all you His angels, mighty in strength, who do His word, hearkening to the voice of His words.' (verses 13, 14)
「你們作祂使者的,大有能力、遵行祂命令、聽從祂話語之聲的,都要稱頌耶和華!」(第十三、十四節)
1:178
Καὶ ἐν μέσῳ τῶν ζώων, ὡς ὅρασις ἀνθράκων πυρὸς καιομένων, ὡς ὄψις λαμπάδων συστρεφομένων ἀναμέσον τῶν ζώων, καὶ φέγγος τοῦ πυρὸς, καὶ ἐκ τοῦ πυρὸς ἐξεπορεύετο ἀστρα πή
'And in the midst of the living creatures there was, as the appearance of coals of burning fire, as the look of lamps whirling together among the living creatures, and the radiance of the fire, and out of the fire went forth lightning.'
「在活物中間好像燒著的火炭,又好像火把在活物中間旋轉,火發光輝,從火中發出閃電。」
1:179
Καὶ τὰ ζῶα ἔτρεχον, καὶ ἀνέκαμπτον, ὡς εἶδος τοῦ βεζέκ
'And the living creatures ran and returned, like the appearance of the bezek.'
「活物往來奔走,好像bezek(電光)的形狀。」
1:180
Τοῦτο δὲ ὁ Σύμμαχος ἡρμήνευσεν, ὡς εἶδος ἀκτῖνος ἀστραπῆς. Φοβερὰ ἡ θεωρία, καὶ φρίκης μεστὴ, καὶ τιμωρίας ἀπειλὴν προσημαίνουσα·
This Symmachus rendered as 'like the appearance of a ray of lightning.' The vision is fearful, and full of shuddering, and forewarns of a threat of punishment;
西馬庫將此譯作「好像閃電之光的形狀」。這異象是可畏的,充滿戰慄,並且豫示著刑罰的威嚇;
1:181
οἱ γὰρ τοῦ πυρὸς ἄνθρακες, καὶ αἱ συστρεφόμεναι λαμπάδες, καὶ ἡ ἐκεῖθεν ἀφιεμένη ἀστραπὴ, καὶ ὁ τῇδε κἀκεῖσε τῶν ζώων δρόμος, καὶ ἐκ τῶν δρόμων ἐκπεμπομένη αἴγλη, τῶν ἐσομένων κακῶν ὑπάρχει δηλωτικά·
for the coals of fire, and the whirling lamps, and the lightning sent forth from thence, and the running of the living creatures hither and thither, and the flash emitted from their coursing—all these are indicative of the evils to come;
因為那火炭、那旋轉的火把、那從其中射出的閃電、活物往來的奔走,以及從奔走中發出的光芒,這一切都表明將要臨到的災禍;
1:182
ἐξαπόστειλον τὰ βέλη σου, καὶ συνταράξεις αὐτούς. ιεʹ, ιϛʹ
'Send forth Your arrows, and You shall throw them into confusion.' (verses 15, 16)
「求你射出你的箭,使他們潰亂。」(第十五、十六節)
1:183
Καὶ εἶδον, καὶ ἰδοὺ τροχὸς εἷς ἐπὶ τῆς γῆς ἐχόμενος τῶν ζώων τοῖς τέσσαρσι
'And I looked, and behold, one wheel was upon the earth, close beside the four living creatures.'
「我觀看,見地上在四活物旁邊有一個輪子。」
1:184
Καὶ τὸ εἶδος τῶν τροχῶν, καὶ ἡ ποίησις αὐτῶν, ὡς εἶδος Θαρσεῖς
'And the appearance of the wheels and their construction was like the appearance of Tharshish.'
「輪子的形狀和作工,好像他施(碧玉)的樣子。」
1:185
Κατὰ δὲ τὸν Σύμμαχον, ὡς ὅρασις ὑακίνθου. – Καὶ ὁμοίωμα ἐν τοῖς τέσ σαρσι, καὶ ἡ ὅρασις αὐτῶν, καὶ τὸ ἔργον αὐτῶν ἕν. Ἐν ἑκάστῳ τῶν ζώων ἕνα τροχὸν ἑπόμενον ἐθεώρει εἶδος ὑακίνθου ἔχοντα·
According to Symmachus, 'like the appearance of jacinth.' — 'And there was one likeness in the four, and their appearance and their working was one.' In each of the living creatures he beheld one wheel following it, having the appearance of jacinth;
按照西馬庫的譯法是「好像紅玉的形狀」。——「這四個輪有一樣的樣式,牠們的形狀與作工都是一樣的。」他看見每一個活物旁邊都有一個輪子隨從,樣式如同紅玉;
1:186
οὐδεμίαν δὲ διαφορὰν ἔφη ἐν αὐτοῖς τεθεᾶσθαι, ἀλλ' ἀκριβῶς ἀλλήλοις ἐοι κέναι τοὺς τέσσαρας
and he said he beheld no difference among them, but that the four exactly resembled one another.
他說在牠們中間看不出有任何分別,乃是這四個彼此完全相像。
1:187
Ἡ ὅρασις γὰρ αὐτῶν, φησὶ, καὶ τὸ ἔργον αὐτῶν ἓν, καθὼς ἂν εἴη τροχὸς ἐν τροχῷ
'For their appearance,' he says, 'and their working was one, as it were a wheel within a wheel.'
他說:「因為牠們的形狀和作工乃是一樣,彷彿輪中套輪。」
1:188
Ἐπὶ τὰ τέσσαρα μέρη αὐτῶν ἐπορεύ οντο, καὶ οὐκ ἐπέστρεφον ἐν τῷ πορεύεσθαι αὐ τοὺς, οὐδὲ οἱ νῶτοι αὐτῶν
'They went upon their four sides, and they did not turn as they went, nor did their backs.'
「牠們向四方而行,行走時並不轉身,牠們的背也不轉。」
1:189
Καὶ ὕψος ἦν αὐ τοῖς, καὶ φοβεροὶ ἦσαν
'And they had height, and they were fearful.'
「輪子高大,令人畏懼。」
1:190
Ὥσπερ τὰ ζῶα τετρα πρόσωπα λέγει, τὴν πάντοσε διήκουσαν ἐποψίαν τοῦ Θεοῦ διὰ τούτων τοῦ λόγου παραδηλοῦντος·
Just as he calls the living creatures four-faced, the word thereby intimating the all-pervading oversight of God,
正如他稱那些活物為四面的,經文藉此隱示神那無所不及的鑒察,
1:191
οὕτως καὶ τῶν τροχῶν ἑρμηνεύει τὸ εἶδος, ὡς ἂν εἴη, φησὶ, τροχὸς ἐν τροχῷ·
so also he interprets the form of the wheels: 'as it were,' he says, 'a wheel within a wheel;'
照樣他也解釋那些輪子的形狀說:「彷彿輪中套輪;」
1:192
τοῦτο δ' ἄν τις κατιδεῖν δυνηθείη, δύο κύκλους τῷ λόγῳ παραλαβὼν, καὶ τὸν ἕτερον τῷ. ἑτέρῳ σταυροειδῶς ἐνείρας·
and this a man could perceive by taking two circles in his mind and threading the one through the other crosswise;
這一點,人若在心中取兩個圓圈,把其中一個十字交叉地穿入另一個,便能看明;
1:193
τὸ γὰρ τοιοῦτον σχῆμα, καὶ ἐπὶ τῆς αὐτῆς κείμενον ἕδρας, τὴν ἐπὶ τὰ τέσ σαρα μέρη κίνησιν ἐπιδέχεται, ἑῷον, φημὶ, καὶ τὸ ἑσπέριον, τό τε βόρειον καὶ τὸ νότιον
for such a figure, though set upon the same base, admits of motion toward the four quarters—I mean the eastern and the western, the northern and the southern.
因為這樣的形狀,雖安置在同一個底座上,卻能朝四方運動——我是說東方與西方、北方與南方。
1:194
Τοῦτο τοίνυν ὁ μακάριος προφήτης φησὶ, Καθὼς ἂν εἴη τροχὸς ἐν τροχῷ, ἐπὶ τὰ τέσσαρα μέρη αὐτῶν ἐπορεύοντο, καὶ οὐκ ἐπέστρεφον ἐν τῷ πορεύεσθαι αὐτούς·
This, then, the blessed prophet says: 'As it were a wheel within a wheel, they went upon their four sides, and they did not turn as they went;'
所以那有福的先知說:「彷彿輪中套輪,牠們向四方而行,行走時並不轉身;」
1:195
τὸ γὰρ τοιοῦτον σχῆμα οὐ δεῖται μεταστροφῆς·
for such a figure needs no turning about;
因為這樣的形狀無須轉身;
1:196
εἰς ἕκαστον γὰρ τῶν κλιμάτων ἀπὸ τῆς αὐτῆς ἕδρας κινούμενον ῥᾳδίως ὁρμᾷ
for moving from the same base into each of the quarters, it readily sets off.
因為從同一個底座朝各方運動,牠都能輕易前行。
1:197
Καὶ τοῦτο δὲ ὡσαύτως τὴν πανταχοῦ τοῦ Θεοῦ παρουσίαν σημαίνει, παχύτερον καὶ σωμα τικώτερον διὰ τὴν ἀνθρωπίνην ἀσθένειαν τούτων θεωρηθέντων·
And this likewise signifies the everywhere-present presence of God, these things being contemplated in a grosser and more corporeal manner because of human weakness.
這同樣表明神無處不在的臨在,只是因人的軟弱,這些事乃以較粗略、較有形體的方式被觀看。
1:198
Καὶ ἴδον αὐτοὺς, καὶ ἰδοὺ οἱ νῶτοι αὐτῶν πλήρεις ὀφθαλμῶν κυκλόθεν τοῖς τέσσαρσι. ιθʹ–καʹ
'And I saw them, and behold, their backs were full of eyes round about, for the four.' (verses 19–21)
「我看見牠們,見這四個輪子的輞周圍滿有眼睛。」(第十九至二十一節)
1:199
Καὶ ἐν τῷ πορεύεσθαι τὰ ζῶα, ἐπορεύ οντο οἱ τροχοὶ ἐχόμενοι αὐτῶν, καὶ ἐν τῷ ἐξαίρειν τὰ ζῶα ἀπὸ τῆς γῆς, ἐξῄροντο οἱ τροχοί
'And when the living creatures went, the wheels went close beside them; and when the living creatures were lifted up from the earth, the wheels were lifted up.'
「活物行走的時候,輪子也在旁邊行走;活物從地上升起的時候,輪子也升起。」
1:200
Οὗ ἂν ἦν ἡ νεφέλη, ἐκεῖ ὥρμα τὸ πνεῦμα τοῦ πορεύε σθαι·
'Wherever the cloud was, thither the spirit pressed on to go;'
「雲往哪裏去,靈就催逼往哪裏去;」
1:201
ἐπορεύοντο τὰ ζῶα, καὶ οἱ τροχοὶ ᾔροντο σὺν αὐτοῖς, διότι πνεῦμα ζωῆς ἦν ἐν τοῖς τροχοῖς
'the living creatures went, and the wheels were lifted up together with them, because the spirit of life was in the wheels.'
「活物行走,輪子也與牠們一同升起,因為活物的生命之靈在輪中。」
1:202
Ἐν τῷ πορεύεσθαι αὐτὰ ἐπορεύοντο, καὶ ἐν τῷ ἑστάναι αὐτὰ εἱστήκεισαν, καὶ ἐν τῷ ἐξαίρειν αὐτὰ ἀπὸ τῆς γῆς ἐξῄροντο σὺν αὐτοῖς, ὅτι πνεῦμα ζωῆς ἦν ἐν τοῖς τροχοῖς
'When they went, these went; and when they stood, these stood; and when they were lifted up from the earth, these were lifted up together with them, because the spirit of life was in the wheels.'
「這些行走,那些也行走;這些站住,那些也站住;這些從地上升起,那些也與牠們一同升起,因為生命之靈在輪中。」
1:203
Τοῦτο σαφῶς ἡμᾶς ὁ μακάριος διδάσκει Παῦλος, τῶν ἀοράτων φύσεων καταλέγων τὰ τάγματα καὶ ταῖς ἄλλαις δυνάμεσι καὶ Θρόνους τινὰς συγκατατάττων
This the blessed Paul clearly teaches us, when he enumerates the orders of the invisible natures and ranks certain 'Thrones' together with the other powers.
這一點,那有福的保羅清楚地教導了我們,他列舉那些不可見之本性的等次時,把某些「座位(權座)」與其他的能者一同排列。
1:204
Ἐν αὐτῷ γὰρ, φησὶν, ἐκτίσθη τὰ πάντα·
'For in Him,' he says, 'were all things created;'
他說:「因為萬有都是靠祂造的;」
1:205
πάντα ἐν αὐτῷ καὶ εἰς αὐτὸν ἔκτισται. Οὐκοῦν καὶ οἱ Θρόνοι λογικόν ἐστι καὶ ἀσώματον σύστημα·
'all things were created through Him and unto Him.' Therefore the Thrones too are a rational and incorporeal system;
「萬有都是藉著祂造的,又是為祂造的。」由此可見,那些座位也是有理性、無形體的一種構成;
1:206
διὸ καὶ ὁ προ φήτης λέγει, ὅτι πνεῦμα ζωῆς ἦν ἐν τοῖς τροχοῖς, ὅθεν καὶ αὐτόματος ἦν κίνησις, καὶ ἐθελούσιος·
wherefore the prophet also says that the spirit of life was in the wheels, whence too the motion was spontaneous and willing;
因此先知也說,生命之靈在輪中,由此那運動便是自發的、出於意願的;
1:207
οὔτε γὰρ ῥυμός τις καὶ ζυγὸς τοῖς ζώοις ἐπέκειτο·
for neither pole nor yoke was laid upon the living creatures;
因為並沒有轅或軛加在這些活物身上;
1:208
ἀλλ' ἡγεῖτο μὲν ἡ νεφέλη, τὸ δὲ βίαιον ἐκεῖνο καὶ σφοδρὸν ἠκολούθει πνεῦμα
but the cloud led the way, while that forceful and vehement spirit followed after.
乃是那雲在前引導,而那強而有力、猛烈的靈隨後跟從。
1:209
Τὸ θεῖον ὄχημα αὐτόμα τον ἔθει, τῶν μὲν ζώων προηγουμένων, τῶν δὲ τρο χῶν αὐτομάτως κινουμένων, καὶ ἐπὶ τὰ τέσσαρα μέρη ἀμεταστρεπτὶ φερομένων
The divine chariot ran of itself, the living creatures going before, and the wheels moving spontaneously, and being borne toward the four quarters without turning about.
那神聖的車輦自行奔馳,活物在前引領,輪子則自發地運動,不轉身地朝四方而行。
1:210
Οἱ γὰρ νῶτοι αὐτῶν, φησὶ, πλήρεις ὑπῆρχον ὀφθαλμῶν, τουτέστι, γνώσεως ἦσαν ἀνάπλεοι·
'For their backs,' he says, 'were full of eyes'—that is, they were filled with knowledge;
他說:「因為牠們的輞滿有眼睛」——就是說,牠們充滿了知識;
1:211
τοῦτο δὲ καὶ ἡ τῶν Χερουβὶμ ἑρμηνεία δηλοῖ·
This too the interpretation of the word 'Cherubim' makes clear;
「基路伯」一詞的意義也顯明了這一點;
1:212
εἰς γὰρ τὴν Ἑλλάδα φωνὴν μεταφερόμενον πλῆθος γνώσεως ἑρμηνεύει τὸ ὄνομα
for when rendered into the Greek tongue, the name means 'a multitude of knowledge.'
因為這名字譯成希臘語,意思是「豐盛的知識」。
1:213
Καὶ ὁμοίωμα, φησὶν, ὑπὲρ κεφαλῆς αὐ τῶν τῶν ζώων ὡσεὶ στερέωμα, ὡς ὅρασις κρυ στάλλου φοβεροῦ, ἐκτεταμένου ὑπὲρ κεφαλῆς αὐτῶν ὑπεράνωθεν
'And a likeness,' he says, 'was over the head of the living creatures, as it were a firmament, like the appearance of terrible crystal, stretched out over their heads above.'
他說:「在活物的頭以上有彷彿穹蒼的形像,看如可畏的水晶,鋪張在牠們的頭以上。」
1:214
Καὶ ὑποκάτω τοῦ στερεώ ματος αἱ πτέρυγες αὐτῶν ἐκτεταμέναι, πτερυσ σόμεναι ἑκατέρα πρὸς τὴν ἑκατέραν·
'And under the firmament their wings were stretched out, fluttering the one toward the other;'
「在穹蒼以下,牠們的翅膀伸展開來,彼此相對地拍動;」
1:215
ἑκάστῳ. δύο ἐπικαλύπτουσαι τὰ σώματα αὐτῶν
'each had two covering their bodies.'
「每一活物各有兩個翅膀遮蔽自己的身體。」
1:216
Καὶ ἤκου σα τὴν φωνὴν τῶν πτερύγων αὐτῶν ἐν τῷ πτερύσσεσθαι αὐτὰ, ὡς φωνὴν ὑδάτων πολ λῶν, ὡς φωνὴν Θεοῦ Σαδαΐ·
'And I heard the sound of their wings as they fluttered, like the sound of many waters, like the voice of God Shaddai;'
「牠們拍動翅膀的時候,我聽見那聲音,好像大水的聲音,好像全能神撒代的聲音;」
1:217
καὶ ἐν τῷ πορεύε σθαι αὐτὰ, φωνὴν τοῦ λόγου, ὡς φωνὴν παρεμ βολῆς, καὶ ἐν τῷ ἑστάναι αὐτὰ κατέπαυον αἱ πτέρυγες αὐτῶν
'and when they went, the sound of speech, like the sound of a camp; and when they stood still, their wings were let down.'
「牠們行走的時候,有話語的聲音,好像軍營的聲音;牠們站住的時候,翅膀便垂下了。」
1:218
Καὶ ἰδοὺ φωνὴ ὑπεράνωθεν τοῦ στερεώματος τοῦ ὄντος ὑπὲρ κεφαλῆς αὐτῶν·
'And behold, there was a voice from above the firmament that was over their heads;'
「看哪,在牠們頭以上的穹蒼之上,有聲音發出;」
1:219
ἐν τῷ ἑστάναι αὐτὰ ἀνίεντο αἱ πτέρυγες αὐτῶν
'when they stood still, their wings were let down.'
「牠們站住的時候,翅膀就垂下了。」
1:220
Πανταχοῦ ὁ θεῖος προφήτης τὸ ὁμοίωμα τίθησι, διδά σκων ἡμᾶς σκιαγραφίαν τινὰ τῶν θείων τεθεᾶσθαι, καὶ οὐκ αὐτὴν τῶν ἀοράτων τὴν φύσιν·
Everywhere the divine prophet sets down the word 'likeness,' teaching us that he beheld a kind of shadowy sketch of divine things, and not the very nature of things invisible;
這位聖先知處處都用「形像」一詞,教導我們說:他所見的乃是神聖之事的一種略影,而非那不可見者本身的本質;
1:221
εἰρηκὼς γὰρ ἄνω τεθεωρηκέναι διανοιχθέντας τοὺς οὐρανοὺς, νῦν ἐπάνω τῶν ζώων ὡς ὁμοίωμα στερεώματος θεωρεῖ, καὶ τὰ ζῶα ὑποκείμενα, καὶ κινοῦντα τὰς πτέρυγας, οὐχ ἁπλῶς, ἀλλὰ πρὸς τὴν ἄνωθεν φερομένην φωνήν·
for having said above that he saw the heavens opened, now above the living creatures he beholds as it were a likeness of a firmament, and the living creatures lying beneath, moving their wings—not without reason, but in response to the voice borne from above;
因為他先前既說看見諸天開了,如今又在活物之上看見彷彿穹蒼的形像,活物在其下,拍動著翅膀——並非隨意而動,乃是回應那從上面傳來的聲音;
1:222
ἐκείνῃ γὰρ πειθόμενα, καὶ ἐκίνουν ταύτας, καὶ πάλιν ἀκινήτους ἐφύλαττον
for obeying that voice, they both moved them, and again kept them motionless.
因為牠們順從那聲音,一時拍動翅膀,一時又使翅膀靜止不動。
1:223
καὶ τὸ τελευ ταῖον ἀπορήσας παραβολὴν ἐπήγαγεν, ὡς φωνὴν Θεοῦ Σαδαῒ, ὅπερ Ἀκύλας καὶ Σύμμαχος ἱκανοῦ ἡρμήνευσαν
And at the last, being at a loss, he introduced a comparison: 'like the voice of God Shaddai,' which Aquila and Symmachus rendered 'of the Almighty.'
最後,他因無以名狀,便加上一個比喻:「好像全能神撒代的聲音」,這詞亞居拉與西馬庫斯譯作「全能者」。
1:224
Τί γὰρ, φησὶ, κάμνω ζητῶν εἰκόνας τοῦ πράγματος ἀξίας, καὶ μηδαμῶς εὑρίσκων; Ἀρκεῖ δεῖξαι τὸν ἐνεργοῦντα, καὶ δι' ἐκείνου παραδηλῶσαι τοῦ κτύπου τὸ μέγεθος·
For 'why,' he says, 'should I toil seeking images worthy of the reality, and nowhere find them? It suffices to point to the One who acts, and through Him to intimate the greatness of the sound;'
他說:「我何必費力尋找配得上這事的比喻,卻遍尋不著呢?只要指出那位施行作為者,並藉著祂暗示那聲響的宏大,就已足夠了;」
1:225
ἱκανὸς γὰρ ὢν καὶ παντο δύναμος ποιεῖ πάντα ῥᾳδίως, ὡς βούλεται
for being all-sufficient and almighty, He does all things easily, as He wills.
因為祂既是全足全能的,就照祂的旨意輕而易舉地成就萬事。
1:226
Καὶ ὑπεράνω, φησὶ, τοῦ στερεώματος τοῦ ὑπὲρ κεφαλῆς αὐτῶν, ὡς ὅρασις λίθου σαπφεί ρου, ὁμοίωμα θρόνου ἐπ' αὐτῷ
'And above,' he says, 'the firmament that was over their heads, there was as the appearance of a sapphire stone, the likeness of a throne upon it.'
他說:「在牠們頭以上的穹蒼之上,有彷彿藍寶石的樣式,其上有寶座的形像。」
1:227
Καὶ τοῦτο δὲ τὸ εἶδος, τὸ βαθὺ καὶ ἀόρατον τῆς θείας αἰνίττεται φύ σεως
And this form too hints at the profundity and invisibility of the divine nature.
這形狀也暗示神聖本質的深邃與不可見。
1:228
Νεφέλη γὰρ, φησὶ, καὶ γνόφος κύκλῳ αὐτοῦ. Καὶ πάλιν ὁ αὐτὸς προφήτης, Ἔθετο, φησὶ, σκότος ἀποκρυφὴν αὑτοῦ. Τὸ δὲ σκότος, καὶ ἡ νεφέλη, καὶ ὁ γνόφος, τῆς θείας ἀορασίας ὑπάρχει δηλωτικά·
'For a cloud,' he says, 'and thick darkness are round about Him.' And again the same prophet: 'He made darkness His hiding place.' Now the darkness, the cloud, and the thick gloom are indicative of the divine invisibility;
他說:「密雲和幽暗在祂四圍。」同一位先知又說:「祂以黑暗為藏身之處。」那黑暗、密雲與幽暗都是表明神聖之不可見;
1:229
τὸ γὰρ ἄκρατον ἐκεῖνο καὶ ἀπρόσιτον φῶς, ἡμῖν ἐστι σκότος, ἐνατενίζειν οὐ δυναμένοις διὰ τὴν τῆς φύ σεως ἀσθένειαν
for that unmingled and unapproachable light is to us darkness, since we cannot gaze upon it because of the weakness of our nature.
因為那純全而不能靠近的光,對我們卻是黑暗,因我們的本性軟弱,無法定睛注視。
1:230
Εἰ γὰρ τοῦ ἡλίου τὸν δίσκον τις ἀκριβῶς ἰδεῖν ἐθελήσας, ἐρείσειεν ἐκεῖ τὸ ὄμμα πλέον ἢ δεῖ, καὶ τὴν μετρίαν ἀπόλλυσι θεωρίαν, καὶ δρέ πεται σκότος ἀπὸ φωτὸς, τί οὐκ ἄν τις πάθοι τοῦ θείου, καὶ ἀπροσίτου κατατολμήσας φωτός; Καὶ ἐπὶ τοῦ ὁμοιώματος, φησὶ, τοῦ θρόνου, ὁμοίωμα ὡς εἶδος ἀνθρώπου ἐπ' αὐτοῦ ἐπάνω θεν
For if one who wishes to look closely at the sun's disc fixes his eye upon it more than he ought, he loses even his ordinary sight and reaps darkness from light; what would a man not suffer who dared to look upon the divine and unapproachable light? 'And upon the likeness,' he says, 'of the throne, there was a likeness as the appearance of a man upon it above.'
若有人想細看日輪,將眼目過度地凝注其上,連平常的視力也要喪失,反從光中收得黑暗;那麼,若有人膽敢仰望神聖而不能靠近的光,豈不要受更大的損害嗎?他說:「在寶座的形像之上,有彷彿人的樣式在其上面。」
1:231
( κζʹ, κηʹ.) Καὶ ἴδον ὡς ὅρασιν ἠλέκτρου, ὡς ὅρασιν πυρὸς ἔσωθεν αὐτοῦ κύκλῳ, ἀπὸ. ὁράσεως ὀσφύος, καὶ ἕως ἐπάνω·
(vv. 27, 28) 'And I saw as it were the appearance of amber, as the appearance of fire within it round about, from the appearance of the loins and upward;'
(二十七、二十八節)「我又看見彷彿琥珀的樣式,其內四圍好像火的樣式,從祂彷彿腰的以上;」
1:232
καὶ ἴδον, καὶ ἀπὸ ὁράσεως ὀσφύος, καὶ ἕως κάτω·
'and I saw, from the appearance of the loins and downward;'
「我又看見,從祂彷彿腰的以下;」
1:233
εἶδον ὡς ὅρασιν πυρὸς, καὶ τὸ φέγγος αὐτοῦ κύκλῳ
'I saw as it were the appearance of fire, and its brightness round about.'
「我看見彷彿火的樣式,其光輝四圍照耀。」
1:234
ἐν ἡμέρᾳ ὑετοῦ, οὕτως ἡ ὅρασις τοῦ φέγγους κυ κλόθεν
'As on the day of rain, so was the appearance of the brightness round about.'
「下雨的日子,雲中虹的樣式怎樣,那周圍光輝的樣式也是怎樣。」
1:235
Πανταχοῦ καὶ τὸ ὁμοίωμα, καὶ τὸ ὡς προστίθησι, διδάσκων ἡμᾶς μὴ μέχρι τούτου ἑστάναι, ἀλλ' εἰδέναι ὡς τῶν ὀπτάσεων ἑκάστη πρὸς τὴν χρείαν ἁρμόζεται
Everywhere he adds both 'likeness' and 'as,' teaching us not to stop at this point, but to know that each of the visions is fitted to the need at hand.
他處處都加上「形像」與「彷彿」,教導我們不要止步於此,乃要知道:每一次的異象都是按當時的需要而配合的。
1:236
Ἡ γὰρ τοῦ Ἰσαὰκ ὑπόσχεσις, καὶ τὴν κατὰ σάρκα τοῦ Κυρίου ἡμῶν καὶ Σωτῆρος Ἰησοῦ Χριστοῦ περιέχει γέννησιν·
For the promise made to Isaac also embraces the birth according to the flesh of our Lord and Saviour Jesus Christ;
因為向以撒所作的應許,也包含我們的主救主耶穌基督按肉體的降生;
1:237
διὸ καὶ ἡ τῶν ἐθνῶν εὐλογία τῇ τοῦ Ἰσαὰκ ἐπαγγελίᾳ συνήφθη
wherefore also the blessing of the nations was joined to the promise given to Isaac.
所以萬國得福也與賜給以撒的應許相連。
1:238
Ἐν τῷ σπέρματι γάρ σου, φησὶν, εὐλογηθήσεται πάντα τὰ ἔθνη τῆς γῆς. Ἡνίκα δὲ αὐτῷ τὴν τοῦ γένους δουλείαν πρού λεγεν, οὐχ οὕτω χρηστὸς ἐπεφάνη, ἀλλὰ καὶ κλί βανον ἔδειξε καπνιζόμενον, καὶ λαμπάδας πυρὸς διερχομένας ἀναμέσον τῶν διχοτομημάτων
'For in thy seed,' He says, 'shall all the nations of the earth be blessed.' But when He foretold to him the bondage of his race, He did not appear so kindly, but showed also a smoking furnace and torches of fire passing between the divided pieces.
祂說:「地上萬國都必因你的後裔得福。」但當祂向他預言其後裔要受奴役時,就不那樣慈藹地顯現,反倒顯出冒煙的爐,和火把從那些切開的塊子中經過。
1:239
Οὕτω τὸν Ἰακὼβ δειμαίνοντα τὸν Ἡσαῦ ψυχαγωγῆσαι θελήσας, ὡς ἄνθρωπος ἐπεφάνη
So too, wishing to console Jacob who feared Esau, He appeared as a man.
照樣,祂願安慰那懼怕以掃的雅各,便以人的樣式顯現。
1:240
Τῷ δὲ Μωσῇ κατ' ἀρχὰς μὲν ἔδειξε τὰ φρικώδη, τὸ πῦρ ἐν τῇ βάτῳ, καὶ τὴν βάτον καιομένην, καὶ μὴ κατακαιομένην·
But to Moses at first He showed things full of dread—the fire in the bush, and the bush burning yet not consumed;
但起初祂向摩西顯出可畏之事——荊棘中的火,荊棘被火燒著卻沒有燒毀;
1:241
μετὰ δὲ ταῦτα ἡμέρως προσδιαλέγεται, οὐδὲν ὑποδεικνὺς τῶν φρίκην ἐμποιεῖν δυναμένων
and after these things He conversed with him gently, showing nothing of the things able to produce terror.
此後祂就溫和地與他交談,不再顯出任何能使人驚懼之事。
1:242
Καὶ τὸν Ἰσραὴλ δὲ φοβῆσαι θελήσας, καὶ τὴν οἰκείαν δύναμιν γνωρίσαι, τὸ ὄρος ἅπαν ὑποδείκνυσι καπνιζόμενον, καὶ βροντὰς κτυπούσας, καὶ σάλπιγγας ἠχούσας, καὶ γνόφον πο λὺν, καὶ ἁπαξαπλῶς οὕτως αὐτοὺς ἐξεδειμάτωσεν, ὡς ἱκετείαν τῷ προφήτῃ προσενεγκεῖν, μὴ τὸν Θεὸν αὐτοῖς προσδιαλέγεσθαι, ἀλλ' αὐτὸν τὰ θεῖα διαπορ θμεύειν
And wishing to strike fear into Israel and to make known His own power, He shows the whole mountain smoking, and thunders crashing, and trumpets sounding, and thick darkness, and simply so terrified them that they brought a supplication to the prophet, that God should not speak with them, but that he himself should convey the divine words.
祂又願使以色列人生畏,並顯明自己的大能,就使全山冒煙,雷聲轟響,號角鳴叫,幽暗濃重,總之使他們如此驚恐,以致他們向先知懇求:不要神親自向他們說話,只要摩西轉達神聖的話語。
1:243
Ταύτην τῶν ὀπτασιῶν τὴν διαφορὰν καὶ τῷ μεγάλῳ Ἡλίᾳ ὑπέδειξε·
This same difference of visions He also showed to the great Elijah;
這同樣的異象之別,祂也向偉大的以利亞顯明了;
1:244
πρῶτον μὲν συσσεισμὸν, εἶτα πῦρ, εἶτα πνεῦμα συντρίβον ὄρη, καὶ λεπτύνον πέτρας, καὶ μετὰ ταῦτα πνοὴν αὔρας λεπτῆς, καὶ ἐν αὐτῇ Κύριον·
first an earthquake, then fire, then a wind rending the mountains and shattering the rocks, and after these a sound of a gentle breeze, and in it the Lord;
先有地震,然後有火,然後有大風崩裂山嶺、粉碎磐石,此後有微小柔和的聲音,主就在其中;
1:245
χαίρει γὰρ αὐτὸς ἀγαθότητι, καὶ μα κροθύμως καὶ ἠπίως βούλεται τὰ κατὰ τοὺς ἀνθρώ πους οἰκονομεῖν·
for He Himself delights in goodness, and with longsuffering and gentleness wills to dispense the affairs of men;
因為祂本以良善為樂,願以恆忍與溫柔來安排人間的事;
1:246
ἡ δὲ πολλὴ ἀσέβεια καὶ παρανομία παρασκευάζει κἀκείνοις κεχρῆσθαι
but great impiety and lawlessness prepares Him to use those other means as well.
但人的大不虔與不法,卻使祂也施用那些嚴厲的手段。
1:247
ἐπειδὴ οὐ τῆς αὐτοῦ γνώμης, ἀλλὰ τῆς τῶν ἀνθρώπων χρείας ἐκεῖνα·
For those means proceed not from His own disposition, but from the need of men;
因為那些手段並非出於祂自己的心意,乃是出於人的需要;
1:248
ἀγαθότης δὲ καὶ φιλανθρωπία τῆς αὐτοῦ φύσεως ἴδια
whereas goodness and love toward mankind are proper to His own nature.
而良善與慈愛人的心,乃是祂本性所固有的。
1:249
Ὅταν τοίνυν διαφόρους ὀπτασίας ἀκού σῃς Θεοῦ, μὴ πολύμορφον ὑπολάβῃς τὸ Θεῖον·
When, therefore, you hear of various visions of God, do not suppose the Divine to be of many forms;
所以當你聽見神有各樣的異象時,不要以為神是有多種形狀的;
1:250
ἀσώ ματον γὰρ καὶ ἀνείδεον παντελῶς, ἁπλοῦν τε καὶ ἀσύνθετον, καὶ ἀσχημάτιστον, ἀόρατόν τε καὶ ἀθέα τον, καὶ οὐδενὶ περιγραφόμενον ὅρῳ·
for He is altogether incorporeal and formless, simple and uncompounded, without shape, invisible and unseen, and circumscribed by no boundary;
因為祂全然無形無體,是單純而非複合的,沒有形狀,不可見也不能見,並不受任何界限所限;
1:251
δείκνυσι δὲ τὰς ὄψεις, πρὸς τὴν χρείαν ταύτας ἀνατυπῶν·
yet He displays the appearances, shaping them to the need at hand;
然而祂顯出這些形象,是按當時的需要而塑造的;
1:252
καὶ. ἐνταῦθα τοίνυν ἔδειξε μὲν ἐκεῖνα τὰ φοβερά·
and here too, accordingly, He showed those fearful things;
在此處也是如此,祂既顯出那些可畏之事;
1:253
ἔδειξε δὲ καὶ τὴν ἐσομένην πάντων ἀνθρώπων εὐεργεσίαν, τὴν τοῦ Θεοῦ φημι καὶ Σωτῆρος ἡμῶν ἔνσαρκον οἰκονομίαν
but He also showed the benefaction to come for all men—I mean the incarnate dispensation of our God and Saviour.
同時也顯出將要臨到萬人的恩惠,我是說我們的神我們的救主道成肉身的救贖安排。
1:254
τὴν μὲν ἠλέκτρου, τὴν δὲ πυρὸς, καὶ τὴν μὲν φέρουσαν, τὴν δὲ φερομένην·
the one appearance of amber, the other of fire; the one bearing, the other borne;
一個是琥珀的樣式,一個是火的樣式;一個是承載者,一個是被承載者;
1:255
ἡ γὰρ θεία φύσις τὴν ἀνθρωπείαν περιέκειτο·
for the divine nature clothed itself with the human;
因為神聖的本性披上了人性;
1:256
διὸ τὸ μὲν ἄνω λέγει τεθεᾶσθαι ὡς εἶδος ἠλέκτρου·
wherefore he says he beheld the upper part as the appearance of amber;
所以他說他所看見的上半部彷彿琥珀的樣式;
1:257
τὸ δὲ ἀπὸ ὀσφύος καὶ κάτω, ὡς εἶδος πυρός·
but the part from the loins and downward as the appearance of fire;
而從腰以下的部分則彷彿火的樣式;
1:258
τοῦ μὲν πυρὸς τὴν θείαν φύσιν αἰνιττομένου ( Ὁ γὰρ Θεός σου, φησὶ, πῦρ καταναλίσκον)·
the fire hinting at the divine nature ('For the Lord your God,' He says, 'is a consuming fire');
那火暗示神聖的本性(祂說:「因為耶和華你的神乃是烈火」);
1:259
τοῦ δὲ ἠλέκτρου τὴν ἀνθρωπείαν
and the amber the human.
那琥珀則暗示人性。
1:260
Τοιοῦτο γὰρ τὸ ἤλεκτρον, οἱονεὶ μικτὸν τὸ εἶδος ἔχον, καὶ οὔτε χρυσῷ οὔτε ἀργύρῳ παρεοικὸς, ἀλλ' ὥσπερ ἑκατέρου κρᾶμα τυγχάνον
For such is amber, having as it were a mixed appearance, and resembling neither gold nor silver, but being like a blend of both.
因為琥珀正是如此,它彷彿有一種混合的樣式,既不像金,也不像銀,卻好像二者的合成。
1:261
Τοιοῦτο δὲ καὶ τὸ ἀνθρώ πινον σῶμα·
And such too is the human body;
人的身體也是如此;
1:262
οὐ γὰρ μόνον ἐστὶ γῆ, οὐδὲ ὕδωρ αὐτὸ καθ' αὑτὸ, οὔτε πῦρ, οὔτε ἀὴρ, ἀλλ' ἐκ τῶν τεσσάρων στοιχείων συγκέκραται·
for it is not earth alone, nor water by itself, nor fire, nor air, but is compounded of the four elements;
因為它不單是土,也不是單獨的水、火或氣,乃是由四種元素合成的;
1:263
μᾶλλον δὲ τοιαύτη τοῦ ἀνθρώπου ἡ φύσις, οὔτε ψυχὴ λογικὴ μόνον, οὔτε σῶμα θνητὸν, ἀλλ' ἀμφότερα κατ' αὐτόν
or rather, such is the nature of man: neither a rational soul only, nor a mortal body only, but both together according to him.
或者更確切地說,人的本性正是如此:既非單有理性的靈魂,也非單有必死的身體,乃是照著他而言二者兼備。
1:264
Καὶ γὰρ τὸ ἀνθρώπινον τοῦ Θεοῦ Λόγου φαιδρὸν, καὶ λαμπρὸν, καὶ ἔνδοξον, ἀθάνατόν τε καὶ ἄφθαρτον ὑπὸ τῆς ἐνοικούσης ἐγένετο φύσεως·
For indeed the humanity of God the Word became radiant and bright and glorious, immortal and incorruptible, through the nature that dwelt within it;
因為神的道所取的人性,也藉著那內住的本性成為光明、燦爛、榮耀、不死而不朽的;
1:265
Καὶ ἴδον ὡς ὅρασιν ἠλέκτρου, ὡς ὅρασιν πυρὸς ἔσωθεν αὐτοῦ κύκλῳ, ἀπὸ ὁράσεως ὀσφύος, καὶ ἕως κάτω, ὡς ὅρασιν πυρός. Ἡ γὰρ θεία φύσις τὴν ἀνθρωπείαν ἔφερεν
'And I saw as the appearance of amber, as the appearance of fire within it round about, from the appearance of the loins and downward, as the appearance of fire.' For the divine nature bore the human.
「我又看見彷彿琥珀的樣式,其內四圍好像火的樣式,從祂彷彿腰的以下,好像火的樣式。」因為神聖的本性承載了人性。
1:266
Καὶ τὸ φέγγος αὐτοῦ κύκλῳ
'And its brightness round about.'
「其光輝四圍照耀。」
1:267
Ὡς ὅρασις τόξου, ὅταν ᾖ ἐν τῇ νεφέλῃ ἐν ἡμέρᾳ ὑετοῦ, οὕτως ἡ ὅρασις τοῦ φέγγου, κυκλόθεν. Καὶ ταῦτα δὲ τῶν θείων δωρεῶν ὑπάρ χει σημαντικά·
'As the appearance of the bow, when it is in the cloud on the day of rain, so was the appearance of the brightness round about.' And these things too are significant of the divine gifts;
「彷彿虹的樣式,就是下雨的日子雲中虹的樣式,那周圍光輝的樣式也是怎樣。」這些也表明神聖的恩賜;
1:268
τὸ τῶν ἀνθρώπων εὐεργετοῦσι γένος, τὸν ἐκεῖθεν ὑετὸν σημαίνουσαί τε καὶ ἐπιφέρουσαι
for they benefit the human race, signifying and bringing the rain that comes from thence.
因為它們施惠於人類,表明並帶來那從天而降的甘霖。
1:269
Οὕτως ἅπαντα διηγησάμενος ὁ προφήτης ἐπήγαγεν·
Having thus narrated all these things, the prophet added:
先知這樣述說了這一切之後,就接著說:
1:270
Αὕτη ἡ ὅρασις ὁμοιώματος δόξης Κυρίου
'This was the appearance of the likeness of the glory of the Lord.'
「這就是耶和華榮耀之形像的樣式。」
1:271
Καὶ οὐκ εἶπεν, Αὕτη ἡ φύσις Κυρίου, οὐδὲ ἡ δόξα Κυρίου, ἀλλ' ὅρασις ὁμοιώματος δόξης Κυρίου. Ὡς γὰρ ἠθέλησε, φησὶ, σχηματίσας τὴν ὄψιν, ἠξίωσέ με τῆς θεωρίας
And he did not say, 'This is the nature of the Lord,' nor 'the glory of the Lord,' but 'the appearance of the likeness of the glory of the Lord.' For 'as He willed,' he says, 'having fashioned the appearance, He deemed me worthy of the vision.'
他沒有說「這是耶和華的本質」,也沒有說「這是耶和華的榮耀」,乃說「這是耶和華榮耀之形像的樣式」。他說:「祂照自己的旨意塑造了這形象,使我得配見這異象。」
1:272
Καὶ ἴδον, καὶ πίπτω ἐπὶ πρόσω πόν μου. Καὶ μάλα εἰκότως·
'And I saw, and I fall upon my face.' And very fittingly;
「我一看見,就臉伏於地。」這也是理所當然的;
1:273
Ἤκουσα γὰρ, φησὶ, λα. λοῦντος πρός με, καὶ εἶπε πρός με·
'for I heard,' he says, 'one speaking to me, and He said to me:'
他說:「因為我聽見有一位向我說話,祂對我說:」
1:274
Υἱὲ ἀνθρώπου,. στῆθι ἐπὶ τοὺς πόδας σου, καὶ λαλήσω πρὸς σέ. Υἱὸν δὲ ἀνθρώπου προσαγορεύει, μονονουχὶ λέγων, Μὴ ἐπιλάθου τῆς φύσεως τῆς ὑπὲρ τὴν σὴν φύσιν θεωρίας ἀξιωθεὶς, ἀλλὰ γνῶθι σαυτόν·
'Son of man, stand upon thy feet, and I will speak to thee.' And He addresses him as 'son of man,' all but saying: 'Do not forget thy nature, having been deemed worthy of a vision above thy nature, but know thyself;'
「人子啊,你站起來,我要對你說話。」祂稱他為「人子」,幾乎是說:「你既蒙恩得見超乎你本性的異象,不要忘記你的本性,總要認識自己;」
1:275
μήτε μὲν ἐπιμείνῃς τῇ ἀμετρίᾳ τοῦ δέους, ἐμοῦ σοι παρεγ γυῶντος θαῤῥεῖν, ἀλλ' ἑστὼς ἄκουε τῶν παρ' ἐμοῦ λεγομένων, μὴ περιτρεπόμενος, ἀλλὰ τῇ στάσει ση μαίνων τὸ βέβαιον
'neither remain in immoderate dread, since I pledge thee to take courage, but stand and hear the things spoken by me, not being overturned, but by thy standing signifying steadfastness.'
「你也不要一直陷在過度的懼怕中,因為我囑咐你要放膽,只要站著聽我所說的話,不要傾倒,乃要以站立表明堅定。」
1:276
Ἦλθε γὰρ, φησὶν, ἐπ' ἐμὲ πνεῦμα, καὶ ἀν έλαβέ με, καὶ ἐξῆρέ με, καὶ ἔστησέ με ἐπὶ τοὺς πόδας μου, καὶ ἤκουον αὐτοῦ λαλοῦντος πρός με
'For there came upon me,' he says, 'a spirit, and it took me up, and lifted me up, and set me upon my feet, and I heard Him speaking to me.'
他說:「有靈進入我裡面,把我提起,將我舉起,使我站起來,我就聽見那位向我說話。」
1:277
Θεία γάρ τις ἐνέργεια ἁψαμένη μου συνέσφιγξέ με τῷ φόβῳ διαλυθέντα, καὶ στῆναι, καὶ ἀκοῦσαι τῶν φερομένων παρεσκεύασε λόγων
For a certain divine energy, laying hold of me, drew me together, dissolved as I was by fear, and prepared me to stand and to hear the words that were being uttered.
因為有一種神聖的能力抓住了我,將我這因懼怕而癱軟的人扶起,使我能站立並聽見所傳來的話語。
1:278
Υἱὲ ἀνθρώπου, ἐξαπο στελῶ ἐγώ σε πρὸς τὸν οἶκον τοῦ Ἰσραὴλ, τοὺς παραπικραίνοντάς με, οἵτινες παρεπίκρανάν με αὐτοὶ, καὶ οἱ πατέρες αὐτῶν, καὶ ἠθέτησαν ἐν ἐμοὶ ἕως τῆς σήμερον ἡμέρας
'Son of man, I am sending thee to the house of Israel, those who provoke me, who have provoked me—they themselves and their fathers—and have transgressed against me even to this present day.'
「人子啊,我差你往以色列家去,就是那悖逆我的,他們和他們的列祖都得罪了我,直到今日。」
1:279
Τίς ἂν λόγῳ με τρήσειε τὴν θείαν φιλανθρωπίαν; ποῖος δ' ἂν ἐξίκοιτο νοῦς τοῦ πελάγους τῆς ἀγαθότητος; Μετὰ τὰς μυ ρίας ἀσεβείας καὶ παρανομίας οὐκ ἀπαγορεύει τὴν σωτηρίαν, ἀλλὰ κατηγορεῖ μὲν καὶ αὐτῶν, καὶ τῶν πατέρων, ὡς ἀθετησάντων, καὶ παραβεβηκότων τὰς συγκειμένας συνθήκας, καὶ μέχρι καὶ τήμερον τῇ πονηρίᾳ προσμεινάντων·
Who could measure in words the divine love toward mankind? What mind could reach the ocean of His goodness? After their countless impieties and lawless deeds, He does not renounce their salvation, but while indeed accusing both them and their fathers as having transgressed and broken the covenants that had been established, and as having persisted in their wickedness even to this day;
誰能用言語衡量神愛人的心?哪一種心思能測透祂良善的汪洋?在他們無數的不虔與不法之後,祂並不放棄他們的救恩,雖然祂責備他們和他們的列祖背棄並違犯了所立的約,且直到今日仍執迷於邪惡;
1:280
ἀνακαλεῖται δὲ, καὶ πρὸς ὑγίειαν τοὺς ἀνήκεστα νοσοῦντας καλεῖ, καὶ ταῦτα εἰδῶς αὐτῶν τὸ δυσπειθὲς καὶ δυσήκοον·
yet He calls them back, and summons to health those who are incurably sick, and this even though He knows their obstinacy and unwillingness to hear;
但祂仍呼喚他們回轉,召那病入膏肓的得痊癒,並且這是在祂明知他們剛硬悖逆、不肯聽從的情況下所行的;
1:281
Καὶ υἱοὶ σκληροπρόσωποι, καὶ θρασυκάρ διοι, πρὸς οὓς ἀποστελῶ σε ἐγὼ πρὸς αὐ τούς
'And they are children stiff of face and hard of heart, to whom I send you, even to them.'
「他們是臉面剛硬、心裡剛硬的兒女,我差遣你到他們那裡去。」
1:282
Τουτέστιν ἰταμοὶ, ἐρυθριᾷν οὐκ εἰδότες, μα λάττεσθαι οὐκ ἐθέλοντες·
That is to say, they are shameless, not knowing how to blush, unwilling to be softened;
這就是說,他們厚顏無恥,不知羞愧臉紅,不肯被感化軟化;
1:283
οὔτε συμβουλευτικοῖς πειθόμενοι λόγοις, οὔτε τῇ τῶν τιμωριῶν ἀνάγκῃ μεταβαλλόμενοι
neither persuaded by words of counsel, nor changed by the compulsion of punishments.
既不被勸勉的話語所說服,也不因刑罰的逼迫而改變。
1:284
Τάδε λέγει Ἀδωναῒ Κύριος. Τὸ δὲ Ἀδωναῒ καὶαὐτὸ τὸ Κύριος σημαίνει·
'Thus saith Adonai the Lord.' Now the word Adonai itself also signifies 'Lord';
「主亞多乃如此說。」這「亞多乃」一詞本身也是「主」的意思;
1:285
ἔχει δὲ καὶ σμικράν τινα ἑτέραν ἔμφασιν·
yet it carries in addition another slight nuance:
但它另外還帶有一種細微的含義;
1:286
Τάδε λέγει, φησὶ, Κύριος, ὁ Κύ ριός μου
'Thus saith the Lord,' he means, 'my Lord.'
他說「主,我的主,如此說。」
1:287
Ἐὰν ἄρα ἀκούσωσιν, ἢ πτοηθῶσι, διότι οἶκος παραπικραίνων ἐστὶ, καὶ γνώσονται ὅτι προφήτης εἶ σὺ ἐν μέσῳ αὐτῶν
'If then they will hear, or be dismayed—for it is a provoking house—yet shall they know that thou art a prophet in the midst of them.'
「他們或聽,或不聽,或驚惶——因為他們是悖逆之家——他們卻要知道在他們中間有了先知。」
1:288
Τὸ, ἐὰν ἄρα, οὐκ ἀγνοίας ὑπάρχει σημαντικόν
The phrase 'if then' is not indicative of ignorance.
「他們或」這句話並非表示無知。
1:289
Οὐδὲν γὰρ ἀγνοεῖ τῶν μελλόντων ὁ γινώσκων τὰ πάντα πρὶν γενέσεως αὐτῶν·
For He who knows all things before they come to pass is ignorant of nothing that is to be;
因為那位在萬事發生之前就知道一切的,對將來的事毫無所不知;
1:290
ἰδοὺ, Κύριε, σὺ ἔγνως πάντα τὰ ἔσχατα καὶ ἀρχαῖα. Εἰδὼς τοίνυν ἀκριβῶς αὐτῶν τὸ ἀνένδοτον, τίθησι τὸ ἐὰν ἄρα, τὸ τῆς γνώμης αὐθαίρετον διὰ τούτων διδάσκων, ὅτι ἐν δέχεται αὐτοὺς μεταβληθῆναι ἐὰν ἐθελήσωσι·
'Behold, O Lord, thou hast known all things, the last and the first.' Knowing therefore precisely their obduracy, He sets down the 'if then,' teaching through these words the free self-determination of the will, that it is possible for them to be changed if they should so will;
「主啊,你已曉得一切,末後的與起初的。」因此,祂既確切地知道他們的頑梗不化,便加上「他們或」,藉此教導人意志的自主抉擇,就是若他們願意,他們是可能被改變的;
1:291
τοιοῦ τόν ἐστι καὶ τὸ ἐν τῷ Εὐαγγελίῳ εἰρημένον ἐκ προσ ώπου τοῦ πατρός·
of the same kind is that which is spoken in the Gospel in the person of the Father:
與此同類的,是福音書中以父的身分所說的話:
1:292
Ἀποστελῶ τὸν υἱόν μου πρὸς τοὺς γεωργοὺς, ἴσως ἐντραπήσονται τοῦτον· οὐδὲ γὰρ ἐκεῖ ἀμφιβολίας τὸ ἴσως·
'I will send my son to the husbandmen; perhaps they will reverence him.' For neither there does the 'perhaps' imply doubt;
「我要打發我的兒子到園戶那裡去,或者他們會尊敬他。」因為那裡的「或者」也不是表示疑惑;
1:293
ᾔδει γὰρ ὡς οὐκ ἐντραπήσονται·
for He knew that they would not reverence him;
因為祂知道他們不會尊敬他;
1:294
τὰ δὲ ἁρμόττοντα τῇ ἑαυτοῦ δικαιο σύνῃ ποιεῖ
yet He does what befits His own righteousness.
然而祂所行的乃是合乎祂自己公義的事。
1:295
Ἵνα γὰρ μή τις αὐτοῦ τὴν πρόγνωσιν αἰτίαν ὑπολάβῃ τῆς τῶν πραγμάτων ἐκβάσεως, ἀναγκαίως τὰ τῆς ἀμφιβολίας τίθησι ῥήματα, δει κνὺς τῆς γνώμης τὸ αὐτεξούσιον, καὶ ἀπολογίαν ἑαυτῷ φυλάττων ἐν τῇ τῆς κρίσεως ἡμέρᾳ
For lest anyone should suppose His foreknowledge to be the cause of the outcome of events, He necessarily sets down the words of uncertainty, showing the self-determining power of the will, and reserving for Himself a defense in the day of judgment.
因為恐怕有人會以為祂的預知乃是事情結局的原因,祂便必然地加上表示不確定的話語,顯明意志自主的能力,並為自己在審判之日存留辯白的餘地。
1:296
δυσπειθὲς καὶ ἀνήκοον, πᾶ σαν κινεῖ μηχανὴν εἰς τὴν ἐκ πονηρίας μεταβο λήν
Being disobedient and unheeding, He sets every device in motion for their turning away from wickedness.
面對這悖逆不聽從的百姓,祂運用一切方法,使他們脫離邪惡而回轉。
1:297
Τί ἔτι ποιήσω τῷ ἀμπελῶνί μου τούτῳ, καὶ οὐκ ἐποίη σα; καὶ διὰ Ὠσηὲ πάλιν·
'What more shall I do to this my vineyard that I have not done?' And again through Hosea:
「我為我的葡萄園所做的,還有什麼可做而我沒有做的呢?」又藉何西阿說:
1:298
Τί σοι ποιήσω, Ἐφραΐμ; τί σοι ποιήσω, Ἰούδα; Ἀλλ' ὅμως καὶἀνήκεστα νοσοῦντας εἰδὼς προσφέρει τὰ φάρμακα, ἵνα ἐν τῇ τῆς κρίσεως ἡμέρᾳ ἀναντιῤῥήτως τὴν ἐκ φερομένην κατ' αὐτῶν οἱ ἀπειθοῦντες δέξωνται ψῆ φον, τῶν θείων εὐεργεσιῶν εἰς μέσον προσφερομέ νων
'What shall I do unto thee, O Ephraim? what shall I do unto thee, O Judah?' Yet nevertheless, though He knows them to be incurably sick, He offers the remedies, that in the day of judgment the disobedient may without contradiction receive the sentence pronounced against them, the divine benefactions being brought forward into the midst.
「以法蓮哪,我可向你怎樣行呢?猶大啊,我可向你怎樣行呢?」然而,祂雖知他們病入膏肓、無藥可治,仍然施予醫治的良藥,為要使那些不順從的人在審判之日,當神的種種恩惠被擺在眼前時,無可推諉地領受那向他們宣告的判決。
1:299
Ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε· παρεξεταζομένη γὰρ ἡ ἡμετέρα παρανομία ταῖς θείαις εὐεργεσίαις ἐνδίκως ἡμᾶς ὑποβάλλει ταῖς τιμωρίαις·
'That thou mightest be justified in thy words, and mightest overcome when thou art judged.' For our transgression, being examined side by side with the divine benefactions, justly subjects us to punishments;
「好使你在你的言語上顯為公義,在你受審判時得勝。」因為我們的過犯,若與神的種種恩惠相對照察驗,就使我們理當受刑罰;
1:300
αὐτὸς δὲ ὁ δίκαιος κρι τὴς, καὶ παρ' αὐτῶν τῶν κολαζομένων δέχεται τὴν νικῶσαν, ὡς πᾶν εἶδος φιλανθρωπίας παραστή σας, καὶ μηδένα πόρον ἀκίνητον εὐεργεσίας κατα λιπών
and the righteous Judge Himself receives the victorious verdict even from the very persons being punished, since He has displayed every kind of loving-kindness, and has left no avenue of beneficence unmoved.
而這位公義的審判者,甚至從那些受刑罰的人自己那裡也得著得勝的判決,因為祂已顯明了各樣的慈愛,沒有留下任何一條施恩的途徑未曾動用。
1:301
Τὸ τοίνυν, Ἐὰν ἄρα ἀκούσωσιν ἢ πτοηθῶ σιν, οὐ Θεοῦ σημαίνει τὴν ἄγνοιαν, ἀλλ' ἐκείνοις χώραν δίδωσι μεταμελείας·
The phrase, then, 'If then they will hear or be dismayed,' does not signify ignorance on God's part, but gives them room for repentance;
因此,「他們或聽,或驚惶」這句話,並非表示神的無知,乃是給他們悔改的餘地;
1:302
ἐπεὶ καὶ τοῦ Φαραὼ τὴν ἀπείθειαν εἰδὼς ὁ Θεὸς, Οἶδα γὰρ, φησὶν, ἐγὼ, ὅτι οὐ προήσεται ὑμᾶς Φαραὼ, εἰ μὴ ἐν χειρὶ κραταιᾷ, καὶ ἐν βραχίονι ὑψηλῷ, μακροθυ μῶν διετέλεσεν
since God, knowing also the disobedience of Pharaoh—for He says, 'I know that Pharaoh will not let you go, except by a mighty hand and by a high arm'—continued nonetheless in longsuffering.
因為神既也知道法老的悖逆——祂說:「我知道除非藉大能的手和伸出的膀臂,法老必不容你們去」——卻仍然持續地忍耐寬容。
1:303
Κἀμὲ τοίνυν, φησὶν, ὦ προ φῆτα, καὶ τὰ παρ' ἐμοῦ τοῖς ὁμοφυέσι διαπόρθμευ σον, ἵνα αὐτοῖς γένῃ πρόξενος ὠφελείας, καὶ μάθω σιν ὅτι προφήτης εἶ σὺ ἐν μέσῳ αὐτῶν τῶν θείων λόγων διάκονος
'Do thou therefore also, O prophet,' He says, 'convey me and what is from me to those of thy own kind, that thou mayest become to them a procurer of benefit, and that they may learn that thou art a prophet in the midst of them, a minister of the divine words.'
祂說:「先知啊,你也當如此,把我和從我而來的話傳達給你同族的人,使你成為他們得益處的媒介,並使他們知道在他們中間有你這位先知,就是那服事神言語的僕人。」
1:304
Καὶ σὺ, υἱὲ ἀνθρώπου, μὴ φοβηθῇς αὐτοὺς, μηδὲ ἐκστῇς ἀπὸ προσώπου αὐτῶν, διότι. παροιστρήσουσι, καὶ ἐπισυστήσονται ἐπὶ σὲ κύ κλῳ, καὶ ἐν μέσῳ σκορπίων σὺ κατοικεῖς·
'And thou, son of man, fear them not, neither be dismayed at their countenance; for they will be maddened, and will rise up against thee round about, and thou dwellest in the midst of scorpions;
「人子啊,你不要怕他們,也不要因他們的臉色驚惶,因為他們要如癲狂發作,四面圍攻你,你又住在蠍子中間;
1:305
τοὺς λόγους αὐτῶν μὴ φοβηθῇς, καὶ ἀπὸ προσώπου αὐτῶν σὺ μὴ ἐκστῇς, διότι οἶκος παραπικραί νων ἐστίν
be not afraid of their words, neither be dismayed at their countenance, for it is a provoking house.'
你不要怕他們的話,也不要因他們的臉色驚惶,因為他們是悖逆之家。」
1:306
Ἀρκοῦσα εἰς καταφρόνησιν ἀφορμὴ ἡ τῶν ἐπιβουλεύειν ἐπιχειρούντων πονηρία·
The wickedness of those who attempt to plot against one is a sufficient ground for contempt;
那些企圖設謀陷害人之人的邪惡,已足以成為輕視他們的理由;
1:307
παράνο μοι γάρ εἰσι, καὶ τῆς θείας ἔρημοι βοηθείας·
for they are transgressors, and destitute of the divine help;
因為他們是違背律法的人,也是被神的幫助所離棄的;
1:308
οὐ δεῖ τοίνυν, φησὶ, τοὺς τοιούτους δεδιέναι, κἂν δίκην σκορπίων ᾄττωσι, κἂν θρασεῖς προσφέρωσι λόγους, κἂν μετὰ πολλῆς λύττης ἐπιφέρωνται καὶ μανίας·
there is no need, then, He says, to dread such as these, though they dart like scorpions, though they bring forward insolent words, though they rush on with much frenzy and madness;
祂說,因此無需懼怕這樣的人,縱使他們如蠍子般猛撲,縱使他們發出狂傲的言語,縱使他們帶著極大的暴怒與瘋狂衝來;
1:309
τοῦτο γὰρ διὰ τοῦ παροιστρήσουσι ᾐνίξατο, ἐκ μεταφορᾶς τῶν βοῶν, οὓς ὁ οἶστρος νεμομένους ἐλαύνει, καὶ φέρεσθαι κατὰ κρημνῶν ἀναγκάζει πολ λάκις·
for this He intimated by the phrase 'they will be maddened,' drawing a metaphor from oxen, which the gadfly drives as they graze, and often forces to be carried headlong down precipices;
因為祂藉「他們要如癲狂發作」這句話暗示了這一點,這是取自牛群的比喻,牛蝱在牛群吃草時驅趕牠們,常逼使牠們沿著懸崖狂奔跌下;
1:310
μυίας δέ ἐστιν εἶδος, κέντρου παντὸς σφοδρό τερον τοὺς βόας ἐλαῦνον
for it is a kind of fly, sharper than any goad, that drives the oxen.
牛蝱乃是一種蒼蠅,比任何刺棒都更厲害,驅趕著牛群。
1:311
Οὕτω τοίνυν τὴν μανίαν τροπικῶς προσηγόρευσεν
Thus, then, He designated their madness figuratively.
因此,祂便以比喻的方式稱他們的瘋狂為此。
1:312
Καὶ σὺ, υἱὲ ἀνθρώπου, λαλήσεις τοὺς λόγους μου πρὸς αὐτοὺς, ἐὰν ἄρα ἀκούσωσιν ἢ πτοηθῶσιν, ὅτι οἶκος παραπικραίνων ἐστίν
'And thou, son of man, thou shalt speak my words unto them, if then they will hear or be dismayed, for it is a provoking house.'
「人子啊,你要將我的話對他們說,他們或聽,或驚惶,因為他們是悖逆之家。」
1:313
Πάλιν τὴν ἀμφιβολίαν προστέθεικε, τὴν μεταμέ λειαν μηχανώμενος·
Again He has added the uncertainty, contriving their repentance;
祂再次加上這不確定的說法,為要籌謀使他們悔改;
1:314
εἰκὸς γὰρ, αὐτοὺς, φησὶ, τῇ τῆς τιμωρίας ἀπειλῇ πτοηθῆναι, καὶ δεῖ σαι τῆς ἀπειλῆς τὸ τέλος, ἐπειδὴ τοῖς χρη στοτέροις εἴκειν οὐκ ἐθέλουσι λόγοις
for it is likely, He says, that they will be dismayed by the threat of punishment, and will fear the fulfillment of the threat, since they are unwilling to yield to the kinder words.
祂說,因為他們既不肯順從那更溫和的話語,就有可能因刑罰的威嚇而驚惶,害怕那威嚇的成就。
1:315
Καὶ σὺ, υἱὲ ἀνθρώπου, ἄκουε τοῦ λαλοῦν τος πρὸς σὲ, καὶ μὴ γίνου παραπικραίνων, καθὼς ὁ οἶκος ὁ παραπικραίνων·
'And thou, son of man, hear him that speaketh unto thee, and be not thou a rebel, like the rebellious house;
「人子啊,你要聽那對你說話的,不要像那悖逆之家那樣悖逆;
1:316
χάνε τὸ στόμα σου, καὶ κατάφαγε ἃ ἐγὼ δίδωμί σοι
open thy mouth, and eat that which I give thee.'
你要開口,喫我所賜給你的。」
1:317
Μὴ ἀντεί πῃς, φησὶ, τοῖς ὑπ' ἐμοῦ σοι κελευομένοις·
'Do not gainsay,' He says, 'the things commanded thee by me;
祂說:「不要違抗我所吩咐你的事;
1:318
μηδὲ ζηλώσῃς τοὺς ἀντιλέγοντας, ἀλλὰ τὰ προσταττόμενα πλήρου
neither emulate those who contradict, but fulfil the things enjoined.'
也不要效法那些頂嘴的人,只要成就所吩咐的事。」
1:319
Καὶ ἴδον, καὶ ἰδοὺ χεὶρ ἐκτεταμένη πρός με, καὶ ἐν αὐτῇ κεφαλὶς βιβλίου
'And I looked, and behold, a hand stretched out toward me, and in it a roll of a book.'
「我觀看,見有一隻手向我伸出,其中有一書卷。」
1:320
Καὶ ἀνείλησεν αὐτὴν ἐνώπιόν μου, καὶ ἐν αὐτῇ ἦν γεγραμμένα τὰ ὄπισθεν καὶ τὰ ἔμπροσθεν, καὶ ἐγέγραπτο εἰς αὐτὴν θρῆνος, καὶ μέλος, καὶ οὐαί
'And He unrolled it before me, and in it there was written that which was behind and that which was before, and there was written therein lamentation, and song, and woe.'
「祂在我面前將書卷展開,其上寫著前後兩面,並且寫著哀號、悲歌與禍患。」
1:321
Υἱὲ ἀνθρώπου, κατά φαγε τὴν κεφαλίδα ταύτην, καὶ πορεύθητι, καὶ λάλησον τοῖς υἱοῖς Ἰσραήλ
'Son of man, eat this roll, and go and speak unto the children of Israel.'
「人子啊,你要喫這書卷,去對以色列人說話。」
1:322
Εἰκότως ἔφη ἄνω, Ἐὰν ἄρα ἀκούσωσιν ἢ πτοηθῶσι· φρίκης γὰρ μεστὰ τὰ τῷ προφήτῃ προσφερόμενα, θρῆνος, καὶ μέλος, καὶ οὐαὶ, ὅλῃ τῇ κεφαλίδι ἐγγεγραμ μένα, ἔνδοθέν τε καὶ ἔξωθεν
With reason He said above, 'If then they will hear or be dismayed'; for the things brought to the prophet are full of horror—lamentation, and song, and woe—written over the whole roll, within and without.
祂在前面說「他們或聽,或驚惶」是有道理的;因為帶給先知的事物滿了令人戰慄的內容——哀號、悲歌與禍患——寫滿了整個書卷,裡外兩面。
1:323
Κεφαλίδα δὲ καλεῖ τὰ εἰλητὰ βιβλία
By 'roll' he calls the rolled-up books.
他用「書卷」(原文為卷軸首端)稱那些捲起的書。
1:324
Οὕτω γὰρ οἱ πάλαι τὴν τῶν συγ γραμμάτων ἐφύλαττον μνήμην
For thus the ancients preserved the record of their writings.
因為古人就是這樣保存他們著作的記錄。
1:325
Καὶ διήνοιξε τὸ στόμα μου, καὶ ἐψώ μισέ με τὴν κεφαλίδα ταύτην
'And He opened my mouth, and fed me with this roll.'
「祂使我開口,將這書卷給我喫。」
1:326
Καὶ εἶπε πρός με, Υἱὲ ἀνθρώπου, τὸ στόμα σου φάγεται, καὶ ἡ. κοιλία σου πλησθήσεται τῆς κεφαλίδος ταύτης τῆς δεδομένης εἰς σέ·
'And He said unto me, Son of man, thy mouth shall eat, and thy belly shall be filled with this roll that is given unto thee;
「祂對我說:人子啊,你的口要喫,你的肚腹要被這賜給你的書卷充滿;
1:327
καὶ ἔφαγον αὐτὴν, καὶ ἐγένετο ἐν τῷ στόματί μου, ὡς μέλι γλυκάζον
and I ate it, and it became in my mouth as honey for sweetness,'
我就喫了,這書卷在我口中甘甜如蜜,」
1:328
ὑπὲρ μέλι τῷ στόματί μου. Γλυκὺς δὲ, καὶ λίαν ἡδὺς, καὶ τῶν ἁμαρτημάτων ὁ θρῆνος·
'sweeter than honey to my mouth.' Sweet indeed, and exceedingly pleasant, is the lamentation over sins;
「在我口中比蜜更甜。」是的,為罪痛悔的哀號實在是甘甜、極其怡人的;
1:329
Ἀθυμία γὰρ, φησὶ, κατέσχε με ἀπὸ ἁμαρ τωλῶν τῶν ἐγκαταλιμπανόντων τὸν νόμον σου· καὶ, Ἴδον ἀσυνετοῦντας καὶ ἐξετηκόμην, ὅτι τὰ λόγιά σου οὐκ ἐφυλάξαντο. Καὶ ὁ τούτου δὲ υἱὸς παραινεῖ λέγων·
for 'Dejection took hold of me,' he says, 'because of the sinners who forsake thy law'; and, 'I beheld the foolish, and I pined away, because they kept not thy oracles.' And his son also exhorts, saying:
因為他說:「我心焦急,因為惡人離棄你的律法」;又說:「我看見奸惡的人便甚憎惡,因為他們不遵守你的訓言,我就漸漸消瘦。」他的兒子也勸勉說:
1:330
Ἀγαθὸν πορευθῆναι εἰς οἶκον πένθους, ἢ πορευθῆναι εἰς οἶκον γέλωτος. Οὕτως ἐγένετο τῷ προφήτῃ μέλιτι ἐμφερὴς τῆς κεφαλίδος ἡ βρῶ σις, οὐδὲν μὲν ἐχούσης τερπνὸν ἢ θυμῆρες, θρῆνον δὲ, καὶ μέλος, καὶ οὐαί
'It is better to go to the house of mourning than to go to the house of laughter.' Thus it came to pass that to the prophet the eating of the roll was like honey, though it had in it nothing delightful or pleasing, but lamentation, and song, and woe.
「往遭喪的家去,強如往宴樂的家去。」因此,喫這書卷對先知就如蜜一般,雖然其中並無任何令人愉悅或歡喜的,只有哀號、悲歌與禍患。
1:331
Μηδεὶς δὲ αἰσθητὴν καὶ σωματικὴν ὑπολάβῃ τῆς κεφαλίδος τὴν βρῶσιν
Let no one suppose the eating of the roll to have been sensible and bodily.
誰也不要以為喫這書卷是感官上、肉體上的事。
1:332
Ὥσπερ γὰρ ἐκείνην τὴν θεωρίαν πνευματικῶς ἐθεά σατο, οὕτως καὶ ταύτης πνευματικῶς μεταλαμβάνει τῆς γεύσεως
For just as he beheld that vision spiritually, so also he partakes of this tasting spiritually.
因為正如他是以屬靈的方式看見那異象,照樣他也是以屬靈的方式領受這品嚐。
1:333
Υἱὲ ἀνθρώπου, βάδιζε, εἴσελθε εἰς τὸν οἶκον τοῦ Ἰσραὴλ, καὶ λάλησον τοὺς λόγους μου πρὸς αὐτούς
'Son of man, go, enter into the house of Israel, and speak my words unto them.'
「人子啊,你要去,進入以色列家,將我的話對他們說。」
1:334
Οὐδὲ πρὸς λαοὺς πολλοὺς ἀλλοφώνους ἢ ἀλ λογλώσσους, οὐδὲ στιβαροὺς τῇ γλώσσῃ ὄντας, ὧν οὐχὶ ἀκούσῃ τοὺς λόγους
'Not unto many peoples of strange speech or of strange tongue, nor to those of a difficult language, whose words thou shouldest not understand.'
「你奉差遣不是往那說話艱難、言語難懂的多民那裡去,不是往那些你聽不懂他們言語的人那裡去。」
1:335
Ἐνταῦθα σαφῶς δείκνυσι τῶν ἀποστολικῶν πόνων καὶ προφητικῶν τὸ διάφορον
Here He plainly shows the difference between the apostolic and the prophetic labors.
在此,祂清楚顯明使徒的勞苦與先知的勞苦之間的差別。
1:336
Οἱ μὲν γὰρ ἑνὸς ἔθνους τὴν ἐπιμέλειαν ἐπιστεύθησαν, ἐξ αὐτῶν ὁρμώμενοι, καὶ τὴν αὐτὴν φωνὴν ἔχοντες·
For the latter were entrusted with the care of one nation, springing from among them, and having the same language;
因為後者(先知)所受託的乃是對一個民族的照管,他們出於這民族之中,並且說同樣的言語;
1:337
οἱ δὲ τὴν οἰκουμένην ἐνεχειρίσθη σαν, καὶ ἅπαντα τὰ ἔθνη, κατὰ τὴν τοῦ Κυρίου φωνήν·
but the former were put in charge of the whole inhabited world, and of all the nations, according to the word of the Lord:
但前者(使徒)所受託的乃是全世界和萬民,正如主的話所說:
1:338
Πορευθέντες γὰρ, φησὶ, μαθητεύσατε πάντα τὰ ἔθνη, οἳ μυρίας εἶχον καὶ διαφόρους γλώττας, ἤθη δὲ ποικίλα, καὶ νόμους ἐναντίους·
'Go ye,' He says, 'make disciples of all the nations'—which had countless and diverse tongues, manifold customs, and contrary laws;
祂說:「你們要去,使萬民作我的門徒」——這些民有無數種不同的言語、各樣的風俗,與彼此相反的律法;
1:339
ἀλλ' ὅμως οἱ τὰ πολλὰ ἔθνη, καὶ τὰς διαφόρους γλώττας, καὶ τοὺς ποικίλους τρόπους, καὶ τοὺς παντοδαποὺς ἐγχειρισθέντες νόμους, τὴν οἰκουμένην ἐπὶ τὸ κρεῖττον μετέβαλον·
yet nevertheless those who were entrusted with the many nations, and the diverse tongues, and the manifold manners, and the multifarious laws, transformed the inhabited world for the better;
然而,那些受託於眾多民族、不同言語、各樣習俗與五花八門律法的人,卻使全世界轉變得更美好;
1:340
οἱ δὲ τὸν δυσήνιον ἐκεῖ νον ἐγχειρισθέντες λαὸν, πολὺν μὲν ὑπέμειναν τὸν πόνον, οὐκ ἀξίους δὲ τῶν πόνων ἐδρέψαντο τοὺς καρπούς·
but those who were entrusted with that stubborn people endured indeed much labor, yet reaped fruits not worthy of their labors;
但那些受託於那難以駕馭之百姓的人,雖忍受了許多勞苦,所收的果子卻不配得他們的勞苦;
1:341
αἰτία δὲ οὐχ ἡ τῶν γεωργῶν ῥᾳθυμία, ἀλλὰ τῶν γεωργουμένων ἡ δυστροπία
and the cause was not the sloth of the husbandmen, but the perversity of those being cultivated.
其原因並非耕作者的懶惰,乃是那被耕種之人的乖僻。
1:342
Εἰ καὶ πρὸς τοιούτους ἐξαπέστειλά σε, οὗτοι ἂν εἰσήκουσάν σου
'Even if I had sent thee to such as these, they would have hearkened unto thee.'
「我若差你往這樣的人那裡去,他們必聽從你。」
1:343
(ζʹ.) Ὁ δὲ οἶκος Ἰσραὴλ οὐ μὴ θελήσουσιν ἀκοῦσαί σου, διότι οὐ βούλονται εἰσακούειν μου·
(7.) 'But the house of Israel will not be willing to hearken unto thee, for they are not willing to hearken unto me;
(第七章)「但以色列家不肯聽從你,因為他們不肯聽從我;
1:344
ὅτι πᾶς οἶκος Ἰσραὴλ φιλόνεικοί εἰσι, καὶ σκληροκάρδιοι
for all the house of Israel are contentious and hard-hearted.'
因為以色列全家都是好爭競、心裡剛硬的。」
1:345
ἡρμήνευσε δὲ καὶ τὸ, Ἐὰν. ἄρα ἀκούσωσι, σαφῶς διδάξας, ὡς οὐκ ἀγνοεῖ, ἀλλ' ἀκριβῶς οἶδεν αὐτῶν τὴν ἀπείθειαν·
He also interpreted the phrase 'If then they will hear,' clearly teaching that He is not ignorant, but knows precisely their disobedience;
祂也解明了「他們或聽」這句話,清楚地教導人祂並非無知,乃是確切地知道他們的悖逆;
1:346
σημαίνει δὲ κατὰ ταυτὸν, ὡς ἀπὸ γνώμης, ἀλλ' οὐκ ἐκ φύσεως αὕτη·
and He signifies at the same time that this disobedience is from choice, not from nature;
同時祂也表明,這悖逆是出於他們的意志抉擇,而非出於本性;
1:347
Ὁ γὰρ οἶκος, φησὶν, Ἰσραὴλ οὐ μὴ θελήσουσιν ἀκοῦσαί σου, διότι οὐ βούλονται εἰσακούειν μου· ἀντὶ τοῦ, Μὴ ἀλγήσῃς παρακουόμενος·
for 'the house of Israel,' He says, 'will not be willing to hearken unto thee, for they are not willing to hearken unto me'—as if to say, 'Grieve not at being disobeyed;
因為祂說:「以色列家不肯聽從你,因為他們不肯聽從我」——意思是說:「你不要因不被聽從而憂傷;
1:348
ἐμοὶ γὰρ ἀντιλέγοντες τοῖς ὑπὸ σοῦ προσφερομένοις ἀντι πίπτουσι λόγοις·
for in contradicting me they resist the words brought forward by thee;
因為他們既頂撞我,就是抗拒你所傳講的話語;
1:349
αἰτία δὲ τῆς ἀντιλογίας ἡ φιλό νεικος γνώμη, καὶ ἡ τῆς καρδίας ἀντιτυπία, καὶ τοῦ φρονήματος ἡ θρασύτης·
and the cause of the contradiction is the contentious disposition, and the obstinacy of the heart, and the insolence of the mind;
而這頂撞的原因乃是好爭競的心志、心裡的頑梗,與心思的狂傲;
1:350
ἀλλὰ μὴ δείσῃς πρὸς τοιούτους ἀποστελλόμενος
but fear not, being sent to such as these.'
但你既奉差遣到這樣的人那裡去,就不要懼怕。」
1:351
Ἰδοὺ γὰρ δέδωκα τὸ πρόσωπόν σου δυνατὸν κατέναντι τῶν προσώπων αὐτῶν, καὶ τὸ νεῖκός σου κατισχύσω κατέναντι τοῦ νείκους αὐτῶν
For behold, I have made your face strong against their faces, and I will strengthen your strife against their strife.
「看哪,我已使你的臉剛強,抵擋他們的臉;也使你的爭辯得力,勝過他們的爭辯。」
1:352
Καὶ ἔσται διαπαντὸς, κραταιότερον πέτρας δέδωκα τὸ πρόσωπόν σου, μὴ φοβηθῇς ἀπ' αὐτῶν, μηδὲ πτοηθῇς ἀπὸ προσώπου αὐτῶν, διότι οἶκος παραπικραίνων ἐστί
And it shall be continually: harder than rock have I made your face; fear them not, neither be dismayed at their face, for it is a provoking house.
「這必是常存的:我已使你的臉比磐石更堅硬。你不要懼怕他們,也不要因他們的臉色而驚惶,因為他們是悖逆之家。」
1:353
Εἰδὼς, φησὶν, αὐτῶν τὴν πονηρίαν τῆς γνώμης, πάντα φόβον ἐκ τῆς διανοίας ἐξόρισον·
Knowing, He says, the wickedness of their disposition, banish all fear from your mind;
祂說,我既知道他們心思的邪惡,你當將一切懼怕從你的心意中驅除;
1:354
δώσω γάρ σοι ἰσχὺν ἀναλο γοῦσαν τῇ ἐκείνων ἀντιλογίᾳ, καὶ σύμμετρον τῷ πόνῳ παρέξω τὴν δύναμιν, καὶ πάσης πέτρας κρα ταιότερόν σου καταστήσω τὸ μέτωπον, ἵνα μήτε παροινούμενος, μήτε τυπτόμενος, μήτε ἄλλο τι τῶν δεινῶν ὑπομένων, φύγῃς τὴν τοῦ λόγου διακονίαν, καὶ τὴν τούτων ἐπιμέλειαν καταλίπῃς
for I will give you strength proportioned to their gainsaying, and I will supply power commensurate with the toil, and I will make your brow harder than every rock, so that neither when reviled, nor when struck, nor when enduring any other of the terrible things, you may flee from the ministry of the word and abandon your care for these people.
因為我要賜給你與他們的頂撞相稱的力量,也要按著這勞苦供給你相當的能力,並要使你的額比一切磐石更堅硬,好叫你無論是受辱罵、還是被毆打、或忍受其他任何苦難,都不至於逃避傳道的職事,撇下對這些人的看顧。
1:355
Καὶ εἶπε πρός με, Υἱὲ ἀνθρώπου, πάντας τοὺς λόγους, οὓς λελάληκα μετὰ σοῦ, λάβε εἰς τὴν καρδίαν σου, καὶ τοῖς ὠσί σου ἄκουε
And He said to me: Son of man, take into your heart all the words that I have spoken with you, and hear with your ears.
祂對我說:「人子啊,我對你所說的一切話,你都要放在心裡,用耳細聽。」
1:356
Τάδε λέγει Ἀδωναῒ Κύριος·
Thus says Adonai the Lord:
主耶和華(阿多乃)如此說:
1:357
Ἐὰν ἄρα ἀκούσωσιν,ἐὰν ἄρα ἐνδῶσιν
If perchance they will hear, if perchance they will yield.
「或者他們肯聽,或者他們肯順從。」
1:358
Μηδὲν, φησὶν, οἰκεῖον φθέγξῃ διαλεγόμενος πρὸς αὐτοὺς, ἀλλὰ τοῖς ἐμοῖς διακό νησον λόγοις, καὶ τὰ παρ' ἐμοῦ σοι κελευόμενα πρόσ φερε·
Utter nothing, He says, of your own when conversing with them, but minister with My words, and convey to them the things commanded you by Me;
祂說,你與他們交談時,不可說出任何自己的話,只要傳講我的話語,將我所吩咐你的傳給他們;
1:359
εἰκὸς γὰρ αὐτοὺς τοὺς σοὺς αἰδεσθῆναι πόνους, καὶ τὰς ἐμὰς ἀπειλὰς φοβηθῆναι
for it is likely that they will reverence your labours, and fear My threats.
因為他們或許會敬重你的勞苦,並懼怕我的威嚇。
1:360
Ἡ δὲ ἀμφιβολία πάλιν, ὡς ἔφην, οὐ τὴν ἄγνοιαν σημαίνει, ἀλλὰ τοῦ αὐτεξουσίου τὴν ὁρμὴν δι εγείρει
But the conditional expression again, as I have said, does not signify ignorance, but rouses the impulse of free will.
然而,正如我所說,這假設性的話語並非表示無知,而是為要激發自由意志的動力。
1:361
Καὶ ἔλαβέ με Πνεῦμα, καὶ ἤκουσα κατ όπισθέν μου φωνὴν σεισμοῦ μεγάλου, Εὐλογη μένη ἡ δόξα Κυρίου ἐκ τοῦ τόπου αὑτοῦ
And the Spirit took me up, and I heard behind me the voice of a great earthquake, saying: Blessed be the glory of the Lord from His place.
「靈將我舉起,我聽見在我身後有大地震般的聲音,說:『從耶和華的所在顯出來的榮耀是應當稱頌的。』」
1:362
Ταύτας γὰρ, φησὶ, δεξάμενος τὰς ἐντολὰς, κατηπει γόμην τὴν διακονίαν πληροῦν, καὶ οὐδὲ τοῖς ποσὶ κεχρῆσθαι συνεχωρούμην, ἀλλ' ὑπὸ θείας συνερ γείας πρὸς οὓς ἀπεστάλην μετεφερόμην
For having received these commands, He says, I was hastening to fulfil the ministry, and I was not even permitted to use my feet, but by divine cooperation I was carried to those to whom I was sent.
祂說,我既領受了這些命令,就急切地要完成這職事,甚至不許我用自己的腳步行,乃是藉著神的協助被帶到我所奉差遣的人那裡。
1:363
Ἀναγ καίως δὲ καὶ τοῦ σεισμοῦ τὴν αἴσθησιν δέχεται, ἵνα τῷ φόβῳ νυττόμενος τὴν διακονίαν πληρώσῃ
And necessarily he receives also the sensation of the earthquake, so that being pricked by fear he might fulfil the ministry.
他也必然感受到那地震,好叫他被懼怕刺激,便完成這職事。
1:364
Λέγει δὲ καὶ τὴν ὑμνῳδίαν, ἣν ἀνέπεμψεν αἰσθόμενος τοῦ σεισμοῦ·
And he tells also of the hymn which he sent up when he perceived the earthquake:
他也述說了自己在感覺到地震時所發出的頌讚:
1:365
Εὐλογημένη ἡ δόξα Κυρίου ἐκ τοῦ τόπου αὑτοῦ. Τοῦτο δὲ ὑπ' αὐτοῦ τοῦ Θεοῦ διδαχθεὶς. ἔφη·
Blessed be the glory of the Lord from His place. And having been taught this by God Himself, he said it;
「從耶和華的所在顯出來的榮耀是應當稱頌的。」他既是蒙神親自教導,就這樣說了;
1:366
τῷ γὰρ μακαρίῳ Μωσῇ γνωστῶς ἰδεῖν αἰτή σαντι τὸν Θεὸν, ἔφη, Οὐδεὶς ὄψεται τὸ πρόσωπόν μου, καὶ ζήσεται. Εἶτα ἐπάγει·
for to the blessed Moses, when he asked God to see Him with clear knowledge, He said: No one shall see My face and live. Then He adds:
因為當蒙福的摩西求神使他得以明明地看見神時,神對他說:「沒有人看見我的面還能存活。」隨後又說:
1:367
Ἰδοὺ τόπος παρ' ἐμοὶ, καὶ θήσω σε εἰς ὀπὴν τῆς πέτρας, καὶ σκε πάσω σε τῇ χειρί μου, καὶ ὄψῃ τὰ ὀπίσθιά μου, τὸ δὲ πρόσωπόν μου οὐ μὴ ἴδῃς. Οὐκ ἐπειδὴ εἰς πρόσ ωπον καὶ ὀπίσθια τὸ Θεῖον διῄρηται·
Behold, there is a place beside Me, and I will set you in a cleft of the rock, and I will cover you with My hand, and you shall see My back parts, but My face you shall not see. Not because the Deity is divided into face and back parts;
「看哪,在我這裡有個地方,我要將你安置在磐石穴中,用我的手遮蓋你,你就得見我的背,卻不得見我的面。」這並非因為神性被分為面與背;
1:368
ἀλλὰ διὰ μὲν τοῦ προσώπου τῆς θείας νοουμένης οὐσίας, διὰ δὲ τῶν ὀπισθίων, τῶν οἰκονομιῶν καὶ εὐεργεσιῶν, αἳ περὶ ἡμᾶς πολλαὶ γίνονται, καὶ παντοδαπαί
but by the face is understood the divine essence, and by the back parts, the dispensations and benefactions which are wrought concerning us, many and of every kind.
乃是藉著「面」表明神的本質,藉著「背」表明祂為我們所施行的種種安排與恩惠——這些是眾多而各樣的。
1:369
Τόπον τοίνυν αὐτοῦ καλεῖ τὴν ἀγαθότητα, δι' ἣν ἀχώρητος ὢν τῇ φύσει, ὡς δυνατὸν τοῖς ἀξίοις, γίνεται χω ρητός
He therefore calls His goodness a place, through which, being by nature uncontainable, He becomes containable, as far as is possible, by those who are worthy.
因此,祂稱自己的良善為「地方」,藉著這良善,那按本性不可被容納的神,就儘可能地被那些配得的人所容納。
1:370
Καὶ ἴδον φωνὴν τῶν πτερύγων τῶν ζώων πτερυσσομένων ἑκατέραν πρὸς τὴν ἑκατέραν, καὶ φωνὴ τῶν τροχῶν ἐχομένη αὐτῶν, καὶ φωνὴ τοῦ σεισμοῦ μεγάλη
And I saw the sound of the wings of the living creatures beating one against the other, and the sound of the wheels following them, and the sound of the great earthquake.
「我看見那些活物的翅膀彼此相碰的聲音,又聽見隨著牠們之輪子的聲音,並大地震的聲音。」
1:371
Τούτων γὰρ πρός με εἰρη μένων, ἐκινεῖτο μὲν τὰ ζῶα ταῖς πτέρυξι χρώμενα, ἐπηκολούθουν δὲ οἱ τροχοί·
For when these things were spoken to me, the living creatures moved, using their wings, and the wheels followed;
因為這些話對我說了之後,那些活物就用翅膀行動,輪子也隨著;
1:372
σεισμὸς δὲ μέγιστος τούτων κινουμένων ἀπετελεῖτο·
and a very great earthquake was produced by their movement;
牠們一動,便產生極大的地震;
1:373
πολὺς γὰρ ἦν ὁ κτύπος ὁ πανταχόθεν φερόμενος
for great was the din borne from every side.
因為從四面傳來的響聲甚大。
1:374
Καὶ τὸ Πνεῦμα ἐξῆρέ με, καὶ ἔλαβέ με, καὶ ἐπορεύθην μετέωρος ἐν ὁρμῇ τοῦ Πνεύμα τός μου
And the Spirit lifted me up and took me, and I went aloft in the impulse of my Spirit.
「靈將我舉起,把我提去;我在我靈的催動中被高舉而行。」
1:375
Ἡ γὰρ τοῦ θείου Πνεύματος χάρις ἐν ἐμοὶ γενομένη μέσον οὐρανοῦ καὶ γῆς, οἷόν τινα ὑπόπτερον, διατέμνειν παρεσκεύαζε τὸν ἀέρα
For the grace of the divine Spirit, coming to be in me, prepared me, like some winged being, to cut through the air midway between heaven and earth.
因為那臨到我裡面的聖靈的恩典,使我預備好如同有翅膀之物,在天地之間穿越空中。
1:376
Καὶ χεὶρ Κυρίου ἐγένετο ἐπ' ἐμὲ κραταιά. Πάλιν αὐτὴν σημαίνει τὴν χάριν τοῦ Πνεύματος
And the hand of the Lord came upon me mightily. Again he signifies the very grace of the Spirit.
「耶和華大能的手臨到我身上。」他再次表明聖靈的恩典。
1:377
Καὶ εἰσῆλθον εἰς τὴν αἰχμαλωσίαν μετέ ωρος·
And I entered into the captivity aloft;
「我被高舉而進入被擄之地;」
1:378
τουτέστιν, οὐ βαδίζων, ἀλλὰ δι' ἀέρος φερόμενος
that is, not walking, but being carried through the air.
就是說,不是步行,而是在空中被帶著行。
1:379
Καὶ περιῆλθον τοὺς κατοικοῦντας ἐπὶ τοῦ ποταμοῦ Χοβὰρ, τοὺς ὄντας ἐκεῖ, καὶ ἐκάθισα ἐκεῖ ἑπτὰ ἡμέρας ἀναστρεφόμενος ἐν μέσῳ αὐτῶν. Καταλαβὼν γὰρ, φησὶν, οὓς προσετάχθην, ἡμέρας ἑπτὰ σιγῶν διετέλεσα, ἀναμένων τὴν θείαν ἐνέρ γειαν
And I went round to those dwelling by the river Chobar, those who were there, and I sat there seven days, going about in their midst. For having reached, he says, those to whom I was appointed, I passed seven days keeping silence, awaiting the divine working.
「我到了住在迦巴魯河邊被擄的人那裡,就是住在那裡的人中間,我在他們中間憂憂悶悶地坐了七日。」他說,我既到了我所奉派去的人那裡,就靜默地度過了七日,等候神的工作。
1:380
Καὶ ἐγένετο μετὰ τὰς ἑπτὰ ἡμέρας λόγος Κυρίου πρός με λέγων, Υἱὲ ἀνθρώπου, σκοπὸν δέδωκά σε ἐν τῷ οἴκῳ Ἰσραὴλ, καὶ ἀκούσῃ ἐκ τοῦ στόματός μου λόγον, καὶ διαπει λήσῃ αὐτοῖς παρ' ἐμοῦ
And it came to pass after the seven days that the word of the Lord came to me, saying: Son of man, I have given you as a watchman to the house of Israel, and you shall hear a word from My mouth, and you shall warn them from Me.
「過了七日,耶和華的話臨到我說:人子啊,我立你作以色列家守望的人,你要聽我口中的話,替我警戒他們。」
1:381
Τύπον ἔπεχε, φησὶ, κατασκόπου, ὃν ἐπὶ γεωλόφου τινὸς ἱστᾶσιν οἱ ἄνθρωποι, προμηνύειν αὐτοῖς τὰς ἐσομένας τῶν βαρβάρων ἐφόδους κελεύοντες
Hold the type, He says, of a scout, whom men station upon some hill, commanding him to give forewarning of the coming incursions of the barbarians.
祂說,你當像個守望者,就是人設立在某座山崗上、吩咐他預先報告蠻族即將來襲的那種人。
1:382
Καὶ σὺ τοίνυν οἷον ἐπί τινος σκοπιᾶς καὶ περιωπῆς τῆς προφητείας ἑστὼς, ἃ προορᾷς τῷ λαῷ προαγόρευε, καὶ τοὺς ἐμοὺς αὐτοῖς διαπόρθμευε λόγους
So you too, standing as it were upon some watchtower and lookout of prophecy, proclaim beforehand to the people what you foresee, and convey to them My words.
照樣,你也當站在先知職分的守望台與瞭望處上,將你所預見的預先告訴百姓,並將我的話傳達給他們。
1:383
Ἐν τῷ λέγειν με τῷ ἀνόμῳ, θανάτῳ θανα τωθήσῃ, καὶ ἐὰν μὴ διαστείλῃ αὐτῷ, μηδὲ λαλήσῃς τοῦ διαστείλασθαι τῷ ἀνόμῳ, τοῦ ἀπο. στρέψαι αὐτὸν ἀπὸ τῶν ὁδῶν αὐτοῦ, τοῦ ζῆσαι αὐτὸν, ὁ ἄνομος ἐκεῖνος ἐν τῇ ἀνομίᾳ αὐτοῦ ἀποθανεῖται, καὶ τὸ αἷμα αὐτοῦ ἐκ χειρός σου ἐκζητήσω
When I say to the lawless man, You shall surely die, and you have not warned him, nor spoken to warn the lawless man to turn him from his ways, that he may live, that lawless man shall die in his iniquity, and his blood will I require at your hand.
「我何時對惡人說:你必要死,你若不警戒他,也不勸誡惡人使他離開惡道以致存活,這惡人必死在自己的罪孽中;但我要向你討他喪命的血債。」
1:384
Φοβερὰ καὶ φρίκης γέμουσα ἡ ἀπειλὴ, καὶ ἱκανὴ δεδίξασθαι καὶ τοὺς ἄγαν λιθίνους·
Fearful and full of shuddering is the threat, and sufficient to terrify even those who are exceedingly stony;
這威嚇是可畏而令人戰慄的,足以使那極其如石般剛硬的人也懼怕;
1:385
ἄῤῥη τος δὲ καὶ ἡ διὰ τῆς ἀπειλῆς προφαινομένη ἀγαθό της·
and ineffable also is the goodness shining forth through the threat;
而藉著這威嚇所顯出的良善,也是難以言喻的;
1:386
Ἐπειδὴ δὲ εἰκὸς τὸν μὲν πᾶν εἶδος θεραπείας προσ φέρειν, τοὺς δὲ ἀνηκέστως νοσεῖν, καὶ τὴν προσ φερομένην μὴ προσδέχεσθαι ἰατρείαν, ἀναγκαίως ἐπιφέρει·
But since it is likely that one should offer every kind of treatment, while some are incurably sick and do not receive the healing offered, He necessarily adds:
但既然可能有人施行各樣的醫治,而有些人卻病入膏肓、不肯接受所施的醫治,祂便必然接著說:
1:387
Καὶ σὺ ἐὰν διαστείλῃ τῷ ἀνόμῳ, καὶ μὴ ἀποστρέψῃ ἀπὸ τῆς ὁδοῦ αὐτοῦ καὶ ἀπὸ τῆς ἀνομίας αὐτοῦ, ὁ ἄνομος ἐκεῖνος ἐν τῇ ἀνομίᾳ αὐτοῦ ἀποθανεῖται, καὶ σὺ τὴν ψυχήν σου ῥύσῃ
And you, if you warn the lawless man, and he does not turn from his way and from his lawlessness, that lawless man shall die in his iniquity, but you shall deliver your soul.
「你若警戒惡人,他仍不轉離罪惡、離開他的惡道,這惡人必死在罪孽中,你卻救了自己的性命。」
1:388
Ἀθῶος, φησὶν, ἔσῃ τὰ προσήκοντα ποιῶν, καὶ τὰ παρὰ σαυτοῦ συνεισφέρων·
Guiltless, He says, you shall be, doing what is fitting and contributing what is from yourself;
祂說,你若行了當行的,盡了自己的本分,就必無罪;
1:389
κἂν γὰρ ἡ ἐκείνου νόσος ἀνίατος διαμείνῃ, αὐτὸς μόνος τίσει τῆς ἀπειθείας τὴν τιμωρίαν
for even if his disease remain incurable, he alone shall pay the penalty of his disobedience.
因為縱使他的病仍不得醫治,他也只是獨自償付悖逆的刑罰。
1:390
Προσήκει δὲ συνιδεῖν, ὅτι τὸν ἄνομον καὶ ἀνωτέρω κἀνταῦθα τιμωρηθήσεσθαι ἔφη τῇ παρανομίᾳ προσμένοντα·
It is fitting to observe that He said both above and here that the lawless man who persists in his transgression shall be punished;
當留意的是,祂在上文和此處都說,那執迷於違法之中的惡人必受刑罰;
1:391
ἐάν τε ἔχῃ τὸν διαστέλ λοντα, τουτέστι τὸν διδάσκοντα, ἐάν τε καὶ μή·
whether he has one to warn him, that is, to teach him, or whether he has not;
無論他有無警戒他的人,就是教導他的人;
1:392
ἀρκεῖ γὰρ ἡ φύσις εἰς τὴν τοῦ πρακτέου διάκρισιν·
for nature suffices for the discernment of what ought to be done;
因為本性足以分辨當行之事;
1:393
ἐκ περιουσίας δὲ ἡ διδασκαλία προσφέρεται, τῆς θείας ἀγαθότητος πάντα πόρον εἰς τὴν τῶν ἀνθρώπων σωτηρίαν μηχανωμένης
and teaching is offered out of abundance, since the divine goodness devises every means for the salvation of men.
而教導乃是額外豐足地施予的,因為神的良善為人的救恩籌謀各樣的門路。
1:394
Καὶ ἐν τῷ ἀποστρέφειν δίκαιον ἀπὸ τῶν δικαιοσυνῶν αὑτοῦ, καὶ ποιήσει παράπτωμα, καὶ δώσω τὴν βάσανον εἰς πρόσωπον αὐτοῦ·
And when the righteous man turns from his righteousness, and commits a trespass, and I set the torment before his face;
「義人何時離開他的義而作惡,我將絆腳石放在他面前;」
1:395
αὐτὸς ἀποθανεῖται, ὅτι οὐ διεστείλω αὐτῷ·
he shall die, because you did not warn him;
他必死亡,因為你沒有警戒他;
1:396
ἐν ταῖς ἁμαρτίαις αὑτοῦ ἀποθανεῖται, διότι οὐ μὴ μνησθῶσιν αὐτῷ αἱ δικαιοσύναι αὐτοῦ, ἃς ἐποίησεν, καὶ τὸ αἷμα αὐτοῦ ἐκ τῆς χειρός σου ἐκζητήσω
in his sins he shall die, because his righteous deeds which he did shall not be remembered for him, and his blood will I require at your hand.
他必死在自己的罪中,因為他所行的義都不被記念;但我要向你的手追討他喪命的血債。
1:397
Οὐχ ἁπλῶς εἶπεν, Ἐὰν ἁμάρτῃ ὁ δίκαιος, ἀλλ', Ἐὰν ἀποστρέψῃ ἀπὸ τῶν δικαιοσυνῶν αὑτοῦ, καὶ ποιήσῃ παράπτωμα, τουτέστιν, ἐὰν τὴν εὐ θεῖαν ὁδὸν ἣν ὥδευσεν καταλίπῃ, καὶ ἐπὶ τὴν ἑτέραν τραπῇ
He did not say simply, If the righteous man sins, but, If he turns from his righteousness, and commits a trespass, that is, if he abandons the straight road which he had travelled, and turns aside to the other.
祂沒有單單說「義人若犯罪」,乃是說「義人若離開他的義而作惡」,就是說,他若撇下自己所行的正道,轉入另一條路。
1:398
ἀλλ' οὐ κατέλιπεν ἣν ὥδευεν ὁδὸν, ἀλλὰ προσπταίσας καὶ πεσὼν ἀνέστη, καὶ τῆς αὐτῆς ἐχόμενος διετέλεσε πορείας
But he did not abandon the road he was travelling; rather, having stumbled and fallen, he rose again, and continued holding to the same journey.
但他並沒有撇下自己所行的道路;乃是雖然絆跌仆倒,卻又起來,繼續持守同一條路而行。
1:399
Ἐὰν τοίνυν, φησὶ, καταλιπὼν δίκαιος τὴν οἰκείαν ὁδὸν, τὴν ἐναντίαν ἀσπάσηται, σὺ δὲ τοῦτο γνοὺς μὴ διελέγξῃς τὴν ἀτοπίαν, μηδὲ εἰς τὴν προ τέραν σπουδάσῃς ἐπαναγαγεῖν ὁδὸν, ἐκεῖνος μὲν ἄξιον εὑρήσει τῆς δευτέρας ὁδοῦ τὸ τέλος, πάντα τὸν πρότερον ἀπολέσας πόνον·
If therefore, He says, the righteous man, abandoning his own road, embraces the contrary one, and you, knowing this, do not reprove the perversity, nor exert yourself to lead him back to the former road, that man indeed shall find an end worthy of the second road, having lost all his former toil;
祂說,義人若撇下自己的道路,去擁抱那相反的路,而你既知道此事,卻不責備這乖謬,也不竭力領他回歸原先的路,那人就必得著與那第二條路相稱的結局,喪失他一切先前的勞苦;
1:400
εἰς ἑτέραν γὰρ ἦλθεν. ὁδὸν, ἐναντία δὲ τὰ τέλη, καὶ ταῖς ὁδοῖς πρόσφορα·
for he came to another road, and the ends are opposite, and suited to the roads;
因為他走上了另一條路,而結局是相反的,也與各自的道路相稱;
1:401
τῆς μὲν γὰρ τέλος ζωὴ, τῆς δὲ θάνατος·
for the end of the one is life, but of the other death;
因為這一條路的結局是生命,那一條路的結局是死亡;
1:402
οὐκοῦν ἀναγκαίως ἀπολέσει τῶν προτέρων πόνων τὸ κέρδος, πεσὼν εἰς τὸ τῆς πονηρᾶς ὁδοῦ τέλος·
therefore he shall necessarily lose the gain of his former toils, having fallen into the end of the evil road;
所以他必然喪失先前勞苦所得的利益,因為墮入了惡道的結局;
1:403
τὴν δὲ ἀπολωλυῖαν ἐκείνου ζωὴν ἐκ τῆς σῆς ἐκζητήσω χειρὸς, καὶ δίκας σὲ εἰσπράξομαι τῆς ἀμελείας
but his lost life I will require from your hand, and I will exact from you the penalty for your negligence.
但他所喪失的生命,我必向你的手追討,並要向你索取因疏忽而來的罰款。
1:404
Ἐὰν δὲ σὺ διαστείλῃ τῷ δικαίῳ τοῦ μὴ ἁμαρτεῖν, καὶ αὐτὸς μὴ ἁμάρτῃ, ὁ δίκαιος ζωῇ ζήσεται, ὅτι διεστείλω αὐτῷ, καὶ σὺ τὴν σεαυ τοῦ ψυχὴν ῥύσῃ
But if you warn the righteous man not to sin, and he does not sin, the righteous man shall surely live, because you warned him, and you shall deliver your own soul.
「你若警戒義人不要犯罪,他就不犯罪;義人因受了警戒必要存活,你也救了自己的性命。」
1:405
Ὁ μὲν γὰρ διὰ τῶν σῶν εἰσηγή σεων τῆς ἀπωλείας διαφεύγει τὸ βάραθρον, καὶ τῆς ὁδοῦ τῆς δικαίας ἄξιον εὑρίσκει τὸ τέλος·
For he, through your exhortations, escapes the pit of destruction, and finds an end worthy of the righteous road;
因為他藉著你的勸勉,逃脫了滅亡的深坑,得著與義路相稱的結局;
1:406
σὺ δὲ τῶν εὐθυνῶν ἀπαλλαγήσῃ, καὶ τὸν μέγιστον δια φεύξῃ κίνδυνον, τῆς τοῦ πέλας ἐπιμελούμενος σωτη ρίας
and you shall be released from the reckoning, and shall escape the greatest danger, caring for the salvation of your neighbour.
而你必得免於審問,並逃脫那最大的危險,因為你顧念了鄰舍的救恩。
1:407
Ἀπόχρη δὲ ταῦτα καὶ ἡμᾶς εἰς σπουδὴν διεγεῖραι, καὶ παρασκευάσαι πᾶσαν ποιήσασθαι τῶν ἀδελφῶν ἐπιμέλειαν, καὶ μὴ λῆξαι πάντα καὶ λέγον τας πρὸς τὴν τούτων ὠφέλειαν καὶ πράττοντας, ἵνα καὶ τὴν ἠπειλημένην φύγωμεν τιμωρίαν, καὶ τῆς ἐπηγγελμένης τύχωμεν σωτηρίας, ἐν Χριστῷ Ἰη σοῦ τῷ Κυρίῳ ἡμῶν, μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, σὺν τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων
And these things suffice to rouse us also to earnestness, and to prepare us to exercise all care for the brethren, and not to cease from doing and saying everything for their benefit, so that we may both flee the threatened punishment, and attain the promised salvation, in Christ Jesus our Lord, with whom to the Father be glory, together with the Holy Spirit, unto the ages of ages.
這些話也足以激勵我們發奮,並預備我們為弟兄們竭盡看顧之心,不住地為他們的益處而言而行,好叫我們既逃避所威嚇的刑罰,又得著所應許的救恩,在我們的主基督耶穌裡;願榮耀藉著祂,同聖靈,歸與父,直到萬世萬代。
1:408
Καὶ ἐγένετο ἐπ' ἐμὲ χεὶρ Κυρίου, καὶ εἶπε πρός με·
And the hand of the Lord came upon me, and He said to me:
「耶和華的手臨到我身上,祂對我說:」
1:409
Ἀνάστηθι, καὶ ἔξελθε εἰς τὸ πεδίον, καὶ ἐκεῖ λαληθήσεται πρὸς σέ
Arise, and go out into the plain, and there it shall be spoken to you.
「你起來往平原去,我要在那裡對你說話。」
1:410
Ἡ γὰρ ἡσυχία τῇ θεωρίᾳ τῶν θείων ἁρμόδιος·
For quietude is suited to the contemplation of divine things;
因為安靜正合宜於默想神聖的事;
1:411
ἀπαλλαττόμενος γὰρ ὁ νοῦς τῶν ἔξωθεν περισπώντων, καὶ μηκέτι τῇδε κἀκεῖσε μεριζόμενος, ἀλλ' εἰς ἑαυτὸν νεύων, ἀκρι βέστερον δύναται τὰ θεῖα κατανοεῖν
for the mind, being freed from the distractions without, and no longer divided this way and that, but turning in upon itself, is able more accurately to apprehend divine things.
因為心思若脫離外界的紛擾,不再被分散到這裡那裡,乃是內斂歸向自身,便能更準確地領悟神聖的事。
1:412
Καὶ ἀνέστην, καὶ ἐξῆλθον εἰς τὸ πε δίον·
And I arose, and went out into the plain;
「我就起來往平原去;」
1:413
καὶ ἰδοὺ ἐκεῖ δόξα Κυρίου εἰστήκει, καθὼς ἡ ὅρασις, καὶ καθὼς ἡ δόξα, ἢν ἴδον ἐπὶ τοῦ ποταμοῦ τοῦ Χοβάρ·
and behold, there the glory of the Lord stood, like the vision, and like the glory which I saw at the river Chobar;
「不料,在那裡有耶和華的榮耀站立,如同我先前所見的異象,正如我在迦巴魯河邊所看見的榮耀;」
1:414
καὶ πίπτω ἐπὶ πρόσωπόν μου
and I fall upon my face.
「我就俯伏在地。」
1:415
Καὶ ἦλθεν ἐπ' ἐμὲ Πνεῦμα, καὶ ἔστησέ με ἐπὶ τοὺς πόδας μου
And the Spirit came upon me, and set me upon my feet.
「靈就臨到我,使我站立起來。」
1:416
Συχνότερον ἀπολαύει τῆς θεωρίας, ἵνα γένηται σπουδαιότερος περὶ τὴν τοῦ λόγου διακονίαν
He enjoys the vision more frequently, so that he may become more diligent about the ministry of the word.
他更頻繁地享受這異象,好叫他在傳道的職事上更加殷勤。
1:417
Συνιδεῖν δὲ προσήκει, ὅτι οὐδὲ τὰς. συμμέτρους τῇ ἀνθρωπείᾳ φύσει ἀποκαλύψεις οὐδὲ οἱ ἄγαν καθαροὶ τὴν διάνοιαν ἠδύναντο καθορᾷν·
But it is fitting to observe that not even those who are exceedingly pure in mind were able to behold the revelations commensurate with human nature;
但當留意的是,即使那些心思極其潔淨的人,也無法看見那與人性相稱的啟示;
1:418
ὥσπερ ἀμέλει καὶ οὗτος ὁ προφήτης, καὶ ἤδη πεῖραν τῆς ὀπτασίας λαβὼν, πίπτει παραυτίκα θεασάμενος, καὶ τῆς ἐγειρούσης χάριτος χρῄζει
just as indeed this prophet also, though he had already gained experience of the vision, falls down at once when he beholds it, and needs the grace that raises him up.
正如這位先知也是如此,他雖已經歷過那異象,卻一看見便立刻俯伏,需要那使他起來的恩典。
1:419
Καὶ ἐλάλησε πρός με, καὶ εἶπέ μοι
And He spoke to me, and said to me:
「祂對我說話,對我說:」
1:420
Εἴσελθε καὶ ἐγκλείσθητι ἐν μέσῳ τοῦ οἴκου σου
Enter, and shut yourself up in the midst of your house.
「你進屋去,將自己關在屋內。」
1:421
Καὶ σὺ, υἱὲ ἀνθρώπου, ἰδοὺ δέδονται ἐπὶ σὲ δεσμοὶ, καὶ δήσουσί σε ἐν αὐτοῖς, καὶ οὐ μὴ ἐξέλθῃς ἐκ μέσου αὐτῶν
And thou, son of man, behold, bonds are laid upon thee, and they shall bind thee with them, and thou shalt not go forth from the midst of them.
人子啊,看哪,繩索已加在你身上,人要用繩索捆綁你,你必不得從他們中間出去。
1:422
Καὶ τὴν γλῶσσάν σου συνδήσω πρὸς τὸν λάρυγγά σου, καὶ ἀποκωφωθήσῃ, καὶ οὐκ ἔσῃ αὐτοῖς εἰς ἄνδρα ἐλέγχοντα, διότι οἶκος παραπικραίνων ἐστί
And I will bind thy tongue to thy throat, and thou shalt be struck dumb, and shalt not be to them as a man reproving them, for it is a provoking house.
我要使你的舌頭貼住上膛,以致你啞口,不能作那責備他們的人,因為他們是悖逆之家。
1:423
πανταχοῦ δὲ προστίθησι, διότι οἶκος παρα πικραίνων ἐστὶ, διδάσκων μὴ δεδιέναι τοὺς τὸν Θεὸν ἀδεῶς παροξύνοντας·
Everywhere he adds, 'for it is a provoking house,' teaching us not to fear those who without dread provoke God;
他處處加上「因為他們是悖逆之家」,藉此教導人不必懼怕那些肆無忌憚激怒神的人;
1:424
εὐκαταφρόνητοι γὰρ οἱ παράνομοι
for the lawless are worthy only of contempt.
因為那些不法之徒是可鄙的。
1:425
Καὶ ἐν τῷ λαλεῖν με πρὸς σὲ, ἀνοίξω τὸ στό μα σου, καὶ ἐρεῖς πρὸς αὐτούς
And when I speak to thee, I will open thy mouth, and thou shalt say to them:
但我對你說話的時候,必使你開口,你要對他們說:
1:426
Τάδε λέγει Ἀδωναῒ Κύριος, Ὁ ἀκούων ἀκουέτω, καὶ ὁ ἀπειθὼν ἀπειθείτω, διότι οἶκος παραπικραίνων ἐστί
Thus saith Adonai the Lord: He that heareth, let him hear; and he that is disobedient, let him be disobedient; for it is a provoking house.
主阿多乃如此說:聽的可以聽,悖逆的任他悖逆,因為他們是悖逆之家。
1:427
Καὶ ταῦτα σαφῶς δηλοῖ τὸ τῆς γνώμης αὐθαίρετον
And these words plainly show the free self-determination of the will.
這些話清楚顯明人意志的自主抉擇。
1:428
Σὺ μὲν γὰρ, φησὶ, κοινὴν πᾶσι πρόσφερε τὴν διδασκαλίαν
For do thou, he says, offer the teaching in common to all;
他說:你只管把這教訓普遍地傳給眾人;
1:429
ἕκαστος γὰρ πρὸς τὴν αἵρεσιν τῆς γνώμης τὰ ἐπίχειρα δέξεται
for each shall receive the recompense according to the choice of his own will.
因為各人必按自己意志的抉擇領受相應的報應。
1:430
Καὶ σὺ, υἱὲ ἀνθρώπου, λάβε σεαυτῷ πλίνθον, καὶ θήσεις αὐτὴν πρὸ προσώπου σου, καὶ διαγράψεις ἴσως ἐπ' αὐτὴν πόλιν τὴν Ἱε ρουσαλήμ·
And thou, son of man, take thee a brick, and thou shalt set it before thy face, and shalt portray upon it a city, even Jerusalem;
人子啊,你要拿一塊磚,擺在你面前,將一座城,就是耶路撒冷,畫在其上;
1:431
καὶ δώσεις περὶ αὐτὴν περιοχὴν, καὶ οἰκοδομήσεις ἐπ' αὐτὴν προμαχῶνας, καὶ περιβαλεῖς ἐπ' αὐτὴν χάρακα, καὶ δώσεις ἐπ' αὐτὴν παρεμβολὰς, καὶ τάξεις τὰς βελοστάσεις κύκλῳ
and thou shalt lay siege against it, and shalt build siege-works against it, and shalt cast up a mound against it, and shalt set camps against it, and shalt place batteries round about.
你要圍困那城,築起壘攻擊它,堆起土堆攻擊它,安設營壘攻擊它,四圍安設攻城的器械。
1:432
Τὴν τῆς Ἱερουσαλὴμ πολιορκίαν διαγράψαι κελεύεται·
He is commanded to portray the siege of Jerusalem;
他奉命描畫耶路撒冷被圍困的景象;
1:433
ἐν πλίνθῳ δὲ ἡ διαγραφὴ γίνεται, διὰ τὸ τῶν ἐνοικούντων σαθρόν·
and the drawing is made upon a brick, because of the rottenness of its inhabitants;
而這圖畫要畫在磚上,是因居民的腐朽敗壞;
1:434
οὐ γὰρ ᾠκοδόμησαν αὑτῶν τὴν οἰκίαν κατὰ τὸν φρόνιμον ἐκεῖνον, ἐπὶ τῆς πέ τρας, ἀλλ' ἐπὶ τῆς ψάμμου·
for they did not build their house like that prudent man, upon the rock, but upon the sand;
因為他們沒有像那聰明人一樣把房子蓋在磐石上,反倒蓋在沙土上;
1:435
διὸ καὶ ἦλθον οἱ ποταμοὶ, καὶ κατέβη ἡ βροχὴ, καὶ ἔπνευσαν οἱ ἄνεμοι, καὶ προσέῤῥηξαν αὐτῶν τῇ οἰκίᾳ, καὶ ἔπεσε, καὶ ἐγένετο ἡ πτῶσις αὐτῆς μεγάλη
wherefore the rivers came, and the rain descended, and the winds blew, and beat upon their house, and it fell, and great was the fall thereof.
所以水沖來,雨降下,風颳起,撞擊他們的房子,房子就倒塌了,並且倒塌得很大。
1:436
Καὶ σὺ λάβε σεαυτῷ τήγανον σιδηροῦν, καὶ θήσεις αὐτὸ τεῖχος σιδηροῦν ἀναμέσον σοῦ καὶ ἀναμέσον τῆς πόλεως, καὶ ἑτοιμάσεις τὸ πρόσ ωπόν σου ἐπ' αὐτὴν, καὶ ἔσται ἐν συγκλεισμῷ, καὶ συγκλείσεις αὐτήν·
And thou, take thee an iron pan, and thou shalt set it as an iron wall between thee and the city, and shalt set thy face against it, and it shall be in a state of siege, and thou shalt besiege it;
你要拿一個鐵鏊,放在你和城之間,作為鐵牆,又要對面攻擊那城,使城被圍困,你要圍攻它;
1:437
σημεῖόν ἐστι τοῦτο τοῖς υἱοῖς Ἰσραήλ
this is a sign to the children of Israel.
這是給以色列家的一個兆頭。
1:438
Τοῦ Θεοῦ τὸν τύπον ἐπέχειν ὁ προ φήτης κελεύεται·
The prophet is commanded to bear the figure of God;
先知奉命擔當神的表徵;
1:439
διὸ καὶ τήγανον σιδηροῦν μεταξὺ αὑτοῦ καὶ τῆς ἐν τῇ πλίνθῳ διαγραφομένης πόλεως θεῖναι προστάττεται, διδασκόμενος, ὅτι καὶ παρὼν ὁ Θεὸς, καὶ ἐφορῶν τὰ κατὰ τῶν Ἱεροσολύμων γινόμενα, οὐδεμιᾶς αὐτοὺς ἀξιώσει προνοίας·
wherefore he is ordered to place an iron pan between himself and the city portrayed upon the brick, being thereby taught that even though God is present and beholds what is done against Jerusalem, He will not deem them worthy of any providential care;
所以他被吩咐把一個鐵鏊放在自己與畫在磚上的城之間,藉此受教明白:神雖然臨在,並且察看那臨到耶路撒冷的事,卻不再以任何眷顧看待他們;
1:440
ἀλλ' ὥσπερ τινὶ τειχίῳ σιδηρῷ διειργόμενος, οὔτε ὁρῶν δόξει τὰ γινόμενα, οὔτε τῶν ἱκετευόντων ἀκούσεται
but as though separated by an iron wall, He will seem neither to see what is being done, nor to hear those who supplicate.
反倒好像被一道鐵牆隔開,既不像看見所發生的事,也不聽那些哀求的人。
1:441
Ταῦτα δὲ, φησὶ, ποίησον, σημεῖον διδοὺς τὴν διὰ τῶν πραγ μάτων προφητείαν τοῖς νῦν ἀπειθοῦσι καὶ ἀντι λέγουσι
But do these things, he says, giving as a sign the prophecy conveyed through deeds to those who now disobey and gainsay.
他說:你要行這些事,藉著行為所傳的預言,作為兆頭給那些如今悖逆頂撞的人。
1:442
Καὶ σὺ κοιμηθήσῃ ἐπὶ τὸ πλευρόν σου τὸ ἀριστερὸν, καὶ θήσεις τὰς ἀδικίας οἴκου Ἰσραὴλ ἐπ' αὐτοῦ, κατ' ἀριθμὸν τῶν ἡμερῶν πεντήκοντα καὶ ἑκατὸν, ἃς κοιμηθήσῃ ἐπ' αὐτοῦ, καὶ λήψῃ τὰς ἀδικίας αὐτῶν
And thou shalt lie upon thy left side, and lay the iniquities of the house of Israel upon it, according to the number of the days, a hundred and fifty, which thou shalt lie upon it, and thou shalt bear their iniquities.
你要向左側臥,把以色列家的罪孽放在其上,按你側臥的日數,就是一百五十日,擔當他們的罪孽。
1:443
Καὶ ἐγὼ δέδωκά σοι τὰς δύο ἀδικίας αὐτῶν εἰς ἀριθμὸν ἡμερῶν, ἐννενήκοντα καὶ ἑκατὸν ἡμέρας·
And I have appointed to thee their two iniquities for a number of days, a hundred and ninety days;
我已將他們兩家的罪孽定為日數給你,就是一百九十日;
1:444
καὶ λήψῃ τὰς ἀδικίας τοῦ οἴκου Ἰσραὴλ, καὶ συντελέ σεις αὐτάς
and thou shalt bear the iniquities of the house of Israel, and shalt accomplish them.
你要擔當以色列家的罪孽,並要滿足這日數。
1:445
Μετὰ τὸν Σολομῶντα ἐπὶ τοῦ Ῥοβοὰμ διῃρέθησαν αἱ δώδεκα φυλαὶ, καὶ αἱ μὲν δέκα ἐχρη μάτιζον ποτὲ μὲν Ἐφραῒμ, ποτὲ δὲ Ἰσραὴλ, ὁ δὲ Ἰούδα καὶ Βενιαμὶν ἐκαλοῦντο Ἰούδα·
After Solomon, in the reign of Rehoboam, the twelve tribes were divided; and the ten were called sometimes Ephraim, sometimes Israel, while Judah and Benjamin were called Judah;
在所羅門之後,到羅波安的時候,十二支派分裂了;那十支派有時稱為以法蓮,有時稱為以色列,而猶大和便雅憫則稱為猶大;
1:446
ἀλλ' ὅμως εἶς ὑπῆρχε λαὸς, ἀπό τε τοῦ Ἰσραὴλ καὶ τοῦ Ἀβραὰμ κατάγων τὸ γένος·
yet nevertheless they were one people, deriving their descent from Israel and from Abraham;
然而他們仍是一個民族,都是從以色列和亞伯拉罕承接而來的後裔;
1:447
διὸ ὡς ἐφ' ἑνὸς λαοῦ, ἃ κατὰ διαίρεσιν εἶπε, ταῦτα πάλιν συνῆψεν·
wherefore, as concerning one people, the things which he had spoken according to the division he again joined together;
因此,正如論到一個民族一樣,他把先前按分裂所說的話,如今又重新合在一起;
1:448
ἀπονείμας γὰρ τὰς ἑκατὸν πεντήκοντα ἡμέρας τῷ Ἰσραὴλ, καὶ τῷ Ἰούδᾳ τὰς τεσσαράκοντα, πάλιν συνῆψεν, ὡς ἐφ' ἑνὸς σώματος καὶ μιᾶς συγγενείας, τὰς ἑκατὸν ἐν νενήκοντα ἡμέρας·
for having assigned the hundred and fifty days to Israel, and the forty to Judah, he again joined together, as of one body and one kindred, the hundred and ninety days.
因為他把一百五十日歸給以色列,把四十日歸給猶大之後,又如同一個身體、一個親族一般,把這一百九十日合在一起。
1:449
Καὶ κοιμηθήσῃ ἐπὶ τὸ πλευρόν σου τὸ δε ξιὸν ἐκ δευτέρου, καὶ λήψῃ τὰς ἀδικίας τοῦ οἴκου Ἰούδα τεσσαράκοντα ἡμέρας, ἡμέραν εἰς ἐνιαυτὸν ἔθηκά σοι αὐτάς
And thou shalt lie upon thy right side a second time, and shalt bear the iniquities of the house of Judah forty days: a day for a year have I appointed them to thee.
然後你要第二次向右側臥,擔當猶大家的罪孽四十日;我為你定一日代替一年。
1:450
Πλείων γὰρ ἡ παρα νομία τοῦ καλουμένου Ἰσραήλ·
For greater was the transgression of him who is called Israel;
因為那稱為以色列者的罪過更大;
1:451
παντελῶς γὰρ ἀπο στάντες τοῦ Θεοῦ, ποτὲ μὲν ἐλάτρευον ταῖς δαμάλεσι, ποτὲ δὲ τὰ παντοδαπὰ εἴδωλα προσεκύνουν
for having utterly departed from God, they at one time served the heifers, and at another worshipped idols of every kind.
因為他們完全離棄了神,有時事奉牛犢,有時敬拜各樣的偶像。
1:452
Σημαίνουσι δὲ αἱ τεσσαράκοντα ἡμέραι τοῦ Ἰούδᾳ τὰ λειπόμενα τοῖς ἐβδομήκοντα ἔτεσι τεσσαράκοντα ἔτη
And the forty days of Judah signify the forty years remaining of the seventy years.
而猶大的四十日,表明七十年中所餘剩的四十年。
1:453
Ἀπεφήνατο γὰρ ὁ Θεὸς διὰ τοῦ προφήτου Ἱερεμίου, ἑβδομήκοντα ἔτη διατελέ σειν αὐτοὺς ἐν Βαβυλῶνι·
For God had declared through the prophet Jeremiah that they should continue seventy years in Babylon;
因為神曾藉先知耶利米宣告,他們必在巴比倫住滿七十年;
1:454
ἀλλὰ τριάκοντα ἤδη παρ εληλύθει ἔτη·
but thirty years had already passed;
但如今已過去三十年了;
1:455
ἐν γὰρ τῷ τριακοστῷ ἔτει τῆς αἰ χμαλωσίας ἤρξατο τῆς προφητείας ὁ θεῖος Ἰεζεκιήλ, ἀπὸ δὲ τοῦ πέμπτου ἔτους τῆς Ἰεχονίου αἰχμαλω σίας, μέχρι πρώτου τῆς Κύρου τοῦ Πέρσου βασι. λείας, τὰ λοιπὰ τεσσαράκοντα συμπληροῦνται ἔτη·
for it was in the thirtieth year of the captivity that the divine Ezekiel began his prophecy; and from the fifth year of the captivity of Jechoniah until the first year of the reign of Cyrus the Persian, the remaining forty years are completed.
因為神聖的以西結是在被擄的第三十年開始他的預言;而從耶哥尼雅被擄的第五年,直到波斯王居魯士執政的第一年,其餘的四十年便告滿足。
1:456
καὶ τοῦτο δυνατὸν οὐ μόνον ἀπὸ τῶν χρονικῶν συν αγαγεῖν, ἀλλὰ καὶ ἀπὸ τῶν θείων Γραφῶν καταμα θεῖν·
And this it is possible to gather not only from the chronicles, but also to learn from the divine Scriptures;
這事不僅可從年代記中歸納得知,也可從神聖的經卷中學到;
1:457
καὶ γὰρ ὁ μακάριος Ἱερεμίας ὁ προφήτης, καὶ ἡ τῶν παραλειπομένων βίβλος διδάσκει, ὡς ἐν τῷ τριακοστῷ καὶ ἑβδόμῳ ἔτει τῆς αἰχμαλωσίας Ἰωακεὶμ, τοῦ καὶ Ἰεχονίου, ὕψωσε τὴν κεφαλὴν αὐτοῦ Εὐϊλαδμαρωδὰχ, καὶ ἐξέβαλεν αὐτὸν ἐξ οἴκου φυλακῆς ἐν τῷ ἐνιαυτῷ τῆς βασιλείας αὐτοῦ·
for the blessed prophet Jeremiah, and the book of Chronicles, teach that in the thirty-seventh year of the captivity of Jehoiachin, who is also Jechoniah, Evil-merodach lifted up his head, and brought him out of the prison-house in the year of his own reign;
因為蒙福的先知耶利米,以及歷代志一書,都教導說:在約雅斤(他又名耶哥尼雅)被擄的第三十七年,以未米羅達使他抬起頭來,在自己執政那年把他從監牢裡提出來;
1:458
μετὰ δὲ τοῦτον ἐβασίλευσε Βαβυλωνίων ὁ Βαλτάσαρ οὐ μακρὸν χρόνον·
and after him Belshazzar reigned over the Babylonians no long time;
在他之後,伯沙撒作巴比倫王的時間不長;
1:459
περὶ δὲ τὰ τρία ἐκράτησεν ἔτη·
he held power for about three years;
他掌權約有三年;
1:460
ὀλίγον δὲ καὶ αὐτὸς ἡγήσατο χρόνον
and he too governed but a short time.
他自己也只治理了短短的時間。
1:461
Τοῦτο δὲ ἐγένετο τῷ εἰκοστῷ ἔτει τῆς βασιλείας Ἀρταξέρξου τοῦ Ξέρξου, ἐφ' οὗ Νεεμίας οἰνοχόος αὐτῷ γεγονὼς, καὶ χάριν αἰτήσας τὸν βασιλέα, σὺν πολλῇ προθυμίᾳ τὴν Ἰουδαίαν κατέλαβε, καὶ τὰ προ ειρημένα πάντα πεποίηκε
And this took place in the twentieth year of the reign of Artaxerxes the son of Xerxes, under whom Nehemiah, having become his cupbearer and having asked a favour of the king, reached Judaea with great eagerness, and accomplished all that has been mentioned.
這事發生在薛西斯之子亞達薛西作王的第二十年;尼希米在他手下作酒政,向王求得恩准後,滿懷熱誠地回到猶大地,成就了前面所提的一切事。
1:462
Καὶ τοῦτο σαφῶς ἡ τοῦ Ἔσδρα διδάσκει συγγραφή
And this the writing of Ezra plainly teaches.
這事以斯拉的著作清楚地教導了。
1:463
Εἰ δέ τις καὶ τὸν ἀριθμὸν τῶν ἐτῶν ἀκριβῶς μαθεῖν βούλεται, ἀρχὴν τοῦ ἀριθμοῦ λαβέτω τὸν πέμπτον τῆς αἰχμαλωσίας Ἰεχονίου
But if anyone wishes to learn accurately the number of the years, let him take as the beginning of the reckoning the fifth year of the captivity of Jechoniah.
但若有人想準確知道這些年數,就讓他以耶哥尼雅被擄的第五年作為計算的起點。
1:464
Ἐξ ἐκείνου γὰρ καὶ τὰ τεσσαράκοντα ἠριθμήσαμεν·
For from that point we have also reckoned the forty years;
因為我們正是從那時起算了那四十年;
1:465
πρὸς τούτοις Ξέρξου εἴκοσι, καὶ Ἀρταξέρξου ἐννεακαίδεκα·
in addition to these, twenty years of Xerxes, and nineteen of Artaxerxes;
此外再加上薛西斯的二十年,和亞達薛西的十九年;
1:466
τῷ γὰρ εἰκοστῷ ἔτει προσέταξεν ἀνοικοδομηθῆναι τὰ τείχη τῆς πόλεως
for in the twentieth year he gave orders that the walls of the city should be rebuilt.
因為在第二十年,他下令重建那城的城牆。
1:467
Καὶ μηδεὶς λεγέτω, ὅτι τῷ Ἰσραὴλ ἡ τῆς Ἱερουσαλὴμ οἰκοδομία οὐδαμῶς διέφερεν πάλαι διαιρεθέντι τῆς Ἰούδα φυλῆς·
And let no one say that the building of Jerusalem in no way concerned Israel, which had of old been separated from the tribe of Judah;
沒有人可以說:重建耶路撒冷的事,與早已從猶大支派分裂出去的以色列毫不相干;
1:468
μετὰ γὰρ τὴν ἐπάνοδον οὐκ ἔμεινεν ἡ διαίρεσις, ἀλλ' ὁμοφρονοῦντες διετέλουν ἅπαντες οἱ τῆς ἐπανόδου τετυχηκότες, τὴν Ἱερουσαλὴμ μητρόπολιν ἔχοντες
for after the return the division did not remain, but all who had obtained the return continued in concord, having Jerusalem as their mother-city.
因為歸回之後,那分裂就不再存在,凡蒙恩歸回的人都同心一意,以耶路撒冷為他們的京都。
1:469
Καὶ εἰς τὸν συγκλεισμὸν Ἱερουσαλὴμ, φησὶν, ἑτοιμάσεις τὸ πρόσωπόν σου, καὶ τὸν βραχίονά σου στερεώσεις, καὶ προφητεύσεις ἐπ' αὐτήν
And toward the siege of Jerusalem, he says, thou shalt set thy face, and shalt make firm thine arm, and shalt prophesy against it.
他說:你要向著耶路撒冷被圍困之事定住你的臉面,堅定你的膀臂,說預言攻擊它。
1:470
Προσώπου ἑτοιμασία τὴν ἀγανάκτησιν σημαίνει, βραχίονος δὲ στερέωσις τὴν ἐπαγομένην παιδείαν. ηʹ
The setting of the face signifies indignation, and the making firm of the arm signifies the chastisement to be brought upon them. Section 8.
定住臉面表明忿怒,堅定膀臂表明那將臨到他們的管教。第八節。
1:471
Καὶ ἰδοὺ δέδωκα ἐπὶ σὲ δεσμοὺς, καὶ οὐ μὴ στραφήσῃ ἀπὸ τοῦ πλευροῦ σου ἐπὶ τὸ πλευ ρόν σου, ἕως οὗ συντελεσθῶσιν αἱ ἡμέραι τοῦ συγκλεισμοῦ σου
And behold, I have laid bonds upon thee, and thou shalt not turn thyself from thy one side to thy other side, until the days of thy siege be accomplished.
看哪,我已將繩索加在你身上,你不可從這一側翻到那一側,直到你圍困的日子滿了。
1:472
προσήκει σε τὸν ὡρισμέ νον χρόνον ἐφ' ἑκατέρου διατελέσαι πλευροῦ, μὴ μετακινούμενον, ὥστε τὴν ἐπενεχθεῖσαν κατ' αὐτῶν μαθεῖν αὐτοὺς ψῆφον
It behoves thee to continue the appointed time upon each side without moving, so that they may learn the sentence brought against them.
你當在每一側上按所定的時間持守,不可挪移,好叫他們認識那臨到他們身上的判決。
1:473
Καὶ σὺ, υἱὲ ἀνθρώπου, λάβε σεαυτῷ πυ ροὺς, καὶ κριθὰς, καὶ κύαμον, καὶ φακὸν, καὶ κέγχρον, καὶ ὀλύραν, καὶ ἐμβαλεῖς αὐτὰ εἰς ἄγ γος ἓν ὀστράκινον, καὶ ποιήσεις αὐτὰ ἑαυτῷ εἰς ἄρτους, κατὰ ἀριθμὸν τῶν ἡμερῶν, ὧν σὺ καθ εύδεις ἐπὶ τοῦ πλευροῦ σου·
And thou, son of man, take thee wheat, and barley, and beans, and lentils, and millet, and spelt, and thou shalt put them into one earthen vessel, and shalt make them into loaves for thyself, according to the number of the days which thou liest upon thy side;
人子啊,你要拿小麥、大麥、豆子、扁豆、粟米、粗麥,裝在一個瓦器裡,按你側臥的日數為自己作成餅;
1:474
ἐννενήκοντα καὶ ἑκατὸν ἡμέραις φάγεσαι αὐτά
a hundred and ninety days shalt thou eat them.
你要在一百九十日內吃這餅。
1:475
Καὶ τὸ βρῶμά σου, ὃ φάγεσαι, ἐν σταθμῷ εἴκοσι σίκλους τὴν ἡμέραν, ἀπὸ καιροῦ ἕως καιροῦ φάγεσαι αὐτά
And thy food which thou shalt eat shall be by weight twenty shekels a day; from time to time shalt thou eat them.
你所吃的食物要按分量,每日二十舍客勒;你要按時吃這些。
1:476
Ἐπίπονα ὁ προφήτης ἐπιτάττεται, τῶν τιμωρουμέ νων τὸν τύπον ἐν ἑαυτῷ δεχόμενος, καὶ διδάσκων τὸν λαὸν, δι' ὧν ποιεῖν ἐκελεύετο, τὸν ἐσόμενον ἐν Ἱεροσολύμοις λιμόν
The prophet is enjoined toilsome things, receiving in himself the figure of those who are punished, and teaching the people, through the things he was commanded to do, of the famine that would come upon Jerusalem;
先知被吩咐去行這些勞苦的事,在自己身上承受那些受刑罰之人的表徵,並藉著他所奉命去行的事,教導百姓那將要臨到耶路撒冷的饑荒;
1:477
ἡ δὲ τοιαύτη βρῶ σις, ἐνδείας σημεῖον·
and such food is a sign of want;
這樣的食物是缺乏的兆頭;
1:478
καὶ ὁ σταθμὸς δὲ πάλιν τὴν σπάνιν σημαίνει
and the weight, again, signifies scarcity.
而那分量,也同樣表明匱乏。
1:479
Ἅπαξ γὰρ, φησὶ, τῆς ἡμέρας φάγεσαι εἴκοσι σίκλους, οἳ ποιοῦσι τρεῖς ὀγκίας, καὶ μικρόν τι πρὸς, ὥς φασιν οἱ τὰ στάθμια ταῦτα καὶ τὰ μέτρα ἠκριβωκότες
For once a day, he says, thou shalt eat twenty shekels, which make three ounces and a little more, as those say who have accurately determined these weights and measures.
他說:你每日只吃一次,二十舍客勒,約合三盎司多一點,正如那些精確測定這些重量與度量的人所說的。
1:480
Καὶ ὕδωρ μέτρῳ πίεσαι, τὸ ἔκτον τοῦ ἳν ἀπὸ καιροῦ ἕως καιροῦ πίεσαι
And thou shalt drink water by measure, the sixth part of a hin; from time to time shalt thou drink.
你要按分量喝水,就是一欣的六分之一;你要按時喝。
1:481
Καὶ τοῦτο πά λιν τὴν ἐπίτασιν τῆς ἐνδείας ἢν ἡ πολιορκία πεποίηκε, παραδηλοῖ·
And this again indicates the intensification of the want which the siege had caused;
這又表明那圍困所造成之匱乏的加劇;
1:482
τὸ δὲ ἳν, μέτρον ἦν παρ' αὐτοῖς·
and the hin was a measure among them;
欣是他們所用的一種度量;
1:483
οὗ τὸ ἕκτον κατὰ τὸν Σύρον ἥμισυ ξέστου ἐχώρει·
the sixth part of which, according to the Syrian, held half a xestes;
其六分之一,按敘利亞人的算法,可容半個克斯特斯(xestes);
1:484
τοῦτο δὲ τὸ μέτρον πίνειν ὁ προφήτης ἐκελεύετο, ἵνα προ σημήνῃ τὴν ἀπὸ τῆς πολιορκίας αὐτοῖς γενησομένην τῶν ἀναγκαίων σπάνιν
and the prophet was commanded to drink this measure, that he might signify beforehand the scarcity of necessities that would come upon them from the siege.
先知被吩咐喝這分量的水,好預先表明那將因圍困臨到他們、缺乏日用必需之物的光景。
1:485
Καὶ ἐγκρυφίαν κρίθινον φάγεσαι αὐτά·
And thou shalt eat them as a barley cake;
你要把這些當作大麥餅來吃;
1:486
ἐν βολβίτοις κόπρου ἀνθρωπίνης ἐγκρύψεις αὐτὰ κατ' ὀφθαλμοὺς αὐτῶν
in balls of human dung shalt thou bake them before their eyes.
你要在他們眼前用人糞當柴烤這些餅。
1:487
Ἀρτοποιήσεις δὲ, φησὶ, τὰ παντοδαπὰ ταῦτα σπέρματα, ὡς εἰώθασι τοὺς κριθί νους ἄρτους κατασκευάζειν·
Thou shalt make into bread, he says, these seeds of every kind, as they are wont to prepare barley loaves;
他說:你要把這各樣的種子作成餅,正如人慣常製作大麥餅一樣;
1:488
ὕλη δὲ τοῦ τῆς ἀρτο ποιΐας πυρὸς ἡ ἀνθρωπίνη κόπρος γενέσθω, εἰς ἔν δειξιν τῶν ἐσομένων αὐτοῖς ἐν τοῖς ἔθνεσι μιασμά των
and let human dung become the fuel of the fire for the baking, as an indication of the defilements that would befall them among the nations.
又要用人糞作烤餅之火的燃料,藉此表明他們在列國中將遭遇的種種污穢。
1:489
Οὕτως φάγονται οἱ υἱοὶ Ἰσραὴλ τὸν ἄρτον αὐτῶν ἀκάθαρτον ἐν τοῖς ἔθνεσιν, οὗ διασκορ πιῶ αὐτούς
Thus shall the children of Israel eat their bread unclean among the nations, whither I will scatter them.
以色列人在我趕他們所到的列國中,也必這樣吃不潔淨的食物。
1:490
Ἀνάγκη γὰρ ἦν, ἅτε δὴ αἰχμαλώ τους, καὶ ἀλλοφύλοις ἔθνεσιν ἐπιμιγνυμένους, οὐ κατὰ νόμον πολιτεύεσθαι, ἀλλὰ πολλὰς ἐκ τῆς ἐπι μιξίας ἀφορμὰς εἰς παρανομίαν λαμβάνειν
For it was of necessity that, being captives and mingling with foreign nations, they should not order their life according to the Law, but should take from the mingling many occasions unto transgression.
因為他們既作了俘虜,又與外邦異族混雜相處,勢必不能按律法生活,反倒因這混雜而得著許多犯罪違法的機會。
1:491
Καὶ εἶπον, Μηδαμῶς Κύριε ὁ Θεὸς Ἰσραήλ·
And I said, 'By no means, O Lord God of Israel!'
我就說:「主以色列的神啊,斷不可如此!」
1:492
ἰδοὺ ἡ ψυχή μου οὐ μεμίαται ἐν ἀκαθαρσίᾳ,. καὶ θνησιμαῖον καὶ θηριάλωτον οὐ βέβρωκα ἀπὸ γενέσεώς μου ἕως τοῦ νῦν, οὐδὲ εἰσελήλυθεν εἰς τὸ στόμα μου πᾶν κρέας ἕωλον καὶ βέβηλον
'Behold, my soul has not been defiled with uncleanness, and I have not eaten anything that has died of itself or that has been torn by beasts from my birth until now, nor has any stale or profane meat ever entered into my mouth.'
「看哪,我的魂未曾被污穢玷污,從我出生直到如今,凡自死的和被野獸撕裂的,我都未曾吃過,也未曾有陳舊不潔的肉進過我的口。」
1:493
ἀγαθὸς γὰρ καὶ ῥᾳδίως τοῖς ἱκέταις ἐπικαμπτόμενος, ὥσπερ ἀμέλει καὶ τότε, βολβίτοις χρήσασθαι βοῶν εἰς τὴν ἀρτοποιΐαν ἐκέλευσε
For being good, and readily bending to those who make supplication—as indeed He did on that occasion—He commanded that cow's dung be used for the baking of the bread.
因為祂是良善的,且容易被懇求者所感動——正如當時祂所行的那樣——祂便吩咐用牛糞來烤製餅食。
1:494
Υἱὲ ἀνθρώπου, ἰδοὺ ἐγὼ συντρίβω στή ριγμα ἄρτου ἐν Ἱερουσαλὴμ, καὶ φάγονται ἄρτον ἐν σταθμῷ καὶ ἐν ἐνδείᾳ, καὶ ὕδωρ ἐν μέτρῳ καὶ ἐν ἀφανισμῷ πίονται
'Son of man, behold, I am breaking the staff of bread in Jerusalem, and they shall eat bread by weight and in want, and drink water by measure and in dismay.'
「人子啊,看哪,我要折斷耶路撒冷的糧杖,他們必按分量憂慮地吃餅,按份量驚惶地喝水。」
1:495
Ὅπως ἐνδεεῖς ἄρτου καὶ ὕδατος γένωνται·
'That they may be in want of bread and water.'
「使他們缺乏餅和水。」
1:496
καὶ ἀφανισθήσεται ἄν θρωπος καὶ ἀδελφὸς αὐτοῦ, καὶ ἐντακήσονται ἐν ταῖς ἀδικίαις αὐτῶν
'And a man and his brother shall be brought to nought, and they shall waste away in their iniquities.'
「人與他的弟兄必歸於無有,並在自己的罪孽中消瘦衰殘。」
1:497
Ἀλλὰ τὸ δίκαιον ἡ τιμωρία περιέχει
But the punishment embraces what is just.
然而這刑罰乃是包含著公義的。
1:498
Ἐντακήσονται γὰρ, φησὶν, ἐν ταῖς ἀδικίαις αὑτῶν· δίκας γὰρ, φησὶ, τίσουσιν ὧν πλημμελοῦντες διετέλεσαν
'For they shall waste away,' He says, 'in their iniquities'; for they shall pay, He says, the penalties for the offences in which they persisted.
祂說:「他們必在自己的罪孽中消瘦衰殘」;因為祂說,他們必為所持續犯下的過犯償還刑罰。
1:499
Καὶ σὺ, υἱὲ ἀνθρώπου, λάβε σεαυτῷ ῥομ φαίαν ὀξεῖαν, ὥσπερ ξυρὸν κουρέως, καὶ κτῆ σαι αὐτὴν σεαυτῷ, καὶ ἐπάξεις ἐπὶ τὴν κεφαλήν σου, καὶ ἐπὶ τὸν πώγωνά σου, καὶ λήψῃ ζυγὸν σταθμίων, καὶ διαστήσεις αὐτούς
'And you, son of man, take for yourself a sharp sword, sharp as a barber's razor, and get it for yourself, and you shall bring it upon your head and upon your beard; and you shall take a balance of weights and divide them.'
「人子啊,你要拿一把快刀,快如剃頭匠的剃刀,取來歸自己所用,用來剃你的頭和你的鬍鬚;你要拿天平來把鬚髮分開。」
1:500
Ἡ ῥομφαία τὴν τιμωρητικὴν αἰνίττεται δύναμιν·
The sword hints at the punitive power; and the removal of the hair of the head and of the beard signifies the deprivation of comeliness; and the balance and the weights signify the justice of God's verdict—for nothing is left unweighed in His inscrutable judgements.
那刀暗指施行刑罰的能力;而剃除頭髮和鬍鬚,則表明美容儀表的被剝奪;天平與法碼則象徵神判決的公義——因為在祂那不可測度的審判中,沒有一樣是不經衡量的。
1:501
ἡ δὲ τῶν τριχῶν τῆς κεφαλῆς καὶ τοῦ πώγωνος ἀφαίρεσις, τῆς εὐπρεπείας τὴν στέρησιν·
And the removal of the hair of the head and of the beard signifies the deprivation of comeliness.
而剃除頭髮和鬍鬚,表明美容儀表的被剝奪。
1:502
τὰ δὲ ζυγὰ καὶ σταθμία, τῆς τοῦ Θεοῦ ψήφου τὸ δίκαιον·
And the balances and the weights signify the justice of God's decree.
而天平與法碼象徵神判決的公義。
1:503
οὐδὲν γὰρ ἀστάθμητον παρὰ τοῖς ἀνεξερευνήτοις αὐτοῦ κρίμασι
For nothing is left unweighed in His unsearchable judgements.
因為在祂那難以測透的審判中,沒有一樣是不經衡量的。
1:504
Τὸ τέταρτον ἐν πυρὶ κατακαύσεις ἐν μέσῃ τῇ πόλει, κατὰ τὴν συμπλήρωσιν τῶν ἡμερῶν τοῦ συγκλεισμοῦ σου, καὶ λήψῃ τὸ τέταρτον, καὶ κατακαύσεις ἐν μέσῳ αὐτῆς, καὶ τὸ τέταρτον κατακόψεις ἐν ῥομφαίᾳ κύκλῳ αὐτῆς, καὶ τὸ τέταρτον διασκορπιεῖς τῷ πνεύ ματι, καὶ μάχαιραν ἐκκενώσω ὀπίσω αὐτῶν
'A fourth part you shall burn with fire in the midst of the city, at the fulfilment of the days of your siege; and you shall take a fourth part and burn it in the midst of it; and a fourth part you shall cut in pieces with the sword round about it; and a fourth part you shall scatter to the wind, and I will draw out a sword after them.'
「你要在圍困的日子滿了的時候,在城中把四分之一用火焚燒;你要取四分之一,在城中焚燒;四分之一你要用刀在城的四圍砍碎;四分之一你要撒在風中,我也要拔刀追趕他們。」
1:505
Ταῦτα αὐτὸς ἑρμηνεύει μετὰ βραχέα, καὶ καλεῖ πῦρ, καὶ τὸν λιμὸν, καὶ τὸν θάνατον·
These things He Himself interprets a little later, calling them fire, famine, and death.
這些話祂在稍後親自加以解釋,稱之為火、飢荒與死亡。
1:506
διὸ τὰ δύο τέταρτα προσέταξε τῷ πυρὶ παραδοθῆναι, ὡς καὶ τούτου κἀ κείνου δίκην πυρὸς ἐπινεμομένου τοὺς ἀνθρώπους·
Therefore He commanded that the two fourth parts be given over to the fire, inasmuch as both this one and that one devour men after the manner of fire.
因此祂吩咐把兩個四分之一交給火,因為這一樣和那一樣都像火一般吞噬世人。
1:507
διὰ δὲ τῆς ῥομφαίας τὴν τῶν πολεμίων ἔφοδον ἐσή μανε, καὶ τὰς ὑπ' ἐκείνων ἐσομένας σφαγάς·
And by the sword He signified the assault of the enemies and the slaughters that would be wrought by them.
祂藉著刀劍指明仇敵的攻擊,以及將由他們所施行的屠殺。
1:508
τὸν δὲ διασκορπισμὸν τὴν αἰχμαλωσίαν καὶ τὴν ἐσομένην διασπορὰν, περὶ ὧν ἐπήγαγε·
And by the scattering He signified the captivity and the dispersion that would come to pass, concerning which He added:
祂藉著撒散指明將要臨到的被擄與分散,論到這事祂又補充說:
1:509
Καὶ μάχαιραν ἐκ κενώσω ὀπίσω αὐτῶν· καὶ γὰρ μετὰ τὸ γενέσθαι δορυάλωτοι μυρία θανάτων ὑπέμειναν εἴδη
'And I will draw out a sword after them'; for even after becoming captives of the spear they endured countless kinds of death.
「我要拔刀追趕他們」;因為他們即使成了刀下的俘虜,仍要遭受無數種的死亡。
1:510
Καὶ λήψῃ, φησὶν, ἐκεῖθεν ὀλίγους ἐν ἀριθμῷ, καὶ συμπεριλήψῃ αὐτοὺς τῇ ἀναβολῇ σου
'And you shall take from there,' He says, 'a few in number, and you shall wrap them up in the fold of your garment.'
祂說:「你要從那裡取少數幾根,包在你的衣襟裡。」
1:511
Καὶ ἐκ τούτων λήψῃ ἔτι, καὶ ῥίψεις αὐτοὺς ἐν μέσῳ τοῦ πυρὸς, καὶ κατακαύσεις αὐτοὺς ἐν πυρί·
'And from these you shall take yet again, and you shall cast them into the midst of the fire, and burn them in the fire; from it a fire shall go forth to all the house of Israel.'
「你要再從其中取些,扔在火中焚燒;必有火從其中發出,燒及以色列全家。」
1:512
ἐξ αὐτοῦ ἐξελεύσεται πῦρ εἰς πάντα οἶκον Ἰσραήλ
'From it a fire shall go forth to all the house of Israel.'
「必有火從其中發出,燒及以色列全家。」
1:513
Σημαίνει δὲ διὰ τούτων τοὺς ὑπο λειφθέντας, οὓς Ναβουζαρδᾶν ὁ ἀρχιμάγειρος κατ έλιπε μετὰ Γοδολίου, οἳ πάλιν διαφόρως κατηναλώ θησαν·
By these things He signifies those who were left behind, whom Nebuzaradan the chief of the guard left with Gedaliah, and who were again consumed in various ways:
祂藉這些話指那些被留下的人,就是護衛長尼布撒拉旦所留下、與基大利同住的人,這些人後來又以各樣方式被消滅:
1:514
νῦν μὲν ὑπ' ἀλλήλων ἀναιρούμενοι, νῦν δὲ εἰς Αἴγυπτον ἀποδιδράσκοντες, καὶ τῆς ἀσεβείας οὐκ ἀφιστάμενοι
now being destroyed by one another, now fleeing away into Egypt, and not desisting from their impiety.
有時彼此殘殺,有時逃往埃及,且始終不肯離棄他們的不敬虔。
1:515
Καὶ τοῦτο σαφῶς ἡμᾶς ἡ τοῦ Ἱερε μίου προφητεία διδάσκει
And this the prophecy of Jeremiah clearly teaches us.
這事耶利米的預言清楚地教導了我們。
1:516
Τὸ δὲ, Ἐξ αὐτῆς ἐξ ελεύσεται πῦρ εἰς πάντα οἶκον Ἰσραὴλ, αἰνίττεται μὲν καὶ τὴν τότε γενομένην ἀγανάκτησιν τοῦ Βα βυλωνίου, καὶ τὸν ἐπενεχθέντα αὐτοῖς ἐν Αἰγύπτῳ ὄλεθρον·
And the words, 'From it a fire shall go forth to all the house of Israel,' hint both at the wrath of the Babylonian which then came to pass, and at the destruction that was brought upon them in Egypt;
而「必有火從其中發出,燒及以色列全家」這話,一面暗指當時巴比倫王所發的忿怒,以及在埃及臨到他們的毀滅;
1:517
προσημαίνει δὲ καὶ τὰς μετὰ τὴν ἐπάν οδον ἐπὶ Ἀντιόχου τοῦ Ἐπιφανοῦς γενομένας στάσεις, δι' ἃς ταῖς μυρίαις ἐκείναις περιέπεσον συμ φοραῖς
and it foretells also the seditions that arose after the return, in the time of Antiochus Epiphanes, on account of which they fell into those countless calamities.
另一面也預示歸回之後、在安提阿古伊比法尼時期所興起的叛亂,他們因此陷入那無數的災禍之中。
1:518
Ταῦτα, φησὶ, ποιήσας, εἰπὲ καὶ τῆς τιμωρίας τὰς αἰτίας
'When you have done these things,' He says, 'declare also the causes of the punishment.'
祂說:「你行了這些事以後,也要說明刑罰的緣由。」
1:519
Τάδε λέγει Ἀδωναῒ Κύριος·
'Thus says Adonai the Lord:'
「主耶和華如此說:」
1:520
Αὕτη Ἱερουσαλὴμ, ἐν μέσῳ τῶν ἐθνῶν τέθεικα αὐτὴν, καὶ τὰς κύκλῳ αὐτῆς χώρας·
'This is Jerusalem; I have set her in the midst of the nations, and the countries that are round about her.'
「這就是耶路撒冷;我曾將她安置在列國之中,四圍有列邦環繞。」
1:521
καὶ ἐρεῖς, ἤλ λαξε τὰ δικαιώματά μου εἰς ἀνομίαν ἐκ τῶν ἐθνῶν τῶν κύκλῳ αὐτῆς
'And you shall say: She has changed my ordinances into lawlessness, worse than the nations that are round about her.'
「你要說:她把我的典章變為不法,比四圍的列國更甚。」
1:522
Ὁ τῶν ὅλων Θεὸς τὸ Ἰουδαίων ἐξελέξατο ἔθνος, διὰ τούτων ἅπαντας ἀν θρώπους εὐεργετῆσαι βουλόμενος·
The God of all chose the nation of the Jews, willing through them to bestow benefit upon all mankind;
萬有的神揀選了猶太民族,願藉著他們使全人類蒙福;
1:523
διὸ καὶ νόμον αὐτοῖς ἀπὸ πάντων αὐτοὺς διορίζοντα δέδωκεν, ἵνα κἀντεῦθεν τὸ ἐπίσημον ἔχωσιν·
and for this reason He also gave them a law that set them apart from all others, that from this too they might have their mark of distinction;
因此祂也賜給他們一部律法,把他們與眾人分別出來,好叫他們也由此而有其顯著的標記;
1:524
ἔδωκε δὲ αὐτοῖς καὶ τόπον εἰς οἰκητήριον τῆς οἰκουμένης τὰ μέσα·
and He also gave them, for a dwelling-place, the middle regions of the inhabited world;
祂也賜給他們居所,就是天下的正中之地;
1:525
πρὸς ἕω μὲν γὰρ καὶ ἄρκτον τὴν Ἀσίαν εἶχον, πρὸς ἑσπέ ραν δὲ τὴν Εὐρώπην διὰ τῆς θαλάσσης συναπτομέ νην·
for toward the east and the north they had Asia, and toward the west Europe, joined to it by the sea;
因為向東和向北他們有亞細亞,向西則有藉海相連的歐洲;
1:526
Εἰς ταῦτα γὰρ τρία τμήματα καὶ οἱ τοῦ Νῶε παῖδες τὴν οἰκουμένην διεί λοντο
For into these three portions the sons of Noah also divided the inhabited world.
因為挪亞的眾子也是把天下分成這三部分。
1:527
Τέθεικα τοίνυν τὴν Ἱερουσαλὴμ, φησὶν ὁ Θεὸς, ἐν μέσῳ τῶν ἐθνῶν, ἵν' ἐκεῖνοι τὴν ἀπὸ ταύτης ὠφέλειαν ἑλκύσωσιν, καὶ πᾶσαν εὐσέβειαν καὶ εὐνομίαν παρ' αὐτοῖς μεταμάθωσιν·
'I have set Jerusalem, therefore,' says God, 'in the midst of the nations,' that they might draw the benefit that comes from her, and might learn from them all piety and good order;
神說:「因此我把耶路撒冷安置在列國之中」,好叫那些國從她得著益處,並從他們學得一切敬虔與良善的法度;
1:528
αὕτη δὲ πᾶν τοὐναντίον πεποίηκεν·
but she did the very opposite;
然而她所行的卻恰恰相反;
1:529
οὐ γὰρ μόνον αὐτοῖς τῆς παρ' ἐμοῦ δοθείσης εὐνομίας οὐ μετέδωκεν, ἀλλὰ καὶ τῆς ἐκείνων δυσσεβείας μετέλαβε
for not only did she not impart to them the good order given by me, but she even partook of their impiety.
因為她不但沒有把我所賜的良善法度分給他們,反倒沾染了他們的不敬虔。
1:530
Ἀνθ' ὧν ἡ μορφὴ ὑμῶν ἐκ τῶν ἐθνῶν τῶν κύ κλῳ ὑμῶν, ἐν τοῖς νομίμοις μου οὐκ ἐπο ρεύθητε, καὶ τὰ δικαιώματά μου οὐκ ἐποιήσατε, ἀλλ' οὐδὲ κατὰ τὰ δικαιώματα τῶν ἐθνῶν τῶν κύ κλῳ ὑμῶν οὐκ ἐποιήσατε
'Wherefore your manner has been from the nations that are round about you: you have not walked in my statutes, nor performed my ordinances; nay, you have not even acted according to the ordinances of the nations that are round about you.'
「因此你的樣式是效法你四圍的列國:你不遵行我的律例,不謹守我的典章;你甚至也沒有照著你四圍列國的規例而行。」
1:531
Ἐπειδὴ γὰρ τὸν τῶν ἐθνῶν ἀνεμάξασθε χαρακτῆρα, καὶ τοῖς ἐκείνων ἐπιτηδεύμασιν ἐνεφύρητε, καὶ τὰ ἐμὰ δικαιώματά τε καὶ νόμιμα διεπτύσατε, ὑπερβολῇ δὲ παρανομίας χρώμενοι ὑπερηκοντίσατε τῇ δυσσεβείᾳ τὰ ἔθνη, παρ' ὧν ταύτην ἐμάθετε·
For since you took upon yourselves the character of the nations, and became mingled with their practices, and spurned my ordinances and statutes, and using an excess of transgression outstripped in impiety the very nations from whom you learned it;
因為你們既沿襲了列國的性情,混雜於他們的行徑,並藐視我的典章與律例,且以過度的違法在不敬虔上超越了你們所效法的那些列國;
1:532
τούτου χάριν προ φανῶς σοι δικάσω, τῶν ἐθνῶν θεωρούντων τὸ δικα στήριον, καὶ τῆς δίκης ἀκροωμένων·
for this reason I will openly plead my cause against you, while the nations behold the tribunal and hearken to the trial;
因此我要在列國觀看那審判之庭、聆聽那案件審理之際,公然與你爭辯;
1:533
ἵν' ἐπειδὴ διὰ τῆς σῆς οὐκ ὠφελήθησαν εὐνομίας, διὰ γοῦν τῆς τιμωρίας ἑλκύσωσιν ὠφέλειαν
that, since they were not benefited by your good order, they might at least through your punishment draw some benefit.
好叫他們既未能從你的良善法度得益,至少能藉著你所受的刑罰得著益處。
1:534
Καὶ ποιήσω ἐν σοὶ ἃ οὐ πεποίηκα, καὶ οὐ μὴ ποιήσω ὅμοια αὐτοῖς ἔτι διὰ πάντα τὰ βδε λύγματά σου
'And I will do in you what I have not done, and the like of which I will not do again, because of all your abominations.'
「我要在你中間行我從未行過的事,並且此後也不再行像這樣的事,都因你一切可憎之事。」
1:535
Τοῦτο δὲ καὶ ἐν τῇ Βαβυλωνίων, καὶ ἐν τῇ Ῥωμαίων πο λιορκίᾳ γεγένηται, τῆς ὑπερβολῆς τοῦ λιμοῦ τὴν ἀνοσιουργίαν ἐργασαμένης
And this came to pass both in the siege of the Babylonians and in that of the Romans, when the extremity of famine wrought the unholy deed.
這事在巴比倫人的圍城和羅馬人的圍城中都曾發生,就是那極度的飢荒促成了那不聖潔之惡行。
1:536
Καὶ ποιήσω ἐν σοὶ κρίματα. Τουτέστι, δικαίως σοι δικάσω
'And I will execute judgements in you.' That is, I will judge you justly.
「我要在你中間施行審判。」意即:我要公義地審判你。
1:537
Καὶ δια σπερῶ πάντας τοὺς καταλοίπους σου εἰς πάντα ἄνεμον. Οὐ δεῖται ἑρμηνείας λόγος, τῶν πραγμά των βοώντων
'And I will scatter all your remnant to every wind.' This saying needs no interpretation, since the events themselves cry it aloud.
「我要把你所剩下的都分散在四方的風中。」這話無需解釋,因為事實本身已在高聲宣告。
1:538
Ἅγια καλεῖ οὐ μόνον τὰ νόμιμα, ἀλλὰ καὶ τὸν ἀφορισθέντα αὐτῷ ναὸν, ὃν τῇ τῶν εἰδώλων ἐβεβήλωσαν στάσει·
By 'holy things' He calls not only the statutes, but also the temple that was set apart for Him, which they profaned by the setting up of idols;
祂所稱的「聖物」不僅指律例,也指那分別歸祂的聖殿,就是他們藉著設立偶像所玷污的;
1:539
προσοχθίσματα δὲ καὶ βδελύγματα, τὰ εἴδωλα ὀνομάζει, βδελύ γματα μὲν ὡς βδελυγμίας μεστὰ, προσοχθίσματα τὰ ἀηδίας πάσης ἀνάμεστα
and by 'objects of loathing' and 'abominations' He names the idols—'abominations' as being full of abomination, 'objects of loathing' as being full of all offensiveness.
而祂以「令人憎厭之物」和「可憎之物」稱那些偶像——「可憎之物」是因為充滿可憎,「令人憎厭之物」是因為充滿一切令人作嘔之事。
1:540
Τοιοῦτόν ἐστι τὸ ὑπὸ τῆς Ῥεβέκκας λεγόμενον·
Such is that which was said by Rebecca:
利百加所說的正是這樣的話:
1:541
Προσώχθικα τῇ ψυχῇ μου διὰ τὰς θυγατέρας τῶν Χαναναίων, εἰ λήψεται Ἰακὼβ ὁ υἱός μου ἐξ αὐτῶν γυναῖκα, ἱνατί μοι ζῇν; τουτέστι, Βδελύττομαι σφόδρα τὰς θυγατέρας τῶν Χαναναίων
'I am weary in my soul because of the daughters of the Canaanites; if Jacob my son takes a wife of them, what good is life to me?'—that is, 'I utterly loathe the daughters of the Canaanites.'
「我因這赫人的女子連性命都厭煩了;倘若我兒雅各也娶她們中間的女子為妻,我活著還有甚麼益處呢?」——意即:「我極其厭惡迦南人的女子。」
1:542
Ἀεὶ πλα νῶνται τῇ καρδίᾳ·
'They always go astray in their heart.'
「他們心裡常常迷糊。」
1:543
Καὶ πά λιν περὶ τοῦ παρανόμου, φησὶν ὁ αὐτὸς προφήτης Κακίᾳ δὲ οὐ προσώχθισε, τουτέστιν, οὐκ ἐβδε λύξατο τὴν κακίαν
And again, concerning the transgressor, the same prophet says: 'But at wickedness he was not grieved'—that is, he did not loathe the wickedness.
同一位先知又論到那犯法的人說:「他卻不因惡而生厭惡」——意即:他並不厭惡那惡行。
1:544
Οὐ φείσεται ὀφθαλμός μου, καὶ οὐκ ἐλεήσω ἐγώ. Τοσαύτη ἡ τῆς παρανομίας ὑπερβολὴ, ὅτι ὁ ἐλεήμων ἐλεεῖν οὐκ ἀνέχεται, καὶ ὁ φιλάνθρωπος τῶν κολαζομένων οὐ φείδεται
'My eye shall not spare, neither will I have pity.' So great was the excess of the transgression, that the Merciful One does not endure to show mercy, and the Lover of mankind does not spare those who are being punished.
「我的眼必不顧惜,我也必不憐憫。」那違法之事竟如此過度,以致那滿有憐憫者也不忍施憐憫,那愛人者也不顧惜那受刑罰的人。
1:545
Εἶτα διηγεῖται τὰ ἤδη ἡρμηνευμένα, ὅπως λιμῷ μὲν πα ραδώσει τὸ τέταρτον, καὶ θανάτῳ πάλιν τὴν ἄλλην μοῖραν·
Then He recounts the things already interpreted—how He will deliver a fourth part to famine, and again another portion to death;
接著祂重述那些已經解釋過的事——祂如何要把四分之一交給飢荒,又把另一份交給死亡;
1:546
εἶτα τὴν ἄλλην τῇ διὰ τοῦ πολέμου σφαγῇ, καὶ τὸ λειπόμενον τέταρτον αἰχμαλωσίᾳ, τῆς τιμω ρίας πάλιν καὶ τούτοις ἀκολουθούσης
then another portion to the slaughter by war, and the remaining fourth part to captivity, punishment again following upon these also.
又把另一份交給刀兵的屠殺,把所剩的四分之一交給被擄,刑罰仍舊隨著這些而來。
1:547
Καὶ συντελεσθήσεται ὁ θυμός μου, καὶ ἡ ὀργή μου ἐπ' αὐτοὺς, καὶ παρακληθήσομαι, καὶ ἐπιγνώσονται, διότι ἐγὼ Κύριος λελάληκα ἐν τῷ ζήλῳ μου, ἐν τῷ συντελέσαι με τὴν ὀργήν μου ἐπ' αὐτούς
'And my fury and my wrath shall be accomplished upon them, and I will be comforted; and they shall know that I the Lord have spoken in my zeal, when I have accomplished my wrath upon them.'
「我的烈怒與忿怒必在他們身上發盡,我就得了安慰;他們也必知道我耶和華是在我的熱心中說了這話,就是在我向他們發盡忿怒的時候。」
1:548
Ἀπαθὲς τὸ Θεῖον, καὶ παντελῶς ἀόργητον, τοῖς δὲ ἀνθρωπίνοις ὀνόμασι κέχρηται, τὰς τιμωρητικὰς ἐνεργείας οὕτω προσαγορεύων
The Divine is impassible and altogether free from wrath, but He employs human terms, thus designating His punitive operations.
神性乃是不受苦、全然無怒的,然而祂卻使用人類的言辭,如此稱呼祂那施行刑罰的作為。
1:549
Τὸ δὲ, Συντελεσθήσεται ἡ ὀργή μου ἐπ' αὐτοὺς, ἀντὶ τοῦ, πέρας λήψεται
And the words, 'My wrath shall be accomplished upon them,' mean 'it shall reach its end';
而「我的忿怒必在他們身上發盡」這話,意即「必達到終結」;
1:550
ἐπὶ τοῦτο γὰρ καὶ τὰς κολάσεις ἐπ ήγαγον
for it was to this end that I brought the chastisements also.
因為我加上那些懲罰,也正是為了這個目的。
1:551
Καὶ θήσομαί σε εἰς ἔρημον, καὶ εἰς ὄνει δος τοῖς κύκλῳ σου
'And I will make you a desolation and a reproach to those round about you.'
「我要使你成為荒場,並使你在四圍的人面前成為羞辱。」
1:552
Ἱκανὸν καὶ τοῦτο πικρῶς ἀνιᾶσαι, τὸ τοὺς ἐκ γειτόνων οἰκοῦντας, καὶ διηνεκῶς ἐκπεπολεμωμένους, ἐπιγελᾷν, καὶ τῇ ἐρημίᾳ ἐπεντρυφᾷν
This too is sufficient to cause bitter grief—that those who dwell in the neighbourhood, and who are continually at war with you, should laugh, and revel in your desolation.
這事也足以引起痛苦的憂傷——就是那些住在鄰近、且與你不斷交戰的人,竟譏笑並以你的荒涼為樂。
1:553
Καὶ τὰς θυγατέρας τὰς κύκλῳ σου ἐνώπιον παντὸς διοδεύοντος. Θυγατέρας καλεῖ τὰς ὑποκειμένας πόλεις καὶ κώμας
'And your daughters that are round about you, in the sight of everyone that passes by.' By 'daughters' He calls the subject cities and villages.
「並使你四圍的女子在一切經過的人眼前受辱。」祂以「女子」稱那些附屬的城邑和鄉村。
1:554
Καὶ ἔσῃ στενακτὴ, καὶ δήλη παιδείᾳ καὶ ἀφανισμοῖς, καὶ αἱ θυγατέρες σου κύκλῳ σου ἐν τοῖς ἔθνεσι τοῖς κύκλῳ σου
'And you shall be full of groaning, and made manifest for chastisement and for destruction, both you and your daughters round about you among the nations that are round about you.'
「你必成為嘆息之地,並在懲治與毀滅之事上被顯明,你和你四圍的女子都在你四圍的列國中如此。」
1:555
Ἐπίσημόν σε, φη σὶν, ἐν τοῖς κακοῖς ποιήσω, ὥστε πάντας τοὺς ἀκούοντας τὸν ἀφανισμόν σου, καὶ τῶν ὑποκειμένων σοι πόλεων καὶ κωμῶν, στένειν καὶ ὀδύρεσθαι
'I will make you conspicuous,' He says, 'in your calamities, so that all who hear of your destruction, and that of the cities and villages subject to you, may groan and lament.'
祂說:「我要使你在災禍中顯著,以致凡聽見你以及附屬於你的城邑鄉村之毀滅的人,都要嘆息哀哭。」
1:556
Ἐν τῷ ποιῆσαί με ἐν σοὶ κρίματα ἐν ὀργῇ καὶ ἐν θυμῷ, ἐν ἐκδικήσει θυμοῦ, καὶ ἐλέγχοις. Εἶτα τὸ ἀψευδὲς δεικνὺς τῶν εἰρημένων, ιϛʹ
'When I execute judgements in you in anger and in fury, in vengeance of wrath and in rebukes.' Then, showing the truthfulness of what has been said,
「就是在我以怒氣、忿怒、忿恨的報應和責備在你中間施行審判的時候。」隨後,為要顯明所說之話的真實無偽,
1:557
Ἐγὼ Κύριος, φησὶ, λελάληκα
'I the Lord,' He says, 'have spoken.'
祂說:「我耶和華已經說了。」
1:558
Ἱκανὴ γὰρ ἡ τοῦ προσώπου δήλωσις τὴν ἀλήθειαν δεῖξαι
For the declaration of the Person is sufficient to demonstrate the truth.
因為那位格的宣告已足以證明其真實。
1:559
Ἐν τῷ ἐξαποστεῖλαι με τὰς βολίδας μου τοῦ λιμοῦ ἐπ' αὐτοὺς, καὶ ἔσονται εἰς ἔκλειψιν·
'When I send out against them the arrows of famine, and they shall be for destruction;'
「當我把飢荒的箭射向他們的時候,他們必歸於消滅;」
1:560
καὶ ἀποστελῶ αὐτὰς διαφθεῖραι ὑμᾶς, καὶ λιμὸν συντάξω, καὶ συντρίψω στήριγμα ἄρτου σου
'and I will send them forth to destroy you, and I will marshal famine, and will break your staff of bread.'
「我要打發它們去毀滅你們,我要調集飢荒,並折斷你們的糧杖。」
1:561
( ιζʹ) Καὶ ἐξαποστελῶ ἐπὶ σὲ ῥομφαίαν, καὶ θηρία πονηρὰ, καὶ τιμωρήσομαί σε, καὶ θάνατος καὶ αἷμα διελεύσεται ἐπὶ σὲ, καὶ ῥομφαίαν ἐπάξω ἐπὶ σὲ κυκλόθεν·
(v. 17) 'And I will send upon you the sword, and evil beasts, and I will take vengeance upon you, and death and blood shall pass over you, and I will bring a sword upon you round about.'
(十七節)「我要使刀劍臨到你,又使惡獸來到,並要向你施行報應;瘟疫和流血必經過你,我也要使刀劍四圍臨到你。」
1:562
Τὰ αὐτὰ πολλάκις λέγει, δεδίξασθαι βουλόμενος τοὺς ἀκούον τας, ἵνα τῷ φόβῳ τῶν ἀλγεινῶν εἰς εὐσέβειαν μετα βάλῃ, καὶ τῆς ἀπειλῆς μὴ ἐπαγάγῃ τὴν πεῖραν
He says the same things repeatedly, wishing to strike fear into his hearers, so that through dread of these grievous things they may turn to godliness, and he may not have to bring the threat to actual trial.
他一再重複說同樣的話,是要使聽者心生畏懼,好叫他們因懼怕這些痛苦而歸向敬虔,如此他就不必將所警告的付諸實現。
1:563
Θηρία δὲ πονηρὰ τοὺς ὠμοτάτους Χαλδαίους ὠνό μασεν, δίκην θηρίων ὠμοβόρων ἐπιόντας, καὶ τοὺς μὲν κατασφάττοντας, τοὺς δὲ ζωγροῦντας καὶ δορυ αλώτους λαμβάνοντας
By 'evil beasts' he named the most savage Chaldeans, who came on in the manner of flesh-devouring beasts, slaughtering some, while taking others alive and carrying them off as captives of the spear.
他所說的「惡獸」,是指最兇殘的迦勒底人;他們如同吞噬血肉的野獸般攻來,將一些人屠殺,又將另一些人生擒,擄為刀下的俘虜。
1:564
Καὶ ἐγένετο λόγος Κυρίου πρός με λέ γων·
'And the word of the Lord came to me, saying:'
「耶和華的話臨到我,說:」
1:565
Υἱὲ ἀνθρώπου, στήρισον τὸ πρόσωπόν σου ἐπὶ τὰ ὄρη Ἰσραὴλ, καὶ προφήτευσον ἐπ' αὐτὰ,. καὶ ἐρεῖς
'Son of man, set your face toward the mountains of Israel, and prophesy against them, and you shall say:'
「人子啊,你要面向以色列的眾山發預言,攻擊它們,說:」
1:566
Οὐ λογικὰ τὰ ὄρη, οὔτε μὴν ἔμψυχα, ἀλλὰ καὶ ἀναίσθητα·
The mountains are neither rational nor even animate, but are indeed without sensation;
眾山既非有理性的,也不是有生命的,實在是毫無知覺的;
1:567
εἰς ἔλεγχον δὲ τῶν λογικῶν τοῖς ἀψύχοις προσδιαλέγεται·
yet he addresses himself to the inanimate things as a rebuke to the rational.
然而祂向這些無生命之物說話,乃是要藉此責備有理性的人。
1:568
οὕτω καὶ ἐπὶ τοῦ Ἱε ροβοὰμ πρὸς τὸ θυσιαστήριον ὁ ἄνθρωπος τοῦ Θεοῦ τοὺς λόγους ἐποιήσατο
So too in the case of Jeroboam, the man of God directed his words to the altar.
照樣,在耶羅波安的事上,神人也是向那祭壇說話。
1:569
Τὰ ὄρη Ἰσραὴλ ἀκούσατε τὸν λόγον Ἀδωναῒ Κυρίου·
'You mountains of Israel, hear the word of the Lord Adonai:'
「以色列的眾山哪,你們要聽主阿多乃的話:」
1:570
τάδε λέγει Ἀδωναῒ Κύριος τοῖς ὄρεσι, καὶ τοῖς βουνοῖς, καὶ ταῖς νάπαις, καὶ ταῖς φάραγξιν·
'Thus says the Lord Adonai to the mountains, and to the hills, and to the ravines, and to the valleys:'
「主阿多乃對眾山、岡陵、溪谷、山谷如此說:」
1:571
Ἰδοὺ ἐγὼ ἐπάγω ἐφ' ὑμᾶς ῥομφαίαν, καὶ ἐξολοθρευθήσεται τὰ ὑψηλὰ ὑμῶν
'Behold, I bring a sword upon you, and your high places shall be utterly destroyed.'
「看哪,我要使刀劍臨到你們,你們的邱壇也必被剷除。」
1:572
Καὶ ἀφα νισθήσεται τὰ θυσιαστήρια ὑμῶν, καὶ συντρι βήσεται τὰ τεμένη ὑμῶν, καὶ καταβαλῶ τραυ ματίας ὑμῶν ἐνώπιον τῶν εἰδώλων ὑμῶν
'And your altars shall be laid waste, and your sacred precincts shall be broken in pieces, and I will cast down your slain before your idols.'
「你們的祭壇必變為荒場,你們的廟宇必被打碎;我要使你們被殺的人倒在你們的偶像面前。」
1:573
Ἐπειδὴ γὰρ ἐν τούτοις πᾶσι τοῖς χωρίοις βωμοὺς τοῖς εἰδώ λοις ἀνήγειραν, ἀναγκαίως προλέγει τὴν ἐσομένην τῶν πολεμίων ἔφοδον, καὶ τὰς πανταχοῦ γενησομένας σφαγὰς, καὶ τῶν εἰδωλικῶν τεμενῶν τὴν ἐκπόρ θησιν
For since in all these places they had raised up altars to the idols, he of necessity foretells the coming onslaught of the enemy, and the slaughters that would occur everywhere, and the sacking of the idolatrous precincts.
因為他們在所有這些地方都為偶像築了祭壇,所以祂必然預先宣告仇敵將要來的攻擊,以及各處要發生的殺戮,還有那些偶像廟宇的被劫掠。
1:574
Καὶ δώσω τὰ πτώματα υἱῶν Ἰσραὴλ κατὰ πρόσωπον εἰδώλων αὐτῶν, καὶ διασκορ πιῶ τὰ ὀστᾶ ὑμῶν κύκλῳ τῶν θυσιαστηρίων ὑμῶν·
'And I will lay the corpses of the sons of Israel before the face of their idols, and I will scatter your bones round about your altars.'
「我要將以色列人的屍首放在他們偶像面前,又要把你們的骸骨拋散在你們祭壇的四圍。」
1:575
Ἀπὸ τῶν ἀψύχων μετήγαγεν ἐπὶ τοὺς λογικοὺς τὸν λόγον, καὶ ἀπειλεῖ, ὅτι νεκρῶν πληρώσει τὰ τῶν εἰδώλων τεμένη, καὶ ἀνθρωπείων ὀστέων τὰ τῶν δαιμόνων θυσιαστήρια, διδάσκων διὰ τῆς τιμωρίας, ὡς οὐδὲν ἀπώναντο τῆς τῶν δαιμόνων θεραπείας, οὐδὲ μὴν ἐπικουρίας τινὸς ἐν ταῖς ἐπενεχθείσαις συμφοραῖς παρ' ἐκείνων ἀπήλαυσαν
He transferred his discourse from the inanimate to the rational, and threatens that he will fill the precincts of the idols with corpses, and the altars of the demons with human bones, teaching through the punishment that they gained nothing from the worship of the demons, nor did they enjoy any help from them in the calamities that befell.
祂將話語從無生命之物轉到有理性的人身上,並警告說祂要用屍首充滿偶像的廟宇,用人的骸骨充滿鬼魔的祭壇,藉這刑罰教導他們:他們敬拜鬼魔毫無所得,在所遭遇的災禍中也未曾從那些鬼魔得著任何幫助。
1:576
Καὶ αἱ πόλεις ἐξερημω θήσονται, καὶ τὰ ὑψηλὰ ἀφανισθήσονται, ὅπως ἐξολοθρευθῇ τε καὶ πλημμελήσῃ τὰ θυσιαστήρια ὑμῶν, καὶ συντριβήσεται. Τὸ δὲ πλημμελήσῃ, ἐρημωθήσῃ ὁ Σύμμαχος ἡρμήνευσε
'And the cities shall be made desolate, and the high places shall be laid waste, so that your altars may be utterly destroyed and made to bear their guilt, and shall be broken in pieces.' But 'made to bear their guilt,' Symmachus rendered as 'shall be made desolate.'
「城邑必變為荒涼,邱壇必變為荒場,好使你們的祭壇被剷除、擔當自己的罪咎,並且被打碎。」至於「擔當罪咎」一詞,西馬庫斯譯作「必變為荒涼」。
1:577
Καὶ κατα παύσῃ τὰ εἴδωλα ὑμῶν, καὶ ἐξαρθῇ τὰ τεμένη ὑμῶν, καὶ ἐξαλειφθῇ τὰ ἔργα ὑμῶν. Ἔδειξε τῆς τιμω ρίας τὰς αἰτίας·
'And your idols shall be brought to an end, and your precincts shall be taken away, and your works shall be blotted out.' He showed the causes of the punishment;
「你們的偶像必歸於無有,你們的廟宇必被除去,你們的作為必被塗抹。」祂顯明了刑罰的緣由;
1:578
ταῦτα γὰρ πάντα, φησὶ, ποιῶ, καὶ τὴν ἐρημίαν ἐπάξω, ἵνα σβέσω τὴν περὶ τὰ εἴδωλα μανίαν τε καὶ λύτταν
for all these things, he says, I do, and I bring on the desolation, in order that I may quench the madness and frenzy over the idols.
祂說:我行這一切事,並使荒涼臨到,是為要撲滅那對偶像的狂熱與癲狂。
1:579
Καὶ πεσοῦνται τραυματίαι ὑμῶν ἐν μέσῳ ὑμῶν, καὶ γνώσεσθε ὅτι ἐγὼ Κύριος
'And your slain shall fall in the midst of you, and you shall know that I am the Lord.'
「你們被殺的人必倒在你們中間,你們就知道我是耶和華。」
1:580
Ὥστε ἡ τι μωρία διδάσκαλος θεογνωσίας·
So that the punishment is a teacher of the knowledge of God.
如此,這刑罰便成了認識神的教師。
1:581
Καὶ ὑπολείψομαι, τοῦ γενέσθαι ἐξ ὑμῶν ἀνασωζόμενον ἐκ ῥομφαίας ἐν τοῖς ἔθνεσιν, ἐν τῷ διασκορπισμῷ ὑμῶν ἐν ταῖς χώραις
'And I will leave a remnant, so that there may be of you some who are preserved from the sword among the nations, in your dispersion throughout the lands.'
「我卻要留下餘剩的人,使你們中間有人在列國中脫離刀劍得以存活,就是在你們被驅散在各地之時。」
1:582
Ἐπειδὴ γὰρ εἶπε, Γνώσεσθε ὅτι ἐγὼ Κύριος, ἀναγκαίως δείκνυσι τοὺς ὠφεληθησομένους·
For since he said, 'You shall know that I am the Lord,' he of necessity shows those who would be benefited;
因為既說了「你們就知道我是耶和華」,祂便必然指出那些將要得益處的人;
1:583
οἱ γὰρ ἐκ τῆς. αἰχμαλωσίας διασπαρέντες, ἐκ τῆς τιμωρίας τὴν ὠφέλειαν καρπώσονται
for those scattered from the captivity shall reap the benefit from the punishment.
因為那些從被擄之地被驅散的人,將要從這刑罰中收取益處。
1:584
Καὶ μνησθήσονταί μου οἱ ἀνασωζόμενοι ἐξ ὑμῶν, οὗ ᾐχμαλωτεύθησαν ἐκεῖ
'And those of you who are preserved shall remember me, there where they were led captive.'
「你們中間逃脫得存的人,必在被擄到的各地想念我。」
1:585
Χρήσιμος τοί νυν ἡ ὑπὸ Θεοῦ ἐπιφερομένη παιδεία·
Useful, therefore, is the instruction that is brought by God.
因此,神所施行的管教乃是有益的。
1:586
Ὀμώμοκα γὰρ τῇ καρδίᾳ αὐτῶν τῇ ἐκ πορνευούσῃ, τῇ ἀποστάσῃ ἀπ' ἐμοῦ, καὶ τοῖς ὀφθαλμοῖς αὐτῶν τοῖς ἐκπορνεύουσιν ὀπίσω τῶν ἐπιτηδευμάτων αὐτῶν, ὅτι κλαύσονται κατὰ πρόσωπον ἑαυτῶν περὶ τῶν κακῶν, ὧν ἐποίησαν ἐν πᾶσι τοῖς βδελύγμασιν αὐτῶν
'For I have sworn concerning their heart that goes a-whoring, that has departed from me, and concerning their eyes that go a-whoring after their pursuits, that they shall lament before their own faces over the evils which they did in all their abominations.'
「因為我已為他們那行淫、離棄我的心,以及那隨從自己所行之事而行淫的眼目起了誓,說他們必為自己在一切可憎之事上所行的惡,在自己面前哀哭。」
1:587
( ιʹ.) Καὶ ἐπιγνώσονται, διότι ἐγὼ Κύριος οὐκ εἰς δωρεὰν λελάληκα τοῦ ποιῆσαι ἅπαντα τὰ κακὰ ταῦτα
(v. 10) 'And they shall know that I am the Lord; not in vain have I spoken that I would do all these evils.'
(十節)「他們就知道我是耶和華;我說要向他們行這一切的災禍,並非徒然說的。」
1:588
Ἀναντίῤῥητος, φησὶν, ἔσται αὐτοῖς μετα μέλεια, ἐφ' οἷς ἐμὲ μὲν ἐγκατέλιπον, τὴν δὲ τῶν εἰδώλων ἠγάπησαν θεραπείαν·
Undeniable, he says, shall be their repentance, over the fact that they forsook me and loved the worship of the idols;
祂說:他們的悔恨必是無可推諉的,因為他們離棄了我,卻愛慕敬拜偶像;
1:589
τοῦτο γὰρ ἐνταῦθα πορνείαν ἐκάλεσε·
for this is what he here called 'fornication;'
祂在此所稱的「行淫」,正是指這事;
1:590
καὶ μαθήσονται διὰ τῆς πείρας αὐτῆς, ὡς οὔτε ἀδίκως, οὔτε ἀνωφελῶς ταύταις αὐτοὺς περιέβαλον ταῖς τιμωρίαις·
and they shall learn through the very experience of it, that it was neither unjustly nor unprofitably that he wrapped them about with these punishments;
他們必藉著親身的經歷得知:祂以這些刑罰環繞他們,既非不公義的,也非無益的;
1:591
τὸ μὲν γὰρ δίκαιον ἡ ἀσέβεια δείκνυσι, τὴν δὲ ὠφέλειαν ἡ μεταμέλεια
for their impiety demonstrates the justice, and their repentance the profit.
因為他們的不敬虔顯明了公義,他們的悔恨則顯明了益處。
1:592
Τάδε λέγει Ἀδωναῒ Κύριος·
'Thus says the Lord Adonai:'
「主阿多乃如此說:」
1:593
Κρότησον τῇ χειρί σου, καὶ ψόφησον τῷ ποδί σου, καὶ εἰπὸν, Εὖγε, εὖγε ἐπὶ πᾶσι τοῖς βδελύγμασι τῶν κα κῶν οἴκου Ἰσραὴλ, ἐν ῥομφαίᾳ, καὶ ἐν λιμῷ, καὶ ἐν θανάτῳ πεσοῦνται
'Clap with your hand, and stamp with your foot, and say, Aha, aha, over all the abominations of the evils of the house of Israel; by the sword, and by famine, and by pestilence shall they fall.'
「你要拍手頓足,說:唉,唉!以色列家一切可憎的惡事,他們必因刀劍、飢荒、瘟疫而倒下。」
1:594
Ἐμοῦ, φησὶν, ἀποφαι νομένου, καὶ καταψηφιζομένου τὰς παντοδαπὰς τι μωρίας, σὺ κρότει, καὶ θαύμαζε τῆς ψήφου τὸ δί καιον
When I, he says, pronounce sentence and condemn them to punishments of every kind, do you clap, and marvel at the justice of the verdict.
祂說:當我宣判、判定各樣的刑罰時,你要拍手,並要驚歎這判決的公義。
1:595
σφαγήσονται, καὶ ἐν τοῖς ἄλσεσι τοῖς ὑπ' αὐτῶν τιμηθεῖσι
'They shall be slaughtered, even in the groves that were honoured by them.'
「他們必被殺戮,就在他們所尊崇的樹叢之中。」
1:596
Καὶ ὑποκάτω δρυὸς δασείας ἔδωκαν, φησὶν, ὀσμὴν εὐωδίας πᾶσι τοῖς εἰδώλοις αὑτῶν. Ὑποδείκνυσι καὶ τῆς ἐρημίας τοὺς ὅρους
'And under every leafy oak,' he says, 'they gave a savour of sweet fragrance to all their idols.' He also points out the boundaries of the desolation.
祂說:「在各茂密的橡樹底下,他們向自己一切的偶像獻上馨香之氣。」祂也指明了這荒涼的界限。
1:597
Καὶ εἰδὼς τὴν συνέχειαν τῶν ἀνιαρῶν προῤῥήσεων, καὶ τοὺς λίαν ἀντιτύπους ἀποχρῶσαν μαλάξαι, πά λιν ἑτέρως προλέγει τὰ λυπηρά
And knowing that the continuous succession of grievous predictions was sufficient to soften even those who were exceedingly obstinate, he again in another manner foretells the sorrowful things.
祂知道這連續不斷的悲慘預言足以軟化那些極其頑梗的人,於是又以另一種方式預告這些愁苦之事。
1:598
Ἐγένετο γὰρ, φησὶ, λόγος Κυρίου πρός με λέγων·
'For the word of the Lord came to me,' he says, 'saying:'
祂說:「耶和華的話臨到我,說:」
1:599
Τάδε λέγει Ἀδωναῒ Κύριος τῇ γῇ τοῦ Ἰσραήλ·
'Thus says the Lord Adonai to the land of Israel:'
「主阿多乃對以色列地如此說:」
1:600
Πέρας ἥκει, τὸ πέρας ἥκει ἐπὶ τὰς τέσσαρας πτέρυγας τῆς γῆς
'An end is come, the end is come upon the four corners of the land.'
「結局到了,結局臨到這地的四境了。」
1:601
Ἥκει τὸ πέρας νῦν, καὶ ἥξει τὸ πέρας ἐπὶ σὲ τὸν κατοικοῦντα τὴν γῆν
'The end is now come, and the end shall come upon you who dwell in the land.'
「結局如今臨到了,這結局必臨到你這住在地上的人。」
1:602
Τέσσαρας δὲ πτέρυγας τῆς γῆς οὐ τῆς οἰκουμένης λέγει, ἀλλὰ. τῆς τοῦ Ἰσραήλ·
By 'the four corners of the land' he does not mean of the inhabited world, but of Israel;
他所說的「這地的四境」,並非指普天下的居所,乃是指以色列;
1:603
ἀντὶ τοῦ, Τέλος τὰ καθ' ὑμᾶς ἔλαβε·
as if to say, 'Your affairs have reached their end;'
意思就是說:「你們的事已到了盡頭;」
1:604
μὴ γὰρ δὴ νομίσητε διαφεύξεσθαι τὰ ἠπειλη μένα κακὰ, μετανοίᾳ μὴ χρώμενοι·
for do not suppose that you will escape the evils that have been threatened, if you make no use of repentance;
你們不要以為,若不肯悔改,就能逃脫所警告的災禍;
1:605
κατὰ πάντων γὰρ ὑμῶν ὄλεθρος χωρήσει
for destruction shall proceed against you all.
因為毀滅必臨到你們眾人。
1:606
Καὶ ἐπαποστελῶ ἐγὼ τὸν θυμόν μου ἐπὶ σὲ, καὶ κρινῶ σε κατὰ τὰς ὁδούς σου. Νῦν καιρὸς εἰπεῖν μετὰ τοῦ μακαρίου Παύ λου·
'And I will send forth my wrath upon you, and I will judge you according to your ways.' Now is the time to say with the blessed Paul:
「我要向你發出我的忿怒,並要按你所行的審判你。」如今正是與蒙福的保羅一同說話的時候:」
1:607
Φοβερὸν τὸ ἐμπεσεῖν εἰς χεῖρας Θεοῦ ζῶν τος· ἀποδώσει γὰρ ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ
'It is a fearful thing to fall into the hands of the living God; for he will render to each one according to his works.'
「落在永生神的手裏,真是可怕的;因為祂必照各人的行為報應各人。」
1:608
Τοῦτο γὰρ καὶ ἐνταῦθα ἔφη·
For this is what he here also said:
祂在此所說的,正是這意思:」
1:609
Καὶ κρινῶ σε κατὰ τὰς ὁδούς σου
'And I will judge you according to your ways.'
「我要按你所行的審判你。」
1:610
Καὶ δώσω ἐπὶ σὲ πάντα τὰ βδελύ γματά σου, ἀντὶ τοῦ, Θερίσεις ἃ ἔσπαρκας, καὶ ἀξίας τῶν ἔργων λήψῃ τὰς ἀντιδόσεις
'And I will bring upon you all your abominations,' which is to say, 'You shall reap what you have sown, and you shall receive recompenses worthy of your deeds.'
「我要將你一切可憎之事都加在你身上,」也就是說:「你必收你所種的,並要按你的行為得著相稱的報應。」
1:611
Οὐ φείσεται ὁ ὀφθαλμός μου ἐπὶ σὲ, οὐδὲ μὴ ἐλεήσω
'My eye shall not spare you, neither will I have pity.'
「我的眼必不顧惜你,我也不憐恤。」
1:612
Ὅταν γὰρ ἀμετρίᾳ περιπέσωμεν πα ρανομίας, καὶ εἰς ἀνήκεστον ἐλάσωμεν νόσον, ἀπο κλείομεν τοῦ Θεοῦ τὸν ἔλεον
For whenever we fall into an immeasurable excess of lawlessness, and drive ourselves into an incurable sickness, we shut off from ourselves the mercy of God.
因為每當我們陷入無度的不法、落到無藥可救的病症時,就把自己隔絕於神的憐憫之外。
1:613
Τάδε λέγει Ἀδωναῒ Κύριος·
'Thus says the Lord Adonai:'
「主阿多乃如此說:」
1:614
Κακία μία, κακία ἰδοὺ ἔρχεται
'One evil, an evil, behold it comes.'
「一個災禍,這災禍,看哪,來到了。」
1:615
Τὸ πέρας ἥκει, ἥκει τὸ πέ ρας·
'The end is come, the end is come;'
「結局到了,結局到了;」
1:616
ἐξηγέρθη πρὸς σὲ, ἰδοὺ ἥκει τὸ πέρας
'it has been roused up against you; behold, the end is come.'
「它已被激動起來攻擊你;看哪,結局到了。」
1:617
Ἥκει ἡ πλοκὴ ἐπὶ σὲ τὸν κατοικοῦντα τὴν γῆν
'The entanglement is come upon you who dwell in the land.'
「那纏繞臨到你這住在地上的人了。」
1:618
Ἄῤῥητος ἡ τοῦ Θεοῦ φιλανθρωπία ἀπειλεῖ τὰς τιμωρίας, ἵνα μὴ ἐπαγάγῃ τὰς τιμωρίας·
Ineffable is the loving-kindness of God: he threatens the punishments, in order that he may not have to bring on the punishments;
神的慈愛是難以言喻的:祂警告要施行刑罰,乃是為要不必真的施行刑罰;
1:619
ὅταν δὲ μὴ φοβηθῶμεν τὰς ἀπειλὰς, τῇ πείρᾳ δεχόμεθα ταύ τας·
but whenever we do not fear the threats, we receive them by actual experience;
然而每當我們不懼怕這些警告時,就要親身經歷這些刑罰;
1:620
ὅπερ καὶ οὗτοι πεπόνθασιν, ἀκούσαντες μὲν, ὅτι ἥκει τὸ πέρας, οὐ φοβηθέντες δὲ τὸ πέρας·
which is exactly what these people also suffered, having heard indeed that 'the end is come,' yet not fearing the end;
這些人所遭受的正是如此:他們雖聽見「結局到了」,卻不懼怕那結局;
1:621
κα λεῖ δὲ κακίαν μίαν τὴν ἐπενεχθεῖσαν πανωλεθρίαν, πλοκὴν δὲ τὰ τῆς ἁμαρτίας δεσμά·
and he calls 'one evil' the utter destruction that was brought on, and 'the entanglement' the bonds of sin;
祂所稱的「一個災禍」,是指那將要臨到的徹底毀滅;「那纏繞」則是指罪的捆索;
1:622
Ταῖς γὰρ σειραῖς, φησὶ, τῶν ἑαυτοῦ ἁμαρτημάτων ἕκαστος σφίγγεται. Καὶ ὁ Ἡσαΐας λέγει·
for by the cords, he says, of his own sins is each one bound fast. And Isaiah too says:
因為祂說:各人都被自己罪孽的繩索緊緊捆綁。以賽亞也說:」
1:623
Οὐαὶ οἱ ἐπι σπώμενοι τὰς ἁμαρτίας αὑτῶν, ὡς σχοινίῳ μακρῷ, καὶ ὡς ζυγοῦ ἱμάντι δαμάλεως τὰς ἀνομίας αὑτῶν
'Woe to those who draw their sins along as with a long rope, and their iniquities as with the strap of a heifer's yoke.'
「禍哉!那些以虛假之細繩牽罪孽,又像以套繩拉小牛之軛牽罪惡的人。」
1:624
Ἐνέστηκε, φησὶν, ὁ καιρὸς, ἤγγικεν ἡ ἡμέρα, οὐ μετὰ θορύβων οὐδὲ μετὰ ὠδίνων
'The time,' he says, 'has arrived, the day has drawn near, not with tumults nor with birth-pangs.'
祂說:「時候到了,日子近了,不是伴隨著喧嚷,也不是伴隨著陣痛。」
1:625
(ηʹ.) Νῦν ἐγγύθεν ἐκχεῶ τὴν ὀργήν μου ἐπὶ σέ
(v. 8) 'Now, close at hand, I will pour out my anger upon you.'
(八節)「如今我快要將我的忿怒傾倒在你身上。」
1:626
Οὐκ ἔσται, φησὶν, ἀναβολὴ τῆς τιμωρίας, ἀλλὰ πάρεστι καὶ ἐφέστηκεν ὁ ταύτης καιρός
There shall be, he says, no postponement of the punishment, but its appointed time is present and stands over you.
祂說:這刑罰必不遲延,它的定期已經來到,正臨在你頭上。
1:627
Εἶτα πάλιν διηγεῖ ται, ὅπως τῶν οἰκείων ἀδικημάτων τίσουσι τὰς δί κας
Then again he narrates how they shall pay the penalties for their own wrongdoings.
接著祂又述說他們要如何為自己的罪行償還刑罰。
1:628
Καὶ μετὰ βραχέα ἐπιλέγει·
And after a little he goes on to add:
過了不久,祂接著又說:」
1:629
Ἡ ῥάβδος ἤνθησε, καὶ ἡ ὕβρις ἐξανέστη, καὶ συντρίψει στήριγμα ἀνόμου. Ῥάβδον δὲ τὴν τιμωρίαν ἐκάλεσεν ὑπὸ τῆς παρανομίας ἀρδευθεῖσάν τε καὶ ἀνθήσασαν·
'The rod has budded, and pride has sprung up, and it shall crush the support of the lawless one.' By 'the rod' he called the punishment, watered and made to blossom by their transgression;
「杖已發芽,驕傲已長起,必折斷不法者的支柱。」祂以「杖」稱那刑罰,這刑罰乃是被他們的不法所澆灌、使之開花結果;
1:630
ὕβριν δὲ τὴν κατὰ τοῦ Θεοῦ ἀσέβειαν προσηγόρευ σεν, ᾗ ἐπὶ πλεῖστον χρώμενοι διετέλεσαν τῆς θείας καταφρονοῦντες μακροθυμίας·
and by 'pride' he named the impiety against God, which they persisted in practising to the utmost, despising the divine long-suffering;
祂以「驕傲」稱那對神的不敬虔;他們竭盡所能地持續行這不敬虔,藐視神的恆久忍耐;
1:631
Ὁ κτώμενος μὴ χαιρέτω, καὶ ὁ πωλῶν μὴ θρηνείτω·
Let not the buyer rejoice, nor let the seller mourn;
買的人不要歡喜,賣的人也不要哀哭;
1:632
διότι ὀργὴ εἰς πᾶν τὸ πλῆθος αὐ. τῆς
for wrath is upon the whole multitude thereof.
因為忿怒臨到她的全群眾。
1:633
Καὶ ὁ κτώμενος πρὸς πωλοῦντα οὐκέτι μὴ ἐπιστρέψει
And the buyer shall no longer return to the seller.
買的人必不再歸向賣的人。
1:634
Ἀντὶ τοῦ, ἀνατρέψαι βουλόμενος τὸ συμβόλαιον·
That is to say, wishing to annul the contract; for all shall fall into equal evils, lamenting and groaning alike.
意思是說,他想要取消那買賣的契約;因為眾人都要陷入同樣的災禍,一同悲嘆哀號。
1:635
ἴσοις γὰρ ἅπαντες περιπεσοῦνται κακοῖς, ὁμοίως ὀλοφυρόμενοι καὶ στένοντες·
for all shall fall into equal evils, lamenting and groaning alike.
因為眾人都要陷入同等的災禍,一同悲嘆歎息。
1:636
Ἔτι ἐν ζωῇ τὸ ζῇν αὐτῶν, ὅτι ὅρασις εἰς πᾶν τὸ πλῆθος αὐτῆς οὐκ ἀνακάμψει. Τοσούτων γὰρ αὐτοῖς ἐπικειμένων κακῶν οὐκ ἀπ αγορεύουσι, φησὶ, τὴν ζωὴν, οὐδὲ ἡ προφητικὴ ὅρα σις πιστὴ πᾶσιν αὐτοῖς εἶναι δοκεῖ·
'Their life is yet in life, for the vision concerning the whole multitude thereof shall not return.' For though so many evils press upon them, he says, they do not renounce their life, nor does the prophetic vision seem trustworthy to all of them.
「他們的性命還在生命之中,因為關乎她全群眾的異象必不轉回。」他說,儘管有如此眾多的災禍壓在他們身上,他們卻不放棄生命,先知的異象在他們眾人看來也不足以取信。
1:637
ἔδει δὲ, φησὶν, αὐτοὺς γνῶναι, ὅτι Ἄνθρωπος ἐν ὀφθαλμοῖς ζωῆς αὐτοῦ οὐ κρατήσει. Τουτέστιν, οὐ πάντως ταῖς ἀν θρωπίναις ἐλπίσιν ἀκολουθεῖ τὰ πράγματα, ἀλλ' ἐλ πίσας τις πολλάκις ζήσεσθαι, ἐναντίον εὕρατο τὸ τέλος
But they ought, he says, to have known that 'Man in the eyes of his life shall not prevail.' That is, matters do not by any means follow human hopes, but often a man who has hoped to live has found the outcome to be the opposite.
他說,他們本應知道:「人在自己生命的眼目中必不能掌權。」就是說,事情絕不都照著人的指望發展,反倒有人常常盼望要活,結局卻與所盼的相反。
1:638
ὀργή μου εἰς πᾶν τὸ πλῆθος αὐτῆς
my wrath is upon the whole multitude thereof.
我的忿怒臨到她的全群眾。
1:639
Ἐπειδὴ νομίζετε, φησὶ, ψευδῆ εἶναι τὰ παρ' ἐμοῦ προλεγόμενα, χρήσασθε ταῖς σάλπιγξι ταῖς ὑμετέ ραις, νομίσατε πάντων εἶναι κρείττους·
Since you suppose, he says, that the things foretold by me are false, make use of your trumpets, consider yourselves stronger than all;
他說,既然你們以為我所預言的都是虛假的,那就吹起你們的號角吧,自以為勝過眾人;
1:640
ἀλλ' οὐδὲν ἐντεῦθεν ὠφεληθήσεσθε·
but you shall gain no benefit from this;
然而你們從中必得不著任何益處;
1:641
οὐχ ἕξετε γὰρ τοὺς πολε μῆσαι δυναμένους·
for you shall not have those who are able to make war;
因為你們必沒有能夠作戰的人;
1:642
κοινῇ γὰρ πᾶσι τὴν παντοδαπὴν ἐπιφέρω τιμωρίαν
for I bring the manifold retribution upon all in common.
因為我要將各樣的刑罰普遍地加在眾人身上。
1:643
Ὁ πόλεμος, καὶ ἡ ῥομφαία ἔξωθεν, καὶ ὁ λιμὸς, καὶ ὁ θάνατος ἔσωθεν
War, and the sword without, and famine, and death within.
外有戰爭與刀劍,內有饑荒與死亡。
1:644
Ὁ ἐν τῷ πεδίῳ ἐν ῥομφαίᾳ τελευτήσει, τοὺς δὲ ἐν τῇ πόλει λι μὸς καὶ θάνατος συντελέσει
He that is in the field shall die by the sword, but those in the city famine and death shall consume.
在田野的必死於刀下,在城中的必被饑荒與瘟疫吞滅。
1:645
Πῶς τοίνυν, φησὶ, δυνήσεσθε πολεμεῖν, ὑπὸ τοσούτων καὶ τηλικούτων κακῶν περιστοιχιζόμενοι; ιϛʹ
How then, he says, shall you be able to make war, hemmed in by evils so many and so great? Verse 16.
他說,那麼你們被如此眾多、如此巨大的災禍所圍困,怎能作戰呢?第十六節。
1:646
Καὶ ἀνασωθήσονται, φησὶν, οἱ ἀνασωζό μενοι ἐξ αὐτῶν, καὶ ἔσονται ἐπὶ τῶν ὀρέων, ὡς περιστεραὶ μελετητικαί
'And those who escape from them shall be saved,' he says, 'and shall be upon the mountains like mourning doves.'
他說:「他們中間逃脫的必得救,並且必在山上,如同哀鳴的鴿子。」
1:647
Ὀδυρόμενοι γὰρ καὶ θρηνοῦντες περιστεραῖς μελετώσαις ἀπεικασθή σονται·
For, lamenting and mourning, they shall be likened to moaning doves;
因為他們要哀傷悲歎,好像哀鳴的鴿子;
1:648
στένουσι γὰρ ἔοικε τῶν περιστερῶν ἡ φωνή
for the voice of doves seems to groan.
因為鴿子的聲音彷彿在歎息。
1:649
Πάντας, φησὶν, ἀποκτενῶ, ἕκαστον ἐν ταῖς ἀδικίαις αὑτοῦ. Οὐκ ἀδίκως ἐπάξω τὴν τιμωρίαν, ἀλλὰ τὰς ἀξίας ἕκαστον ἀπαιτήσω δίκας
I will slay all, he says, each in his own iniquities. Not unjustly shall I bring the punishment, but I shall exact from each the penalties he deserves.
他說,我要殺盡眾人,各人都因自己的罪孽。我施行刑罰並非不義,而是向各人索取他所應得的懲罰。
1:650
Πᾶσαι χεῖρες ἐκλυθήσονται, καὶ πάντες μηροὶ μολυνθήσονται ὑγρασίᾳ
All hands shall be enfeebled, and all thighs shall be defiled with moisture.
眾人的手都必發軟,眾人的膝蓋都必被溺水沾污。
1:651
Ἑκάτερον τῆς δειλίας σημεῖον
Each is a sign of cowardice.
這兩者都是膽怯的表徵。
1:652
Καὶ περιζώσονται σάκκους, καὶ καλύψει αὐτοὺς θάμβος, καὶ ἐπὶ πᾶν πρόσωπον αἰ σχύνη, καὶ ἐπὶ πᾶσαν κεφαλὴν φαλάκρω μα
And they shall gird themselves with sackcloth, and astonishment shall cover them, and shame shall be upon every face, and baldness upon every head.
他們必用麻布束腰,驚駭必遮蓋他們,羞愧必臨到各人的臉,光禿必臨到各人的頭。
1:653
Ὅταν γὰρ, φησὶν, ἴδωσι τῶν ἐπιφερομένων κα κῶν τὸ νέφος, καὶ οὐδεμίαν οὐδαμόθεν ἀναφαινο μένην βοήθειαν, τότε ἀπαγορεύοντες ῥίψουσι μὲν τὰ πολεμικὰ ὅπλα, τὸ δὲ πένθιμον ἀναλήψονται σχῆμα·
For when, he says, they see the cloud of the evils that are coming upon them, and no help appearing from anywhere, then, giving up, they shall cast away their weapons of war and take up the garb of mourning;
他說,當他們看見那臨到他們的災禍如烏雲一般,又見無處有任何幫助出現時,他們就要絕望,丟棄戰爭的兵器,換上哀悼的裝束;
1:654
διὸ καὶ σάκκου ἐμνημόνευσε, καὶ κεφαλῆς ἐξυρημέ νης·
wherefore he also made mention of sackcloth and of a shaven head;
因此他也提到麻布和剃光的頭;
1:655
ταῦτα γὰρ εἰώθασιν οἱ τηνικάδε πενθοῦντες ἐπιτηδεύειν
for these things those who mourn at such a time are wont to practise.
因為在那時哀悼的人習慣行這些事。
1:656
Καὶ τὸ ἀργύριον αὐτῶν ἐν ταῖς πλατείαις ῥιφήσεται, καὶ τὸ χρυσίον αὐτῶν ὑπεροφθήσε ται
And their silver shall be cast into the streets, and their gold shall be despised.
他們的銀子必拋在街上,他們的金子必被藐視。
1:657
Εἶτα καὶ τὴν αἰτίαν τῆς τῶν χρημάτων ὑπεροψίας διδάσκει
Then he also teaches the reason for the contempt of their possessions.
然後他也講明藐視這些財物的緣由。
1:658
Τὸ γὰρ ἀργύριον αὐτῶν, καὶ τὸ χρυσίον, οὐ δύναται ἐξελέσθαι αὐτοὺς ἐν ἡμέρᾳ ὀργῆς Κυρίου. Ὁρῶντες γὰρ ἀνόνητον τοῦ ἀργυρίου καὶ τοῦ χρυσίου τὴν κτῆσιν, περιόψονται αὐτὰ ἐῤ ῥιμμένα, οὐκέτι τὴν προτέραν ποιούμενοι φυλακήν
For their silver and their gold cannot deliver them in the day of the Lord's wrath. For seeing that the possession of silver and gold is useless, they shall despise them lying cast away, no longer keeping the former watch over them.
因為在耶和華發怒的日子,他們的銀子和金子都不能救他們。因為他們看見銀子和金子的擁有毫無益處,就藐視那些被拋棄之物,不再像從前那樣看守它們。
1:659
Αἱ ψυχαὶ αὐτῶν οὐ μὴ ἐμπλησθῶσι, καὶ αἱ κοιλίαι αὐτῶν οὐ πληρωθῶσι·
Their souls shall not be satisfied, and their bellies shall not be filled;
他們的心必不滿足,他們的肚腹也必不飽足;
1:660
διότι βάσανος τῶν ἀδικιῶν αὐτῶν ἐγένετο
for it became the torment of their iniquities.
因為這成了他們罪孽的刑罰。
1:661
Ποίαν γὰρ αὐτοῖς ὄνησιν παρέξει χρυσὸς ἢ ἄργυρος, λιμοῦ πολεμοῦντος, καὶ τῆς σπάνεως τῶν ἀναγκαίων ἐπικειμένης, δι' ἣν κεναὶ μὲν τροφῆς αἱ γαστέρες, αἱ δὲ ψυχαὶ τῶν σιτίων ἐφίενται, ἡ δὲ βάσανος καὶ ἡ ἐξέτασις τῶν ἀδικιῶν αὐτῶν γίνεται; Εἶτα διδάσκει πάλιν τὰς αἰτίας τῆς τιμωρίας
For what profit shall gold or silver afford them, when famine wars against them, and the scarcity of necessities presses upon them, on account of which their bellies are empty of food while their souls crave nourishment, and it becomes the torment and examination of their iniquities? Then again he teaches the causes of the punishment.
當饑荒與他們爭戰、缺乏必需之物臨到他們,以致他們的肚腹空無食物、心靈渴求糧食,而這一切成了他們罪孽的刑罰與察驗時,金子或銀子又能給他們甚麼益處呢?接著他再次講明刑罰的緣由。
1:662
Ἐκλεκτὰ κόσμου εἰς ὑπερηφανίαν ἔθεντο αὐτὰ, καὶ εἰκόνας τῶν βδελυγμάτων αὐτῶν καὶ προσοχθισμάτων ἐποίησαν ἐξ αὐτῶν
The choice things of adornment they set for pride, and made from them images of their abominations and detestable things.
他們把精美的裝飾用於驕傲,又用這些造成他們可憎之物與可厭之物的像。
1:663
Τὸν γὰρ χρυσὸν, καὶ τὸν ἄργυρον, καὶ τοὺς τιμίους λίθους, ὕλην ἔσχον ἀλαζονείας ὁμοῦ καὶ ἀσεβείας, πολυτελῆ μὲν κόσμον ἑαυτοῖς ἐκεῖθεν κατασκευάζοντες, εἰς εἰδώλων δὲ ἐργασίαν τὰ πλεῖστα δαπανῶντες
For gold and silver and precious stones they took as material both of arrogance and of impiety, fashioning for themselves costly adornment therefrom, and expending most of it upon the making of idols.
因為他們把金子、銀子和寶石當作既是傲慢又是不敬虔的材料,用它們為自己製造昂貴的裝飾,又把大部分耗費在製造偶像上。
1:664
Ἕνεκεν τούτου, φησὶ, δέδωκα αὐτὰ αὐτοῖς εἰς ἀκαθαρσίαν
For this cause, he says, I have given them to them for uncleanness.
他說,因這緣故,我使這些成為他們的污穢。
1:665
( καʹ, κβʹ.) Καὶ παραδώσω αὐτὰ εἰς χεῖρας ἀλλοτρίων τοῦ διαρπάσαι αὐτὰ, καὶ τοῖς λοιμοῖς τῆς γῆς εἰς σκῦλα, καὶ βεβηλώσουσιν αὐτά
(verses 21, 22.) And I will deliver them into the hands of strangers to plunder them, and to the pestilent ones of the earth for spoil, and they shall profane them.
(第二十一、二十二節。)我必將這些交在外邦人手中,任其搶奪,又交給地上兇惡的人作擄物,他們必玷污這些。
1:666
Καὶ ἀποστρέψω τὸ πρόσωπόν μου ἀπ' αὐτῶν
And I will turn away my face from them.
我必轉臉不顧他們。
1:667
Λοιμοὺς δὲ τῆς γῆς τοὺς Βαβυλωνίους ἐκά λεσεν, ὠμοτάτους ὄντας καὶ παρανομωτάτους, καὶ δυσσεβείᾳ πάσῃ συντεθραμμένους·
By the pestilent ones of the earth he called the Babylonians, who were most savage and lawless, and nurtured in every impiety;
他把巴比倫人稱為地上兇惡的人,他們最為殘暴、最無法紀,並在各樣不敬虔中長大成人;
1:668
Τούτοις, φησὶ, παραδώσω ἃ κατεσκευάσατε χρυσᾶ εἴδωλα καὶ ἀρ γυρᾶ, καὶ ὃν ἐποιήσατε ὑμῖν αὐτοῖς πολυτελῆ κόσμον
To these, he says, I will hand over the gold and silver idols that you fashioned, and the costly adornment that you made for yourselves.
他說,我要把你們所造的金銀偶像,以及你們為自己所造昂貴的裝飾,都交在這些人手中。
1:669
τουτέστι, Τοῖς τιμίοις ὑμῶν εἰδώλοις εἰς ἑτέραν χρήσονται κατα σκευήν
that is, They shall use your precious idols for another purpose.
就是說,他們必把你們寶貴的偶像挪作別用。
1:670
Καὶ μιανοῦσι τὴν ἐπισκοπήν μου, καὶ εἰσ ελεύσονται εἰς αὐτὰ ἀφυλάκτως, καὶ βεβηλώ σουσιν αὐτά
And they shall defile my place of oversight, and they shall enter into them without restraint, and they shall profane them.
他們必玷污我眷顧之所,肆無忌憚地進入其中,並且玷污那些。
1:671
(κγʹ.) Καὶ ποιήσουσι φυρμόν
(verse 23.) And they shall make confusion.
(第二十三節。)他們必造成混亂。
1:672
Ἐπισκοπὴν αὑτοῦ τὸν ἀφιερωμένον αὐτῷ προσαγο ρεύει νεὼν, ὅθεν ἐπισκοπεῖν ἐδόκει τὸν Ἰσραὴλ, καὶ προνοίας αὐτὸν ἀξιοῦν
By his 'place of oversight' he names the temple consecrated to him, from which he seemed to oversee Israel and to account it worthy of his providence.
他以「眷顧之所」稱那分別為聖歸給祂的聖殿,祂彷彿從那裡看顧以色列,並使它配得祂的眷佑。
1:673
Παραδώσω δὲ, φησὶν, οὐ μόνον τὰ εἴδωλα αὐτῶν τοῖς Βαβυλωνίοις, ἀλλὰ καὶ τὸν ἀφιερωμένον μοι νεὼν, ὅθεν ἐπισκοπὴν ἐποιούμην ὑμῶν
But I will hand over, he says, not only their idols to the Babylonians, but also the temple consecrated to me, from which I exercised oversight of you.
他說,我不但要把他們的偶像交給巴比倫人,也要把那分別為聖歸給我、我從那裡看顧你們的聖殿一併交出去。
1:674
Καὶ εἰσελεύσονται εἰς αὐτὸν ἀφυλάκτως· ἀντὶ τοῦ, οὐχ ἡγνισμένοι, οὐδὲ κεκα θαρμένοι κατὰ τὸν νόμον, οὐδὲ περιτομὴν δεχόμενοι πρότερον, ἀλλὰ μετὰ τῆς ὑφαίμου σκευῆς, τὴν πολεμικὴν περικείμενοι πανοπλίαν, ἔνδον ἀναιροῦν τες, καὶ αὐτῶν τῶν ἀδύτων κατατολμῶντες·
And they shall enter into it without restraint; that is, not sanctified nor cleansed according to the law, nor having first received circumcision, but with their blood-stained gear, clad in the armour of war, slaying within, and daring to violate the very sanctuaries.
他們必肆無忌憚地進入其中;意思是,他們並未照律法成聖或潔淨,也未先受割禮,反倒帶著沾血的裝備,披掛戰爭的甲冑,在裡面殺戮,膽敢闖入至聖所。
1:675
Καὶ ἄξω πονηροὺς ἐθνῶν, καὶ κατακληρο νομήσουσι τοὺς οἴκους αὐτῶν, καὶ ἀπο στρέψω τὸ φρύαγμα τῆς ἰσχύος αὐτῶν, καὶ μιανθήσονται τὰ ἅγια αὐτῶν
And I will bring the wicked ones of the nations, and they shall inherit their houses, and I will turn away the arrogance of their strength, and their holy things shall be defiled.
我必領外邦兇惡的人前來,他們必得他們的房屋為業;我要止息他們勢力的驕橫,他們的聖所也必被玷污。
1:676
Καὶ οὐκ εἶπε, Τὰ ἅγιά μου, ἀλλὰ Τὰ ἅγια αὐτῶν·
And he did not say, 'My holy things,' but 'Their holy things';
他沒有說「我的聖物」,卻說「他們的聖物」;
1:677
τουτέστι, Τὰ ὑπ' αὐτῶν ἀφιερωθέντα μοι, ὧν ἐγὼ μὲν οὐκ ἐδεόμην·
that is, the things consecrated to me by them, of which I had no need;
就是說,那些由他們分別為聖歸給我之物,其實是我所不需要的;
1:678
διὰ δὲ τὴν αὐτῶν ἐπιμέλειαν κατεδεξάμην
but for the sake of their diligence I accepted them.
然而為了他們的殷勤,我便悅納了。
1:679
Ἀλλὰ πάλιν ταῦτα διὰ τὴν αὐτῶν παρανομίαν μιαινόμενα καὶ πατούμενα περιόψομαι
But now again, because of their transgression, I will overlook these things as they are defiled and trampled underfoot.
但如今,因他們的過犯,我要任憑這些被玷污、被踐踏而不加眷顧。
1:680
Ἐξιλασμὸς ἥξει, καὶ ζητήσεις εἰρή νην, καὶ οὐκ ἔσται
Atonement shall come, and you shall seek peace, and there shall be none.
贖罪之期必來,你們必尋求平安,卻尋不著。
1:681
Οὐαὶ ἐπὶ οὐαὶ ἔσται, καὶ ἀγγελία ἐπὶ ἀγγελίαν
Woe upon woe shall there be, and tidings upon tidings.
禍患加上禍患,凶信加上凶信。
1:682
Κακὰ δὲ ἐκ κακῶν αὐτοῖς διαδέξεται, καὶ φήμη πονηρὰ, πονηρὰν διαδέξεται φήμην
Evils shall follow one upon another for them, and evil rumour shall succeed evil rumour.
災禍一個接著一個臨到他們,惡耗也接連著惡耗。
1:683
Καὶ ζητηθήσεται ὅρασις ἐκ προφήτου, καὶ νόμος ἀπολεῖ ται ἐξ ἱερέως, καὶ βουλὴ ἐκ πρεσβυτέρων Ταῦτα καὶ νῦν ἐστιν ἔτι καὶ σήμερον παρ' αὐτοῖς κρατοῦντα·
And vision shall be sought from a prophet, and law shall perish from a priest, and counsel from elders. These things prevail among them even now, to this very day;
人必向先知尋求異象,律法必從祭司斷絕,謀略必從長老中失去。這些事在他們中間直到如今、直到今日仍然應驗;
1:684
οὔτε γὰρ ἱερωσύνη κατὰ νόμους παρ' αὐτοῖς πολιτεύεται, καὶ τῆς προφητείας ἡ χάρις ἀπέσβη
for neither is the priesthood administered among them according to the laws, and the grace of prophecy has been quenched.
因為祭司的職分在他們中間並不按律法施行,先知預言的恩典也已熄滅。
1:685
Ὁ βασιλεὺς πενθήσει, καὶ ὁ ἄρχων ἐνδύ σεται ἀφανισμὸν, καὶ αἱ χεῖρες τοῦ λαοῦ τῆς γῆς παραλυθήσονται
The king shall mourn, and the ruler shall clothe himself with desolation, and the hands of the people of the land shall be paralysed.
君王必悲哀,官長必身披荒涼,這地百姓的手必都發軟無力。
1:686
Τοῦτο σαφέστερον ἡμᾶς ὁ Ἱερεμίας διδάσκει, τὰ κατὰ τὸν Σεδεκίαν ἐξηγού μενος, καὶ τὴν ἐκείνου φυγήν
This Jeremiah teaches us more clearly, when he expounds the events concerning Zedekiah and his flight.
耶利米在講述有關西底家及他逃亡之事時,把這件事更清楚地教導了我們。
1:687
Κατὰ τὰς ὁδοὺς αὐτῶν ποιήσω αὐτοῖς, καὶ κρίμασιν αὐτῶν ἐκ δικήσω ἐπ' αὐτοὺς, καὶ γνώσονται ὅτι ἐγὼ Κύριος Ταύτας, φησὶν, αὐτοὺς εἰσπράξομαι τὰς δίκας, ὑπὲρ ὧν ἐπλημμέλησαν ἀπαιτῶν τὰς εὐθύνας
According to their ways I will do to them, and by their judgments I will avenge myself upon them, and they shall know that I am the Lord. These penalties, he says, I will exact from them, demanding the reckonings for the offences they committed.
我必照他們的行為待他們,按他們的審斷向他們追討,他們就知道我是耶和華。他說,我要向他們索取這些懲罰,追討他們所犯之過的帳。
1:688
ᾧ πρέπει δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων
to whom belongs glory unto the ages of ages.
願榮耀歸與祂,直到永永遠遠。
1:689
α Καὶ ἐγένετο ἐν τῷ ἕκτῳ ἔτει, ἐν τῷ πέμ πτῳ μηνὶ, πέμπτῃ τοῦ μηνὸς, ἐγὼ ἐκαθήμην ἐν τῷ οἴκῳ, καὶ οἱ πρεσβύτεροι Ἰούδα ἐκάθηντο ἐνώπιόν μου
Chapter 1. And it came to pass in the sixth year, in the fifth month, on the fifth day of the month, I was sitting in the house, and the elders of Judah were sitting before me.
第一。第六年五月初五日,我坐在家中,猶大的長老坐在我面前。
1:690
διὸ πανταχοῦ αὐτὸν ἐπισημαίνεται τὸν χρόνον
wherefore everywhere he notes the time precisely.
因此他處處都標明那時間。
1:691
καὶ τοῦτο ἐδή λωσεν εἰπὼν, Οἱ πρεσβύτεροι Ἰούδα ἐκάθηντο ἐνώπιόν μου. Εἶτα ἐπάγει·
and this he made clear by saying, 'The elders of Judah were sitting before me.' Then he adds:
他藉著說「猶大的長老坐在我面前」把這事表明出來。接著他又說:
1:692
Καὶ ἐγένετο ἐπ' ἐμὲ χεὶρ Ἀδωναῒ Κυρίου. Τὴν τοῦ θείου Πνεύματος ἐνέργειαν χεῖρα Κυρίου προσαγορεύει
And the hand of the Lord Adonai came upon me. He calls the working of the divine Spirit the hand of the Lord.
主耶和華的手臨到我身上。他把神聖靈的運行稱為主的手。
1:693
Καὶ ἴδον, καὶ ἰδοὺ ὁμοίωμα ἀνδρὸς ἀπὸ τῆς ὀσφύος αὐτοῦ καὶ ἕως κάτω πῦρ, καὶ ἀπὸ τῆς ὀσφύος αὐτοῦ ὑπεράνω, ὡς ὅρασις φέγγους, ὡς εἶδος ἠλέκτρου
And I looked, and behold, a likeness as of a man; from his loins and downward, fire; and from his loins upward, as the appearance of brightness, as the look of amber.
我觀看,見有一形像彷彿人的樣子;從祂的腰以下有火,從祂的腰以上有光輝的樣子,好像琥珀的顏色。
1:694
Ὃν ἐπὶ τῶν Χερουβὶμ ἐθεάσατο, τοῦτον ὁρᾷ δίχα τῶν Χερουβίμ·
The one whom he had beheld upon the Cherubim, this same he now sees apart from the Cherubim;
他從前在基路伯之上所見的那一位,如今他卻見祂離開基路伯而顯現;
1:695
ποτὲ μὲν γὰρ αὐτῷ φοβερῶς, ποτὲ δὲ ἡμέρως ἐπιφαίνεται, πάντα πρὸς τὴν χρείαν οἰκονομῶν·
for at one time he appears to him in a fearful manner, at another gently, ordering all things according to the need;
因為有時祂以可畏的樣式向他顯現,有時又溫和地顯現,凡事都照著需要安排;
1:696
αὐτοῦ γάρ ἐστι φωνὴ, Ἐγὼ ὁράσεις ἐπλήθυνα, καὶ ἐν χερσὶ προφητῶν ὡμοιώ θην, Οὐ κατ' οὐσίαν ὤφθην·
for his is the voice, 'I have multiplied visions, and in the hands of the prophets I have been likened.' I was not seen according to my essence;
因為這是祂的聲音:「我多次發異象,並藉眾先知的手用比喻曉諭。」我並非按我的本質被人看見;
1:697
διὸ καὶ ὁ προφήτης ὁμοίωμα λέγει ἑωρακέναι
wherefore the prophet also says that he saw a likeness.
因此先知也說他所看見的是一個形像。
1:698
Καὶ ἐξέτεινε, φησὶν, ὁμοίωμα χειρὸς ἀνθρώ που, καὶ ἀνέλαβέ με τῆς κορυφῆς τῆς κεφαλῆς μου, καὶ ἀνέλαβέ με Πνεῦμα ἀναμέσον τῆς γῆς, καὶ ἀναμέσον τοῦ οὐρανοῦ, καὶ ἤγαγέ με εἰς Ἱερουσαλὴμ ἐν ὁράσει Θεοῦ, ἐπὶ τὰ πρόθυρα τῆς πύλης τῆς ἐσωτέρας, τῆς βλεπούσης πρὸς βοῤ ῥᾶν, οὗ ἦν ἡ στήλη τῆς εἰκόνος τοῦ ζήλου τοῦ κτωμένου
And he stretched out, he says, the likeness of a man's hand, and took me by the crown of my head, and the Spirit lifted me up between the earth and between the heaven, and brought me to Jerusalem in a vision of God, to the entrance of the inner gate that looks toward the north, where was the pillar of the image of jealousy of him who provokes.
他說,祂伸出彷彿人手的形狀,抓住我的一綹頭髮,靈就把我舉起,懸在天地之間,在神的異象中把我帶到耶路撒冷,到那朝北的內門入口,那裡有那惹動忌邪之像的柱子。
1:699
Ἐπιστῆσαι δεῖ, ὅτι ἐν ὁράσει Θεοῦ ταῦτα ὁ προφήτης ἔφη ἑωρακέναι
It must be noted that the prophet said he saw these things in a vision of God.
必須注意的是,先知說他是在神的異象中看見這些事的。
1:700
Οὐ τοίνυν σωμα τικὴ ἦν μετάθεσις, οὐδὲ τῶν τῆς σαρκὸς ὀφθαλ μῶν ἡ θεωρία, ἀλλ' ἐν τῷ οἴκῳ καθήμενος με ταξὺ τῶν πρεσβυτέρων Ἰούδα, ταύτην ἅπασαν τὴν ὀπτασίαν ἑώρα·
It was not, then, a bodily transference, nor a beholding with the eyes of the flesh; but sitting in the house among the elders of Judah, he beheld this whole vision;
所以這並不是肉身的移動,也不是用肉體的眼睛觀看;而是他坐在家中、在猶大長老中間時,看見了這整個異象;
1:701
καὶ τοῦτο μετὰ τὴν ταύτης διήγη σιν δῆλον ποιεῖ·
And this too he makes plain after the account of it.
他在敘述這事之後,也把這一點說明清楚。
1:702
τουτέστιν, Εἰς ἐμαυτὸν ἐπανῆλθον
That is to say, 'I returned to myself.'
這就是說:「我回到了自己裡面。」
1:703
Ἐπειδὴ γὰρ τὰς χαλεπὰς τιμωρίας προλέγει, ἀναγ καίως καὶ τὰς τούτων αἰτίας διδάσκει, καὶ βλέπει ἐν τῷ θείῳ νεῷ τὴν στήλην τῆς εἰκόνος τοῦ ζήλου·
For since he foretells the grievous punishments, he necessarily also teaches the causes of them; and he beholds within the divine temple the pillar of the image of jealousy; for there was an idol unlawfully set up in that place.
既然他預言了那嚴厲的刑罰,就必然也教導這些刑罰的緣由;他在神聖的殿中看見那忌邪之像的柱子,因為那裡有一座違法設立的偶像。
1:704
εἴδωλον δὲ ἦν ἐκεῖ παρανόμως ἱδρυμένον·
And he calls it 'jealousy' by a metaphor drawn from adulterous wives, who move their husbands to jealousy.
他稱它為「忌邪」,乃是借用行淫之婦人的比喻,這些婦人激起丈夫的妒忌。
1:705
ζῆλον. δὲ αὐτὸ καλεῖ, ἐκ μεταφορᾶς τῶν μοιχευομένων γυναικῶν, καὶ εἰς ζηλοτυπίαν τοὺς ἄνδρας ἀγου σῶν
This same thing God Himself also declared through the great Moses, saying: 'They provoked Me to jealousy with what is no god'; and interpreting this, He added, 'They provoked Me to anger with their idols.'
這同一件事,神自己也藉著偉大的摩西宣告說:「他們以那不是神的惹我發憤恨」;祂解釋這話又加上說:「他們以自己的偶像惹我發怒。」
1:706
Τοῦτο δὲ καὶ διὰ τοῦ μεγάλου Μωσέως αὐτὸς ὁ Θεὸς ἔφη·
This same thing God Himself also declared through the great Moses.
這同一件事,神自己也藉著偉大的摩西宣告了。
1:707
Αὐτοὶ παρεζήλωσάν με ἐπ' οὐ Θεῷ· καὶ ἑρμηνεύων αὐτὸ ἐπήγαγε, Παρώργισάν με ἐν τοῖς εἰδώλοις αὑτῶν
'They provoked Me to jealousy with what is no god'; and interpreting it, He added, 'They provoked Me to anger with their idols.'
「他們以那不是神的惹我發憤恨」;祂解釋這話又加上說:「他們以自己的偶像惹我發怒。」
1:708
Καὶ ἰδοὺ ἐκεῖ ἦν δόξα Κυρίου Θεοῦ Ἰσ ραὴλ, κατὰ τὴν ὅρασιν, ἣν ἴδον ἐν τῷ πεδίῳ
'And behold, there was the glory of the Lord God of Israel, according to the vision which I saw in the plain.'
「不料,在那裡有以色列神的榮耀,形狀與我在平原所見的一樣。」
1:709
Υἱὲ ἀνθρώπου, ἀνάβλεψον τοῖς ὀφθαλμοῖς σου πρὸς βοῤῥᾶν·
'Son of man, lift up your eyes toward the north.'
「人子啊,你舉目向北觀看。」
1:710
καὶ ἀνέβλεψα τοῖς ὀφθαλμοῖς μου πρὸς βοῤῥᾶν, ἐπὶ τὴν πύλην τὴν πρὸς ἀνατολὰς τοῦ θυσιαστηρίου, οὗ ἡ εἰκὼν τοῦ ζήλου τούτου ἐν τῷ εἰσπορεύεσθαι αὐτήν
'And I lifted up my eyes toward the north, toward the gate on the east side of the altar, where was the image of this jealousy at its entrance.'
「我就舉目向北觀看,見祭壇門的東邊有這忌邪的像,在入口之處。」
1:711
Καὶ ἤδη προειρήκαμεν, ὅτι τὸ δίκαιον τῆς τῶν Ἰουδαίων τιμωρίας ὁ προφήτης διδάσκεται·
And we have already said before that the prophet is taught the justice of the punishment of the Jews; for which reason the righteous Judge shows him all the things ventured upon by them.
我們前面已經說過,先知受教明白審判猶太人之刑罰的公義;因此那公義的審判者將他們所膽敢妄行的一切都指示給他看。
1:712
οὗ χάριν αὐτῷ πάντα ὑποδείκνυσιν ὁ δίκαιος κριτὴς τὰ ὑπ' ἐκείνων τολμώμενα
For which reason the righteous Judge shows him all the things ventured upon by those men.
因此那公義的審判者將那些人所膽敢妄行的一切都指示給他看。
1:713
Καὶ ἐπήγαγέ με ἐπὶ τὰ πρόθυρα τῆς αὐλῆς, καὶ ἴδον, καὶ ἰδοὺ ὀπὴ ἐν τῷ τοίχῳ
'And He brought me to the entrance of the court, and I looked, and behold, a hole in the wall.'
「祂領我到院子的門口,我觀看,見牆上有個窟窿。」
1:714
Υἱὲ ἀνθρώπου, ὄρυξον δὴ ἐν τῷ τοίχῳ·
'Son of man, dig now in the wall'; and I dug, and behold, one door in the wall.'
「人子啊,你要挖牆」;我一挖,見牆上有一道門。
1:715
καὶ ὤρυξα, καὶ ἰδοὺ θύρα μία ἐν τῷ τοίχῳ
'And I dug, and behold, one door in the wall.'
「我一挖,見牆上有一道門。」
1:716
Εἴσελθε καὶ ἴδε τὰς ἀνομίας τὰς πονηρὰς, ἃς οὗτοι ποιοῦσιν ὧδε
'Go in and see the wicked abominations which these men do here.'
「你進去,看他們在這裡所行可憎的惡事。」
1:717
Εἰσῆλθον γὰρ, φησὶ, καὶ ἴδον, καὶ ἰδοὺ πᾶσα ὁμοίωσις ἑρπετοῦ, καὶ κτήνους, μάταια βδελύγματα, καὶ πάντα τὰ εἴδωλα τοῦ οἴκου Ἰσραὴλ διαγεγραμμένα ἐν τῷ τοίχῳ κύκλῳ διόλου
'For I went in,' he says, 'and looked, and behold, every likeness of creeping things and beasts, vain abominations, and all the idols of the house of Israel portrayed on the wall all round about.'
他說:「我進去一看,見四面牆上盡是各樣爬物和牲畜可憎的偶像,並以色列家一切的偶像,都畫在牆上。」
1:718
Καὶ ἑβδομήκοντα ἄνδρες ἐκ τῶν πρεσβυ τέρων οἴκου Ἰσραὴλ καὶ Ἰεζονίας υἱὸς Σαφὰν εἱστήκει ἐν τῷ μέσῳ αὐτῶν, καὶ ἕκαστος τὸ θυμιατήριον εἶχεν ἐν τῇ χειρὶ αὑτοῦ, καὶ ἡ ἀτμὶς τοῦ θυμιάματος ἀνέβαινε
'And seventy men of the elders of the house of Israel, and Jaazaniah the son of Shaphan stood in the midst of them, and each had his censer in his hand, and the vapor of the incense went up.'
「以色列家的長老中有七十個人站在其中,沙番的兒子雅撒尼亞也站在他們中間,各人手拿香爐,煙雲的香氣上騰。」
1:719
Πολλὴ πρὸς τῇ ἀσεβείᾳ ἡ τῆς ἀνοίας ὑπερβολή·
Great, added to their impiety, is the excess of their folly; for what is more senseless than those who worship the images of venomous creeping things and irrational beasts? For these things we are wont to destroy, as harmful and treacherous.
在他們的不敬虔之上,還加添了極大的愚昧;還有什麼比那些敬拜毒蛇爬物和無知牲畜之像的人更荒謬呢?因為這些東西,我們慣常將牠們除滅,視為有害而詭詐的。
1:720
τί γὰρ ἀνοητότερον τῶν τὰς εἰκόνας προσκυνούντων τῶν ἰοβόλων ἑρπετῶν καὶ τῶν ἀλόγων κτηνῶν; Τὰ μὲν γὰρ ἀναιρεῖν εἰώθαμεν, ὡς λυμαντικὰ καὶ ἐπίβουλα·
For what is more senseless than those who worship the images of venomous creeping things and irrational beasts? For these things we are wont to destroy, as harmful and treacherous.
還有什麼比那些敬拜毒蛇爬物和無知牲畜之像的人更荒謬呢?因為這些東西,我們慣常將牠們除滅,視為有害而詭詐的。
1:721
Τῷ γὰρ, φησὶν, ἐξανατέλλοντι ἐν ὄρεσι χόρτον–. καὶ χλόην τῇ δουλείᾳ τῶν ἀνθρώπων. Σκοπήσωμεν τοίνυν, πόσης ἐστὶν ἀλογίας μεστὸν, τὸ τῶν οἰκετῶν καὶ δούλων προσκυνεῖν τὰς εἰκόνας
'For to Him,' he says, 'who makes grass to spring up on the mountains,'—and green herb for the service of men. Let us consider, then, how full of unreason it is to worship the images of household servants and slaves.
他說:「向那使草生長在山上的」——並使青草生長供人使用。那麼讓我們思想,敬拜家僕與奴隸之像,是何等充滿了不合理。
1:722
Ἑώρακας, υἱὲ ἀνθρώπου, ἃ οἱ πρεσβύτεροι οἴκου Ἰσραὴλ ποιοῦσιν, ἕκαστος ἐν τῷ κοιτῶνι αὑτοῦ τῷ κρυπτῷ, διότι εἶπον·
'Have you seen, son of man, what the elders of the house of Israel do, each in his secret chamber? Because they said:'
「人子啊,以色列家的長老暗中在各人偶像屋裡所行的,你看見了嗎?因為他們說:」
1:723
Οὐχ ὁρᾷ Κύριος, ἐγκαταλέλοιπε τὴν γῆν
'The Lord does not see; He has forsaken the land.'
「耶和華看不見我們,耶和華已經離棄這地。」
1:724
Αἰτία γὰρ τῆς ἀσεβείας ἡ τοῦ Θεοῦ λήθη, καὶ πείσαντες σφᾶς αὐ τοὺς, ὡς οὐδὲν τῶν ὑπ' αὐτῶν γιγνομένων ὁ Θεὸς ἐφορᾷ, ἐπ' ἐκείνην τὴν παρανομίαν ἐχώρησαν
For the cause of impiety is the forgetfulness of God; and having persuaded themselves that God oversees none of the things done by them, they proceeded to that lawlessness.
因為不敬虔的緣由就是忘記神;他們既說服自己,以為神不鑒察他們所行的任何事,就轉去行那不法之事。
1:725
Προωρόμην γὰρ, φησὶ, τὸν Κύριον ἐνώπιόν, μου διαπαντὸς, ὅτι ἐκ δεξιῶν μού ἐστιν, ἵνα μὴ σαλευθῶ. ιγʹ, ιδʹ
'For I foresaw the Lord always before me,' he says, 'because He is at my right hand, that I should not be moved.' (Verses 13, 14)
他說:「我將耶和華常擺在我面前,因祂在我右邊,我便不至搖動。」(十三、十四節)
1:726
Ἔτι ὄψει ἀνομίας μείζονας, ἃς οὗτοι ποιοῦσι
'You shall yet see greater lawless deeds which these men do.'
「你還要看見他們所行更大的可憎之事。」
1:727
Καὶ εἰσήγαγέ με ἐπὶ τὰ πρόθυρα τῆς πύλης οἴκου Κυρίου, τῆς βλε πούσης πρὸς βοῤῥᾶν·
'And He brought me to the entrance of the gate of the Lord's house, which looks toward the north.'
「祂領我到耶和華殿外院朝北的門口。」
1:728
καὶ ἰδοὺ γυναῖκες καθ εζόμεναι καὶ θρηνοῦσαι τὸν Θαμμούζ
'And behold, there were women sitting and lamenting for Tammuz.'
「不料,在那裡有婦女坐著,為搭模斯哭泣。」
1:729
Τούτων δὲ οὐ μόνον ἀσέβειαν, ἀλλὰ καὶ ἀκολασίαν κατηγορεῖ
And of these he accuses not only impiety, but also licentiousness.
他控告這些人,不僅是不敬虔,還有放蕩淫亂。
1:730
Ὁ γὰρ Θαμμοὺζ ὁ Ἄδωνίς ἐστι κατὰ τὴν Ἑλλάδαφωνήν
For Tammuz is Adonis according to the Greek tongue.
因為搭模斯就是希臘語中的阿多尼斯。
1:731
Ἀφροδισίων τοίνυν ὀργίων ὁ θρῆνος, ἀκο λάστου δαίμονος, καὶ δι' ἀκολασίαν δεχομένου τὴν θεραπείαν
The lamentation, therefore, is of the Aphrodisiac orgies, of a licentious demon who through licentiousness receives worship.
所以這哀哭乃是屬於愛慾狂歡之祭,屬於一個放蕩的邪靈,藉著放蕩淫亂而受人敬奉。
1:732
Υἱὲ ἀνθρώπου, καὶ ἔτι ὄψει ἐπιτηδεύματα μείζονα τούτων
'Son of man, you shall yet see practices greater than these.'
「人子啊,你還要看見比這些更大的行為。」
1:733
Καὶ εἰσ ήγαγέ με εἰς τὴν αὐλὴν οἴκου Κυρίου τὴν ἐσωτέ ραν·
'And He brought me into the inner court of the Lord's house.'
「祂領我到耶和華殿的內院。」
1:734
καὶ ἐπὶ τῶν προθύρων τοῦ ναοῦ Κυρίου ἀναμέσον τῶν αἰλὰμ, καὶ ἀναμέσον τοῦ θυσια στηρίου, ὡς εἴκοσι πέντε ἄνδρες·
'And at the entrance of the temple of the Lord, between the porch and the altar, were about twenty-five men.'
「在耶和華殿的門口、廊子和祭壇中間,約有二十五個人。」
1:735
πρὸς ἀνατολὴν, καὶ αὐτοὶ προσεκύνουν κατὰ ἀνατολὰς τῷ ἡλίῳ
'facing toward the east, and they were worshipping the sun toward the east.'
「他們背向耶和華的殿,面向東方,向東拜日頭。」
1:736
Μεγίστη καὶ αὕτη δυσσεβείας ἐγχείρησις·
This too is a most grievous undertaking of impiety; for before it had stood the bronze altar.
這也是不敬虔最嚴重的行徑之一;因為在它之前曾立著銅祭壇。
1:737
πρὸ αὐτοῦ γὰρ ἵδρυτο τὸ χαλκοῦν θυσιαστήριον·
For before it had stood the bronze altar.
因為在它之前曾立著銅祭壇。
1:738
ἔφη δὲ, ὅτι μεταξὺ τοῦ αἰλὰμ καὶ τοῦ θυσιαστηρίου ἑστῶ τες, τὴν ἀσέβειαν ἐκείνην ἐτόλμων·
And he said that, standing between the porch and the altar, they dared to commit that impiety.
他又說,他們站在廊子和祭壇中間,竟敢行那不敬虔的事。
1:739
μὴ μικρὸν τῷ οἴκῳ Ἰούδα τοῦ ποιεῖν τὰς ἀνομίας, ἃς πεποιή κασιν ὧδε; διότι ἔπλησαν τὴν γῆν ἀνομίας, καὶ ἀπεστράφησαν τοῦ παροργίσαι με·
'Is it a small thing to the house of Judah to commit the lawless deeds which they have committed here? For they have filled the land with lawlessness, and have turned to provoke Me to anger.'
「猶大家在這裡行這可憎的事,還算為小嗎?他們在這地遍行強暴,再三惹我發怒。」
1:740
καὶ ἰδοὺ αὐτοὶ ἐκτείνουσι τὸ κλῆμα, ὡς μυκτηρί ζοντές με
'And behold, they stretch out the branch, as though mocking Me.'
「看哪,他們手拿枝條舉向鼻前,好像譏誚我。」
1:741
Ἐγὼ γὰρ, φησὶν, ἐξελεξάμην αὐτοὺς,. καὶ τοὺς ἄλλους διὰ τούτων ἀποστῆσαι τῆς ἀσεβείας βουλόμενος·
'For I,' He says, 'chose them, wishing through them to turn the rest also away from impiety.'
祂說:「我揀選了他們,願藉著他們使其餘的人也離棄不敬虔。」
1:742
αὐτοὶ δὲ οὐ μόνον ὠφελείας οὐ μετέδω καν, ἀλλὰ καὶ δυσσεβέστερα τετολμήκασιν, ὥστε πᾶσαν λοιπὸν τὴν γῆν ἀνομίας πλήρη γενέσθαι·
'But they not only imparted no benefit, but even ventured upon more impious things, so that in the end the whole land became full of lawlessness.'
「但他們不但沒有帶來益處,反倒膽敢行更不敬虔的事,以致到頭來全地都充滿了不法。」
1:743
ἐξέτειναν γὰρ τῆς ἀσεβείας τὰ κλήματα, ἐναντία τῷ ἐμῷ δρῶντες σκοπῷ
'For they stretched out the branches of impiety, acting contrary to My purpose.'
「因為他們伸出不敬虔的枝條,所行的與我的旨意相違。」
1:744
Καὶ ἐγὼ ποιήσω αὐτοῖς μετὰ θυμοῦ·
'And I will deal with them in wrath.'
「因此我也要以忿怒待他們。」
1:745
οὐ φείσεται ὁ ὀφθαλμός μου, καὶ οὐ μὴ ἐλεήσω·
'My eye shall not spare, and I will show no mercy.'
「我的眼必不顧惜,也不憐憫。」
1:746
κεκράξονται εἰς τὰ ὦτά μου φωνῇ μεγάλῃ, καὶ οὐ μὴ εἰσακούσω αὐτῶν
'They shall cry in My ears with a loud voice, yet I will not hear them.'
「他們雖在我耳邊大聲呼求,我還是不聽他們。」
1:747
Καθάπερ γὰρ αὐτοὶ οὐ τὰ τῆς εὐσεβείας, ἀλλὰ τῆς ἀσεβείας ἐξέτειναν κλήματα, καὶ τὴν τῶν γειτονευόντων ἐπέτειναν βλάβην·
For just as they stretched out the branches not of piety but of impiety, and increased the harm done to their neighbors—
因為正如他們所伸出的枝條不是敬虔的,而是不敬虔的,並增加了對鄰舍的損害——
1:748
οὕτως ἀφειδῶς ἐγὼ τὴν ἰατρικὴν αὐτοῖς ἐπάξω τομὴν, οὐκ ἀνεχόμενος αὐτῶν παρακαλούν των, οὐδὲ ἀκούων βοώντων·
so unsparingly will I apply to them the surgeon's incision, not yielding to them as they entreat, nor listening as they cry out.
所以我也要毫不留情地對他們施行醫者的切割,既不因他們的懇求而讓步,也不聽他們的呼喊。
1:749
οὐκ ἔστι γὰρ ἔλεος ἡ περὶ τοὺς τοιούτους φειδώ·
For sparing towards such men is no mercy.
因為對這樣的人姑息,並不是憐憫。
1:750
προσήκει γὰρ τὸν ἰατρὸν μὴ τοῖς τοῦ τεμνομένου δακρύοις καὶ λόγοις προσ έχειν, ἀλλὰ τῷ νόμῳ τῆς τέχνης
For it befits the physician to attend not to the tears and words of the one being cut, but to the law of his art.
因為醫者理當不去理會受切割者的眼淚和言語,而是遵循其醫術的準則。
1:751
Καὶ ἀνακέκραγεν εἰς τὰ ὦτά μου φωνῇ μεγάλῃ, λέγων·
'And He cried in my ears with a loud voice, saying:'
「祂在我耳邊大聲呼叫說:」
1:752
Ἤγγικεν ἡ ἐκδίκησις τῆς πόλεως, καὶ ἕκαστος εἶχε τὰ σκεύη τῆς ἐξολοθρεύσεως ἐν τῇ χειρὶ αὑτοῦ
'The vengeance of the city has drawn near, and each man had the weapons of destruction in his hand.'
「這城受刑罰的時候近了,各人手中有滅命的兵器。」
1:753
Εἶτα διδάσκει καὶ οἷα τὰ σκεύη
Then he teaches also what kind the weapons were.
接著他也教導那些兵器是何等的。
1:754
Καὶ ἰδοὺ ἓξ ἄνδρες ἤρχοντο ἀπὸ τῆς πύ λης τῆς ὑψηλῆς, τῆς βλεπούσης πρὸς βοῤῥᾶν, καὶ ἑκάστῳ πέλυξ ἐν τῇ χειρὶ αὐτοῦ
'And behold, six men came from the way of the high gate, which looks toward the north, and each had a battle-axe in his hand.'
「不料,有六個人從朝北的上門而來,各人手拿殺人的兵器。」
1:755
Ἐπειδὴ γὰρ ἀπὸ βοῤῥᾶ καὶ τὸ εἴδωλον ἵδρυτο, καὶ αἱ γυναῖκες τὸν Θαμμοὺζ ἐθρήνουν, ἀναγκαίως ἐκεῖθεν καὶ ἡ τιμωρία λαμβάνει τὴν εἴσοδον·
For since the idol also was set up from the north, and the women lamented Tammuz there, the punishment necessarily takes its entrance from that quarter.
既然那偶像也是從北面設立,婦女又在那裡為搭模斯哀哭,刑罰也就必然從那方向進入。
1:756
ἀναμνησθῆναι δὲ προσήκει τῶν ἄνω εἰρημένων, ὅτι τὸ τέταρτον τῆς πόλεως ἔφη θανάτῳ παραδοθήσεσθαι·
And it is fitting to recall what was said above, that he said a fourth part of the city would be given over to death.
當回想上面所說的,就是他曾說城的四分之一必被交於死亡。
1:757
ὅρα τοίνυν τὰς τιμωρητικὰς δυνάμεις εἰς τὴν τεταγμένην κόλασιν εὐτρεπεῖς·
Behold, then, the avenging powers ready for the appointed chastisement.
所以你看,那些施行報應的能者已預備好,執行所定的刑罰。
1:758
καίτοι τῶν Ἀσσυρίων τὰς πολλὰς μυ ριάδας εἷς ἄγγελος κατηκόντισε, καὶ τῶν Αἰγυπτίων τὰ πρωτότοκα εἷς ἀνελεῖν προσετάχθη·
And yet one angel struck down the many myriads of the Assyrians, and one was commanded to destroy the firstborn of the Egyptians.
然而,一位天使就擊殺了亞述人的無數大軍,一位就奉命擊殺埃及人的長子。
1:759
ἐνταῦθα δὲ ἓξ τῶν Ἰουδαίων ἐνεχειρίσθησαν τὴν τιμωρίαν, διὰ τὴν τῆς ἀσεβείας ὑπερβολήν
But here six men were entrusted with the punishment of the Jews, because of the excess of their impiety.
但在這裡,因猶太人不敬虔的過度,就有六個人受託執行對他們的刑罰。
1:760
Καὶ ἀνὴρ, φησὶν, εἷς ἐν μέσῳ αὐτῶν ἐνδεδυκὼς ποδήρη, καὶ ζώνη σαπφείρου ἐπὶ τῆς ὀσφύος αὐτοῦ. Τοῦ ἑβδόμου τὸ σχῆμα ἱερατικόν·
'And one man,' he says, 'in the midst of them was clothed with a long robe, and a girdle of sapphire upon his loins.' The garb of the seventh was priestly.
他說:「他們中間有一個人身穿細麻衣,腰間束著藍寶石的帶子。」這第七個人的裝束是祭司的。
1:761
οὐ γὰρ ἦν τῶν κολαζόντων, ἀλλὰ τῶν λυτρουμένων τοὺς σωτηρίας ἀξίους·
For he was not among those who punish, but among those who redeem such as are worthy of salvation.
因為他不屬於那些施行刑罰的人,而是屬於那些救贖配得救恩之人的。
1:762
ἐπειδὴ γὰρ ἑβδόμην ἡμέραν τιμᾶσθαι διηγόρευσεν, ἀναγκαίως τὸν ἕβδομον ἐντιμότατον δείκνυσι
For since He ordained the seventh day to be honored, He necessarily shows the seventh to be most honorable.
既然祂命定第七日當受尊崇,就必然顯明這第七個人是最尊貴的。
1:763
Καὶ εἰσῆλθον, καὶ ἐστάθησαν ἐχόμενοι τοῦ θυσιαστηρίου τοῦ χαλ κοῦ. Τοῦτο δὲ ἐν τῇ αὐλῇ ἵδρυτο πρὸ τῶν τοῦ νεὼ προπυλαίων
'And they came in, and stood beside the bronze altar.' This was set up in the court before the temple's porticoes.
「他們進來,站在銅祭壇旁邊。」這祭壇立在院中,殿的前廊之前。
1:764
Καὶ ἡ δόξα τοῦ Θεοῦ Ἰσραὴλ ἀνέβη ἀπὸ τῶν Χερουβὶμ, ἡ οὖσα ἐπ' αὐτῶν, εἰς τὸν αἴθριον τοῦ οἴκου
'And the glory of the God of Israel went up from the cherubim, upon which it was, to the open court of the house.'
「以色列神的榮耀本在基路伯上,現今從那裡上升,到殿的敞院。」
1:765
Ἐπειδὴ γὰρ μέλλει τὴν κατὰ τῆς πόλεως ψῆφον ἐκφέρειν, ἔξω τῶν ἁγίων τόπων τοῦτο ποιεῖ·
For since He is about to pronounce the sentence against the city, He does this outside the holy places.
既然祂將要宣告那對城的判決,就在聖所之外行這事。
1:766
σωτηρίας γὰρ, ἀλλ' οὐ τιμωρίας ἐκεῖνοι παρ εκτικοί
for those places are dispensers of salvation, not of punishment.
因為那些地方所賜的是救恩,而非刑罰。
1:767
Καὶ ἐκάλεσε τὸν ἄνδρα τὸν ἐνδεδυμένον τὸν ποδήρη, ὃς εἶχεν ἐπὶ τῆς ὀσφύος αὑτοῦ τὴν ζώνην
'And He called the man clothed with the long robe, who had upon his loins the girdle.'
「祂呼叫那身穿細麻衣、腰間束帶的人。」
1:768
( δʹ.) Καὶ εἶπε Κύριος πρὸς αὐτόν·
(4.) 'And the Lord said to him:'
(四)「耶和華對他說:」
1:769
Ἀγαθὸν μὲν γὰρ τὸ παραινεῖν καὶ συμβουλεύειν τοῖς ἁμαρτάνουσιν·
For it is good to admonish and to counsel those who sin.
因為勸戒並勸導犯罪的人,本是好事。
1:770
ὅταν δὲ ἀντιλέγωσι, καὶ μὴ πεί θωνται, ἀναγκαῖος ὁ θρῆνος καὶ χρήσιμος
But when they contradict and are not persuaded, then lamentation is necessary and profitable.
但當他們頂嘴而不肯聽從時,哀哭就成為必要而有益的了。
1:771
Τίς ἀσθενεῖ, καὶ οὐκ ἀσθενῶ; τίς σκανδαλίζεται, καὶ οὐκ ἐγὼ πυροῦμαι; Καὶ πάλιν·
'Who is weak, and I am not weak? Who is made to stumble, and I am not inflamed?' And again:
「有誰軟弱,我不軟弱呢?有誰跌倒,我不焦急呢?」又說:
1:772
ὀλοφυρόμενοι, καὶ στένοντες τὴν τοῦ λαοῦ παρανομίαν·
'lamenting and groaning over the lawlessness of the people'; therefore they are marked out, that they may not share in the punishment.
「為百姓的不法之事悲歎哀哭」;因此他們被作了記號,免得同受刑罰。
1:773
διὸ ἐπίσημοι γίνονται, ἵνα μὴ κοινωνήσωσι τῆς τιμωρίας
for this reason they are made conspicuous, that they may not partake of the retribution.
為此他們被顯明出來,好使他們不分擔那報應。
1:774
Οὕτω, φησὶν, ἐκείνῳ ταῦτα ἐντειλάμενος, παρακελεύεται τοῖς λοιποῖς
Thus, he says, having given him these commands, He gives orders to the rest.
他說,神既如此吩咐了那人,便又囑咐其餘的人。
1:775
Πορεύεσθε εἰς τὴν πόλιν ὀπίσω αὐτοῦ, καὶ κόπτετε, καὶ μὴ φείδεσθε τοῖς ὀφθαλμοῖς ὑμῶν, καὶ μὴ ἐλεήσητε
'Go into the city after him, and smite, and spare not with your eyes, and have no pity.'
「你們要跟隨他進城去擊殺,眼不要顧惜,也不要憐恤。」
1:776
Πρεσβύτερον, καὶ νεα νίσκον, καὶ παρθένον, καὶ νήπια, καὶ γυναῖκας ἀποκτείνατε εἰς ἐξάλειψιν·
'Slay utterly the old man and the young man, and the virgin and the little children and the women,'
「要將年老的、年少的、處女、嬰孩和婦女盡行殺滅,以致除盡;」
1:777
ἐπὶ δὲ πάντας ἐφ' οὕς ἐστι τὸ σημεῖον μὴ ἐγγίσητε, καὶ ἀπὸ τῶν ἁγίων μου ἄρξασθε
'but come not near any upon whom is the sign; and begin from my sanctified ones.'
「只是凡有記號的人,你們不要挨近;並要從我的聖所起首。」
1:778
Φοβερὸν τὸ ἐμ πεσεῖν εἰς χεῖρας Θεοῦ ζῶντος, κατὰ τὴν τοῦ μακα ρίου Παύλου φωνήν·
It is a fearful thing to fall into the hands of the living God, according to the word of the blessed Paul.
照著蒙福的保羅的話,落在永生神的手裡,真是可怕的。
1:779
Μακάριοι οἱ φυλάσσοντες κρίσιν, καὶ ποιοῦντες δικαιοσύνην ἐν παντὶ καιρῷ·
'Blessed are they that keep judgement, and do righteousness at all times;'
「凡遵守公平、常行公義的,這人便為有福。」
1:780
ἐν ἡμέρᾳ γὰρ πονηρᾷ ῥύσεται αὐτοὺς ὁ Κύριος. Ἀμφότερα γὰρ ταῦτα ἐν τοῖς ἀρτίως εἰρημένοις εὑρίσκομεν, τοὺς μὲν ἀφειδῶς παγγενῆ κοπτομένους, καὶ κατὰ πάσης ἡλικίας χωροῦσαν τὴν τιμωρίαν·
'for in an evil day the Lord shall deliver them.' For we find both these things in what has just been said: some being smitten without mercy, whole families together, and the punishment advancing against every age;
「因為在災難的日子,主必搭救他們。」這兩樣我們都在剛才所說的話中找到:有的被毫不留情地擊殺,全家一同滅亡,刑罰臨到各樣年紀的人;
1:781
τοὺς δὲ δικαίως σω ζομένους, καὶ τῆς ἐκείνων κοινωνίας μένοντας ἐλευθέ ρους
but others being justly preserved, and remaining free from fellowship with those.
而另有一些人卻公義地得蒙保全,並脫離與那些人相交,仍得自由。
1:782
Κελεύει δὲ ἀπὸ τῶν ἁγίων αὐτοῦ τὰς τιμωρητικὰς ἄρξασθαι δυνάμεις, οὐκ ἀληθῶς ἁγίους αὐτοὺς ὀνομά ζων, ἀλλ' ἐπειδὴ τοῦτο εἶναι ὑπελαμβάνοντο, ὡς εἰς τὴν θείαν θεραπείαν ἀφωρισμένοι
He commands the punishing powers to begin from His holy ones, not truly calling them holy, but because they were supposed to be such, as set apart for the divine service.
他吩咐施行刑罰的能者從他的聖者起首,並非真的稱他們為聖,乃因他們被認為是聖的,好像是分別出來歸於神的事奉。
1:783
Οὐ γὰρ, ὥς τινες ὑπέλα βον περὶ τῶν ἁγίων τόπων τοῦτο ἐῤῥέθη, ἀλλὰ περὶ τῶν ἀφωρισμένων εἰς τὴν τοῦ Θεοῦ θεραπείαν ἀνθρώπων·
For this was not said, as some have supposed, concerning the holy places, but concerning the men set apart for the service of God;
因為這話並非如某些人所想,是指著聖地說的,乃是指著那些被分別出來歸於神的事奉的人說的;
1:784
καὶ τοῦτο δῆλον τὰ ἑξῆς τῆς προφητείας ποιεῖ
and what follows in the prophecy makes this plain.
這一點,預言接下來的話使之明顯。
1:785
Καὶ ἤρξατο ἀπὸ τῶν ἀνδρῶν τῶν πρεσβυτέρων, οἳ ἦσαν ἔσω ἐν τῷ οἴκῳ. Οὓς παρεγγυᾷ ἔνδον ἀναιρεθῆναι·
'And he began from the elder men who were within in the house.' These He commands to be slain within;
「他從殿裡那些長老起首。」他吩咐要在殿內把這些人殺了;
1:786
δίκαιον γὰρ τοὺς ἐκεῖ παρανομοῦντας ἐκεῖ δοῦναι τὰς δίκας
for it was just that those who transgressed there should there pay the penalty.
因為那些在那裡犯法的人,理當在那裡受刑,這是公義的。
1:787
Εἶπε γὰρ, φησὶ, πρὸς αὐτούς·
For He said, he says, to them:
他說,神對他們說:
1:788
Μιάνατε τὸν οἶκον, καὶ πλήσατε τὰς ὁδοὺς νεκρῶν·
'Defile the house, and fill the ways with the slain.'
「要污穢這殿,使街道充滿被殺的人。」
1:789
Ἐπειδὴ γὰρ αὐτοὶ εἰδώ. λοις τὸν οἶκον ἐμίαναν, ὁ δίκαιος κριτὴς τῇ τῶν παρανόμων σφαγῇ τοῦτο γενέσθαι παρακελεύεται
For since they themselves defiled the house with idols, the righteous Judge commands that this come about by the slaughter of the transgressors.
因為他們自己用偶像污穢了這殿,公義的審判者便吩咐藉著殺戮那些犯法的人使這殿被污穢。
1:790
Καὶ ἐξελθόντες ἔτυπτον τὴν πόλιν
'And going forth they smote the city.'
「他們就出去擊殺城中的人。」
1:791
(ηʹ.) Καὶ ἐγένετο ἐν τῷ κόπτειν, ὑπελείφθην ἐγὼ μόνος, καὶ πίπτω ἐπὶ πρόσωπόν μου, καὶ ἀνεβόησα, καὶ εἶπον·
(Chapter 8.) 'And it came to pass, while they were smiting, I was left alone, and I fell upon my face, and cried out, and said:'
(第八章。)「他們擊殺的時候,只剩下我一人,我就俯伏在地,哀求說:
1:792
Οἴμοι, Ἀδωναῒ Κύριε, ἐξαλείφεις σὺ τοὺς καταλοίπους τοῦ Ἰσραὴλ ἐν τῷ ἐκχέαι τὸν θυ μόν σου ἐπὶ Ἰερουσαλήμ; Φιλάνθρωπος ὁ προφή της, καὶ πρὸς ἔλεον καμπτόμενος·
'Alas, O Adonai Lord, dost Thou blot out the remnant of Israel in pouring out Thy wrath upon Jerusalem?' The prophet is compassionate, and inclined to mercy;
「哎!主阿多乃耶和華啊,你將忿怒傾在耶路撒冷,豈要將以色列所剩下的人都滅絕嗎?」先知滿有仁愛,並且傾向於憐憫;
1:793
τοιοῦτος ἦν ὁ μακάριος Παῦλος, ἀνάθεμα εἶναι ἀπὸ Χριστοῦ ὑπὲρ Ἰουδαίων εὐχόμενος
such was the blessed Paul, praying to be accursed from Christ on behalf of the Jews.
蒙福的保羅也是如此,他為猶太人祈求,甘願自己被咒詛與基督分離。
1:794
Ἀδικία γὰρ, φησὶ, τοῦ οἴκου Ἰσραὴλ καὶ Ἰούδαμεμεγάλυνται σφόδρα, σφόδρα
'For the iniquity of the house of Israel and Judah,' He says, 'is exceedingly, exceedingly great.'
他說:「以色列家和猶大家的罪孽極其重大。」
1:795
Καὶ τῷ διπλασιασμῷ τὴν τῆς ἐπιτάσεως παρεδήλωσεν ὑπερβολήν
And by the doubling He indicated the excess of its intensity.
他藉著重複的說法,顯明那罪的極度加重。
1:796
Ὅτι ἐπλήσθη ἡ γῆ λαῶν πολλῶν, καὶ ἡ πόλις ἐπλήσθη ἀδικίας καὶ ἀκαθαρσίας, ὅτι εἶπον, Ἐγκαταλέλοιπε Κύριος τὴν γῆν, οὐκ ἐφορᾷ Κύριος. Ταῦτα, φησὶ, τολμῶσι, πείσαντες ἑαυτοὺς μὴ ἐποπτεύειν με, μηδὲ ὁρᾷν τὰ γινόμενα
'Because the land is filled with many peoples, and the city is filled with iniquity and uncleanness; for they said, The Lord hath forsaken the land, the Lord seeth not.' These things, He says, they dare to do, having persuaded themselves that I do not oversee, nor behold what is done.
「因為遍地滿了流血的多民,城邑滿了不義和污穢,因為他們說:耶和華已經離棄這地,耶和華看不見。」他說,他們竟敢行這些事,因為他們說服自己說我不鑒察,也不看見所發生的事。
1:797
Καὶ εἶδον, καὶ ἰδοὺ ἐπάνω τοῦ στερεώματος τοῦ ὑπὲρ κεφαλῆς τῶν Χερουβὶμ, ὡς λίθος σαπ φείρου·
'And I looked, and behold, above the firmament that was over the head of the Cherubim, there was as it were a sapphire stone;'
「我觀看,見基路伯頭上的穹蒼之中,顯出藍寶石的形狀;」
1:798
Ἐνταῦθα σα φῶς λοιπὸν ἃ ἐθεάσατο ζῶα, Χερουβὶμ ὀνομάζει·
Here at length he plainly names the living creatures which he had beheld Cherubim;
在此他終於明白地把他所見的活物稱為基路伯;
1:799
σημαίνει δὲ, ὡς ἔφην, τὸ ὄνομα πλήρης γνώ σεως
and the name signifies, as I said, 'full of knowledge.'
如我所說,這名字的意思是「滿有知識」。
1:800
Καὶ εἶπε πρὸς τὸν ἄνδρα τὸν ἐνδεδυκότα τὴν στολήν·
'And He said to the man clothed with the robe:'
「他對那身穿細麻衣的人說:
1:801
Εἴσελθε εἰς τὸ μέσον τῶν τροχῶν τῶν ὑποκάτω τῶν Χερουβίμ
'Go in between the wheels that are underneath the Cherubim.'
「你進到基路伯以下旋轉的輪內。」
1:802
Ἐπισημήνασθαι χρὴ, ὅτι οὐδενὶ τῶν ἓξ τοῖς Χερουβὶμ πελάσαι προσέταξεν, ἀλλὰ τῷ τὴν στολὴν ἐνδεδυμένῳ·
It is worth noting that He did not command any of the six to approach the Cherubim, but the one clothed with the robe;
值得注意的是,他並沒有吩咐那六個人中的任何一個去挨近基路伯,只吩咐那身穿細麻衣的人;
1:803
ὡς αὐτῶν δηλονότι μὴ ἀξίων ὄντων πλησιάζειν θείαις δυνάμεσι, τοῖς Χερουβίμ
since evidently they were not worthy to draw near to the divine powers, the Cherubim.
顯然是因為他們不配挨近那些神聖的能者,就是基路伯。
1:804
Καὶ πλῆσον τὰς χεῖράς σου ἀνθράκων πυρὸς, ἐκ μέσου τῶν Χερουβὶμ, καὶ διασκόρπισον ἐπὶ τὴν πόλιν. Φρίκης δὲ μεστὰ τὰ θεωρούμενα·
'And fill thy hands with coals of fire from the midst of the Cherubim, and scatter them over the city.' The things beheld are full of dread;
「你要從基路伯中間取火炭,捧滿兩手,撒在城上。」那些所見的景象滿了令人戰慄的可畏;
1:805
πυρὸς ἄνθρακες σκεδαννύμενοι·
coals of fire being scattered abroad;
火炭被四散撒開;
1:806
τιμωρητικαὶ δυνά μεις, δηλαδὴ τὴν πόλιν περινοστοῦσαι
punishing powers, that is, roaming about the city.
就是那些施行刑罰的能者,遍行城中。
1:807
Καὶ ἀπῆρεν ἡ δόξα Κυρίου ἀπὸ τῶν Χε ρουβὶμ εἰς τὸ αἴθριον τοῦ οἴκου
'And the glory of the Lord went up from the Cherubim to the open court of the house.'
「耶和華的榮耀從基路伯那裡上升,停在殿的院中。」
1:808
Ἐπειδὴ γὰρ προσ έταξε ληφθῆναι τοὺς ἄνθρακας, καὶ σκεδασθῆναι κατὰ τῆς πόλεως, ὑποχωρεῖν πως δοκεῖ, χώραν δι δοὺς τῷ προσταχθέντι ποιῆσαι τὸ κελευσθέν·
For since He had commanded that the coals be taken and scattered over the city, He seems in a manner to withdraw, giving place to him who was commanded to do what was ordered;
因為他既吩咐要取那些火炭撒在城上,他便似乎稍稍退去,給那奉命的人騰出地方,去成就所吩咐的事;
1:809
τῆς θείας δόξης ἐποχουμένης τῶν Χερουβίμ·
the divine glory being borne upon the Cherubim;
那神聖的榮耀乘駕在基路伯之上;
1:810
μέγιστος δὲ ἦχος ἀπετελεῖτο τῶν πτερύγων κινουμένων τῶν Χερουβὶμ, ὡς ὑπολαμβά νειν βροντὴν εἶναι, ἢ θείαν φωνήν·
and a very great sound was produced as the wings of the Cherubim were moved, so that one might suppose it to be thunder, or a divine voice;
基路伯的翅膀搖動時發出極大的響聲,以致人以為是雷聲,或是神的聲音;
1:811
τὸ γὰρ, Ὡς φωνὴ Θεοῦ Σαδαῒ–ἱκανοῦ Θεοῦ βροντὴν ὁ Σύμ μαχος καὶ ὁ Θεοδοτίων ἡρμήνευσαν·
for the phrase 'As the voice of God Shaddai'—Symmachus and Theodotion interpreted 'thunder of the Almighty God';
因為「如同全能神撒代的聲音」這句話——西馬庫和提阿多田都譯作「全能神的雷聲」;
1:812
τουτέστιν, Εἰ κάσαις ἂν τὸν ἦχον τῇ τοῦ ἱκανοῦ καὶ δυνατοῦ Θεοῦ. φωνῇ·
that is to say, You would liken the sound to the voice of the sufficient and mighty God;
就是說,你可以把那響聲比作那全足全能之神的聲音;
1:813
ἀντὶ τοῦ, τῇ κατὰ θείαν ἐνέργειαν ἀποτελου μένῃ βροντῇ
in the sense of the thunder produced by the divine operation.
也就是說,那是藉著神的作為所發出的雷聲。
1:814
Καὶ ἦλθε, φησὶν, καὶ ἔστη ἐχόμενος τῶν τρο χῶν
'And it came,' he says, 'and stood close beside the wheels.'
他說:「它來了,站在輪旁。」
1:815
(ζʹ.) Καὶ ἐξέτεινε, φησὶν, ὁ Χεροὺβ τὴν χεῖρα αὑτοῦ ἐκ τῶν ἀναμέσον τῶν Χερουβὶμ, εἰς μέ σον τοῦ πυρὸς τοῦ ὄντος ἐν μέσῳ τῶν Χερου βίμ·
(Chapter 7.) 'And the Cherub,' he says, 'stretched forth his hand from the midst of the Cherubim, into the midst of the fire that was in the midst of the Cherubim;'
(第七章。)他說:「基路伯從基路伯中間伸出手來,到基路伯中間的火那裡;」
1:816
καὶ ἔλαβε, καὶ ἔδωκεν εἰς χεῖρας τοῦ ἐνδε δυκότος τὴν στολὴν τὴν ἁγίαν, καὶ ἔλαβε, καὶ ἐξῆλθε
'and he took, and put it into the hands of the one clothed with the holy robe; and he received it, and went forth.'
「拿起火來,放在那身穿細麻衣聖服之人的手中;那人拿了,就出去了。」
1:817
Τὴν τῶν ἀοράτων ταγμάτων διαφορὰν καὶ ἐντεῦθεν ἔστι μαθεῖν·
The distinction among the invisible ranks may be learned from this also;
從這裡也可以看出那些看不見之等次的差別;
1:818
οἱ μὲν γὰρ ἓξ οὐδὲ πελά σαι τοῖς Χερουβὶμ προσετάχθησαν·
for the six were not even commanded to approach the Cherubim;
因為那六個人連挨近基路伯都未蒙吩咐;
1:819
ὁ δὲ πελάζει μὲν, οὐ κατατολμᾷ δὲ τοῦ μέσου τῶν Χερουβὶμ, ἀλλ' αὐτὰ τὰ Χερουβὶμ ὀρέγει τοὺς ἄνθρακας
but this one draws near indeed, yet does not venture into the midst of the Cherubim, but the Cherubim themselves reach out the coals to him.
而這一位固然挨近,卻不敢進到基路伯中間,乃是基路伯自己把火炭遞給他。
1:820
Καὶ ἴδον, φησὶ, τὰ Χερουβὶμ ὅμοια χει ρῶν ἀνθρώπων ὑποκάτωθεν τῶν πτερύγων αὐτῶν
'And I saw,' he says, 'the Cherubim having the likeness of men's hands underneath their wings.'
他說:「我看見基路伯的翅膀以下有彷彿人手的樣式。」
1:821
Ἐνεργείας δὲ αἱ χεῖρες σημαντικαί·
And the hands are significative of operations;
手是表明作為的;
1:822
εἶτα ἐξηγεῖται πάλιν τὰ κατὰ τοὺς τροχοὺς, πάντα μὲν εἰρηκὼς ἃ καὶ ἤδη προειρήκαμεν·
then he again describes the things concerning the wheels, having stated all that we have already mentioned before;
接著他再述說那關於輪子的事,說了一切我們先前已經提過的話;
1:823
τὸ δὲ εἶδος τῆς χρόας μόνον ἐνηλλαγμένον ἑωρακέναι φησίν·
but he says that he beheld only the appearance of the colour changed;
只是他說他看見那顏色的樣式有所改變;
1:824
ἐκεῖ μὲν γὰρ, κατὰ τὸν Σύμμαχον, ὡς εἶδος ὑακίνθου ἔφη τεθεᾶσθαι·
for there, according to Symmachus, he said he beheld it as the appearance of hyacinth;
因為在那裡,照西馬庫的譯法,他說他看見那如同紫玉的樣式;
1:825
ἐν ταῦθα δὲ, κατὰ τοὺς Ἑβδομήκοντα, ὡς εἶδος ἄνθρακος·
but here, according to the Seventy, as the appearance of a coal;
而在這裡,照七十士譯本,卻是如同火炭的樣式;
1:826
ὥστε κἀντεῦθεν ἡμᾶς μαθεῖν, ὡς οὐκ αὐτὰς εἶδε τῶν ἀοράτων τὰς φύσεις, ἀλλ' ὁμοιώματά τινα καὶ εἰκά σματα·
so that from this too we may learn that he did not see the very natures of the invisible beings, but certain likenesses and images;
如此我們從這裡也可以曉得,他並非看見那些看不見之物的本性,乃是看見某些相似的形像和摹本;
1:827
διὸ καὶ ἐνηλλαγμένα θεωρεῖ
wherefore also he beholds them changed.
所以他所看見的也有變化。
1:828
Ταύτην δὲ τὴν ἐναλλαγὴν καὶ ἐπὶ τῶν Χερουβὶμ ἐθεάσατο·
And this variation he beheld also in the case of the Cherubim;
這樣的變化,他在基路伯身上也看見了;
1:829
ἐκεῖ μὲν γὰρ τὸ πρῶτον πρόσωπον ἀνθρώπῳ ἐοικέναι ἔφη, τὸ δὲ δεύτερον λέοντι, τὸ δὲ τρίτον μόσχῳ, τὸ δὲ τέταρ τον ἀετῷ·
for there he said the first face resembled a man, the second a lion, the third a calf, and the fourth an eagle;
因為在那裡他說第一個臉面像人,第二個像獅子,第三個像牛犢,第四個像鷹;
1:830
ἐνταῦθα δὲ ἀντεστραμμένην τὴν τάξιν, καὶ τὸ τοῦ Χερουβὶμ πρόσωπον, ὅπερ ἐστὶ μόσχου, πρῶτον ἔφη τεθεᾶσθαι, δεύτερον δὲ τὸ τοῦ ἀνθρώπου, εἶτα τοῦ λέοντος, καὶ τὸ τοῦ ἀετοῦ
but here the order is reversed, and he said he beheld first the face of the Cherub, which is that of a calf, and second that of the man, then that of the lion, and that of the eagle.
但在這裡次序卻是顛倒的,他說他先看見基路伯的臉面,就是牛犢的臉面,第二是人的臉面,其次是獅子的,再次是鷹的。
1:831
Καὶ ἡγοῦμαι, ἐπειδὴ ἐν τῷ ναῷ ταύτην ἑώρα τὴν ὀπτασίαν, διὰ τοῦτο προτεταγμένον εἶδε τοῦ μό σχου τὸ πρόσωπον, ἐπειδὴ εἰς τύπον ἱερωσύνης τοῦτο παρείληπται
And I suppose that, since he beheld this vision in the temple, for this reason he saw the face of the calf placed first, since it was taken as a type of the priesthood.
我以為,既然他是在殿中看見這異象,因此他看見牛犢的臉面被排在最前,因為這是取作祭司職分的預表。
1:832
ὅπερ καὶ σημαίνει τὸ ὄνομα γελγέλ
which the name 'gelgel' also signifies.
這也正是「甲甲」這名字所表明的意思。
1:833
Τοῖς δὲ τροχοῖς τούτοις, φησὶν, ἐπεκλήθη γελγὲλ ἀκούοντός μου
'And to these wheels,' he says, 'was given the name gelgel, in my hearing.'
他說:「至於這些輪子,我親耳聽見稱它們為甲甲。」
1:834
Τουτέστιν, ἀνακυκλεῖσθαι καὶ ἀνακινεῖσθαι προσετάχθησαν
That is, they were commanded to revolve and to be set in motion.
就是說,它們被吩咐要旋轉並運轉。
1:835
Καὶ ἐπήρθη, φησὶ, τὰ Χερουβίμ
'And the Cherubim,' he says, 'were lifted up.'
他說:「基路伯就上升。」
1:836
Εἶτα διδά σκων ἡμᾶς, ὡς ταῦτα καὶ ἤδη πρότερον ἐθεάσατο, φησίν·
Then, teaching us that he had also beheld these things once before, he says:
接著,他教導我們說,這些事他從前也曾看見過,他說:
1:837
Τοῦτο τὸ ζῶον ὃ εἶδον ἐπὶ τοῦ ποταμοῦ Χοβάρ. Ἀλλὰ τότε τῆς μὲν θεωρίας ἀπήλαυσε, τὴν δὲ προσηγορίαν ἠγνόησε·
'This is the living creature which I saw by the river Chobar.' But then he enjoyed the vision, yet was ignorant of the appellation;
「這是我在迦巴魯河邊所見的活物。」但那時他雖得享那異象,卻不曉得它的名稱;
1:838
νῦν δὲ καὶ τοῦτο με μάθηκεν
but now he has learned this too.
如今他連這名稱也知道了。
1:839
Καὶ ἐν τῷ πορεύεσθαι τὰ Χερουβὶμ ἐπο ρεύοντο οἱ τροχοὶ, καὶ οὗτοι ἐχόμενοι αὐτῶν·
'And when the Cherubim went, the wheels went beside them, these too keeping close to them;'
「基路伯行走,輪也在旁邊行走,這輪也緊隨著它們;」
1:840
καὶ ἐν τῷ ἐξαίρειν τὰ Χερουβὶμ τὰς πτέρυγας αὐ τῶν τοῦ μετεωρίζεσθαι ἀπὸ τῆς γῆς, οὐκ ἐπ έστρεφον οἱ τροχοὶ αὐτῶν, καί γε αὐτοὶ ἀπὸ τῶν. ἐχομένων ἀπ' αὐτῶν
'and when the Cherubim lifted up their wings to mount up from the earth, their wheels did not turn away, even these keeping close by them.'
「基路伯展開翅膀,離地上升的時候,輪也不轉離它們旁邊,這輪也緊隨著它們。」
1:841
Καὶ ἐν τῷ ἑστάναι αὐτὰ εἱστήκεισαν καὶ ἐν τῷ μετεωρίζεσθαι αὐτὰ ἐμε τεωρίζοντο μετ' αὐτῶν, διότι πνεῦμα ζωῆς ἐν αὐτοῖς
'And when they stood, these stood; and when they were lifted up, these were lifted up with them: for the spirit of life was in them.'
「牠們站住的時候,這些也站住;牠們上升的時候,這些也與牠們一同上升,因為有生命之靈在牠們裡面。」
1:842
Εἵποντο, φησὶ, κατὰ πάντα τοῖς Χερουβὶμ οἱ τροχοὶ, καὶ κινουμένοις συνεκινοῦντο, καὶ πετο μένοις ἠκολούθουν, καὶ ἑστώτων εἱστήκεισαν, οὐχ ὑπό τινος βίας συρόμενοι, ἀλλ' αὐτόματοι τούτων ἕκαστον ἐνεργοῦντες·
The wheels, he says, followed the Cherubim in all things: when they moved, they moved together with them; when they flew, they went after them; and when they stood still, they stood still — not dragged along by any compulsion, but performing each of these motions of their own accord;
他說,輪子在一切事上都跟隨基路伯:牠們移動時,輪子就與牠們一同移動;牠們飛翔時,輪子就隨行;牠們站住時,輪子就站住——並非被任何外力拖動,而是自發地施行這每一樣動作;
1:843
πνευματικῶς γὰρ καὶ αὐτοὶ ζωῆς ἐν μετουσίᾳ ἐτύγχανον
for they too, in a spiritual manner, partook of life.
因為輪子也以屬靈的方式分享了生命。
1:844
Καὶ ἐξῆλθε δόξα Κυρίου ἀπὸ τοῦ αἰ θρίου τοῦ οἴκου, καὶ ἐπέβη ἐπὶ τὰ Χερουβίμ
'And the glory of the Lord went forth from the court of the house, and mounted upon the Cherubim.'
「耶和華的榮耀從殿的院子出去,登上了基路伯。」
1:845
Καὶ ἀνέλαβε τὰ Χερουβὶμ τὰς πτέρυγας αὐτῶν, καὶ ἐμετεωρίσθησαν ἀπὸ τῆς γῆς ἐνώπιον ἐμοῦ ἐν τῷ ἐξαίρειν αὐτὰ, καὶ ἔστησαν ἐπὶ τὰ πρόθυρα τῆς πύλης οἴκου Κυρίου τῆς ἀπέναντι, καὶ δόξα Θεοῦ Ἰσραὴλ ἦν ἐπ' αὐτῶν ὑπεράνωθεν
'And the Cherubim lifted up their wings, and were raised from the earth in my sight when they went out, and they stood at the entrance of the gate of the Lord's house that faces east, and the glory of the God of Israel was above them, on high.'
「基路伯展開翅膀,在我眼前從地上升起;牠們出去的時候,就停在耶和華殿朝東之門的門口,以色列神的榮耀在牠們上面,居於至高之處。」
1:846
Ἡνίκα μὲν γὰρ τοὺς ἄνθρακας ληφθῆναι προσέταξεν, ἔδοξέ πως ἀφίστασθαι, ἵνα καταθαῤῥήσῃ προσελθεῖν ὁ προστε ταγμένος·
For when He commanded the coals to be taken, He seemed in a manner to withdraw, so that he who was so commanded might take courage to draw near;
因為當祂吩咐取炭火時,祂彷彿有幾分退去,好使那受命的人壯膽前來;
1:847
ἐκείνου δὲ γινομένου, πάλιν ἐπανιέναι δοκεῖ, καὶ ἐποχεῖσθαι·
but when that was done, He seems again to return and to be borne aloft;
但那事一經完成,祂又彷彿再度返回,並乘駕於上;
1:848
τὰ δὲ Χερουβίμ φησι μετ έωρα, καὶ ῥᾷον διὰ τοῦ ἀέρος ἐφέρετο, τῇ κινήσει τῶν πτερύγων ἀντὶ ποδῶν χρώμενα·
and the Cherubim, he says, being raised on high, were the more easily carried through the air, using the motion of their wings in place of feet;
他說,基路伯被高舉起來,便更輕易地在空中行進,以翅膀的擺動代替腳步;
1:849
ἐπωχεῖτο δὲ ἡ τοῦ Θεοῦ δόξα, οὐκ αὐτὸς ὁ Θεός·
and it was the glory of God that was borne aloft, not God Himself;
被乘駕於上的乃是神的榮耀,而非神自己;
1:850
ἀπερίγραπτος γὰρ, καὶ πανταχοῦ παρὼν, καὶ τὰ πάντα πληρῶν·
for He is uncircumscribed, present everywhere, and filling all things;
因為祂是無可限量的,無所不在,充滿萬有;
1:851
ἀλλ' ἡ τούτου δόξα ἡ πρὸς τὰς οἰκονομίας ἐπιφαινομένη
but it was His glory that appeared for the sake of the dispensations.
然而顯現出來的乃是祂為著各樣經綸而彰顯的榮耀。
1:852
Τοῦτο, φησὶ, τὸ ζῶόν ἐστιν ὃ εἶδον ὑπο κάτω Θεοῦ Ἰσραὴλ, ἐπὶ τοῦ ποταμοῦ Χοβάρ·
'This,' he says, 'is the living creature which I saw beneath the God of Israel by the river Chobar;
他說:「這就是我在迦巴魯河邊,在以色列神之下所看見的活物;
1:853
καὶ ἔγνων ὅτι Χερουβίμ ἐστι
and I knew that they were Cherubim.'
我便知道牠們是基路伯。」
1:854
Τῆς μὲν γὰρ θεωρίας καὶ ἤδη πρότερον ἀπήλαυσα·
For of the vision itself I had already had the enjoyment before;
因為這異象,我從前早已得以觀看;
1:855
τὴν δὲ προσηγορίαν ἐπὶ τοῦ παρόντος μεμάθηκα
but the name I have learned on the present occasion.
但這名稱,我卻是如今才得知的。
1:856
Καὶ ἐντεῦθεν δὲ σα φῶς ἔστι μαθεῖν, ὡς οὐκ αὐτὴν εἶδε τῶν ἀοράτων φύσεων τὴν οὐσίαν, ἀλλ' εἰκάσματά τινα καὶ ἰνδάλ ματα·
And from this too it is plainly possible to learn that he did not behold the very substance of the invisible natures, but certain likenesses and images;
由此也可清楚看出:他所見的並非那些不可見之性體本身的本質,而是某些相似的形象與表象;
1:857
ἐν μὲν γὰρ τῇ προτέρᾳ ὀπτασίᾳ τέσσαρας πτέρυγας ἔφη ἔχειν τὸ ἓν Χερουβὶμ, ἐνταῦθα δὲ ὀκτώ·
for in the former vision he said that the single Cherub had four wings, but here eight;
因為在先前的異象中,他說每一個基路伯有四個翅膀,而在此處卻有八個;
1:858
οὐκ ἂν δὲ ἡ φύσις μεταβολὴν ἐδέξατο, ἀλλὰ πρὸς τὴν χρείαν ἡ θεωρία ἐξετυπώθη·
yet the nature would not have admitted change; rather, the vision was fashioned to suit the need.
然而其性體本身並不會經歷改變;反倒是那異象乃是按照所需而被塑造的。
1:859
ἐπειδὴ γὰρ πλείονα γνῶσιν ὁ προφήτης ἐκ τῆς θείας διαλέξεως ἔλαβεν, αἱ δὲ πτέρυγες γνώσεως παραδηλοῦσιν ὀξύ τητα, τὴν γενομένην αὐτῷ τῆς γνώσεως προσθήκην σημαίνων, διπλᾶς αὐτῷ δείκνυσι τῶν Χερουβὶμ τὰς πτέρυγας·
For since the prophet had received a greater knowledge from the divine discourse, and since wings signify keenness of knowledge, in order to indicate the increase of knowledge that had come to him, He shows him the wings of the Cherubim doubled;
因為先知既從那神聖的言談領受了更多的知識,而翅膀又表明知識的敏銳,為要指明他所得知識的增添,神便向他顯明基路伯的翅膀加了一倍;
1:860
καὶ αὐτὴ γὰρ ἡ τούτων προσηγορία τῇ Ἑλλάδι φωνῇ τὸ πλῆθος σημαίνει τῆς γνώσεως
for the very name of these, in the Greek tongue, signifies the fullness of knowledge.
因為這些活物的名稱本身,用希臘語來說,正表示知識的豐盛。
1:861
Καὶ ἀνέλαβέ με, φησὶ, Πνεῦμα, καὶ ἐξ ήγαγέ με ἐπὶ τὴν πύλην τοῦ οἴκου Κυρίου τὴν κατέναντι, τὴν βλέπουσαν κατὰ ἀνατολάς·
'And the Spirit,' he says, 'took me up, and brought me to the gate of the Lord's house that faces toward the east, which looks toward the sunrise;
他說:「靈將我提起,帶我到耶和華殿朝東、面向日出的那門;
1:862
καὶ ἰδοὺ ἐπὶ τῶν προθύρων τῆς πύλης, ὡς εἰκοσι πέντε ἄνδρες, καὶ ἴδον ἐν μέσῳ αὐτῶν Ἰεζονίαν τὸν τοῦ Ἰεζὲκ, καὶ Φαλτίαν τὸν Βαναίου, τοὺς ἀφηγουμένους τοῦ λαοῦ
and behold, at the entrance of the gate there were about twenty-five men, and I saw in their midst Jaazaniah the son of Azzur, and Pelatiah the son of Benaiah, the leaders of the people.'
看哪,在門口約有二十五個人,我看見在他們中間有耶撒尼亞,就是雅撒的兒子,並比拿雅的兒子毗拉提雅,都是百姓的首領。」
1:863
Υἱὲ ἀνθρώπου, οὗτοι οἱ ἄνδρες οἱ λογιζόμε νοι μάταια, καὶ βουλευόμενοι βουλὴν πονηρὰν ἐν τῇ πόλει ταύτῃ, οἱ λέγοντες·
'Son of man, these are the men who devise vain things, and who take evil counsel in this city, who say:
「人子啊,這些就是圖謀虛妄之事、在這城中設惡謀的人,他們說:
1:864
Οὐχὶ προσφά. τως ᾠκοδόμηνται οἰκίαι; Αὕτη ἐστὶν ὁ λέβης, ὑμεῖς δὲ τὰ κρέα
"Have not houses been newly built? This city is the cauldron, and we are the flesh."'
「房屋豈不是新近所建的嗎?這城是鍋,我們是肉。」」
1:865
Κατηγορεῖ καὶ τῶν ἡγουμέ νων, καὶ τῶν ὑπηκόων, ὡς ἐναντία τῷ Θεῷ βου λευομένων, καὶ τοῖς προφήταις ἀντιλεγόντων, καὶ πείθεσθαι μὴ θελόντων ὅτι τοῖς πολεμίοις παραδο θήσονται, ἀλλὰ τὴν πόλιν οἰκήσουσι, κἀκεῖ δέξονται τοῦ βίου τὸ τέλος
He brings accusation both against the rulers and against their subjects, as taking counsel contrary to God, contradicting the prophets, and being unwilling to believe that they would be handed over to the enemy; rather, they supposed they would go on dwelling in the city, and there receive the end of their life.
他既控告首領,也控告百姓,因為他們所設的謀與神相違,與眾先知頂撞,並且不肯相信自己必被交在仇敵手中;反倒以為要繼續住在城中,並在那裡走到生命的終結。
1:866
Νεόδμητοι γὰρ, φησὶν, αἱ οἰκίαι, καὶ ἐν ταύταις κατοικήσομεν, καὶ τοῦ βίου τὸ πέρας δεξόμεθα·
'For the houses,' they say, 'are newly built, and in these we shall dwell, and receive the term of our life;'
他們說:「房屋既是新建的,我們必住在其中,並在此走完生命的年日;」
1:867
τούτου χάριν ἀγανακτῶν ὁ Θεὸς τὴν ἐσομένην τῶν πολεμίων ἔφοδον διὰ τοῦ προφήτου προ λέγει
for this reason God, being indignant, foretells through the prophet the coming assault of the enemy.
為此,神就發憤怒,藉著先知預言仇敵將要來的攻擊。
1:868
Ἐπέπεσε γὰρ, φησὶν, ἐπ' ἐμὲ Πνεῦμα Κυρίου, καὶ εἶπε πρός με·
'For the Spirit of the Lord fell upon me,' he says, 'and said to me:'
他說:「耶和華的靈降在我身上,對我說:」
1:869
Τουτέστι, τῆς τοῦ Θεοῦ Πνεύματος ἐνεργείας ἀναπλη σθεὶς τάδε εἰπεῖν ἐκ προσώπου τοῦ Θεοῦ προσετάχθην
That is: being filled with the energy of the Spirit of God, I was commanded to speak these things in the person of God.
這就是說:我既被神之靈的運行所充滿,就受命以神的口吻說出這些話。
1:870
Οὕτως εἴπατε, οἶκος Ἰσραὴλ, καὶ τὰ διαβού λια τοῦ πνεύματος ὑμῶν ἐγὼ ἐπίσταμαι
'Thus have you said, O house of Israel; and the devisings of your spirit I know.'
「以色列家啊,你們是這樣說的;你們心靈所謀劃的,我都知道。」
1:871
(ϛʹ, ηʹ.) Ἐπληθύνατε νεκροὺς ἐν τῇ πόλει ταύτῃ, καὶ ἐπλήσατε τὰς ὁδοὺς αὐτῆς τραυματιῶν
(6:8) 'You have multiplied your dead in this city, and filled its streets with the slain.'
(六章八節)「你們在這城中使被殺的增多,使街道充滿被殺之人。」
1:872
Τοὺς νεκροὺς ὑμῶν, οὓς ἐπατάξατε ἐν μέσῳ αὐτῆς, οὗτοί εἰσι τὰ κρέα, αὐτὴ δέ ἐστιν ὁ λέβης, καὶ ὑμᾶς ἐξάξω ἐκ μέσου αὐτῆς
'Your dead, whom you have slain in her midst, these are the flesh, and she is the cauldron; but you I will bring forth out of her midst.'
「你們在城中所殺的死人,這些就是肉,這城就是鍋;至於你們,我卻要把你們從城中領出去。」
1:873
Ῥομφαίαν φοβεῖσθε, καὶ ῥομ φαίαν ἐπάξω ἐφ' ὑμᾶς, λέγει Ἀδωναῒ Κύριος
'You fear the sword, and a sword I will bring upon you, says the Lord Adonai.'
「你們懼怕刀劍,我必使刀劍臨到你們,主耶和華如此說。」
1:874
Ὑμεῖς μὲν, φησὶ, λέβητα τὴν πόλιν ἀπεφήνατε, νεκρῶν αὐτὴν μυρίων ἐμπλήσαντες·
You, he says, have declared the city to be a cauldron, having filled her with countless dead;
他說,你們既使這城充滿無數的死人,就宣稱她是一口鍋;
1:875
τούτου χάριν οὐ τεύξεσθε ὧν ἐλπίζετε, οὐδὲ ἄλυπον δέξεσθε τοῦ βίου τὸ πέρας, ἀλλὰ τοῖς πολεμίοις, οὓς δεδοίκατε, παραυτίκα παραδοθήσεσθε, καὶ τῆς ἐκείνων ῥομ φαίας γενήσεσθε παρανάλωμα
for this reason you shall not obtain the things you hope for, nor receive a painless end of your life, but shall at once be handed over to the enemies whom you dread, and shall become fuel for their sword.
為此,你們必得不著所盼望的,也得不著無痛苦的生命終局,反倒要立刻被交在你們所懼怕的仇敵手中,成為他們刀劍下的犧牲。
1:876
Καὶ ἐξάξω ὑμᾶς ἐκ μέσου αὐτῆς, καὶ πα ραδώσω ὑμᾶς εἰς χεῖρας ἀλλοτρίων, καὶ ποιήσω ἐν ὑμῖν κρῖμα
'And I will bring you forth out of her midst, and deliver you into the hands of strangers, and execute judgment among you.'
「我要把你們從城中領出去,交在外邦人手中,並在你們中間施行審判。」
1:877
ἐπειδὴ γὰρ ὑμεῖς τοὺς ὁμοφύλους ἀνείλετε, ἀλλοτρίοις καὶ πολεμίοις ἐνδίκως παραδοθήσεσθε
For since you slew your own kinsmen, you shall justly be handed over to strangers and enemies.
因為你們既殺害自己的同胞,就必公義地被交在外邦人與仇敵手中。
1:878
Ἐπὶ τῶν ὁρίων τοῦ Ἰσραὴλ κρινῶ ὑμᾶς·
'At the borders of Israel I will judge you;
「我必在以色列的境界審判你們;
1:879
καὶ ἐπιγνώσεσθε ὅτι ἐγὼ Κύριος
and you shall know that I am the Lord.'
你們就知道我是耶和華。」
1:880
Αὕτη ὑμῖν οὐκ ἔσται εἰς λέβητα, καὶ ὑμεῖς οὐ μὴ γένησθε ἐν μέσῳ αὐτῆς εἰς κρέα·
'She shall not be a cauldron for you, and you shall not be flesh in her midst;
「這城必不作你們的鍋,你們也不在其中作肉;
1:881
ἐπὶ τῶν ὁρίων τοῦ Ἰσραὴλ κρινῶ ὑμᾶς
at the borders of Israel I will judge you.'
我必在以色列的境界審判你們。」
1:882
Καὶ ἐπιγνώσεσθε ὅτι ἐγὼ Κύριος
'And you shall know that I am the Lord.'
「你們就知道我是耶和華。」
1:883
Οὐκ ἀποθανεῖσθε, φησὶν, ἐν τῇ πόλει, οὐδὲ ταφῆς ἀξιωθήσεσθε ἐν αὐτῇ, κατὰ τὰς ὑμετέρας ἐλπίδας, ἀλλὰ πόῤῥω ταύτης ἀναιρεθήσεσθε·
You shall not die, he says, in the city, nor be deemed worthy of burial in her, according to your expectations, but shall be slain far away from her;
他說,你們必不照自己所指望的死在城中,也不在城中得以埋葬,反倒要在遠離她的地方被殺;
1:884
καὶ τὰς αἰτίας διδάσκων, Ὅτι ἐν τοῖς δικαιώμασί μου, φησὶν, οὐκ ἐπορεύθητε, καὶ τὰ κρίματά μου οὐκ ἐποιήσατε·
and teaching the causes, 'Because in My statutes,' He says, 'you did not walk, and My judgments you did not perform;'
祂又教導其中的緣由,說:「因為你們不遵行我的律例,也不謹守我的典章;」
1:885
ἀλλὰ οὐδὲ κατὰ τὰ κρίματα τῶν ἐθνῶν τῶν περικύκλῳ ὑμῶν οὐκ ἐποιήσατε. Παρανομίας ὑπερβολὴ, καὶ δυσσεβείας μέγιστος ἔλεγχος, τὸ μὴ μόνον τὸν θεῖον παραβῆ ναι νόμον, ἀλλὰ καὶ τῶν ἀσεβείᾳ συζώντων ἐθνῶν δυσσεβέστερα δρᾷν
'but neither did you act according to the judgments of the nations that are round about you.' It is the height of transgression and the greatest proof of impiety, not only to transgress the divine law, but even to do things more impious than the nations that live in ungodliness.
「你們甚至也不照你們四圍列國的典章行事。」這乃是違法的極致,也是不敬虔最大的明證:不但違背了神聖的律法,甚至行了比那活在不虔中的列國更為不虔的事。
1:886
καὶ Φαλτίας ὁ τοῦ Βαναίου ἀπέθανεν·
'And Pelatiah the son of Benaiah died;
「比拿雅的兒子毗拉提雅死了;
1:887
καὶ πίπτω ἐπὶ πρόσωπόν μου, καὶ ἀνεβόησα φωνῇ μεγάλῃ, καὶ εἶπα·
and I fell upon my face, and cried out with a loud voice, and said:'
我就臉伏於地,大聲呼喊說:」
1:888
Οἴμοι, οἴμοι, Ἀδωναῒ Κύριε, εἰς συντέ λειαν ποιεῖς σὺ τοὺς καταλοίπους τοῦ Ἰσραήλ; Ὁρᾷ τὴν ἐνέργειαν ὁ προφήτης ἐκείνων, οἳ κόπτειν ἀφειδῶς προσετάχθησαν τὴν πόλιν, καὶ δείσας μὴ τὴν πανωλεθρίαν ὑπομείνῃ, πάντων ἀναιρουμένων·
'Alas, alas, Lord Adonai! Do You make a full end of the remnant of Israel?' The prophet beholds the working of those who had been commanded to smite the city without sparing, and being afraid lest it should undergo utter destruction with all being slain,
「哀哉,哀哉,主耶和華啊!你要將以色列剩下的人滅絕淨盡嗎?」先知看見那些奉命毫不留情擊打這城之人的作為,就懼怕全城遭受徹底的毀滅、眾人盡被殺戮,
1:889
ἐπελάθετο γὰρ ἐκ τῆς ἀθυμίας ὡς πολλοὶ τὰ τῆς σωτηρίας ἐδέξαντο σημεῖα·
for out of his despondency he had forgotten how many had received the signs of salvation;
因為他出於灰心,竟忘記了有多少人已領受了救恩的記號;
1:890
διδάσκεται δὲ, ὡς οὗτοι μὲν τοῖς πολεμίοις παραδοθήσονται διὰ τὴν πολλὴν πονηρίαν·
but he is taught that these indeed shall be handed over to the enemies because of their great wickedness;
然而他受了教導:這些人固然要因其極大的邪惡被交在仇敵手中;
1:891
οἱ δὲ ἤδη αἰχμάλωτοι ἀπ αχθέντες, κἀν τῇ ξένῃ παραψυχῆς ἀπολαύσουσι, καὶ ἐπανόδου τεύξονται
while those who had already been led away captive shall enjoy consolation even in the foreign land, and shall obtain a return.
但那些已被擄去的人,即使在異鄉也必得著安慰,並且必得歸回。
1:892
Υἱὲ γὰρ, φησὶν, ἀνθρώπου, οἱ ἀδελφοί σου, καὶ οἱ ἄνδρες τῆς αἰχμαλωσίας σου, καὶ πᾶς ὁ οἶκος Ἰσραὴλ συντετέλεσται
'For, Son of man,' He says, 'your brethren, and the men of your captivity, and all the house of Israel, are brought to their completion.'
祂說:「人子啊,你的弟兄,就是與你一同被擄的人,並以色列全家,都已到了盡頭。」
1:893
Ἐνίους φησὶ δορυαλώτους γεγενημένους, καὶ δίκας ὧν ἐτόλμησαν δεδωκότας, φυλάξω μοι εἰς λαόν
Some, He says — those who have become captives of the spear and have paid the penalty for the things they dared — I will keep for Myself as a people.
祂說,有些人——就是那些成了刀下之囚、並為所膽敢妄行之事付上代價的人——我要為自己存留作子民。
1:894
διὰ τοῦτο, φησὶ, πᾶν τοὐναντίον γενήσεται, καὶ ὑμᾶς μὲν παραδώσω σφαγῇ, ἐκείνων δὲ ποιήσομαι πρόνοιαν
For this reason, He says, quite the contrary shall come to pass: you indeed I will hand over to slaughter, but of those others I will make provision.
祂說,為此,事情必全然相反:我固然要把你們交於殺戮,卻要眷顧那些人。
1:895
Τάδε λέγει Ἀδωναῒ Κύ ριος, ὅτι Ἀπώσομαι αὐτοὺς εἰς τὰ ἔθνη, καὶ διασκορπιῶ αὐτοὺς εἰς πᾶσαν τὴν γῆν, καὶ ἔσο μαι αὐτοῖς εἰς ἁγίασμα μικρὸν ἐν ταῖς χώραις, οὗ ἂν εἰσέλθωσιν ἐκεῖ
'Thus says the Lord Adonai: Because I have thrust them away among the nations, and scattered them into all the earth, yet I will be to them a small sanctuary in the lands wherever they enter.'
「主耶和華如此說:我雖將他們趕逐到列國中,分散在各地,我卻要在他們所到的各地作他們暫時的聖所。」
1:896
Τέως μὲν γὰρ αὐτοὺς αἰ χμαλώτους, καὶ μετοίκους, καὶ σποράδας πεποίηκα·
For meanwhile I have made them captives, exiles, and scattered ones;
因為目前我已使他們成為被擄的、遷徙的、四散的人;
1:897
ἀλλ' ὅμως ἐν τῇ μετοικίᾳ, τῇ προσδοκίᾳ τῆς τῶν συμφορῶν μεταβολῆς, καὶ τῇ ἐλπίδι τῶν ἀγαθῶν, παραψυχὴν αὐτοῖς παρέξομαι·
yet nevertheless, in their exile, by the expectation of a change of their calamities and by the hope of good things, I will furnish them consolation;
然而縱使在被擄之中,我要藉著災禍轉變的盼望,並美善之事的指望,賜給他們安慰;
1:898
καὶ τοῦτο παρ εδήλωσεν εἰπών·
and this He indicated by saying:
祂便藉著這話指明了此事,說:
1:899
Ἔσομαι αὐτοῖς εἰς ἁγίασμα μι κρόν. Οὐκ εἰς μακρὰν δὲ πάλιν αὐτοὺς ἀποκατα στήσω, καὶ εἰς τὴν πατρῴαν ἐπανάξω γῆν
'I will be to them a small sanctuary.' And not long after, I will again restore them, and bring them back to their ancestral land.
「我要作他們暫時的聖所。」而過不多時,我又要使他們復興,領他們回到祖先之地。
1:900
Συνάξω γὰρ, φησὶν, αὐτοὺς ἐκ τῶν ἐθνῶν, καὶ εἰσδέξομαι αὐτοὺς ἐκ τῶν χωρῶν, οὗ διέσπειρα αὐτοὺς ἐν αὐταῖς·
'For I will gather them,' He says, 'from among the nations, and receive them out of the lands wherein I scattered them;
祂說:「我必從列國招聚他們,從我所分散他們去的各地收納他們;
1:901
καὶ δώσω αὐ τοῖς τὴν γῆν τοῦ Ἰσραὴλ, καὶ εἰσελεύσονται ἐκεῖ, καὶ ἐξάξουσι πάντα τὰ βδελύγματα αὐτῆς, καὶ πάσας τὰς ἀνομίας αὐτῆς ἐξ αὐτῆς
and I will give them the land of Israel, and they shall enter there, and shall remove all its abominations and all its lawless deeds out of it.'
我要將以色列地賜給他們,他們必進到那裡,並要從其中除掉一切可憎之物與一切不法之事。」
1:902
Τοῦτο δὲ ἡ τοῦ Ἔσδρα ἱστορία διδάσκει, καὶ τῶν Μακκα βαίων ἡ συγγραφή
This the history of Ezra teaches, and the writing of the Maccabees.
這事有以斯拉的史記所教導,也有馬加比的記載為證。
1:903
Μετὰ γὰρ τὴν ἀπὸ Βαβυλῶνος ἐπάνοδον, τῆς τῶν εἰδώλων ἀποστάντες λατρείας, ἐπιμελῶς τὸν τῶν ὅλων Θεὸν θεραπεύοντες διετέλουν
For after the return from Babylon, having departed from the worship of idols, they continued diligently to serve the God of all.
因為從巴比倫歸回之後,他們離棄了偶像的敬拜,殷勤地事奉萬有的神。
1:904
Καὶ δώσω αὐτοῖς, φησὶ, καρδίαν ἑτέραν, καὶ πνεῦμα καινὸν δώσω αὐτοῖς
'And I will give them another heart,' He says, 'and a new spirit I will give them;'
祂說:「我要賜給他們另一個心,並將新靈賜給他們;」
1:905
πνεῦμα δὲ καινὸν ἐκάλεσε τὴν ἐπὶ τὰ καλὰ τῆς ψυχῆς ὁρμήν·
and by 'a new spirit' He called the soul's impulse toward good things;
所謂「新靈」,祂乃是指心靈朝向美善之事的趨向;
1:906
ἐπειδὴ γὰρ εἰς τἀναντία ἔῤῥεπον, τὴν ἐπὶ τὸ κρεῖττον μετα βολὴν καινὸν προσηγόρευσε πνεῦμα·
for since they had inclined toward the opposite, He named the change for the better a new spirit;
因為他們既曾傾向相反的事,祂便把那朝向更美之事的轉變稱為新靈;
1:907
ὥσπερ γὰρ εἰρηκὼς ἑτέραν καρδίαν, οὐ φύσεως μεταβολὴν ἐσήμανεν, ἀλλὰ τῆς γνώμης τὴν ἐπὶ τὸ κρεῖττον ῥοπήν·
for just as in saying 'another heart' He did not signify a change of nature, but the mind's inclination toward the better,
正如祂說「另一個心」時,所指的並非性體的改變,而是心意朝向更美之事的傾向,
1:908
οὕτω καὶ διὰ τοῦ πνεύματος τοῦ καινοῦ ταυτὸ τοῦτο ἐδήλωσε·
so also by 'the new spirit' He made known this same thing;
照樣,祂藉著「新靈」所彰顯的也是同一件事;
1:909
μαρτυρεῖ δὲ καὶ τὰ ἐπαγόμενα·
and the words that follow bear witness to this;
接下來所說的話也為此作見證;
1:910
Καὶ ἐκσπάσω γὰρ, φησὶ, τὴν καρδίαν τὴν λιθίνην ἐκ τῆς σαρκὸς αὐτῶν, καὶ δώσω αὐτοῖς καρδίαν σαρκίνην. Καὶ οὐδεὶς ἂν τῶν ἐχεφρόνων φύσιν λίθου τὴν λιθίνην ὑπολάβοι καρδίαν, ἀλλὰ τὴν ἀπειθῆ, καὶ ἀτεράμονα, καὶ εἴκειν Θεῷ μὴ βουλομένην·
'For I will draw out,' He says, 'the heart of stone from their flesh, and I will give them a heart of flesh.' And no one of sound mind would suppose the 'heart of stone' to be of the nature of stone, but rather the heart that is disobedient, hard, and unwilling to yield to God.
祂說:「我必從他們的肉體中除去石心,將肉心賜給他們。」凡有理智的人,都不會以為「石心」是石頭的性質,而是指那悖逆、剛硬、不肯向神順服的心。
1:911
σαρκίνην δὲ πάλιν, τὴν εὐπειθῆ καὶ εὐήκοον
And 'a heart of flesh' again signifies the heart that is compliant and obedient.
而「肉心」則再次表明那順從而聽命的心。
1:912
Ὅπως ἐν τοῖς προστάγμασί μου πορεύων ται, καὶ τὰ δικαιώματά μου φυλάσσωνται, καὶ ποιήσωσιν αὐτὰ, καὶ ἔσονταί μοι εἰς λαὸν, καὶ ἐγὼ ἔσομαι αὐτοῖς εἰς Θεόν
'That they may walk in my ordinances, and keep my statutes, and do them; and they shall be my people, and I will be their God.'
「使他們遵行我的律例,謹守我的典章,並且遵行;他們要作我的子民,我要作他們的神。」
1:913
Τῆς γὰρ πολιτείας αὐτῶν λοιπὸν κατὰ τοὺς ἐμοὺς ἐπιτελουμένης νόμους, ἐγὼ μὲν αὐτῶν κληθήσομαι Θεὸς, αὐτοὶ δὲ λαὸς ἐμὸς χρηματίσουσι
For once their manner of life is henceforth ordered according to my laws, I shall be called their God, and they shall be reckoned my people.
因為他們的生活從此既按我的律法而行,我就要被稱為他們的神,而他們也要被稱為我的子民。
1:914
Ταῦτα εἰρηκὼς περὶ τῶν ἤδη δορυ αλώτων γενομένων, πάλιν ἐπανάγει τὸν λόγον περὶ τῶν τὴν Ἱερουσαλὴμ τηνικαῦτα οἰκούντων
Having said these things concerning those who had already been taken captive by the sword, he again brings his discourse back to those who at that time dwelt in Jerusalem.
他既說了這些關於那已被刀劍擄去之人的話,便再次把話題轉回那時住在耶路撒冷的人。
1:915
Αὐτῶν δὲ, φησὶν, εἰς τὴν καρδίαν τῶν βδελυγμάτων αὐτῶν, καὶ τῶν ἀνομιῶν αὐτῶν ἡ καρδία αὐτῶν ἐπορεύετο, τὰς ὁδοὺς αὐτῶν εἰς κεφαλὰς αὐτῶν δέδωκα, λέγει Ἀδωναῒ Κύριος
'But as for them,' he says, 'their heart went after the heart of their abominations and of their iniquities; I have recompensed their ways upon their heads, saith Adonai the Lord.'
他說:「至於他們,他們的心隨從他們可憎之物和他們罪孽的心;我已將他們所行的報應在他們頭上,這是主耶和華說的。」
1:916
Τούτοις δὲ, φησὶν, ἐπειδὴ τοῖς ἐκείνων οὐκ ἐσωφρο νίσθησαν κακοῖς, ἀλλὰ τῇ ἀσεβείᾳ προστετηκότες διατελοῦσι, τὰς ἀξίας τῶν τολμημάτων ἐπάξω δίκας
'To these,' he says, 'since they were not brought to their senses by the misfortunes of those others, but continue clinging fast to impiety, I will bring upon them the penalties deserved by their reckless deeds.'
他說:「對這些人,既然他們沒有因那些人的災禍而醒悟,反倒始終堅執於不敬虔,我就要按他們妄行所當受的降下刑罰。」
1:917
Καὶ ἐξῆραν τὰ Χερουβὶμ τὰς πτέρυγας αὐτῶν, καὶ οἱ τροχοὶ ἐχόμενοι αὐτῶν, καὶ ἡ δόξα Θεοῦ Ἰσραὴλ ἐπ' αὐτὰ ὑπεράνω αὐτῶν
'And the cherubim lifted up their wings, and the wheels beside them, and the glory of the God of Israel was upon them, above them.'
「基路伯展開翅膀,輪子在牠們旁邊;以色列神的榮耀在牠們以上,在牠們之上。」
1:918
Καὶ ἀνέβη ἡ δόξα Κυρίου ἐκ μέσης τῆς πόλεως, καὶ ἔστη ἐπὶ τοῦ ὄρους, ὃ ἦν ἀπέναντι τῆς πόλεως
'And the glory of the Lord went up from the midst of the city, and stood upon the mountain which was over against the city.'
「耶和華的榮耀從城中上升,停在城東的山上。」
1:919
Τούτων, φησὶν, οὕτως εἰρημένων, ἀπέστη ἐκ τῆς πόλεως τὰ Χερουβὶμ, φέροντα τοῦ Θεοῦ τὴν δόξαν ἐποχουμένην·
'When these things,' he says, 'had thus been spoken, the cherubim departed from the city, bearing the glory of God riding upon them;'
他說:「這些話既如此說了,基路伯便離開了城,承載著騎乘其上之神的榮耀;」
1:920
ἔστη δὲ ἐπὶ τοῦ ὄρους κατέναντι Ἱε ρουσαλήμ·
'and it stood upon the mountain opposite Jerusalem;'
「並停在耶路撒冷對面的山上;」
1:921
ἔστι δὲ τοῦτο τὸ ὄρος τὸ τῶν Ἐλαιῶν καλούμενον, ὅθεν καὶ ἡ κατὰ σάρκα τοῦ Σωτῆρος ἡμῶν ἀνάληψις ἐγένετο·
and this is the mountain called the Mount of Olives, whence also the assumption of our Saviour according to the flesh took place;
這座山就是所稱的橄欖山,我們救主按肉身的升天也是從那裡發生的;
1:922
εἰκότως τοίνυν καὶ τηνι καῦτα ἐν ἀνθρωπείῳ φανεὶς σχήματι, καὶ τὰς δύο φύσεις ἑνὶ δείξας προσώπῳ, καὶ τὴν μὲν θείαν διὰ τοῦ πυρὸς αἰνιξάμενος, διὰ τοῦ ἠλέκτρου δὲ τὴν ἀνθρωπείαν παραδηλώσας, κατὰ τῆς Ἱερουσαλὴμ τὴν ψῆφον ἐξενεγκὼν εἰς τὸ ὄρος τοῦτο χωρεῖ, κἀκεῖ θεν ποιεῖται τὴν εἰς οὐρανοὺς ἄνοδον·
fittingly therefore at that time too, having appeared in human form and having shown the two natures in one person—intimating the divine nature by the fire, and disclosing the human by the amber—having pronounced the verdict against Jerusalem, he withdraws to this mountain, and thence makes his ascent into the heavens;
所以那時他也恰當地以人的形狀顯現,並在一個位格中彰顯了兩性——藉著火暗示神性,藉著琥珀般的光顯明人性——他既對耶路撒冷宣告了判決,便退到這座山上,並從那裡升入諸天;
1:923
καὶ γὰρ μετὰ τὸν σταυρὸν, καὶ τὸν θάνατον, τὴν κατὰ τῆς Ἱερουσαλὴμ ψῆφον πάλιν ἐξενεγκὼν, ὅτι οὐ μὴ μείνῃ λίθος ἐπὶ λίθον ὃς οὐ μὴ καταλυθῇ, εἰς τὸ ὄρος ἐκεῖνο. μετὰ τῶν μαθητῶν ἀνελθὼν, ὑπὸ νοερῶν καὶ ἀορά των φερόμενος δυνάμεων εἰς τοὺς οὐρανοὺς ἀνελή φθη
for indeed after the cross and death, having again pronounced the verdict against Jerusalem, that not one stone should be left upon another that should not be thrown down, he went up with his disciples to that mountain, and, borne aloft by the spiritual and invisible powers, was taken up into the heavens.
因為的確在十字架與死亡之後,他再次對耶路撒冷宣告了判決,說沒有一塊石頭留在石頭上而不被拆毀,他便與門徒一同上了那座山,並被那屬靈與不可見的能力承載,被接入諸天。
1:924
Τύπος τοίνυν τῶν ἐσομένων καὶ τὰ τῷ προφήτῃ δειχθέντα·
The things shown to the prophet were therefore a type of the things to come;
所以向先知所顯明的事乃是將來之事的預表;
1:925
οὕτω δὲ ταῦτα θεασάμενος, φησίν·
and having beheld these things thus, he says:
他既如此看見了這些事,便說:
1:926
Πνεῦμα ἀνέλαβέ με, καὶ ἤγαγέ με εἰς γῆν Χαλδαίων ἐν ὁράσει ἐν Πνεύματι Θεοῦ
'The Spirit took me up, and brought me into the land of the Chaldeans, in a vision, in the Spirit of God.'
「聖靈將我舉起,在異象中,藉著神的靈,把我帶到迦勒底人之地。」
1:927
Οὐ γὰρ κατὰ ἀλήθειαν, φησὶ, σωματικῶς, νῦν μὲν εἰς τὴν Ἰουδαίαν, νῦν δὲ εἰς γῆν Χαλδαίων μετεφερόμην, ἀλλ' ὁράσει, τουτέστιν ἐν ὀπτασίᾳ·
'For it was not in reality,' he says, 'that I was bodily transported, now into Judea, now into the land of the Chaldeans, but in a vision'—that is, in a mystic sight.
他說:「因為並不是真實地按著肉身,一時被帶到猶大,一時被帶到迦勒底人之地,而是在異象中」——也就是說,在神視之中。
1:928
Καὶ τοῦτο σαφέστερον ποιῶν ἐπήγαγε·
And making this clearer, he added:
他為要把這說得更清楚,就接著說:
1:929
Καὶ ἀνέβην ἀπὸ τῆς ὁράσεως, ἧς εἶδον
'And I went up from the vision which I saw.'
「我就從我所見的異象中上升。」
1:930
(κεʹ.) Καὶ ἐλάλησα πρὸς τὴν αἰχμαλωσίαν πάντας τοὺς λόγους τοῦ Κυρίου, οὓς ἔδειξέ μοι
(v. 25) 'And I spoke to the captivity all the words of the Lord, which he had shown me.'
(第二十五節)「我把耶和華指示我的一切話都對被擄的人說了。」
1:931
Εἰς ἐμαυτὸν, φησὶν, ἐπανῆλθον, τῆς πνευματικῆς θεωρίας τέλος λαβούσης·
'I returned to myself,' he says, 'the spiritual contemplation having come to an end;'
他說:「屬靈的默觀既已終了,我就回到我自己;」
1:932
καὶ ἐκεῖνα μὲν οὐκέτι ἑώρων, μόνους δὲ τοὺς συμπαρόντας πρεσβυτέρους, οἷς καὶ διηγησάμην ἕκαστον, ὧν τε εἶδον, ὧν τε ἀκήκοα·
'and those things I saw no more, but only the elders present with me, to whom I also related each thing, both what I had seen and what I had heard;'
「那些事我不再看見了,只看見與我同在的長老們,我也向他們述說了每一件事,就是我所看見的和所聽見的;」
1:933
ἀλλὰ καιρὸς νῦν εἰπεῖν τὴν εὐαγγελικὴν ἐκείνην φωνὴν, Μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται. Ἱκανῶς γὰρ τοῦτο ἡμᾶς καὶ τὰ εἰρημένα ἐδίδαξε·
but it is now the moment to utter that Gospel saying, 'Blessed are the pure in heart, for they shall see God.' For this both the foregoing things have sufficiently taught us;
但如今正是說出那福音話語的時候:「清心的人有福了,因為他們必得見神。」因為這一點,前面所說的也已充分教導了我們;
1:934
πολλῶν γὰρ κατὰ ταυτὸν καθ ημένων, μόνος ὁ προφήτης τῆς πνευματικῆς ἐκείνης ἀπήλαυσε θεωρίας
for while many were seated together in the same place, the prophet alone enjoyed that spiritual contemplation.
因為當許多人一同坐在同一處時,唯獨先知得享那屬靈的默觀。
1:935
Ταύτης τυχεῖν τῆς καθαρότητος καὶ ἡμεῖς σπουδάσωμέν τε καὶ ἱκετεύσωμεν, ἵνα πάσης λύμης ἀπαλλαγέντες, ἐνδελεχῶς μὲν ἐπὶ τοῦ παρόντος βίου τοῦ Θεοῦ τὴν μνήμην ἐν τῇ ψυχῇ περιφέρωμεν, μετὰ παῤῥησίας δὲ αὐτὸν ἰδεῖν ἀξιω θῶμεν ἐν τῇ τῆς ἐπιφανείας ἡμέρᾳ
Let us too be earnest to attain this purity and let us implore it, that being freed from every defilement, we may unceasingly bear the remembrance of God in our soul throughout the present life, and may be deemed worthy to behold him with boldness in the day of his appearing.
願我們也殷勤追求並懇求得著這潔淨,好叫我們脫離一切玷污,在今生不斷地在心中懷念神,並被算為配得在他顯現的日子坦然無懼地見他。
1:936
Αὐτῷ πρέπει ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων
To him belongs the glory unto the ages of ages.
願榮耀歸與他,直到世世代代。
1:937
Καὶ ἐγένετο λόγος Κυρίου πρός με, λέ γων·
'And the word of the Lord came to me, saying:'
「耶和華的話臨到我,說:」
1:938
Υἱὲ ἀνθρώπου, ἐν μέσῳ οἴκου παραπικραί νοντος σὺ κατοικεῖς·
'Son of man, thou dwellest in the midst of a provoking house;'
「人子啊,你住在悖逆之家的中間;」
1:939
οἳ ἔχουσιν ὀφθαλμοὺς τοῦ βλέπειν, καὶ οὐ βλέπουσι, καὶ τὰ ὦτα ἔχουσι τοῦ ἀκούειν, καὶ οὐκ ἀκούουσι, διότι οἶκος παρα πικραίνων ἐστί
'who have eyes to see, and see not, and have ears to hear, and hear not, because they are a provoking house.'
「他們有眼可看卻看不見,有耳可聽卻聽不見,因為他們是悖逆之家。」
1:940
Τὴν ἐπ' ἄμφω τῆς ψυχῆς ῥοπὴν ὁ λόγος ἐδήλωσεν·
The word declared the soul's inclination in both directions;
這話表明了魂在兩方面的傾向;
1:941
ἐνώπιον αὐτῶν, καὶ αἰχμαλωτευθήσῃ ἀπὸ τοῦ τόπου σου εἰς τόπον ἕτερον ἐνώπιον αὐτῶν, ὅπως ἴδωσι, διότι οἶκος παραπικραίνων ἐστί
'before them, and thou shalt be led captive from thy place to another place before them, that they may see, because they are a provoking house.'
「在他們眼前,你必從你的地方被擄到別處,在他們眼前,好叫他們看見,因為他們是悖逆之家。」
1:942
Καὶ σαφέστερα τὰ εἰρημένα ποιῶν ἐπάγει·
And making what was said clearer, he adds:
他為要把所說的說得更明白,就接著說:
1:943
Καὶ ἐξοίσεις τὰ σκεύη σου, ὡς σκεύη αἰχμαλωσίας ἡμέρας, κατ' ὀφθαλμοὺς αὐτῶν, καὶ σὺ ἐξελεύσῃ ἑσπέρας ἐνώπιον αὐτῶν, ὡς ἐκπο ρεύεται αἰχμάλωτος
'And thou shalt bring forth thy vessels, as vessels for captivity by day, before their eyes; and thou shalt go forth at evening in their sight, as a captive goeth forth.'
「你要在他們眼前把你的物件搬出去,好像預備被擄搬遷的物件;到了晚上,你要在他們眼前出去,像被擄的人出去一樣。」
1:944
Ἐπ' ὤμων ἀναληφθήσῃ, καὶ κεκρυμμένος ἐξ ελεύσῃ, τὸ πρόσωπόν σου συγκαλύψεις, καὶ οὐ μὴ ἴδῃς τὴν γῆν·
'Upon thy shoulders shalt thou be borne up, and thou shalt go forth in secret; thou shalt cover thy face, and shalt not see the ground;'
「你要背在肩頭上,暗中出去;你要蒙住臉,看不見地;」
1:945
διότι τέρας δέδωκά σε τῷ οἴκῳ Ἰσραήλ
'for I have appointed thee as a sign to the house of Israel.'
「因為我已立你作以色列家的預兆。」
1:946
Μίμησαι, φησὶ, πολιορκούμενόν τινα, εἶτα τῆς πόλεως ἁλισκομένης, καὶ φεύγειν ἀναγκαζ όμενον, καὶ διορύττοντα τοῖχον, καὶ ἔξοδον ἐπινο οῦντα, καὶ τὸ πρόσωπον συγκαλύπτοντα, ἵνα μὴ γνώριμος τοῖς ὁρῶσι γένηται·
'Imitate,' he says, 'one who is being besieged, then, when the city is taken, one compelled to flee, and to dig through a wall, and to contrive an exit, and to cover his face, that he may not become recognizable to those who see him;'
他說:「你要模仿一個被圍困的人,然後當城被攻取時,一個被迫逃亡的人,挖穿牆壁,設法出逃,並蒙住臉,免得被看見他的人認出來;」
1:947
διὰ σοῦ γὰρ βούλομαι ταῦτα ποιοῦντος προσημῆναι τοῖς τὴν Ἱερουσαλὴμ οἰκοῦσι τὴν ἐσομένην αἰχμαλωσίαν
'for through thee doing these things I wish to foreshow to those dwelling in Jerusalem the captivity that is to come.'
「因為我要藉著你做這些事,向那些住在耶路撒冷的人預示將要來到的被擄。」
1:948
Τούτων δὲ ἕκα στον σαφέστερον ἡμᾶς ὁ θεσπέσιος Ἱερεμίας διδά σκει, διηγούμενος ὅπως ὁ Σεδεκίας, τῆς πόλεως ἁλού σης, μετὰ τῶν οἰκείων καὶ τῶν δορυφόρων ἐδραπέ τευσε νύκτωρ, ἔξοδόν τινα μηχανησάμενος διὰ τοῦ κήπου τῶν βασιλείων
Each of these things the divinely inspired Jeremiah teaches us more clearly, narrating how Zedekiah, when the city was captured, fled by night with his household and his guards, having devised a certain exit through the garden of the royal palace.
這其中的每一件事,那受神感的耶利米更清楚地教導我們,他敘述西底家在城被攻取時,如何與他的家眷和護衛在夜間逃跑,藉著王宮的園子設計了一條出路。
1:949
Εἶτα διδάσκει ὁ προφήτης, ὡς τῶν εἰρημένων ἕκαστον εἰς πέρας ἤγαγε, ἅτε δὴ θεῖα πληρῶν ἐπιτάγματα
Then the prophet teaches how he brought each of the things spoken to fulfillment, inasmuch as he was carrying out the divine commands.
然後先知教導說,他如何將所說的每一件事付諸實行,因為他是在成就神的命令。
1:950
Τούτων δὲ, φησὶν, οὕτω παρ' ἐμοῦ γενομένων, ηʹ–ιαʹ
'When these things,' he says, 'had thus been done by me' (vv. 8–11).
他說:「這些事既如此由我做了」(第八至十一節)。
1:951
Ἐγένετο λόγος Κυρίου τοπρωῒ πρός με, λέγων·
'The word of the Lord came to me in the morning, saying:'
「早晨,耶和華的話臨到我,說:」
1:952
Υἱὲ ἀνθρώπου, οὐκ εἶπε πρὸς σὲ ὁ οἶκος τοῦ Ἰσραὴλ, ὁ οἶκος ὁ παραπικραίνων·
'Son of man, hath not the house of Israel, the provoking house, said to thee:'
「人子啊,以色列家,就是那悖逆之家,豈不是對你說:」
1:953
Τί σὺ ποιεῖς; Εἰπὲ πρὸς αὐτούς·
'What art thou doing? Say to them:'
「你在做什麼呢?你要對他們說:」
1:954
Τάδε λέγει Ἀδωναῒ Κύριος τῷ ἄρχοντι καὶ ἀφηγουμένῳ ἐν Ἱερουσαλὴμ, καὶ παντὶ οἴκῳ Ἰσραὴλ, οἵ εἰσιν ἐν μέσῳ αὐτῶν
'Thus saith Adonai the Lord to the ruler and prince in Jerusalem, and to all the house of Israel who are in the midst of them.'
「主耶和華如此說,論到耶路撒冷的君王和首領,並在他們中間的以色列全家。」
1:955
Εἰπὲ, ὅτι Ἐγὼ τέρας ποιῶ, ὃν τρόπον πεποίηκα, οὕτως ἔσται αὐτοῖς, ἐν μετοικήσει καὶ αἰχμαλωσίᾳ πορεύσονται
'Say: I am doing a sign; as I have done, so shall it be to them; they shall go into removal and captivity.'
「你要說:我是作一個預兆的;我怎樣行,他們也必怎樣遭遇;他們必被遷移,被擄去。」
1:956
Ἐρωτώμενος, φησὶ, παρὰ τῶν ἀπειθῶν τούτων καὶ ἀντιτύπων, τῶν ὑπὸ σοῦ γινομένων τὴν αἰτίαν, σαφῶς αὐτοῖς εἰπὲ, ὅτι Τέρας ὑμῖν ἐγώ εἰμι καὶ σημεῖον, διὰ τῶν πραγμά. των προφητεύων, καὶ ἐν ἐμαυτῷ σκιογραφῶν, τά τε τῷ βασιλεῖ τῆς Ἱερουσαλὴμ, καὶ πᾶσι τοῖς ἄρχουσι συμβησόμενα
'Being asked,' he says, 'by these disobedient and stubborn ones the reason for the things done by thee, say plainly to them: I am for you a portent and a sign, prophesying through these deeds and sketching out in myself the things that shall befall both the king of Jerusalem and all the rulers.'
他說:「當你被這些悖逆頑梗的人問到你所做之事的緣由時,你要明明地對他們說:我對你們乃是一個奇兆和記號,藉著這些行動說預言,並在我自己身上描畫出那將要臨到耶路撒冷的王和一切首領的事。」
1:957
Καὶ ὁ ἄρχων γὰρ αὑτῶν ἐν μέσῳ αὐτῶν ἐπ' ὤμων ἀρθήσεται, καὶ κεκρυμμένως ἐξελεύσεται διὰ τοῦ τοίχου, καὶ διορύξει τοῦ ἐξελθεῖν αὐτὸν δι' αὐτοῦ·
'For their ruler too, in the midst of them, shall be lifted upon shoulders, and shall go forth secretly through the wall, and shall dig through it that he may go out through it;'
「他們的首領也必在他們中間被背在肩上,暗中從牆壁出去,並挖穿牆壁,好從那裡出去;」
1:958
τὸ πρόσωπον αὑτοῦ συγκαλύψει, ὅπως μὴ ὁραθῇ ὀφθαλμοῖς, καὶ αὐτὸς τὴν γῆν οὐκ ὄψεται
'he shall cover his face, that he be not seen with the eyes, and he himself shall not see the ground.'
「他必蒙住臉,免得被眼看見,他自己也看不見地。」
1:959
Ἀλλ' ὅμως καὶ οὕτω ποιούμενος τὴν φυγὴν, καὶ πάντα μηχανώμενος ὥστε λαθεῖν, συλληφθήσεται παρὰ τῶν πολεμίων
Yet nevertheless, even though making his flight in this manner and contriving everything so as to escape notice, he shall be seized by the enemies.
然而,即使他如此逃亡,設法用盡一切手段以求隱匿,他仍要被仇敵擒獲。
1:960
Καὶ ἐκπετάσω, φησὶ, τὸ δίκτυόν μου ἐπ' αὐτὸν, καὶ συλληφθήσεται ἐν τῇ περιοχῇ μου, καὶ ἄξω αὐτὸν εἰς Βαβυλῶνα εἰς γῆν Χαλδαίων, καὶ αὐτὴν οὐκ ὄψεται, καὶ ἐκεῖ τελευτήσει
'And I will spread out,' he says, 'my net over him, and he shall be caught in my snare, and I will bring him to Babylon, into the land of the Chaldeans; yet he shall not see it, and there he shall die.'
他說:「我要把我的網撒在他身上,他必被我的羅網捉住;我要把他帶到迦勒底人之地的巴比倫,他卻看不見那地,並要死在那裡。」
1:961
Ταῦτα δὲ καὶ ἡ τετάρτη τῶν Βασιλειῶν, καὶ ὁ μακάριος Ἱερεμίας σαφῶς διδάσκει
These things both the fourth book of Kingdoms and the blessed Jeremiah teach clearly.
這些事,列王紀下和那有福的耶利米都清楚地教導。
1:962
Καὶ πάντας, φησὶ, τοὺς κύκλῳ αὐτοῦ τοὺς βοηθοὺς αὐτοῦ, καὶ πάντας τοὺς ἀντιλαμ βανομένους αὐτοῦ, διασπερῶ εἰς πάντα ἄνεμον, καὶ ῥομφαίαν ἐκχεῶ ὀπίσω αὐτῶν
'And all,' he says, 'that are round about him, his helpers, and all that support him, I will scatter to every wind, and I will draw out a sword after them.'
他說:「凡在他四圍幫助他的,和一切扶助他的,我都要分散到四方,並要拔刀追趕他們。」
1:963
Καὶ γνώσον ται ὅτι ἐγώ εἰμι Κύριος, ἐν τῷ διασκορπίσαι με αὐτοὺς ἐν τοῖς ἔθνεσι, καὶ διασπερῶ αὐτοὺς ἐν ταῖς χώραις
'And they shall know that I am the Lord, when I disperse them among the nations, and I will scatter them among the countries.'
「當我把他們分散在列國、四散在各地時,他們就知道我是耶和華。」
1:964
εἰσῆλθον ἐκεῖ, καὶ γνώσον ται ὅτι ἐγὼ Κύριος
'they went in thither, and they shall know that I am the Lord.'
「他們到了那裡,就必知道我是耶和華。」
1:965
Αὐτοὶ δὲ οὗτοι, φησὶν, οἳ λεί ψανον ἔσονται τοῦ λιμοῦ, καὶ τοῦ θανάτου, καὶ τῆς πολεμικῆς σφαγῆς, κατήγοροι τῆς οἰκείας δυσσεβείας καὶ τῆς παρανομίας γενήσονται, διδάσκοντες τὰ ἔθνη ὧν εἰσι μέτοικοι, ὡς δίκας τίνουσιν ὧν εἰς ἐμὲ πεπλημμελήκασι
'But these same,' he says, 'who shall be a remnant from the famine, and from death, and from the slaughter of war, shall become accusers of their own impiety and lawlessness, teaching the nations among whom they are sojourners that they are paying the penalty for the offenses they have committed against me.'
他說:「但這些人,就是從饑荒、死亡和刀劍之殺戮中所剩下的,必成為他們自己不敬虔和不法之事的控告者,向他們寄居之地的列國宣告,說他們正在為所犯干犯我的罪付出代價。」
1:966
Καὶ ἐγένετο λόγος Κυρίου πρός με, λέγων·
'And the word of the Lord came to me, saying:'
「耶和華的話臨到我,說:」
1:967
Υἱὲ ἀνθρώπου, τὸν ἄρτον σου μετ' ὀδύνης φαγῇ, καὶ τὸ ὕδωρ σου μετὰ βασάνου καὶ θλί ψεως πιεῖ
'Son of man, thou shalt eat thy bread with pain, and thou shalt drink thy water with torment and affliction.'
「人子啊,你要憂愁地吃你的飯,戰兢憂慮地喝你的水。」
1:968
Καὶ τοῦτο πάλιν σημεῖον τοῦ κατὰ τὴν πολιορκίαν γενησομένου λιμοῦ
And this again is a sign of the famine that shall come to pass during the siege.
而這又是圍困期間將要臨到之饑荒的一個記號。
1:969
Καὶ ἐρεῖς πρὸς τὸν λαὸν τῆς γῆς·
'And thou shalt say to the people of the land:'
「你要對這地的百姓說:」
1:970
Τάδε λέγει Ἀδωναῒ Κύριος τοῖς κατοικοῦσιν Ἱερουσαλὴμ καὶ ἐπὶ τῆς γῆς τοῦ Ἰσραήλ·
'Thus saith Adonai the Lord to those who dwell in Jerusalem and upon the land of Israel:'
「主耶和華如此說,論到那些住在耶路撒冷和以色列地上的人:」
1:971
Τοὺς ἄρτους αὑτῶν μετ' ἐνδείας φάγονται, καὶ τὸ ὕδωρ αὑ τῶν μετ' ἀφανισμοῦ πίονται, ὅπως ἀφανισθῇ ἡ γῆ σὺν πληρώματι αὑτῆς, ἐν ἀσεβείᾳ πάντων τῶν κατοικούντων ἐν αὐτῇ
'They shall eat their bread in want, and drink their water in desolation, that the land may be made desolate with all its fullness, in the impiety of all who dwell in it.'
「他們必在匱乏中吃飯,在荒涼中喝水,使那地連同其中所充滿的都成為荒涼,因其中一切居民的不敬虔。」
1:972
Καὶ αἱ πόλεις αὐ τῶν αἱ κατοικούμεναι ἐξερημωθήσονται, καὶ ἡ γῆ εἰς ἀφανισμὸν ἔσται, καὶ ἐπιγνώσεσθε ὅτι ἐγὼ Κύριος
'And their inhabited cities shall be laid waste, and the land shall be for desolation; and ye shall know that I am the Lord.'
「他們有人居住的城邑必變為荒場,地也必變為荒涼;你們就知道我是耶和華。」
1:973
Ἐπειδὴ γὰρ ἀπολαύοντες τῶν παρ' ἐμοῦ ἀγαθῶν, καὶ τοῖς ἀπὸ γῆς ἐντρυφῶντες καρποῖς, ἠγνοεῖτε τὸν δοτῆρα, καὶ ἀγνώμονες περὶ τὸν εὐερ γέτην ἐγένεσθε, ἐν τῇ στερήσει τῶν ἀγαθῶν καὶ τῇ τῶν πόλεων ἐρημίᾳ τὴν ἐμὴν μαθήσεσθε δεσποτείαν
'For since, while enjoying the good things from me, and reveling in the fruits of the earth, you were ignorant of the giver, and became thankless toward your benefactor, in the deprivation of good things and in the desolation of your cities you shall learn my lordship.'
「因為你們既享受了從我而來的美物,並縱情於地上的果實,卻不認識那賜予者,對施恩者忘恩負義,你們就要在美物的剝奪和城邑的荒涼中,認識我的主權。」
1:974
Ταῦτα δὲ τοῖς ἐν Ἱεροσολύμοις προηγόρευσεν ὁ προφήτης ἐν τῇ αἰχμαλωσίᾳ τυγχάνων, τοῦ Θεοῦ βουλομένου, καὶ τοὺς ἤδη γενομένους αἰχμαλώτους ψυχαγωγεῖν, ὅτι οὐ μόνοι τοιαῦτα πεπόνθασιν, ἀλλὰ καὶ τοὺς ἄλλους σχήσουσι κοινωνούς·
These things the prophet foretold to those in Jerusalem while he himself was in the captivity, God willing both to console those who had already become captives—that they had not suffered such things alone, but would have the others also as fellow-sufferers—
這些事,先知在自己被擄時向那些在耶路撒冷的人預先宣告,因為神既要安慰那些已經成為被擄之人——叫他們知道並非只有他們獨受這樣的苦,其餘的人也要與他們同受——
1:975
καὶ τοὺς ἔτι τὴν Ἱερουσαλὴμ οἰκοῦντας, φόβῳ τῆς τῶν κακῶν προφητείας, πεῖσαι θέλων παύσασθαι τῆς πονηρίας
and, wishing by the fear of the prophecy of evils to persuade those still dwelling in Jerusalem to cease from their wickedness.
又要藉著災禍預言所帶來的懼怕,勸服那些仍住在耶路撒冷的人停止他們的邪惡。
1:976
Πρὸς δὲ τούτοις, ἐπειδὴ τοῖς τοῦ θείου Ἱερεμίου οἱ τὴν Ἱερουσαλὴμ οἰκοῦντες ἀντέλεγον λόγοις, καὶ τοῖς τοῦ θεσπεσίου Ἰεζεκιὴλ ὁμοίως οἱ ἐν τῇ Χαλδαίᾳ διάγοντες, ἀναγκαίως τὰ δι' ἀλλήλων βεβαιοῦσι σύμ φωνα προφητεύοντες, καὶ διὰ τῆς συμφωνίας θείους ἀποφαίνουσι τοὺς λόγους
Besides this, since those dwelling in Jerusalem contradicted the words of the divine Jeremiah, and likewise those living in Chaldea contradicted those of the inspired Ezekiel, of necessity they confirm through one another, prophesying things in agreement, and by their concord they prove their words to be divine.
此外,既然住在耶路撒冷的人反駁那神聖的耶利米的話,而住在迦勒底的人同樣反駁那受感的以西結的話,他們就必然藉著彼此的一致,說出相合的預言,並藉著這種一致證明他們的話是出於神的。
1:977
Εἰ μὲν γὰρ πλησίον ᾤκουν ἀλλήλων, ἔσχε γοῦν χώραν κατὰ τῆς τῶν λόγων συμφωνίας ἡ ὑποψία·
For if they had dwelt near one another, there would at least have been room for suspicion against the agreement of their words;
因為倘若他們是住在彼此鄰近之處,那麼對他們話語的一致就至少還有懷疑的餘地;
1:978
ἐπειδὴ δὲ πολλοῖς σταθμοῖς ἀλλήλων διείργοντο, καὶ ταυτὰ προηγόρευον, ἀναγ καίως θεῖα δείκνυται τὰ λεγόμενα
but since they were separated from one another by many stages of journey, and yet foretold the same things, of necessity what was said is shown to be divine.
但既然他們彼此相隔許多路程,卻預言了同樣的事,所說的就必然被顯明是出於神的。
1:979
Τούτου χάριν, Ἱερεμίας μὲν τοῖς ἐν τῇ Χαλδαίᾳ ἐπιστέλλει, Ἰεζεκιὴλ δὲ τοῖς ἐν τῇ Ἰουδαίᾳ, τοῦ Θεοῦ τῶν ὅλων καὶ τούτοις κἀκείνοις ὠφελείας πάντα πόρον μηχανω μένου
For this reason Jeremiah wrote to those in Chaldea, and Ezekiel to those in Judea, the God of all contriving by every means benefit both for these and for those.
為此緣故,耶利米寫信給那些在迦勒底的人,而以西結寫給那些在猶大的人,全宇宙的神用盡各樣方法為這些人和那些人謀求益處。
1:980
Καὶ ἐγένετο λόγος Κυρίου πρός με, λέγων·
'And the word of the Lord came to me, saying:'
「耶和華的話臨到我,說:」
1:981
Υἱὲ ἀνθρώπου, τίς ἡ παραβολὴ αὕτη ἐπὶ τῆς γῆς τοῦ Ἰσραὴλ λεγόντων·
Son of man, what is this parable in the land of Israel, when they say:
人子啊,在以色列地他們所說的這比喻是甚麼意思呢?他們說:
1:982
Μακρὰν αἱ ἡμέραι, ἀπόλωλε πᾶσα ὅρασις; Τί δήποτε, φησὶν, οἱ τὴν Ἰουδαίαν οἰκοῦντες λέγειν εἰώθασι τοῖς προ φήταις, ὅτι Τὰ μετὰ πολὺν ἐτῶν ἀριθμὸν ἐσόμενα προαγορεύετε, ψεῦδος ἀναμιγνύντες τοῖς λόγοις, καὶ οὐδὲν ἀληθὲς προθεσπίζοντες; κγʹ
The days are far off, and every vision has perished? Why is it, he says, that those who dwell in Judaea are accustomed to say to the prophets: 'You foretell things that will come to pass only after a great number of years,' mingling falsehood with their words and prophesying nothing true?
日子遲延,一切異象都落空了嗎?他說,為何那住在猶大地的人慣常對眾先知說:「你們所預告的乃是要在許多年之後才發生的事」,他們將虛謊摻雜在言語之中,並無預言任何真實之事?
1:983
Τάδε λέγει Ἀδωναῒ Κύριος·
Thus says Adonai the Lord:
主耶和華如此說:
1:984
Καὶ ἀποστρέψω τὴν παραβολὴν ταύτην, καὶ οὐκ ἔτι οὐ μὴ εἴπωσι τὴν παραβολὴν ταύτην ὁ οἶκος τοῦ Ἰσραὴλ, ὅτι λαλήσεις πρὸς αὐτοὺς, λέγων·
And I will turn back this parable, and no longer shall the house of Israel speak this parable; for you shall say to them, saying:
我必使這比喻止息,以色列家必不再引用這比喻;因為你要對他們說,說:
1:985
Ἠγγίκασιν αἱ ἡμέραι καὶ ὁ καιρὸς πάσης ὁράσεως
The days have drawn near, and the time of every vision.
日子臨近了,一切異象的時候也到了。
1:986
Ἐπειδὴ γὰρ τὴν μακροθυμίαν. ψευδολογίαν καλοῦσι, πεπείσθωσαν ὡς παραυτίκα τῆς προφητείας τὸ τέλος, καὶ ἐν προθύροις λοιπὸν ἡ προῤῥηθεῖσα τιμωρία φανήσεται
For since they call my longsuffering a lie, let them be persuaded that the fulfilment of the prophecy is now at hand, and that the punishment foretold will forthwith appear at the very doors.
因為他們既將我的忍耐稱作謊言,就當確信這預言的應驗已近在眼前,所預言的刑罰不久便要臨到門前顯現。
1:987
Καταπαύσω γὰρ, φησὶ, τοὺς ψευδο προφήτας ὑμῶν, τοὺς τἀναντία τοῖς ἐμοῖς προφήταις προλέγειν ἐπιχειροῦντας, καὶ ἀγαθῶν παρουσίαν ψευδῶς ὑμῖν προμηνύοντας
For I will put a stop, he says, to your false prophets, who undertake to foretell things contrary to my prophets, and who falsely announce to you the coming of good things.
他說,因為我必止息你們的假先知,就是那些擅自預言與我的眾先知相反之事,並虛謊地向你們預告美善之事將要來到的人。
1:988
Ὅτι ἐγὼ λαλήσω τοὺς λόγους μου, καὶ ποιήσω, καὶ οὐ μὴ μηκυνῶ ἔτι, διότι ἐν ταῖς ἡμέραις ὑμῶν, οἶκος Ἰσραὴλ ὁ παραπικραίνων
For I will speak my words, and will perform them, and will delay no longer; because in your days, O rebellious house of Israel,
因為我要說我的話,並且必成就,不再延遲;因為在你們的日子,悖逆的以色列家啊,
1:989
Λαλήσω λόγον, καὶ ποιήσω, λέγει Ἀδωναῒ Κύριος
I will speak the word and will perform it, says Adonai the Lord.
我要說這話,並且必成就,這是主耶和華說的。
1:990
Μὴ προσέχετε, φησὶ, τοῖς ἐμοῖς προφήταις, ὡς τηνάλλως διαλεγομένοις·
Do not heed my prophets, he says, as though they spoke idly;
他說,你們不要以為我的眾先知是徒然說話,而不去理會他們;
1:991
ἐγὼ γὰρ διὰ τούτων φθέγγομαι, καὶ θᾶττον ἢ λόγος ἐπάξω τῷ λόγῳ τὸ πέρας, ὑμᾶς ποιῶν αὐτόπτας τῆς ἀληθείας τῶν λό γων
for it is I who speak through them, and swifter than speech I will bring the word to its end, making you eyewitnesses of the truth of the words.
因為是我藉著他們發言,我要比言語更快地使這話應驗到底,叫你們親眼見證這些話的真實。
1:992
Οὐ γὰρ μὴ μηκύνωσι, φησὶν, ἔτι πάντες οἱ λόγοι μου, οὓς ἐὰν λαλήσω, ὅτι λαλήσω λόγον, καὶ ποιήσω, λέγει Ἀδωναῒ Κύριος, ΚΕΦΑΛΑΙΟΝ ΙΓʹ
For none of all my words, he says, which I shall speak, shall be delayed any longer; for I will speak a word and will perform it, says Adonai the Lord. CHAPTER XIII
他說,因為我所要說的一切話,必不再延遲;因為我要說一句話,並且必成就,這是主耶和華說的。第十三章
1:993
Κατὰ τῶν ψευδοπροφητῶν λοιπὸν τρέπει τὸν λόγον
He now turns his discourse against the false prophets.
他如今將言論轉向那些假先知。
1:994
Υἱὲ γὰρ, φησὶν, ἀνθρώπου, προφήτευσον ἐπὶ τοὺς προφήτας τοῦ Ἰσραὴλ, τοὺς προφητεύον τας
For, he says, Son of man, prophesy against the prophets of Israel who prophesy,
他說,人子啊,你要向那些說預言的以色列先知發預言,
1:995
Καὶ ἵνα μὴ ἡ ὁμωνυμία βλάβην τοῖς ἀνθρώ ποις ἀπεργάσηται (προφῆται γὰρ, καὶ οἱ ἀληθεῖς, καὶ οἱ ψευδεῖς ὠνομάζοντο), εἰκότως ἐπήγαγε·
And lest the sameness of name should bring harm upon men (for both the true and the false were called prophets), he fittingly added:
為要免得這名稱相同會使人受害(因為真先知與假先知都稱為先知),他就恰當地接著說:
1:996
Καὶ ἐρεῖς τοῖς προφήταις τοῖς προφητεύουσιν ἀπὸ καρδίας αὑτῶν. Τουτέστι, τοῖς ἐρήμοις παντελῶς τῆς τοῦ Πνεύματος ἐνεργείας, ψευδῆ δὲ ἀπὸ λογισμῶν οἰκείων φθεγγομένοις
And you shall say to the prophets who prophesy out of their own heart. That is, to those wholly destitute of the working of the Spirit, who utter falsehood out of their own reasonings.
你要對那些出於自己心意說預言的先知說。這就是說,對那些全然缺乏聖靈運行、卻憑自己的思念發出虛謊之言的人。
1:997
Καὶ προφητεύσεις, φησὶ, καὶ ἐρεῖς πρὸς αὐτούς·
And you shall prophesy, he says, and shall say to them:
他說,你要發預言,對他們說:
1:998
( γʹ.) Τάδε λέγει Ἀδωναῒ Κύριος·
(3) Thus says Adonai the Lord:
(三)主耶和華如此說:
1:999
Οὐαὶ τοῖς προφητεύουσιν ἀπὸ καρδίας αὑτῶν, τοῖς πορευομένοις ὀπίσω τοῦ πνεύματος αὑτῶν, καὶ τὸ καθόλου μὴ βλέπουσι
Woe to those who prophesy out of their own heart, who walk after their own spirit, and who see nothing at all.
那些出於自己心意說預言、隨從自己心靈、卻毫無所見的人有禍了。
1:1000
Θρῆνος, φησὶ, καταλήψεται τοὺς ὑπὸ θείου μὲν Πνεύματος οὐκ ἐνεργουμένους, οἰκείᾳ δὲ ὁρμῇ πειθομένους
Lamentation, he says, will overtake those who are not moved by the divine Spirit, but are led on by their own impulse.
他說,哀哭必臨到那些不受神聖靈感動、卻順從自己衝動的人。
1:1001
Τὴν γὰρ προαίρεσιν τῆς ψυχῆς πνεῦμα αὑτῶν προσ ηγόρευσεν
For he called the soul's own inclination 'their spirit.'
因為他把靈魂自己的意向稱作「他們的心靈」。
1:1002
Ὡς ἀλώπεκες ἐν ταῖς ἐρήμοις οἱ προφῆ ταί σου, Ἰσραήλ
Like foxes in the deserts are your prophets, O Israel.
以色列啊,你的眾先知好像荒場中的狐狸。
1:1003
Οὐκ ἔστησαν ἐν στερεώματι, καὶ οὐ συνήγαγον ποίμνιον ἐπὶ τὸν οἶκον τοῦ Ἰσραήλ
They did not stand firm in the breach, nor did they gather a flock for the house of Israel.
他們沒有站在堅固的破口處,也沒有為以色列家聚集羊群。
1:1004
Οὐκ ἀνέστησαν ὡς ἐν πολέμῳ, οἱ λέ γοντες ὡς ἐν ἡμέρᾳ Κυρίου
They did not rise up as in battle, they who say, 'as in the day of the Lord.'
他們沒有像在戰場上那樣起來抵擋,這些人卻說「如同在耶和華的日子」。
1:1005
Ταῦτα δὲ ὁ Σύμ μαχος σαφέστερον ἡρμήνευσεν·
But Symmachus rendered these things more clearly:
但西馬庫將這些話翻譯得更為清晰:
1:1006
Ὡς ἀλώπεκες ἐν. ἐρειπίοις οἱ προφῆταί σου, Ἰσραήλ·
Like foxes among ruins are your prophets, O Israel;
以色列啊,你的眾先知好像廢墟中的狐狸;
1:1007
οὐκ ἀνέβητε εἰς τὰς διακοπὰς, οὐδὲ περιεφράξατε φραγμὸν περὶ τοὺς υἱοὺς Ἰσραὴλ, ὑπὲρ τοῦ στῆναι, ὡς ἐν πολέμῳ ἐν ἡμέρᾳ Κυρίου. Ἀλώπεξι γὰρ, φησὶν, ἐοίκασιν οἱ προφῆταί σου, ὦ Ἰσραὴλ, ἐν ἐρειπίοις οἰκούσαις
you did not go up into the breaches, nor did you fence a hedge about the sons of Israel, that they might stand as in battle in the day of the Lord. For your prophets, he says, O Israel, are like foxes dwelling among ruins.
你們沒有上到破口處,也沒有為以色列眾子築起籬笆,使他們能像在戰場上那樣,在耶和華的日子站立得住。他說,以色列啊,你的眾先知就像住在廢墟中的狐狸。
1:1008
Καθάπερ γὰρ ἐκεῖναι τὰς τῶν ἐρειπίων οὐκ ἀπο φράττουσιν ἐξόδους, ἀλλ' ἔξεστι τῷ βουλομένῳ ἀνιέ ναι διὰ τούτων, καὶ εἰσιέναι·
For just as those creatures do not block up the exits of the ruins, but anyone who wishes may go up and in through them;
因為正如那些狐狸並不堵塞廢墟的出口,凡願意的人都可以藉著這些出入;
1:1009
οὕτως οὗτοι τὴν τοῦ λαοῦ ῥᾳθυμίαν ὁρῶντες, οὐκ ἀπετείχισαν αὐτοῦ τὰς ἐπὶ τὴν πονηρίαν ὁδοὺς, οὐδὲ λόγοις περιέφραξαν εὐ σεβέσιν, ὥστε ἐν τῇ τῆς ὀργῆς ἡμέρᾳ δυνηθῆναι τῶν πολεμίων περιγενέσθαι·
so these men, seeing the negligence of the people, did not wall off the roads that led them to wickedness, nor did they fence them about with godly words, so that in the day of wrath they might be able to prevail over their enemies;
照樣,這些人看見百姓的懈怠,卻沒有堵住那些引他們趨向邪惡的道路,也沒有用敬虔的話語為他們築起圍籬,使他們能在忿怒的日子勝過仇敵;
1:1010
ἀλλὰ τῇ τοῦ λαοῦ ἀσθενείᾳ εἰς οἰκεῖον ἀπεχρήσαντο κέρδος
but they exploited the weakness of the people for their own gain.
他們反倒利用百姓的軟弱,為自己牟取私利。
1:1011
Βλέποντες, φησὶ, ψευδῆ, μαντευόμενοι μάταια, οἱ λέγοντες·
Seeing false visions, he says, divining vain things, they who say:
他說,這些人見了虛假的異象,行了虛妄的占卜,他們卻說:
1:1012
Λέγει Κύριος, καὶ Κύριος οὐκ ἀπέσταλκεν αὐτοὺς, καὶ ἤρξαντο τοῦ ἀνα στῆσαι λόγον
'The Lord says,' though the Lord has not sent them; and they began to raise up a word.
「這是耶和華說的」,其實耶和華並沒有差遣他們;他們竟開口宣講一番話。
1:1013
Οὐχ ὅρασιν ψευδῆ ἑωράκατε, καὶ μαντείας ματαίους εἰρήκατε, καὶ ἐλέγετε·
Have you not seen a false vision, and spoken vain divinations, and said:
你們豈不是見了虛假的異象,說了虛妄的占卜,還說:
1:1014
Φησὶ Κύριος, Κύριος, καὶ ἐγὼ οὐκ ἐλάλησα; Τῷ ὀνόματι, φησὶ, τῷ ἐμῷ κατεχρήσασθε ψευδεῖς μαν τείας τῷ λαῷ προσφέροντες·
'The Lord says'—the Lord—when I did not speak? You have misused my name, he says, offering false divinations to the people;
「耶和華說的」——這是耶和華——其實我並沒有說話?他說,你們濫用了我的名,將虛假的占卜獻給百姓;
1:1015
ἐγὼ δὲ οὐδὲν ὑμῖν τού των ἐνέπνευσα
but I inspired none of these things in you.
然而這一切我都沒有感動你們去說。
1:1016
Τάδε λέγει Ἀδωναῒ Κύριος·
Thus says Adonai the Lord:
主耶和華如此說:
1:1017
Ἀνθ' ὧν οἱ λόγοι ὑμῶν ψευδεῖς, καὶ αἱ μαντεῖαι ὑμῶν μάταιαι, διὰ τοῦτο ἰδοὺ ἐγὼ ἐφ' ὑμᾶς, λέγει Ἀδωναῒ Κύριος
Because your words are false and your divinations vain, therefore, behold, I am against you, says Adonai the Lord.
因為你們的話語虛假,你們的占卜虛妄,因此看哪,我必攻擊你們,這是主耶和華說的。
1:1018
Καὶ ἐκτενῶ τὴν χεῖρά μου ἐπὶ τοὺς προφήτας τοὺς ὁρῶντας τὰ ψευδῆ, καὶ τοὺς ἀποφθεγγομένους μάταια
And I will stretch out my hand against the prophets who see false things and who utter vain things.
我必伸手攻擊那些見虛假異象、說虛妄之言的先知。
1:1019
Ἐν παιδείᾳ τοῦ λαοῦ μου οὐκ ἔσονται, οὐδὲ ἐν γραφῇ οἴκου Ἰσραὴλ γραφήσονται, καὶ εἰς τὴν γῆν τοῦ Ἰσραὴλ οὐκ εἰσελεύσονται, καὶ γνώσονται ὅτι ἐγὼ Ἀδωναῒ Κύριος
They shall not be in the instruction of my people, nor shall they be written in the register of the house of Israel, and they shall not enter into the land of Israel; and they shall know that I am Adonai the Lord.
他們必不列在我百姓的教誨之中,也不錄在以色列家的冊籍上,並且必不得進入以色列地;他們就知道我是主耶和華。
1:1020
Τὸν μὲν ἐμὸν, φησὶ, παι δεύσω λαόν·
For my own people, he says, I will instruct;
他說,我必教誨我自己的百姓;
1:1021
οὗτοι δὲ πανωλεθρίᾳ παραδοθήσονται, καὶ ἀνάγραπτον τὴν μνήμην οὐχ ἕξουσιν, οὐδὲ συναριθμηθήσονται τῷ λαῷ μου
but these shall be delivered over to utter destruction, and shall have no recorded memorial, nor shall they be numbered together with my people.
但這些人必被交付於徹底的毀滅,他們的名不得留下記念,也不得與我的百姓一同被數算。
1:1022
Καὶ τὴν αἰτίαν δεικνὺς, ιʹ
And showing the cause, (10)
他指明其緣由,(十)
1:1023
Ἀνθ' ὧν, φησὶν, ἐπλάνησαν τὸν λαόν μου, λέγοντες·
Because, he says, they led my people astray, saying:
他說,因為他們引誘我的百姓走差了路,說:
1:1024
Εἰρήνη, εἰρήνη, καὶ οὐκ ἔστιν εἰρήνη
'Peace, peace,' when there is no peace.
「平安了,平安了」,其實並沒有平安。
1:1025
Ἐγὼ μὲν γὰρ τῷ λαῷ πόλεμον, καὶ σφα γὴν, καὶ αἰχμαλωσίαν προηγόρευον, τῇ ἀπειλῇ τῶν κακῶν σωφρονίσαι βουλόμενος·
For I foretold to the people war, and slaughter, and captivity, wishing by the threat of these evils to bring them to their senses;
因為我向百姓預告了戰爭、殺戮和被擄,願藉著這些禍患的警嚇使他們醒悟;
1:1026
οὗτοι δὲ τἀναντία μοι δρῶντες, εἰρήνην αὐτοῖς ἐπηγγέλλοντο μά την
but these men, doing the opposite of me, vainly promised them peace.
但這些人卻行了與我相反的事,徒然向他們應許平安。
1:1027
Καὶ αὐτὸς, φησὶν, οἰκοδομεῖ τοῖχον, ὡς στε ρεὸν, καὶ αὐτοὶ ἐπαλείφουσιν αὐτόν
And that man, he says, builds a wall, as though solid, and they plaster it over.
他說,那人築了一道牆,好像堅固,他們卻用灰粉刷抹它。
1:1028
Εἰ πε σεῖται; ( ιαʹ.) Εἰπὲ πρὸς τοὺς ἀλείφοντας αὐ τὸν, Πεσεῖται
Will it fall? (11) Say to those who plaster it: It shall fall.
它會倒塌嗎?(十一)你要對那些刷抹它的人說:它必倒塌。
1:1029
Ὁ μὲν γὰρ, φησὶ, λαὸς οἰκοδομεῖ τοῖχον σαθρὸν, διὰ τῆς πονηρίας καὶ ἀσεβείας·
For the people, he says, build a rotten wall through their wickedness and impiety;
他說,因為百姓藉著邪惡與不敬虔,築了一道朽壞的牆;
1:1030
οὗ τοι δὲ τὰς χρηστὰς προῤῥήσεις, καὶ τὰς ἀγαθὰς ὑποσχέσεις, οἷόν τινα ἀλοιφὴν καὶ χρίσμα τῷ τοίχῳ προσφέρουσι, δέον καταλύειν τὴν σφαλερὰν οἰκοδο μίαν, καὶ παρασκευάζειν στερεὰν αὐτὴν γενέσθαι
and these men apply their agreeable predictions and good promises to the wall like a kind of plaster and coating, when they ought rather to have pulled down the unstable structure and made provision for it to become solid.
而這些人卻把他們動聽的預言和美善的應許,如同某種灰粉塗料一般抹在牆上,其實他們理當拆毀那不穩固的建築,並設法使它變得堅固。
1:1031
Ἐπαλείφοντες δὲ τοῖχον, ἐνόμιζον αὐτὸν ἀσφαλῆ διὰ τῆς ἀλοιφῆς ἀπεργάζεσθαι
But by plastering over the wall, they thought to render it secure by means of the coating.
他們卻藉著刷抹那牆,以為靠這灰粉便能使牆變得穩固。
1:1032
Ἔσται γὰρ, φησὶν, ὑετὸς κατακλύζων, καὶ δώσω λίθους πετροβόλους εἰς τοὺς ἐνδέσμους αὑ τῶν, καὶ πεσεῖται, καὶ πνεῦμα ἐξαῖρον ἥξει, καὶ ῥαγήσεται
For there shall be, he says, a flooding rain, and I will send stones like slingshot into their bindings, and it shall fall, and a lifting wind shall come, and it shall be rent asunder.
他說,因為必有暴雨氾濫,我要降下如彈石般的石頭打在牆的接縫上,牆就必倒塌,又有狂風颳來,牆必崩裂。
1:1033
Καὶ ἰδοὺ πέπτωκεν ὁ τοῖχος
And behold, the wall has fallen.
看哪,那牆已經倒塌了。
1:1034
Τροπι κῶς ἅπαντα ὡς ἐπὶ τοίχου εἴρηκε, διὰ πάντων δὲ τὴν τῶν πολεμίων παρεδήλωσεν ἔφοδον
He has said all these things figuratively, as of a wall, and through them all he has intimated the assault of the enemy.
他將這一切都用比喻的方式,好像論到一道牆一般說出來,並藉這一切暗示了仇敵的進攻。
1:1035
Ἐνδέσμους δὲ τοῦ τοίχου τὸν βασιλέα καὶ τοὺς ἄρχοντας προηγό ρευσεν, οἳ καθάπερ ἱμαντίαι οἰκοδομίαν, οὕτω συν έσφιγγον τὸν λαόν
And by the 'bindings' of the wall he foretold the king and the rulers, who, like straps binding a building, so held the people together.
他以牆的「接縫」預指那君王和眾首領,他們如同綑綁建築的皮帶,就這樣把百姓維繫在一起。
1:1036
Καὶ ὑετὸν τοίνυν κατακλύζοντα, καὶ λίθους πετροβόλους, καὶ πνεῦμα ἐξαῖρον, τοὺς Χαλδαίους ὠνόμασε
And the flooding rain, and the slingshot stones, and the lifting wind, he named as the Chaldeans.
至於那氾濫的暴雨、彈石般的石頭和颳起的狂風,他都稱之為迦勒底人。
1:1037
Πεσόντος τοίνυν, φησὶ, τοῦ τοίχου, Ἆρα οὐκ ἐροῦσι πρὸς ὑμᾶς·
When therefore the wall has fallen, he says, Will they not say to you:
他說,所以當那牆倒塌之時,他們豈不對你們說:
1:1038
Ποῦ ἐστιν ἡ ἀλοιφὴ ὑμῶν, ἣν ἠλείψατε; Ὅταν διὰ τῶν πραγμάτων μάθωσι ψευδεῖς τὰς ὑμετέρας προῤ ῥήσεις, καὶ πόλεμον, καὶ σφαγὴν, καὶ αἰχμαλωσίαν ἀντὶ τῆς ἐλπισθείσης εἰρήνης, οὐκ ἐροῦσι ὑμῖν·
Where is your plaster with which you plastered it? When through the events they learn that your predictions were false, and that war, and slaughter, and captivity have come instead of the hoped-for peace, will they not say to you:
你們所抹的灰粉在哪裡呢?當他們藉著這些事件得知你們的預言是虛假的,且戰爭、殺戮和被擄取代了所盼望的平安時,他們豈不對你們說:
1:1039
Ποῦ οἱ χρηστοὶ ὑμῶν, λόγοι, καὶ αἱ τῆς εἰρήνης ἐπαγγελίαι; Οὕτω πάλιν διὰ πλατυτέρων τὰ αὐτὰ εἰρηκὼς, καὶ ἀπειλήσας τῶν πολεμικῶν βελῶν τὸν κατακλυσμὸν, καὶ τὰς τῶν λίθων νιφάδας, καὶ τοῦ κακῶς οἰκοδομηθέντος τοίχου τὴν μέχρι θεμελίων κατάλυσιν, καὶ τῆς ψευδολογίας τῶν τὰ ἀγαθὰ προει ρηκότων τὸν ἔλεγχον, σαφέστερον ποιεῖ τὸν λόγον
Where are your agreeable words and your promises of peace? Having thus again said the same things at greater length, and having threatened the flood of the weapons of war, and the storms of stones, and the destruction of the ill-built wall down to its foundations, and the refutation of the falsehood of those who had foretold good things, he makes his discourse clearer.
你們那動聽的話語和平安的應許在哪裡呢?他這樣再一次更詳盡地說了同樣的話,警嚇說戰爭兵器的洪流、石頭的暴雨、那建造拙劣的牆要一直毀到根基,以及那些預言美善之事者虛謊必被揭穿之後,就把這話說得更為清楚。
1:1040
Εἶπα γὰρ, φησὶ, πρὸς ὑμᾶς·
For I said, he says, to you:
他說,因為我曾對你們說:
1:1041
Οὐκ ἔστιν ὁ τοῖχος, οὐδὲ οἱ ἀλείφοντες αὐτόν
The wall is no more, neither those who plaster it.
那牆不復存在,那刷抹它的人也不復存在。
1:1042
(ι ʹ.) Οἱ προ φῆται τοῦ Ἰσραὴλ, οἱ προφητεύοντες ἐπὶ Ἱερουσαλὴμ, καὶ ὁρῶντες αὐτῇ εἰρήνην, καὶ εἰρήνη οὐκ ἔστι, λέγει Ἀδωναῒ Κύριος
(16) The prophets of Israel who prophesy concerning Jerusalem, and see for her peace, when there is no peace, says Adonai the Lord.
(十六)就是那些指著耶路撒冷說預言、為她見平安異象的以色列先知,其實並沒有平安,這是主耶和華說的。
1:1043
Φροῦδα, φησὶ, πάντα γενήσεται, καὶ ἡ ἀλοιφὴ, καὶ ὁ τοῖχος, καὶ οἱ τὴν ἀλοιφὴν προσενεγκόντες προφῆται
All things, he says, shall be brought to nothing—both the plaster, and the wall, and the prophets who applied the plaster.
他說,一切都必歸於無有——那灰粉、那牆,以及那些塗抹灰粉的先知。
1:1044
Πο λιορκία γὰρ, φησὶ, καὶ αἰχμαλωσία, ἀντὶ τῆς ἐπαγ γελθείσης εἰρήνης τὴν Ἱερουσαλὴμ καταλήψεται
For siege, he says, and captivity, instead of the promised peace, shall overtake Jerusalem.
他說,因為圍困與被擄必臨到耶路撒冷,取代那所應許的平安。
1:1045
Ταῦτα περὶ τῶν ψευδοπροφητῶν εἰρηκὼς, τρέ πει τὸν λόγον ἐπὶ τὰς ψευδοπροφήτιδας
Having said these things concerning the false prophets, he turns his discourse to the false prophetesses.
他論及假先知說了這些話之後,就將言論轉向那些假女先知。
1:1046
Ὄργανα γὰρ καὶ ταύτας ὁ τῆς ἀνθρωπείας φύσεως ἀλάστωρ εὑρὼν, καὶ διὰ τούτων τὴν ψευδολογίαν ἐνήργει·
For the destroyer of human nature, finding these women too as his instruments, wrought his falsehood through them as well;
因為那毀滅人性的惡者,發現這些婦女也可作他的工具,便藉著她們同樣施行他的虛謊;
1:1047
καὶ τοῖς μὲν προφήταις τοὺς ψευδοπροφήτας ἀντ έταττε, ταῖς δὲ προφητικῆς χάριτος ἠξιωμέναις γυ ναιξὶ τὰς τοῦ ψεύδους τὴν ἐνέργειαν δεξαμένας
and just as he set the false prophets against the prophets, so against the women deemed worthy of the prophetic grace he set those women who had received the working of falsehood.
正如他使假先知與真先知對立,照樣,他也使那些領受了虛謊運作的婦女,與那些蒙配得先知恩典的婦女對立。
1:1048
Προλέγει τοίνυν καὶ ταύταις τὰ συμβησόμενα
He therefore foretells to these women too the things that shall befall them.
因此他也向這些婦女預告那將要臨到她們的事。
1:1049
Καὶ σὺ, υἱὲ ἀνθρώπου, στήρισον τὸ πρόσωπόν σου ἐπὶ τὰς θυγατέρας τοῦ λαοῦ σου, τὰς προφητευούσας ἀπὸ καρδίας αὑτῶν, καὶ προφήτευσον ἐπ' αὐτὰς, καὶ ἐρεῖς·
And you, son of man, set your face against the daughters of your people, who prophesy out of their own heart, and prophesy against them, and you shall say:
人子啊,你要面向你本族的女子,就是那些出於自己心意說預言的,向她們發預言,說:
1:1050
Τάδε λέγει Ἀδωναῒ Κύριος·
Thus says Adonai the Lord:
主耶和華如此說:
1:1051
Οὐαὶ ταῖς συῤῥαπτούσαις προσ κεφάλαια ὑπὸ πάντα ἀγκῶνα χειρὸς, καὶ ποιού σαις ἐπιβόλαια ἐπὶ πᾶσαν κεφαλὴν πάσης ἡλικίας, τοῦ διαστρέψαι ψυχάς
Woe to those who sew pillows under every elbow of the hand, and who make coverings upon the head of every stature, to pervert souls.
禍哉!那些為每一隻手肘縫製枕頭的女子,又為各樣身量的人的頭作蒙頭之物,為要迷惑人的靈魂。
1:1052
Τὰς ψυχὰς τοῦ λαοῦ μου διέστρεφον, καὶ ψυχὰς περι εποιοῦντο
They perverted the souls of my people, and secured souls for themselves.
她們迷惑我子民的靈魂,又為自己攏絡人的靈魂。
1:1053
Τοῦτο δὲ σαφέστερον ὁ Σύμμαχος ἡρμή νευσεν, οὕτως εἰπών·
This Symmachus rendered more clearly, speaking thus:
此處西馬庫斯翻譯得更為清楚,他這樣說:
1:1054
Οὐαὶ ταῖς συῤῥαπτούσαις. ὑπαγκώνια ὑπὸ πάντα ἀγκῶνα χειρὸς, καὶ ποιούσαις ὑπαυχένια πρὸς κεφαλῆς πάσης ἡλικίας εἰς τὸ θη ρεύειν ψυχάς. Τροπικῶς δὲ διὰ τούτων τοὺς ἁπα λωτέρους καὶ χρηστοτέρους ᾐνίξατο λόγους·
Woe to those who sew armlets under every elbow of the hand, and who make neck-cushions for the head of every stature, so as to hunt souls. By these things he figuratively hinted at the softer and more agreeable words; for both the neck-cushions and the armlets afford a certain repose and comfort to the limbs upon which they are placed.
禍哉!那些在每一隻手肘下縫製臂枕的女子,又為各樣身量的人的頭作頸枕的,為要獵取人的靈魂。他藉這些事物,暗喻那些較柔和、較悅耳的言語;因為頸枕和臂枕都為所墊靠的肢體帶來某種安歇與舒適。
1:1055
τά τε γὰρ ὑπαυχένια καὶ τὰ ὑπαγκώνια ἀνάπαυλάν τινα καὶ θεραπείαν προσφέρει τοῖς μέλεσιν, οἷς ὑποτίθεν ται·
for both the neck-cushions and the armlets afford a certain repose and relief to the limbs upon which they are placed;
因為頸枕和臂枕都為它們所墊靠的肢體帶來某種安歇與紓解;
1:1056
καὶ οἱ χρηστότεροι λόγοι, καὶ ψευδεῖς ὄντες, πρὸς καιρὸν μὲν τὴν ἀκοὴν γαργαλίζουσι, διαστρο φὰς δὲ παντοδαπὰς προσφέρουσι ταῖς ψυχαῖς
and the more agreeable words, though they are false, for the moment tickle the ear, but bring upon souls all manner of perversions.
而那些較悅耳的言語,雖然是虛假的,卻能暫時搔動人的耳朵,卻為人的靈魂帶來各樣的敗壞。
1:1057
Οὕτω καὶ αἱ ψευδοπροφήτιδες τῷ μὲν λαῷ τὴν κατὰ ψυχὴν βλάβην, ἑαυταῖς δὲ χρηματικὸν περιεποιοῦντο κέρ δος, τὰ δοκοῦντα χρηστὰ προφητεύουσαι
So too the false prophetesses secured for the people harm to the soul, but for themselves monetary gain, by prophesying the things that seemed agreeable.
那些假女先知也是如此:她們為子民帶來靈魂的損害,卻為自己攏絡了錢財的利益,因她們專說那些看似悅耳的預言。
1:1058
Τοῦτο γὰρ ᾐνίξατο εἰρηκώς·
For this he hinted at when he said:
這正是他所暗示的,因他說:
1:1059
Καὶ ἐβεβήλουν με πρὸς τὸν λαόν μου, ἕνε κεν δρακὸς κριθῶν, καὶ ἕνεκεν κλασμάτων ἄρτου
And they profaned me before my people, for a handful of barley and for pieces of bread.
她們為了一把大麥、為了幾塊餅,就在我子民面前褻瀆我。
1:1060
Τί γὰρ τούτων εὐτελέστερον; Τί δὲ χαλεπώτερον τῆς ἐντεῦθεν ἐπαγομένης λώβης; Τοῦ ἀποκτεῖναι, φησὶ, ψυχὰς, ἃς οὐκ ἔδει ἀποθανεῖν, καὶ τοῦ περι ποιήσασθαι ψυχὰς, ἃς οὐκ ἔδει ζῆσαι, ἐν τῷ ἀπο φθέγγεσθαι ὑμᾶς λαῷ εἰσακούοντι μάταια ἀποφθέ γματα. Σμικροῦ γὰρ ἕνεκεν κέρδους, τοὺς μὲν ἐπῃνεῖτε μάτην ἐπὶ τοῦ λαοῦ, τοὺς δὲ τιμωρίας εἶ ναι ἀξίους ἐλέγετε, τῇ τοῦ λαοῦ κουφότητι καὶ εὐ κολίᾳ κακῶς ἀποκεχρημέναι
For what is meaner than these things? And what is more grievous than the outrage that ensues from it? To slay, he says, the souls that ought not to die, and to preserve alive the souls that ought not to live, in your uttering to a people that hearkens vain oracles. For the sake of a little gain you praised some vainly before the people, while others you declared worthy of punishment, having wickedly abused the levity and pliability of the people.
還有甚麼比這些東西更卑賤?又有甚麼比由此而生的暴虐更嚴重?經上說:你們殺死那不該死的靈魂,救活那不該活的靈魂,向那聽從虛謊之言的子民說虛謊的話。你們為著微小的利益,在子民面前徒然稱讚某些人,又論斷別些人該受刑罰,惡意濫用了子民的輕浮與易受慫恿。
1:1061
Πειθόμενοι γὰρ τοῖς ὑφ' ὑμῶν λεγομένοις, τοὺς μὲν ἀδίκως διέσωζον, τοὺς δὲ μάτην κατέσφαττον
For being persuaded by what was said by you, they unjustly saved some, and vainly slaughtered others.
因為他們聽信你們所說的話,就不義地救了一些人,又徒然地殺了另一些人。
1:1062
Οὕτω τὴν ἀσέβειαν ἐλέγ ξας, ἀπειλεῖ τιμωρίαν
Having thus convicted their impiety, he threatens punishment.
他既如此定了她們不敬虔的罪,就宣告刑罰的威嚇。
1:1063
Ἰδοὺ ἐγὼ ἐπὶ τὰ προσκεφάλαια ὑμῶν, ἐφ' ἃ ὑμεῖς συστρέφετε ἐκεῖ ψυχὰς, καὶ διαῤῥήξω αὐτὰ ἐπὶ τῶν βραχιόνων ὑμῶν, καὶ ἐξαποστελῶ τὰς ψυχὰς, ἃς ὑμεῖς ἐξεστρέψατε, τὰς ψυχὰς αὐτῶν εἰς διασκορπισμόν
Behold, I am against your pillows, upon which you there gather souls, and I will tear them from your arms, and I will send forth the souls that you have perverted, their souls, unto scattering.
看哪,我要攻擊你們的枕頭,就是你們用來攏絡人靈魂的;我要把它們從你們的膀臂上撕去,把你們所迷惑的靈魂,就是他們的靈魂,釋放出去,任其四散。
1:1064
Καὶ ῥήξω τὰ ἐπι βόλαια ὑμῶν, καὶ ῥύσομαι τὸν λαόν μου ἐκ χειρὸς ὑμῶν, καὶ οὐκ ἔτι ἔσονται ἐν χερσὶν ὑμῶν εἰς συστροφὴν, καὶ ἐπιγνώσεσθε ὅτι ἐγὼ Κύριος
And I will tear your coverings, and I will deliver my people out of your hand, and they shall no longer be in your hands for gathering, and you shall know that I am the Lord.
我要撕裂你們的蒙頭之物,救我的子民脫離你們的手,他們必不再落在你們手中被攏絡,你們就知道我是耶和華。
1:1065
Ἐλέγξω, φησὶ, τοὺς ὑμετέρους λόγους, καὶ δείξω ψευδεῖς, καὶ ἀντὶ τῶν χρηστῶν ἐκείνων ἐπαγγελιῶν, αἳ ἐοίκασιν ὑπαυχενίοις μαλακοῖς καὶ ὑπαγκωνίοις, ἐπάξω τὰ ἀλγεινὰ τῷ πεισθέντι ὑμῖν λαῷ, καὶ διασκορπιῶ αὐτοὺς, τῇ πείρᾳ διδάσκων τὸ ὑμέτερον ψεῦδος
I will convict, he says, your words, and show them to be false, and in place of those agreeable promises, which resemble soft neck-cushions and armlets, I will bring pains upon the people who were persuaded by you, and I will scatter them, teaching by experience your falsehood.
他說:我要駁斥你們的話,證明它們是虛假的;我不但不使那些悅耳的應許(那些好像柔軟的頸枕與臂枕的話)成就,反要把痛苦加在那聽信你們的子民身上,並使他們四散,藉著親身的經歷教導他們認清你們的虛謊。
1:1066
Ἀνθ' ὧν διεστρέφετε καρδίαν δικαίου ἀδίκως, καὶ ἐγὼ οὐ διέστρεφον αὐτὸν, καὶ τοῦ κατισχύσαι χεῖρας ἀνόμου τὸ καθόλου, τοῦ μὴ ἀποστρέψαι αὐτὸν ἀπὸ τῆς ὁδοῦ αὑτοῦ τῆς πο νηρᾶς, καὶ ζῆσαι αὐτόν
Because you perverted the heart of the righteous unjustly, though I did not pervert him, and strengthened the hands of the lawless altogether, that he should not turn back from his evil way and live.
因你們不義地迷惑了義人的心,我卻沒有使他偏斜;你們又全然堅固了不法之人的手,使他不回轉離開他的惡道而得存活。
1:1067
καὶ. ῥύσομαι τὸν λαόν μου ἐκ χειρὸς ὑμῶν, καὶ γνώ σεσθε ὅτι ἐγὼ Κύριος
And I will deliver my people out of your hand, and you shall know that I am the Lord.
我要救我的子民脫離你們的手,你們就知道我是耶和華。
1:1068
Ἐπειδὴ γὰρ, φησὶ, τοὺς μὲν δικαίους διεταράττετε καὶ ἐχειμάζετε ( οὕτω γὰρ ὁ Ἀκύλας ἡρμήνευσε), λυπηρὰ αὐτοῖς προλέγοντες, θρασυτέρους δὲ τοὺς παρανόμους ἀπετελεῖτε, ἀγαθὰ προθεσπίζοντες, καὶ ἑκάτερα παρὰ τὸν ἐμὸν ἐποιεῖτε σκοπόν·
For since, he says, you troubled and storm-tossed the righteous (for so Aquila rendered it), foretelling grievous things to them, but made the transgressors more insolent, prophesying good things for them, and both of these you did contrary to my purpose;
他說:因為你們攪擾義人、使他們如遭風暴(亞居拉是這樣翻譯的),向他們預言悲慘的事;又使違法的人更加放肆,向他們預告好事,這兩樣你們都做得違背了我的旨意;
1:1069
τούτου χάριν, παντελεῖ ὑμᾶς παραδώσω ὀλέθρῳ, καὶ τὴν ψευδῆ μαντείαν ὑμῶν καταπαύσω, καὶ τῆς δι' ὑμῶν ἀπωλείας τὸν ἐμὸν ἐλευθερώσω λαόν
for this reason I will hand you over to utter destruction, and I will bring your false divination to an end, and I will free my people from the ruin that comes through you.
為此,我要把你們交給徹底的毀滅,止息你們虛假的占卜,並使我的子民脫離那藉你們而來的滅亡。
1:1070
Οὕτω τὰ περὶ τούτων προθεσπίσας, ἐφ' ἕτερον μεταφέρει τὸν λόγον
Having thus prophesied concerning these things, he transfers his discourse to another subject.
他既如此預言了關乎這些事,就把話題轉到另一件事上。
1:1071
Καὶ ἦλθον, φησὶ, πρός με ἄνδρες ἐκ τῶν πρεσβυτέρων τοῦ Ἰσραὴλ, καὶ ἐκάθισαν πρὸ προσώπου μου
And there came to me, he says, men of the elders of Israel, and they sat before my face.
他說:有以色列的幾個長老到我這裡來,坐在我面前。
1:1072
Καὶ ἐγένετο λόγος Κυρίου πρός με, λέγων·
And the word of the Lord came to me, saying:
耶和華的話臨到我,說:
1:1073
Υἱὲ ἀνθρώπου, οἱ ἄνδρες οὗτοι ἔθεντο τὰ διανοήματα αὑτῶν ἐπὶ τὰς καρδίας αὑτῶν, καὶ τὴν κόλασιν τῶν ἀδικιῶν αὑτῶν ἔθηκαν πρὸ προσώπου αὑτῶν·
Son of man, these men have set their imaginations upon their hearts, and have placed the punishment of their iniquities before their face;
人子啊,這些人把自己的意念放在心中,又把自己罪孽的刑罰擺在面前;
1:1074
εἰ ἀποκρινόμενος ἀπο κριθῶ αὐτοῖς; Σαφέστερον τοῦτο ὁ Ἀκύλας ἡρμή νευσεν·
shall I indeed answer them by an answer? This Aquila rendered more clearly:
我豈真要回答他們嗎?亞居拉把這句翻譯得更為清楚:
1:1075
Οἱ ἄνδρες οὗτοι ἀνήνεγκαν τὰ εἴδωλα αὑτῶν ἐπὶ καρδίας αὑτῶν, καὶ σκάνδαλον ἀνομίας αὑτῶν ἔδωκαν ἀπέναντι τοῦ προσώπου αὑτῶν. Ἃ γὰρ κακῶς, φησὶ, διανοηθέντες ἐπιτελοῦσι, καὶ ἠπειλημένης τοῖς ἀδίκοις κολάσεως ἀναίδην κατα φρονήσαντες, παρεγένοντο πρὸς σὲ, πυθέσθαι τι βουλόμενοι, καὶ ἀποκρίσεως ἀξιωθῆναι προσ δοκῶντες
These men have brought up their idols upon their hearts, and have set the stumbling-block of their iniquity before their face. For the things they wickedly devise, he says, they carry out, and having shamelessly despised the punishment threatened against the unjust, they came to you, wishing to inquire something, and expecting to be granted an answer.
這些人把自己的偶像抬在心上,又把自己罪孽的絆腳石擺在面前。他說:因為他們惡意所謀劃的事,他們就付諸實行,並且無恥地藐視了向不義之人所發出的刑罰威嚇,卻來到你這裡,想要探問甚麼事,指望得著答覆。
1:1076
Τάδε λέγει Ἀδωναῒ Κύριος·
Thus says Adonai the Lord:
主阿多乃如此說:
1:1077
Ἄνθρωπος ἐκ τοῦ οἴκου Ἰσραὴλ, ὃς ἐὰν θῇ τὰ διανοήματα αὑτοῦ ἐπὶ καρδίας αὑτοῦ, καὶ τὴν κόλασιν τῆς ἀδικίας αὑτοῦ τάξῃ πρὸ προσ ώπου ἑαυτοῦ, καὶ ἔλθῃ πρὸς τὸν προφήτην, ἐγὼ Κύριος ἀποκριθήσομαι αὐτῷ ἐν τούτοις, ἐν οἷς ἐνέχεται ἡ διάνοια αὐτοῦ, ὅπως πλαγιάσῃ τὸν οἶκον τοῦ Ἰσραὴλ κατὰ τὰς καρδίας αὐτῶν τὰς ἀπηλλοτριωμένας ἀπ' ἐμοῦ ἐν τοῖς ἐνθυμή μασιν αὐτῶν
A man of the house of Israel, whoever sets his imaginations upon his heart, and appoints the punishment of his iniquity before his own face, and comes to the prophet — I the Lord will answer him therein, in that wherein his mind is entangled, that he may lead astray the house of Israel according to their hearts that are estranged from me in their devices.
以色列家中的人,凡把自己的意念放在心中,把自己罪孽的刑罰擺在面前,又來到先知那裡的,我耶和華必按他心中所纏繞的意念親自回答他,好使以色列家因他們在意念中離棄我的心而受迷惑。
1:1078
Ἐπειδὴ τοῖς προφήταις καὶ τοῖς ψευδοπροφήταις ὁμοίως ἐκέχρηντο οἱ τῇ ἀσεβείᾳ δουλεύοντες, καὶ ἐπυνθάνοντο, οὐχ ἵνα πάντως τὰ ὑπὸ τοῦ Θεοῦ κελευόμενα περάνωσιν, ἀλλὰ βουλό μενοι μανθάνειν εἰ συμβαίνουσι τοῖς λογισμοῖς αἱ προῤῥήσεις·
Since those enslaved to impiety resorted alike to the true prophets and the false prophets, and inquired, not that they might by all means carry out the things commanded by God, but wishing to learn whether the predictions would coincide with their own reasonings;
因為那些被不敬虔奴役的人,同樣求問真先知和假先知,他們求問並不是為要盡力成就神所吩咐的事,乃是想知道那些預言是否會與他們自己的盤算相符;
1:1079
τούτου χάριν, ὁ τῶν ὅλων Θεὸς διὰ τοῦ προφήτου φησὶν, ὅτι Πᾶς ἄνθρωπος ἐκ τοῦ οἴκου Ἰσραὴλ, ταῖς μὲν θείαις ἀντιλέγων διδασκαλίαις, μόνοις δὲ τοῖς οἰκείοις πειθόμενος λογισμοῖς, καὶ τῆς ἠπειλημένης τοῖς παρανόμοις καταφρονῶν τι μωρίας, κἂν πρὸς ψευδοπροφήτην ἀπέλθῃ, τὰ μὲν οἰκεῖα βουλήματα πληρῶσαι θέλων, ἀπόπειραν δὲ ποιούμενος, εἰ συμβαίνουσι τοῖς οἰκείοις λογισμοῖς αἱ προῤῥήσεις, ἐγὼ, φησὶν, ἀποκριθήσομαι αὐτῷ
for this reason the God of all says through the prophet, that Every man of the house of Israel who gainsays the divine teachings, and is persuaded only by his own reasonings, and despises the punishment threatened against transgressors, even if he goes off to a false prophet — wishing to fulfil his own purposes, yet making trial whether the predictions coincide with his own reasonings — I, he says, will answer him.
為此,萬有的神藉著先知說:以色列家中凡與神聖教訓相違、只聽從自己盤算、藐視向違法者所發刑罰威嚇的人,縱使他去到假先知那裡——想要成就自己的意願,卻試探那些預言是否與自己的盤算相符——他說:我必回答他。
1:1080
Ἐπειδὴ οὐκ εὐθείᾳ κέχρηται διανοίᾳ, συγχωρήσω. τῷ ψευδοπροφήτῃ τοὺς λογισμοὺς αὐτοῦ βεβαιῶσαι·
Since he does not use an upright mind, I will permit the false prophet to confirm his reasonings;
因為他不用正直的心思,我就任憑那假先知堅固他的盤算;
1:1081
ὀλέθρου γάρ ἐστι καὶ ἀπωλείας ἄξιος
for he is worthy of ruin and destruction.
因他本是該遭滅亡與毀滅的。
1:1082
αὐτῶν τὰς ἀπηλλοτριωμένας ἀπ' ἐμοῦ ἐν τοῖς ἐνθυμήμασιν αὐτῶν. Ἐπειδὴ γὰρ πόῤῥω τῆς ἐμῆς κηδεμονίας σφᾶς αὐτοὺς καθιστᾶσι, καὶ τῇ τῶν ψευδοπροφητῶν χαίρουσιν ἐξαπάτῃ, συγχωρήσω αὐτοῖς τῶν οἰκείων πόνων δρέψασθαι τοὺς καρπούς
their hearts that are estranged from me in their devices. For since they set themselves far from my care, and delight in the deceit of the false prophets, I will permit them to reap the fruits of their own toils.
他們在意念中離棄我的心。因為他們使自己遠離我的看顧,喜愛假先知的欺哄,我就任憑他們收取自己勞苦所結的果子。
1:1083
Τοῦτο καὶ ἐπὶ τοῦ Ἀχαὰβ γεγενημέ νον ἔστιν εὑρεῖν
This one may find to have happened also in the case of Ahab.
這事在亞哈的事上也可以找到同樣的例證。
1:1084
Σεδεκίας γὰρ ὁ ψευδοπροφήτης, κέ ρατα σιδηρᾶ ἑαυτῷ ποιήσας, ἔλεγε τῷ Ἀχαάβ·
For Zedekiah the false prophet, having made himself horns of iron, said to Ahab:
那假先知西底家為自己造了鐵角,對亞哈說:
1:1085
Ἐν τούτοις κερατιεῖς τὴν Συρίαν. Τοῦ δὲ Ἰωσαφὰτ οὐ δεχομένου τὰ παρὰ τῶν ψευδοπροφητῶν λεγόμενα, ἀλλὰ θεῖον ἐπιζητοῦντος προφήτην, μετεπέμφθη μὲν ὁ Μιχαίας·
With these you shall gore Syria. But since Jehoshaphat did not accept what was said by the false prophets, but sought a prophet of God, Micaiah was sent for;
你要用這角牴傷亞蘭。但約沙法不接受假先知所說的話,反倒尋求一位神的先知,於是就打發人去請米該雅來;
1:1086
ἐναντία δὲ τῷ Σεδεκίᾳ προφητεύσας, οὐκ ἔπεισε τὸν Ἀχαάβ
and having prophesied contrary to Zedekiah, he did not persuade Ahab.
米該雅雖預言了與西底家相反的話,卻未能說服亞哈。
1:1087
Οὔτε γὰρ ἐκεῖνα ποιῆσαι βουλόμενος, ἃ ὁ Θεὸς προηγόρευσε, τὸν προφήτην ἠρώτα, ἀλλ' ἐκ παντὸς τρόπου τὸν ἴδιον ἤθελε κυρῶσαι σκοπόν
For it was not because he wished to do those things which God had foretold that he questioned the prophet, but he wished by every means to ratify his own purpose.
因為他求問先知,並非因他願意行神所預先宣告的事,乃是想盡各樣的方法要成就自己的意圖。
1:1088
πειθόμενος δὲ ἐκεῖνος ἐξῄει, καὶ τὰς δίκας ἐδίδου τῆς ἀσεβείας
and being persuaded, he went out, and paid the penalty of his impiety.
他既受了慫恿,就出征去了,並為自己的不敬虔付上了代價。
1:1089
Τάδε λέγει Ἀδωναῒ Κύριος·
Thus says Adonai the Lord:
主阿多乃如此說:
1:1090
Ἐπιστράφητε, καὶ ἀποστρέψατε ἀπὸ τῶν ἐπιτηδευμάτων ὑμῶν καὶ ἀπὸ πασῶν τῶν ἀσεβειῶν ὑμῶν, καὶ ἐπιστρέψατε τὰ πρόσωπα ὑμῶν
Turn back, and turn away from your practices and from all your impieties, and turn back your faces.
你們要回轉,離棄你們的行徑和一切不敬虔的事,轉回你們的臉。
1:1091
Παραίνεσιν προσ φέρει πρόξενον σωτηρίας, καὶ τὸ ἀπὸ ταύτης ἐσό μενον ἀποδείκνυσι κέρδος
He offers an exhortation that procures salvation, and shows the gain that will come from it.
他發出一個能帶來救恩的勸勉,並指明由此而得的益處。
1:1092
Ταῦτα πάλιν σαφέστερα εἶπεν, ὅτι Πᾶς ὁ ἀλλότριον ἑαυτὸν καθιστὰς τῆς ἐμῆς κηδεμονίας, καὶ ἡγεμόνι τῷ κακῷ χρώμενος λογι σμῷ, καὶ εἰδὼς μὲν τὴν ἠπειλημένην τοῖς κακοῖς κόλασιν, καταφρονῶν δὲ ταύτης ἀφίκηται πρός τινα τῶν ψευδοπροφητῶν, ὡς δῆθεν παρ' ἐμοῦ μαθεῖν τὸ πρακτέον βουλόμενος, ἐγὼ, φησὶ, ποιήσομαι τὴν ἀπόκρισιν, καὶ συγχωρήσω τῷ καλουμένῳ προφήτῃ ἀκόλουθα τοῖς λογισμοῖς ἀποκρίνασθαι
These things again he said more plainly, that Everyone who sets himself estranged from my care, and uses as his guide an evil reasoning, and though knowing the punishment threatened against the wicked yet despising it, comes to one of the false prophets, as though wishing to learn from me what ought to be done — I, he says, will make the answer, and will permit the so-called prophet to answer in accord with his reasonings.
這些話他又更明白地說了一遍,就是:凡使自己遠離我看顧的人,以惡念為引導,雖知道向惡人所發的刑罰卻藐視它,來到假先知中的一個那裡,彷彿想從我這裡知道當行的事——他說:我必作出回答,並任憑那所謂的先知照他的盤算回答他。
1:1093
Εἶτα τὴν ἀξίαν ἀπειλεῖ τιμωρίαν·
Then he threatens the fitting punishment:
接著他宣告當受的刑罰:
1:1094
Καὶ στηριῶ τὸ πρόσωπόν μου ἐπὶ τὸν ἄν θρωπον ἐκεῖνον, καὶ θήσομαι αὐτὸν εἰς ἔρη μον, καὶ εἰς ἀφανισμὸν, καὶ ἐξαρῶ αὐτὸν ἐκ μέσου τοῦ λαοῦ μου, καὶ ἐπιγνώσεσθε ὅτι ἐγὼ Κύριος
And I will set my face against that man, and I will make him a desolation and a waste, and I will cut him off from the midst of my people, and you shall know that I am the Lord.
我要向那人變臉,使他成為荒涼廢棄之地,把他從我子民中剪除,你們就知道我是耶和華。
1:1095
Καὶ δεικνὺς ὡς οὐ περὶ τῶν θείων ταῦτα λέγει προφητῶν, ἀλλὰ περὶ τῶν τὸ μὲν ὄνομα ἐχόντων, τοῦ δὲ πράγματος ὄντων ἐρήμων, ἐπ ήγαγε·
And showing that he says these things not concerning the true prophets, but concerning those who have the name but are void of the reality, he added:
他為要表明他所說的這些話,並非指真先知,乃是指那些徒有虛名、卻無其實的人,就接著說:
1:1096
Καὶ ὁ προφήτης ἐὰν πλανηθῇ, καὶ λαλήσῃ λόγον, ἐγὼ Κύριος πεπλάνηκα αὐτὸν τὸν προφήτην ἐκεῖνον, καὶ ἐκτενῶ τὴν χεῖρά μου ἐπ' αὐτὸν, καὶ ἀφανιῶ αὐτὸν ἐκ μέσου τοῦ λαοῦ μου Ἰσραήλ
And if the prophet be led astray and speak a word, I the Lord have led that prophet astray, and I will stretch out my hand against him, and I will destroy him from the midst of my people Israel.
若那先知被引誘說了一句話,是我耶和華引誘了那先知,我必向他伸手,把他從我民以色列中除滅。
1:1097
Καὶ λήψονται τὴν ἀδικίαν αὐτῶν
And they shall bear their iniquity.
他們必擔當自己的罪孽。
1:1098
Ἀλλ' οὐκ ἔστιν ἴδιον τοῦ δικαίου κριτοῦ, καὶ πλανᾷν τὸν προφήτην, καὶ πλανηθέντα κολάζειν
But it is not proper to a righteous judge both to lead the prophet astray, and to punish him for being led astray.
然而,既引誘先知、又因他受引誘而刑罰他,這並不合乎公義審判者的作為。
1:1099
Οὐ τοίνυν κατ' ἐνέργειαν λέγει τὸν προφήτην πλανᾷν, ἀλλὰ κατὰ συγχώρησιν·
He does not therefore say that he leads the prophet astray by his own operation, but by permission;
所以他並非說自己是藉主動的作為引誘先知,乃是藉著容許;
1:1100
γνώμῃ γὰρ, καὶ οὐκ ἀνάγκῃ ταύτην ἐπιτηδεύει
for by his own resolve, and not by necessity, does he pursue this course.
因為先知是憑自己的心意,而非出於被迫,才行這樣的事。
1:1101
Κατὰ τὸ ἀδίκημα γὰρ, φησὶ, τοῦ ἐπερωτῶντος, ὡσαύτως καὶ τὸ ἀδίκημα τοῦ προφήτου ἔσται, ( ιαʹ.) ὅπως μὴ πλανῶνται ἔτι οἶκος τοῦ Ἰσ ραὴλ ἀπ' ἐμοῦ, καὶ ἵνα μὴ μιαίνωνται ἔτι ἐν πᾶσι τοῖς παραπτώμασιν αὑτῶν·
For according to the wrongdoing, he says, of the inquirer, likewise also shall be the wrongdoing of the prophet, (v. 11) that the house of Israel may no longer stray from me, and that they may no longer be defiled in all their transgressions;
他說:問卜之人的罪過如何,先知的罪過也必如何,(第十一節)好使以色列家不再離棄我而迷失,也不再被他們一切的過犯所玷污;
1:1102
καὶ ἔσονταί μοι εἰς λαὸν, καὶ ἐγὼ ἔσομαι αὐτοῖς εἰς Θεὸν, λέγε, Ἀδωναῒ Κύριος
and they shall be to me for a people, and I will be to them for a God, says Adonai the Lord.
他們要作我的子民,我要作他們的神,這是主阿多乃說的。
1:1103
Οὐ μάτην, φησὶ, ταύτην ἐκείνοις ἐπάξω τὴν τιμωρίαν, ἀλλὰ διὰ τοῦ ἐκείνων ὀλέθρου τὸν λαόν μου εὐεργετῶν, καὶ τῆς ἐκείνων ἀσεβείας ἐλευθερῶν
Not in vain, he says, will I bring this punishment upon them, but by the ruin of those men I am doing good to my people, and freeing them from the impiety of those men.
他說:我把這刑罰加在他們身上並非徒然,乃是藉著那些人的滅亡使我的子民得益,並救他們脫離那些人的不敬虔。
1:1104
Βούλομαι γὰρ αὐτὸν ἔχειν λαὸν, καὶ εἶναι αὐτῶν θέλω Θεὸς, πᾶσαν αὑτῶν κηδεμονίαν ποιού μενος
For I wish to have him as a people, and I will to be their God, exercising all care over them.
因為我願以他為我的子民,也願作他們的神,全然眷顧他們。
1:1105
Καὶ ἐγένετο λόγος Κυρίου πρός με, λέγων·
And the word of the Lord came to me, saying:
耶和華的話臨到我,說:
1:1106
Υἱὲ ἀνθρώπου, γῆ ἐὰν ἁμάρτῃ μοι, τοῦ παραπεσεῖν παραπτώματι, καὶ ἐκτενῶ τὴν χεῖρά μου ἐπ' αὐτὴν, καὶ συντρίψω αὐτῆς στήριγμα ἄρτου, καὶ ἐξαποστελῶ ἐπ' αὐτὴν λιμὸν, καὶ ἐξαρῶ ἐξ αὐτῆς ἄνθρωπον καὶ κτῆνος·
Son of man, if a land sin against me by committing a trespass, then I will stretch out my hand against it, and I will break its staff of bread, and I will send forth famine upon it, and I will cut off from it man and beast;
人子啊,若有一地犯罪干犯我,陷於過犯之中,我必向那地伸手,折斷其糧食的杖,降饑荒在其上,並從其中剪除人與牲畜;
1:1107
σωθήσονται, λέγει Ἀδωναῒ Κύριος
they shall be saved, says Adonai the Lord.
他們必得救,這是主阿多乃說的。
1:1108
Ἀλλ' οὗτοι μὲν τῆς οἰκείας δικαιοσύνης τρυγήσουσι τοὺς καρποὺς, καὶ τῆς σωτηρίας ἀπολαύσονται, ἐκείνους δὲ τῆς ἐπαγομένης οὐκ ἀπαλλάξουσι τιμω ρίας
But these indeed shall gather the fruits of their own righteousness, and shall enjoy salvation, yet they shall not deliver those others from the punishment that is brought upon them.
然而這些人固然要收取自己義行的果子,得享救恩,卻不能使那些人脫離所臨到他們的刑罰。
1:1109
Τούτων δὲ τῶν ἀνδρῶν ἐμνημόνευσεν, ὡς τοῖς εἰρημένοις τῶν κατὰ τοὺς χρόνους αὐτῶν γεγονότων λίαν συμβαινόντων
He made mention of these men, as those who lived in their own times being exceedingly fitting to what has been said.
他之所以提到這幾個人,是因為他們活在自己的時代中,與所說的話極為相合。
1:1110
Ὅ τε γὰρ Νῶε ἐν ἀσεβῶν εὑ ρεθεὶς γενεᾷ, οὐκ ἴσχυσε τῆς τοῦ κατακλυσμοῦ παν ωλεθρίας ἀπαλλάξαι τοὺς μετανοίᾳ χρήσασθαι μὴ θελήσαντας
For Noah, being found in a generation of the impious, was not able to deliver from the utter destruction of the flood those who were unwilling to make use of repentance;
因為挪亞雖處在不敬虔的世代中,卻不能救那些不肯悔改的人脫離洪水的徹底毀滅;
1:1111
αὐτὸς δὲ, καὶ δορυάλωτος γενόμενος, τῶν πολεμίων ἐκράτησε, καὶ τοὺς ἀνδραποδίσαντας ἔλαβεν ὑπηκόους
but he himself, though become a war-captive, prevailed over his enemies, and took those who had enslaved him as subjects.
而他自己雖淪為戰俘,卻勝過了仇敵,並使那些擄他為奴的人反成了他的臣屬。
1:1112
Οὐδὲ οἱ τοῦ Ἰὼβ δὲ παῖδες τῆς τοῦ πατρὸς δικαιοσύνης ἀπώναντο, μόνος δὲ κρείτ. των τῆς τοῦ πολεμήσαντος ἐπιβουλῆς ἀπεφάνθη
Nor did the children of Job profit from their father's righteousness, but he alone was shown to be superior to the plot of the one who warred against him.
約伯的兒女也未能因父親的義而得益,唯有他自己顯明為勝過那攻擊他之人詭計的。
1:1113
Κἂν γὰρ θάνατον ἐπαγάγω τῇ γῇ ἐκείνῃ, κἂν θηρίων ἐπανά στασιν, κἂν πολεμίων ἔφοδον, εὑρεθήσονται δὲ οἱ τρεῖς ἄνδρες μέσοι αὐτῶν, οὐδὲ τοὺς ἑαυτῶν υἱοὺς ἢ θυγατέρας διασῶσαι δυνήσονται, ἀλλὰ μόνοι, τεύ ξονται τῆς σωτηρίας
For even if I bring death upon that land, or an onslaught of wild beasts, or an incursion of enemies, and the three men be found in the midst of them, they shall not be able to save even their own sons or daughters, but they alone shall obtain salvation.
因為我即或降瘟疫在那地,或使野獸來襲,或使仇敵入侵,那三個人若在其中,他們連自己的兒女也不能救,唯有他們自己得著拯救。
1:1114
ὅτι γὰρ ἀκολουθεῖ τῇ μετανοίᾳ ἡ σω τηρία, μάρτυς ἡ θεία Γραφὴ, πανταχοῦ τοῦτο διδά σκουσα
for that salvation follows upon repentance, the divine Scripture is witness, teaching this everywhere.
至於救恩是隨著悔改而來的,神聖的經卷可作見證,處處都這樣教導。
1:1115
Πρὸς δὲ τούτοις, βούλεται δεῖξαι ὁ τῶν ὅλων Θεὸς ὅτι ὅπερ ἐπ' ἄλλου ἔθνους οὐ πεποίηκε, τοῦτο ἐπὶ τοῦ Ἰσραὴλ πεποίηκε
In addition to these things, the God of all wishes to show that what he has not done in the case of another nation, this he has done in the case of Israel.
此外,萬有的神願意表明:他在別的民族身上所未曾行的事,卻在以色列身上行了。
1:1116
Τάδε λέγει γὰρ, φησὶν, Ἀδωναῒ Κύ ριος·
For thus says, he says, Adonai the Lord:
因他說:主阿多乃如此說:
1:1117
Ἐὰν δὲ καὶ τὰς τέσσαρας ἐκδικήσεις μου τὰς πονηρὰς ( πονηρὰς δὲ τὰς χαλεπὰς λέγει), ῥομφαίαν, καὶ λιμὸν, καὶ θηρία πονηρὰ, καὶ θάνατον ἐξαποστελῶ ἐπὶ Ἱερουσαλὴμ, τοῦ ἐξ ολοθρεῦσαι ἐξ αὐτῆς ἄνθρωπον καὶ κτῆνος
But if I also send my four evil punishments (by 'evil' he means 'grievous') — sword, and famine, and evil wild beasts, and pestilence — upon Jerusalem, to destroy out of her man and beast;
我若差遣我那四樣惡(他所謂「惡」乃指嚴厲)的刑罰——就是刀劍、饑荒、惡獸和瘟疫——臨到耶路撒冷,要從其中剪除人與牲畜;
1:1118
Καὶ ἰδοὺ ὑπολελειμμένοι ἐν αὐτῇ οἱ ἀνασωζόμε νοι ἐξ αὐτῆς, οἵτινες ἐξάξουσιν ἐξ αὐτῆς υἱοὺς καὶ θυγατέρας, ἰδοὺ αὐτοὶ ἐκπορεύσονται πρὸς ὑμᾶς, καὶ ὄψεσθε τὰς ὁδοὺς αὐτῶν
and behold, there are left in her those who escape out of her, who shall bring forth out of her sons and daughters — behold, they shall come forth to you, and you shall see their ways.
看哪,其中仍有逃脫的人存留,帶著兒女從其中出來——看哪,他們必出來到你們這裡,你們必看見他們的行徑。
1:1119
Θάνατον μὲν καλεῖ τὴν αἰφνίδιον τελευτὴν, ῥομφαίαν δὲ τὴν σφαγὴν, λιμὸν δὲ δῆλον ὅτι τὴν ἔνδειαν, θηρία πονηρὰ τοὺς ὠμῶς ἐξανδραποδίζοντας, πονη ρὰς ἐκδικήσεις τὰς χαλεπὰς καὶ πικράς
By 'pestilence' he calls the sudden death, by 'sword' the slaughter, by 'famine' clearly the want, by 'evil wild beasts' those who cruelly carry off into captivity, by 'evil punishments' the grievous and bitter ones.
他以「瘟疫」稱那猝然的死亡,以「刀劍」稱屠殺,以「饑荒」顯然指匱乏,以「惡獸」稱那些殘忍擄掠人的,以「惡的刑罰」稱那嚴厲而苦毒的刑罰。
1:1120
Ταύτας, φησὶ, τὰς τιμωρίας ἐπαγαγὼν τῷ Ἰσραὴλ, κατα λιμπάνω ἀνασωζομένους ἐξ αὐτῶν υἱοὺς καὶ θυγα τέρας, ἵνα μάθωσιν ἅπαντες τὴν πολλὴν αὐτῶν ἀσέβειαν, καὶ τὰ πονηρὰ ἐπιτηδεύματα, καὶ γνῶσι τῆς τιμωρίας τὸ δίκαιον
These punishments, he says, having brought upon Israel, I leave behind out of them sons and daughters who are saved, that all may learn their great impiety and their wicked practices, and may know the justice of the punishment.
他說:我把這些刑罰加在以色列身上,卻從他們中間留下得救的兒女,好使眾人都認識他們極大的不敬虔和邪惡的行徑,並得知這刑罰的公義。
1:1121
Καὶ ὑμεῖς δὲ, οἱ ἐκείνων ὁμόφυλοι, οὐ κατηγορήσετε τῆς τιμωρίας ὠμότητα, τὴν τούτων θεασάμενοι πονηρίαν
And you also, who are kinsmen of those men, will not charge the punishment with cruelty, once you have beheld the wickedness of these people.
而你們這些與那些人同族的,一旦看見這些人的邪惡,就不會指責這刑罰為殘忍了。
1:1122
Καὶ τοῦτο δηλῶν ἐπήγαγεν·
And making this plain, he went on to add:
為了闡明這一點,他接著補充說:
1:1123
Καὶ μεταμεληθήσεσθε ἐπὶ τὰ κακὰ, ἃ ἐπήγαγον ἐπὶ Ἱερουσαλὴμ, ἐπὶ πᾶσι τοῖς κακοῖς, οἷς ἐπήγαγον ἐπ' αὐτήν
And you shall repent of the evils which I brought upon Jerusalem, even of all the evils which I brought upon her.
你們必為我降在耶路撒冷的災禍,就是我降在她身上的一切災禍,而懊悔。
1:1124
( κγʹ.) Καὶ παρακαλέσουσιν ὑμᾶς, διότι ὄψεσθε τὰς ὁδοὺς αὐτῶν, καὶ τὰ ἐνθυμήματα αὐτῶν, καὶ ἐπιγνώσεσθε ὅτι οὐ μάτην πεποίηκα πάντα, ὅσα ἐποίησα ἐν αὐτῇ, λέγει Ἀδωναῒ Κύριος
(23.) And they shall comfort you, because you shall see their ways and their devices; and you shall know that not in vain have I done all that I did in her, says Adonai the Lord.
(二十三節)他們必安慰你們,因為你們看見他們的行徑和他們的圖謀;你們就知道,我在她身上所行的一切並非徒然,這是主耶和華說的。
1:1125
Τούτου γὰρ χάριν, φησὶν, οὐ πάντας παραδώσω πανωλεθρίᾳ, ἀλλὰ καταλείψω ἐξ αὐτῶν σωζομένους, ἵνα μάθωσι δι' ἐκείνων ἅπαντες τῆς ἐπενεχθείσης αὐτοῖς τιμωρίας τὸ δίκαιον
For on this account, he says, I will not deliver all to utter destruction, but I will leave some of them as survivors, so that through those all may learn the justice of the punishment brought upon them.
他說,正是為了這緣故,我不會把眾人都交於徹底的滅亡,卻要從他們中間留下一些得存活的,好叫眾人藉著那些人,得知所加在他們身上之刑罰的公義。
1:1126
Καὶ ἐγένετο λόγος Κυρίου πρός με, λέ γων·
And the word of the Lord came to me, saying:
耶和華的話臨到我,說:
1:1127
ἐργασίαν; εἰ λήψονται ἐξ αὐτῆς πάσσαλον, τοῦ κρεμάσαι ἐπ' αὐτὸν πᾶν σκεῦος; Πάρεξ ὃ πυρὶ δέδοται εἰς ἀνάλωσιν, τὴν κατ' ἐνιαυτὸν αὐτῆς κάθαρσιν ἀναλίσκει τὸ πῦρ, καὶ ἐκλείπει εἰς τέλος
...for work? Will they take from it a peg on which to hang any vessel? Except what is given to the fire for consumption, the fire consumes its yearly cleansing, and it fails utterly.
……可作工用嗎?人能從它取一根釘子,好在其上掛任何器皿嗎?除了交給火焚燒的以外,火吞滅它每年的修剪之物,它便完全枯竭了。
1:1128
Ἐπειδὴ ἄμπελον ἀεὶ διὰ τῶν προφητῶν τὸν Ἰσραὴλ ὠνόμασε·
Since he always named Israel a vine through the prophets:
既然他常藉眾先知稱以色列為葡萄樹:
1:1129
Ἀμπελὼν ἐγενήθη τῷ ἠγαπημένῳ· ὁ δὲ Ἱερεμίας·
'My beloved had a vineyard'; and Jeremiah:
「我所親愛的有一個葡萄園」;而耶利米則說:
1:1130
Πῶς ἐστράφης μοι εἰς πικρίαν, ἡ ἄμπελος ἡ ἀληθινή; τροπικῶς ἀπὸ τῶν κλημάτων τῆς ἀμπέλου δείκνυσι τοῦ Ἰσραὴλ τὸ ἄχρηστον Καθάπερ γὰρ, φησὶν, ὑπὲρ ἅπαντα τὰ ξύλα εἰς ἐρ γασίαν ἀνεπιτήδειον τῆς ἀμπέλου τὸ ξύλον·
'How have you turned into bitterness for me, you true vine?' — figuratively, from the branches of the vine, he shows the uselessness of Israel. For just as, he says, above all trees the wood of the vine is unfit for work:
「你這真葡萄樹,怎麼向我變為苦澀了呢?」——他藉著葡萄樹的枝子作比喻,顯明以色列的無用。因為他說,正如在一切樹木之上,葡萄樹的木料最不宜於作工:
1:1131
οὔτε γὰρ πάσσαλόν τις τὸν εὐτελέστατον ἐξ ἐκείνης κατα σκευάσαι δύναται, ἀλλὰ μόνον τοῦ πυρὸς ὑπάρχει τροφὴ, καὶ ἡ κατ' ἐνιαυτὸν δὲ αὐτῆς κάθαρσις τῷ πυρὶ παραδίδοται·
for no one can fashion from it even the meanest peg, but it exists only as fuel for the fire, and its yearly pruning too is handed over to the fire;
因為人不能用它作成哪怕最不值錢的釘子,它只能作火的燃料,並且它每年的修剪之物也被交給火;
1:1132
οὕτως οὗτος ὁ λαὸς εἰς ἕτερον οὐδὲν ἐπιτήδειος, ἢ εἰς ὄλεθρον καὶ τιμωρίαν
so this people is fit for nothing else than for destruction and punishment.
照樣,這民除了毀滅與刑罰以外,別無他用。
1:1133
Τὴν κατ' ἐνιαυτὸν αὐτῆς κάθαρσιν, φησὶν, ἀναλίσκει τὸ πῦρ, καὶ ἐκλείπει εἰς τέλος
'Its yearly cleansing,' he says, 'the fire consumes, and it fails utterly.'
他說:「火吞滅它每年的修剪之物,它便完全枯竭了。」
1:1134
Εἰ ποιηθήσεται εἰς ἐργασίαν; ( εʹ.) Οὐδὲ ἔτι αὐτοῦ ὄντος ὁλοκλήρου οὐκ ἔσται εἰς ἐργασίαν
'Shall it be made fit for work?' (5.) Not even while it is still whole shall it be fit for work.
「它可作工用嗎?」(五節)就是在它完好之時,也不能作工用。
1:1135
Μὴ ὅτι ἐὰν καὶ πῦρ αὐτὸ ἀναλώσῃ εἰς τέλος, εἰ ἔτι ἔσται εἰς ἐργασίαν; Εἰ γὰρ, πρὶν ἢ τῷ πυρὶ παραδοθῆναι, εἰς οὐδεμίαν ἐστὶν ἐπιτήδειον ἐργα σίαν, σχολῇ γε ἂν χρήσιμον ἔσται μετὰ τὸ πυρὸς γενέσθαι δαπάνην·
Much less, then, if the fire has utterly consumed it — will it still be fit for work? For if, before it is handed over to the fire, it is suited for no work at all, then hardly will it be useful after becoming the fire's fuel.
那麼,若火已將它完全焚盡,它豈能還可作工用呢?因為它在未交給火以先,尚且不宜於任何工用,更何況在成了火的燃料之後,就更難有用了。
1:1136
οὕτω τὴν παραβολὴν εἰρηκὼς, ἐπάγει τὴν ἑρμηνείαν
Having thus spoken the parable, he goes on to give the interpretation.
他既如此說了這比喻,便接著給出解釋。
1:1137
Ὃν τρόπον τὸ ξύλον τῆς ἀμπέλου ἐν τοῖς ξύλοις τοῦ δρυμοῦ, ὃ δέδωκα αὐτὸ τῷ πυρὶ εἰς ἀνάλωσιν, οὕτω δέδωκα τοὺς κατοικοῦντας Ἱερουσαλήμ
As the wood of the vine among the trees of the forest, which I gave to the fire for consumption, so have I given the inhabitants of Jerusalem.
正如林中樹木裡葡萄樹的木料,我已將它交給火焚燒,我也照樣將耶路撒冷的居民交出去。
1:1138
Καὶ δώσω τὸ πρόσωπόν μου ἐπ' αὐτούς
And I will set my face against them.
我必向他們變臉。
1:1139
Τοῦτο δὲ ἐκ μεταφορᾶς εἴρηκε τῶν, ὀργί λον ὑποδεικνύντων καὶ βλοσυρὸν τὸ πρόσωπον
This he said by a metaphor drawn from those who show an angry and stern countenance.
這話是他借用那些顯出忿怒而猙獰面容之人的比喻而說的。
1:1140
Ἐκ τοῦ πυρὸς ἐξελεύσονται, φησὶ, καὶ πῦρ καταφάγεται αὐτούς. Ἀπαλλαγέντες γὰρ τοῦ λιμοῦ, παραδο θήσονται τῇ σφαγῇ καὶ τῇ αἰχμαλωσίᾳ
'They shall go out from the fire,' he says, 'and fire shall devour them.' For being delivered from famine, they shall be handed over to slaughter and captivity.
他說:「他們必從這火中出來,火卻要吞滅他們。」因為他們脫離了饑荒,就要被交於刀劍和擄掠。
1:1141
Καὶ γνώσονται ὅτι ἐγὼ Κύριος, ἐν τῷ στη ρίσαι τὸ πρόσωπόν μου ἐπ' αὐτούς
And they shall know that I am the Lord, when I set my face against them.
我向他們變臉的時候,他們就知道我是耶和華。
1:1142
( ηʹ.) Καὶ δώσω τὴν γῆν εἰς ἀφανισμὸν, ἀνθ' ὧν παρέπεσον παραπτώματι, λέγει Ἀδωναῒ Κύριος
(8.) And I will make the land a desolation, because they transgressed with a trespass, says Adonai the Lord.
(八節)我必使這地荒涼,因為他們犯了過犯,這是主耶和華說的。
1:1143
Αὐτοὺς μὲν γὰρ αἰχμαλωσίᾳ καὶ σφαγῇ παραδώσω, τὴν δὲ ὑπ' αὐτῶν γεωργουμένην γῆν ἔρημον καταστήσω τῶν γεωργούντων οὐκ ὄντων
For them I will deliver to captivity and slaughter, and the land tilled by them I will make desolate, since there will be none to till it.
至於他們,我要交於擄掠與殺戮;至於他們所耕種的地,我要使之荒涼,因為無人耕種了。
1:1144
Ταῦτα δὲ πείσονται, δίκας ὧν ἐπλημμέλησαν τίνοντες
These things they shall suffer, paying the penalty for the sins they committed.
他們必要遭受這些事,為所犯的罪付出代價。
1:1145
Ἐπειδὴ τοίνυν ὅσα προεγράφη, εἰς ἡμετέραν ὠφέλειαν προεγράφη, ἵνα διὰ τῆς ὑπομονῆς καὶ τῆς παρακλήσεως τῶν Γραφῶν τὴν ἐλπίδα ἔχωμεν, μὴ γενώμεθα ξύλα, καὶ χόρτος,. καὶ καλάμη, ἅπερ ἐστὶ τροφὴ τοῦ πυρὸς, ἀλλὰ χρυσὸς καὶ λίθοι τίμιοι, ὕλη τοῦ βασιλικοῦ διαδή ματος, ἵνα Χριστῷ συμβασιλεύσωμεν, μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα πρέπει, σὺν τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων
Since, therefore, whatever was written beforehand was written beforehand for our benefit, that through the patience and comfort of the Scriptures we might have hope, let us not become wood, and grass, and stubble — which are fuel for the fire — but gold and precious stones, the material of the royal diadem, that we may reign together with Christ; with whom to the Father belongs the glory, together with the Holy Spirit, unto the ages of ages.
因此,既然凡從前所寫的,都是為教訓我們寫的,叫我們藉著聖經的忍耐與安慰得著盼望,我們就不要作那火的燃料——木、草、禾稭,倒要作金子與寶石,作君王冠冕的材料,好叫我們與基督一同作王;願榮耀藉著祂歸與父,並歸與聖靈,直到世世代代。
1:1146
Καὶ ἐγένετο λόγος Κυρίου πρός με, λέ γων·
And the word of the Lord came to me, saying:
耶和華的話臨到我,說:
1:1147
Υἱὲ ἀνθρώπου, διαμάρτυραι τῇ Ἱερουσα λὴμ τὰς ἁμαρτίας αὐτῆς
Son of man, testify to Jerusalem of her sins.
人子啊,你要向耶路撒冷指證她的罪。
1:1148
Ἀγαθὸς τῶν ἁμαρτημά των ὁ ἔλεγχος, καὶ ἐπ' ὠφελείᾳ γινόμενος
Good is the reproof of sins, when it comes for benefit.
對罪的責備是好的,只要它是為益處而發的。
1:1149
Τοῖς γὰρ ἀναλγησίᾳ νοσοῦσιν ἐντίθησιν αἴσθησιν, καὶ εἰς μνή μην φέρει τῶν οἰκείων πλημμελημάτων
For to those sick with insensibility it implants perception, and brings to remembrance their own transgressions.
因為它在那些患了麻木之病的人裡面植入知覺,使他們記起自己的過犯。
1:1150
Ἀνιαρὸν μὲν γὰρ, καὶ λίαν χαλεπὸν, τὸ νοσεῖν χαλεπώτερον δὲ πολλῷ τὸ καὶ αὐτὴν ἀγνοεῖν τὴν νόσον·
For grievous indeed, and exceedingly hard, is being sick; but far harder is to be ignorant of the very sickness.
患病固然是苦的,也是極其艱難的;然而更加艱難得多的,乃是連這病本身也不自知。
1:1151
οὗ χάριν, πολλάκις καὶ ἰατρῶν παῖδες τοὺς οὕτω διακειμένους, οἳ αἴσθησιν τῶν παθημάτων οὐκ ἐθέλουσι δέξα σθαι, τὸ βαρὺ τῆς νόσου διδάσκουσιν, ἵνα αἰσθόμενοι παύσωνται μὲν ἀταξίᾳ τρέφοντες τῆς νόσου τὰς ὕλας, τοῖς δὲ τῆς ἰατρικῆς τέχνης ἀκολουθήσωσι νόμοις
For which reason even the sons of physicians often teach those so disposed — who are unwilling to accept any perception of their sufferings — the gravity of the disease, so that, perceiving it, they may cease feeding the matter of the disease with disorder, and may follow the laws of the medical art.
為此,就連醫者之子也常常向那些如此光景、不肯領受任何對自身病痛之知覺的人,指明疾病的嚴重,好叫他們一經察覺,便止住以放縱滋養病源,轉而遵從醫術的規則。
1:1152
Τοῦτο καὶ ὁ τῶν ὅλων Θεὸς ἐπὶ τῶν παρα νομούντων καὶ ἀναισθήτως διακειμένων διατελεῖ ποιῶν·
This too the God of all continually does with regard to those who transgress the law and are in an unfeeling condition.
萬有的神對那些干犯律法、心地麻木的人,也不斷這樣行。
1:1153
Ἐλέγξω σε, καὶ παραστήσω κατὰ πρόσωπόν σου τὰς ἁμαρτίας σου· τῇ δὲ Ἱερουσαλὴμ διὰ Ἱερεμίου·
'I will reprove you, and set your sins before your face'; and to Jerusalem through Jeremiah:
「我要責備你,將你的罪擺在你面前」;又藉耶利米對耶路撒冷說:
1:1154
Γνῶθι, ὅτι εἰς Κύριον τὸν Θεόν σου ἠσέβησας· καὶ πάλιν·
'Know that you have acted impiously against the Lord your God'; and again:
「你當知道,你得罪了耶和華你的神」;又說:
1:1155
σου ἐν τῷ πολυανδρίῳ, καὶ γνῶθι τί ἐποίησας· καὶ μυρία δὲ ἄλλα τοιαῦτα ἔστιν εὑρεῖν
'...of yours in the burial-place, and know what you have done'; and countless other such things one may find.
「……你在墳地所行的,你當知道你所做的」;還有無數這類的話可以尋見。
1:1156
Τοῦτο τοίνυν κἀνταῦθα τῷ προφήτῃ Ἰεζεκιὴλ ποιῆσαι παρακελεύεται·
This, then, here too he bids the prophet Ezekiel to do.
如今在此,他也吩咐先知以西結去行這事。
1:1157
Εἶτα κατὰ μέρος αὐτὸς διηγεῖται τὰ πλημ μελήματα
Then in detail he himself recounts the transgressions.
隨後他便逐一詳述那些過犯。
1:1158
Τάδε λέγει Ἀδωναῒ Κύριος τῇ Ἱερουσαλήμ
Thus says Adonai the Lord to Jerusalem.
主耶和華對耶路撒冷如此說。
1:1159
Πανταχοῦ ὁ διπλασιασμὸς τὸ ἀληθὲς διδάσκει τῆς δεσποτείας
Everywhere the doubling teaches the truth of the sovereign lordship.
凡在稱謂上重複之處,都是要教導那主權統治的真實。
1:1160
Ἡ ῥίζα σου καὶ ἡ γένεσίς σου ἐκ γῆς Χαναάν·
Your root and your birth are from the land of Canaan;
你的根源與你的出生是從迦南地而來;
1:1161
ὁ πατήρ σου Ἀμοῤ ῥαῖος, καὶ ἡ μήτηρ σου Χετταία. Μέγα ἐφρόνουν Ἰου δαῖοι ἐπὶ τῇ συγγενείᾳ τοῦ Ἀβραάμ·
your father was an Amorite, and your mother a Hittite. The Jews thought highly of themselves on account of their kinship with Abraham;
你父親是亞摩利人,你母親是赫人。猶太人因與亞伯拉罕有親屬關係,便自視甚高;
1:1162
διὸ καὶ τῷ Κυρίῳ ἐν τοῖς ἱεροῖς Εὐαγγελίοις ἔλεγον·
wherefore also they said to the Lord in the holy Gospels:
因此他們在神聖的福音書中也對主說:
1:1163
Σπέρμα Ἀβραάμ. ἐσμεν, καὶ οὐδενὶ δεδουλεύκαμεν πώποτε. Ταύτην τὴν ἀλαζονείαν καὶ ὁ μακάριος Ἰωάννης ὁ Βαπτι στὴς καταλύει, λέγων·
'We are Abraham's seed, and have never been in bondage to anyone.' This arrogance too the blessed John the Baptist demolishes, saying:
「我們是亞伯拉罕的後裔,從來沒有作過誰的奴僕。」這等傲慢,蒙福的施洗約翰也加以拆毀,說:
1:1164
Γεννήματα ἐχιδνῶν, τίς ὑπέδειξεν ὑμῖν φυγεῖν ἀπὸ τῆς μελλούσης ὀργῆς; Ποιήσατε οὖν καρποὺς ἀξίους τῆς μετανοίας, καὶ μὴ δόξητε λέγειν ἐν ἑαυτοῖς·
'Brood of vipers, who warned you to flee from the wrath to come? Bring forth therefore fruits worthy of repentance, and think not to say within yourselves:
「毒蛇的種類,誰指示你們逃避將來的忿怒呢?所以你們要結出與悔改相稱的果子來,不要自己心裡說:
1:1165
Πατέρα ἔχομεν τὸν Ἀβραάμ·
We have Abraham as our father.'
『我們有亞伯拉罕為我們的祖宗。』」
1:1166
ὧν γὰρ ἐζήλωσαν τὴν ἀσέβειαν, τούτων εἰκότως ἐδέξαντο τὴν συγγένειαν, ἀπὸ τοῦ τρόπου τῷ γένει τούτῳ συγκληρωθέντες
For whose impiety they emulated, of those they fittingly received the kinship, being allotted to this race by their manner of life.
他們既效法了那些人的不敬虔,就理所當然地承受了那些人的親屬關係,藉著自己的行徑被歸入了這族類。
1:1167
Ἱκανὸν δὲ ἦν λίαν αὐτοὺς πλῆξαι, οὐ μόνον διὰ τὴν τηνικαῦτα παρανομίαν τούτων αὐτῶν τῶν ἐθνῶν, ἀλλὰ καὶ διὰ τὴν ἄνωθεν δυσγένειαν
It was quite sufficient to strike them severely, not only because of the lawlessness of these very nations at that time, but also because of their ignoble descent from of old.
這足以重重打擊他們,不僅因這些外邦人當時的不法,也因他們自古以來卑賤的出身。
1:1168
Ἀραῖς γὰρ ὁ Χαναὰν ὑπεβλήθη, καὶ δουλείαν ὑπὸ τοῦ προπάτορος Νῶε κατεδικάσθη
For Canaan was subjected to curses, and was condemned to slavery by his forefather Noah.
因為迦南曾被置於咒詛之下,並被他先祖挪亞判定為奴。
1:1169
Τούτου, φησὶν, ὑπάρχεις ἀπόγο νος, καὶ οὐδεμίαν ἔχεις πρὸς τὸν Ἀβραὰμ καὶ τὸν Σὴμ συγγένειαν·
'Of this one,' he says, 'you are a descendant, and you have no kinship with Abraham and Shem;
他說:「你是這人的後裔,與亞伯拉罕和閃並無親屬關係;
1:1170
ὧν γὰρ ἠρνήθης τὴν εὐσέβειαν, τού των ἀπώλεσας καὶ αὐτὴν τὴν συγγένειαν, καὶ τῆς εὐγενείας ἐκείνης παντελῶς ἐγυμνώθης
for whose piety you denied, of those you lost even the kinship itself, and were stripped utterly of that nobility.'
因為你既否認了他們的敬虔,就連那親屬關係本身也失去了,並且被完全剝去了那尊貴。」
1:1171
Οὕτω πλή ξας αὐτοὺς τῇ τοῦ Χαναὰν δυσγενείᾳ, κατὰ μέρος καὶ τὴν αὐτῶν παρανομίαν, καὶ τὴν οἰκείαν διηγεῖται εὐεργεσίαν
Having thus struck them with the ignobility of Canaan, he recounts in detail both their lawlessness and his own benefaction.
他既如此用迦南的卑賤打擊了他們,便逐一詳述他們的不法,以及他自己的恩惠。
1:1172
Οὐκ ἐτμήθη, φησὶν, ὁ ὀμφαλός σου
'Your navel was not cut,' he says.
他說:「你的臍帶沒有被剪斷。」
1:1173
Τουτέστιν, Ἔτι τὴν Αἰγυπτιακὴν ἕλκεις τροφήν
That is: You still draw the Egyptian nourishment.
意思就是:你仍舊吸取埃及的養分。
1:1174
Γέννησιν δὲ αὐτῆς καλεῖ τὴν ἐξ Αἰγύπτου ἔξοδον
And he calls her birth the exodus from Egypt.
他稱她的出生為從埃及出來。
1:1175
Φασὶ δὲ ἰατρῶν παῖδες τὸ ἔμβρυον ἐν τῇ μήτρᾳ οἷόν τινα ῥίζαν ἔχειν τὸν ὀμφαλὸν, καὶ δι' ἐκείνου τρέ φεσθαί τε καὶ αὐξάνεσθαι·
The sons of physicians say that the embryo in the womb has the navel as a kind of root, and through it is nourished and grows;
醫者之子說,胎兒在母腹中以臍帶為根,藉著它得養分並長大;
1:1176
ἐπειδὴ τοίνυν αἱ μαῖαι κόπτειν εἰώθασι τοῦ βρέφους τὸ προκύπτον τοῦ ὀμ φαλοῦ, τροπικῶς ἐκ μεταφορᾶς φησιν·
since, therefore, the midwives are wont to cut off the protruding part of the infant's navel, he says figuratively, by way of metaphor:
既然接生婆慣於剪去嬰孩臍帶突出的部分,他便借用比喻寓意地說:
1:1177
Ὁ ὀμφαλός σου οὐ περιετμήθη· ἀντὶ τοῦ, Ἔτι καὶ σήμερον ἕλ κεις ἀπὸ τῆς μητρῴας μήτρας, τουτέστι τῆς Αἰγύ πτου, τὴν τῆς ἀσεβείας τροφήν
'Your navel was not cut off' — instead of: Even to this day you draw from the maternal womb, that is, from Egypt, the nourishment of impiety.
「你的臍帶沒有被剪斷」——意即:直到今日你仍從那母腹,就是從埃及,吸取不敬虔的養分。
1:1178
Καὶ ἐν ὕδατι οὐκ ἐλούσθης εἰς σωτηρίαν. Καὶ τοῦτο ἴσως, ἐκ μεταφορᾶς τῶν βρεφῶν, τῶν μετὰ τὸν τόκον λουο μένων, καὶ ἀποῤῥυπτομένων, καὶ τοῦ μητρῴου αἵ ματος ἀπαλλαττομένων
And you were not washed in water for salvation. This too, perhaps, is by metaphor from infants, who after birth are washed and cleansed and freed from the maternal blood.
「你也沒有在水中被洗以得潔淨。」這也許同樣是借用嬰孩的比喻——嬰孩出生後被洗淨、被潔淨、被除去母胎的血。
1:1179
Σὺ οὖν, φησὶ, τούτων οὐκ ἀπηλλάγης, ἀλλ' ἔτι καὶ σήμερον φέρεις τῆς μη τρῴας νηδύος τὰ σημεῖα
'You then,' he says, 'were not freed from these things, but even to this day you bear the marks of the maternal womb.'
他說:「你並沒有脫離這些,反倒直到今日仍帶著母腹的印記。」
1:1180
Οὐδὲ ἁλὶ ἡλίσθης, καὶ σπαργάνοις οὐκ ἐσπαργανώθης. Οὐκ ἐδέξω, φησὶ, τῆς διδασκαλίας τοὺς ἅλας, οὐ τὰ προσενε χθέντα σοι διὰ τοῦ νόμου σπάργανα, ἃ τοῖς βρέφεσι. προσφέρεται, ἵνα, εἴ τι ἂν τῶν μελῶν ἐν ταῖς ὠδῖσι τοῦ εὐθέος παρατραπῇ, διευθύνηται, καὶ τὸ προσ ῆκον ἀπολαμβάνῃ σχῆμα
Nor were you salted with salt, and you were not wrapped in swaddling-clothes. 'You did not receive,' he says, 'the salt of instruction, nor the swaddling-clothes brought to you through the Law' — which are applied to infants, so that if any of the limbs be turned aside from straightness during the birth-pangs, it may be set straight and receive its proper form.
「你也沒有用鹽擦身,沒有用布包裹。」他說:「你沒有領受教訓的鹽,也沒有領受那藉律法賜給你的襁褓」——這些是為嬰孩預備的,好叫肢體若在生產陣痛中有所偏斜,便可得以矯正,恢復當有的形狀。
1:1181
Οὐδὲ ἐφείσατο ἐπὶ σοὶ ὁ ὀφθαλμός μου τοῦ ποιῆσαί σοι ἓν ἐκ πάντων τούτων, τοῦ παθεῖν τι ἐπὶ σοί·
Nor did my eye spare you, to do to you one of all these things, to suffer anything for your sake;
我的眼也不顧惜你,不為你行這一切事中的任何一件,不為你的緣故忍受什麼;
1:1182
καὶ ἀπεῤῥίφης ἀπὸ προσώπου τοῦ πεδίου τῇ σκολιότητι τῆς ψυχῆς σου, ἐν ᾗ ἡμέρᾳ ἐτέχθης
and you were cast out upon the face of the plain in the crookedness of your soul, in the day you were born.
在你出生的日子,你就因你心靈的乖僻,被拋在平原之上。
1:1183
Εὐθὺς γὰρ, φησὶ, καὶ παραχρῆμα τεχθεῖσα, καὶ τῆς Αἰγύπτου ἀπαλλαγεῖσα, καὶ τὴν ἰσότητα τοῦ νόμου παιδευθεῖσα παρ' ἐμοῦ, παρετράπης, τὰ σκολιὰ καὶ διεστραμμένα ἀεὶ ἀγαπήσασα
For immediately, he says, and at once upon being born, and delivered from Egypt, and taught the equity of the Law by me, you turned aside, ever loving the crooked and perverse things.
他說,你一出生,就是立時脫離埃及、蒙我教導律法之公平,便偏行己路,總是喜愛乖曲悖謬之事。
1:1184
Πεδίον γὰρ ἐνταῦθα τὴν ἰσότητα προηγόρευσεν
For here by 'plain' he designated equity.
因為他在此以「平原」指稱公平。
1:1185
Ἐγὼ δὲ, φησὶν, ἐν μὲν τῇ Αἰγύπτῳ, οὐδένα σοι προσ ήνεγκα νόμον, οὐδὲ τῶν ἐντολῶν τοὺς ἅλας, οὐδὲ τὴν τοῦ ὀμφαλοῦ περιτομὴν, οὐδὲ τὴν διὰ τῶν σπαργά νων διάρθρωσιν τῶν μελῶν·
'But I,' he says, 'in Egypt gave you no law, nor the salt of the commandments, nor the circumcision of the navel, nor the setting-straight of the limbs through the swaddling-clothes;
他說:「至於我,在埃及並沒有給你律法,沒有給你誡命的鹽,沒有給你臍帶的割禮,也沒有藉襁褓給你肢體的矯正;
1:1186
μετὰ δὲ τὴν ἐκεῖθεν ἀπαλλαγὴν, παντοδαπῆς σε ἐπιμελείας ἠξίωσα
but after the deliverance from there, I deemed you worthy of every kind of care.
然而在你從那裡得釋放之後,我便以各樣的看顧待你。
1:1187
διῆλθον ἐπὶ σὲ, καὶ εἶδόν σε πε φυρμένην ἐν τῷ αἵματι·
I passed by you, and saw you defiled in your blood;
我從你旁邊經過,見你被血玷污;
1:1188
καὶ εἶπόν σοι, Ἐν τῷ αἵματι ζώσῃ, καὶ εἶπόν σοι·
and I said to you, 'In your blood live'; and I said to you:
我對你說:『你在血中要存活』;我又對你說:
1:1189
Πληθύνου ἀθώως, καθὼς τὴν ἀνατολὴν τοῦ ἀγροῦ δέδωκά σε
'Be multiplied blamelessly, as the shoot of the field I have made you.'
『你要無罪地繁多,如同田間的嫩苗,我已使你如此。』
1:1190
Θεασάμενος γάρ σε τῷ τῆς εἰδωλολατρείας αἵματι πεφυρμένην, καὶ τὰ αἵματα τῶν θυσιῶν ἀσπαζομένην, συνεχώρησά σοι θύειν, οὐκ εἰδώλοις, ἀλλ' ἐμοί
For having beheld you defiled with the blood of idolatry, and welcoming the blood of the sacrifices, I permitted you to sacrifice — not to idols, but to me.
因為我見你被拜偶像的血玷污,又親近祭牲的血,我便容許你獻祭——不是獻給偶像,乃是獻給我。
1:1191
Τοῦτο γὰρ παρ εδήλωσεν εἰρηκώς·
For this is what He indicated when He said:
因為祂說這話時所暗示的正是這意思:
1:1192
πληθύνου ἀθώως· τουτέστι, Μὴ παρανόμως, ἀλλ' ἐννόμως·
'Multiply innocently'; that is, not lawlessly but lawfully;
「當無罪地繁增」,就是說:不要違法,而要合法地行事;
1:1193
μὴ δαίμοσιν, ἀλλὰ Θεῷ θύουσα·
not sacrificing to demons, but to God;
不要向鬼魔獻祭,而要向神獻祭;
1:1194
τοῦτο γὰρ ποιοῦσα δίκην ἀρούρας εὐθαλοῦς βλαστήσεις, καὶ παντοδαποῖς κοσμηθήσῃ καρποῖς
for if you do this, you shall sprout like a flourishing field, and you shall be adorned with fruits of every kind.
因為你若這樣行,就必如茂盛的田地一般發芽生長,並要以各樣的果子為妝飾。
1:1195
Καὶ ἐπλη θύνθης καὶ ἐμεγαλύνθης, καὶ εἰσῆλθες εἰς πόλεις πόλεων. Ἠκολούθησε, φησὶ, τῇ ἐμῇ εὐλογίᾳ τὸ ἔρ γον·
'And you were multiplied and made great, and you entered into cities of cities.' The work, He says, followed upon My blessing;
「你就繁增壯大,進入城邑之中的城邑。」祂說,這事的果效乃是隨著我的祝福而來的;
1:1196
Ὡς τὴν ἀνατολὴν τοῦ ἀγροῦ δέδωκά σε·
'As the sunrise of the field have I appointed you';
「我使你如田間的旭日初升」;
1:1197
σὺ δὲ δεξαμένη τὴν εὐλογίαν, καὶ πλῆθος ἐκτήσω, καὶ μέγεθος·
and you, having received the blessing, gained both multitude and greatness;
而你既領受了那祝福,就得著了眾多與宏大;
1:1198
ἐπίσημός τε καὶ περιφανὴς ἀπεφάνθης, καὶ τὰς μεγίστας τῶν πόλεων ἔσχες ὑποχειρίους
you were shown forth as notable and illustrious, and you held the greatest of cities under your hand.
你顯為顯著而卓著,並使那些最大的城邑臣服於你的手下。
1:1199
Οὕτω συντόμως δείξας αὐτὴν τὴν γένεσιν καὶ τὴν ἐπίδοσιν, πάλιν ἐξηγεῖται τὴν κατὰ μέρος αὔξησιν
Having thus briefly shown her origin and her increase, He again expounds her growth in detail.
祂既如此簡略地指明了她的起源與其增長,便再逐一詳述她的成長。
1:1200
Οἱ μαστοί σου, φησὶν, ἀν ωρθώθησαν, καὶ ἡ θρίξ σου ἀνέτειλε. Τροπικῶς ἅπαντα ἐκ μεταφορᾶς τῶν παιδίων λέγει, τὴν πλείονα διάθεσιν διὰ τούτων ἐπιδεικνύς
'Your breasts,' He says, 'were made erect, and your hair grew.' He says all these things figuratively, by a metaphor drawn from children, showing through them the greater disposition.
祂說:「你的乳房隆起,你的頭髮生長。」祂說這一切都是比喻的說法,借用孩童的隱喻,藉此顯明那更為長進的心志。
1:1201
Μαστοὺς δὲ καλεῖ τοῦ λογικοῦ τὴν διάκρισιν ( τὴν γὰρ καρδίαν οἱ μαστοὶ συγκαλύπτουσι), τρίχας δὲ τὸν ἀπὸ τελειότητος γινό μενον κόσμον
By 'breasts' He calls the discernment of the rational faculty (for the breasts cover over the heart), and by 'hair' the adornment that comes from maturity.
祂所稱的「乳房」是指理性能力的分辨(因為乳房遮蓋著心臟),而「頭髮」則是指從成熟而來的妝飾。
1:1202
Σὺ δὲ ἦσθα, φησὶ, γυμνὴ, καὶ ἀσχημονοῦσα. Οὐδέπω γὰρ ἐδέξω τοῦ νόμου τὸ κάλυμμα. ηʹ
'But you,' He says, 'were naked and unseemly.' For you had not yet received the covering of the Law. (8)
祂說:「但你卻赤身露體,不成體統。」因為你還未領受律法的遮蓋。(八)
1:1203
Καὶ διῆλθον διὰ σοῦ, καὶ εἶδόν σε·
'And I passed through you and saw you;
「我從你旁邊經過,看見你;
1:1204
καὶ ἰδοὺ ὁ καιρός σου, καὶ καιρὸς καταλυόντων·
and behold, your time was the time of those who dissolve;
看哪,你的時候到了,正是解決的時候;
1:1205
καὶ διεπέτασα τὰς πτέρυγάς μου ἐπὶ σὲ, καὶ ἐκά λυψα τὴν ἀσχημοσύνην σου, καὶ ὤμοσά σοι, καὶ εἰσῆλθον ἐν διαθήκῃ μετὰ σοῦ, λέγει Ἀδωναῒ Κύ ριος
and I spread My wings over you, and covered your unseemliness, and swore to you, and entered into covenant with you, says Adonai the Lord.'
我便將我的翅膀鋪在你身上,遮蓋你的赤露,向你起誓,與你立約,這是主阿多乃說的。」
1:1206
Θεασάμενος γάρ σε ἐπιτηδείαν λοιπὸν εἰς τὸ δέξασθαι τὴν διὰ τοῦ νόμου πρὸς ἐμὲ κοινωνίαν, ἐξ έτεινα μὲν οἷόν τινας πτέρυγας τῶν σωτηρίων ἐντο λῶν τὴν διδασκαλίαν, καὶ συνεκάλυψα τὴν τῆς ἀνο μίας γυμνότητα·
For having seen you now fit to receive fellowship with Me through the Law, I stretched out, as it were certain wings, the teaching of the saving commandments, and covered over the nakedness of lawlessness;
因為我見你如今已合宜可以藉著律法領受與我的相交,便伸展開來,如同某些翅膀一般,將那救恩之誡命的教訓遮蓋你,蓋住了那不法的赤露;
1:1207
τῷ δὲ συνοικεσίῳ καὶ προικῷον παρηκολούθησε γραμματεῖον
and upon the union there followed also a dowry-contract.
而隨著這婚配,還附有一份聘約的文書。
1:1208
Εἰσῆλθον γὰρ, φησὶν, ἐν διαθήκῃ μετὰ σοῦ. Ἐπειδὴ δὲ ἔδει καὶ ὅρκον ἐντε θῆναι τῷ γραμματείῳ, οὐδὲ τοῦτο ποιῆσαι παρῃτη σάμην·
'For I entered,' He says, 'into covenant with you.' And since an oath too had to be inserted into the contract, I did not decline to do even this;
祂說:「因為我與你立了約。」既然還須將誓言載入那文書之中,我也不推辭去行這事;
1:1209
ἀλλ' ἀξιόχρεως ὢν καὶ λόγῳ μόνον ὑπισχνού μενος, καὶ ὅρκον τῷ λόγῳ προστέθεικα
but though I was fully trustworthy and promising by My word alone, I added an oath to the word as well.
雖然我單憑我的話就已足夠可信、足以應許,我仍在話語之外加上了誓言。
1:1210
Ῥᾴδιον δὲ τοῦτο καταμαθεῖν τῷ βουλομένῳ τοῖς τοῦ νόμου γράμ μασιν ἐντυχεῖν·
This is easy to learn for anyone who wishes to consult the writings of the Law;
凡願意查考律法之經文的人,都容易明白這一點;
1:1211
εὑρήσει γὰρ καὶ ἐν τῇ τοῦ μακαρίου Μωσέως ᾠδῇ αὐτὸν τὸν τῶν ὅλων Θεὸν λέγοντα·
for he will find, even in the song of the blessed Moses, the very God of all things saying:
因為他必發現,甚至在有福的摩西之歌中,那萬有之神親自說:
1:1212
Ἀρῶ εἰς τὸν οὐρανὸν τὴν χεῖρά μου, καὶ ὀμοῦμαι τῇ δεξιᾷ μου, καὶ ἐρῶ·
'I will lift up My hand to heaven, and I will swear by My right hand, and I will say:
「我向天舉手,指著我的右手起誓說:
1:1213
Ζῶ ἐγὼ εἰς τὸν αἰῶνα. Καὶ ἐγένου μοι, φησί
I live forever.' 'And you became Mine,' He says.
我永遠活著。」祂說:「你就歸屬於我。」
1:1214
Τουτέστι, Συνήφθης μοι, καὶ ὁ γάμος ἀπετελέσθη
That is: You were joined to Me, and the marriage was completed.
就是說:你與我聯合,婚事就成就了。
1:1215
Καὶ ἔλουσά σε ἐν ὕδατι, καὶ ἔπλυνα τὸ αἷμά σου, καὶ ἔχρισά σε ἐν ἐλαίῳ
'And I washed you in water, and rinsed away your blood, and anointed you with oil.'
「我用水洗你,洗淨你的血,又用油膏你。」
1:1216
Καὶ ἐν έδυσά σε ποικίλα, καὶ ὑπέδυσά σε ὑάκινθον, καὶ ἔζωσά σε βύσσῳ, καὶ περιέβαλόν σε τριχ άπτῳ
'And I clothed you with embroidered garments, and put on you sandals of hyacinth, and girded you with fine linen, and wrapped you in hair-work.'
「我給你穿上繡花衣裳,給你穿上紫藍色的鞋,用細麻布束你的腰,又用髮織之物披在你身上。」
1:1217
Κατὰ μέρος τὰς οἰκείας διῆλθεν εὐεργε σίας·
He went through His particular benefactions one by one;
祂逐一數說了祂各樣的恩惠;
1:1218
πρῶτον μὲν γὰρ, φησὶ, τῷ τῆς διδασκαλίας ἀπέπλυνα ὕδατι καὶ ἁγνισμοὺς δὲ καὶ περιῤῥαν τήρια προσενήνοχα
'for first,' He says, 'I washed you with the water of teaching, and I brought purifications and sprinklings.'
祂說:「因為我先用教訓的水洗你,又獻上潔淨與灑水之禮。」
1:1219
Ἔπειτα ἔχρισά σε ἐλαίῳ. Τὰ τῆς ἱερωσύνης λοιπὸν ἐνταῦθα διεξέρχεται εἴδη
'Then I anointed you with oil.' Here He goes on to expound the forms of the priesthood.
「然後我用油膏你。」祂在此接著詳述祭司職分的各樣形式。
1:1220
Οἱ ἱε ρεῖς γὰρ τῷ ἐλαίῳ τῷ ἁγίῳ ἐχρίοντο·
For the priests were anointed with the holy oil;
因為祭司乃是用聖油受膏的;
1:1221
αὐτοὶ δὲ καὶ τὴν βυσσίνην καὶ τὴν ὑακινθίνην ἐσθῆτα περιεβάλοντο
and they themselves also put on the linen and hyacinth vestments.
他們自己也穿上了細麻與紫藍色的祭服。
1:1222
Αἰ νίττεται δὲ καὶ τὸν αὐτῷ τῷ λαῷ γενόμενον πλοῦτον, καὶ σωματικὸν, καὶ πνευματικὸν, διὰ τῆς αὑτοῦ κηδεμο νίας
He hints too at the wealth, both bodily and spiritual, that came to this very people through His providential care.
祂還暗示了這百姓自身藉著祂的眷顧所得著的財富,包括身體的與屬靈的。
1:1223
Καὶ περιέβαλόν σε τριχάπτῳ. Πλέγμα ἐστὶ τοῦτο ἀπὸ τριχῶν κατεσκευασμένον, ταῖς τῶν γυναι κῶν περιτιθέμενον κεφαλαῖς
'And I wrapped you in hair-work.' This is a braid made from hair, placed upon the heads of women.
「我又用髮織之物披在你身上。」這是用頭髮編織而成的髮飾,戴在婦女的頭上。
1:1224
Τροπικῶς τοίνυν τὴν ἐπιτεθεῖσαν αὐτοῖς εὐπρέπειαν διὰ τῆς παντοδαπῆς παρεδήλωσεν ἐπιμελείας
Figuratively, then, He indicated through His manifold care the comeliness bestowed upon them.
所以祂是以比喻的方式,藉著那各樣的照顧,暗示了賜給他們的華美。
1:1225
Αἰνίττεται δὲ, ὡς οἶμαι, καὶ τὴν σκηνὴν ἀπὸ δέῤῥεων τριχίνων κατεσκευασμέ νην, ἐν ᾗ καὶ αἱ περὶ ἁμαρτίας προσεφέροντο θυσίαι, καὶ αἱ περὶ τελειώσεως, ἀποκαλύψεις τε θεῖαι ἐγίνοντο ἐκ τοῦ ἱλαστηρίου, τῷ ἀρχιερεῖ τοῦ Θεοῦ προσ διαλεγομένου
He also hints, as I think, at the tabernacle constructed of hairy skins, in which the sacrifices for sin were offered, and those for consecration, and divine revelations took place from the mercy-seat, when God conversed with His high priest.
我認為祂也暗示了那用毛皮所造的帳幕,在其中獻上為罪的祭與為成聖的祭,並且從那施恩座上有神聖的啟示發生,就是神與祂的大祭司交談的時候。
1:1226
Καὶ ἐκόσμησά σε κόσμῳ, καὶ περιέθηκα ψέλλια περὶ τὰς χεῖράς σου, καὶ κάθεμα ἐπὶ τρά χηλόν σου
'And I adorned you with adornment, and put bracelets about your hands, and a necklace upon your neck.'
「我用妝飾打扮你,將鐲子戴在你手上,將項鍊掛在你頸上。」
1:1227
Καὶ ἔδωκα ἐνώτιον ἐπὶ τὸν μυκτῆρά σου, καὶ τροχίσκους ἐπὶ τὰ ὠτία σου, καὶ στέ φανον καυχήσεως ἐπὶ τῆς κεφαλῆς σου
'And I put a ring upon your nostril, and rings upon your ears, and a crown of boasting upon your head.'
「我又將鼻環戴在你鼻上,將耳環戴在你耳上,將誇耀的冠冕戴在你頭上。」
1:1228
Ἕκα στον δὲ τούτων τροπικῶς προσήκει νοεῖν
Each of these ought to be understood figuratively.
這其中的每一樣都當以比喻來領會。
1:1229
Ψέλλια μὲν ταῖς χερσὶ περιτιθέμενα, τὴν πρακτικὴν ἀρετήν·
The bracelets placed about the hands signify practical virtue;
那戴在手上的鐲子,表示行為上的美德;
1:1230
δὲ τῷ τραχήλῳ περιτιθέμενον, τὸν τοῦ νόμου ζυγόν·
and that placed upon the neck, the yoke of the Law;
那掛在頸上的,表示律法的軛;
1:1231
ἐνώτιον δὲ τῷ μυκτῆρι ἐμβαλόμε νον, τὴν διὰ τῶν ἐντολῶν τῆς κακίας ἀνατροπὴν, χαλινοῦ δίκην προσφερομένην ἐκ μεταφορᾶς τῶν ταύρων, οἳ τὸν σιδηροῦν χαλινὸν ταῖς ῥισὶ δέχονται, καὶ δι' ἐκείνου τῇδε κἀκεῖσε περιάγονται
and the ring set in the nostril, the overthrow of wickedness through the commandments, applied like a bridle, by a metaphor from bulls, which receive the iron bridle in their nostrils and by it are led about here and there.
那嵌在鼻上的鼻環,表示藉著誡命對邪惡的傾覆,好像轡頭一般加在其上,取自公牛的隱喻——公牛乃是用鼻孔承受鐵轡,並藉此被牽來牽去。
1:1232
Ὅτι δὲ καὶ βουσὶν ἀπείκασεν αὐτῶν τὴν θρασύτητα, μάρτυς ὁ προφήτης Ὠσηὲ ἐκ προσώπου τοῦ Θεοῦ λέγων·
That He also likened their insolence to oxen, the prophet Hosea is witness, speaking in the person of God:
至於祂將他們的放肆比作牛,先知何西阿可為見證,他代表神的口說:
1:1233
Ὡς δάμαλις παροιστρῶσα παροίστρησεν Ἐφραΐμ. Ἐνώτια δὲ τοῖς ὠσὶ προσφερόμενα τὴν ἀγαθὴν λέγει διδασκαλίαν, κόσμον ταῖς ἀκοαῖς διὰ τῆς εὐπειθείας προσφέρουσαν·
'As a heifer stung to frenzy, Ephraim was frenzied.' And the earrings brought to the ears He calls the good teaching, which brings adornment to the hearing through obedience;
「以法蓮如同發狂的母牛犢一般發了狂。」那戴在耳上的耳環,祂是指美善的教訓,藉著順服使耳朵得著妝飾;
1:1234
στέφανον δὲ τῇ κεφαλῇ ἐπιτιθέμενον, τὴν ἐκ τῆς εὐσεβείας, καὶ τῆς εὐνομίας, καὶ ἐξ ἁπάν των τῶν ἀγαθῶν προσφερομένην εὐφημίαν
and the crown set upon the head, the good repute that comes from piety, from lawfulness, and from all good things.
那戴在頭上的冠冕,則表示從敬虔、守法並一切美善而來的美譽。
1:1235
Καὶ ἐκοσμήθης χρυσίῳ, καὶ ἀργυρίῳ, καὶ τὰ περιβόλαιά σου βύσσινα, καὶ τρίχαπτα, καὶ ποικίλα
'And you were adorned with gold and silver, and your wrappings were of fine linen, and hair-work, and embroidered stuff.'
「你就以金銀為妝飾,你的披衣是細麻、髮織之物與繡花的。」
1:1236
Καὶ τούτων δὲ ἕκαστον δυνατὸν οὕτω νοῆσαι·
Each of these too may be understood in this way;
這其中的每一樣也都可如此領會;
1:1237
κἀκεῖνο δὲ προσήκει προσθεῖναι τοῖς εἰρημέ νοις, ὅτι οὐ πνευματικὰ μόνον διὰ τῶν εἰρημένων αἰνίττεται, ἀλλὰ καὶ τὴν σωματικὴν εὐπραξίαν ση μαίνει
and this too ought to be added to what has been said: that through these things He hints not at spiritual matters only, but also signifies bodily prosperity.
還當在上述所言之外加上這一點:祂藉著這些所暗示的,不僅是屬靈的事,也是指身體上的興盛。
1:1238
Εὐθὺς μὲν γὰρ ἐξελθόντες ἐξ Αἰγύπτου ἐχρήσαντο παρὰ τῶν Αἰγυπτίων σκεύη ἀργυρᾶ καὶ χρυσᾶ, καὶ ἐσκύλευσαν τοὺς Αἰγυπτίους, τῆς βιαίας ἐργασίας δίκαιον ἀπαιτοῦντες μισθόν
For immediately upon coming out of Egypt they took from the Egyptians vessels of silver and gold, and despoiled the Egyptians, demanding a just wage for their forced labor.
因為他們一出埃及,就從埃及人那裡取了銀器與金器,奪了埃及人的財物,為那被強迫的勞役索取公義的工價。
1:1239
Καὶ μέντοι καὶ τῶν τὴν Παλαιστίνην οἰκούντων ἐθνῶν πάντα τὸν πλοῦτον ἐληΐσαντο
And indeed they also plundered all the wealth of the nations dwelling in Palestine.
並且他們也擄掠了那些住在巴勒斯坦之列國的一切財富。
1:1240
Σεμίδαλιν, καὶ μέλι, καὶ ἔλαιον ἔφαγες. Πάντων, φησὶ, τῶν ἐκ γῆς ἀπήλαυσας ἀγαθῶν
'Fine flour, and honey, and oil you ate.' You enjoyed, He says, all the good things of the earth.
「你吃了細麵、蜂蜜與油。」祂說:你享用了地上一切的美物。
1:1241
Καὶ ἐγένου καλὴ σφόδρα, σφόδρα
'And you became exceedingly, exceedingly beautiful.'
「你就變得極其、極其美麗。」
1:1242
Εἶχες τὸν νόμον πλη ροῦσα τὴν ἀπὸ τῆς εὐνομίας εὐπρέπειαν
You possessed the comeliness that comes from lawfulness, by fulfilling the Law.
你藉著遵行律法,得著了從守法而來的華美。
1:1243
Καὶ κατευ θύνθης εἰς βασιλείαν. Οὕτω, φησὶν, ηὐξήθης, ὡς φοβερὰ γενέσθαι πᾶσι τοῖς ἐκ γειτόνων, καὶ βασιλι κῆς ἀπολαύειν τιμῆς
'And you were guided into a kingdom.' You so increased, He says, as to become fearful to all your neighbors, and to enjoy royal honor.
「你就被引導進入國度。」祂說:你如此增長,以致成為你四鄰眾人所畏懼的,並得享君王的尊榮。
1:1244
Τοῦτο γὰρ ᾐνίξατο, δι' ὧν ἐπήγαγεν, ιδʹ
For this is what He hinted at by the words He added: (14)
因為這正是祂藉著所附加的話所暗示的:(十四)
1:1245
Καὶ ἐξῆλθέ σοι ὄνομα ἐν τοῖς ἔθνεσιν ἐν τῷ κάλλει σου
'And a name went forth for you among the nations, in your beauty.'
「你的名聲因你的美麗傳遍列國之中。」
1:1246
Ἐπίσημος γὰρ ἐγένου, καὶ πολυθρύλλητος πανταχοῦ
For you became notable and much-spoken-of everywhere.
因為你變得顯著,處處為人所傳頌。
1:1247
Εἶτα καὶ τὴν τούτου αἰτίαν φησί·
Then He states the cause of this as well:
接著祂也說明了此事的緣由:
1:1248
Καὶ ἐπεποίθεις ἐν τῷ κάλλει σου
'And you trusted in your beauty.'
「你就倚仗你的美麗。」
1:1249
Αὕτη τῶν κακῶν ἡ ἀρχὴ, τὸ καταλιπεῖν μὲν τὴν θείαν ἐλπίδα, τοῖς δὲ οἰκείοις ἐναβρύνεσθαι κατορθώμασι
This is the beginning of evils: to forsake the divine hope, and to pride oneself on one's own achievements.
這乃是諸惡的開端:離棄那屬神的盼望,反倒因自己的成就而自誇。
1:1250
Καὶ ἐπόρνευσας ἐπὶ τῷ ὀνόματί σου, καὶ ἐξέχεας τὴν πορ νείαν σου ἐπὶ πάντα πάροδον·
'And you played the harlot upon your name, and poured out your fornication upon every passer-by;
「你就倚仗你的名聲行淫,向每一個路過的人傾倒你的淫行;
1:1251
αὐτῷ ἐγίνετο, καὶ οὐκ ἔσται. Ὀνομαστοτάτη, φησὶ, γενομένη, καὶ μέγα διὰ τοῦτο φρονήσασα, ἐμοῦ μὲν ἀπέστης, εἰς ἐσχάτην δὲ ἀκολασίαν ἐξώκειλας, οὐχ ἕνα ἐραστὴν, οὐδὲ δύο δεχομένη, ἀλλὰ πάντα τὸν διὰ σοῦ παρελθεῖν. ἐθελήσαντα·
it became his, and it shall not be.' Having become most renowned, He says, and thinking greatly of yourself because of it, you departed from Me, and ran aground upon the utmost licentiousness, receiving not one lover, nor two, but everyone who wished to pass by you;
這就成了他的,卻不長存。」祂說:你既成了極負盛名的,並因此心高氣傲,就離棄了我,撞上了極度的放蕩,不只接納一個情人,也不只兩個,而是接納每一個願意從你旁邊經過的人;
1:1252
καὶ συνεγίνου ἑκάστῳ παρανόμως δε χομένη τὴν συνουσίαν
and you consorted with each one, unlawfully accepting intercourse.
你與每一個人交合,違法地接受了苟合。
1:1253
Τοῦτο γὰρ παρεδήλωσεν εἰρη κώς·
For this is what He indicated when He said:
因為祂說這話時所暗示的正是這意思:
1:1254
Αὐτῷ ἐγίνετο, καὶ οὐκ ἔσται· τουτέστι, Συνήπτου ἑτέροις, οὐδαμόθεν αὐτοῖς ἁρμόττουσα·
'It became his, and it shall not be'; that is, You were joined to others, being in no way suited to them;
「這就成了他的,卻不長存」;就是說:你與別人聯合,卻絲毫不與他們相配;
1:1255
ἐμοὶ γὰρ σαυτὴν ἐξ ἀρχῆς ἀνατέθεικας
for you had dedicated yourself to Me from the beginning.
因為你從起初就已將自己獻給了我。
1:1256
Πορνείαν δὲ ἐνταῦθα τὴν εἰδωλολατρείαν καλεῖ·
By 'fornication' here He calls idolatry;
祂在此所稱的「淫行」是指拜偶像;
1:1257
πάντα δὲ πάρ οδον, τὰς διαφοροὺς τῶν δαιμόνων ἐπιβουλάς
and by 'every passer-by,' the various schemes of the demons.
而「每一個路過的人」,是指那些鬼魔各樣的詭計。
1:1258
Καὶ ἔλαβες ἐκ τῶν ἱματίων σου, καὶ ἐποίη σας σεαυτῇ εἴδωλα ῥαπτὰ, καὶ ἐξεπόρνευσας ἐπ' αὐτὰ, καὶ οὐ μὴ εἰσέλθῃς, ἃ οὐκ ἔσται, οὐδὲ μὴ γένηται
'And you took of your garments, and made for yourself sewn idols, and played the harlot with them, and you shall not enter into things that shall not be, nor shall come to pass.'
「你又拿你的衣裳,為自己作了縫製的偶像,與它們行淫,你必不進入那些不存在、也不會成就的事物中。」
1:1259
Καινὰ, φησὶ, καὶ παράδοξά σου τὰ τῆς εἰδωλολατρείας ἐπιτηδεύματα
'Novel,' He says, 'and strange are your practices of idolatry.'
祂說:「你拜偶像的行徑是新奇而怪異的。」
1:1260
Οὐ γὰρ μόνα τὰ τῶν ἄλλων ἐζήλωσας κακὰ, ἀλλὰ καὶ αὐτὴ ἕτερα ἐπενόη σας, ἐξ ἱματίων εἰδώλων εἰκόνας κατασκευάσασα, καὶ θεοὺς ἀναγορεύσασα, καὶ ταῦτα ἐμοῦ σοι διὰ τοῦ νόμου τὰ τοιαῦτα ἀπαγορεύσαντος
For you did not merely emulate the evils of others, but you yourself also devised others, fashioning images of idols out of garments, and proclaiming them gods, and this though I had forbidden you such things through the Law.
因為你不只仿效別人的惡行,你自己還發明了別樣的惡,用衣裳製成偶像的形像,並宣稱它們為神,而這是在我已藉著律法禁止你行這樣的事之後。
1:1261
Καὶ ἔλαβες τὰ σκεύη τῆς καυχήσεώς σου ἐκ τοῦ ἀργυρίου μου καὶ ἐκ τοῦ χρυσίου μου, ἐξ ὧν δέδωκά σοι, καὶ ἐποίησας σεαυτῇ εἰκόνας ἀῤῥενικὰς, καὶ ἐπόρνευσας ἐν αὐταῖς
And you took the vessels of your boasting from My silver and from My gold, which I had given you, and you made for yourself male images, and you committed fornication with them.
你從我的銀子和我的金子中,就是我所賜給你的,取了你誇耀所用的器皿,為自己造了男性的偶像,並與它們行淫。
1:1262
Παρ' ἐμοῦ, φησὶ, τὸν ἄργυρον, καὶ τὸν χρυσὸν λαμβάνουσα, θεοὺς ἐκ τῶν ἐμῶν κατασκευάζεις δωρεῶν, καὶ τούτους τῆς ἐμῆς προείλου θεραπείας
Taking the silver and the gold from Me, He says, you fashion gods out of My gifts, and these you preferred to the worship of Me.
祂說,你從我這裡取了銀子和金子,卻用我的恩賜製造神明,並且寧可事奉這些,而不敬拜我。
1:1263
Εἰκόνας δὲ ἀῤῥενικὰς ὠνό μασεν, ἐπειδὴ πορνείαν τὴν εἰδωλολατρείαν τροπι κῶς ὀνομάζει
He called them 'male images' because he figuratively names idolatry as fornication.
他稱之為「男性的偶像」,因為他用比喻的方式將拜偶像稱作行淫。
1:1264
Καὶ ἔλαβες, φησὶ, τὸν ἱματισμόν σου τὸν ποικίλον, καὶ περιέβαλες αὐτὰ, καὶ τὸ ἔλαιόν μου καὶ τὸ θυμίαμά μου ἔθηκας πρὸ προσώπου αὐ τῶν
And you took, He says, your embroidered garment and clothed them, and set My oil and My incense before their face.
祂說,你又拿了你那繡花的衣裳給它們披上,並將我的油和我的香擺在它們面前。
1:1265
Ἃ παρ' ἐμοῦ, φησὶν, ἐλάμβανες ἀγαθὰ, ταῦτα τοῖς μοιχοῖς ἐκεί νοις προσέφερες δαίμοσι, τοῖς μὲν αὐτοὺς κατακο σμοῦσα, καὶ καταποικίλλουσα, τοῖς δὲ τὰς θυσίας καὶ τὰς σπονδὰς ἐπιτελοῦσα
The good things, He says, which you received from Me, these you offered to those adulterous demons—adorning some of them and decking them out in varied splendour, while for others you performed sacrifices and drink-offerings.
祂說,你從我這裡所領受的美物,竟拿去獻給那些行淫的鬼魔——有的加以裝飾、繽紛妝點,有的則為之獻上祭物與奠酒。
1:1266
Καὶ ἐγένετο, λέγει Ἀδωναῒ Κύριος
And it came to pass, says the Lord Adonai.
主阿多乃如此說,事情就這樣成就了。
1:1267
(κʹ) Καὶ ἔλαβες τοὺς υἱούς σου καὶ τὰς θυγατέρας σου, ἃς ἐγέννησας, καὶ ἔθυσας αὐτοῖς εἰς ἀνάλω σιν
(20) And you took your sons and your daughters, whom you had borne, and you sacrificed them to them for consumption.
(二十)你又將你所生的兒女帶來,獻給它們作為焚燒吞滅之物。
1:1268
Εἶτα κατ' εἰρωνείαν ὁ ἔλεγχος
Then the rebuke follows in the manner of irony.
接著是以反諷的口吻加以責備。
1:1269
Ὡς μικρὰ ἐξεπόρνευσας, Ἐξ ὧν δῆλον, καὶ λίαν σαφὲς, ὅτι πορνείαν ἐνταῦθα τὴν τῶν εἰδώλων θεραπείαν καλεῖ
'As though your fornications were a small matter'—from which it is plain and altogether clear that here he calls the service of the idols 'fornication.'
「你行淫的事豈算小事」——由此可見,而且極其明白,他在此處把事奉偶像稱為行淫。
1:1270
Καὶ ἔσφαξας, φησὶ, τὰ τέκνα σου καὶ ἔδωκας αὐτὰ ἐν τῷ ἀποτροπιάζεσθαί σε αὐτὰ αὐτοῖς
And you slew, He says, your children and gave them up in offering them as an expiation to them.
祂說,你宰殺了你的兒女,把他們獻上,作為向它們求禳解免災之物。
1:1271
Τοῦτο παρὰ πᾶσαν τὴν πορνείαν καὶ τὰ βδελύγματά σου
This is beyond all your fornication and your abominations.
這事更超過了你一切的淫行和一切可憎之事。
1:1272
Πάντων γὰρ τῷ ὄντι καὶ μυσα ρώτατον, καὶ μιαρώτατον, ἡ ἄδικος τῶν παίδων σφαγὴ, ἣν ἐπετέλουν οἱ μεμηνότες ἀποτροπιαζόμενοι, καὶ κακῶν ἀπαλλαγὴν, ὡς ἀνοήτως ὑπελάμβανον, σφίσιν αὐτοῖς μηχανώμενοι
For of all things this is truly the most loathsome and most defiled: the unjust slaughter of children, which those maddened people performed as an act of averting evil, foolishly imagining, as they supposed, that they were thereby contriving deliverance from ills for themselves.
在一切事上,這實在是最污穢、最可憎的:即那不義地屠殺兒女之舉。那些發狂的人以此作為禳災之禮,愚昧地以為自己藉此能為己謀得脫離災禍之路。
1:1273
Καὶ οὐκ ἐμνήσθης τῆς ἡμέρας τῆς νηπιότητός σου, ὅτε ἦσθα γυμνὴ, καὶ ἀσχημονοῦσα, καὶ πεφυρμένη ἐν τῷ αἵματί σου, καὶ. ἔζησας
And you did not remember the days of your infancy, when you were naked and unseemly and weltering in your blood, and yet you lived.
你並不追念你幼年的日子,那時你赤身露體、樣貌不堪、輥在自己的血中,卻仍然存活。
1:1274
Οὐκ ἔλαβες, φησὶν, εἰς νοῦν τὰ πρότερα, ὅπως σε γυμνὴν οὖσαν, καὶ πάσης προνοίας ἐστερη μένην καὶ τῷ εἰδωλικῷ αἵματι πεφοινιγμένην, λαβὼν ἀπέλουσά τε καὶ ζωῆς καὶ πάσης κηδεμονίας ἀπο λαῦσαι πεποίηκα
You did not take to mind, He says, the former things—how I, finding you naked and bereft of all providence and stained crimson with idolatrous blood, took you and washed you clean, and caused you to enjoy life and every care.
祂說,你沒有把先前的事放在心上——我如何在你赤身露體、毫無看顧、被偶像之血染紅的時候,將你收取、洗淨,使你得享生命與一切的眷顧。
1:1275
Καὶ ἐγένετο μετὰ πάσας τὰς ἀδικίας σου, Οὐαὶ, οὐαί σοι, λέγει Ἀδωναῒ Κύριος
And it came to pass, after all your iniquities—Woe, woe to you, says the Lord Adonai.
主阿多乃說,在你行了這一切惡事之後,這事就成就了——你有禍了,你有禍了。
1:1276
Καρπὸν δέ φησι τῆς ἀγνώμονος γνώμης ταύτης δρέπῃ θρῆ νον καὶ ὀδυρμόν
As the fruit of this thankless disposition, He says, you reap lamentation and mourning.
祂說,作為這忘恩負義之心的果子,你所收取的乃是哀哭與悲歎。
1:1277
Εἶτα πλατύτερον αὐτῆς διέξεισι τὴν ἀσέβειαν
Then he sets forth her impiety at greater length.
接著他更詳盡地陳述她的不敬虔。
1:1278
Καὶ ᾠκοδόμησας σεαυτῇ οἴκημα πορνι κὸν, καὶ ἐποίησας σεαυτῇ ἔκθεμα ἐν πάσῃ πλατείᾳ
And you built for yourself a house of harlotry, and you made for yourself a display-place in every open square.
你為自己建造了淫窟,在各個廣場上為自己設立了炫耀之處。
1:1279
Καὶ ἐπ' ἀρχῆς πάσης ὁδοῦ ᾠκοδόμησας τὰ πορνεῖά σου, καὶ ἐλυμήνω τὸ κάλλος σου, καὶ διήγαγες τὰ σκέλη σου παντὶ παρόδῳ
And at the head of every road you built your brothels, and you ruined your beauty, and you spread your legs for every passer-by.
你在各條道路的口上建造了你的淫窟,玷污了你的美貌,向每一個過路人張開你的雙腿。
1:1280
Ταῦτα σαφέστερον ἄν τις καταμάθοι, καὶ ἐκ τῆς τῶν Κριτῶν ἱστορίας, καὶ ἐκ τῆς τῶν Βασιλειῶν συγγραφῆς·
These things one might learn more clearly both from the history of the Judges and from the record of the Kingdoms;
這些事人可以從《士師記》的歷史,並從《列王紀》的記載中,更清楚地認識。
1:1281
πανταχοῦ γὰρ καὶ ἐν ταῖς οἰκίαις, καὶ ἐν ταῖς ἀγο ραῖς, ἔστησαν τὰ τῶν εἰδώλων ἱδρύματα·
for everywhere, both in the houses and in the marketplaces, they set up the images of the idols;
因為他們處處,無論在家中還是在市集上,都立起了偶像的塑像;
1:1282
καὶ τὰ σώματα δὲ ταύτης τῆς ἀσεβείας ἐπλήρωσαν, καὶ ἐν αὐτῷ δὲ τῷ νεῷ τοῦ Θεοῦ τοῖς ἀλιτηρίοις δαίμοσιν ᾠκοδόμησαν βωμοὺς, ἰνδάλματά τε καὶ ἀπεικά σματα δαιμόνων ἱδρύσαντο
and they filled the very bodies of men with this impiety, and even in the very temple of God they built altars to the accursed demons, and set up figures and likenesses of demons.
他們用這不敬虔的事充滿了眾人自身,甚至在神的殿中也為那些可咒詛的鬼魔築了祭壇,設立了鬼魔的形象與雕像。
1:1283
Τὴν δὲ τῆς τοιαύτης πορνείας ὑπερβολὴν διελέγχων, δείκνυσιν αὐτὴν ἅπασιν ἁπλῶς τοῖς συγγενέσθαι βουλομένοις προκειμένην, δι' ὧν ἐπλήρωσεν εἰδώλων καὶ τὰς ὁδοὺς, καὶ τὰς πλα τείας, καὶ τὰς ἀγορὰς, καὶ τὸ τῆς εὐσεβείας ἐλυμή νατο κάλλος, καὶ πάντα πάροδον εἰς τὴν τοιαύτην ἀκολασίαν ὑπεδέξατο, νῦν μὲν τοὺς τῶν Αἰγυπτίων, νῦν δὲ τοὺς τῶν Ἀσσυρίων καὶ Χαλδαίων προσκυνή σασα θεούς
Convicting the excess of such fornication, he shows her laid out simply for all who wished to consort with her—in that she filled with idols the roads and the open squares and the marketplaces, and marred the beauty of true religion, and received every passer-by into such wantonness, now worshipping the gods of the Egyptians, now those of the Assyrians and Chaldeans.
為要責明這淫行的極端,他指出她乃是毫無遮掩地陳列在一切願意與她苟合之人面前——因她用偶像充滿了道路、廣場和市集,敗壞了敬虔的美貌,接納每一個過路人進入這樣的放蕩,時而敬拜埃及人的神明,時而敬拜亞述人和迦勒底人的神明。
1:1284
Καὶ τοῦτο διδάσκων ἐπήγαγε·
And teaching this, he added:
為要教導這事,他接著說:
1:1285
Καὶ ἐπλήθυνας τὴν πορνείαν σου
And you multiplied your fornication.
你又加增了你的淫行。
1:1286
( κ ʹ.) Καὶ ἐξεπόρνευσας ἐπὶ τοὺς υἱοὺς Αἰγύπτου τοὺς ὁμοροῦντάς σοι τοὺς μεγαλοσάρκους, καὶ πολ λαχῶς ἐξεπόρνευσας τοῦ παροργίσαι με
(29) And you committed fornication with the sons of Egypt, your neighbours, the men of great flesh, and in many ways you committed fornication so as to provoke Me to anger.
(二十九)你又與你的鄰舍埃及人,就是那些肉體肥大的人行淫,並且多方行淫,惹我發怒。
1:1287
Τροπικῶς δὲ πάλιν μεγαλοσάρκους, τοὺς μεθ' ὑπερβολῆς τῇ τῶν εἰδώλων θεραπείᾳ προστετηκότας ὠνόμασεν
Again figuratively he named 'men of great flesh' those who clung with excess to the service of the idols.
他又用比喻的方式,將那些過度沉溺於事奉偶像的人稱為「肉體肥大的人」。
1:1288
Οὗτοι γὰρ καὶ τράγους, καὶ βόας, καὶ πρόβατα, κύνας τε καὶ πιθήκους, καὶ κροκοδείλους, καὶ ἴβεις, καὶ ἱέρα κας προσεκύνησαν
For these worshipped he-goats and oxen and sheep, and dogs and apes, and crocodiles and ibises and hawks.
因為這些人敬拜公山羊、公牛和綿羊,還有狗、猿猴、鱷魚、朱鷺和鷹。
1:1289
Καὶ ἰδοὺ ἐκτενῶ τὴν χεῖρά μου ἐπὶ σὲ, καὶ ἐξαρῶ τὰ νόμιμά σου, καὶ παραδώσω σε εἰς ψυχὰς μισούντων σε, θυγατέρας ἀλλοφύλων, τὰς ἐκκλινούσας ἀπὸ τῆς ὁδοῦ σου, ἧς ἠσέ βησας
And behold, I will stretch out My hand against you, and I will remove your ordinances, and I will deliver you into the souls of those who hate you, the daughters of the foreigners who turn aside from your way, in which you acted impiously.
看哪,我必向你伸手,除掉你的定例,將你交在那恨惡你之人的心願中,就是那些偏離你所行不敬虔之道的外邦女子的手中。
1:1290
Κινήσω, φησὶν, εἰς παιδείαν τὴν χεῖρά μου, καὶ γυμνώσω σε τῆς τοῦ νόμου λαμπρότητος, καὶ ἐπίχαρτόν σε τοῖς ἐχθροῖς καταστήσω, καὶ τὰς ἐκ γειτόνων πόλεις ἐπιγελᾷν σοι ποιήσω, αἳ τὴν τῆς σῆς ἀσεβείας ὑπερβολὴν οὐκ ἐζήλωσαν
I will stir up My hand for chastisement, He says, and I will strip you of the splendour of the Law, and make you an object of gloating to your enemies, and cause the neighbouring cities to laugh at you—cities that did not emulate the excess of your impiety.
祂說,我必舉起我的手施行管教,剝去你律法的榮光,使你成為仇敵幸災樂禍的對象,並使鄰近的城邑譏笑你,就是那些沒有效法你極端不敬虔的城邑。
1:1291
Καὶ ἐξεπόρνευσας, φησὶν, ἐπὶ τοὺς υἱοὺς Ἀσσοὺρ, καὶ οὐδὲ οὕτως ἐνεπλήσθης,. καὶ ἐξεπόρνευσας, καὶ οὐκ ἐνεπίμπλω
And you committed fornication with the sons of Assur, He says, and not even so were you satisfied; and you committed fornication, and were not filled.
祂說,你又與亞述人行淫,即便如此仍不滿足;你行淫,卻仍不飽足。
1:1292
Καὶ ἐπλή θυνας τὰ πορνεῖά σου πρὸς γῆν Χαναὰν, καὶ εἰς τοὺς Χαλδαίους, καὶ οὐδὲ ἐν τούτοις ἐνεπλή σθης
And you multiplied your acts of fornication toward the land of Canaan, and toward the Chaldeans, and not even by these were you satisfied.
你又向迦南地、向迦勒底人加增你的淫行,即便如此仍不滿足。
1:1293
Ἕκαστον, φησὶν, ἔθνος ἰδίοις εἰδώλοις ἐδού λευσε·
Each nation, He says, served its own idols;
祂說,各國都事奉自己的偶像;
1:1294
σὺ δὲ τοὺς ἁπάντων προσκυνήσασα θεοὺς, καὶ τῶν πανταχοῦ εἰδώλων τὴν θεραπείαν ἀσπαζομένη, κόρον τῆς ἀσεβείας οὐδέπω καὶ τήμερον ἔλαβες
but you, having worshipped the gods of all, and having embraced the service of the idols everywhere, have not to this very day taken your fill of impiety.
你卻敬拜了眾人的一切神明,接受了各處偶像的事奉,直到今日尚且未曾飽足於不敬虔。
1:1295
φαρμάκῳ χρησάμενος ποιήσομαι τῶν δυσωδῶν ἑλκῶν σου τὴν κάθαρσιν; τετόλμηκας γὰρ ἔργα γυναικὸς τὴν μὲν αἰδὼ τῶν μετώπων ἀποξυσάσης, ἀναισχύν τως δὲ καὶ προφανῶς τὴν ἀκολασίαν μετερχομένης
By what remedy shall I effect the cleansing of your foul sores? For you have dared the deeds of a woman who has scraped away all shame from her brow, and who pursues her wantonness shamelessly and openly.
我要用甚麼藥來潔淨你那惡臭的瘡呢?因為你所行的,正如一個女子,把額上的一切羞恥都刮去,厚顏無恥、明目張膽地追逐放蕩。
1:1296
Καὶ ἐξεπόρνευσας τρισσῶς ἐν ταῖς θυγατράσι σου. Τῶν ὑπηκόων σου, φησὶ, πόλεων ἡ σὴ παρανομία τριπλασίων ἐστὶ, καὶ ἣν ἔδει διδάσκαλον τῆς εὐσε βείας γενέσθαι, αὕτη πάσης ἀσεβείας ἀρχέτυπον ἀπεφάνθη
And you committed fornication threefold in your daughters. The transgression of your subject cities, He says, is threefold in you; and she who ought to have become the teacher of true religion, this one proved to be the archetype of all impiety.
你在你眾女兒中三倍地行淫。祂說,你的罪過乃是你那些附庸城邑的三倍;那本該作敬虔之師的,卻反成了一切不敬虔的原型。
1:1297
Ἐν τῷ οἰκοδομῆσαί σε, φησὶ, τὸ πορ νεῖόν σου ἐν ἀρχῇ πάσης ὁδοῦ, καὶ τὸ ἔκθεμά σου ἐποίησας ἐν πάσῃ τῇ πλατείᾳ, καὶ οὐκ ἐγένου ὡς πόρνη συνάγουσα μισθώματα
In that you built, He says, your brothel at the head of every road, and made your display-place in every open square, and did not become like a harlot gathering hire.
祂說,你在各條道路的口上建造了你的淫窟,在各個廣場上設立了你炫耀之處,卻不像一個收取淫資的妓女。
1:1298
Οὔτε γὰρ ἡ τῶν ἀναγκαίων χρεία ἐπὶ ταύτην σε ἤγαγε τὴν ἀκο λασίαν·
For neither did the need of necessities lead you to this wantonness;
因為並非缺乏必需品的需要引你入這放蕩之中;
1:1299
πάντων γὰρ ἀπολαύουσα τῶν ἀγαθῶν, καὶ τοῖς ἐμοῖς ἐντρυφῶσα δώροις, τὰ παρ' ἐμοῦ σοι διδόμενα προσέφερες ἐκείνοις
for while enjoying all good things and revelling in My gifts, you offered to those the things which were given to you by Me.
你既享受一切美物、在我的恩賜中歡娛,竟把我所賜給你的獻給了它們。
1:1300
Ἡ γυνὴ γὰρ, φησὶ, καὶ ἡ μοιχωμένη ὑπὸ τὸν ἄνδρα αὑτῆς εἰς ἀλλοτρίους, ὁμοία σοι, ἡ παρὰ τοῦ ἀνδρὸς αὑτῆς λαμβάνουσα μισθώματα, καὶ πᾶσι τοῖς ἐκπορνεύουσιν εἰς αὐτὴν προσ διδοῦσα μισθώματα
For the woman, He says, even she who commits adultery under her husband with strangers, is like you—she who takes hire from her own husband and gives hire to all who commit fornication with her.
祂說,那婦人,就是那在丈夫之下與外人行淫的婦人,也和你一樣——她從自己丈夫那裡收取酬勞,卻把酬勞給了一切與她行淫的人。
1:1301
Καὶ τὸ αὐτὸ πλατύτερον διεξιὼν, ἵνα σαφῶς διελέγξῃ τὴν ἀτοπίαν
And going through the same at greater length, so as clearly to expose the absurdity:
他又更詳盡地陳述同一件事,好清楚地揭露這荒謬:
1:1302
Πάσαις γὰρ, φησὶ, πόρναις δίδοται μι σθώματα, σὺ δὲ προσέδωκας μισθώματα πᾶσι τοῖς ἐρασταῖς σου, καὶ ἐφόρτιζες αὐτοὺς τοῦ ἔρ χεσθαι πρὸς σὲ κυκλόθεν ἐν τῇ πορνείᾳ σου
For to all harlots, He says, hire is given; but you gave hire to all your lovers, and burdened them so that they should come to you round about in your fornication.
祂說,人給眾妓女酬勞;你卻把酬勞給了你一切的情人,並且賄賂他們,使他們從四圍前來與你行淫。
1:1303
Οὐδεὶς γὰρ οὐδὲν ἀγαθὸν παρὰ τῶν ἀλαστόρων δαι μόνων ἐδέξατο πώποτε·
For no one ever received any good thing from the avenging demons;
因為從來沒有人從那些報復的鬼魔那裡得著甚麼好處;
1:1304
οἱ δὲ τούτοις δουλεύειν αἱ ρούμενοι, τὰ παρὰ τοῦ Θεοῦ χορηγούμενα τούτοις προσφέροντες, τὴν τούτων δεσποτείαν ἐφέλκονται
but those who choose to serve them, offering to them the things bestowed by God, draw upon themselves the mastery of these demons.
但那些選擇事奉它們的人,把神所賜的獻給它們,反倒把這些鬼魔的轄制引到自己身上。
1:1305
Τοῦτο γὰρ ᾐνίξατο εἰρηκώς·
For this he hinted at when he said:
他說這話時,正是暗指此事:
1:1306
Καὶ ἐγένετο ἐν σοὶ διεστραμμένον παρὰ τὰς γυναῖκας ἐν τῇ πορνείᾳ σου, καὶ μετὰ σὲ οὐ πορ νεύσουσιν·
And there was in you something perverse beyond other women in your fornication, and after you they shall not commit fornication;
在你行淫的事上,你有一件事乖僻,超過其他婦人,在你以後也沒有人這樣行淫;
1:1307
ἐν τῷ γὰρ προσδιδόναι σε μισθώματα, καὶ μισθώματα μὴ δίδοσθαί σοι, γέγονεν ἐν σοὶ διεστραμμένα
for in that you gave hire and hire was not given to you, there came to be in you what is perverse.
因為你付出酬勞,卻沒有人給你酬勞,這乖僻之事就在你身上發生了。
1:1308
Ἔοικας μὲν γὰρ, φησὶ, ταῖς ἀκολάστοις γυναιξὶ, ταῖς ἅπασι προκειμέναις κατὰ τὴν πρὸς τοὺς πολλοὺς ἐραστὰς κοινωνίαν·
For you resemble, He says, wanton women who are laid out for all in fellowship with their many lovers;
祂說,你固然像那些放蕩的婦人,陳列在眾人面前,與許多情人苟合;
1:1309
τὸ δὲ μισθὸν ὀρέγειν, ἀλλὰ μὴ λαμβάνειν, ἐναντία πάλιν ἐκείναις δρῶσα διατελεῖς·
but in offering hire and not receiving it, you continually do the opposite of those women;
但你付出酬勞卻不收取,你所行的又與那些婦人相反;
1:1310
διὸ καὶ τὰς πρὸ σοῦ, καὶ τὰς μετὰ σὲ, κατὰ τοῦτο τῆς ἀκολασίας τὸ εἶδος νε νίκηκας
wherefore both those before you and those after you, in this species of wantonness, you have surpassed.
因此,在這種放蕩的樣式上,無論是在你以前的,還是在你以後的,你都勝過了她們。
1:1311
Οὕτως αὐτῆς τὴν παρανομίαν γυμνώσας, ἐκ τῶν ἔργων τὴν προσηγορίαν ἐπιτίθησι, καί φησιν·
Having thus laid bare her transgression, from her deeds he imposes the appellation, and says:
他既如此揭露了她的罪過,就照著她的行為給她加上稱號,說:
1:1312
Τάδε λέγει Ἀδωναῒ Κύριος·
Thus says the Lord Adonai:
主阿多乃如此說:
1:1313
Ἀνθ' ὧν ἐξέχεας τὸνχαλκόν σου, καὶ ἀποκαλυφθήσεται ἡ αἰσχύνη σου ἐν τῇ πορνείᾳ σου πρὸς τοὺς ἐραστάς σου καὶ εἰς πάντα τὰ ἐνθυμήματα τῶν ἀνομιῶν σου, καὶ ἐν τοῖς αἵμασι τῶν τέκνων σου, ὧν δέδωκας αὐτοῖς
Because you poured out your copper, and your shame shall be uncovered in your fornication toward your lovers, and toward all the devices of your lawless deeds, and in the blood of your children whom you gave to them.
因你傾倒了你的銅,你的羞恥必在你向情人所行的淫亂中顯露出來,也在你一切不法的圖謀中,並在你所獻給它們的兒女之血中顯露出來。
1:1314
Ὑπόχαλκον καλεῖται νόμισμα τὸ ἀδόκιμον, καὶ ὑλῶν ἑτέρων ἐπιμιξίαν δεξάμενον
Coinage that is spurious and has taken in an admixture of other substances is called 'debased-with-copper.'
那不合格、摻雜了別種材料的錢幣,被稱為「摻銅的」。
1:1315
Ἐπειδὴ τοίνυν, φησὶ, τοῖς ἐμοῖς νόμοις οὐκ ὀλίγην τινὰ παρανομίαν ἀνέμιξας, ἀλλὰ πολὺν ἐξέχεας τὸν χαλκὸν, ὡς μηδὲ φαίνεσθαι λοιπὸν τοῦ χρυσίου τὴν φύσιν, ἀλλ' ὅλον σου τὸ νόμισμα θεωρεῖσθαι χαλκοῦν, γυμνώσω σε λοιπὸν τῆς ἐμῆς προνοίας, καὶ αἰσχύνης ἐμπλήσω, τῆς παντοδαπῆς σε παρανομίας δίκας πραττόμενος, διαφερόντως δὲ τῆς ἀδίκου τῶν τέκνων σου σφαγῆς, ἣν τοῖς μιαιφόνοις προσήνεγκας δαίμοσι
Since therefore, He says, you mixed into My laws no small transgression, but poured out much copper, so that the nature of the gold no longer even appears, but your whole coinage is seen to be of copper—I will henceforth strip you of My providence, and fill you with shame, exacting from you the penalties of your manifold transgression, and especially of the unjust slaughter of your children, which you offered to the murderous demons.
祂說,因你把不少的罪過摻入了我的律法之中,反倒傾倒了許多的銅,以致金子的本質再也顯不出來,你整個錢幣都成了銅的模樣——所以我此後必剝去你所享的我的眷顧,使你滿了羞恥,向你追討你那多般罪過的刑罰,尤其是你不義地屠殺兒女、獻給那些兇殘鬼魔的刑罰。
1:1316
ἐζήλωσας Χαλδαίων καὶ Ἀσσυρίων, Χαναναίων τε καὶ Αἰγυπτίων τὴν ἀσέβειαν·
you emulated the impiety of the Chaldeans and Assyrians, of the Canaanites and Egyptians;
你效法了迦勒底人和亞述人、迦南人和埃及人的不敬虔;
1:1317
τούτοις ὀργάνοις χρή σομαι κατὰ σοῦ, τὰς ἀξίας σοι ἐπιφέρων τιμωρίας·
these I will use as instruments against you, bringing upon you the punishments you deserve;
我必用這些作為刑具來對付你,將你應得的刑罰加在你身上;
1:1318
συνάψω δὲ τοῖς ἐρασταῖς σου καὶ τοὺς ὑπὸ σοῦ μισου μένους, ἵνα καὶ οὗτοι κἀκεῖνοι τὴν πολλήν σου παρα νομίαν θεάσωνται
and I will join to your lovers also those who are hated by you, so that both these and those may behold your great transgression.
我又要把你所恨惡的人也聯合到你的情人身上,使這些人和那些人都得見你極大的罪過。
1:1319
Ἀποκαλύψω γὰρ, φησὶ, τὰς κα κίας σου πρὸς αὐτοὺς, καὶ ὄψονται πᾶσαν τὴν αἰσχύνην σου. ληʹ
For I will uncover, He says, your wickednesses before them, and they shall see all your shame. (38)
祂說,我必在他們面前揭露你的種種惡行,他們必看見你一切的羞恥。(三十八)
1:1320
Καὶ ἐκδικήσω σε ἐκδικήσει μοιχαλίδων καὶ ἐκχεουσῶν αἷμα, καὶ θήσω σε ἐν αἵματι θυμοῦ μου καὶ ζήλου
And I will judge you with the judgment of adulteresses and of those who shed blood, and I will set you in the blood of My wrath and jealousy.
我必按行淫和流人血的婦人所受的審判來審判你,並將你置於我忿怒與嫉恨之血中。
1:1321
Ἀνδροφόνων γὰρ καὶ μοιχευτριῶν γυναικῶν τίσεις δίκας·
For you shall pay the penalties of murderous and adulterous women;
因為你必償付那些殺人和行淫之婦人所受的刑罰;
1:1322
Καὶ παραδώσω σε εἰς χεῖρας αὐτῶν, καὶ κατασκάψουσι τὸ πορνεῖόν σου
And I will deliver you into their hands, and they shall raze your brothel.
我必將你交在他們手中,他們必拆毀你的淫窟。
1:1323
Τουτέστι, τὰ τῶν δαιμόνων τεμένη
That is, the precincts of the demons.
這就是說,那些鬼魔的廟宇。
1:1324
Καὶ καθελοῦσι τὴν βάσιν σου. Τὸν θεῖον νεὼν διὰ τούτων ᾐνίξατο·
And they shall pull down your platform. By these words he hinted at the divine temple;
他們必拆毀你的臺基。他藉這些話暗指神的聖殿;
1:1325
βάσις γὰρ αὐ τῶν, καὶ κρηπὶς, καὶ ὑποβάθρα, ἡ ἐν ἐκείνῳ ἐπιτε λουμένη λατρεία
for their base and foundation and pedestal was the worship performed in that place.
因為他們的根基、地基和臺座,就是在那殿中所舉行的敬拜。
1:1326
Καὶ ἐκδύσουσί σε τὰ ἱμάτιά σου,. καὶ λήψονται τὰ σκεύη τῆς καυχήσεώς σου, καὶ ἀφ ήσουσί σε γυμνὴν καὶ ἀσχημονοῦσαν. Τὴν πόρθησιν καὶ τὸν ἀνδραποδισμὸν διὰ τούτων ἐδήλωσε
And they shall strip off your garments, and take the vessels of your boasting, and leave you naked and unseemly. By these words he signified the sacking and the enslavement.
他們必剝去你的衣裳,奪取你誇耀所用的器皿,留下你赤身露體、樣貌不堪。他藉這些話表明那劫掠與奴役。
1:1327
Καὶ ἄξουσιν ὑπὲρ σὲ ὄχλους, καὶ λιθοβολήσουσί σε ἐν λίθοις, καὶ κατασφάξουσί σε ἐν τοῖς ξίφεσιν αὑτῶν·
And they shall bring up crowds against you, and stone you with stones, and slay you with their swords;
他們必帶群眾上來攻擊你,用石頭打你,用他們的刀劍宰殺你;
1:1328
καὶ ἐμπρήσουσι τοὺς οἴκους σου ἐν πυρὶ, καὶ ποιήσουσιν ἐν σοὶ ἐκδι κήσεις ἐνώπιον γυναικῶν πολλῶν
and they shall burn your houses with fire, and execute judgments upon you in the sight of many women.
他們必用火焚燒你的房屋,在許多婦人眼前向你施行審判。
1:1329
Ταῦτα κατὰ τὸν τῆς αἰχμαλωσίας καιρόν·
These things came about at the time of the captivity;
這些事乃是在被擄的時候發生的;
1:1330
τροπικῶς δὲ αὐτὰ, ὡς ἐπὶ γυναικὸς διεξῆλθε μοιχευτρίας, καταλευομέ νης, καὶ σφαττομένης, καὶ ἐμπιπραμένης·
but figuratively he went through them as concerning an adulterous woman being stoned, and slaughtered, and set on fire.
但他是以比喻的方式,如同論到一個行淫的婦人被石頭打、被宰殺、被火焚燒那樣,將這些事一一陳述出來。
1:1331
οὗ χάριν ἐπιμείνας τῇ τροπῇ ἐπήγαγε·
For this reason, continuing in the figure of speech, he added:
為此緣故,他繼續沿用這比喻,接著說:
1:1332
Καὶ ποιήσουσιν ἐν σοὶ ἐκδικήσεις ἐνώπιον γυναικῶν πολλῶν· οὐ γυναῖ κας δὲ τὰς γυναῖκας ὀνομάζει, ἀλλὰ τροπικῶς τὰς πόλεις οὕτω καλεῖ, ἐπειδὴ καὶ αὐτὴν πόλιν οὖσαν δίκην γυναικὸς εἰς τὸ δικαστήριον εἰσάγει
'And they shall execute judgments upon thee in the sight of many women.' By 'women' he does not mean women in the literal sense, but figuratively he so names the cities; for since she too is a city, he brings her, as though a woman, into the court of judgment.
「她們要在許多婦女眼前向你施行審判。」他所說的「婦女」並非指字面上的婦女,而是以比喻的方式如此稱呼那些城邑;因為她本身既是一座城,他便把她當作婦女一般帶到審判之庭。
1:1333
Εἶτα τὴν ἀπὸ τῆς τιμωρίας ὠφέλειαν αἰνίττεται
Then he hints at the benefit that comes from the punishment.
接著他暗示了刑罰所帶來的益處。
1:1334
Καὶ ἀπο στρέψω σε ἀπὸ πορνείας, καὶ μισθώματα οὐ μὴ προσ δῷς ἔτι. Γυμνωθεῖσα γὰρ τῆς εὐημερίας, καὶ τῇ αἰχμαλωσίᾳ παραδοθεῖσα, οὐκ ἔτι λοιπὸν ἕξεις τῆς κακῆς ἐκείνης χορηγίας τὰς ὕλας, ἡ δὲ σπάνις ὠφελείας σοι γενήσεται πρόξενος
'And I will turn thee away from harlotry, and thou shalt no more give hire.' For being stripped of thy prosperity, and delivered over to captivity, thou shalt no longer have the resources for that evil supply; and want shall become for thee the occasion of benefit.
「我要使你離開淫行,你也不再給人嫖資。」因為你被剝奪了繁榮,並被交付於擄掠,你就再也沒有供給那惡行的物資了;而匱乏反倒要成為你得益處的緣由。
1:1335
Καὶ ἐπαφήσω τὸν θυμόν μου ἐπὶ σὲ, καὶ ἐξαρθήσεται ὁ ζῆλός μου ἐκ σοῦ, καὶ ἀνα παύσομαι, καὶ οὐ μὴ μεριμνήσω ἔτι
'And I will loose my fury upon thee, and my jealousy shall be removed from thee, and I will rest, and will be no more troubled.'
「我要向你發盡我的忿怒,我的妒忌也要從你身上消除,我要止息,不再憂煩。」
1:1336
Τροπικῶς πάλιν, ὡς ἐπὶ ἀνδρὸς ζηλοτυποῦντος τῆς γυναικὸς τὴν μοιχείαν, καὶ ταῦτα ἔφη
Again figuratively, as in the case of a husband jealous over his wife's adultery, he spoke these things also.
他仍舊以比喻的方式說了這些話,好像一個因妻子行淫而妒忌的丈夫一般。
1:1337
Τῇ γὰρ τιμωρίᾳ, φησὶ, χρησάμενος καταπαύσω σου τὴν ἀκολασίαν, καὶ τῆς ἐπὶ σοὶ φροντίδος ἀπαλλαγήσομαι·
'For by employing punishment,' he says, 'I will put a stop to thy licentiousness, and I will be freed from my concern over thee;'
他說:「我要藉著施行刑罰,止住你的放縱,並且脫去我為你所懷的憂慮;」
1:1338
οὐκέτι γάρ με εἰς ζηλοτυπίαν οἱ ἐρασταί σου κινήσουσι
'for no longer shall thy lovers stir me to jealousy.'
「因為你的情人再也不會激起我的妒忌了。」
1:1339
Ταύτην δέ σοι τὴν τιμωρίαν ἐπάξω·
'And this punishment I will bring upon thee:'
「我要把這刑罰加在你身上:」
1:1340
Ἀνθ' ὧν οὐκ ἐμνήσθης τῆς ἡμέρας τῆς νηπιότητός σου, καὶ ἐλύπεις με ἐν πᾶσι τούτοις·
'Because thou didst not remember the day of thy infancy, and didst grieve me in all these things;'
「因為你不記念你幼年的日子,反倒在這一切事上使我憂傷;」
1:1341
καὶ ἐγὼ ἰδοὺ τὰς ὁδούς σου εἰς κεφαλήν σου δέ δωκα, λέγει Ἀδωναῒ Κύριος
'therefore behold, I also have recompensed thy ways upon thy head, saith the Lord Adonai.'
「所以看哪,我也要照你所行的報應在你頭上,主阿多乃如此說。」
1:1342
Σὺ, φησὶν, ἐπεσπάσω τὴν τῶν κακῶν τούτων φορὰν, οὐ βουληθεῖσα λαβεῖν εἰς διάνοιαν, οἵα ἀνθ' οἵας ἐγένου, καὶ ὅπως σε εὐτελῆ οὖσαν, καὶ σμικρὰν, καὶ παντελῶς ἄσημον, ἀοίδιμον ἀπέφηνα, καὶ λίαν περιφανῆ
'Thou,' he says, 'didst draw upon thyself the onset of these evils, being unwilling to take to mind what manner of thing thou wast made from what thou hadst been, and how, though thou wast worthless and small and altogether obscure, I rendered thee renowned and exceedingly conspicuous.'
他說:「是你自己招致了這些禍患的臨到,因為你不肯把這事放在心上:你從前是何等的光景,如今又變成何等;你本是卑微、渺小、毫不足道,我卻使你成為著名、極其顯赫。」
1:1343
Καὶ οὕτως οὐκ ἐποίησα κατὰ πᾶσαν τὴν ἀσέβειάν σου ἐν πάσαις ταῖς ἀνομίαις σου. Οὐδὲν, φησὶ, τῶν ἁμαρτημάτων ἄξιον ὑπομένεις·
'And thus I have not dealt with thee according to all thy impiety, in all thy transgressions.' 'Thou dost endure,' he says, 'nothing worthy of thy sins;'
「這樣,我並未照你一切的不虔、你一切的罪孽待你。」他說:「你所受的,沒有一樣配得上你的罪愆;」
1:1344
σμικρὰ γὰρ ἡ τιμωρία τῇ ἀσεβείᾳ συγκρινομένη
'for small is the punishment when compared with the impiety.'
「因為這刑罰與那不虔相比,實在是微小的。」
1:1345
Ταῦτά ἐστι πάντα, ὅσα εἶπον κατὰ σοῦ ἐν παραβολῇ, λέγοντες·
'These are all the things which I spoke against thee in a proverb, saying:'
「這都是我用比喻論到你所說的話,說:」
1:1346
Καθὼς ἡ μήτηρ καὶ ἡ θυ γάτηρ
'As is the mother, so is the daughter.'
「母親怎樣,女兒也怎樣。」
1:1347
Ἁρμόττει σοι, φησὶν, ἡ περιφερομένη παρ οιμία, ὅτι μητρὶ ἔοικεν ἡ θυγάτηρ·
'The current proverb suits thee,' he says, 'namely, that the daughter resembles the mother;'
他說:「這流行的俗語正合乎你,就是女兒像母親;」
1:1348
μητέρα δὲ αὐτῆς ἄνω τὴν Χετταίαν ὠνόμασε
and above he named her mother the Hittite.
他在前面已稱她的母親為赫人。
1:1349
Θυγάτηρ τῆς μητρός σου σὺ εἶ, τῆς ἀπωσαμένης τὸν ἄνδρα αὑτῆς καὶ τὰ τέκνα αὑ τῆς, καὶ ἀδελφὴ τῶν ἀδελφῶν σου, τῶν ἀπωσα μένων τὸν ἄνδρα αὑτῶν καὶ τὰ τέκνα αὑτῶν
'Thou art the daughter of thy mother, who thrust away her husband and her children; and the sister of thy sisters, who thrust away their husband and their children.'
「你是你母親的女兒,她厭棄了自己的丈夫和自己的兒女;你也是你眾姊妹的姊妹,她們厭棄了自己的丈夫和自己的兒女。」
1:1350
καὶ γὰρ ἐκείνων πάλαι Θεὸς. ἐχρημάτισε, πρὶν αὐτοὺς δέξασθαι τῆς εἰδωλο λατρείας τὴν λώβην·
For God had of old been named as theirs also, before they received the ruin of idolatry;
因為在他們陷入拜偶像的敗壞之前,神從前也曾被稱為他們的神;
1:1351
διὸ κἀκείνους ἔφη, καὶ τὸν ἄνδρα ἀπώσασθαι, καὶ τὰ τέκνα, τὸν μὲν Θεὸν ἀρνηθέντας, τὰ δὲ τέκνα τοῖς δαίμοσι καταθύσαντας
wherefore he said that they too thrust away both their husband and their children, having denied God and having sacrificed their children to the demons.
因此他說,他們也厭棄了自己的丈夫和兒女,就是否認了神,又把兒女獻祭給群鬼。
1:1352
Εἶτα σαφέστερον τὸν λόγον ποιεῖ·
Then he makes the discourse plainer:
接著他把這話說得更明白:
1:1353
Ἡ μήτηρ ὑμῶν Χετταία, καὶ ὁ πατὴρ ὑμῶν Ἀμοῤῥαῖος
'Your mother was a Hittite, and your father an Amorite.'
「你們的母親是赫人,你們的父親是亞摩利人。」
1:1354
(μ ʹ.) Ἡ ἀδελφή σου ἡ πρεσβυτέρα Σαμάρεια, αὐτὴ καὶ αἱ θυγατέρες αὐτῆς, καὶ ἡ κατοικοῦσα ἐξ εὐωνύμων σου, καὶ ἡ ἀδελφή σου ἡ νεωτέρα ἡ κατοικοῦσα ἐκ δεξιῶν σου, Σόδομα, καὶ αἱ θυγατέρες αὐτῆς
(40) 'Thine elder sister is Samaria, she and her daughters, who dwell at thy left hand; and thy younger sister, who dwells at thy right hand, is Sodom and her daughters.'
(四十)「你的姊姊是撒瑪利亞,她和她的眾女兒住在你左邊;你的妹妹住在你右邊,就是所多瑪和她的眾女兒。」
1:1355
Πρεσβυτέραν ἀδελφὴν τὴν Σαμάρειάν φησιν, οὐ κατὰ τὸν χρόνον, ἀλλὰ κατὰ τὴν τῆς ἀσεβείας διδασκαλίαν ὠνόμασε·
He calls Samaria the elder sister, naming her so not according to time, but according to her teaching of impiety;
他稱撒瑪利亞為姊姊,並非按時間如此稱呼,乃是按她在不虔上的教導;
1:1356
κατὰ γὰρ τὸν χρόνον, ἡ Σόδομα πρεσβυτέρα·
for according to time, Sodom is the elder;
因為按時間論,所多瑪才是年長的;
1:1357
ἀλλ' ἐπειδὴ τὰ τῆς Σαμαρείας πρότερον ἐζήλωσεν ἐπιτηδεύματα, εἶτα κατὰ μέρος τὴν παρανομίαν ἐξέτεινεν, ὡς καὶ Σοδόμοις ἀπεικασθῆναι
but since she first emulated the practices of Samaria, and then by degrees extended her lawlessness until she came to be likened even to Sodom.
只是她先效法了撒瑪利亞的行為,隨後又逐步擴展她的不法,以致連所多瑪也可與她相比。
1:1358
Νεωτέραν δὲ ἀδελφὴν προσ αγορεύει τὴν Σόδομα, ὡς ὕστερον τὴν πρὸς αὐτὴν ἀσπασαμένην συγγένειαν·
And he addresses Sodom as the younger sister, as having later embraced kinship with her;
他稱所多瑪為妹妹,因為她是後來才與她結為親屬的;
1:1359
τὴν γὰρ τῆς ἀσεβείας κοι νωνίαν συγγένειαν προσηγόρευσε
for he called the fellowship in impiety a kinship.
因為他把在不虔上的相通稱為親屬關係。
1:1360
Τὸ δὲ, ἐκ δεξιῶν καὶ ἐξ εὐωνύμων, διὰ τὴν θέσιν τῶν τόπων τέ θεικε·
And the phrase 'at the right hand and at the left hand' he has set down on account of the position of the places;
至於「在右邊、在左邊」這話,他是因著這些地方的位置而說的;
1:1361
ἐξ εὐωνύμων δὲ ἡ Σαμάρεια, βορειο τέρα διακειμένη
and Samaria is at the left hand, being situated more to the north.
撒瑪利亞在左邊,因為它座落於較北之處。
1:1362
Θυγατέρας δὲ καὶ ταύτης κἀκείνης τὰς ὑποκειμένας καὶ πόλεις καὶ κώμας ὀνομάζει
And he names as daughters both of the one and of the other the cities and villages subject to them.
他把隸屬於這一方與那一方的城邑和鄉村都稱為她們的女兒。
1:1363
Καὶ οὐδ' ὡς ἐν ταῖς ὁδοῖς αὐτῶν ἐπορεύ θης, οὐδὲ κατὰ τὰς ἀνομίας αὐτῶν ἐποίησας·
'And not even as in their ways didst thou walk, nor didst thou do according to their iniquities;'
「你並不只是照她們的道路而行,也不只是照她們的罪孽而行;」
1:1364
παρὰ μικρὸν καὶ ὑπέρκεισαι αὐτὰς ἐν πάσαις ταῖς ὁδοῖς σου
'thou didst but little exceed them in all thy ways.'
「你在你一切的道路上,幾乎還超過了她們。」
1:1365
Ηὔξησας, φησὶν, ἐπινοίαις τὰ πο νηρὰ ἐκείνων ἐπιτηδεύματα, καὶ κινδυνεύεις τὰ νι κητήρια τῆς ἀσεβείας λαβεῖν
'Thou hast increased,' he says, 'by thine inventions their wicked practices, and thou art in danger of carrying off the prize of impiety.'
他說:「你藉著自己的花樣增添了她們邪惡的行為,甚至有奪取不虔之冠冕的危險。」
1:1366
Ζῶ ἐγὼ, λέγει Ἀδωναῒ Κύριος, εἰ ἐποίησε Σόδομα ἡ ἀδελφή σου αὕτη, καὶ αἱ θυγατέρες αὐτῆς, ὃν τρόπον ἐποίησας σὺ, καὶ αἱ θυγατέ ρες σου
'As I live, saith the Lord Adonai, Sodom thy sister, she and her daughters, has not done as thou hast done, thou and thy daughters.'
「主阿多乃說:我指著我的永生起誓,你妹妹所多瑪與她的眾女兒,尚未行你和你眾女兒所行的。」
1:1367
Εἶτα δείκνυσι τὸ διάφορον
Then he shows the difference:
接著他指出其中的差別:
1:1368
Πλὴν τὸ ἀνόμημα Σοδόμων ἐν ὑπερη φανίᾳ, καὶ ἐν πλησμονῇ ἄρτων καὶ εὐθηνίαις ἐσπατάλων αὐτὴ καὶ αἱ θυγατέρες αὐτῆς·
'Yet this was the iniquity of Sodom: in pride, and in fulness of bread, and in abundance she and her daughters lived luxuriously;'
「所多瑪的罪孽卻是這樣:她和她的眾女兒心中驕傲,糧食飽足,大享安逸,過著奢華的生活;」
1:1369
τοῦτο ὑπῆρχεν ἐν αὐτῇ, καὶ ἐν ταῖς θυγατράσιν αὐτῆς·
'this was in her and in her daughters;'
「這罪在她裡面,也在她眾女兒裡面;」
1:1370
καὶ χεῖρα πτωχοῦ καὶ πένητος οὐκ ἀντελαμβά νοντο, καὶ ἐμεγαλαύχουν
'and they did not support the hand of the poor and needy, and they boasted greatly.'
「她們並不扶助困苦窮乏人的手,反倒大大自誇。」
1:1371
Καὶ ἐποίησαν ἀνο μήματα ἐνώπιόν μου, καὶ ἐξῆρα αὐτὰς, καθὼς εἶδον
'And they committed iniquities before me, and I took them away, as I saw fit.'
「她們在我面前行了不義的事,我看見了,就把她們除掉。」
1:1372
Ὑπερμαζήσαντες, φησὶ, τῇ τῶν ἀγαθῶν ἀφθο νίᾳ εἰς ὑπερηφανίαν καὶ ἀλαζονείαν ἐξώκειλαν, καὶ ὑπερεώρων τοὺς ἐν ἐνδείᾳ οἱ πάσης χλιδῆς ἀπο λαύοντες·
'Being overfed,' he says, 'through the abundance of good things, they ran aground into pride and arrogance, and they despised those in want, enjoying every kind of luxury;'
他說:「她們因美物豐盈而過度飽足,就傾覆於驕傲和狂妄,享盡一切奢華,卻藐視那些貧乏的人;」
1:1373
ὅθεν εἰς τὴν ἐσχάτην ἀκολασίαν ἐξέπε σαν, καὶ δίκας ὑπέμειναν τῶν ἀσεβημάτων ἀξίας
'whence they fell into the utmost licentiousness, and underwent penalties worthy of their impieties.'
「因此她們陷入極度的放縱,並受了與她們的不虔相稱的懲罰。」
1:1374
Καὶ Σαμάρεια κατὰ ἡμίση τῶν ἁμαρτη μάτων σου οὐχ ἥμαρτεν, καὶ ἐπλήθυνας τὰς ἀνο μίας σου ὑπὲρ αὐτὰς, καὶ ἐδικαίωσας τὰς ἀδελφάς σου ἐν ταῖς ἁμαρτίαις σου, καὶ πάσαις. ταῖς ἀνομίαις σου αἷς ἐποίησας
'And Samaria did not sin according to the half of thy sins; but thou didst multiply thine iniquities beyond them, and thou didst justify thy sisters in all thy sins, and in all thy transgressions which thou hast committed.'
「撒瑪利亞所犯的罪,還不及你罪的一半;你的罪孽卻比她們更多,你藉著你所犯的一切罪、你所行的一切不法,倒顯得你眾姊妹為義了。」
1:1375
Ταύτην δὲ τὴν παρεξέτασιν οὐ κατὰ μόνην ποιεῖται τὴν τῆς ἁμαρ τίας ποιότητα, ἀλλὰ κατὰ τὴν τῆς κηδεμονίας
This comparison he makes not merely according to the quality of the sin, but according to the quality of the guardianship shown.
他所作的這番比較,並非單就罪的性質而論,乃是就所蒙眷顧的程度而論。
1:1376
Εἰ γὰρ καὶ ἐξήμαρτε, καὶ μυρία παράνομα ἡ Σαμά ρεια τετόλμηκεν, ἀλλὰ πόῤῥω ἦν τοῦ θείου νεὼ, καὶ εἶχε σμικρὰν γοῦν τινα συγγνώμην, ὑφ' ἕτε ρον μὲν τελοῦσα βασιλέα, ἐπιτελεῖν δὲ ἐν τῷ θείῳ νεῷ τὰ νόμιμα μὴ δυναμένη
For even though Samaria sinned and dared countless lawless deeds, yet she was far from the divine temple, and had at least some small excuse, being subject to another king and unable to perform the ordinances in the divine temple.
因為撒瑪利亞縱然犯了罪,行了無數不法的事,她卻遠離神的殿,至少還有些微可原諒之處,因她臣屬於別的君王,無法在神的殿中遵行律例。
1:1377
Καὶ τὰ Σόδομα δὲ οὔτε προφήτην εἶχεν, οὔτε νομοθέτην, μόνης δὲ τῆς τοῦ φυσικοῦ νόμου διδασκαλίας ἀπήλαυε
And Sodom had neither prophet nor lawgiver, but enjoyed only the instruction of the natural law.
至於所多瑪,既沒有先知,也沒有頒律法的,只享有本性律法的教導而已。
1:1378
Σὺ δὲ καὶ νόμον ἔχουσα, καὶ ἱερέας, καὶ προφήτας, καὶ τὸν θεῖον νεὼν, καὶ τὴν ἔννομον λατρείαν, τὴν ἐκείνων ἀσέβειαν ἐπετήδευσας·
But thou, having both a law, and priests, and prophets, and the divine temple, and the lawful worship, didst practise the impiety of those others;
但你既有律法,又有祭司、先知、神的殿,以及合法的敬拜,卻仍效法那些人的不虔;
1:1379
διὸ συγγνώμης ἐκείνας ἀπο φαίνεις ἀξίας
wherefore thou dost show those others to be worthy of pardon.
因此你倒顯得那些人是配得赦免的了。
1:1380
Καὶ σὺ κόμισαι τὴν βάσανόν σου ὑπερ βάλλουσαν, ἐν ᾗ ἔφθειρας τὰς ἀδελφάς σου ἐν ταῖς ἁμαρτίαις σου, αἷς ἠνόμησας ὑπὲρ αὐ τὰς, καὶ ἐδικαίωσας αὐτὰς ὑπὲρ σεαυτήν
'And do thou also bear thy torment, exceeding that in which thou didst corrupt thy sisters by thy sins, wherein thou didst transgress beyond them, and didst justify them beyond thyself.'
「你也要擔當你的苦楚,這苦楚超過你藉罪敗壞你眾姊妹之處,因你所犯的不法過於她們,你倒顯得她們比你更為義了。」
1:1381
Οὐχ ἁπλῶς εἶπεν, ἐδικαίωσας, ἀλλ' ὑπὲρ σεαυτήν
He did not simply say 'thou didst justify,' but 'beyond thyself.'
他不只說「你顯得她們為義」,乃說「比你自己更為義」。
1:1382
Σὺ μὲν γὰρ, τὴν ἐκείνων παρανομίαν μιμησαμένη, οὐκ ἔχεις ἀπολογίαν ὑπὸ νόμου καὶ προφητῶν βοη θουμένη·
'For thou, having imitated their lawlessness, hast no defence, being aided by law and prophets;'
「因為你既效法了她們的不法,又蒙律法和先知的幫助,就無可推諉了;」
1:1383
ἐκεῖναι δὲ διὰ τὴν τῆς σῆς ἀσεβείας ὑπερ βολὴν τυχεῖν συγγνώμης ἐθέλουσι
'but they, on account of the excess of thy impiety, are willing to obtain pardon.'
「而她們卻因你不虔的過度,反而有望得著赦免了。」
1:1384
Καὶ σὺ αἰσχύνθητι, καὶ λάβε τὴν ἀτιμίαν σου, ἐν τῷ δικαιῶσαί σε τὰς ἀδελ φάς σου. Ὅταν τις ἐν τιμῇ ὢν μὴ συνίῃ, ἀτιμίᾳ περιβληθεὶς εἰς αἴσθησιν ἔρχεται τῆς προτέρας τι μῆς
'And be thou ashamed, and bear thy dishonour, in that thou hast justified thy sisters.' When one who is in honour does not understand it, being clothed with dishonour he comes to a perception of his former honour.
「你也要蒙羞,擔當你的恥辱,因為你顯得你眾姊妹為義了。」當人身處尊榮卻不覺悟時,等他被恥辱纏身,才會醒悟從前所有的尊榮。
1:1385
Καὶ Ἱερουσαλὴμ τοίνυν, τὴν ὑπὸ τοῦ Θεοῦ δο θεῖσαν αὐτῇ μὴ γνωρίσασα τιμὴν, διὰ τῆς πολιορ κίας καὶ αἰχμαλωσίας τὸν ἑαυτῆς ἐπέγνω Θεόν·
And so Jerusalem too, not having recognized the honour given her by God, came through the siege and captivity to know her own God.
照樣,耶路撒冷也是這樣,她未曾認識神所賜給她的尊榮,卻藉著被圍困和被擄,才認識了自己的神。
1:1386
Ἡ αἰσ χύνη τοῦ προσώπου μου ἐκάλυψέ με, ἀπὸ φωνῆς ὀνειδίζοντος καὶ καταλαλοῦντος, ἀπὸ προσώπου ἐχθροῦ καὶ ἐκδιώκοντος. νγʹ
'The shame of my face has covered me, at the voice of him that reproaches and speaks against me, at the presence of the enemy and persecutor.' (53)
「因那辱罵、毀謗之人的聲音,因那仇敵、逼迫之人的面容,我滿面羞愧遮蓋了我。」(五十三)
1:1387
Καὶ ἀποστρέψω, φησὶν, ἀποστροφὰς αὐ τῶν, τὴν ἀποστροφὴν Σοδόμων, καὶ τῶν θυγα τέρων αὐτῆς, καὶ ἀποστρέψω τὴν ἀποστρο φὴν Σαμαρείας, καὶ τῶν θυγατέρων αὐτῆς
'And I will turn back their turnings,' he says, 'the turning of Sodom and of her daughters, and I will turn back the turning of Samaria and of her daughters.'
他說:「我要使她們被擄的歸回,就是所多瑪和她眾女兒被擄的歸回,我也要使撒瑪利亞和她眾女兒被擄的歸回。」
1:1388
Προσ ήκει τὰ τῆς Γραφῆς ἰδιώματα εἰδέναι·
It is fitting to know the peculiarities of Scripture;
我們應當認識聖經特有的表達方式;
1:1389
οὔτε γὰρ δυνατὸν ἑτέρως αὐτῆς τὸν σκοπὸν διαγνῶναι
for neither is it possible otherwise to discern its aim.
因為若非如此,便無法辨明其用意。
1:1390
Ἔχει τοίνυν πρὸς ἄλλοις πολλοῖς καὶ τοῦτο ἰδίωμα, τὸ καὶ τὰ γεγενημένα, ὡς ἐσόμενα λέγειν, καὶ τὰ ἐσόμενα ὡς γεγενημένα
It has, then, among many other peculiarities, this one also: that it speaks of things that have already happened as though they were yet to be, and of things yet to be as though they had already happened.
在其他許多特色之外,聖經還有這一項特色:把已經發生的事說成好像將要發生的,又把將要發生的事說成好像已經發生的。
1:1391
Οὕτω τοίνυν κἀνταῦθα τὰ ἤδη γε γενημένα, ὡς ἐσόμενα λέγει·
So then here also he speaks of things that have already happened as though they were yet to be:
照樣,在此他也把已經發生的事說成好像將要發生的:
1:1392
Ἀπεστράφη με Σό δομα, καὶ αἱ ὑπ' αὐτὴν πόλεις·
'Sodom, and the cities under her, has turned away from me;'
「所多瑪和隸屬於她的眾城,已經離棄了我;」
1:1393
ὡσαύτως δὲ καὶ ἡ Σαμάρεια σὺν τοῖς ὑπηκόοις
'and likewise also Samaria together with her subjects.'
「照樣,撒瑪利亞和她的臣屬也是這樣。」
1:1394
Ἀλλὰ κἀγὼ ἀπεστρά- φην καὶ δίκας ὧν ἥμαρτεν ἐπραξάμην
'But I too turned away, and exacted the penalties for what she sinned.'
「但我也離棄了,並追討了她所犯之罪的懲罰。」
1:1395
Καὶ σοῦ δὲ πάλιν ὡσαύτως ἀποστρέψω τὴν ἀποστροφήν σου ἐν μέσῳ αὐτῶν·
'And of thee likewise again I will turn back thy turning in the midst of them;'
「照樣,我也要在她們中間使你被擄的歸回;」
1:1396
( νδʹ.) ὅπως κομίσῃ τὴν βάσανόν σου, καὶ ἀτιμωθήσῃ ἐκ πάντων ὧν ἐποίησας ἐν τῷ σε παροργίσαι με
(54) 'that thou mayest bear thy torment, and be dishonoured because of all that thou didst in provoking me to anger.'
(五十四)「好使你擔當你的苦楚,並因你惹我發怒所行的一切事而蒙羞辱。」
1:1397
Ταὐτὰ, φησὶν, ἐκείναις πείσῃ καὶ σὺ, καὶ ὧν εἰς ἐμὲ πεπλημμέληκας δώσεις τὰς δίκας
'The same things,' he says, 'thou too shalt suffer as they did, and thou shalt pay the penalties for the offences thou hast committed against me.'
他說:「你也要如她們一樣受這些事,並要為你得罪我所犯的過犯償付刑罰。」
1:1398
ἀδελφή σου Σόδομα, καὶ αἱ θυγατέ ρες αὐτῆς ἀποκατασταθήσονται, καθὼς ἦσαν ἀπ' ἀρχῆς·
'And thy sister Sodom and her daughters shall be restored, as they were from the beginning;'
「你妹妹所多瑪和她的眾女兒必復原,像從前一樣;」
1:1399
καὶ σὺ, καὶ αἱ θυγατέρες σου ἀποκατασταθήσεσθε, καθὼς ἦτε ἀπ' ἀρχῆς
'and thou, and thy daughters shall be restored, as ye were from the beginning.'
「你和你的眾女兒也必復原,像從前一樣。」
1:1400
Ἀποκατάστασιν ἐνταῦθα οὐ τὴν ἐπὶ τὸ κρεῖττον, ἀλλὰ τὴν ἐπὶ τὸ χεῖρον ὠνόμασε·
Here he named 'restoration' not the one to the better, but the one to the worse;
他在此所說的「復原」,並非指變得更好的復原,乃是指變得更壞的復原;
1:1401
τὸ γὰρ μελετητι κὸν ἐπὶ Σοδόμων πάλιν τὸ ἰδίωμα τῆς Γραφῆς πρόσ κειται
For the phrase 'given to meditation' concerning Sodom is added once again in accordance with the idiom peculiar to Scripture.
因為關於所多瑪那「慣於默想」的說法,乃是再一次按照聖經特有的語法而添加上去的。
1:1402
Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν·
What He says is of this sort:
祂所說的,其意如下:
1:1403
Ὥσπερ τὰ Σόδομα, λαμπρὰ ὄντα καὶ ὑπὸ πλείστων οἰκούμενα, εἰς τὸ ἀρχαῖον μετέθηκα σχῆμα, καὶ πεποίηκα παν τελῶς ἀοίκητα, ὁποῖα ἦν πρὶν οἰκισθῆναι·
Just as Sodom, though it was splendid and inhabited by a great multitude, I transformed into its ancient state and made it utterly uninhabited, such as it was before it was settled;
正如所多瑪,雖曾輝煌並有眾多居民,我卻使它回復到古初的樣式,使它徹底荒無人煙,如同它未有人居住之前的光景;
1:1404
οὕτω καὶ σοῦ πᾶσαν ἀφελόμενος τὴν εὐπρέπειαν, εἰς τὸ πρότερον εἶδος ἐπανελθεῖν παρασκευάσω
so also, having stripped from you every comeliness, I will bring it about that you return to your former condition.
照樣,我也要奪去你一切的華美,使你回到先前的樣式。
1:1405
Καὶ εἰ μὴ ἦν Σόδομα ἡ ἀδελφή σου εἰς ἀκοὴν ἐν τῷ στόματί σου, ἐν ταῖς ἡμέραις ὑπερηφανείας σου
And if Sodom your sister was not spoken of by report in your mouth in the days of your pride,
「在你驕傲的日子,若不是你妹妹所多瑪在你口中被傳說提及,」
1:1406
Πρὸ τοῦ ἀποκαλυφθῆναι τὰς κακίας σου, ὃν τρόπον νῦν ὄνειδος εἶ σὺ θυγα τέρων Συρίας, καὶ πάντων τῶν κύκλῳ σου, καὶ θυγατέρων ἀλλοφύλων τῶν περιεχουσῶν σε κύ κλῳ
before your wickednesses were uncovered, in the manner in which you are now a reproach of the daughters of Syria, and of all who are round about you, and of the daughters of the foreigners who encompass you round about.
「在你的惡行未被揭露之先,正如你現今成了敘利亞眾女子和你四圍眾人的羞辱,並環繞你四周之外邦女子的羞辱一樣。」
1:1407
Εἰ μὴ ἐμεμαθήκεις τῶν Σοδόμων, φησὶ, τὴν τιμωρίαν, καὶ περιεφέρετο ἐν τῷ στόματί σου ἡ ἐκείνων πανωλεθρία, ὃν τρόπον νῦν ἡ σὴ πολιορ κία ἐν ταῖς τῆς Συρίας καὶ Παλαιστίνης πόλεσι, τί πλέον ἂν εἰργάσω κακόν; Οὐδὲ γὰρ τὸ ἐκείνων ὤνησέ σε παράδειγμα, ἀλλ' εἰδυῖα τά τε ὑπ' αὐτῶν τολμηθέντα, τά τε ἐπενεχθέντα αὐτοῖς κακὰ, οὐδὲν ἧττον ἐπέμεινας παρανομοῦσα
'If you had not learned,' He says, 'the punishment of the Sodomites, and their utter destruction had not been bandied about in your mouth, in the manner in which your own besiegement is now spoken of in the cities of Syria and Palestine, what greater evil could you have wrought? For not even their example profited you; but though you knew both the crimes they dared and the evils brought upon them, you nonetheless persisted in your lawlessness.'
祂說:「你若未曾學得所多瑪人所受的刑罰,若那城的全然覆滅未曾在你口中傳論,正如你自己被圍困之事現今在敘利亞和巴勒斯坦諸城中被傳說一樣,那麼你還能行出甚麼更大的惡呢?因為連他們的鑑戒也未使你得益;反倒你既知道他們所膽行的,又知道臨到他們的災禍,卻仍舊絲毫不減地堅持行不法之事。」
1:1408
Τὰς ἀσεβείας σου, καὶ τὰς ἀνομίας σου σὺ κόμισαι αὐτὰς, λέγει Κύριος
Your impieties and your iniquities, you shall bear them yourself, says the Lord.
「你的不敬虔和你的罪孽,你必自己承擔,這是主說的。」
1:1409
Τάδε λέγει Ἀδωναῖ Κύριος·
Thus says Adonai the Lord:
主耶和華如此說:
1:1410
Καὶ ποιήσω ἐν σοὶ, καθὼς ἐποίησας, ὡς ἠτίμωσας τὴν ἀρὰν, τοῦ παρα βῆναι τὴν διαθήκην μου
And I will do to you just as you did, as you dishonored the curse, so as to transgress My covenant.
「我必照你所行的向你行,正如你藐視誓言,以致背棄我的約一樣。」
1:1411
Εἶχεν ὁ νόμος ἀρὰν τοῖς παραβαίνουσιν αὐτὸν ἑπομένην·
The Law had a curse attending upon those who transgressed it;
律法對於違犯它的人,附有一項咒詛;
1:1412
ἐκέλευσε δὲ ταύτην τὰς ἓξ φυλὰς ἐν τῷ ὄρει τῷ Γηβὰλ ἑστῶσας διεξιέναι, καὶ πάντα τὸν λαὸν ἐπάγειν Ἀμὴν, οἷον ὑπογράφοντας, καὶ συντιθεμένους τῇ τοῦ νόμου ἀρᾷ
and He commanded that the six tribes, standing upon Mount Gebal, should recite this, and that all the people should add 'Amen,' as it were subscribing and assenting to the curse of the Law.
祂並吩咐那六個支派站在基巴勒山上宣讀這咒詛,全體百姓要應聲說「阿們」,彷彿在其上簽名、附和律法的咒詛一般。
1:1413
Ἐπειδὴ τοίνυν, φησὶν, οὐδὲ τὴν ἀρὰν ἐφοβήθης, ἀλλ' ἀδεῶς τὴν ἐμὴν παρέβης διαθήκην, δέξαι τῶν σπερμάτων τὰ δράγματα
'Since therefore,' He says, 'you did not even fear the curse, but fearlessly transgressed My covenant, receive the sheaves of your own sowing.'
祂說:「既然如此,你連咒詛也不懼怕,反倒無所忌憚地背棄我的約,就當收取你自己所撒之種的禾捆吧。」
1:1414
Εἶτα ὑπισχνεῖται καὶ τὰ μετὰ τὴν τιμωρίαν ἀγαθά
Then He promises also the good things that come after the punishment.
隨後祂又應許刑罰之後所要臨到的美善。
1:1415
Καὶ μνησθήσομαι ἐγὼ τῆς διαθήκης μου τῆς μετὰ σοῦ ἐν ἡμέραις νηπιότητός σου·
And I will remember My covenant which was with you in the days of your infancy;
「我要記念我在你幼年的日子與你所立的約;」
1:1416
καὶ στήσω σοι τὴν διαθήκην μου αἰώνιον
and I will establish for you an everlasting covenant.
「我要與你堅立永遠的約。」
1:1417
Σὺ μὲν γὰρ, φησὶ, τὰς πρὸς ἐμὲ συνθήκας ἐπάτησας, ἐμὲ δὲ οὐδὲ τοῦτο πείσει παντελῶς σε καταλιπεῖν, ἀλλὰ τῇ παιδείᾳ σε σωφρονίσας, καὶ διδάξας εὐγνωμοσύ νην, τῶν συνθηκῶν ἐκείνων ἀναμνησθήσομαι, ἃς πρὸς σὲ πάλαι ἐποιησάμην ἔτι νηπίαν οὖσαν·
'For you indeed,' He says, 'trampled upon the compacts made with Me; yet not even this shall persuade Me to abandon you utterly, but having chastened you by discipline and taught you gratitude, I will call to remembrance those covenants which of old I made with you while you were still an infant';
祂說:「你固然踐踏了你與我所立的約定;然而連這事也不能使我全然離棄你,反倒我要藉管教使你歸正,教導你知恩,並要記念我從前在你尚為嬰孩時與你所立的那些約。」
1:1418
οὕτω δὲ καλεῖ τὸν χρόνον τῆς ἐν τῇ ἐρήμῳ διαγωγῆς
and thus He calls the period of the sojourning in the wilderness.
祂以此稱呼在曠野中度日的那段時期。
1:1419
Καὶ στήσω τὴν διαθήκην μου, διαθήκην αἰώνιον. Οὐ τὴν τοῦ νόμου, ἀλλὰ τὴν τῆς χάριτος·
And I will establish My covenant, an everlasting covenant. Not that of the Law, but that of grace;
「我要堅立我的約,就是永遠的約。」這約不是律法的約,乃是恩典的約;
1:1420
οὐ τὴν διὰ. τοῦ Μωσέως, ἀλλὰ τὴν διὰ τῶν ἀποστόλων·
not that through Moses, but that through the apostles;
不是藉摩西所立的,乃是藉眾使徒所立的;
1:1421
ἡ μὲν γὰρ ἔχει τὸ πρόσκαιρον, ἡ δὲ τὸ αἰώνιον
for the one has that which is temporary, but the other that which is eternal.
因為前者具有暫時的性質,後者卻具有永遠的性質。
1:1422
Τοῦτο δὲ καὶ διὰ Ἱερεμίου τοῦ προφήτου ποιήσειν ὑπέσχετο
And this He promised to do also through Jeremiah the prophet;
這事祂也曾應許藉先知耶利米成就;
1:1423
ἀλλὰ δια θήσομαι αὐτοῖς διαθήκην καινὴν, διδοὺς νόμους μου εἰς διάνοιαν αὐτῶν, καὶ ἐπὶ τὰς καρδίας αὐτῶν γράψω αὐτούς. Ταύτην κἀνταῦθα ὑπισχνεῖται τὴν διαθήκην
'But I will make with them a new covenant, giving My laws into their understanding, and upon their hearts I will write them.' This is the very covenant which here also He promises.
「反倒我要與他們立新約,將我的律法賜在他們心思裡,並要寫在他們心上。」祂在此處所應許的,正是這約。
1:1424
Καὶ μνησθήσῃ, φησὶ, τῶν ὁδῶν σου, καὶ ἐξατιμωθήσῃ ἐν τῷ ἀναλαμβάνειν σε τὰς ἀδελφάς σου, τὰς πρεσβυτέρας σου, σὺν ταῖς νεωτέραις σου
And you shall remember, He says, your ways, and you shall be utterly disgraced when you receive your sisters, your elder ones together with your younger ones.
祂說:「你必記念你的行徑,並要蒙羞蒙辱,就是當你接納你的姊妹,你的姊姊連同你的妹妹的時候。」
1:1425
ὄψῃ δὲ καὶ ταύτας τὰς ἀδελφάς σου, σὺν σοὶ ταύτης ἀπολαυούσας τῆς διαθήκης, μᾶλλον δὲ σαυτὴν μετ' ἐκείνων τυγχάνουσαν
'And you shall see these also, your sisters, enjoying this covenant together with you—or rather, yourself found to be with them.'
「你也必看見你的這些姊妹與你一同得享這約——或者說,看見你自己得與她們同列。」
1:1426
Καὶ ἀναστήσω, φησὶν, ἐγὼ τὴν διαθήκην μου μετὰ σοῦ, καὶ ἐπιγνώσῃ, ὅτι ἐγὼ Κύριος
And I, He says, will raise up My covenant with you, and you shall know that I am the Lord.
祂說:「我要與你堅立我的約,你就知道我是耶和華。」
1:1427
ἐκηρύχθη τὸ Εὐαγγέλιον, εἶτα πᾶσι τοῖς ἔθνεσιν·
The Gospel was proclaimed—then to all the nations;
福音被傳揚開來——隨後又傳給萬民;
1:1428
ἀλλὰ καὶ αὖθις κηρυ χθήσεται διὰ τοῦ μεγάλου Ἠλία πρὸ τῆς τοῦ κόσμου συντελείας
but it shall also be proclaimed once again through the great Elijah before the consummation of the world.
但在世界的末了之先,它還要藉那大先知以利亞再度被傳揚。
1:1429
Ἐγὼ οὖν, φησὶ, πάντα ποιήσω τὴν σὴν πραγματευόμενος ὠφέλειαν·
'I therefore,' He says, 'will do all things, working out your benefit;
祂說:「所以我要行諸般的事,成就你的益處;」
1:1430
γνώσῃ γὰρ ἐκ τούτων, οἷα μὲν τὰ παρὰ σοῦ εἰς ἐμὲ γεγενημένα, ὁποῖα δὲ τὰ παρ' ἐμοῦ ὑπαρχθέντα σοι ἀγαθά
for from these things you shall come to know what sort were the deeds done by you against Me, and what sort were the good things bestowed by Me upon you.'
「因為藉這些事,你必得知你向我所行的是何等的事,我向你所施的美善又是何等的事。」
1:1431
Ὅπως μνησθῇς, καὶ αἰσχυνθῇς, καὶ μὴ ᾖ σοι ἔτι ἀνοῖξαι στόμα ἀπὸ προσώπου τῆς ἀτιμίας σου, ἐν τῷ ἐξιλάσκεσθαί σε κατὰ πάντα ὅσα ἐποίησας, λέγει Ἀδωναῒ Κύριος
That you may remember, and be ashamed, and no longer have it in your power to open your mouth because of your dishonor, when I make propitiation for you according to all that you have done, says Adonai the Lord.
「好使你記念、蒙羞,並因你的羞辱再無力張口,就是當我照你一切所行的向你施行贖罪的時候,這是主耶和華說的。」
1:1432
Τούτοις ἐν τῇ καμίνῳ καὶ οἱ τρεῖς παῖδες τοῖς λόγοις ἐχρήσαντο
These same words the three youths also used in the furnace.
這同樣的話,那三個少年人在窯中也曾說過。
1:1433
Οἰκειούμενοι γὰρ τὰς τοῦ λαοῦ παρανομίας ἔλεγον προσευχόμενοι·
For making the people's transgressions their own, they said in prayer:
因為他們把百姓的過犯歸於自己,禱告說:
1:1434
Καὶ νῦν οὐκ ἔστιν ἡμῖν ἀνοῖξαι στόμα·
And now we cannot open our mouth;
「如今我們不能開口;」
1:1435
ἀψευδὴς γὰρ ὁ τοῖς προφήταις ἐμπνέων
for He who inspires the prophets is without falsehood.
因為那感動眾先知的乃是不撒謊的。
1:1436
Οὕτω γὰρ δυνησόμεθα πόῤῥω μὲν τῶν τῆς ἁμαρτίας γενέσθαι μηχανημάτων, τῷ δὲ Θεῷ προσεδρεύειν, καὶ τῆς παρ' αὐτοῦ χάριτος ἀπολαύειν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυ ρίῳ ἡμῶν, μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα πρέπει, σὺν τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων
For thus shall we be able to be far removed from the contrivances of sin, and to wait attentively upon God, and to enjoy the grace that comes from Him, in Christ Jesus our Lord, with whom to the Father belongs the glory, together with the Holy Spirit, unto the ages of ages.
因為我們如此便能遠離罪的詭計,殷勤親近神,並得享從祂而來的恩典,在我們的主基督耶穌裡;願榮耀藉著祂歸與父,並歸與聖靈,直到世世代代。
1:1437
Καὶ ἐγένετο λόγος Κυρίου πρὸς μὲ, λέ γων·
And the word of the Lord came to me, saying:
耶和華的話臨到我,說:
1:1438
Υἱὲ ἀνθρώπου, διήγησαι διήγημα, καὶ εἰπὲ παραβολὴν ἐπὶ τὸν οἶκον Ἰσραήλ
Son of man, tell a tale, and speak a parable to the house of Israel.
「人子啊,你要述說一則故事,向以色列家講一個比喻。」
1:1439
Αἰνιγματωδῶς ποιήσασθαι αὐτῷ τὴν προφητείαν παρακελεύεται, ἵν' ἀγνοοῦντες οἱ ἀκούοντες τὰ λεγόμενα σπουδαιότεροι περὶ τὴν τούτων γένωνται ζήτησιν, καὶ δι' ἐρωτή σεως παρὰ τοῦ προφήτου δέξωνται τὴν ἑρμηνείαν
He enjoins him to deliver the prophecy in enigmatic fashion, so that the hearers, not understanding the things spoken, might become more diligent in seeking after them, and might receive the interpretation from the prophet through inquiry.
祂囑咐他用隱謎的方式傳達這預言,好叫聽者因不明白所說的話,反倒更加殷勤去探究這些事,並藉著發問從先知那裡領受解釋。
1:1440
Ὁ ἀετὸς ὁ μέγας, ὁ μεγαλοπτέρυγος, ὁ μακρὸς τῇ ἐκτάσει, ὁ πλήρης ὀνύχων. Τὸν Ναβουχοδο νόσορ διὰ τούτων ᾐνίξατο, μέγαν μὲν ὀνομάσας διὰ τὸ πολυθρύλλητον γενέσθαι, μεγαλοπτέρυγον δὲ, ὡς ἐπὶ πλεῖστον τὴν ἡγεμονίαν ἐκτείναντα, μακρὸν δὲ τῇ ἐκτάσει, ὡς μεγαλόφρονα καὶ ἀλαζόνα·
The great eagle, the great-winged, long in extent, full of talons. By these words He hinted at Nebuchadnezzar, naming him 'great' because he had become much-talked-of, 'great-winged' as having extended his dominion over the widest bounds, 'long in extent' as being high-minded and arrogant;
「那大鷹,翅膀大、伸展長、羽爪豐滿。」祂藉這些話暗指尼布甲尼撒,稱他為「大」,是因他成了眾人所談論的;稱他「翅膀大」,是因他將治權擴展到極廣之地;稱他「伸展長」,是因他心高氣傲、狂妄自大;
1:1441
πλήρη δὲ αὐτὸν ὀνύχων ἐκάλεσεν, ὡς πολλὴν στρατείαν ἔχοντα, ἱππικήν τε καὶ πεζικὴν, ψιλήν τε καὶ ὁπλιτικήν
and He called him 'full of talons' as having a great army, both cavalry and infantry, both light-armed and heavily-armed.
又稱他「羽爪豐滿」,是因他擁有龐大的軍隊,有騎兵也有步兵,有輕裝的也有重裝的。
1:1442
Ὄνυχες γὰρ βασιλέως οἱ στρατιῶται, καὶ τὸ ἔσχατον τοῦ σώματος ἔχοντες, διὰ τὸ τοῖς ἡγεμόσιν ὑποκεῖσθαι, καὶ τὸ ὀξὺ καὶ δυνατὸν, εἰς τὸ. πλήττειν καὶ σπαράττειν θηρίου δίκην τοὺς ἀντιλέ γειν ἐπιχειροῦντας
For the soldiers are as it were a king's talons, occupying the extremity of the body, because they are subject to the commanders, and are sharp and powerful for striking and tearing, like a wild beast, those who attempt to make resistance.
因為士兵好比君王的爪,居於身體的末端,是因他們隸屬於將帥之下,且鋒利有力,能像野獸一般擊打並撕裂那些企圖抗拒的人。
1:1443
Ὃς ἔχει, φησὶ, τὸ ἥγημα εἰσελθεῖν εἰς τὸν Λίβανον. Ἐνταῦθα σαφῶς ἐδίδα ξεν, ὅτι οὐκ αὐτομάτως εἰς τὴν Ἱερουσαλὴμ ἐλήλυ θεν, ἀλλ' ἀοράτως τοῦ Θεοῦ τῶν ὅλων παρακινήσαντός τε καὶ ἀγαγόντος·
Who has, He says, the purpose to enter into Lebanon. Here He plainly taught that he did not come to Jerusalem of his own accord, but with the God of all invisibly setting him in motion and leading him;
祂說:「他有意進入利巴嫩。」祂在此明白地教導:他來到耶路撒冷並非出於自己,乃是萬有的神暗中推動並引領他;
1:1444
Λίβανον γὰρ τὴν Ἱερουσαλὴμ προσηγόρευσεν, οὐχ ὡς ἐπίσημον μόνον, ἀλλὰ καὶ ὡς κομῶσαν τηνικαῦτα, καὶ οἰκητόρων πλήθει, καὶ τῶν κατὰ νόμον ἱερέων, καὶ προφητῶν τὰ θεῖα προθεσπιζόντων
for He called Jerusalem 'Lebanon,' not only as distinguished, but also as being at that time luxuriant, both in the multitude of its inhabitants and in the priests according to the Law and the prophets foretelling divine things.
因為祂稱耶路撒冷為「利巴嫩」,不僅是因它顯赫,也是因它當時繁茂,既有眾多的居民,又有按律法供職的祭司,並有預言神聖之事的眾先知。
1:1445
Καὶ εἰσῆλθε, φησὶ, καὶ ἔλαβε τὰ ἐπίλεκτα τῆς κέδρου
And he entered in, He says, and took the choice things of the cedar.
祂說:「他就進入,取了香柏樹上上好的部分。」
1:1446
(δʹ.) Τὸ ἄκρον τῆς ἁπαλότητος ἀπέκνισε
(v. 4) He plucked off the topmost of its tender growth.
(第四節)「他掐去它嫩枝的最頂端。」
1:1447
Τὸν Ἰεχονίαν διὰ τούτων ᾐνίξατο·
By these words He hinted at Jechoniah;
祂藉這些話暗指耶哥尼雅;
1:1448
ἐπί λεκτα δὲ ἔφη τῆς κέδρου διὰ τὴν βασιλείαν, ἄκρον δὲ τῆς ἁπαλότητος, οὐ μόνον διὰ τὸ ὑψηλὸν, ἀλλὰ καὶ διὰ τὸ νέον τῆς ἡλικίας·
and He said 'choice things of the cedar' on account of the kingship, and 'topmost of the tender growth' not only because of his exalted rank, but also because of the youthfulness of his age;
祂說「香柏樹上上好的部分」,是因那王位;說「嫩枝的最頂端」,不僅是因他地位崇高,也是因他年紀尚輕;
1:1449
νέος γὰρ ὢν ἔτι, καὶ τὴν βασιλείαν ἐδέξατο, καὶ τὴν αἰχμαλωσίαν ὑπέμει νεν·
for while still young, he both received the kingdom and endured the captivity.
因為他年紀尚輕,就既承受了王位,又忍受了被擄。
1:1450
τέθεικεν, ἐπειδὴ ἀετὸν προσηγόρευσε πλείστοις ὄνυξι κεχρημένον
He has set it down thus, since he had called him an eagle furnished with very many talons.
他既已稱他為擁有極多羽爪的鷹,便如此陳述了。
1:1451
Καὶ εἰσήγαγεν αὐτὰ, φησὶν, εἰς πόλιν Χαναὰν, εἰς πόλιν τετειχισμένην ἔθετο αὐτά. Τὴν Βαβυ λῶνα διὰ τούτων ἐσήμανε·
And he brought them, He says, into a city of Canaan, into a walled city he set them. By these words He signified Babylon;
祂說:「他將這些帶入迦南地的一座城,安置在一座有城牆的城中。」祂藉這些話指明巴比倫;
1:1452
πόλιν δὲ αὐτὴν Χαναὰν ὠνόμασε, διὰ τὴν τῶν τρόπων συγγένειαν
and He named it 'Canaan' on account of the kinship of its ways.
祂稱它為「迦南」,是因其風俗習性的相近。
1:1453
Καὶ ἔλαβεν ἀπὸ τοῦ σπέρματος τῆς γῆς, καὶ ἔδωκεν αὐτὸ εἰς πεδίον σπόριμον, λαβεῖν ῥίζωσιν φυτῶν·
And he took of the seed of the land, and gave it into a fertile field, that it might take rooting of plants;
「他又取了那地的種子,栽於肥沃的田地,使它得以生根發苗;」
1:1454
ἐν ὕδατι πολλῷ ἐπιβλεπόμενον ἔταξεν αὐτό
beside much water he set it, in a place well-watered.
「他將它栽在多水之處,是水源充沛之地。」
1:1455
Τὸν Σεδεκίαν διὰ τούτου παρεδήλωσε·
By this He indicated Zedekiah;
祂藉此指明西底家;
1:1456
τοῦτον γὰρ ἀντὶ Ἰεχονίου χειροτονήσας βασιλέα, ἀπῆλθεν·
for having appointed him king in place of Jechoniah, he departed;
因為他立西底家代替耶哥尼雅作王之後,便離去了;
1:1457
οὐκέτι δὲ τὴν Ἱερουσαλὴμ Λίβανον ὀνο μάζει, ἀλλὰ πεδίον σπόριμον, διὰ τὸ ταπεινοτέραν γενέσθαι τὴν βασιλείαν
and he no longer names Jerusalem 'Lebanon,' but 'a fertile field,' because the kingdom had become more lowly.
如今他不再稱耶路撒冷為「利巴嫩」,乃稱為「肥沃的田地」,是因那國已變得更加卑微。
1:1458
Τὸ δὲ, ἐν ὕδατι πολλῷ ἐπιβλεπόμενον ἔταξεν αὐτὸ, τὴν ὑποταγὴν σημαί νει, καὶ τὸν ἐπιτεθέντα αὐτῷ δασμόν
And the phrase, 'beside much water he set it,' signifies the subjection, and the tribute imposed upon him.
至於「他將它栽在多水之處」這句話,乃是表明那臣服,以及加在他身上的貢賦。
1:1459
Ἀνέτειλε, φησὶ, καὶ ἐγένετο εἰς ἄμπελον ἀσθενοῦσαν, καὶ μικρὰν τῷ μεγέθει, τοῦ ἐπι φαίνεσθαι τὰ κλήματα αὑτῆς ἐπ' αὐτὴν, καὶ αἱ ῥίζαι αὐτῆς ὑποκάτω αὐτῆς ἦσαν·
It sprang up, He says, and became a feeble vine, and small in size, so that its branches appeared upon it, and its roots were beneath it;
祂說:「它發了苗,成了一棵軟弱的葡萄樹,形體矮小,使它的枝子顯露在其上,它的根在其下;」
1:1460
καὶ ἐγέ νετο εἰς ἄμπελον μεγάλην, καὶ ἐποίησεν ἀπ ώρυγας, καὶ ἐξέτεινε τὴν ἀναδενδράδα αὑτῆς
and it became a great vine, and put forth suckers, and stretched out its trailing tendrils.
「它就成了一棵大葡萄樹,發出蔓子,伸展它攀緣的枝條。」
1:1461
Ἀσθενεστέρα λίαν ἐγένετο ἡ τελευταία τῶν Ἰουδαίων βασιλεία·
The last kingdom of the Jews became exceedingly feeble;
猶太人最末後的王朝變得極其軟弱;
1:1462
τρὶς γὰρ ἤδη πολιορκίαν καὶ ἀνδραποδισμὸν ὑπομείναντες, καὶ εἰς πενίαν ἤλασαν, καὶ τοῦ πλή θους ἀπεστερήθησαν
for having already thrice endured siege and enslavement, they were both driven into poverty and deprived of their multitude.
因為他們既已三次遭受圍困與被擄為奴,就既陷於窮乏,又喪失了人數的眾多。
1:1463
τὸ δὲ, Ἐξέτεινε τὴν ἀναδενδράδα αὑτῆς, οὐ τὸ μέγεθος σημαίνει, ἀλλὰ τὴν πρὸς τὸν Αἰγύ πτιον φιλίαν
And the phrase, 'it stretched out its trailing tendrils,' does not signify its greatness, but its friendship toward the Egyptian.
至於「它伸展它攀緣的枝條」這句話,並非表明它的偉大,乃是表明它對埃及人的親善。
1:1464
Καὶ ἐγένετο ἀετὸς ἕτερος μέγας, μεγα λοπτέρυγος, καὶ πολὺς ὄνυξι, καὶ ἰδοὺ ἡ ἄμπε λος αὕτη περιπλεκομένη ἐπ' αὐτὸν, καὶ αἱ ῥίζαι αὐτῆς πρὸς αὐτὸν, καὶ τὰ κλήματα αὑτῆς ἐξ απέστειλεν αὐτῷ, τοῦ ποτίσαι αὐτὴν σὺν τῷ βώλῳ ἀπὸ τοῦ πρέμνου τῆς φυτείας αὑτῆς
And there was another great eagle, great-winged, and abundant in talons; and behold, this vine was entwining itself upon him, and its roots were toward him, and its branches it sent forth to him, that he might water it, together with the clod, from the stump of its planting.
「又有一隻大鷹,翅膀大、羽爪豐滿;看哪,這葡萄樹將自己纏繞在牠身上,它的根向著牠,並將枝子伸向牠,好叫牠澆灌它,連同那栽種它之根株旁的土塊。」
1:1465
Εἰς πεδίον καλὸν, ἐφ' ὕδατι πολλῷ αὕτη πίεται, τοῦ ποιῆσαι βλαστοὺς, καὶ φέρειν καρπὸν, τοῦ εἶναι εἰς ἄμπελον μεγάλην
In a good field, beside much water, this shall drink, that it may make shoots, and bear fruit, so as to be a great vine.
「在美好的田地,多水之旁,這樹必得澆灌,好使它發芽結果,成為一棵大葡萄樹。」
1:1466
Ἀετοὺς καλεῖ τοὺς βασιλέας διὰ τὴν ἡγεμονίαν·
He calls the kings 'eagles' on account of their sovereignty;
祂稱那些君王為「鷹」,是因他們的治權;
1:1467
βασιλικὸν γὰρ τὸ ζῶον, καὶ τὴν κατὰ τῶν ὀρνέων ἡγεμονίαν λαχόν·
for the creature is royal, and has obtained the sovereignty over the birds;
因為這飛禽是君王般的,並得了統管眾鳥的權柄;
1:1468
διὰ δὲ τούτων τὸν τῶν Αἰγυπτίων ᾐνίξατο βασιλέα
and by these He hinted at the king of the Egyptians.
祂藉這些暗指埃及人的王。
1:1469
Οὐάφρης δὲ οὗτος ἦν, καὶ μέμνηται αὐτοῦ Ἱερεμίας ὁ προφήτης·
This was Apries, and Jeremiah the prophet makes mention of him;
這人就是何弗拉(阿普里斯),先知耶利米也曾提及他;
1:1470
πρὸς γὰρ τοῦτον ὁ Σεδεκίας ἐσπείσατο τοὺς ὅρκους παραβὰς, καὶ τὰς συνθήκας, ἃς πρὸς τὸν Ναβουχοδονόσορ ἐποιήσατο
for it was to him that Zedekiah made his overtures, transgressing his oaths and the compacts which he had made with Nebuchadnezzar.
因為西底家背棄了他向尼布甲尼撒所起的誓和所立的約,去與這人結盟。
1:1471
Τὸ δὲ, Ἐξαπέστειλεν αὐτῷ τὰ κλήματα αὑτῆς, τὰ χρήματα σημαίνει τὰ παρὰ τοῦ Σεδεκίου τῷ βασιλεῖ τῶν Αἰγυπτίων πεμ φθέντα
The phrase, 'It sent forth to him its branches,' signifies the wealth dispatched by Zedekiah to the king of the Egyptians.
「她把枝子伸向他」這句話,指的是西底家差遣給埃及王的財物。
1:1472
Ἔπεμψε δὲ, φησὶ, τοῦ ποτίσαι αὐτὴν σὺν τῷ βώλῳ, ἵνα, φησὶ, καὶ τοῦ βασιλέως καὶ τῶν ὑπ ηκόων ὑπερμαχήσῃ·
'And it sent,' he says, 'to water it together with the clod of soil,' so that, he says, it might do battle in defence both of the king and of his subjects.
他說:「並且差遣,要與那土塊一同澆灌她」,好使她能為王與百姓一同爭戰護衛。
1:1473
βῶλον γὰρ προσηγόρευσε τὸν λαὸν, ἐπιμείνας τῇ τροπῇ, ἐπειδὴ καὶ τὸν βασιλέα ἄμπελον ὠνόμασεν
For he called the people a 'clod,' persisting in the figure, since he had also named the king a 'vine.'
他把百姓稱作「土塊」,繼續沿用這個比喻,因為他也曾把王稱作「葡萄樹」。
1:1474
Ἡ δὲ ἄμπελος ἐν τῇ γῇ πεφυ τευμένη, καὶ τὰς οἰκείας αὐτῇ δίδωσι ῥίζας, καὶ τὴν νοτίδα παρὰ ταύτης ἀρύεται
Now the vine, planted in the earth, sends out its own roots, and from the earth draws its moisture.
葡萄樹既栽種在地裡,就伸出自己的根,並從地中吸取水分。
1:1475
Ἔπεμψε τοίνυν, φησὶ, χρήματα τῶν Αἰγυπτίων τῷ βασιλεῖ ὁ Σεδεκίας, ὥστε διὰ τῆς ἐκείνου βοηθείας, καὶ αὐτὸν καὶ τὸν λαὸν ἀπολαῦσαι κηδεμονίας, ἵνα ποιήσῃ βλαστοὺς, καὶ φέρῃ καρπόν· ἄμπελος δὲ μείνασα, ἀντὶ τοῦ, μὴ ἀποβαλοῦσα τὴν ἀξίαν, ἣν ἔλαβε
Therefore, he says, Zedekiah sent the wealth of the Egyptians to their king, so that through his aid both he himself and the people might enjoy protection, that it might put forth shoots and bear fruit; and 'the vine remaining' means, not having cast off the dignity which it had received.
所以他說,西底家把埃及人的財物送給他們的王,好叫他自己與百姓都能藉那王的幫助得蒙看顧,使她能發嫩芽、結果子;而「那存留的葡萄樹」的意思,是說她沒有丟棄所領受的尊榮。
1:1476
ἡ γὰρ τοῦ Αἰγυπτίου ἀρδεία, οὐ μόνον οὐδεμίαν ὠφέλειαν αὐτῇ προσοίσει, ἀλλὰ καὶ σηπεδόνα ταῖς ῥίζαις ἐργάσεται, καὶ τοὺς ἐκεῖθεν φυομένους ξηρανεῖ βλαστούς·
For the watering supplied by the Egyptian would not only bring it no benefit at all, but would even work rottenness in its roots and wither the shoots that grow from them.
因為埃及人所供給的澆灌,不但對她毫無益處,反倒會使她的根腐爛,並使從根上長出的嫩芽枯乾。
1:1477
τοῦτο δὲ καὶ δι' αὐτῶν συνέβη τῶν πρα γμάτων
And this indeed came to pass through the very course of events.
這事果然藉著事情本身的發展應驗了。
1:1478
Θαῤῥήσας γὰρ ὁ Σεδεκίας τῇ τοῦ Αἰγυ πτίου ἐπικουρίᾳ, παρέβη τὰς πρὸς τὸν Ναβουχοδονό σορ συνθήκας
For Zedekiah, having taken courage in the Egyptian's assistance, transgressed the covenants he had made with Nebuchadnezzar.
因為西底家倚仗埃及人的援助壯了膽,就違背了他與尼布甲尼撒所立的盟約。
1:1479
Ὁ δὲ ἐπιστρατεύσας, καὶ αὐτὸν αἰχμάλωτον ἔλαβε, καὶ τὸν λαὸν ἐξηνδραπόδισε, καὶ τὴν πόλιν ἐνέπρησε
But the latter, marching against him, took him captive, enslaved the people, and set the city on fire.
但尼布甲尼撒進兵攻打他,擄了他,將百姓擄去為奴,並放火焚燒那城。
1:1480
Καὶ οὐκ ἐν βραχίονι μεγάλῳ, οὐδὲ ἐν λαῷ πολλῷ, τοῦ ἐκσπάσαι αὐτὴν ἐκ ῥιζῶν αὐτῆς. Οὐδὲ γὰρ πολλὴν, φησὶν, ὁ Αἰγύπτιος πέμψει αὐτῷ στρατείαν, καὶ αὐτὴ δὲ αὕτη οὐ μόνον αὐτὸν οὐδὲν ὀνήσει, ἀλλὰ καὶ ἐκ ῥιζῶν ἀνα σπάσει
'And not with a mighty arm, nor with a great host, to pluck it out from its roots.' For the Egyptian, he says, will not send him a large army, and even this army will not only profit him nothing, but will even tear him up from the roots.
「不用大能的膀臂,也不用眾多的人民,就把她從根上拔出。」他說,埃及人不會給他差來大軍,就是這軍隊也不但對他毫無益處,反倒要把他從根上拔出。
1:1481
βοηθείᾳ, ἀλλ' οὐκ εἰς τέλος ἀπολαύ σεται
'By [Egyptian] aid,' but he will not enjoy it to the end.
他雖靠埃及的幫助,卻不能享受到底。
1:1482
Οὐχ ἅμα τῷ ἅψασθαι αὐτῆς ἄνεμον καύσωνα ξηρανθήσεται ξηρασίᾳ, σὺν τῷ βώλῳ τῆς ἀνατολῆς αὑτῆς ξηρανθήσεται; Παραχρῆμα γὰρ, φησίν,. ἀφικομένου τοῦ Βαβυλωνίου βασιλέως, καὶ ὁ βασι λεὺς, καὶ τὸ ὑπήκοον ἅπαν ἐξανδραποδισθήσεται
'Will it not, as soon as the scorching wind touches it, be utterly dried up with drought; together with the clod, it will be dried up at its sprouting?' For at once, he says, when the Babylonian king arrives, both the king and all his subjects will be enslaved.
「豈不是灼熱的風一挨著她,她就必全然枯乾嗎?她必與那土塊一同在她發芽之處枯乾。」他說,巴比倫王一到,王與所有臣民都必被擄為奴。
1:1483
Πάλιν γὰρ ἐνταῦθα βῶλον τὸν λαὸν προσηγόρευσεν·
For here again he called the people a 'clod.'
因為他在這裡再次把百姓稱作「土塊」。
1:1484
ἄνεμον δὲ καύσωνα τοῦ Βαβυλωνίου τὴν στρα τείαν·
And by the 'scorching wind' he means the Babylonian's expedition.
他用「灼熱的風」指巴比倫人的征伐。
1:1485
ὥσπερ γὰρ ἄμπελον τὸν βασιλέα, καὶ βῶλον τὸν λαὸν (ἐν αὐτῷ γὰρ ἐπεφύτευτο)·
For just as he called the king a 'vine' and the people a 'clod' (for in it the vine had been planted),
正如他把王稱作「葡萄樹」,把百姓稱作「土塊」(因為葡萄樹是栽在其中的),
1:1486
οὕτω τρο πικῶς ἀρδείαν, τοῦ Αἰγυπτίου τὴν βοήθειαν·
so figuratively he called the Egyptian's help a 'watering';
照樣,他也用比喻把埃及人的幫助稱作「澆灌」;
1:1487
ἄνεμον δὲ καύσωνα, τοῦ Βαβυλωνίου τὴν ἔφοδον λέγει
and by the 'scorching wind' he means the assault of the Babylonian.
並用「灼熱的風」指巴比倫人的侵襲。
1:1488
Καὶ ἐγένετο λόγος Κυρίου πρὸς μὲ, λέγων·
'And the word of the Lord came to me, saying:'
「耶和華的話臨到我,說:」
1:1489
Υἱὲ ἀνθρώπου, εἰπὲ πρὸς τὸν οἶκον τὸν παραπικραίνοντα·
'Son of man, say to the rebellious house:'
「人子啊,你要對那悖逆之家說:」
1:1490
Οὐκ ἐπίστασθε, τί ἐστι ταῦτα; Εἰπὲ αὐτοῖς·
'Do you not know what these things are? Say to them:'
「你們不知道這些事是甚麼意思嗎?你要對他們說:」
1:1491
Ἰδοὺ ἔρχεται βασιλεὺς Βαβυλῶνος ἐπὶ Ἱερουσαλὴμ, καὶ λήψεται τὸν βασιλέα αὑτῆς, καὶ τοὺς ἄρχοντας αὐτῆς, καὶ ἄξει αὐτοὺς πρὸς ἑαυτὸν εἰς Βαβυλῶνα
'Behold, the king of Babylon comes against Jerusalem, and he will take its king and its princes, and lead them to himself into Babylon.'
「看哪,巴比倫王來攻擊耶路撒冷,要擄去她的王和她的首領,帶他們到自己那裡去,到巴比倫。」
1:1492
Τὸ Ἰδοὺ ἔρχεται, ἀντὶ τοῦ, Ἰδοὺ ἦλθεν·
The 'Behold, he comes' stands for 'Behold, he has come';
「看哪,他來」是「看哪,他已經來了」的意思;
1:1493
τέως γὰρ τὰ ἤδη γενόμενα διηγεῖται καὶ περὶ τοῦ Ἰεχονίου ταῦτα διεξελήλυθε, κατὰ τὸ οἰκεῖον ἰδίωμα τὰ παρεληλυ θότα, ὡς μηδέπω γενόμενα λέγει·
for meanwhile he is recounting things that had already happened; and he has gone through these matters concerning Jeconiah, speaking of things past, according to his own peculiar idiom, as though they had not yet come to pass.
因為此時他所敘述的乃是已經發生的事;他按照自己特有的說法,把關於耶哥尼雅的這些過去之事,說得好像尚未發生一般。
1:1494
ὅτι δὲ ἐκεῖνα περὶ τοῦ Ἰεχονίου ἔφη, ὃς ἕκτον ἤδη λοιπὸν ἔτος εἶχεν ἐν τῇ αἰχμαλωσίᾳ, κατὰ τὴν αὐτοῦ τοῦ προ φήτου διδασκαλίαν, τὰ ἐπαγόμενα διδάσκει
And that he said those things concerning Jeconiah, who by now was already in the sixth year of his captivity, the words that follow teach us, in accordance with the teaching of the prophet himself.
至於他所說那些話是指著耶哥尼雅說的(那時耶哥尼雅在被擄之地已是第六年),下文按照先知本人的教導教訓我們。
1:1495
Καὶ λήψεται, φησὶν, ἐκ τοῦ σπέρματος τῆς βασιλείας, καὶ διαθήσεται πρὸς αὐτὸν δια θήκην, καὶ εἰσάξει αὐτὸν ἐν ἀρᾷ·
'And he will take,' he says, 'of the seed of the kingdom, and will make with him a covenant, and will bring him under an oath;'
他說:「他必從王室後裔中揀選一人,與他立約,使他起誓;」
1:1496
καὶ τοὺς ἡγου μένους τῆς γῆς λήψεται, τοῦ γενέσθαι εἰς βασι λέα ἀσθενῆ, τὸ καθόλου μὴ ἐπαίρεσθαι, ἀλλὰ φυλάσσειν τὴν διαθήκην αὐτοῦ, καὶ ἱστᾷν αὐ τήν
'and he will take the leaders of the land, that it may become a feeble kingdom, so as not to lift itself up at all, but to keep his covenant and to establish it.'
「並且擄去那地的首領,使國低微,不能自高,只能謹守他的約,得以堅立。」
1:1497
Ταῦτα περὶ τοῦ Σεδεκίου ἔφη, καὶ αὐτὰ δὲ πρὸ ἓξ ἐτῶν ἐγεγόνει
These things he said concerning Zedekiah, and they too had come to pass six years before.
這些話是指著西底家說的,這事也是六年前就已成就了。
1:1498
Τὸ τοίνυν λήψεται, καὶ δια θήσεται, καὶ εἰσάξει ἀντὶ τοῦ ἔλαβεν, καὶ δι έθετο, καὶ εἰσήγαγε
Therefore the 'he will take, and will make a covenant, and will bring in' stand for 'he took, and made a covenant, and brought in.'
所以「他必揀選、必立約、必帶進」乃是「他已揀選、已立約、已帶進」的意思。
1:1499
Τὰς γὰρ συνθήκας πρὸς τὸν Σεδεκίαν ποιούμενος ὅρκους αὐτὸν φρικωδεστάτους ἀπῄτησε, μὴ παραβῆναι τὰ συγκείμενα·
For in making the covenants with Zedekiah, he exacted from him the most dread oaths, that he should not transgress the terms agreed upon;
因為他與西底家立約時,向他索取了最可畏的誓言,叫他不可違背所約定的條款;
1:1500
ὁ δὲ παρ αυτίκα τοὺς ὅρκους ἐπάτησε
but he straightway trampled upon the oaths.
但西底家隨即踐踏了那些誓言。
1:1501
Χειροτονῶν δὲ, φησὶν, αὐτὸν βασιλέα πάντας τοὺς πλούτῳ κομῶντας αἰχμ αλώτους λήψεται
'And appointing him as king,' he says, he will take captive all who are laden with wealth.
他說,巴比倫王立西底家為王時,要把一切滿有財富的人都擄去。
1:1502
Τοῦτο δὲ ἡμᾶς καὶ τῶν Βασιλειῶν ἡ τετάρτη, καὶ ἡ δευτέρα τῶν Παραλειπομένων ἐδίδαξεν·
This too the fourth book of Kingdoms and the second of Chronicles taught us;
這事也是列王紀下與歷代志下所教導我們的;
1:1503
ὡσαύτως δὲ καὶ ὁ μακάριος Ἱερεμίας ὁ προφήτης·
and in like manner also the blessed prophet Jeremiah.
照樣,蒙福的先知耶利米也是如此教導。
1:1504
πάντα δὲ, φησὶ, ταῦτα πραγματεύεται ὁ Βαβυλώνιος, ἀσθενῆ τὴν βασιλείαν ποιῶν, ἵν' ὑπακούῃ διηνεκῶς, καὶ στάσεως πρόφασιν μηδεμίαν ἔχῃ
'And all these things,' he says, the Babylonian contrives, making the kingdom feeble, so that it may obey continually and have no pretext for revolt.
他說,巴比倫人謀劃這一切,使那國低微,好叫它常常順服,並無任何叛亂的藉口。
1:1505
Καὶ ἀποστήσεται ἀπ' αὐτοῦ, τοῦ ἐξαπο στέλλειν ἀνθρώπους εἰς Αἴγυπτον, τοῦ δοῦναι αὐτῷ ἵππους, καὶ λαὸν πολύν
'And he will rebel against him, by sending men to Egypt, that they should give him horses and much people.'
「他卻背叛他,差遣使者往埃及去,要他們給他馬匹和許多人民。」
1:1506
Ἅπερ ἄνω συν εσκιασμένως καὶ παραβολικῶς ἔφη, ἐνταῦθα σαφῶς ἐδίδαξεν
The things which above he had spoken in a veiled and parabolic manner, here he taught plainly.
他在上文用隱晦和比喻的方式所說的話,在這裡就明明地教訓出來。
1:1507
Εἶτα κατ' ἐρώτησιν ἐπάγει·
Then by way of a question he adds:
接著他用發問的方式加上說:
1:1508
Εἰ κατευ θυνεῖ, εἰ διασωθήσεται ὁ ποιῶν ἐναντία, καὶ παρα βαίνων διαθήκην; εἰ ἐκφεύξεται; Ὑμῖν, φησὶ, κέχρημαι κριταῖς, εἰ δίκαιον τὸν παραβάτην ὅρκων καὶ συνθηκῶν γενόμενον τὴν δίκην ἐκφυγεῖν, καὶ σωτηρίας τυχεῖν·
'Shall he prosper? Shall he who acts contrary and transgresses the covenant be saved? Shall he escape?' I have made use of you, he says, as judges: whether it is just that the one who has become a transgressor of oaths and covenants should escape justice and obtain deliverance;
「他豈能亨通嗎?行這樣悖逆之事、又違背盟約的人,豈能得救嗎?他豈能逃脫嗎?」他說,我以你們為審判官:那違背誓言與盟約的人,逃脫公義、得著拯救,這樣是否公道;
1:1509
ἐπειδὴ δὲ οὐδὲν ἀποκρίνεσθε, ἐγὼ τὴν ψῆφον ἐκφέρω
but since you make no answer, I pronounce the verdict.
但你們既然毫無回答,我就宣告判決。
1:1510
Ζῶ ἐγὼ, λέγει Ἀδωναῒ Κύριος·
'As I live, says the Lord Adonai;'
「主耶和華說:我指著我的永生起誓;」
1:1511
ἐὰν μὴ ἐν τῷ τόπῳ τοῦ βασιλέως τοῦ βασιλεύ σαντος αὐτὸν, ὃς ἠτίμωσε τὴν ἀράν μου, καὶ παρέβη τὴν διαθήκην μου μετ' αὐτοῦ, ἐν μέσῳ Βαβυλῶνος τελευτήσει·
'surely in the place of the king who made him king, whose oath he despised and whose covenant with him he transgressed, in the midst of Babylon he shall die;'
「他必死在立他作王的王所在之地,就是在巴比倫城中,因他藐視了我的誓言,違背了我與他所立的約;」
1:1512
καὶ οὐκ ἐν δυνάμει μεγάλῃ, οὐδὲ ἐν ὄχλῳ πολλῷ
'and not with a great force, nor with a large multitude.'
「並非用大軍隊,也非用大群眾。」
1:1513
Ὁ ἀγνοῶν με, φησὶ τῶν Βαβυλωνίων ὁ βασιλεὺς, κατ' ἐμὲ τοὺς ὅρκους τοῦτον ἀπῄτησεν·
The king of the Babylonians, though ignorant of me, he says, exacted the oaths from this man in my name;
他說,巴比倫王雖然不認識我,卻奉我的名向這人索取了誓言;
1:1514
οὗτος δὲ ὑπὸ τοὺς ἐμοὺς πολιτευόμενος νόμους παραβάτης τῶν ὅρκων ἐγέ νετο
but this man, though living under my laws, became a transgressor of the oaths.
然而這人雖然活在我的律法之下,卻成了違背誓言的人。
1:1515
Ποιήσει δὲ Φαραὼ πόλεμον ἐν χαρακοβο λίᾳ, καὶ ἐν οἰκοδομῇ βελοστάσεων τοῦ ἐξᾶραι πολ λὰς ψυχάς. Καὶ τοῦτο δὲ πάλιν ὁ μακάριος ἡμᾶς Ἱερεμίας ὁ προφήτης διδάσκει·
'And Pharaoh will not wage war with an army mustered behind a palisade, nor with the building of siege-mounds, so as to cut off many souls.' And this too again the blessed prophet Jeremiah teaches us;
「法老也不能藉築壘的軍隊、造攻城土壘來為他爭戰,以致除滅許多人命。」這事蒙福的先知耶利米也再次教導我們;
1:1516
τῶν γὰρ Χαλδαίων τὴν Ἱερουσαλὴμ πολιορκούντων, ὁ Αἰγυπτίων βασι λεὺς εἰς ἐπικουρίαν τῶν Ἰουδαίων ἀφίκετο·
for when the Chaldeans were besieging Jerusalem, the king of the Egyptians came to the aid of the Jews;
因為當迦勒底人圍攻耶路撒冷時,埃及王來援助猶太人;
1:1517
δείσαν τες δὲ ταύτην οἱ Χαλδαῖοι τὴν ἔφοδον, ἀνεχώρησαν·
and the Chaldeans, fearing this assault, withdrew;
迦勒底人懼怕這次進攻,就撤退了;
1:1518
ἀλλὰ τῷ Σεδεκίᾳ διὰ Ἱερεμίου τοῦ προφήτου παρ αινεῖ ὁ τῶν ὅλων Θεὸς, μὴ θαῤῥήσῃ, τῇ τοῦ Αἰγυ πτίου βοηθείᾳ
but the God of all, through Jeremiah the prophet, counsels Zedekiah not to take courage in the Egyptian's help.
但萬有的神藉著先知耶利米勸戒西底家,不要倚仗埃及人的幫助壯膽。
1:1519
Παραυτίκα γὰρ, φησὶν, ἥξει βασι λεὺς Βαβυλῶνος, καὶ λήψεται τὴν πόλιν. Ταῦτα δὲ κἀνταῦθα διὰ τοῦ Ἰεζεκιήλ φησιν ὁ Θεός
For straightway, he says, the king of Babylon will come and take the city. And these things too God speaks here through Ezekiel.
他說,巴比倫王立刻就要來攻取那城。這些事神在這裡也是藉著以西結說的。
1:1520
τῆς τοῦ Αἰγυπτίου συμμαχίας καρπώσεται, ἀλλὰ τῆς παρα βάσεως τίσει δίκας
He will not reap the benefit of the Egyptian's alliance, but will pay the penalty for his transgression.
他必不能享受埃及人聯盟的益處,反要為自己的違背受刑罰。
1:1521
Καὶ ἐκπετάσω ἐπ' αὐτὸν τὸ δίκτυόν μου, καὶ ἁλώσεται ἐν τῇ περιοχῇ αὐτοῦ, καὶ ἄξω αὐτὸν εἰς Βαβυλῶνα, καὶ διακριθήσο μαι μετ' αὐτοῦ ἐκεῖ περὶ τῆς ἀδικίας αὐτοῦ, ἧς ἠδίκησεν ἐν ἐμοὶ ἐν πάσαις ταῖς φυγαδείαις αὐτοῦ
'And I will spread out my net over him, and he shall be caught in my snare, and I will bring him to Babylon, and there I will enter into judgement with him concerning his iniquity, wherein he sinned against me in all his acts of desertion.'
「我必把我的網撒在他身上,他必被我的網羅纏住;我要把他帶到巴比倫,在那裡因他背棄我所行的一切罪孽,與他一同受審。」
1:1522
Καὶ πάντες οἱ ἐκλεκτοὶ αὐτοῦ σὺν πά σαις ταῖς παρατάξεσιν αὐτοῦ ἐν ῥομφαίᾳ πε σοῦνται, καὶ πάντας τοὺς καταλοίπους αὐτῶν εἰς πάντα ἄνεμον διασπερῶ, καὶ ἐπιγνώσεσθε, διότι ἐγὼ Κύριος λελάληκα
'And all his chosen men, together with all his ranks, shall fall by the sword, and all their remnant I will scatter to every wind; and you shall know that I the Lord have spoken.'
「他所有的精兵和一切軍隊都必倒在刀下;他們所剩下的,我必分散到四方;你們就知道這是我耶和華說的。」
1:1523
Τῇ Αἰγυπτίων, φησὶ, βοηθείᾳ θαῤῥήσας τοὺς ἐμοὺς ὅρκους ἐπάτησεν·
Taking courage, he says, in the Egyptians' help, he trampled upon my oaths;
他說,他倚仗埃及人的幫助壯膽,就踐踏了我的誓言;
1:1524
ἀλλ' ἐγὼ οἷόν τινι δικτύῳ τῇ τῶν Χαλδαίων χρησά μενος στρατείας ζωγρήσω αὐτὸν, καὶ ἐν τῇ Βαβυ λῶνι παραπέμψω, καὶ τοὺς λογάδας αὐτοῦ, καὶ τῆς στρατείας τοὺς ἀρίστους παραδώσω σφαγῇ·
but I, using the expedition of the Chaldeans as a kind of net, will take him alive, and will send him off to Babylon, and his picked men and the best of his army I will deliver up to slaughter;
但我要用迦勒底人的軍隊如同網羅一般,把他生擒,送往巴比倫,並把他的精選之人與軍中最勇之士交給刀劍屠殺;
1:1525
τοὺς δὲ ἐκ τοῦ πολέμου διαφυγόντας θάνατον παραδώσω δορυαλώτους, καὶ δι' αὐτῆς μαθήσεσθε τῆς πείρας, ὡς ἀψευδῆ μου τὰ ῥήματα
and those who escape from the war I will deliver over to death as prisoners of the spear; and by this very experience you shall learn that my words are not false.
至於那些從戰爭中逃脫的,我必使他們被擄,交給死亡;藉著這親身的經歷,你們必知道我的話並非虛假。
1:1526
Τοῦτο γὰρ ἐσήμανεν εἰρηκώς·
For this is what he indicated when he said:
因為他說這話時所指的正是這事:
1:1527
Καὶ ἐπιγνώσεσθε, διότι ἐγὼ Κύριος λελάληκα
'And you shall know that I the Lord have spoken.'
「你們就知道這是我耶和華說的。」
1:1528
( κβʹ, κγʹ.) Τάδε λέγει Ἀδωναῒ Κύριος·
(vv. 22, 23.) 'Thus says the Lord Adonai:'
(二十二、二十三節。)「主耶和華如此說:」
1:1529
Λήψομαι ἐγὼ ἐκ τῶν ἐπιλέκτων τῆς κέδρου τῆς ὑψηλῆς ἐκ κορυφῆς, καὶ δώσω ἀπὸ κεφαλῆς παραφυά δων αὐτῆς, ἐκ καρδίας κορυφῆς αὐτῆς ἀποκνιῶ, καὶ καταφυτεύσω ἐπ' ὄρους ὑψηλοῦ ἐγώ
'I myself will take of the choicest of the lofty cedar, from its summit, and will set it out from the head of its tender shoots; from the heart of its top I will crop off a shoot, and I myself will plant it upon a high mountain.'
「我要從高大香柏樹的頂端,從她的枝梢中揀選最上的,從她樹頂心中掐下一枝嫩枝來,親手栽種在高聳的山上。」
1:1530
Καὶ κρεμάσω αὐτὸν ἐν ὄρει μετεώρῳ Ἰσραὴλ, καὶ καταφυτεύσω αὐτὸν, καὶ ἐξοίσει βλαστὸν, καὶ ποιήσει καρπὸν, καὶ ἔσται εἰς κέδρον μεγάλην, καὶ ἀναπαύσεται ὑποκάτω αὐτοῦ πᾶν ὄρνεον, καὶ ἅπαν πετεινὸν ὑπὸ τὴν σκιὰν αὐτοῦ ἀνα παύσεται, καὶ τὰ κλήματα αὐτοῦ ἀποκατασταθή σεται
'And I will hang it upon a lofty mountain of Israel, and I will plant it, and it will put forth a shoot, and bear fruit, and become a great cedar; and under it every bird will find rest, and every winged creature will rest beneath its shadow, and its branches will be restored.'
「我要把它掛在以色列高聳的山上;我要栽種它,它就長出嫩枝,結出果子,成為佳美的香柏樹,各樣的飛鳥都必宿在其下,各樣有翅膀的都必棲息在它蔭下,它的枝子也必復興。」
1:1531
παραπικραίνων ὁ Ἰσραὴλ, καὶ ὀφθαλμοὺς ἔχουσι, καὶ οὐ βλέπουσι, καὶ ὦτα ἔχουσι, καὶ οὐκ ἀκούουσι
Israel is rebellious, and they have eyes and do not see, and they have ears and do not hear.
以色列是悖逆的,他們有眼卻不看,有耳卻不聽。
1:1532
Εἰ δὲ οὐχ οὕτω ταῦτ' ἔχει, δειξάτωσαν ἡμῖν, τίς οὗτος ὁ ληφθεὶς ἐκ τῶν ἐπιλέ κτων τῆς κέδρου τῆς ὑψηλῆς ἐκ καρδίας κορυφῆς, καὶ καταφυτευθεὶς μὲν πρότερον ἐν ὄρει ὑψηλῷ, εἶτα κρεμασθεὶς ἐν ὄρει μετεώρῳ Ἰσραὴλ, καὶ μετὰ τὸ κρεμασθῆναι ἐξοίσας βλαστὸν, καὶ ποιήσας καρ πὸν, καὶ γενόμενος εἰς κέδρον μεγάλην, ὥστε πᾶν ὄρνεον καὶ πᾶν πτηνὸν, οὐ τετράποδον, οὔτε ἑρπε τὸν, ἀλλὰ πᾶν ὄρνεον καὶ πετεινὸν ὑπὸ τὴν σκιὰν αὐτοῦ ἀναπαύεσθαι
But if these things are not so, let them show us who this is that was taken from the choicest of the lofty cedar, from the heart of its top, and was planted first upon a high mountain, then hung upon a lofty mountain of Israel, and after being hung put forth a shoot and bore fruit and became a great cedar, so that every bird and every winged creature—not a quadruped, nor a reptile, but every bird and winged thing—rests beneath its shadow.
但若這些事不是如此,就讓他們指給我們看,這位從高大香柏樹最上之處、從樹頂心中被取來的,先栽種在高山上、後又掛在以色列高聳之山上,被掛之後又長出嫩枝、結出果子、成為佳美香柏樹,以致各樣飛鳥、各樣有翅之物──不是四足的,也不是爬行的,乃是各樣飛鳥和有翅的──都棲息在它蔭下的,究竟是誰。
1:1533
Εἰ γὰρ περὶ τοῦ Ζοροβάβελ ταῦτα εἰρῆσθαι φήσαιεν, δειξάτωσαν ἐν ποίῳ ὄρει ὁ Ζοροβάβελ ἐκρεμάσθη, ἢ ὅτι πάντα τὰ ὄρνεα καὶ πετεινὰ ὑπὸ τὴν σκιὰν αὐτοῦ ἀνεπαύσατο·
For if they should say these things were spoken concerning Zerubbabel, let them show upon what mountain Zerubbabel was hung, or that all the birds and winged creatures rested beneath his shadow;
因為他們若說這些話是指著所羅巴伯說的,就讓他們指出所羅巴伯是被掛在哪座山上,或指出一切飛鳥和有翅之物都棲息在他的蔭下;
1:1534
μόνον γὰρ ὁ Ζοροβάβελ τοῦ ἀπὸ τῆς αἰχμαλωσίας συνανελ θόντος λαοῦ ἄρξας διετέλεσε, τὰ δὲ ἄλλα ἔθνη οὐ μόνον αὐτοῦ οὐχ ὑπήκουσεν, ἀλλὰ καὶ διηνεκῶς ἐπολέμει
for Zerubbabel merely continued to rule over the people who had returned together with him from the captivity, while the other nations not only did not obey him, but even waged war against him continually.
因為所羅巴伯不過是治理那與他一同從被擄之地歸回的百姓罷了,至於別的列國,不但不順服他,反倒不斷地與他爭戰。
1:1535
Οὗ χάριν οὐδὲ ἡ οἰκοδομὴ τοῦ θείου νεὼ σύντομον ἐδέξατο πέρας
For which reason not even the building of the divine temple received a speedy completion.
為此,就連神殿的建造也未能迅速完工。
1:1536
Εἰ δὲ οὐδαμῶς ἁρμόττει τῷ Ζοροβάβελ τὰ εἰρημένα, σχολῇ γ' ἂν ἑτέρῳ τινὶ ἁρμόσειεν
But if the things spoken in no way fit Zerubbabel, they could hardly fit any other man.
但這些話若絲毫不合乎所羅巴伯,那就更難合乎任何別人了。
1:1537
Εἰ δὲ εἰς τοὺς Μακκαβαίους τὴν προφη τείαν ἑλκύσαι ἐπιχειρήσαιεν, ῥᾳδίως αὐτῶν τὸ ψεῦ δος διελεγχθήσεται
And if they should attempt to draw the prophecy over to the Maccabees, their falsehood will easily be refuted.
他們若企圖把這預言牽扯到馬加比家身上,他們的謬妄就容易被駁倒了。
1:1538
Οὐδὲ γὰρ ἐκ τῆς βασιλικῆς, ἀλλ' ἐκ τῆς ἱερατικῆς ὑπῆρχον ἐκεῖνοι φυλῆς·
For those men were not of the royal, but of the priestly tribe;
因為那些人不是出於王族,而是出於祭司的支派;
1:1539
ἐνταῦθα δὲ κέδρον τὸ βασιλικὸν προσαγορεύει γένος
but here by 'cedar' he designates the royal line.
但在這裡他用「香柏樹」指的是王室的宗系。
1:1540
Καὶ γὰρ περὶ τοῦ Ἰεχονίου οὕτως ἔφη·
For indeed concerning Jeconiah he spoke thus:
因為關於耶哥尼雅,他確實這樣說過:
1:1541
Ὁ ἀετὸς ὁ μέγας, ὁ μεγαλοπτέρυγος, τὰ ἁπαλὰ τῆς κέδρου ἀπ έκνισεν, καὶ εἰς Βαβυλῶνα ἀπήγαγεν, ἀντὶ τοῦ, βασιλικὸν γένος
'The great eagle, the one with mighty wings, plucked off the tender shoots of the cedar and carried them away to Babylon' — that is, the royal line.
「那大鷹,翅膀強大的,摘去香柏樹嫩枝的頂梢,帶到巴比倫去」,意思是指王室的後裔。
1:1542
Καὶ τοῦτο ἀκριβῶς ἡμᾶς ὁ μακάριος διδάσκει Ματθαῖος·
And this the blessed Matthew teaches us with exactness;
這一點蒙福的馬太也確切地教導我們;
1:1543
Καὶ μετὰ τὴν μετοικεσίαν Βαβυλῶνος Ἰεχονίας ἐγέννησε τὸν Σαλαθιήλ· οὗτος αὐτὸς ὁ αἰχμάλωτος γεγονώς·
'And after the removal to Babylon, Jechonias begat Salathiel' — this same man who had become a captive;
「遷到巴比倫之後,耶哥尼雅生撒拉鐵」——正是這位曾成為俘虜的人;
1:1544
ὁ Σαλαθιὴλ δὲ τὸν Ζοροβάβελ·
and Salathiel begat Zorobabel;
撒拉鐵生所羅巴伯;
1:1545
οὗτος δέ ἐστιν ὁ μετὰ. τὴν ἐπάνοδον ἡγησάμενος τοῦ λαοῦ·
and this is the man who, after the return, led the people;
而這位就是在歸回之後率領百姓的人;
1:1546
ἐπιλέκτων τῆς κέδρου τῆς ὑψηλῆς ἐκ κορυφῆς, τουτέστιν ἐξ αὐτῆς τῆς βασιλικῆς ῥίζης·
'from the choice shoots of the lofty cedar, from its top' — that is, from the royal root itself;
「從高大香柏樹頂端的嫩枝中揀選」——就是從那王室的根本身;
1:1547
ἑαυτῷ γὰρ τὸν ἀνθρώπινον ᾠκοδόμησε ναόν
for He built for Himself the human temple.
因為祂為自己建造了那人性的聖殿。
1:1548
Καὶ καταφυτεύσω ἐπ' ὄρους ὑψηλοῦ ἐγὼ, οὐχ ὁ Βαβυ λώνιος·
'And I will plant it upon a lofty mountain, I myself,' not the Babylonian;
「我要把它栽在高山上,是我,」而不是那巴比倫王;
1:1549
ὅρος δὲ ὑψηλὸν τὸ περιφανὲς τῆς Ἐκκλη σίας καλεῖ·
and by 'lofty mountain' He calls the eminence of the Church;
祂稱教會的顯赫崇高為「高山」;
1:1550
οὕτω γὰρ καὶ Ἡσαΐας καὶ Μιχαίας προεφήτευσαν·
for thus also Isaiah and Micah prophesied;
以賽亞和彌迦也照樣預言過;
1:1551
Καὶ ἔσται, φησὶν, ἐν ταῖς ἐσχάταις ἡμέραις ἐμφανὲς τὸ ὄρος Κυρίου, καὶ ὁ οἶκος τοῦ Θεοῦ ἐπ' ἄκρων τῶν ὀρέων, καὶ τὰ ἑξῆς
'And it shall come to pass,' he says, 'in the last days that the mountain of the Lord shall be made manifest, and the house of God upon the tops of the mountains,' and what follows.
他說:「到末後的日子,耶和華的山必顯明,神的殿必立在諸山之巔」,以及接下來的話。
1:1552
Οὕτω δείξας τὸ ἐπίσημον αὐτοῦ διὰ τῶν θαυμάτων, καὶ διὰ τῶν κηρυγμάτων, προλέγει καὶ τὸ πάθος·
Having thus shown His distinction through His miracles and through His preaching, He foretells also the Passion;
祂如此藉著神蹟與講道顯明祂的尊貴之後,也預言了受難之事;
1:1553
Καὶ κρεμάσω αὐτὸν ἐν ὄρει Ἰσραήλ. Αὐτοῦ γὰρ συγ χωρήσαντος, καὶ τὸ πάθος ἀπετελέσθη
'And I will hang Him upon the mountain of Israel.' For it was with His own consent that the Passion was accomplished.
「我要把祂掛在以色列的山上。」因為受難正是在祂自己的許可之下成就的。
1:1554
Τοῦτο δὲ αὐτὸς ὁ Κύριος δῆλον πεποίηκε τῷ Πιλάτῳ διαλεγό μενος·
This the Lord Himself made plain when speaking with Pilate;
主自己與彼拉多對話時,把這一點說明白了;
1:1555
σεμνυνομένου γὰρ ἐκείνου, ὡς ἐξουσίαν ἔχον τος καὶ κολάσαι καὶ ἀπολῦσαι, ἔφησεν ὁ Κύριος·
for when that man boasted, as having authority both to punish and to release, the Lord said:
當那人自誇有權柄可以定罪、也可以釋放時,主說:
1:1556
Οὐκ εἶχες ἐξουσίαν, εἰ μὴ ἦν σοι δεδομένον ἄνω θεν. Ὡς ἐνέργειαν τοίνυν τὴν συγχώρησιν προσ ηγόρευσε
'You would have no authority unless it had been given you from above.' Thus He named the permission as an effectual working.
「若不是從上頭賜給你的,你就毫無權柄。」因此祂把那許可稱為一種運作。
1:1557
Καὶ κρεμάσω αὐτὸν ἐν ὄρει μετεώρῳ Ἰσραήλ. Ὑψηλὸς δὲ ὁ Γολγοθᾶ, ἔνθα ὁ σωτήριος ἐπάγη σταυρός
'And I will hang Him upon the exalted mountain of Israel.' Lofty is Golgotha, where the saving Cross was fixed.
「我要把祂掛在以色列高聳的山上。」各各他是高的,救恩的十字架就豎立在那裡。
1:1558
Εἶτα τὴν μετὰ τὸ πάθος ἀνάστασιν, καὶ τὴν τοῦ κηρύγματος βλάστησιν
Then the resurrection after the Passion, and the springing forth of the preaching;
接著是受難之後的復活,以及福音宣講的萌發;
1:1559
Καὶ καταφυ τεύσω αὐτὸν, καὶ ἐξοίσει βλαστὸν, καὶ ποιήσει καρ πὸν, ὃν ἡ οἰκουμένη τρυγῶσα καὶ σιτουμένη τὴν αἰώνιον ἐλπίζει ζωήν
'And I will plant it, and it shall put forth a shoot and shall bear fruit' — which the whole inhabited world, gathering and feeding upon it, hopes for as eternal life.
「我要栽種它,它必發出嫩枝,結出果子」——就是普天下之人所採摘、所食用、藉以盼望得著永生的果子。
1:1560
Καὶ ἀναπαύσεται ὑποκάτω αὐτοῦ πᾶν ὄρνεον. Εἶτα σαφέστερον, Καὶ πᾶν πετεινὸν ὑπὸ τὴν σκιὰν αὐτοῦ ἀναπαύσεται. Οὐδὲν κτηνῶδες, οὐδὲ ἑρπετὸν καὶ χαμαίζηλον, ἀλλ' εἴ τι ὑπόπτερον, καὶ ἀεροπόρον, καὶ ἐπὶ τὰ ἄνω τὴν ὁρ μὴν ἔχον
'And every bird shall rest beneath it.' Then more clearly: 'And every winged creature shall rest under its shadow.' Nothing beastlike, nor creeping and grovelling upon the ground, but whatever is winged and traverses the air and has its impulse toward the things above.
「各樣的飛鳥都必棲息其下。」然後更清楚地說:「凡有翅膀的都必在它的蔭下安歇。」沒有一樣像牲畜的、爬行貼地的,而是凡有翅膀、能翱翔於空中、志向朝上的。
1:1561
Τοιοῦτοι γὰρ οἱ τῆς πίστεως τρόφιμοι, ἄνω τὴν διάνοιαν πέμποντες, καὶ τὰ οὐράνια φαντα ζόμενοι, καὶ ὑπὸ τὴν σκιὰν τῆς μεγίστης καθήμενοι κέδρου
For such are those nourished in the faith: sending their mind upward, picturing to themselves the heavenly things, and sitting under the shadow of the greatest cedar.
因為那些在信仰中受養育的人正是如此:心思向上,默想天上的事物,安坐在那至大香柏樹的蔭下。
1:1562
Καὶ τὰ κλήματα αὐτοῦ, φησὶν, ἀποκατασταθήσεται. Τοῦτο διὰ τὴν τηνι καῦτα τῆς Ἱερουσαλὴμ ἐρημίαν ἐπήγαγεν·
'And its branches,' he says, 'shall be restored.' This He added because of the desolation of Jerusalem at that time;
他說:「它的枝子必得復興。」祂加上這話,是因為當時耶路撒冷的荒涼;
1:1563
ἀντὶ τοῦ, Μὴ ἀποβλέψητε εἰς τὴν ἐσομένην μετὰ τὴν αἰχμαλωσίαν τῆς πόλεως ἐρημίαν·
that is, Do not fix your gaze upon the desolation of the city that will come after the captivity;
意思是說:不要只注視那城在被擄之後將有的荒涼;
1:1564
οὗτος γὰρ ὁ αἰώνιος βασιλεὺς ἐκεῖθεν ὁρμώμενος βασιλεύσει, καὶ ἐξ αὐτῆς λήψεται κλήματα·
for this eternal King, setting out from thence, shall reign, and from her shall take branches;
因為這位永恆的君王將從那裡興起作王,並從她取得枝子;
1:1565
σημαίνει δὲ τὸν ἀποστολικὸν χορόν·
and He signifies the apostolic company.
祂所指的乃是使徒的行列。
1:1566
Καὶ γνώσονται πάντα τὰ ξύλα τοῦ πεδίου, ὅτι ἐγὼ Κύριος, ὁ ταπεινῶν ξύλον ὑψηλὸν, καὶ ὑψῶν ξύλον ταπεινὸν, καὶ ξηραίνων ξύλον. χλωρὸν, καὶ ἀναθάλλων ξύλον ξηρόν
'And all the trees of the field shall know that I am the Lord, who bring low the high tree and exalt the low tree, who dry up the green tree and make the withered tree flourish again.'
「田野一切的樹木必知道我是耶和華——我使高大的樹矮小,使矮小的樹高大,使青綠的樹枯乾,使枯乾的樹重新茂盛。」
1:1567
Ἐγὼ Κύ ριος λελάληκα καὶ ποιήσω
'I the Lord have spoken and will do it.'
「我耶和華說了,也必成就。」
1:1568
Γνώσονται, φησὶ, πάν τες ἄνθρωποι, ὅτι ῥᾴδιόν μοι καὶ τὰ ὑψηλὰ ταπει νοῦν, καὶ ἀνυψοῦν τὰ ταπεινὰ, καὶ τὰ ὑγρὰ ξηραί νειν, καὶ τὰ ξηρὰ τεθηλότα δεικνύναι
'All men shall know,' He says, 'that it is easy for Me both to bring low the lofty and to lift up the lowly, to dry up what is moist and to show the withered as flourishing.'
祂說:「眾人都必知道,無論是使高的降卑、使卑的升高,或使潤澤的枯乾、使枯乾的顯為茂盛,於我都是容易的。」
1:1569
Ὅταν γὰρ ἴδωσι μετὰ τὴν τῆς πόλεως ἐρημίαν βλαστὸν ἐξ αὐτῆς φύσαντα κατὰ τὴν Ἡσαΐου προφητείαν·
For when they see, after the desolation of the city, a shoot springing up out of her according to the prophecy of Isaiah;
因為當他們看見,在那城荒涼之後,照著以賽亞的預言有一枝條從她發出時;
1:1570
Ἐξελεύ- σεται γὰρ, φησὶ, ῥάβδος ἐκ τῆς ῥίζης Ἰεσσαὶ, καὶ ἄνθος ἐκ τῆς ῥίζης ἀναβήσεται· καὶ τοῦτον πάσης τῆς οἰκουμένης ἀναδεικνύμενον βασιλέα, γνώσονται πάντες, ὅτι ἐγὼ Κύριος προλέγων, καὶ τῷ λόγῳ τὸ ἔργον ἐπάγων
'For there shall come forth,' he says, 'a rod out of the root of Jesse, and a flower shall spring up out of the root'; and when they see this One displayed as King of the whole inhabited world, all shall know that I am the Lord who foretells and adds the deed to the word.
他說:「必有一根從耶西的根發出,必有一枝從其根長出」;當他們看見這一位被顯明為普天下的君王時,眾人都必知道我是耶和華,是那預先宣告、並使言語與作為相符的。
1:1571
Καὶ ἐγένετο λόγος Κυρίου πρός με, λέγων·
And the word of the Lord came to me, saying:
耶和華的話臨到我,說:
1:1572
Υἱὲ ἀνθρώπου, τίς ὑμῖν ἡ παραβολὴ αὕτη ἐπὶ τῆς γῆς τοῦ Ἰσραὴλ λεγόντων, Οἱ πατέρες ἔφαγον ὄμφακα, καὶ οἱ ὀδόντες τῶν τέ κνων ᾑμωδίασαν; Ζῶ ἐγὼ, λέγει Ἀδωναῒ Κύ ριος, ἐὰν γένηται ἔτι ἡ παραβολὴ αὕτη ἐν τῷ Ἰσραήλ
'Son of man, what is this proverb of yours in the land of Israel, wherein men say, The fathers ate an unripe grape, and the children's teeth were set on edge? As I live, says Adonai the Lord, this proverb shall no longer be used in Israel.'
「人子啊,你們在以色列地所說的這俗語是甚麼意思呢?人說:『父親吃了酸葡萄,兒子的牙就酸倒了。』主阿多乃如此說:我指著我的永生起誓,這俗語在以色列中必不再用。」
1:1573
Ὅτι πᾶσαι αἱ ψυχαὶ ἐμαί εἰσιν·
'For all souls are Mine;
「因為所有的魂都是我的;
1:1574
ὃν τρόπον ἡ ψυχὴ τοῦ πατρὸς, οὕτω καὶ ἡ ψυχὴ τοῦ υἱοῦ·
as the soul of the father, so also the soul of the son;
父親的魂怎樣,兒子的魂也怎樣;
1:1575
πᾶσαι αἱ ψυχαὶ ἐμαί εἰσι, καὶ ἡ ψυχὴ ἡ ἁμαρτάνουσα, αὕτη ἀποθανεῖται
all souls are Mine, and the soul that sins, it shall die.'
所有的魂都是我的,惟有犯罪的魂,那魂必死亡。」
1:1576
Τισὶ δο κεῖ ἐπ' ἄλλο κεφάλαιον μεταβῆναι τὴν προφητείαν·
To some it seems that the prophecy passes over to another subject;
在某些人看來,這預言似乎轉到了另一個題目;
1:1577
ἔστι δὲ ἰδεῖν τοῖς προλεχθεῖσι τὰ εἰρημένα συμβαί νοντα
but it is possible to see that what is said accords with what was said before.
但其實可以看出,所說的話與前面所講的相符。
1:1578
τῆς τοῦ Σεδεκίου παρανομίας μνημονεύσας, τὴν ἐκ τοῦ βασιλικοῦ σπέρματος προ εθέσπισεν ἐσομένην τῆς οἰκουμένης ἡγεμονίαν, ἀναγκαίως διδάσκει τὸν λαὸν μὴ κεχρῆσθαι τῇ ἀδι κίαν τοῦ Θεοῦ κατηγορούσῃ παροιμίᾳ, ὅτι τῶν πατέ ρων φαγόντων ὄμφακα οἱ ὀδόντες τῶν τέκνων ᾑμωδίασαν, ἢ, κατὰ τὸν Σύμμαχον, ἐγομφίασαν
Having made mention of Zedekiah's transgression, and having foretold beforehand the dominion over the inhabited world that would come from the royal seed, he necessarily teaches the people not to make use of the proverb that accuses God of injustice — namely, that when the fathers ate the unripe grape the children's teeth were set on edge, or, according to Symmachus, were made numb.
他既提到了西底家的違法,又預先宣告了將從王室後裔而出、統治普天下的權柄,就必然地教導百姓不要使用那控告神不公的俗語——即父親吃了酸葡萄,兒子的牙就酸倒了,或按西馬庫的譯法,就麻木了。
1:1579
Ἰδοὺ γὰρ, φησὶ, παρανόμων ὄντων τῶν τηνικαῦτα βασιλέων τὸ ἐξ αὐτῶν σπέρμα τῆς οἰκουμένης κρα τήσει
'For behold,' He says, 'though the kings of that time were transgressors, the seed that comes from them shall rule the inhabited world.'
祂說:「看哪,儘管那時的君王是違法的,從他們而出的後裔卻要統治普天下。」
1:1580
Οὔτε γὰρ ἀνέξομαι, ὧν οἱ πατέρες ἐπλημμέ λησαν, τὰς εὐθύνας ἀπαιτῆσαι τοὺς παῖδας·
'For neither will I endure to demand from the children the reckoning for what the fathers transgressed;
「因為我也不容許向兒女追討父親所犯之罪的帳;
1:1581
πᾶσαι γὰρ αἱ ψυχαὶ ἐμαί εἰσιν, ἡ δὲ ἁμαρτάνουσα ψυχὴ, αὕτη τίσει τὰς δίκας
for all souls are Mine, and the soul that sins, it shall pay the penalty.'
因為所有的魂都是我的,惟有犯罪的魂,那魂必償還罪的刑罰。」
1:1582
Εἶτα διδάσκει ἡμᾶς τίνα τῆς δικαιο σύνης τὰ εἴδη, καὶ πῶς δυνατὸν, καὶ ζωῆς ἀπολαῦ σαι, καὶ τιμωρίας ἀπαλλαγῆναι
Then He teaches us what are the kinds of righteousness, and how it is possible both to enjoy life and to be delivered from punishment.
接著祂教導我們公義有哪些種類,以及如何既能享受生命,又能脫離刑罰。
1:1583
Ὁ δὲ ἄνθρωπος ὅς ἐστι δίκαιος, ὁ ποιῶν κρίμα καὶ δικαιοσύνην
'But the man who is righteous, who executes judgment and righteousness'
「至於那行公道與公義、為義的人」
1:1584
Τουτέστιν, ὁ ἶσα κατέχων τὰ τῆς δίκης ζυγά
That is, one who holds the scales of justice in equal balance.
就是說,那把公義的天平持得均平的人。
1:1585
Ὁ τῆς τῶν εἰδώλων, φησὶ, θεραπείας πόῤῥω γινόμενος·
'He who keeps himself,' He says, 'far from the service of idols';
祂說:「那遠離事奉偶像的人」;
1:1586
ἐν γὰρ τοῖς ὄρεσι τὰ τούτων ἵδρυτο τεμένη
for on the mountains were their sacred precincts established.
因為這些偶像的廟宇是設立在群山之上的。
1:1587
Καὶ τοὺς ὀφθαλμοὺς αὑτοῦ οὐ μὴ ἐπάρῃ πρὸς τὰ ἐπιθυμή ματα τοῦ οἴκου Ἰσραήλ. Ἀντὶ τοῦ, Ἐὰν μὴ. ἀκολουθήσῃ τοῖς κακοῖς Ἰσραὴλ ἐνθυμήμασι·
'And he shall not lift up his eyes to the abominations of the house of Israel.' That is, if he does not follow the evil devices of Israel;
「他必不舉目仰望以色列家的可憎之物。」意思是說,若他不隨從以色列惡毒的念頭;
1:1588
καὶ διὰ τούτων δὲ ὡσαύτως, καὶ τὴν ἀσέβειαν καὶ τὴν παρανομίαν ἐδήλωσε
and by these words likewise He indicated both impiety and lawlessness.
藉著這些話,祂同樣指明了不敬虔與不法。
1:1589
Καὶ τὴν γυναῖκα τοῦ πλη σίον αὑτοῦ οὐ μὴ μιάνῃ, καὶ πρὸς γυναῖκα ἐν ἀφ έδρῳ οὖσαν οὐ προσεγγιεῖ. Προσήκει δὲ αὐτὸν, φησὶ, μήτε ἀλλοτρίαν συλῆσαι εὐνὴν, μήτε τῇ ἐν ῥύσει αἵματος οὔσῃ πλησιάσαι·
'And he shall not defile his neighbour's wife, nor draw near to a woman in her separation.' It behooves him, He says, neither to plunder another's bed, nor to approach her who is in her flux of blood;
「他必不玷污鄰舍的妻子,也不親近月經不潔中的婦人。」祂說,他既不可劫奪他人的床榻,也不可親近正在經血流出中的婦人;
1:1590
καὶ τοῦτο γὰρ ἀπηγόρευτο τῷ νόμῳ
for this too was forbidden by the Law.
因為這也是律法所禁止的。
1:1591
Καὶ ἄνθρωπον οὐ μὴ καταδυναστεύσῃ, καὶ ἐνεχυρασμὸν ὀφείλοντος ἀποδώσῃ, καὶ ἅρπαγμα οὐχ ἁρπᾶται
'And he shall not oppress any man, and he shall restore to the debtor his pledge, and he shall not seize plunder.'
「他必不欺壓任何人,必將欠債之人的抵押物歸還,也不搶奪掠物。」
1:1592
Πάσης, φησὶ, πλεονεξίας εἰ ὀφθείη ἐλεύθερος
'From all covetousness,' He says, 'may he be seen to be free.'
祂說:「願他顯為脫離一切貪婪。」
1:1593
Εἶτα ἡ ἐπίτασις τῆς ἀρετῆς·
Then the heightening of virtue;
接著是德行的更進一步;
1:1594
Τὸν ἄρτον αὑτοῦ πεινῶντι δώσει, καὶ γυμνὸν περιβαλεῖ ἱμά τιον. Οὐκ ἀρκεῖ γὰρ τὸ μὴ ἁρπάσαι, ἀλλὰ δεῖ καὶ κοινωνοὺς τῶν ὄντων τοὺς δεομένους λαβεῖν
'He shall give his bread to the hungry, and shall clothe the naked with a garment.' For it is not enough not to plunder, but one must also make the needy sharers of one's goods.
「他必將自己的餅分給飢餓的人,用衣服遮蓋赤身的人。」因為單單不搶奪還不夠,還必須使有需要的人分享自己所有的。
1:1595
Τὸ ἀργύριον αὑτοῦ ἐπὶ τόκῳ οὐ δώσει, καὶ πλεονασμὸν οὐ λήψεται
'He shall not give his silver at interest, nor take any increase.'
「他必不放債取利,也不索取加增。」
1:1596
Καὶ γὰρ καὶ ταῦτα πλεονεξίας εἴδη
For these too are kinds of covetousness.
因為這些也是貪婪的種類。
1:1597
Ἀπὸ ἀδικίας ἀποστρέψει χεῖρα αὑτοῦ. Συντόμως τὴν παρανομίαν ἀπηγόρευσεν
'He shall turn back his hand from injustice.' Concisely He forbade lawlessness.
「他必從不義中收回自己的手。」祂簡潔地禁止了不法。
1:1598
Καὶ κρῖμα ποιήσει ἀναμέσον ἀνδρὸς καὶ τοῦ πλησίον αὑτοῦ. Εἰ δίκαιος ἀναφανείη κριτὴς, μὴ πρὸς χάριν ἢ ἀπέχθειαν ἐκφέρων τὴν ψῆφον·
'And he shall execute true judgment between a man and his neighbour.' If he appear a righteous judge, not casting his vote for favour or out of enmity;
「他必在人與鄰舍之間施行真正的判斷。」若他顯為公義的審判官,不因偏袒或憎惡而投票;
1:1599
Καὶ ἐν τοῖς προστάγμασί μου πεπόρευται, καὶ τὰ δικαιώματά μου πεφύλακται τοῦ ποιῆσαι αὐτά·
'And he has walked in My ordinances, and has kept My statutes to do them';
「他遵行了我的典章,謹守了我的律例去實行」;
1:1600
δίκαιος οὗτός ἐστι, ζωῇ ζήσεται, λέγει Ἀδωναῒ Κύριος
'this man is righteous; he shall surely live, says Adonai the Lord.'
「這人是義的,他必定存活,主阿多乃如此說。」
1:1601
Ὁ τὰ εἰρημένα, φησὶ, πάντα πεποιηκὼς, καὶ τῶν ἀπειρημένων πάντων ἐλεύθερος, καὶ τῇ τοῦ δικαίου προσηγορίᾳ τιμηθήσεται, καὶ τοὺς τῆς ζωῆς τρυγήσει καρπούς
He who has done all the aforesaid things, He says, and is free from all that is forbidden, shall both be honoured with the title of the righteous, and shall reap the fruits of life.
祂說,那行了上述一切事、又脫離一切所禁之事的人,既要得著義人的稱號,也要採摘生命的果子。
1:1602
Καὶ ἐὰν γεννήσῃ υἱὸν λοιμὸν, ἐκχέοντα αἷμα, καὶ ποιοῦντα ἁμαρτήματα
'And if he beget a son who is a pestilence, shedding blood and committing sins,'
「他若生一個兒子,是敗壞的,流人血、犯罪過的,」
1:1603
Ἐν τῇ ὁδῷ τοῦ πατρὸς αὑτοῦ τοῦ δικαίου οὐ πορεύεται. Ἀλλ' ἕκαστον τῶν ἤδη ἀπηγορευμέ νων εἰργάσατο, καὶ τὴν ἐναντίαν ὁδὸν ὥδευσεν·
'in the way of his righteous father he does not walk.' But he wrought each of the things already forbidden, and travelled the opposite road;
「他不行他義父的道路。」反倒行了各樣已被禁止的事,走了相反的路;
1:1604
ἀνομίαν, φησὶ, πεποίηκεν οὗτος
'this man,' He says, 'has committed lawlessness.'
祂說:「這人行了不法。」
1:1605
Ζωῇ οὐ ζήσεται, πάσας τὰς ἀνομίας ταύ τας ἐποίησε, θανάτῳ θανατωθήσεται, τὸ αἷμα αὐτοῦ ἐπ' αὐτὸν ἔσται
'He shall not live; he has done all these lawless things; he shall surely be put to death; his blood shall be upon him.'
「他必不存活;他既行了這一切可憎的事,就必被治死;他的血必歸在他身上。」
1:1606
Οὐδὲν, φησὶν, ὁ παράνομος ἐκ τῆς πατρῴας ἀρετῆς ὠφεληθήσεται, ἐναντίον ἐκεί νῳ προαιρούμενος βίον, ἀλλὰ τῶν οἰκείων σπερμά των δρέψεται τοὺς καρπούς
The transgressor, He says, shall gain nothing from his father's virtue, having chosen for himself a life contrary to that man's, but shall pluck the fruits of his own sowings.
祂說,那違法的人絕不能從父親的德行得著益處,因為他為自己選擇了與那人相反的生活,反倒要採摘自己所撒之種的果子。
1:1607
Ὅταν δὲ, φησὶ, γεννήσῃ υἱὸν, καὶ ἴδῃ πά σας τὰς ἁμαρτίας τοῦ πατρὸς αὑτοῦ ἃς ἐποίησε, καὶ φοβηθῇ, καὶ μὴ ποιήσῃ κατὰ ταύτας
But when, He says, one begets a son, and the son sees all the sins of his father which he did, and fears, and does not act according to them,
祂說,但當一個人生了兒子,這兒子看見他父親所犯的一切罪,就懼怕,不照這些行,
1:1608
Ὅτι τῆς τῶν εἰδώλων ἑαυτὸν λατρείας ἀπήλλαξε, καὶ τῆς τοῦ οἴκου Ἰσραὴλ παρανομίας οὐ κεκοινώνηκε, γάμοις τε ἀλλοτρίοις οὐκ ἐπεβούλευσε, πᾶν εἶδος πλεονεξίας ἐμίσησε, τὴν δὲ δυνατὴν θε ραπείαν τοῖς δεομένοις προσήνεγκεν, τῶν μὲν λιμὸν ἐξελαύνων, τοὺς δὲ περιβάλλων καὶ γυμνότητος ἀπαλλάττων, καὶ πάσας ὁμοῦ τᾶς ἐντολὰς διεφύλα ξεν
in that he freed himself from the worship of idols, and shared not in the lawlessness of the house of Israel, and plotted not against another's marriage, and hated every kind of covetousness, but offered to the needy such care as he could — driving away the hunger of some, and clothing others and delivering them from nakedness — and kept together all the commandments,
他既使自己脫離了拜偶像之事,又不與以色列家的不法有分,也不圖謀他人的婚姻,恨惡各樣的貪婪,反倒向有需要的人獻上力所能及的照顧——為一些人趕走飢餓,為另一些人穿上衣服、解除赤身——並且一同謹守了所有的誡命,
1:1609
Οὐ τελευτήσει οὗτος, φησὶν, ἐν ταῖς ἀδι κίαις τοῦ πατρὸς αὑτοῦ, ἀλλὰ ζωῇ ζήσεται
'This man,' He says, 'shall not die in the iniquities of his father, but he shall surely live.'
祂說:「這人必不因他父親的罪孽而死,反倒必定存活。」
1:1610
Οὔτε γὰρ δίκαιον, τοῦτον ὑπὲρ τῆς ἐκείνου παρανομίας εἰσπράττεσθαι δίκας
For neither is it just that this man be exacted penalties for that man's lawlessness.
因為叫這人為那人的不法承受刑罰,是不公道的。
1:1611
Ὁ δὲ πατὴρ αὐτοῦ, φησὶν, ἐπειδὴ θλί ψει ἔθλιψε, καὶ ἅρπαγμα ἥρπασε, καὶ ἐναντία ἐποίησεν ἐν μέσῳ τοῦ λαοῦ, καὶ ἀπέθανεν ἐν τῇ ἀδικίᾳ αὑτοῦ
But his father, he says, since he oppressed with oppression, and seized plunder, and did what was contrary in the midst of the people, has also died in his own iniquity.
然而他的父親,先知說,既然他以欺壓行欺壓,強奪擄物,並在百姓中行了悖逆的事,就必因自己的罪孽而死。
1:1612
κρίνοντες βούλεσθε τοῦ παρανόμου τὸν υἱὸν τιμωρίαν ὑπὲρ τοῦ πατρὸς ὑπομεῖναι, καὶ ἀλ λήλων πυνθάνεσθε, Τί δήποτε τὰς τοῦ πατρὸς παρα νομίας οὐκ ἔτισεν; Ἐγὼ δὲ ὑμῖν φημι, Ὅτι ὁ υἱὸς κρίμα, καὶ δικαιοσύνην, καὶ ἔλεον ἐποίησε, πάντα τὰ νόμιμά μου συνετήρησε, καὶ ἐποίησεν αὐτὰ, ζωῇ ζήσεται. Ἐπειδὴ οὐ τὴν αὐτὴν ὥδευσε τῷ πατρὶ, ἀλλὰ τὴν ἐμὴν ὁδὸν τῆς τοῦ πατρὸς προετίμησεν, ἄξιον εὕρατο τῆς ὁδοῦ τὸ τέλος
In your judging you wish that the son of the transgressor should undergo punishment on behalf of the father, and you ask one another, Why then has he not paid the penalty for his father's transgressions? But I say to you: Because the son has done judgment, and righteousness, and mercy, and has kept all my ordinances and performed them, he shall surely live. Since he did not walk the same road as his father, but preferred my way to that of his father, he has found an end worthy of that way.
你們在審判時,願意叫犯法者的兒子代父親受刑罰,並且彼此詢問:為甚麼他沒有償還父親的罪過呢?但我對你們說:因為那兒子行了公平、公義與憐憫,謹守了我一切的律例並且遵行,他必要存活。既然他所走的路與父親不同,反倒揀選了我的道而不隨從父親的道,他就得著了與那道相稱的結局。
1:1613
Ἡ δὲ ψυχὴ ἡ ἁμαρτάνουσα αὕτη ἀποθα νεῖται, ὁ υἱὸς οὐ λήψεται τὴν ἀδικίαν τοῦ πα τρὸς αὑτοῦ, οὐδὲ ὁ πατὴρ λήψεται τὴν ἀδικίαν τοῦ υἱοῦ αὑτοῦ
But the soul that sins, that same soul shall die; the son shall not bear the iniquity of his own father, neither shall the father bear the iniquity of his own son.
惟有犯罪的那人,他自己必死;兒子必不擔當父親的罪孽,父親也必不擔當兒子的罪孽。
1:1614
Τὰ αὐτὰ πάλιν σαφέστερον καὶ συντόμως παρεδήλωσε·
He has again set forth the same things more plainly and concisely:
他又更清楚而簡明地表明了同樣的道理:
1:1615
Καὶ ὁ ἄνομος ἐὰν ἐπιστρέψῃ ἐκ πα σῶν τῶν ἀνομιῶν αὑτοῦ ὧν ἐποίησε, καὶ φυλά ξηται πάσας τὰς ἐντολάς μου, καὶ ποιήσῃ κρί μα, καὶ δικαιοσύνην, καὶ ἔλεον, ζωῇ ζήσεται, καὶ οὐ μὴ ἀποθάνῃ
And if the lawless man turn away from all his lawless deeds which he has done, and keep all my commandments, and do judgment, and righteousness, and mercy, he shall surely live, and shall not die.
作惡的人若回轉,離開他所行的一切惡行,謹守我一切的誡命,行公平、公義與憐憫,他必要存活,必不至死。
1:1616
Πάντα δὲ παραπτώματα αὐτοῦ ὅσα ἐποίησεν, οὐ μνησθήσεται αὐτῷ ἐν τῇ δικαιοσύνῃ αὑτοῦ, ᾗ ἐποίησε, ζήσεται
And none of all his transgressions which he has committed shall be remembered against him; in his righteousness which he has done, he shall live.
他所犯的一切過犯都不被記念;他必因所行的公義而存活。
1:1617
Τοσοῦτον δὲ, φησὶν, ἀπέχω τοῦ δίκας ἕτερον ὑπὲρ ἑτέρου εἰσ πράξαι, ὅτι καὶ αὐτὸν τὸν παραβάτην τοῦ νόμου, κἂν μυρίας παρανομίας ἐργάσηται, μεταβαλλόμενον, καὶ μεταμελείᾳ χρώμενον, καὶ τὴν τῆς δικαιοσύνης ὁδὸν προαιρούμενον, καὶ δέξομαι, καὶ ζωῆς ἀξιώσω·
So far, he says, am I from exacting penalties from one man on behalf of another, that even the very transgressor of the law, though he should have wrought ten thousand lawless deeds, if he changes, and practises repentance, and chooses the way of righteousness, I will both receive him and count him worthy of life.
他說,我全然不向這人索討另一人的罪債,以致連那干犯律法的人本身,縱使行了萬般不法之事,只要他回轉悔改,運用悔改,並且揀選公義的道,我就必接納他,並算他配得生命。
1:1618
εἶτα τὴν οἰκείαν ἀγαθότητα παραδηλοῖ
Then he makes plain his own goodness.
接著他表明自己本有的良善。
1:1619
Οὐ μὴ θελήσει θελήσω τὸν θάνατον τοῦ ἀνόμου, λέγει Ἀδωναῒ Κύριος, ὡς τὸ ἐπιστρέ ψαι αὐτὸν ἐκ τῆς ὁδοῦ αὑτοῦ τῆς πονηρᾶς, καὶ ζῆσαι αὐτόν; Οὐ τὸν θάνατον, φησὶ, τοῦ ἀνό μου ἀλλὰ τὴν μετάνοιαν ποθῶ·
I will surely not desire the death of the lawless man, says the Lord Adonai, but rather that he turn from his evil way, and live. I do not desire, he says, the death of the lawless man, but his repentance.
主耶和華說,我斷不喜悅惡人死亡,惟願他回轉離開他所行的惡道而得存活;他說,我所渴望的不是惡人的死亡,乃是他的悔改。
1:1620
οὐδὲ γὰρ ἵνα κολάσω, τῶν ἀνθρώπων τὴν φύσιν ἐδημιούργησα, ἀλλ' ἵνα ζωῆς μεταδῶ·
For I did not fashion the nature of men in order that I might punish them, but that I might impart life.
因為我造人的本性,並不是為要刑罰他們,乃是為要賜與生命。
1:1621
μαρτυρεῖ δὲ τοῖς λόγοις τὰ πράγματα·
And the facts bear witness to the words;
而事實也為這些話作見證;
1:1622
οὐ γὰρ ἂν προφήταις ἐνέπνευσε, καὶ ἀποστόλους ἀπέστειλε, καὶ ἐγγράφους ἔδωκε νόμους, καὶ ἀγαθὰ ὑπισχνεῖται, καὶ γέενναν ἀπειλεῖ, κολάζειν βουλό μενος·
for he would not have inspired prophets, and sent apostles, and given written laws, and promised good things, and threatened Gehenna, if he wished to punish;
因為他若是要刑罰,就不會感動眾先知,差遣使徒,賜下成文的律法,應許美善之事,並以地獄相威嚇;
1:1623
ἀλλ' εἴασεν ἂν τοὺς ἀνθρώπους, ὡς ἂν θέλωσι, φέρεσθαι·
but he would have allowed men to be carried along as they please.
反倒會任憑人隨己意而行。
1:1624
νῦν δὲ ταῦτα πάντα διατελεῖ ποιῶν, ἵνα τῶν ἠπειλημένων ἐλευθερώσῃ δεινῶν·
But now he continually does all these things, in order that he may free them from the terrors that have been threatened.
但如今他持續地作這一切,為要救他們脫離所威嚇的可怕災禍。
1:1625
ὅτι δὲ οὐ λόγοι μόνον τὰ εἰρημένα, ἀλλὰ τὰ πράγματα, καὶ. γενόμενα, καὶ γιγνόμενα, μάρτυς ἡ θεία Γραφή
And that the things spoken are not mere words, but facts, both things that have happened and things that are happening — the divine Scripture is witness.
至於所說的並非空言,乃是事實,是已成就與正在成就的事——神聖的經卷可以為證。
1:1626
Ὁ γὰρ Ἐζεκίας ἐκ δυσσεβοῦς πατρὸς τοῦ Ἄχαζ φὺς, οὐ μόνον οὐκ ἔτισεν ὑπὲρ τοῦ πατρὸς δίκας, ἀλλὰ καὶ περιφανέστατος ἐκ τῆς οἰκείας εὐσεβείας ἐγένετο
For Hezekiah, born of an impious father, Ahaz, not only did not pay the penalty on behalf of his father, but even became most illustrious through his own piety.
希西家生於不虔的父親亞哈斯,卻不但沒有代父親償還刑罰,反倒因自己的敬虔成為極其顯赫的人。
1:1627
Ὁ δέ γε πανόλβιος Μανασσῆς, ἐκ διαμέτρου ἐναντίαν ὁδεύσας τῷ φύσαντι, οὐδὲν τῆς πατρῴας εὐσεβείας ἀπώνατο·
But the all-prosperous Manasseh, having walked a course diametrically opposed to his begetter, gained no benefit from his father's piety;
然而那極其昌盛的瑪拿西,所走的路與生他的父親截然相反,就絲毫沒有從父親的敬虔得著益處;
1:1628
μεταμελείᾳ δὲ χρησάμενος τῆς σωτηρίας ἀπήλαυσεν
yet having made use of repentance, he enjoyed salvation.
但他既運用悔改,就得享救恩。
1:1629
Ἀμὼν δὲ ὁ τούτου υἱὸς, τὴν μὲν πα τρῴαν πονηρίαν ζηλώσας, τὴν δὲ μετάνοιαν οὐκέτι, κακῶς τὸν βίον κατέλυσεν·
But Amon, his son, having emulated his father's wickedness but no longer his repentance, ended his life miserably;
他的兒子亞們,效法了父親的邪惡,卻不再效法他的悔改,就悲慘地結束了一生;
1:1630
ὁ δὲ τούτου παῖς Ἰω σίας, τοῦ πατρὸς τὴν ἀσέβειαν βδελυξάμενος, καὶ πᾶσι τοῖς τῆς ἀρετῆς εἴδεσι τὴν ψυχὴν κατακοσμή σας, τῷ τῶν ἁγίων συνηρίθμηται καταλόγῳ, οὐδε μίαν ἐκ τῆς τοῦ πατρὸς παρανομίας λώβην ἑλκύσας·
while his child Josiah, having abhorred his father's impiety, and having adorned his soul with every form of virtue, was numbered in the roll of the saints, having drawn no injury from his father's lawlessness;
而亞們的兒子約西亞,厭惡父親的不虔,並以各樣德行的美善裝飾自己的心,就被列入聖徒的名冊中,絲毫沒有因父親的不法而受損;
1:1631
οἱ δὲ τούτου παῖδες, τοῦτον μὲν οὐ ζηλώσαντες, δυσ σεβείᾳ δὲ πάσῃ συζήσαντες, δίκας τῶν οἰκείων πλημμελημάτων ἐξέτισαν, ἐκ τῆς τοῦ πατρὸς φιλο θεΐας οὐδὲν ὄφελος καρπωσάμενοι
but his children, not having emulated him, but having lived with all impiety, paid the penalties of their own offences, reaping no advantage from their father's love of God.
但他的兒子們,不效法他,反倒與各樣的不虔同活,就償還了自己過犯的刑罰,絲毫沒有從父親愛神之心得著益處。
1:1632
Φέρε τοίνυν ἐπὶ τὴν ἀκολουθίαν τῆς ἑρμηνείας ἐπανέλθωμεν
Come then, let us return to the sequence of the interpretation.
如今,讓我們回到解經的次序上來。
1:1633
Καὶ ἐν τῷ ἀποστρέψαι δίκαιον ἀπὸ τῆς δικαιοσύνης αὑτοῦ, καὶ ποιῆσαι ἀδικίαν, κατὰ πάσας τὰς ἀδικίας ἃς ἐποίησεν ὁ ἄνομος, ἐὰν ποιήσῃ, οὐ μὴ ζήσεται·
And when the righteous man turns away from his righteousness, and does injustice according to all the iniquities which the lawless man did, if he do them, he shall surely not live;
義人若轉離他的公義而行不義,照著惡人所行的一切罪孽去行,他必不得存活;
1:1634
πᾶσαι αἱ δικαιο σύναι αὐτοῦ, ἃς ἐποίησεν, οὐ μὴ μνησθῶσιν·
all his righteous acts which he did shall surely not be remembered;
他所行的一切義行都必不被記念;
1:1635
ἐν τῷ παραπτώματι, ᾧ παρέπεσε, καὶ ἐν ταῖς ἁμαρτίαις αὑτοῦ, αἷς ἥμαρτεν, ἐν αὐταῖς ἀπο θανεῖται
in the transgression whereby he transgressed, and in his sins which he committed, in these he shall die.
他必因所犯的過犯,並所犯的罪,就在其中而死。
1:1636
Ὥσπερ, φησὶν, εἴ τις τῶν παρανόμων, τὸν πρότερον βδελυξάμενος βίον, τὸν ἐναντίον προ έλοιτο, δέξομαι τὴν μετάνοιαν, καὶ ζωῆς αὐτὸν ἀξιώ σω·
Just as, he says, if any of the transgressors, having abhorred his former life, should choose the opposite, I will receive his repentance, and count him worthy of life;
他說,正如若有干犯律法之人,厭惡了先前的生活,揀選了相反的生活,我就接納他的悔改,並算他配得生命;
1:1637
οὕτως, εἴ τις τῶν δικαίων, παντελῶς τὴν τῆς δικαιοσύνης καταλιπὼν ὁδὸν, εἰς τὴν ἑτέραν τράπη ται, πάντα μὲν τὸν πρότερον ἀπολέσει δρόμον, πρόσφορον δὲ τῇ ὁδῷ εὑρήσει τὸ τέλος·
so, if any of the righteous, having utterly abandoned the way of righteousness, should turn to the other, he will lose all his former course, and will find an end suited to that way;
照樣,若有義人,全然離棄公義的道,轉向另一條路,他必失去先前一切的路程,並找著與那道相稱的結局;
1:1638
ἐν γὰρ ταῖς ἁμαρτίαις αὑτοῦ ἀποθανεῖται
for in his sins he shall die.
因為他必因自己的罪而死。
1:1639
ἃς ἐποίησεν ὁ ἄνομος· ἐπεὶ προσπταίουσι καὶ τῶν εὐσεβῶν τινες, ἀλλ' ἀνιστάμενοι πάλιν αὐτὴν ὁδεύουσι τὴν ὁδὸν, καὶ τῇ μετανοίᾳ χρώμενοι, τῆς σωτηρίας τυγχάνουσιν·
which the lawless man did — since even some of the pious stumble, but rising again they walk that same way, and by using repentance they attain salvation;
就是惡人所行的——因為連敬虔的人中也有跌倒的,但他們再度起來,重走那條道,運用悔改,就得著救恩;
1:1640
οἱ δὲ παντελῶς ταύτης ἀφιστάμενοι, τοὺς τῆς ἐναν τίας ὁδοῦ τρυγῶσι καρπούς
but those who wholly depart from it gather the fruits of the opposite way.
但那全然離開這道的人,就收取相反之道的果子。
1:1641
Καὶ εἴπατε, φησὶν, Οὐ κατευθύνει ἡ ὁδὸς Κυρίου·
And you have said, he says, The way of the Lord is not straight;
他說,你們曾說:主的道不公平;
1:1642
ἀκούσατε δὴ οἶκος Ἰσραὴλ, Μὴ ἡ ὁδός μου οὐ κατευθύνει; οὐχὶ ἡ ὁδὸς ὑμῶν οὐ κατευ θύνει; Ταύτην μου, φησὶ, τὴν δικαίαν ψῆφον ὁρῶν τες ἀδικίαν τολμᾶτε κατηγορεῖν; καὶ μὴν ἔδει ὑμᾶς καθ' ὑμῶν αὐτῶν τὴν κατηγορίαν ποιεῖσθαι, ὅτι τοιαύτην ὁρῶντες παρὰ τῷ κριτῇ δικαιοσύνην προαι ρεῖσθε τὴν ἀδικίαν
Hear now, O house of Israel: Is my way not straight? Is it not your way that is not straight? Seeing this my righteous verdict, he says, do you dare to accuse it of injustice? And yet you ought to make the accusation against yourselves, that, seeing such righteousness in the judge, you choose injustice.
以色列家啊,你們現在要聽:豈是我的道不公平嗎?豈不是你們的道不公平嗎?他說,你們既看見我這公義的判決,怎敢誣指它為不義呢?其實你們理當控告自己,因為你們看見審判者有這樣的公義,卻仍揀選不義。
1:1643
εἶτα τὰ αὐτὰ πάλιν συντόμως διέξεισι καὶ ὁ δίκαιος εἰς τὴν ἐναντίαν τρεπόμενος τῷ τῆς ἁμαρτίας θανάτῳ παραδοθήσεται, καὶ ὁ. ἁμαρτωλὸς πάλιν μετανοίᾳ χρώμενος, καὶ διὰ πάσης ὁδεύειν τῆς ἀρετῆς προαιρούμενος ζωὴν ἐκ τῆς με ταμελείας καρπώσεται
Then he again recounts the same things concisely: both that the righteous man who turns to the opposite shall be given over to the death of sin, and that the sinner who again practises repentance, and chooses to walk through every virtue, shall reap life from his repentance.
接著他又簡明地重述同樣的道理:義人轉向相反的路,必被交於罪的死亡;而罪人若再度運用悔改,揀選遍行各樣德行,就必從悔改中收取生命。
1:1644
Ταῦτα δὲ, φησὶν, ὁρῶν ὁ οἶκος Ἰσραὴλ λέγει·
And seeing these things, he says, the house of Israel says:
他說,以色列家看見這些事,就說:
1:1645
Οὐ κατορθοῖ, ἡ ὁδὸς Κυρίου·
The way of the Lord is not right;
主的道不公正;
1:1646
μὴ ἡ ὁδὸς Κυρίου οὐ κατορθοῖ, οἶκος Ἰσραήλ; οὐχὶ ἡ ὁδὸς ὑμῶν οὐ κατορθοῖ; Αὐτὰ, φησὶ, βοᾷ τὰ πράγματα, ὅτι αἱ μὲν ἐμαὶ κρίσεις ὀρθαὶ καὶ δίκαιαι, ἡ δὲ ὑμετέρα προαίρεσις παρανομίας μεστή
Is the way of the Lord not right, O house of Israel? Is it not your way that is not right? The very facts, he says, cry aloud that my judgments are upright and just, but your purpose is full of lawlessness.
以色列家啊,豈是主的道不公正嗎?豈不是你們的道不公正嗎?他說,事實本身正在呼喊:我的審判是正直公義的,而你們的心志卻充滿不法。
1:1647
Οὕτως ἀπειλήσας, καὶ τὴν δικαίαν ψῆφον ἐξενεγκὼν ἐπὶ παραίνεσιν τρέπει τὸν λόγον
Having thus threatened, and having pronounced the just verdict, he turns his word to exhortation.
他既如此發出威嚇,又頒下公義的判決,就轉而以言語勸勉。
1:1648
Ἐπιστράφητε καὶ ἀποστρέψατε ἐκ πασῶν τῶν ἀσεβειῶν ὑμῶν, καὶ οὐκ ἔσονται ὑμῖν εἰς κόλασιν ἀδικίας
Turn and return from all your impieties, and they shall not be to you for the punishment of iniquity.
你們要回轉,離開你們一切的不虔,這樣,罪孽就不至成為你們受刑的緣由。
1:1649
Ἀποῤῥίψατε ἀφ' ἑαυτῶν πάσας τὰς ἀσεβείας ὑμῶν, ἃς ἠσεβήσατε εἰς ἐμὲ, καὶ ποιήσατε ἑαυτοῖς καρδίαν καινὴν, καὶ πνεῦμα καινὸν, καὶ ἱνατί ἀποθνήσκετε, οἶκος Ἰσραήλ
Cast away from yourselves all your impieties by which you have acted impiously against me, and make for yourselves a new heart and a new spirit; and why do you die, O house of Israel?
你們要將自己一切向我所行的不虔盡都拋棄,為自己造一個新心和新靈;以色列家啊,你們為甚麼死亡呢?
1:1650
Καταλείψατε, φησὶ, τὴν τῆς ἀσεβείας ὁδὸν, καὶ ἑτέραν ἀναδέξασθε γνώμην, καὶ εἰς τοὺς ἐμοὺς ῥέ ψατε νόμους, ἵνα μὴ θάνατον ἐκ τῆς πονηρίας καρ πώσησθε
Forsake, he says, the way of impiety, and take up another mind, and incline to my laws, that you may not reap death from your wickedness.
他說,你們要撇棄不虔的道,領受另一種心思,並歸向我的律法,免得你們從邪惡中收取死亡。
1:1651
Καρδίαν γὰρ καινὴν καὶ πνεῦμα και νὸν, τὴν ἐπὶ τὰ ἀμείνω τῆς ψυχῆς τροπὴν προσ ηγόρευσεν·
For by a new heart and a new spirit he named the soul's turning to better things;
因為他以「新心」和「新靈」,稱那心靈向美善的轉變;
1:1652
εἶτα καὶ τὴν οἰκείαν ἀγαθότητα γυμνοῖ
then he lays bare his own goodness.
接著他又顯明自己本有的良善。
1:1653
ἐπιστρέ ψασθε καὶ ζήσεσθε
Turn back, and you shall live.
你們當回轉,就必存活。
1:1654
Εἰδότες, φησὶν, ὡς οὐ τὴν κόλασιν, ἀλλὰ τὴν μεταμέλειαν τοῦ ἁμαρτωλοῦ ποθῶ, χρήσασθε τῇ μετανοίᾳ καὶ δέξασθε τῆς ζωῆς τοὺς καρπούς
Knowing, he says, that I desire not the punishment, but the repentance of the sinner, make use of repentance, and receive the fruits of life.
他說,你們既知道我所渴望的不是罪人的刑罰,乃是他的悔改,就當運用悔改,領受生命的果子。
1:1655
Τοῦτο καὶ ὑμῖν ἁρμόττει τὸ φάρμακον
This remedy is fitting for you also.
這帖良藥也適用於你們。
1:1656
Οὐ γὰρ Ἰουδαίων μόνον ὁ Θεὸς, ἀλλὰ καὶ ἐθνῶν καὶ αὐτὸς Κύριος πάντων, πλουτῶν εἰς πάντας τοὺς ἐπικαλουμένους αὐτόν. Καταλίπωμεν τοίνυν τὴν τῆς κακίας ὁδὸν, ἧς τὸ τέλος ὄλεθρος καὶ ἀπώλεια, καὶ μεταμάθωμεν τὴν θείαν πορείαν, τὴν εἰς οὐ ρανοὺς ἀνάγουσαν, καὶ τὴν πρὸς Θεὸν ἡμῖν παῤῥη σίαν παρέχουσαν·
For God is God not of the Jews only, but also of the Gentiles, and himself Lord of all, rich toward all who call upon him. Let us therefore forsake the way of wickedness, whose end is destruction and ruin, and let us learn instead the divine journey, which leads up to the heavens, and grants us boldness before God;
因為神不單是猶太人的神,也是外邦人的神,並且他自己是萬有的主,厚待一切求告他的人。所以我們要撇棄邪惡的道,它的結局是毀滅與滅亡,反倒要改學那屬神的行程,就是引到諸天、並使我們在神面前坦然無懼的道;
1:1657
ἧς τύχοιμεν ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα πρέπει, σὺν τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων
which may we attain in Christ Jesus our Lord, with whom to the Father belongs the glory, together with the Holy Spirit, unto the ages of ages.
願我們在我們的主基督耶穌裏得著這道;願榮耀藉著他歸與父,並歸與聖靈,直到永永遠遠。
1:1658
Καὶ σὺ λάβε θρῆνον ἐπὶ τὸν ἄρχοντα τοῦ Ἰσραήλ
And do you take up a lamentation over the ruler of Israel.
你當為以色列的君王作哀歌。
1:1659
Τί ἡ μήτηρ σου λέαινα;. Τὰ συμβησόμενα, φησὶ, τῷ τοῦ Ἰσραὴλ βασιλεῖ, δι' ὧν αὐτὸν θρηνεῖς, προαγόρευσον
What is your mother, a lioness? Foretell, he says, the things that shall befall the king of Israel, on account of which you lament him.
你的母親是甚麼呢?是母獅嗎?他說,你要預言那將臨到以色列王的事,就是你為他哀哭的緣由。
1:1660
Βασιλέα δὲ Ἰσραὴλ οὐ τὸν ἐν Σαμαρείᾳ καθήμενον λέγει·
By the king of Israel he does not mean the one seated in Samaria;
他所說以色列王,並非指那坐在撒瑪利亞的王;
1:1661
πάλαι γὰρ ἐκείνη κατελύθη ἡ βασιλεία·
for that kingdom had long since been dissolved;
因為那國早已傾覆了;
1:1662
ἀλλὰ τὸν ἐν τῇ Ἱερου σαλήμ
but the one in Jerusalem.
乃是指那在耶路撒冷的王。
1:1663
Πάντων γὰρ τῶν τηνικαῦτα ὑπολειφθέντων ὁ τοῦ Ἰούδα βασιλεὺς ἐβασίλευε·
For over all who then remained the king of Judah reigned;
因為那時所存留的眾民,都由猶大王作王治理;
1:1664
καὶ τοῦτο ἡμᾶς ἡ τετάρτη διδάσκει τῶν Βασιλειῶν, καὶ τῶν Παραλει πομένων ἡ δευτέρα
and this the fourth book of Kingdoms teaches us, and the second of Paralipomena.
這是列王紀下第四卷,以及歷代志下第二卷所教導我們的。
1:1665
Μητέρα δὲ τοῦ βασιλέως τὴν Ἱερουσαλὴμ προσηγόρευσεν·
And by the mother of the king he named Jerusalem;
他以王的母親稱耶路撒冷;
1:1666
ἐκεῖθεν γὰρ οἱ βασιλεῖς ὡρμῶντο·
for from there the kings set forth;
因為眾王是從那裏出來的;
1:1667
λέαιναν δὲ αὐτὴν καλεῖ, οὐ διὰ τὸ βασι λικὸν μόνον τῆς πόλεως, ἀλλὰ καὶ διὰ τὴν τοῦ ἤθους θρασύτητα
and he calls her a lioness, not only because of the royal character of the city, but also because of the boldness of her disposition.
他稱她為母獅,不僅因為那城具有王者之尊,也因為她心性的凶悍狂傲。
1:1668
Ἐν μέσῳ λεόντων ἐνεμήθη. Τῶν κύκλῳ, φησὶ, βασιλέων ἐζήλωσε τὸν τρόπον
In the midst of lions she was nourished. She emulated, he says, the manner of the surrounding kings.
她在群獅之中得養育。他說,她效法了四圍列王的行徑。
1:1669
Τῶν μέσῳ λεόντων ἐπλήθυνε σκύμνους αὑτοῦ. Ση μαίνει δὲ τὰ μετὰ τὸν Ἰωσίαν συμβάντα·
In the midst of lions she multiplied her whelps. And he signifies the things that came to pass after Josiah;
她在群獅之中增多她的小獅。他所指的是約西亞以後所發生的事;
1:1670
ἡγήσαντο, Ἰωάχαζ, Ἰωακεὶμ, Ἰεχονίας, Σεδεκίας
these ruled: Jehoahaz, Jehoiakim, Jeconiah, Zedekiah.
這些人作了統治者:約哈斯、約雅敬、耶哥尼雅、西底家。
1:1671
Καὶ ἀπεπήδησεν εἷς τῶν σκύμνων αὐ τῆς·
And one of her whelps sprang away;
她的小獅中有一個躍出;
1:1672
λέων ἐγένετο, καὶ ἔμαθεν ἁρπάζειν ἁρπά γματα, ἀνθρώπους ἔφαγεν
he became a lion, and learned to seize prey, and devoured men.
牠成了獅子,學會了抓奪擄物,並吞喫了人。
1:1673
Καὶ ἤκουσε περὶ αὐτοῦ ἔθνη, καὶ συνελήφθη ἐν τῇ διαφθορᾷ αὑ τοῦ, καὶ ἤγαγον αὐτὸν ἐν κημῷ εἰς γῆν Αἰγύ πτου
And nations heard concerning him, and he was caught in their pit, and they led him in a hook into the land of Egypt.
列國聽見了他的名聲,他就在他們的陷坑中被擒,他們用鈎子牽他到埃及地。
1:1674
Τὸν Ἰωάχαζ λέγει, ὃς Ἰωσίαν τὸν πατέρα διαδεξάμενος, καὶ περὶ τὸ Θεῖον ἐγένετο δυσσεβὴς, καὶ περὶ τοὺς ὑπηκόους παράνομος·
He means Jehoahaz, who, having succeeded his father Josiah, became impious toward the Deity, and lawless toward his subjects;
他所指的是約哈斯,他接續父親約西亞作王,卻對神成了不虔的人,對百姓成了不法的人;
1:1675
ἀλλὰ τοῦτον Φαραὼ Νεχαὼ τῶν Αἰγυπτίων ὁ βασιλεὺς δορυάλωτον λαβὼν, πεπεδημένον εἰσήγαγεν εἰς τὴν Αἴγυπτον, καὶ ἐκεῖ τῆς παρανομίας τὰς δίκας ἐξέτισε·
but Pharaoh Necho, king of the Egyptians, having taken him captive by the spear, brought him bound into Egypt, and there he paid the penalties of his lawlessness;
但埃及王法老尼哥用刀劍將他擄去,帶他被綁著進入埃及,他就在那裏償還了不法的刑罰;
1:1676
καὶ τοῦτο ἐσήμανεν εἰρηκὼς, Συνελήφθη ἐν τῇ διαφθορᾷ αὑτοῦ. Εἶτα ἐπάγει·
and this he signified in saying, He was caught in their pit. Then he adds:
這就是他說「他在他們的陷坑中被擒」所表明的意思。接著他又說:
1:1677
Καὶ εἶδεν ὅτι ἀπῶσται ἀπ' αὐτῆς, καὶ ἀπώλετο ἡ ὑπόστασις αὐτῆς, καὶ ἔλαβεν ἄλλον ἐκ τῶν σκύμνων αὑτῆς·
And she saw that he was thrust away from her, and that her hope had perished, and she took another of her whelps;
她見他被逐離自己,她的指望也消滅了,就另取她小獅中的一個;
1:1678
Καὶ ἀνεστρέφετο ἐν μέσῳ λεόντων·
And he went about in the midst of lions;
牠在群獅之中往來;
1:1679
λέων ἐγένετο, καὶ ἔμαθεν ἁρπάζειν ἁρπάγματα, καὶ ἀνθρώπους ἔφαγε
he became a lion, and learned to seize prey, and devoured men.
牠成了獅子,學會了抓奪擄物,並吞喫了人。
1:1680
Καὶ ἐνέμετο ἐν τῷ θράσει αὑτοῦ, καὶ τὰς πόλεις αὐτῶν ἐξερήμωσε, καὶ ἠφάνισε γῆν καὶ τὸ πλήρωμα αὐτῆς ἀπὸ φωνῆς ὠρυώματος αὑτοῦ
And he pastured in his own boldness, and laid waste their cities, and made desolate the land and its fulness by the sound of his roaring.
牠在自己的狂傲中掠食,毀壞了他們的城邑,並因牠咆哮的聲音使那地和其中所充滿的都成為荒涼。
1:1681
Τὸν Ἰεχονίαν διὰ τούτων παρεδήλωκε, τὸν τοῦ Ἰωακεὶμ υἱόν·
By these words he has intimated Jechoniah, the son of Joiakim;
他藉這些話暗指耶哥尼雅,就是約雅敬的兒子;
1:1682
περὶ γὰρ τῶν γενομένων αἰχμαλώ των, καὶ ἐν τῇ ξένῃ δεξαμένων τοῦ βίου τὸ πέρας, ποιεῖται τὸν λόγον·
for he is composing his discourse concerning those who were taken captive and who met the end of their life in a foreign land.
因為他所論述的,乃是那些被擄去、並在異鄉度盡此生的人。
1:1683
διὸ τοῦ Ἰωακεὶμ ἐπὶ τοῦ παρόν τος τὴν μνήμην κατέλιπεν·
Therefore he has for the present passed over the mention of Joiakim;
因此在目前這段話中,他略去了對約雅敬的提及;
1:1684
ἐν τῇ γὰρ Ἱερουσαλὴμ οὗτος ἐδέξατο τὴν σφαγήν
for this man met his slaughter in Jerusalem.
因為此人是在耶路撒冷被殺的。
1:1685
Ἐν συντόμῳ τοίνυν διεξῆλθε τὴν τοῦ Ἰεχονίου παρανομίαν, ὃς τρεῖς μῆνας πρὸς ὀλίγαις βασιλεύσας ἡμέραις, φόνων ἀδίκων τὴν πόλιν ἐπλήρωσεν
In brief, then, he has recounted the transgression of Jechoniah, who, after reigning three months and a few days, filled the city with unjust bloodshed.
如此,他便簡要地敘述了耶哥尼雅的罪行;此人作王三個月零幾天,卻使全城充滿了不義的流血。
1:1686
Ὅτι δὲ οὐ τὸν Ἰωακεὶμ, ἀλλὰ τὸν Ἰεχονίαν διὰ τούτων αἰνίττεται, τὰἐπαγόμενα μαρτυρεῖ
And that it is not Joiakim but Jechoniah whom he hints at through these words, what follows bears witness.
至於他藉這些話所暗示的並非約雅敬,而是耶哥尼雅,接下來的話便可作證。
1:1687
Καὶ ἐπέθετο ἐπ' αὐτῷ ἔθνη κυκλόθεν ἐκ τῶν χωρῶν, καὶ ἐξεπέτασαν ἐπ' αὐτὸν δί κτυα αὑτῶν, καὶ ἐν τῇ διαφθορᾷ αὐτῶν συν ελήφθη
'And the nations set upon him round about from the regions, and they spread their nets over him, and in their pit he was taken.'
「四圍的列國從各地攻擊他,向他張開網羅,他在他們的陷坑中被捉住。」
1:1688
Καὶ ἔθεντο αὐτὸν ἐν κημῷ, καὶ ἐν γαλεά. γρᾳ, καὶ ἤγαγον αὐτὸν πρὸς τὸν βασιλέα Βα βυλῶνος, καὶ εἰσήγαγον αὐτὸν εἰς φυλακὴν, ὅπως μὴ ἀκουσθῇ ἡ φωνὴ αὐτοῦ μηκέτι ἐπὶ τὰ ὄρη τοῦ Ἰσραήλ
'And they put him in a muzzle and in a cage, and led him to the king of Babylon, and brought him into prison, so that his voice should no longer be heard upon the mountains of Israel.'
「他們用鉤子和籠子把他關住,帶到巴比倫王那裡,將他押入牢中,使他的聲音不再聽聞於以色列的山上。」
1:1689
Ὁ δὲ Ἰωακεὶμ οὐκ αἰχμάλωτοςἀπήχθη, ἀλλ' ἐν τῇ Ἱερουσαλὴμ ἀνῃρέθη·
But Joiakim was not led away captive, but was slain in Jerusalem;
然而約雅敬並未被擄走,乃是在耶路撒冷被殺;
1:1690
ὁ δὲ Ἰεχονίας τὰ προειρημένα πέπονθεν ἅπαντα·
whereas Jechoniah suffered all the things aforementioned;
至於耶哥尼雅,卻經歷了前面所說的一切;
1:1691
εἰκότως δὲ ὡς ἐπὶ λέοντος τὴν μὲν τῆς στρατείας προσβολὴν ὠνόμασε δίκτυα, κημὸν δὲ καὶ γαλεάγραν τὰ περι τεθέντα αὐτῷ δεσμά·
and fittingly, as of a lion, he named the assault of the campaign 'nets,' and the bonds placed about him 'muzzle' and 'cage';
並且恰如論及獅子那般,他把征伐的攻擊稱為「網羅」,把套在他身上的鎖鏈稱為「鉤子」和「籠子」;
1:1692
ἐπειδὴ γὰρ τροπικῶς αὐτὸν ἐκάλεσε λέοντα, ἀκολούθως καὶ τὰ συμβάντα αὐτῷ τροπικῶς ὀνομάζει·
for since he had figuratively called him a lion, he consequently also names figuratively the things that befell him;
因為既已用比喻稱他為獅子,他便隨之也用比喻來稱那臨到他身上的事;
1:1693
τῷ γὰρ λέοντι καὶ τὰ δίκτυα καὶ ἡ γαλεάγρα ἁρμόττει·
for both the nets and the cage suit a lion.
因為網羅和籠子正適用於獅子。
1:1694
οὕτω ταῦτα διηγησάμενος ἐφ' ἕτερον εἶδος πάλιν μεταβαίνει παραβολῆς καί φησιν·
Having narrated these things thus, he passes again to another kind of parable and says:
如此敘述了這些事之後,他又轉向另一種比喻,說道:
1:1695
Ἡ μήτηρ σου ἄμπελος, ὡς ἄνθος ῥοιᾶς ἐν ὕδατι πεφυτευμένης·
'Your mother is a vine, like the blossom of a pomegranate planted by water;
「你的母親是一棵葡萄樹,如同栽於水旁的石榴花;
1:1696
ὁ καρπὸς αὐ τῆς, καὶ ὁ βλαστὸς αὐτῆς ἐγένετο ἐξ ὕδατος πολλοῦ
her fruit and her shoot came forth from abundant water.'
她的果子和她的嫩枝,是從多水之中而出。」
1:1697
Καὶ ἐγένετο ῥάβδος ἰσχύος ἐπὶ φυλὴν ἡγουμένων, καὶ ὑψώθη ἐν τῷ μεγέθει αὑτῆς ἐν μέσῳ στελεχῶν, καὶ εἶδε τὸ μέγεθος αὑτῆς ἐν πλήθει κλημάτων αὑτῆς
'And a rod of strength came upon her, over the tribe of rulers, and she was exalted in her greatness in the midst of trunks, and she beheld her greatness in the multitude of her branches.'
「有一根堅強的杖臨到她,統管掌權者的支派;她在眾樹幹之間,因自己的高大而被高舉,且見自己的高大在於枝條的繁多。」
1:1698
Ἀμπέλῳ, φησὶν, ἔοικεν ἡ μήτηρ σου, καὶ ῥοιᾷ πεφυτευμένῃ παρ' ὄχθην ὕδατος, καὶ διὰ τὴν ἐκεῖθεν ἀρδείαν τεθηλυίᾳ τε καὶ ἄνθεσι κεκοσμημένῃ καὶ πολὺν βρυούσῃ καρπόν
'Your mother,' he says, 'resembles a vine, and a pomegranate planted beside the bank of water, and through the irrigation thence luxuriant, adorned with blossoms and teeming with abundant fruit.'
他說:「你的母親好比一棵葡萄樹,又像栽於水岸邊的石榴,因那裡的灌溉而枝葉繁茂,繡以花朵,並結滿了纍纍的果子。」
1:1699
Προσήκει δὲ ἐπισημήνασθαι, ὅτι οὐ καλὸν τὸν καρπὸν προσηγόρευσε
It is fitting to note that he did not call the fruit 'good.'
值得指出的是,他並未稱那果子為「美好的」。
1:1700
Τὸ δὲ ἐπὶ φυλὴν ἡγουμένων προστέθεικεν, ἐπειδὴ οὐ παντὸς ἡγήσατο τοῦ Ἰσραὴλ, ἀλλὰ τῆς ἡγεμονικῆς τοῦ Ἰούδα φυλῆς
And the phrase 'over the tribe of rulers' he has added, since he did not rule over all Israel, but over the ruling tribe of Judah.
他之所以加上「統管掌權者的支派」這句話,是因為她並非統管全以色列,乃是統管猶大那作首領的支派。
1:1701
Τὸ δὲ Εἶδε τὸ μέ γεθος αὑτῆς ἐν πλήθει κλημάτων αὑτῆς, τὴν ἐκ τῆς εὐημερίας αὐτῇ προσγενομένην ἀλαζονείαν δηλοῖ
And the phrase 'She beheld her greatness in the multitude of her branches' signifies the arrogance that accrued to her from her prosperity.
而「她見自己的高大在於枝條的繁多」這句話,表明因興盛而滋生於她的驕傲。
1:1702
Καὶ κατεκλάσθη ἐν θυμῷ, ἐπὶ γῆν ἐῤῥίφη, καὶ ἄνεμος καύσων ἐξήρανε τὰ ἐκλεκτὰ αὐτῆς·
'And she was broken off in wrath, she was cast to the ground, and a burning wind dried up her choice branches;
「她在烈怒中被折斷,被拋於地上,有炎熱的風吹乾了她佳美的枝子;
1:1703
ἐξεδικήθησαν, καὶ ἐξερημώθησαν αἱ ῥάβδοι τῆς ἰσχύος αὐτῆς·
they were requited, and the rods of her strength were laid waste;
她們遭了報應,她那堅強的杖也荒廢了;
1:1704
πῦρ ἐξήρανεν αὐτὴν, πῦρ ἀνάλωσεν αὐτήν
fire dried her up, fire consumed her.'
火焰使她枯乾,火焰把她吞滅。」
1:1705
Τροπικῶς ἅπαντα καὶ παραβολι κῶς, ὡς ἐπὶ ἀμπέλου καὶ ῥοιᾶς·
All figuratively and in the manner of a parable, as of a vine and a pomegranate;
這一切都是比喻性的、寓意性的,猶如論及葡萄樹和石榴一般;
1:1706
ἄνεμον δὲ καύ σωνα τὴν τῶν πολεμίων ἐκάλεσεν ἔφοδον, πῦρ δὲ, τὴν ἐκ τῆς θείας ὀργῆς καταλαβοῦσαν αὐτοὺς τιμω ρίαν
and by 'burning wind' he named the onset of the enemies, and by 'fire' the punishment that overtook them from the divine wrath.
他以「炎熱的風」稱仇敵的來攻,以「火焰」稱那從神的忿怒臨到他們的刑罰。
1:1707
Ἔφη δὲ ξηρανθῆναι τὰς ῥάβδους τῆς ἰσχύος, διὰ τὸ σβεσθῆναι τὴν βασιλείαν
And he said that the rods of strength were dried up, because of the extinguishing of the kingdom.
他之所以說那堅強的杖枯乾了,是因為國度已被熄滅。
1:1708
Εἶτα πάλιν διδάσκει τὰ μετὰ τὴν τοῦ Σεδεκίου αἰχμαλωσίαν συμβησόμενα κακά
Then again he teaches the evils that were to come to pass after the captivity of Zedekiah.
接著他又教導那在西底家被擄之後將要臨到的災禍。
1:1709
Καὶ νῦν πεφυτεύκασιν αὐτὴν ἐν τῇ ἐρή μῳ, ἐν γῇ ἀνύδρῳ καὶ διψώσῃ
'And now they have planted her in the wilderness, in a land waterless and thirsty.'
「如今他們把她栽於曠野,栽於無水乾渴之地。」
1:1710
τέλει πάντων τῶν μὲν ἀναιρεθέντων, τῶν δὲ δορυαλώτων ἀπαχθέντων, τοῖς ὑπολειφθεῖσιν ἐκεῖ πένησιν ἐπέστη. σεν ἄρχοντα τὸν Γοδολίαν ὁ Ναβουζαρδάν·
In the end, when some had been slain and others led away as spear-captives, Nabuzardan set Gedaliah as ruler over the poor who were left there;
最終,眾人有的被殺,有的被擄去作俘囚,尼布撒拉旦便立基大利作首領,管理那留在當地的貧窮人;
1:1711
ἔρημος δὲ ἦν παντελῶς ἡ πόλις, μᾶλλον δὲ ἅπασα ἡ Ἰουδαία, καὶ τῶν τειχῶν περιῃρημένων, καὶ τῶν οἰκιῶν ἐμ πεπρησμένων, καὶ τῶν πλείστων οἰκητόρων σφαγῇ καὶ αἰχμαλωσίᾳ παραδοθέντων
for the city was utterly desolate, or rather all Judaea, its walls torn down, its houses burned, and most of its inhabitants delivered over to slaughter and captivity.
因為那城已全然荒涼,甚至全猶大地也是如此,城牆被拆毀,房屋被焚燒,大部分居民被交付於屠殺和擄掠之中。
1:1712
Καὶ νῦν πεφυτεύκασιν αὐτὴν ἐν τῇ ἐρήμῳ. Ἀλλ' οὐδὲ οὕτω, φησὶ, διαμενεῖ, φθορὰν δὲ καὶ τὰ λείψανα δέξεται
'And now they have planted her in the wilderness.' But not even so, he says, will she remain, but the remnants too will meet destruction.
「如今他們把她栽於曠野。」他說:即便如此,她也不得存留,就連那餘剩的也要遭毀滅。
1:1713
Ἐξελεύσεται γὰρ, φησὶ, πῦρ ἐκ τῶν ῥά βδων τῶν ἐκλεκτῶν αὐτῆς, καὶ καταφάγεται αὐτήν
'For fire shall go forth,' he says, 'from the rods of her choice branches, and shall devour her.'
他說:「因為必有火從她那佳美的枝杖中發出,吞滅她。」
1:1714
Ὁ γὰρ Ἰσμαὴλ βασιλικοῦ γένους ὑπάρχων, καὶ τῷ Γοδολίᾳ φθονήσας, κεχρωσμένῃ πρὸς αὐτὸν φιλίᾳ χρησάμενος, τούτῳ μὲν κρύβδην ἐπιβουλεύει, ἀναιρεῖ δὲ καὶ τοὺς πλείστους τοὺς σὺν αὐτῷ·
For Ishmael, being of royal lineage and envying Gedaliah, having employed toward him a coloured friendship, plots secretly against him, and slays also most of those with him;
原來以實瑪利本是王族出身,嫉妒基大利,遂以一種偽裝的友誼待他,暗中謀害他,並殺了大部分與他同在的人;
1:1715
δείσας δὲ τὸ γεγονὸς δραπετεύει·
and fearing what had been done, he flees;
隨後他因所行之事而懼怕,就逃走了;
1:1716
οἱ δὲ λοιποὶ ἅπαν τες, τὴν τῶν Χαλδαίων φοβηθέντες ὀργὴν, τὴν Αἴ γυπτον σὺν Ἱερεμίᾳ τῷ προφήτῃ κατέλαβον·
and all the rest, dreading the wrath of the Chaldeans, came down to Egypt together with Jeremiah the prophet;
其餘眾人因懼怕迦勒底人的忿怒,就與先知耶利米一同下到埃及;
1:1717
τοῦτο δὲ ἐδήλωσεν εἰπὼν, Καὶ ἐξελεύσεται πῦρ ἐκ τῶν ῥάβδων τῶν ἐκλεκτῶν αὐτῆς καὶ καταφάγεται αὐ τήν
and this he indicated by saying, 'And fire shall go forth from the rods of her choice branches and shall devour her.'
這事他藉著說「必有火從她那佳美的枝杖中發出,吞滅她」而表明了。
1:1718
Καὶ οὐκ ἔσται ἐν αὐτῇ ῥάβδος ἰσχύος φυλῆς, σκῆπτρον εἰς τὸ ἐξουσιάζειν·
'And there shall not be in her a rod of strength of a tribe, a sceptre for ruling;'
「在她中間必不再有支派的堅強之杖,也沒有掌權的權柄;」
1:1719
τηνικαῦτα γὰρ ὑπὸ μὲν τῶν οἰκείων ἐθρηνεῖτο, τοῖς δὲ ἀλλοτρίοις παροιμία ἐγένετο θρήνου·
for then she was lamented by her own, and became to strangers a proverb of lamentation;
因那時她被自己的百姓哀哭,也成了外人哀號的話柄;
1:1720
εἰώθασι γὰρ οἱ ἄνθρωποι ἐπὶ τῶν μεγίσταις συμφοραῖς περιπιπτόντων λέγειν·
for men are wont to say concerning those who fall into the greatest calamities:
因為人們習於論到那些遭遇極大災禍的人說:
1:1721
Μὴ πάθοιμι οἷα ὁ δεῖνα πέπονθε
'May I not suffer such things as so-and-so has suffered.'
「願我不至遭受某人所遭受的那些事。」
1:1722
Τοῦτο τοίνυν παραβολὴν ἐκάλεσε θρήνου· προστέθεικε δὲ, ὅτι οὐκ ἔστιν ἐν αὐτῇ ῥάβδος ἰσχύος, ἢ φυλὴ, ἢ σκῆπτρον
This, then, he called a parable of lamentation; and he added that there is not in her a rod of strength, nor tribe, nor sceptre.
因此,他把這稱作哀號的比喻;並且加上說,在她中間沒有堅強之杖,也沒有支派或權柄。
1:1723
Οὐδένα γὰρ ἔσχεν ἄρχοντα, ἢ σύστημά τι φυλὴν ποιῆσαι δυνά μενον πρὸ τῆς ἐπανόδου·
For she had no ruler, nor any body able to constitute a tribe, before the return;
因為在回歸之前,她沒有首領,也沒有任何能夠組成一支派的群體;
1:1724
μετὰ γὰρ τὴν ἐπάνοδον πάλιν ἀπέλαβε τὴν προτέραν λαμπρότητα
for after the return she again recovered her former splendour.
但在回歸之後,她又恢復了先前的榮耀。
1:1725
Ταῦτα οὕτω προθεσπίσας, τίθησι μὲν ἐν μέσῳ τῆς προφητείας μικρόν τι διήγημα, συνάπτει δὲ τῷ διηγήματι παραυ τίκα τὴν προφητείαν
Having thus foretold these things, he sets in the midst of the prophecy a brief narrative, and to the narrative he straightway joins the prophecy.
如此預言了這些事之後,他在預言之中插入了一段簡短的記述,並隨即把預言與這記述接連起來。
1:1726
Καὶ ἐγένετο ἐν τῷ ἔτει τῷ ἑβδόμῳ, ἐν τῷ πέμπτῳ μηνὶ, δεκάτῃ τοῦ μηνὸς, ἦλθον ἄν δρες ἐκ τῶν πρεσβυτέρων τοῦ οἴκου Ἰσραὴλ ἐπερωτῆσαι τὸν Κύριον, καὶ ἐκάθισαν πρὸ προσ ώπου μου
'And it came to pass in the seventh year, in the fifth month, on the tenth of the month, that men came from the elders of the house of Israel to inquire of the Lord, and they sat down before my face.'
「到了第七年五月初十日,有以色列家的幾個長老前來求問耶和華,坐在我面前。」
1:1727
Καὶ ἐγένετο λόγος Κυρίου πρός με, λέγων·
'And the word of the Lord came to me, saying:'
「耶和華的話臨到我,說:」
1:1728
Υἱὲ ἀνθρώπου, λάλησον πρὸς τοὺς πρε σβυτέρους τοῦ Ἰσραὴλ, καὶ ἐρεῖς πρὸς αὐτοὺς, Τάδε λέγει Ἀδωναῒ Κύριος·
'Son of man, speak to the elders of Israel, and you shall say to them, Thus says Adonai the Lord:'
「人子啊,你要對以色列的長老說話,並要對他們說:主阿多乃如此說:」
1:1729
Εἰ ἐπερωτῆσαί με ὑμεῖς ἔρχεσθε, ζῶ ἐγὼ εἰ ἀποκριθήσομαι ὑμῖν, λέγει Κύριος
'Are you come to inquire of me? As I live, I will not answer you, says the Lord.'
「你們是來求問我嗎?主說:我指著我的永生起誓,我必不應允你們。」
1:1730
Εἰ ἐκδικήσεις αὐτοὺς ἐκδικήσει, υἱὲ ἀνθρώπου, εἰ ἐκδικήσεις αὐτούς
'Will you take vengeance on them, with vengeance take vengeance, son of man? Will you take vengeance on them?'
「人子啊,你要審判他們嗎?你要施行審判嗎?你要審判他們嗎?」
1:1731
Λίαν ἁρ μόττει τουτοισὶ τοῖς λόγοις τὸ ὑπὸ τοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν εἰρημένον·
Very fittingly does that which was spoken by God our Saviour accord with these very words:
我們的救主神所說的話,正與這些話極其相合:
1:1732
Οὐ πᾶς ὁ λέγων μοι, Κύριε, Κύριε, εἰσελεύσεται εἰς τὴν βασιλείαν τοῦ Θεοῦ·
'Not everyone who says to me, Lord, Lord, shall enter into the kingdom of God;'
「凡稱呼我『主啊,主啊』的人,不都能進神的國;」
1:1733
Τοῦτο καὶ ὁ Σεδεκίας πολλάκις πεποίηκε, καὶ ὁρκώσας τὸν Ἱερεμίαν τὰ τῷ Θεῷ δοκοῦντα σαφῶς αὐτῷ προ μηνύσαι, μαθὼν τὰ κελευσθέντα, τἀναντία τούτων εἰργάσατο·
This too Zedekiah did many times, and having put Jeremiah under oath to declare to him plainly the things that seemed good to God, when he had learned what was commanded, he did the contrary of these;
西底家也曾多次這樣行,他叫耶利米起誓,要明明地把神所定意的事告訴他,及至他得知所吩咐的,卻反其道而行;
1:1734
καὶ οἱ εἰς Αἴγυπτον δὲ μετὰ τὴν αἰχμα λωσίαν εἰσελθόντες ταυτὸ τοῦτο τετολμήκασι
and those who went into Egypt after the captivity dared this same thing.
那些在被擄之後進入埃及的人,也膽敢行了同樣的事。
1:1735
Τούτου χάριν ὁ τῶν ὅλων Θεὸς ἀποκρίνασθαι τούτοις οὐ βού λεται·
For this reason the God of all does not will to answer them;
因這緣故,那萬有的神不願應允他們;
1:1736
αὐτὸς γὰρ οἶδε, κατὰ τὴν τῶν ἱερῶν Εὐαγγε λίων διδασκαλίαν, τί ἐστιν ἐν τῷ ἀνθρώπῳ
for he himself knows, according to the teaching of the sacred Gospels, what is in man.
因為照著聖福音的教訓,祂自己知道人裡面有甚麼。
1:1737
Τοῦτο γὰρ ἐσήμανεν εἰρηκώς·
For this he signified when he said:
因為這正是祂所說之話的含意:
1:1738
Εἰ ἐκδικήσεις αὐτοὺς ἐκδικήσει, υἱὲ ἀνθρώπου, εἰ ἐκδικήσεις αὐτούς· ἀντὶ τοῦ, Μὴ φροντίσῃς αὐτῶν, οἷα δὴ κηδεμὼν αὐ τῶν ὑπάρχων, μὴ δέξῃ αὐτῶν τὴν ἐρώτησιν
'Will you take vengeance on them, with vengeance take vengeance, son of man? Will you take vengeance on them?' — that is to say, Do not concern yourself with them, as though you were their guardian; do not accept their inquiry.
「人子啊,你要審判他們嗎?你要施行審判嗎?你要審判他們嗎?」意思就是:不要顧念他們,彷彿你是他們的護衛者一般;不要接受他們的求問。
1:1739
Τὰς δὲ ἀνομίας, φησὶ, τῶν πατέρων αὐ τῶν διαμάρτυραι αὐτοῖς
'But the iniquities of their fathers,' he says, 'testify against them.'
他說:「至於他們列祖的罪孽,你要向他們作見證。」
1:1740
Αἰγύπτου, καὶ ἀντελαβόμην τῆς χειρὸς αὐ τῶν, λέγων, Ἐγὼ Κύριος ὁ Θεὸς ὑμῶν
'...of Egypt, and I took hold of their hand, saying, I am the Lord your God.'
「……的埃及,我便扶持他們的手,說:我是耶和華你們的神。」
1:1741
Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἀντελαβόμην αὐτῶν τῇ χειρί μου, τοῦ ἐξάγειν αὐτοὺς ἐκ γῆς Αἰγύπτου, εἰς τὴν γῆν, ἣν ἡτοίμασα αὐτοῖς, γῆν ῥέουσαν γάλα καὶ μέλι, κηρίον ἐστὶ παρὰ πᾶσαν τὴν γῆν
'In that day I took hold of them by my hand, to bring them out of the land of Egypt, into the land which I had prepared for them, a land flowing with milk and honey, it is a honeycomb above all the earth.'
「當那日,我以我的手扶持他們,領他們出埃及地,進入我為他們所預備的地,就是流奶與蜜之地,是超乎萬地的蜜房。」
1:1742
Τούτοις, φησὶν, ὦ προφῆτα, τοῖς πρὸς σὲ παραγενομένοις, καὶ τὰς ἐμὰς ὑπόδειξον εὐεργεσίας, καὶ τὰς τῶν πατέρων αὐτῶν ἀπαρίθμησαι παρανομίας·
'To these,' he says, 'O prophet, who have come to you, both point out my benefactions, and reckon up the transgressions of their fathers;'
他說:「先知啊,對這些來到你這裡的人,你既要指出我的恩惠,也要細數他們列祖的罪行;」
1:1743
καὶ τούτοις ἐχρώμην τοῖς λόγοις, ἐκείνους ἀπαλ λάξαι τῆς δουλείας βουλόμενος, τὰς δὲ ὑποσχέσεις πληρῶσαι, καὶ τὴν ἐπηγγελμένην ἀποδοῦναι γῆν, μυρίων ἀγαθῶν οὖσαν μητέρα, καὶ παντοδαποὺς καρποὺς τοῖς ἐνοικοῦσι τίκτουσαν·
'and I employed these words, wishing to deliver them from bondage, and to fulfil my promises, and to give the land that was promised, which is the mother of countless good things, and brings forth all manner of fruits to those who dwell therein;'
「我用了這些話,是願意救他們脫離奴役,並成就我的應許,賜下那所應許的地,就是無數美物之母,為那居於其中的人生出各樣的果子;」
1:1744
καὶ οὐκ ἄν τις ἁμάρτοι πάσης μὲν τῆς γῆς ἀποφαίνων κρείττονα, μελιττῶν δὲ αὐτὴν ἐργασίαν ἀποκαλῶν·
'and one would not err in declaring it better than all the earth, and in calling it a work of bees;'
「若有人宣稱它勝過全地,並稱它為蜜蜂的作工,也不算為錯;」
1:1745
τοῦτο γὰρ ἐδήλωσεν εἰρηκώς·
for this he indicated when he said:
因為這正是祂所說之話所表明的:
1:1746
Κηρίον ἐστὶ παρὰ πᾶσαν τὴν γῆν. Οὕτω προσηγόρευσε τὰ τοῦ μέλιτος πεπλη ρωμένα κηρία
'It is a honeycomb above all the earth.' Thus he designated the honeycombs filled with honey.
「是超乎萬地的蜜房。」祂如此稱那充滿了蜜的蜂房。
1:1747
Καὶ εἶπε, φησὶ, πρὸς αὐτούς·
'And he said,' he says, 'to them:'
他說:「祂又對他們說:」
1:1748
Ἕκαστος τὰ βδελύγματα τῶν ὀφθαλμῶν αὑτοῦ ἀποῤῥί ψατε, καὶ ἐν τοῖς ἐπιτηδεύμασιν Αἰγύπτου μὴ μιαίνεσθε, ἐγὼ Κύριος ὁ Θεὸς ὑμῶν
'Let each one cast away the abominations of his eyes, and do not defile yourselves with the practices of Egypt; I am the Lord your God.'
「你們各人要拋棄眼中所看為可憎之物,不可用埃及的行徑玷污自己;我是耶和華你們的神。」
1:1749
Παρῄνεσα δὲ αὐτοὺς, φησὶ, τῆς μὲν τῶν Αἰγυπτίων ἀσεβείας τὴν κοινωνίαν φυγεῖν, τὴν δὲ ἐμὴν ἐπιγνῶναι δεσπο τείαν, ταύτην αὐτοὺς διὰ σημείων καὶ θαυμάτων. διδάξας·
'I exhorted them,' he says, 'to flee the fellowship of the impiety of the Egyptians, and to acknowledge my lordship, having taught them this through signs and wonders;'
他說:「我勸戒他們,要逃離與埃及人不敬虔之事的相交,並要認識我的主權,我藉著神蹟奇事將這事教導了他們;」
1:1750
οἱ δὲ οὐδαμῶς προσέχειν ἠθέλησαν ταῖς ἐμαῖς εἰσηγήσεσι
'but they were by no means willing to give heed to my admonitions.'
「他們卻絕不肯留意我的勸誡。」
1:1751
Καὶ τοῦτο σημαίνων ἐπήγαγε·
And signifying this too, He added:
祂為了表明這一點,又接著說:
1:1752
Καὶ ἀπέστησαν ἀπ' ἐμοῦ, καὶ οὐκ ἠθέλησαν ὑπακοῦσαί μου·
And they revolted from Me, and would not hearken unto Me; not one of them cast away the abominations of his eyes, and they forsook not the practices of Egypt.
「他們卻背叛了我,不肯聽從我;他們各人並不拋棄眼中所喜愛的可憎之物,也沒有離棄埃及的行徑。」
1:1753
ἕκαστος τὰ βδελύγματα τῶν ὀφθαλμῶν αὑτοῦ οὐκ ἀπέῤῥιψε, καὶ τὰ ἐπιτηδεύ ματα Αἰγύπτου οὐ κατέλιπον
each man cast not away the abominations of his eyes, and they left not the practices of Egypt.
他們各人不拋棄眼目所貪戀的可憎之物,也不撇下埃及的行徑。
1:1754
Εἶτα διδάσκει τῆς ὀργῆς τὸ δίκαιον
Then He teaches the justice of His wrath.
接著祂教導人明白祂震怒的公義。
1:1755
Καὶ εἶπον τοῦ ἐκχέαι τὸν θυμόν μου ἐπ' αὐτοὺς, τοῦ συντελέσαι τὴν ὀργήν μου ἐν αὐτοῖς ἐν μέσῳ τῆς Αἰγύπτου. Ἔπειτα τὴν φιλαν θρωπίαν καὶ τὴν μακροθυμίαν διδάσκει, ᾗ κεχρη μένος οἰκονομεῖ τῶν ἀνθρώπων τὴν φύσιν
And I said that I would pour out My fury upon them, to accomplish My anger against them in the midst of Egypt. Then He teaches His lovingkindness and His longsuffering, which He employs in governing the nature of men.
「我便說,要將我的忿怒傾倒在他們身上,在埃及境內向他們發盡我的怒氣。」接著祂教導人認識祂的仁慈與恆久忍耐,祂以此治理人的本性。
1:1756
Καὶ ἐποίησα, ὅπως τὸ ὄνομά μου τὸ παρ άπαν μὴ βεβηλωθῇ ἐνώπιον τῶν ἐθνῶν, ὧν αὐτοί εἰσιν ἐν μέσῳ αὐτῶν, ἐφ' ὧν ἐγνώσθην πρὸς αὐ τοὺς ἐνώπιον αὐτῶν, τοῦ ἐξαγαγεῖν αὐτοὺς ἐκ γῆς Αἰγύπτου
And I acted for the sake of My name, that it should by no means be profaned before the nations, in whose midst they were, and before whose eyes I made Myself known to them, in bringing them out of the land of Egypt.
「我這樣行,是為了我的名的緣故,免得我的名在他們所寄居的列國眼前被褻瀆,就是我曾在那些列國眼前向他們顯明自己、將他們從埃及地領出來的地方。」
1:1757
Ἐβουλήθην, φησὶν, ἀπειθήσαντας παραυτίκα κολάσαι·
I purposed, He says, to chastise them at once when they proved disobedient;
祂說:我本想在他們悖逆之時立刻懲罰他們;
1:1758
ἐπειδὴ δὲ λαὸς ἐμὸς ἐχρημά τιζε, δίκας αὐτοὺς ἐπὶ τῶν δυσμενῶν οὐκ ἐπραξά μην, ἵνα τὸ παράπαν τὸ ὄνομά μου μὴ βεβηλωθῇ ἐνώπιον τῶν ἐθνῶν, οἷς οὗτοι συνῴκουν·
but since they were called My people, I did not exact justice upon them in the presence of their enemies, lest My name should in any way be profaned before the nations among whom they dwelt;
但因他們被稱為我的子民,我便沒有在仇敵面前對他們施行刑罰,免得我的名在他們所同住的列國面前受任何褻瀆;
1:1759
ἵνα μὴ πρόφασις, φησὶ, τῆς κατ' ἐμοῦ βλασφημίας ἡ τού των γένηται τιμωρία·
so that, He says, the punishment of these might not become an occasion for blasphemy against Me;
祂說:免得對他們的刑罰成為褻瀆我的藉口;
1:1760
ἤθελον γὰρ διὰ τῆς περὶ τού τους εὐεργεσίας κἀκείνων μεταβαλεῖν τὰ φρονήματα·
for I wished, through the benefits shown to these, to change also the minds of those others.
因為我盼望藉著加於他們身上的恩惠,也能改變那些外邦人的心意。
1:1761
ταῦτα δὲ ἡμᾶς ἐναργέστερον διδάσκει τὸ τῆς Ἐξόδου βιβλίον
These things the book of Exodus teaches us more plainly.
這些事,《出埃及記》教導我們更為清楚。
1:1762
ταύτῃ τοίνυν, φησὶ, τῇ μακροθυμίᾳ χρησάμενος·
Therefore, He says, having employed this longsuffering:
祂說:因此,我既施行了這樣的恆久忍耐:
1:1763
Τοῦτον ἐξήγαγον ἐκ γῆς Αἰγύπτου
This people I brought out of the land of Egypt.
我便將這民從埃及地領了出來。
1:1764
Καὶ ἐξήγαγον αὐτοὺς ἐκ γῆς Αἰγύπτου
And I brought them out of the land of Egypt.
「我將他們從埃及地領了出來。」
1:1765
Καὶ ἤγαγον αὐτοὺς εἰς τὴν ἔρημον
And I led them into the wilderness.
「我又領他們進入曠野。」
1:1766
Καὶ ἔδωκα αὐτοῖς τὰ προστάγματά μου, καὶ τὰ δικαιώματά μου ἐγνώρισα αὐτοῖς, ὃς ἐὰν ποιήσῃ αὐτὰ ἄν θρωπος, καὶ ζήσεται ἐν αὐτοῖς
And I gave them My statutes, and made known to them My ordinances, which, if a man do them, he shall even live in them.
「我將我的律例賜給他們,又把我的典章指示他們;人若遵行,就必因此存活。」
1:1767
Καὶ Σάββατά μου ἔδωκα αὐτοῖς, τοῦ εἶναι εἰς σημεῖον ἀναμέ σον ἐμοῦ καὶ ἀναμέσον αὐτῶν, τοῦ γνῶναι ὅτι ἐγὼ Κύριος ὁ ἁγιάζων αὐτούς
And I gave them My Sabbaths, to be for a sign between Me and between them, that they might know that I am the Lord who sanctifies them.
「我又將我的安息日賜給他們,作為我與他們之間的記號,使他們知道我是叫他們成聖的耶和華。」
1:1768
Ἐλευθερώσας αὐ τοὺς, φησὶ, τῆς πικρᾶς ἐκείνης δουλείας, ὡς ἐν πα λαίστρᾳ τινὶ, ἐν τῇ ἐρήμῳ τοῖς ἀγαθοῖς καὶ ὠφε λίμοις νόμοις ἐπαιδοτρίβουν, ζωὴν αὐτοῖς διὰ τῆς τούτων φυλακῆς μηχανώμενος·
Having freed them, He says, from that bitter bondage, as in some wrestling-school I trained them in the wilderness in good and profitable laws, contriving life for them through the keeping of these;
祂說:我既救他們脫離那苦毒的奴役,就如同在角力場中一般,在曠野裡以美善有益的律法操練他們,藉著他們遵守這些律法,為他們謀求生命;
1:1769
ζωῆς γὰρ ὑπῆρχον οἱ νόμοι παρεκτικοί
for the laws were bestowers of life.
因為那些律法正是賜予生命的。
1:1770
Προστάγματα δὲ αὐτὰ καὶ δικαιώματα προσηγόρευσεν
And He named them statutes and ordinances.
祂稱這些為律例和典章。
1:1771
Οὐ γὰρ ἕτερα τὰ προσ τάγματα, καὶ ἄλλα τὰ δικαιώματα, ἀλλὰ τὰ αὐτὰ διαφόροις ὀνόμασι κέκληται
For the statutes are not one thing and the ordinances another, but the same are called by different names.
因為律例並非一物、典章另是一物,而是同一事物以不同名稱稱呼。
1:1772
δικαιώματα δὲ, οὐ μόνον ὡς ἐνδίκως γραφέντα, καὶ τὸ δίκαιον ἔχοντα, ἀλλὰ καὶ ὡς δικαιοῦν τὸν κατορθοῦντα δυνάμενα
and 'ordinances' (dikaiomata), not only as being justly written and possessing what is right, but also as being able to justify the one who acts rightly.
至於稱為「典章」(dikaiomata),不僅因它們是公正地寫成、含有公義,也因它們能使遵行的人稱義。
1:1773
Ἀναγκαῖον δὲ ἐπιστῆσαι, ὅτι τῶν προσταγμάτων τούτων, καὶ τῶν δικαιωμάτων τῶν ζωὴν τοῖς φυ λάττουσι παρέχειν δυναμένων, τὰ Σάββατα διεχώρι σεν
It is necessary to note that, from these statutes and ordinances which are able to bestow life on those who keep them, He set the Sabbaths apart.
必須留意的是,在這些能將生命賜給遵守者的律例與典章之中,祂將安息日分別了出來。
1:1774
δικαιώματά μου ἐγνώρισα αὐτοῖς, καὶ τὸ ἐκ τούτων δηλώσας κέρδος·
I made known to them My ordinances, having also declared the gain that comes from them:
「我把我的典章指示他們」,並且說明遵行這些所帶來的益處:
1:1775
Ὃς ἂν ποιήσῃ αὐτὰ ἄνθρωπος, καὶ ζήσεται ἐν αὐτοῖς· τότε ἐπήγαγε·
Whoever, being a man, shall do them, he shall even live in them; then He added:
「凡人若遵行,就必因此存活」;接著祂又說:
1:1776
Καὶ τὰ Σάββατά μου δέδωκα αὐτοῖς. Καὶ οὐκ εἶπεν, Ἵνα φυλάξαντες ζήσωσιν ἐν αὐτοῖς·
And My Sabbaths I gave them. And He did not say, That keeping them they might live in them;
「我又將我的安息日賜給他們。」祂並沒有說:使他們藉遵守安息日而得存活;
1:1777
ἀλλ' Ἵνα ᾖ εἰς σημεῖον ἀναμέσον ἐμοῦ καὶ ἀναμέσον αὐτῶν, καὶ γνῶναι αὐτοὺς, ὅτι ἐγὼ Κύριος ὁ ἁγιάζων αὐ τούς. Τὴν γὰρ τῶν Σαββάτων αὐτοῖς ἀργίαν ἐνομοθέτησα, οὐχ ὡς ζωὴν αὐτοῖς παρέχειν δυναμέ νην, ἀλλ' ἵνα τὸ ἰδιάζον τῆς πολιτείας χωρίζῃ μὲν αὐτοὺς τῶν ἐθνικῶν ἐπιτηδευμάτων, τῶν δὲ ἐμῶν εὐεργεσιῶν εἰς μνήμην ἄγῃ·
but, That it might be for a sign between Me and between them, and that they might know that I am the Lord who sanctifies them. For I ordained for them the Sabbath rest, not as being able to bestow life on them, but that the distinctive mark of their polity might separate them from the practices of the nations, and lead them to the remembrance of My benefits;
而是說:「使它作為我與他們之間的記號,好叫他們知道我是叫他們成聖的耶和華。」因為我為他們設立安息日的止息,並非因它能賜他們生命,而是要藉著他們政體的獨特之處,把他們與外邦人的行徑分別開來,並使他們記念我的種種恩惠;
1:1778
τῇ γὰρ ἀργίᾳ τῶν σαρκικῶν, καὶ τῇ τοῦ Θεοῦ προσεδρίᾳ καὶ τῇ τῶν θείων λογίων ἀκροάσει, τὸ κέρδος ἐλάμβανον, μαν θάνοντες ἐκ τῶν θείων λογίων, καὶ ποιητὴν εἶναι τὸν Θεὸν, καὶ εὐεργέτην·
for by resting from carnal affairs, by attendance upon God, and by the hearing of the divine oracles, they received the gain, learning from the divine oracles both that God is the Maker and the Benefactor;
因為藉著止息肉體的事務、專心親近神、並聆聽神的聖言,他們便得著益處,從神的聖言中學到神既是創造者,又是施恩者;
1:1779
οὐ τοίνυν ἁπλῶς ἡ ἀργία ζωο ποιός·
therefore it is not the mere rest that gives life;
所以單單止息並不能賜人生命;
1:1780
ἀλλ' ἡ τοῦ Θεοῦ προσεδρία
but attendance upon God.
而是專心親近神才能。
1:1781
Καὶ εἶπον, φησὶ, πρὸς τὸν οἶκον τοῦ Ἰσραὴλ ἐν τῇ ἐρήμῳ·
And I said, He says, to the house of Israel in the wilderness:
祂說:「我在曠野對以色列家說:
1:1782
Ἐν τοῖς προστάγμασί μου πορεύεσθε. ιγʹ
Walk in My statutes. (13)
『你們要遵行我的律例。』」(十三)
1:1783
Καὶ παρεπίκρανάν με ὁ οἶκος τοῦ Ἰσραὴλ ἐν τῇ ἐρήμῳ·
And the house of Israel provoked Me in the wilderness;
「以色列家卻在曠野惹我發怒;
1:1784
ἐν τοῖς προστάγμασί μου οὐκ ἐπορεύθησαν, καὶ τὰ δικαιώματά μου ἀπώσαντο, ἃ ποιήσει αὐτὰ ἄνθρωπος, καὶ ζήσεται ἐν αὐτοῖς, καὶ τὰ Σάββατά μου ἐβεβήλωσαν σφόδρα
in My statutes they walked not, and they rejected My ordinances, which, if a man do them, he shall even live in them, and My Sabbaths they exceedingly profaned.
他們不遵行我的律例,反倒棄絕我的典章,就是人若遵行必因此存活的典章,並且大大褻瀆我的安息日。」
1:1785
Πάλιν κἀνταῦθα κεχωρισμένως ἐμνήσθη τῶν Σαββάτων, οὐ συνάψας αὐτὰ τοῖς ἄλλοις δικαιώμασιν·
Again here too He mentioned the Sabbaths separately, not joining them with the other ordinances;
在此祂又再次分別地提到安息日,並未將它們與其他典章連在一起;
1:1786
οὔτε γὰρ ζωοποιὰ ταῦτα ὡς ἐκεῖνα, ἀλλὰ πολιτείας ἰδιάζοντά τινα περιέχοντα χαρακτῆρα
for these are not life-giving as those are, but contain a certain distinctive character of their polity.
因為安息日並不像那些典章一樣賜予生命,而是含有他們政體某種獨特的特徵。
1:1787
Τὸ μὲν γὰρ, Οὐ μοιχεύσεις, οὐ φονεύσεις, οὐ κλέψεις, καὶ τὰ ἄλλα τὰ τούτοις συνημμένα, καὶ τοὺς ἄλλους ἀνθρώπους ὁ τῆς φύσεως ἐδίδασκε νόμος·
For the commandments, Thou shalt not commit adultery, Thou shalt not kill, Thou shalt not steal, and the others joined with these, the law of nature taught the rest of mankind as well;
因為「不可姦淫、不可殺人、不可偷盜」以及與之相連的其他誡命,本性的律法連其餘的世人也一同教導了;
1:1788
τῆς δὲ τοῦ Σαββάτου φυλακῆς οὐχ ἡ φύσις διδάσκαλος, ἀλλ' ἡ θέσις τοῦ νόμου·
but of the keeping of the Sabbath nature is not the teacher, but the ordinance of the law;
但論到守安息日,教師卻不是本性,而是律法的頒定;
1:1789
κατὰ τὰ ἄλλα τοίνυν τοῖς ἄλλοις κοινωνοῦν τες, κατὰ τὴν τοῦ Σαββάτου φυλακὴν, ἰδίαν τινὰ πο λιτείαν ἔχειν ἐδόκουν
therefore, while sharing with the rest in the other matters, in the keeping of the Sabbath they were seen to have a certain polity peculiarly their own.
所以他們雖在其他事上與眾人相同,卻在守安息日這件事上顯得擁有某種專屬自己的政體。
1:1790
Οὐδὲν γὰρ τῶν ἄλλων ἐθνῶν ταύτην ἐφύλαττε τὴν ἀργείαν
For none of the other nations kept this rest.
因為別的列國沒有一國守這止息。
1:1791
Οὐδὲ ἡ περιτομὴ οὕ τως αὐτοὺς τῶν ἄλλων ἐχώριζεν, ὡς τὸ Σάββατον·
Nor did circumcision so separate them from the rest as the Sabbath did;
割禮也不像安息日那樣使他們與眾人分別;
1:1792
τὴν γὰρ περιτομὴν καὶ Ἰδουμαῖοι πάντες εἶχον, ἀπὸ τοῦ Ἡσαῦ τὸ γένος κατάγοντες·
for circumcision all the Idumeans also had, deriving their race from Esau;
因為所有以東人也都行割禮,他們的族系源出以掃;
1:1793
καὶ Ἰσμαηλῖται ὡσαύτως, καὶ Αἰγύπτιοι δὲ παρὰ Ἰουδαίων ταύτην μαθόντες φυλάττειν ἐσπούδαζον
and the Ishmaelites likewise, and the Egyptians too, having learned it from the Jews, were zealous to keep it.
以實瑪利人也是如此,就連埃及人也從猶太人學了這禮,殷勤遵守。
1:1794
Καὶ τοῦτο ὁ Θεὸς διὰ τοῦ προφήτου Ἱερεμίου δεδήλωκεν, εἰπών·
And this God made clear through the prophet Jeremiah, saying:
神也藉著先知耶利米表明了這一點,說:
1:1795
Καὶ ἐπισκέψομαι ἐπὶ πάντας περιτετμημένους ἀκροβυ στίαν αὐτῶν, ἐπ' Αἴγυπτον, καὶ ἐπὶ Ἐδὼμ, καὶ τὰ ἑξῆς
And I will visit upon all that are circumcised in their uncircumcision, upon Egypt, and upon Edom, and so forth.
「我必刑罰一切受過割禮卻仍存包皮的人,就是刑罰埃及和以東」等等。
1:1796
Τὴν δὲ τοῦ Σαββάτου φυλακὴν μόνον τὸ Ἰου δαίων ἐφύλαττεν ἔθνος
But the keeping of the Sabbath the Jewish nation alone observed.
唯有守安息日這件事,只有猶太民族遵守。
1:1797
Εἶτα διδά σκει μὲν τὴν δικαίαν ὀργὴν, διδάσκει δὲ καὶ τὴν ἄῤ ῥητον ἀγαθότητα
Then He teaches, on the one hand, His just wrath, and, on the other, His ineffable goodness.
接著祂一面教導人明白祂公義的震怒,一面又教導人認識祂那不可言喻的良善。
1:1798
Καὶ εἶπον τοῦ ἐκχέαι τὸν θυμόν μου ἐπ' αὐτοὺς ἐν τῇ ἐρήμῳ, τοῦ ἐξαναλῶσαι αὐτούς
And I said that I would pour out My fury upon them in the wilderness, to consume them utterly.
「我便說,要在曠野將我的忿怒傾倒在他們身上,將他們滅盡。」
1:1799
Καὶ ἐποίησα ὅπως τὸ ὄνομά μου τὸ παράπαν μὴ βεβηλωθῇ ἐνώπιον τῶν ἐθνῶν, ὧν ἐξήγαγον αὐτοὺς κατ' ὀφθαλμοὺς αὐτῶν
And I acted for the sake of My name, that it should by no means be profaned before the nations, in whose sight I had brought them out.
「我這樣行,是為了我的名的緣故,免得我的名在我曾當著眼前領他們出來的列國面前被褻瀆。」
1:1800
Καὶ ταῦτα δὲ ὁ θεσπέσιος διδάσκει Μωσῆς, λέγων εἰρηκέναι τὸν Θεόν·
And these things also the divinely inspired Moses teaches, saying that God had said:
這些事,蒙神默示的摩西也一同教導了,說神曾如此說:
1:1801
Καὶ νῦν ἔασόν με, καὶ θυμωθεὶς ὀργῇ ἐκτρίψω αὐτοὺς, καὶ ποιήσω σε εἰς ἔθνος μέγα. Εἶτα τὴν οἰκείαν ἱκετείαν διέξεισι, καὶ τῷ τέλει προστίθησιν, ὅτι·
And now let Me alone, and being kindled with wrath I will destroy them, and I will make thee into a great nation. Then he recounts his own supplication, and at the end adds that:
「如今你且由著我,我要發烈怒將他們滅絕,卻要使你成為大國。」接著摩西述說自己的懇求,並在末了補上說:
1:1802
Ἐὰν πατάξῃς αὐτοὺς, ἀκού σεται Αἴγυπτος, καὶ ἐρεῖ·
If Thou shalt smite them, Egypt will hear, and will say:
「你若擊殺他們,埃及必聽見,並且要說:
1:1803
Παρὰ τὸ μὴ δυνηθῆναι Κύριον εἰσαγαγεῖν αὐτοὺς εἰς τὴν γῆν, ἣν ἐπηγ γείλατο τοῖς πατράσιν αὐτῶν, κατηνάλωσεν αὐ τοὺς ἐν τῇ ἐρήμῳ. Τοῦτο καὶ ἐνταῦθα παρεδήλω σεν εἰπών·
Because the Lord was not able to bring them into the land which He had promised to their fathers, He consumed them in the wilderness. This too He here intimated, saying:
『因為耶和華不能把他們領進所應許他們列祖之地,就在曠野把他們滅絕了。』」這一點祂在此也隱約表明了,說:
1:1804
Καὶ ἐποίησα ὅπως τὸ ὄνομά μου τὸ παράπαν μὴ βεβηλωθῇ ἐνώπιον τῶν ἐθνῶν, ὧν ἐξ ήγαγον αὐτοὺς κατ' ὀφθαλμοὺς αὐτῶν. Εἶτα δι ηγεῖται πλατύτερον, ὅτι βουληθεὶς πανωλεθρίᾳ πάντας αὐτοὺς ὑποβαλεῖν ἐν τῇ ἐρήμῳ, ὡς καὶ τὰ ζωῆς χορηγὰ δικαιώματα πατήσαντας, καὶ τὰ Σάββατα βεβηλώσαντας
And I acted for the sake of My name, that it should by no means be profaned before the nations, in whose sight I brought them out. Then He relates more fully that, though He had purposed to subject them all to utter destruction in the wilderness, inasmuch as they had trampled upon the ordinances that bestow life and had profaned the Sabbaths.
「我這樣行,是為了我的名的緣故,免得我的名在我曾當著眼前領他們出來的列國面前被褻瀆。」接著祂更詳細地敘述說:祂雖曾定意要在曠野使他們全都遭受徹底的毀滅,因為他們踐踏了那賜生命的典章,又褻瀆了安息日。
1:1805
Καὶ πάλιν τῶν Σαββάτων χωρὶς μνη μονεύσας, ἐπάγει·
And again, having mentioned the Sabbaths separately, He adds:
祂又再次分別地提到安息日,然後接著說:
1:1806
Καὶ ἐφείσατο αὐτῶν ὁ ὀφθαλμός μου, τοῦ μὴ ἐξαλεῖψαι αὐτοὺς, καὶ οὐκ ἐποίησα αὐτοὺς εἰς συντέλειαν ἐν τῇ ἐρήμῳ
Yet My eye spared them, so as not to blot them out, and I did not make them to be for a consummation in the wilderness.
「然而我的眼顧惜他們,不將他們塗抹,也不在曠野把他們滅盡。」
1:1807
διεφύλαξε, καὶ εἰς τὴν ἐπηγγελμένην τοῖς προγόνοις εἰσήγαγε γῆν
He preserved them, and brought them into the land promised to their forefathers.
祂保全了他們,並領他們進入所應許他們祖先之地。
1:1808
Καὶ εἶπον, φησὶ, πρὸς τὰ τέκνα αὐτῶν ἐν τῇ ἐρήμῳ·
And I said, He says, to their children in the wilderness:
祂說:「我在曠野對他們的兒女說:
1:1809
Ἐν τοῖς νομίμοις τῶν πατέρων ὑμῶν μὴ πορεύεσθε, καὶ τὰ δικαιώματα αὐτῶν μὴ φυλάττεσθε, καὶ ἐν τοῖς ἐπιτηδεύμασιν αὐτῶν μὴ συναναμίγνυσθε
Walk not in the customs of your fathers, and keep not their ordinances, and mingle not yourselves with their practices;
『不要遵行你們列祖的規條,不要謹守他們的典章,也不要與他們的行徑混雜;
1:1810
ἐν τοῖς προστάγμασί μου πορεύεσθε, καὶ τὰ δι καιώματά μου φυλάττεσθε, καὶ ποιεῖτε αὐτά
walk in My statutes, and keep My ordinances, and do them.
你們要遵行我的律例,謹守我的典章,並且遵行它們。』」
1:1811
Καὶ τὰ Σάββατά μου ἁγιάζετε αὐτὰ, καὶ ἔσται εἰς σημεῖον ἐμοῦ καὶ ἀναμέσον ὑμῶν, τοῦ γι νώσκειν ὅτι ἐγὼ Κύριος ὁ Θεὸς ὑμῶν
And My Sabbaths sanctify ye, and it shall be for a sign between Me and between you, that ye may know that I am the Lord your God.
「『你們也要以我的安息日為聖,這便作為我與你們之間的記號,使你們知道我是耶和華你們的神。』」
1:1812
Καὶ τοῖς τέκνοις δὲ αὐτῶν, φησὶ, τῆς τῶν πατέρων χωρισθεῖσι διδασκαλίας, παρῄνουν ἐν τῇ ἐρήμῳ, καὶ συνεβού λευον ἀπαλλαγῆναι μὲν τῶν πατρῴων ἠθῶν, τὴν δὲ ἐμὴν δεσποτείαν ἐπιγνῶναι, καὶ τοῖς ἐμοῖς προστά γμασιν ἕπεσθαι, καὶ τὰ δοθέντα πληροῦν δικαιώ ματα, καὶ τῇ τῶν Σαββάτων φυλακῇ τὸ τῆς πολι τείας ἰδιάζον γνωρίζειν, καὶ ποδηγεῖσθαι πρὸς τὸν νομοθέτην διὰ τὸν νόμον·
And to their children too, He says, separated from the teaching of their fathers, I exhorted in the wilderness, and counselled them to be delivered indeed from their ancestral ways, but to acknowledge My lordship, and to follow My statutes, and to fulfil the ordinances that had been given, and to recognize, through the keeping of the Sabbaths, the distinctive mark of their polity, and to be led by the law to the Lawgiver;
祂說:對他們的兒女,就是與列祖的教導分別出來的那一代,我也在曠野勸勉他們,勸他們脫離祖傳的習俗,卻要認識我的主權,遵從我的律例,成全所賜下的典章,並藉守安息日認明他們政體的獨特之處,且藉律法被引到那立法者面前;
1:1813
ἀλλὰ καὶ οὗτοι, φησὶ, τῶν νόμων τούτων καταφρονοῦντες διετέλεσαν
but these too, He says, continued to despise these laws.
祂說:然而這一代也同樣一直藐視這些律法。
1:1814
Καὶ παρεπίκρανάν με καὶ τὰ τέκνα αὐ τῶν·
And their children also provoked Me;
「他們的兒女也惹我發怒;
1:1815
ἐν τοῖς προστάγμασί μου οὐκ ἐπορεύθη σαν, καὶ τὰ δικαιώματά μου οὐκ ἐφυλάξαντο τοῦ ποιῆσαι αὐτὰ, ἃ ποιήσει ἄνθρωπος αὐτὰ, καὶ ζήσεται ἐν αὐτοῖς, καὶ τὰ Σάββατά μου ἐβεβή. λωσαν
in My statutes they walked not, and My ordinances they kept not, so as to do them, which, if a man do them, he shall even live in them, and My Sabbaths they profaned.
他們不遵行我的律例,也不謹守遵行我的典章,就是人若遵行必因此存活的典章,並且褻瀆我的安息日。」
1:1816
Εἶτα προστίθησιν, ὅτι καὶ τούτους πάλιν δίκας ἐβουλήθην εἰσπράξασθαι τῆς ἀσεβείας, καὶ τοὺς μὲν αἰχμαλωσίᾳ, τοὺς δὲ σφαγῇ παραδοῦναι
Then He adds that these also, in turn, He had purposed to bring to justice for their impiety, and to deliver some of them to captivity, and others to slaughter.
接著祂又補充說:對這一代,祂也照樣定意要為他們的不敬虔追討刑罰,要把一部分人交於擄掠,另一部分人交於刀劍。
1:1817
Τοῦτο γὰρ ἐσήμανεν εἰρηκώς·
For this He signified when He said:
因為祂說這話時所表明的正是此意:
1:1818
Καὶ ἐξῆρα τὴν χεῖρά μου ἐπ' αὐτοὺς ἐν τῇ ἐρήμῳ, τοῦ διασκορπίσαι αὐτοὺς ἐν τοῖς ἔθνεσι, καὶ διασπεῖραι αὐτοὺς ἐν ταῖς χώραις
And I lifted up My hand against them in the wilderness, to scatter them among the nations, and to disperse them in the countries.
「我便在曠野向他們舉手起誓,要把他們分散在列國中,四散在各地。」
1:1819
Ἵνα δὲ μή τις ἐντεῦθεν βλάβη καὶ Αἰγυπτίοις γένηται, καὶ Χα ναναίοις, τοῦτο μὲν, φησὶν, οὐκ ἐποίησα, ἀλλὰ, κεʹ
But lest from this some harm should come to the Egyptians also, and to the Canaanites, this indeed, He says, I did not do, but, (25)
但恐怕由此對埃及人和迦南人也造成損害,祂說:這事我確實沒有做,反倒,(二十五)
1:1820
Καὶ δέδωκα αὐτοῖς προστάγματα οὐ καλὰ, καὶ δικαιώματα ἐν οἷς οὐ ζήσονται ἐν αὐ τοῖς
And I gave them statutes that were not good, and ordinances in which they shall not live.
「我又將那不美的律例,和他們不能因此存活的典章賜給他們。」
1:1821
Τινὲς οὖν ταῦτα εἰς τὴν τῶν εἰδώλων ἔλαβον θεραπείαν, τὸ ἔδωκα ἀντὶ τοῦ συνεχώρησα νενοη κότες·
Some, therefore, have taken these words as referring to the worship of idols, understanding the phrase 'I gave' in the sense of 'I permitted.'
因此有些人把這些話理解為指向偶像的敬拜,把「我賜給」一語領會為「我容許」的意思。
1:1822
δῆλοι δέ εἰσιν οὐδαμῶς τὴν τῶν εἰρημένων κατειληφότες διάνοιαν
But it is quite plain that they have not grasped the meaning of what was said.
然而顯而易見,他們並未掌握所說之言的真義。
1:1823
Τὴν γὰρ ἀσεβῆ τῶν εἰδώλων θρησκείαν οὐδεὶς ἂν εὖ φρονῶν εἴποι οὐ καλὴν, ἀλλὰ λίαν κακήν
For the impious worship of idols no one in his right mind would call good, but exceedingly evil.
因為偶像那不敬虔的崇拜,凡神智清明的人都不會稱之為善,反而稱之為極其邪惡。
1:1824
Οὐ τοίνυν ἡ τῆς σοφίας πηγὴ, τῆς εὐ σεβείας ὁ νομοθέτης, ὁ τῆς ἀσεβείας κατήγορος, τὴν ἐσχάτην ἀσέβειαν οὐ καλὴν προσηγόρευσεν·
The fountain of wisdom, then, the lawgiver of piety, the accuser of impiety, did not call the utmost impiety good; for He names it the very boundary of wickedness.
所以,智慧的泉源、敬虔的立法者、不敬虔的控告者,斷不會把那極致的不敬虔稱為善的;因為祂稱之為邪惡的極限。
1:1825
ὅρον γὰρ αὐτὴν ὀνομάζει κακίας
For He names it the very limit of vice.
因為祂稱它為罪惡的界限。
1:1826
Ἄλλα τοιγαροῦν ὁ λόγος αἰνίττεται
The passage, therefore, is hinting at something else.
因此,這段話乃是隱喻著別的事。
1:1827
Ἐπειδὴ γὰρ, φησὶν, ἔδωκα αὐτοῖς δικαιώ ματα ἃ ποιήσει αὐτὰ ἄνθρωπος, καὶ ζήσεται ἐν αὐτοῖς· λέγει δὲ διὰ τούτων τοὺς δέκα λόγους τοῦ νόμου·
For 'Since,' He says, 'I gave them statutes which a man shall do, and shall live by them'—and by these words He means the ten precepts of the law—
因為祂說:「既然我賜給他們律例,人若遵行就必因此存活」——祂藉這些話所指的乃是律法的十誡——
1:1828
παρέβησαν δὲ ταῦτα, καὶ πατοῦντες ἀδεῶς διετέλεσαν, ἑτέροις αὐτοὺς προστάγμασι προσέδησα καὶ προσήλωσα, ζωὴν μὲν αὐτοῖς οὐδεμίαν δυναμέ νοις παρέχειν, τῇ δὲ περὶ αὐτὰ φυλακῇ τε καὶ ἀσχο λίᾳ τὴν τῶν ἀναγκαίων νόμων ἐκείνων παράβασιν παύονται
but they transgressed these, and went on trampling them without fear, I bound and nailed them to other ordinances, which are indeed unable to furnish them any life, yet by the keeping of and preoccupation with these they are held back from the transgression of those necessary laws.
但他們卻干犯了這些誡命,肆無忌憚地繼續踐踏它們,於是我便將他們捆綁釘牢在別的規條上;這些規條固然不能賜給他們任何生命,然而藉著對這些規條的謹守與操勞,他們得以止息對那些必要律法的違犯。
1:1829
Αἰνίττεται δὲ διὰ τούτων τὰς περὶ λέπρας, καὶ ὀστέου νεκροῦ, καὶ θνησιμαίου, καὶ γονοῤῥυοῦς, καὶ τῶν ἄλλων τῶν τοιούτων ἐντολὰς, καὶ τὰ συχνὰ διὰ ταῦτα περιῤῥαντήρια, καὶ τὰς ὑπὲρ τούτων προσφερομένας θυσίας·
By these He is hinting at the commandments concerning leprosy, a dead man's bone, a carcass, a bodily discharge, and other such things, and the frequent lustrations on their account, and the sacrifices offered for these.
祂藉此暗指那些關於痲瘋、死人的骨頭、屍體、漏症以及諸如此類之事的誡命,並為此而屢行的潔淨禮,以及為這些所獻上的祭物。
1:1830
περὶ γὰρ τῶν τοιούτων εἱλούμενοι φυλακὴν, οὐκ ἔθ' ὁμοίως τῶν ἀναγ καίων ἐκείνων καὶ ὠφελίμων καταφρονεῖν ἠδύναντο νόμων·
For being engaged in the observance of such things, they were no longer able in like manner to despise those necessary and beneficial laws.
因為他們既忙於謹守這樣的事,就不能再像從前那樣藐視那些必要而有益的律法了。
1:1831
διὰ τοῦτο οὐκ ἔφη δεδωκέναι αὐτοῖς προστά γματα κακὰ, ἀλλ' οὐ καλά
For this reason He did not say that He had given them evil ordinances, but 'not good.'
因此,祂並沒有說祂賜給他們邪惡的規條,而是說「不美」的規條。
1:1832
Οὔτε γὰρ κακίαν ἐδίδα σκεν, οὔτε ἀρετῆς αὐτὰ καθ' ἑαυτὰ ποιητικὰ ὄντα ἐτύγχανεν, ἀλλὰ συχνῶς φοιτᾷν εἰς τὸν θεῖον νεὼν, καὶ τῷ Θεῷ προσεδρεύειν ἠνάγκαζεν
For He was neither teaching vice, nor were these things in and of themselves productive of virtue, but they compelled the people to frequent the divine temple continually and to wait upon God.
因為祂既非在教導罪惡,這些規條本身也不能生出美德,卻是強使百姓不斷地前往神的殿,並在神面前恭候侍立。
1:1833
Ὁ γὰρ με μιάνθαι πιστεύων ἐπὶ τὴν κάθαρσιν ἔτρεχεν, ἀφ ικνούμενος δὲ μνήμην ἐλάμβανε τοῦ Θεοῦ
For he who believed himself to be defiled would run to the purification, and in coming he would receive a remembrance of God.
因為那自認為受了玷污的人,便會奔向潔淨之禮,而在前來之際,他就得著了對神的記念。
1:1834
Αὕτη δὲ ἡ μνήμη τὴν δυσσεβῆ γνώμην ἐξώριζε, καὶ τοὺς θείους νόμους φυλάττειν ἀνέπειθεν·
And this remembrance would banish the impious disposition, and persuade him to keep the divine laws.
而這記念便驅逐了那不敬虔的心念,並勸服他謹守神的律法。
1:1835
αὐτὰ τοίνυν καθ' ἑαυτὰ, οὐ καλά·
In themselves, therefore, they were not good;
所以,這些規條本身並非美善的;
1:1836
οὐ γὰρ τῷ θείῳ συνέβαινε σκο πῷ, ἀλλὰ τῇ τῶν νομοθετουμένων ἥρμοττεν ἀσθε νείᾳ·
for they did not accord with the divine purpose, but were fitted to the weakness of those for whom the laws were laid down.
因為它們並不符合神的旨意,卻是為了遷就那些領受律法之人的軟弱而制定的。
1:1837
οὐ καλὰ δὲ ὅμως αὐτὰ, οὐδὲ ἀναγκαῖα, ἦγεν δὲ ἐπὶ τὰ καλὰ καὶ ἀναγκαῖα
Yet they were not good, nor necessary, but they led on to the good and the necessary.
然而它們並非美善的,也非必要的,卻引領人歸向那美善而必要的事。
1:1838
Καὶ μιανῶ αὐτοὺς ἐν τοῖς δόμασιν, ἐν τῷ διαπορεύεσθαί με πᾶν διανοῖγον μήτραν, ὅπως ἀφανίσω αὐτοὺς, ἵνα γνῶσιν ὅτι ἐγὼ Κύ ριος
'And I will defile them in their gifts, when I cause to pass through every one that opens the womb, that I may lay them waste, that they may know that I am the Lord.'
「我要在他們的禮物上玷污他們,就是在我使一切頭生的經過之時,好叫我毀滅他們,使他們知道我是耶和華。」
1:1839
Καὶ ἐξαπέστειλα αὐτοὺς κατὰ. τὰ ἐπιτηδεύματα τῶν καρδιῶν αὐτῶν·
'And I sent them away according to the practices of their hearts';
「我便照著他們心中的行徑打發他們去了」;
1:1840
ὠφέλειαν ἐκ τῶν ἐμῶν παραινέσεων δεχομένους, εἴασα λοιπὸν αὐτοὺς τοῖς οἰκείοις ἀκο λουθεῖν λογισμοῖς, κυβερνᾷν αὐτοὺς οὐκ ἀνεχόμενος·
that is: since they gained no benefit from My exhortations, I henceforth left them to follow their own reasonings, no longer enduring to guide them.
意即:既然他們從我的勸戒中未得益處,我此後便任憑他們隨從自己的思慮,不再願意引導他們。
1:1841
τοῦτο καὶ ἐνταῦθα παρεδήλωσεν εἰρηκώς·
This too He indicated here when He said:
祂在此也表明了這一點,說:
1:1842
Μιανῶ αὐτοὺς ἐν τοῖς δόμασιν αὐτῶν. Σαφέστερον δὲ τοῦτο ὁ Ἀκύλας ἡρμήνευσεν εἰρηκώς·
'I will defile them in their gifts.' And Aquila rendered this more clearly when he said:
「我要在他們的禮物上玷污他們。」亞居拉把這句翻譯得更為清楚,他說:
1:1843
Καὶ ἐμίανα αὐτοὺς ἐν τοῖς δόγμασιν αὐτῶν, ἐν τῷ παραγαγεῖν πᾶν διανοῖγον μήτραν·
'And I defiled them in their decrees, in causing to pass over every one that opens the womb';
「我在他們的定例上玷污了他們,就是在使一切頭生的越過之時」;
1:1844
συνεχώρησα γὰρ αὐτοῖς μιαίνε σθαι τοῖς σφῶν ἐπιτηδεύμασιν ἐν τῷ διὰ πυρὸς παρ άγειν τὰ παιδία, καὶ τὰ πρωτότοκα τῶν παίδων προσφέρειν τοῖς δαίμοσι, τὰς ἀξίας αὐτοῖς λοιπὸν προσφέρων τιμωρίας
for I permitted them to be defiled by their own practices, in passing their children through the fire and offering the firstborn of their children to the demons, thereupon bringing on them the fitting punishments.
因為我容許他們藉自己的行徑受玷污,就是使兒女經過火,並將頭生的孩子獻給鬼魔,於是我便將相稱的刑罰加在他們身上。
1:1845
Τάδε λέγει Ἀδωναῒ Κύριος·
'Thus says Adonai the Lord:
「主耶和華如此說:
1:1846
Ἕως καὶ τούτουπαρώργισάν με οἱ πατέρες ὑμῶν ἐν τοῖς πα ραπτώμασιν αὐτῶν, ἐν οἷς παρέπεσον εἰς ἐμέ
In this too your fathers provoked Me by their transgressions, wherein they trespassed against Me.'
你們的列祖在這事上又褻瀆我,就是在他們得罪我的過犯上。」
1:1847
Καὶ εἰσήγαγον αὐτοὺς εἰς γῆν εἰς ἣν ἦρα τὴν χεῖρά μου τοῦ δοῦναί με αὐτὴν αὐτοῖς, καὶ εἶ δον πάντα βουνὸν ὑψηλὸν, καὶ πᾶν ξύλον κα τάσκιον, καὶ ἔθυσαν ἐκεῖ τοῖς θεοῖς αὑτῶν, καὶ ἔταξαν ἐκεῖ θυμὸν δώρων αὑτῶν, καὶ ἔθεντο ἐκεῖ ὀσμὴν εὐωδίας αὑτῶν, καὶ ἔσπεισαν ἐκεῖ σπονδὰς αὑτῶν
'And I brought them into the land, concerning which I lifted up My hand to give it to them; and they saw every high hill and every shady tree, and they sacrificed there to their gods, and they set there the provocation of their offerings, and they placed there the savour of their sweet odour, and they poured out there their drink offerings.'
「我領他們到我曾起誓應許賜給他們的地;他們看見各高岡、各茂密的樹,就在那裡向自己的神明獻祭,在那裡擺設他們獻物以惹我發怒,在那裡獻上他們馨香之氣,並在那裡澆奠他們的奠祭。」
1:1848
Οὐκ ἠρκέσθησαν, φησὶ, τῇ ἐν Αἰγύπτῳ ἀντιλογίᾳ, καὶ ταῖς ἐν τῇ ἐρήμῳ παρανο μίαις, ἀλλὰ καὶ εἰς τὴν ἐπαγγελθεῖσαν αὐτοῖς εἰσελ θόντες γῆν πολλῆς αὐτὴν ἀσεβείας ἐνέπλησαν, ἐν ἅπασι τοῖς βουνοῖς καὶ ἐν τοῖς ἄλσεσι βωμοὺς δειμά μενοι, καὶ εἴδωλα ἱδρυσάμενοι, καὶ σπονδὰς αὐτοῖς καὶ θυσίας διαφόρους προσενεγκόντες
They were not satisfied, He says, with their gainsaying in Egypt and their transgressions in the wilderness, but even upon entering into the land promised to them they filled it with much impiety, building altars on all the hills and in the groves, setting up idols, and offering to them drink offerings and various sacrifices.
祂說:他們既不以在埃及的頂撞和在曠野的違法為滿足,反而在進入那應許給他們之地後,用許多不敬虔的事充滿了那地,在一切山岡上、樹林中築壇,設立偶像,向偶像獻上奠祭與各樣的祭物。
1:1849
Τὸ δὲ, Ἔ ταξαν ἐκεῖ θυμὸν δώρων αὑτῶν· ἀντὶ τοῦ Τοῖς πα ρανόμοις αὑτῶν ἐκείνοις δώροις τὸν ἐμὸν διήγειραν θυμόν
And the phrase 'They set there the provocation of their offerings' is equivalent to: By those lawless offerings of theirs they roused up My wrath.
至於「他們在那裡擺設他們獻物以惹我發怒」一語,其意就是:他們藉著那些違法的獻物激起了我的忿怒。
1:1850
Καὶ εἶπον πρὸς αὐτοὺς, Τί ἐστιν Ἀβαμὰ (ἢ ὡς Σύμμαχος ἔφη, τί ἐστι Βαμά), ὅτι ὑμεῖς εἰσπορεύεσθε ἐκεῖ; καὶ ἐπεκάλεσαν τὸ ὄνομα αὐτοῦ Βαμὰ ἕως τῆς σήμερον ἡμέρας
'And I said to them, What is Abama (or, as Symmachus put it, What is Bama), that you go in there? And they called its name Bama unto this present day.'
「我對他們說:你們所上的那邱壇(亞巴瑪,或如西馬庫所說:巴瑪)是什麼呢?於是那地方的名字直到今日仍稱為巴瑪。」
1:1851
Τόπος οὗτος ἐπίσημος ἐκ τῆς περὶ τὰ εἴδωλα δυσσεβείας γεγενη μένος
This is a place made notorious through the impiety concerning idols.
這是一個因偶像崇拜之不敬虔而聲名狼藉的地方。
1:1852
Εἶπεν τοίνυν αὐτοῖς, Ποῖον ἐκεῖθεν λαμβάνετε κέρδος; τίς ὑμῖν ἀπὸ τῆς Βαμὰ ὠφέλεια γενήσεται, ὅτι καὶ οὕτως αὐτὴν ἐπίσημον ἐποιήσατε, ὡς καὶ τὴν προσηγορίαν μέχρι τοῦ παρόντος βεβαίαν δια μεῖναι; λʹ, λαʹ
He said to them, then: What sort of gain do you get from there? What benefit will come to you from the Bama, that you have thus made it notorious, so that its very name has remained fixed up to the present time?
所以祂對他們說:你們從那裡得著什麼利益呢?巴瑪能給你們帶來什麼好處,以致你們竟這樣使它聲名遠播,甚至它的稱號直到如今仍舊留存不變呢?三十節、三十一節
1:1853
Εἰ ἐν ταῖς ἀνομίαις τῶν πατέρων ὑμῶν ὑμεῖς μιαίνεσθε, καὶ ὀπίσω τῶν βδελυγμάτων αὐτῶν ὑμεῖς ἐκπορεύε σθε·
'If in the iniquities of your fathers you defile yourselves, and go forth after their abominations,
「你們若在列祖的罪孽中玷污自己,並隨從他們可憎之物;
1:1854
καὶ ἐν ταῖς ἀπαρχαῖς τῶν πόνων ὑμῶν, καὶ ἐν τοῖς ἀφορισμοῖς ὑμῶν ἐν τῷ διάγειν τὰ τέκνα ὑμῶν ἐν πυρὶ ὑμεῖς μιαίνεσθε, καὶ ἐν πᾶσι τοῖς ἐνθυμήμασιν ὑμῶν ἕως τῆς σήμερον ἡμέρας,. καὶ ἐγὼ ἀποκριθῶ ὑμῖν, οἶκος Ἰσραὴλ, εἰ ἀποκριθήσομαι ὑμῖν, καὶ εἰ ἀναβήσεται ἐπὶ τὸ πνεῦμα ὑμῶν τοῦτο
and in the firstfruits of your labours and in your set-apart offerings, in causing your children to pass through the fire, you defile yourselves with all your imaginations unto this present day—shall I then answer you, O house of Israel? As I live, I will not answer you, neither shall this thing that is in your spirit come to pass.'
又在你們勞苦的初熟之物上、在你們分別為聖的祭物上,就是使你們的兒女經火之時,用你們一切的意念玷污自己,直到今日——以色列家啊,我豈可讓你們求問我呢?我指著我的永生起誓,我必不讓你們求問我,你們心中所起的這意念也斷不成就。」
1:1855
Ἐλπίζετε, φησὶ, τῆς πατρῴας παρανομίας καὶ τῆς δυσσεβείας ἐν ὑμῖν πολιτευομέ νης, καὶ τούτων ἁπάντων ὧν διεξῆλθον ὑφ' ὑμῶν τολμωμένων, ἀποκρίσεώς τινος παρ' ἐμοῦ τυχεῖν
You hope, He says—while your fathers' lawlessness and impiety hold sway among you, and all these things which I have recounted are being ventured by you—to obtain some answer from Me.
祂說:你們竟指望——在你們列祖的違法與不敬虔仍在你們中間橫行、且我所述說的這一切都被你們大膽妄為之時——從我這裡得著什麼答覆。
1:1856
Μὴ ἐξαπατᾶτε ὑμᾶς αὐτούς·
Do not deceive yourselves;
你們不要自欺;
1:1857
τῶν γὰρ ἀδυνάτων ἐμὲ πρὸς τὰς ὑμετέρας ἀποκρίνασθαι πεύσεις, τῆς ἀσε βείας παρ' ὑμῶν τολμωμένης
for it is among things impossible that I should answer your inquiries while impiety is being ventured by you.
因為當不敬虔仍被你們大膽妄行之時,我要答覆你們的求問乃是不可能的事。
1:1858
Πείθω δὲ ὑμᾶς διὰ τῶν πραγμάτων καὶ τὴν τοιαύτην ἀποῤῥίψαι ἐλπίδα·
And I persuade you by the events themselves to cast away such a hope also;
我藉著事實本身勸服你們連這樣的指望也要拋棄;
1:1859
τοῦτο γὰρ ἐσήμανεν εἰρηκὼς, Καὶ εἰ ἀναβήσεται ἐπὶ τὸ πνεῦμα ὑμῶν τοῦτο. λβʹ
for this He signified when He said, 'And this thing that is in your spirit shall not come to pass.' (verse 32)
因為祂說「你們心中所起的這意念也斷不成就」,所指的就是這意思。三十二節
1:1860
Καὶ οὐκ ἔσται, ὃν τρόπον ὑμεῖς λέγετε, Ἐσόμεθα ὡς τὰ ἔθνη, καὶ ὡς αἱ φυλαὶ τῆς γῆς, τοῦ λατρεύειν ξύλοις καὶ λίθοις
'And it shall not be, in the manner in which you say, We will be as the nations, and as the tribes of the earth, to serve wood and stone.'
「你們所說的『我們要像列國、像地上的各族一樣事奉木頭和石頭』,這事必不成就。」
1:1861
Οὐ μὴν δὲ οὐδὲ ἐκεῖνο ὑμῶν πέρας λήψεται, ὅτι πᾶσι παραπλησίως τοῖς ἔθνεσι τὰ ξύλα καὶ τοὺς λίθους θεοποιοῦντες, τῷ Θεῷ πρέπον αὐτοῖς προσοίσετε γέρας
Nor indeed shall that purpose of yours reach its end, that—making gods of wood and stone in a manner like all the nations—you should offer to God the honour befitting these.
你們那企圖也斷不能達成,就是像列國一樣把木頭和石頭當作神明,卻要把只配歸於這些偶像的尊崇獻給神。
1:1862
Κέχρηται πάλιν τῷ συνήθει ὅρκῳ·
Again He has used the customary oath;
祂又一次使用了慣常的誓言;
1:1863
κατὰ γὰρ τὸν μακάριον Ἀπόστολον, ἐπειδὴ κατ' οὐδενὸς ἔχει μείζονος ὀμόσαι, φησί·
for according to the blessed Apostle, since He has no one greater by whom to swear, He says:
因為照著蒙福的使徒所言,既然沒有比祂更大的可指著起誓,祂便說:
1:1864
Οὐκ ἔτι γὰρ, φησὶ, τῇ συνήθει χρήσομαι μακροθυμίᾳ, ἀλλὰ τὴν βασιλείαν μου καὶ τὴν ἐξουσίαν διὰ παι δείας γυμνώσω·
'No longer,' He says, 'will I use My accustomed long-suffering, but I will bare My kingship and My authority by way of chastisement;'
祂說:「我不再施行我素常的忍耐,卻要藉著管教顯露我的王權與權柄;」
1:1865
διὰ γὰρ τῆς χειρὸς τῆς κραταιᾶς καὶ τοῦ ὑψηλοῦ βραχίονος, τὸ δυνατὸν ὁμοῦ καὶ τὸ τιμωρητικὸν παρεδήλωσεν·
for by the phrase 'the mighty hand and the high arm' He indicated at once both the powerful and the punitive;
因為祂藉「大能的手和伸出來的膀臂」一語,同時表明了那大能的與那施行刑罰的;
1:1866
εἶτα καὶ τὸν τρόπον τῆς παιδείας διδάσκει
then He also teaches the manner of the chastisement.
接著祂又教導那管教的方式。
1:1867
Καὶ ἐξάξω ὑμᾶς ἐκ τῶν λαῶν, καὶ εἰσ δέξομαι ὑμᾶς ἐκ τῶν χωρῶν, ὧν διεσπάρητε ἐν αὐτοῖς, ἐν χειρὶ κραταιᾷ, καὶ ἐν βραχίονι ὑψηλῷ, καὶ ἐν θυμῷ καιομένῳ
'And I will bring you out from the peoples, and I will gather you from the countries wherein you were scattered, with a mighty hand, and with a high arm, and with burning wrath.'
「我必用大能的手和伸出來的膀臂,並傾倒出來的烈怒,將你們從萬民中領出來,從你們所分散到的列邦聚集你們。」
1:1868
Ἔπειτα ἐξάξω ὑμᾶς εἰς τὴν ἔρημον τῶν λαῶν, καὶ διακριθήσομαι πρὸς ὑμᾶς ἐκεῖ πρόσωπον κατὰ πρόσωπον
'Then I will bring you into the wilderness of the peoples, and there I will enter into judgement with you face to face.'
「然後我要領你們到列民的曠野,在那裡面對面地審判你們。」
1:1869
Ὃν τρόπον διεκρίθην πρὸς τοὺς πατέρας ὑμῶν ἐν τῇ ἐρήμῳ τῆς Αἰ γύπτου, οὕτω κρινῶ ὑμᾶς, λέγει Ἀδωναῒ Κύριος
'As I entered into judgement with your fathers in the wilderness of Egypt, so will I judge you, says Adonai the Lord.'
「我怎樣在埃及的曠野審判你們的列祖,也必照樣審判你們,這是主耶和華說的。」
1:1870
Ἔρημον δὲ καλεῖ λαῶν τὰ ἔθνη πάλαι ἔρημα ὄντα Θεοῦ·
And He calls 'the wilderness of the peoples' the nations that of old were void of God;
祂稱「列民的曠野」乃是指那些從前空無神的外邦人;
1:1871
προεσήμανε δὲ διὰ τούτου, ὅτι τῆς εὐσεβείας εἰς τὰ ἔθνη ἀχθείσης καὶ οὗτοι τῆς τῶν εἰδώλων ἀποστήσονται θεραπείας, τὴν τῶν πάλαι δυσσεβῶν ἐθνῶν μεταβολὴν αἰσχυνόμενοι
and by this He foreshowed that, when piety had been carried to the nations, these too would depart from the worship of idols, being put to shame by the transformation of the once impious nations.
祂藉此預示:當敬虔被帶到列國之後,這些人也必離棄偶像的崇拜,因那昔日不敬虔之列國的轉變而自覺羞愧。
1:1872
Αὐτὰ γὰρ, φησὶ, τότε τὰ πράγματα μονονουχὶ βοῶντα δι ελέγχει ὑμῶν τὴν ἀπειθῆ καὶ παράνομον γνώμην, τὴν τῶν πάλαι ἐστερημένων λαῶν εὐπείθειαν δεικνύντα·
For the very events themselves, He says, almost crying aloud, then convict your disobedient and lawless disposition, displaying the ready obedience of the peoples who once were destitute;
祂說:因為那些事實本身當時幾乎放聲呼喊,責備你們那悖逆而違法的心念,並顯明那昔日一無所有之列民的順服;
1:1873
ὥσπερ τοίνυν πρὸς τοὺς ὑμετέρους πα τέρας ἐν τῇ ἐρήμῳ διακριθεὶς, ὀλέθρῳ αὐτοὺς παν. τελεῖ παραδέδωκα·
just as, therefore, having entered into judgement with your fathers in the wilderness, I delivered them over to utter destruction,
所以,正如我在曠野與你們的列祖進行審判時,把他們交付於全然的毀滅,
1:1874
οὕτω καὶ ὑμῖν ἐπάξω τὴν τιμω ρίαν·
so also upon you will I bring the punishment;
照樣我也必將刑罰加在你們身上;
1:1875
καὶ τοῦτο διὰ τῶν ἐπαγομένων σαφέστερον πεποίηκεν, εἰρηκώς·
and this He has made clearer through what follows, when He says:
祂藉著隨後的話把這一點說得更為清楚,說:
1:1876
Καὶ διάξω ὑμᾶς ὑπὸ τὴν ῥάβδον μου, καὶ εἰσάξω ὑμᾶς ἐν ἀριθμῷ τῆς διαθήκης·
'And I will cause you to pass under My rod, and I will bring you in by the number of the covenant;'
「我必使你們從杖下經過,使你們歸入約的數目中;」
1:1877
Καὶ ἐκλέ ξομαι ἐξ ὑμῶν τοὺς ἀσεβεῖς, καὶ τοὺς ἀφεστη κότας
'And I will purge out from among you the impious, and those who have revolted.'
「我必從你們中間除淨那些不敬虔的和背叛的人。」
1:1878
Τοὺς μὲν γὰρ ἀσεβεῖς, καὶ τοὺς τὴν ἐμὴν νομο θεσίαν καταλιπόντας τῇ ῥάβδῳ χρησάμενος διασπερῶ, τοὺς δὲ ἀριθμοῦ ἀξίους, καὶ τῆς ἐμῆς διαθήκης φύλα κας γενομένους εἰσάξω, καὶ τῆς ἐμῆς ἀξιώσω προνοίας
For the impious, and those who have forsaken My legislation, using the rod, I will scatter abroad; but those worthy of the number, and who have become keepers of My covenant, I will bring in, and account them worthy of My providence.
因為那些不敬虔的、離棄我律法的人,我要用杖將他們趕散;而那些配得列入數目、並成為我約的守護者的人,我要領進來,使他們得蒙我的眷佑。
1:1879
Ἐσήμανε δὲ διὰ τούτων τόν τε ἀποστολικὸν χορὸν, καὶ τοὺς δι' ἐκείνου τῷ θείῳ πεπιστευκότας κηρύγματι·
And by these things He signified both the apostolic band and those who through it came to believe the divine proclamation;
祂藉這些話表明了使徒的隊伍,以及藉他們而相信神聖宣道的人;
1:1880
εἶτα τῇ κατὰ τῶν πονηρῶν ἐπιμένων ἀπειλῇ, ἐπιφέρει·
then, continuing in His threat against the wicked, He adds:
接著,祂繼續向惡人發出威嚇,說:
1:1881
καὶ ἐπιγνώσεσθε ὅτι ἐγὼ Κύριος. Ἀπὸ γὰρ τῆς αἰχμαλωσίας, φησὶν, ἐπαναγαγὼν, τούτους αὐτοὺς τοὺς τρόπῳ δυσσεβεῖ κεχρημένους πάλιν εἰς ἅπαντα διασκεδάσω τὰ ἔθνη
'and you shall know that I am the Lord.' For having brought them back from the captivity, He says, these same men who employed an impious manner of life I will again scatter among all the nations.
「你們就必知道我是耶和華。」祂說:因為我把他們從被擄之地領回後,這些行事不敬虔的人,我必再把他們分散到萬國之中。
1:1882
Τοῦτο δὲ μετὰ τὸν τοῦ Σωτῆρος ἡμῶν σταυρὸν τὸ πέρας ἐδέξατο·
And this received its fulfilment after the cross of our Saviour;
這事在我們救主的十字架之後便得了應驗;
1:1883
Ῥωμαῖοι γὰρ αὐ τοὺς ἐξανδραποδίσαντες εἰς τὴν οἰκουμένην κατέσπει ραν, καὶ τῆς βασιλικῆς αὐτῶν ἐξήλασαν πόλεως·
for the Romans, having enslaved them, sowed them abroad throughout the inhabited world, and drove them out from their royal city.
因為羅馬人把他們擄為奴隸,將他們撒散到普天下,並把他們趕出了他們的京城。
1:1884
οὕτω προαγορεύσας τὰ λυπηρὰ, παραίνεσιν αὐτοῖς πάλιν καὶ συμβουλὴν ὁ φιλάνθρωπος προσφέρει·
Having thus foretold the grievous things, the lover of mankind again offers them exhortation and counsel;
那愛人類的神既這樣預言了那些令人痛苦的事,就再次向他們獻上勸勉與忠告;
1:1885
τῶν οἰκείων γὰρ ὑποσχέσεων μέμνηται·
for He calls to mind His own promises;
因為祂記起了自己的應許;
1:1886
ἔφη δὲ μὴ θέλειν τὸν θάνατον τοῦ ἀνόμου, ὡς τὸ ἐπιστρέψαι αὐτὸν καὶ ζῇν
and He said that He does not desire the death of the lawless man, but rather that he should turn and live.
祂曾說,祂並不喜悅不法之人死亡,惟願他回轉存活。
1:1887
Καὶ ὑμεῖς οἶκος τοῦ Ἰσραὴλ, τάδε λέγει Ἀδωναῒ Κύριος·
'And you, O house of Israel, thus says Adonai the Lord:
「以色列家啊,主耶和華如此說:
1:1888
Ἕκαστος δὲ ἐπιτηδεύματα αὑτοῦ ἐξάρατε·
Put away, each of you, his own practices;
你們各人都要除掉自己的行徑;
1:1889
καὶ μετὰ ταῦτα, ἐὰν ὑμεῖς εἰσ ακούσητέ μου, καὶ τὸ ὄνομά μου τὸ ἅγιον οὐ βε βηλώσητε οὐκέτι ἐν τοῖς δώροις ὑμῶν καὶ τοῖς ἐπιτηδεύμασιν ὑμῶν
and after these things, if you hearken to Me, and do not any longer profane My holy name in your gifts and in your practices,
此後,你們若聽從我,不再用你們的禮物和行徑褻瀆我的聖名,
1:1890
ἐκεῖ δουλεύσουσί μοι πᾶς οἶκος Ἰσραὴλ εἰς τέλος ἐπὶ τῆς γῆς, καὶ ἐκεῖ προσ δέξομαι αὐτοὺς, καὶ ἐκεῖ ἐπισκέψομαι τὰς ἀπαρ χὰς ὑμῶν, καὶ τὰς ἀπαρχὰς τῶν ἀφορισμῶν ὑμῶν ἐν πᾶσι τοῖς ἁγιάσμασιν ὑμῶν
there the whole house of Israel shall serve Me completely upon the land, and there I will accept them, and there I will require your firstfruits, and the firstfruits of your set-apart offerings, in all your consecrated things.'
以色列全家就必在那地上全然事奉我,我必在那裡悅納他們,在那裡索取你們的初熟之物,並你們分別為聖之祭物的初熟之物,就是你們一切的聖物。」
1:1891
Ἐὰν γὰρ πεισθῆναι, φησὶν, ἐθελήσητε, καὶ παύσησθε βεβηλοῦν τες τὸ ὄνομά μου τὸ ἅγιον (ἐξ ἐμοῦ γὰρ προσαγο ρευόμενοι, καὶ παρανόμως ζῶντες, καὶ δῶρα τοῖς εἰδώλοις προσφέροντες, ἐμοὶ τὴν τῆς ἀσεβείας βλασφημίαν προστρίβετε)·
For if you consent to be persuaded, He says, and cease from profaning My holy name (for being called by My name, yet living lawlessly and offering gifts to the idols, you attach to Me the blasphemy of impiety),
祂說,你們若肯聽從、不再褻瀆我的聖名(因為你們既以我的名相稱,卻又行不法之事,向偶像獻祭,就把不敬虔的褻瀆歸到我身上),
1:1892
εἰς τὴν πατρῴαν ἐπαν ήξετε γῆν, καὶ τῆς συνήθους ἀπολαύσεσθε προμη θείας, προσφέροντες μὲν εὐγνωμόνως, ὧν δέχεσθε ἀγαθῶν τὰς ἀπαρχὰς, ὁρῶντες δὲ κἀμὲ εὐμενῶς προσδεχόμενον
you shall return to your ancestral land, and shall enjoy My accustomed providence, offering gratefully the firstfruits of the good things you receive, and seeing Me graciously receiving them.
你們就必返回祖宗之地,享受我素常的眷顧,感恩地把你們所領受美物的初熟果子獻上,並看見我恩慈地悅納。
1:1893
Ἐν ὀσμῇ γὰρ, φησὶν, εὐωδίας προσ δέξομαι ὑμᾶς, ἐν τῷ ἐξαγαγεῖν με ὑμᾶς ἐκ τῶν λαῶν, καὶ εἰσδέχεσθαι ὑμᾶς ἐκ τῶν χωρῶν ἐν αἷς διεσκορπίσθητε ἐν αὐταῖς, καὶ ἁγιασθήσομαι ἐν ὑμῖν κατ' ὀφθαλμοὺς τῶν λαῶν·
For, He says, 'As a sweet-smelling savour will I accept you, when I bring you out from the peoples, and gather you from the countries in which you were scattered; and I will be sanctified among you before the eyes of the peoples.'
因祂說:「我把你們從萬民中領出來,從你們所分散到的各地招聚你們的時候,必悅納你們如同馨香之氣;我要在你們身上、在列邦眼前顯為聖。」
1:1894
Καὶ ἐπιγνώσεσθε. ὅτι ἐγὼ Κύριος, ἐν τῷ εἰσαγαγεῖν με ὑμᾶς εἰς τὴν γῆν τοῦ Ἰσραὴλ, εἰς τὴν γῆν εἰς ἣν ἐπῆρα τὴν χεῖρά μου, τοῦ δοῦναι αὐτὴν τοῖς πατράσιν ὑμῶν
'And you shall know that I am the Lord, when I bring you into the land of Israel, into the land concerning which I lifted up My hand to give it to your fathers.'
「我領你們進入以色列地,就是我曾舉手應許賜給你們列祖之地的時候,你們就知道我是耶和華。」
1:1895
Τὸ δὲ ἁγιασθήσομαι ἀντὶ τοῦ δοξασθήσο μαι τέθεικεν·
The phrase 'I will be sanctified' He has set down in the sense of 'I will be glorified';
「我要顯為聖」這句話,祂是取「我要得榮耀」之意而說的;
1:1896
ὁρῶντες γὰρ ἅπαντες καὶ τὰς ἐμὰς εὐεργεσίας, καὶ τὴν ὑμετέραν εὐγνωμοσύνην, πολλὴν ὠφέλειαν καρπώσονται, τῶν μὲν καλουμένων αὐτῶν θεῶν βλέποντες τὴν ἀσθένειαν, τὴν δὲ ἐμὴν διὰ τῆς περὶ ὑμᾶς εὐεργεσίας δύναμιν θεωροῦντες
for when all behold both My benefactions and your gratitude, they will reap much profit, seeing the weakness of those who are called their gods, and beholding My power through the benefaction shown to you.
因為眾人既看見我的恩惠與你們的感恩,就必大得益處,一面看見那些所謂之神的軟弱,一面藉著我向你們所施的恩惠,得見我的大能。
1:1897
ὑμῶν ἐν πάσαις ταῖς κακίαις ὑμῶν, ἃς ἐποιήσατε
'...of you, in all your wickednesses which you have committed.'
「⋯⋯就是在你們所行的一切惡事上。」
1:1898
Ἐπίγνωσις γὰρ ἁμαρτίας αἰσχύνης ἀρ χή·
For the acknowledgment of sin is the beginning of shame;
因為承認罪就是羞愧的開端;
1:1899
διὰ τοῦτο τοῦ συνειδότος κεντοῦντος τὰ μέτωπα τύπτειν εἰώθαμεν·
wherefore, when conscience pricks us, we are wont to smite our brows.
故此,當良心刺責我們的時候,我們慣常拍打自己的額頭。
1:1900
τοῦτο καὶ ἐνταῦθα ἐσή μανεν
This too He has here signified.
這一點祂在此也已指明了。
1:1901
Ἀποστάντες γὰρ, φησὶ, τῆς προτέρας παρα νομίας, καὶ τὴν ἐμὴν ἀσπασάμενοι θεραπείαν, καὶ τῆς παρ' ἐμοῦ προμηθείας τυγχάνοντες, ἐν αἰσθήσει γενήσεσθε τῶν προτέρων ἀσεβημάτων, καὶ τὰ πρόσ ωπα τύψετε, ἡλίκοις ἐνεφύρητε κακοῖς λογιζόμε νοι
For, He says, having departed from your former lawlessness, and having embraced My worship, and obtaining My providence, you shall come to a perception of your former acts of impiety, and shall smite your faces, reckoning with how great evils you had been defiled.
祂說,你們既離棄從前的不法,又接受了對我的敬拜,並蒙我眷顧,就必醒悟從前不敬虔的行為,且必捶打自己的臉面,思量自己曾陷在何等大的惡中。
1:1902
Καὶ ἐπιγνώσεσθε, ὅτι ἐγὼ Κύριος, ἐν τῷ ποιῆσαί με οὕτως ὑμῖν, ὅπως τὸ ὄνομά μου μὴ βεβηλωθῇ, οὐ κατὰ τὰς ὁδοὺς ὑμῶν τὰς πονη ρὰς, οὐδὲ κατὰ τὰ ἐπιτηδεύματα ὑμῶν τὰ δι εφθαρμένα, οἶκος Ἰσραὴλ, λέγει Ἀδωναῒ Κύριος
'And you shall know that I am the Lord, when I have dealt thus with you, that My name may not be profaned, not according to your evil ways, nor according to your corrupt practices, O house of Israel, says Adonai the Lord.'
「以色列家啊,我這樣待你們,是為使我的名不被褻瀆,並不是照你們的惡道,也不是照你們敗壞的行為;這是主阿多乃說的。你們就知道我是耶和華。」
1:1903
Ταύτης δὲ, φησὶν, ἀξιώσω τῆς κηδεμονίας ὑμᾶς, καὶ τοὺς ἄλλους ἅπαντας ἀνθρώπους διὰ τῆς εἰς ὑμᾶς εὐεργεσίας εἰς τὴν ἐμὴν ἐπίγνωσιν τρέψαι βουλόμε νος·
'And with this care,' He says, 'will I deem you worthy, wishing through the benefaction shown to you to turn also all other men to the knowledge of Me;'
祂說:「我要如此看顧你們,好藉著向你們所施的恩惠,把其餘的世人也都引向對我的認識。」
1:1904
οὔτε γὰρ ὑμεῖς φιλανθρωπίας ἄξιοι, ἢ συγ γνώμης, παρανόμοις ἐπιτηδεύμασιν ἐντραφέντες·
'for neither are you worthy of lovingkindness or of pardon, having been reared amid lawless practices.'
「因為你們既在不法的行為中長大,本不配得慈愛或赦免。」
1:1905
Οἱ γὰρ τῆς αὐτοῦ προσηγορίας ἠξιωμέ νοι, ἀναξίως δὲ ταύτης πολιτευόμενοι, εἰς τὴν κατ' αὐτοῦ βλασφημίαν τῶν ἀνοήτων παρακινοῦσι τὰς γλώττας·
For those who have been deemed worthy of His name, yet live unworthily of it, stir the tongues of the senseless to blasphemy against Him;
因為那些蒙稱配得祂名的人,若生活與此名不相稱,就挑動無知之人的舌頭去褻瀆祂;
1:1906
τοῦτο καὶ περὶ τῶν Ἰουδαίων ὁ Θεὸς ἔλεγε·
this also God said concerning the Jews;
這話神也是指著猶太人說的;
1:1907
ἀπὸ Χριστοῦ γὰρ ὀνομαζόμεθα·
for we are named after Christ;
因為我們是照著基督得名的;
1:1908
διὸ προσήκει πάντας ἡμᾶς, κατὰ τὴν ἀποστολικὴν νομοθεσίαν, εἴτε ἐσθίομεν, εἴτε πίνομεν, εἴτε τι ποιοῦμεν, πάντα εἰς δόξαν Θεοῦ ποιεῖν, καὶ ἀπροσκόπους εἶναι Ἰουδαίοις καὶ Ἕλλησι, καὶ τῇ Ἐκκλησίᾳ τοῦ Θεοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων
wherefore it behooves us all, according to the apostolic ordinance, whether we eat, or drink, or whatever we do, to do all things to the glory of God, and to be inoffensive to Jews and Greeks and to the Church of God, to whom be glory unto the ages of ages.
所以照著使徒的教訓,我們無論或吃或喝,或作甚麼,都當為榮耀神而行,並且叫猶太人、希臘人和神的教會都不至跌倒;願榮耀歸與祂,直到世世代代。
1:1909
Καὶ ἐγένετο λόγος Κυρίου πρὸς μὲ, λέγων·
And the word of the Lord came to me, saying:
耶和華的話又臨到我,說:
1:1910
οὕτω καὶ ὁ Σύμμαχος ἡρμήνευσεν·
Thus also Symmachus rendered it;
西馬庫也是這樣翻譯的;
1:1911
κατὰ νότον γὰρ, καὶ μεσημβρίαν, καὶ λίβα τῆς Βαβυλῶνος ἔχει τὴν θέσιν ἡ Ἱερουσαλήμ
for Jerusalem lies toward the south, and the midday, and the southwest of Babylon.
因為耶路撒冷在巴比倫的南方、正午方位與西南方。
1:1912
Καὶ ἐπειδὴ οὐ κατ' εὐθεῖαν μεσημβρίαν κεῖται, ἀλλὰ βραχύ τι πρὸς δύσιν ἀποκλίνει, ἀναγκαίως καὶ τὸν λίβα προστέθεικε, τοιαύτην ἔχοντα τὴν θέσιν
And since it lies not due south, but inclines a little toward the west, He has of necessity added also 'the southwest,' as having such a position.
又因為它不是正對著南方,乃是稍微偏向西邊,所以祂必然也加上「西南」,以表明它有這樣的方位。
1:1913
καὶ διὰ τὸ σκληρὸν τῆς διανοίας·
and because of the hardness of their mind;
又因他們心思的剛硬;
1:1914
τοιαύτη γὰρ τῆς δρυὸς ἡ φύσις·
for such is the nature of the oak;
因為橡樹的性質正是如此;
1:1915
καὶ πρὸς τούτοις διὰ τὸ μὴ κατὰ τάξιν πε φυτεῦσθαι τὰ ἐν τῷ δρυμῷ ξύλα, ἀλλὰ πολλὴν εἶναι ἐν τούτοις ἀταξίαν·
and in addition to these things, because the trees in the forest are not planted in order, but there is much disorder among them;
此外,還因為林中的樹木不是按次序栽種的,其中甚是雜亂無章;
1:1916
καὶ μέντοι καὶ διὰ τὸ θηρίων οἰκητήριον εἶναι τὸν δρυμόν
and moreover because the forest is a dwelling-place of wild beasts.
並且還因為森林是野獸棲居之所。
1:1917
Ταῦτα δὲ ἅπαντα τη νικαῦτα εὕρειεν ἄν τις ἐν τῇ Ἱερουσαλήμ
And all these things at that time one might find in Jerusalem.
而這一切,那時人都可在耶路撒冷中找到。
1:1918
Καὶ ἐρεῖς τῷ δρυμῷ Ναγέβ·
And you shall say to the forest of Nageb:
你要對南地(拿吉)的樹林說:
1:1919
Τάδε λέγει Ἀδωναῒ Κύριος·
Thus says Adonai the Lord:
主阿多乃如此說:
1:1920
Ἰδοὺ ἐγὼἀνάπτω ἐν σοὶ πῦρ, καὶ καταφάγεται ἐν σοὶ πᾶν ξύλον χλωρὸν, καὶ πᾶν ξύλον ξηρόν·
Behold, I kindle a fire in you, and it shall devour in you every green tree and every dry tree;
「看哪,我要在你中間點起火來,這火必燒滅你中間一切青樹和一切枯樹;
1:1921
οὐ σβε σθήσεται ἡ φλὸξ ἡ ἐξαφθεῖσα
the flame that is kindled shall not be quenched.
所燃起的火焰必不熄滅。」
1:1922
καὶ ἐπειδὴ δρυμὸν τὴν Ἱερουσαλὴμ ἐκάλεσεν, εἰκότως καὶ πῦρ ὀνομάζει τῶν πολεμίων τὴν στρα τείαν, καὶ ξύλα καιόμενα τοὺς ὑπὸ τούτων ἀναι ρουμένους·
And since He called Jerusalem a forest, He fittingly names also the expedition of the enemies a fire, and those slain by them burning trees;
祂既稱耶路撒冷為樹林,就恰當地又稱仇敵的軍旅為火,稱被他們所殺的人為焚燒的樹木;
1:1923
ξύλον δὲ χλωρὸν, καὶ ξύλον ξηρὸν, τοὺς πλούτῳ κομῶντας καὶ τοὺς πενίᾳ συζῶντας
and by 'green tree' and 'dry tree' He signifies those who flourish in wealth and those who live in poverty.
又以「青樹」和「枯樹」指那些富足昌盛的人和那些貧窮度日的人。
1:1924
Εἶτα διδάσκει, ὅτι καὶ μεταξὺ διακείμενα ἔθνη κοι νωνήσει τῆς συμφορᾶς·
Then He teaches that even the nations lying between will share in the calamity;
接著祂教導說,連那些居於其間的列邦也必分擔這災禍;
1:1925
Καὶ κατακαυθήσεται ἐν αὐτῇ πᾶν πρόσ ωπον ἀπὸ ἀπηλιώτου ἕως βοῤῥᾶ·
And in it shall be burned every face from the south to the north;
「其中一切的臉面,從南到北,都必被燒;
1:1926
Καὶ ἐπιγνώ σεται πᾶσα σὰρξ, ὅτι ἐγὼ Κύριος ἐξέκαυσα αὐτὰ, καὶ οὐ σβεσθήσεται
And all flesh shall know that I the Lord have kindled it, and it shall not be quenched.
凡有血氣的都必知道,這火是我耶和華點燃的,必不熄滅。」
1:1927
Τὸ δὲ ἀπὸ ἀπηλιώτου πάλιν ὁ Σύμμαχος ἀπὸ μεσημβρίας ἡρμήνευσε
But the phrase 'from the south (apeliotes)' Symmachus again rendered 'from the midday.'
而「從東方(阿佩利歐特)」這句,西馬庫又譯作「從南方」。
1:1928
Καὶ ἐγένετο λόγος Κυρίου πρὸς μὲ, λέ γων·
And the word of the Lord came to me, saying:
耶和華的話又臨到我,說:
1:1929
Ἐπειδὴ, φησὶ, παραβολὴν ἁπλῶς, καὶ οὐκ ἀλήθειαν ὑπολαμβάνουσιν εἶναι τὰ εἰρημένα, ὑπόδειξον αὐτοῖς σαφῶς, ὅτι δρυ μὸς ὁ Ναγὲβ, τουτέστιν, ὁ μεσημβρινὸς καὶ ὁ νότιος, αὕτη ἐστὶν ἡ Ἱερουσαλήμ
Since, He says, they suppose the things spoken to be merely a parable and not truth, show them plainly that the forest of Nageb, that is, the southern and the meridional, this is Jerusalem.
祂說,既然他們以為所說的話不過是比喻而非真事,你就要明明地指示他們:南地(拿吉)的樹林,就是南方、正午之地的樹林,這正是耶路撒冷。
1:1930
Καὶ ἐρεῖς πρὸς τὴν γῆν τοῦ Ἰσραήλ·
And you shall say to the land of Israel:
你要對以色列地說:
1:1931
Τάδε λέγει Ἀδωναῒ Κύριος, Ἰδοὺ ἐγὼ ἐπὶ σὲ, καὶ ἐκσπάσω τὸ ἐγχειρίδιόν μου ἐκ τοῦ κολεοῦ αὐτοῦ, καὶ ἐξολοθρεύσω ἐκ σοῦ ἄδικον καὶ ἄνομον
Thus says Adonai the Lord: Behold, I am against you, and I will draw My dagger out of its sheath, and I will utterly destroy from you the unrighteous and the lawless.
主阿多乃如此說:「看哪,我與你為敵,要拔刀出鞘,把不義的和不法的從你中間剪除。」
1:1932
κο λεὸν δὲ, τουτέστι, τὴν θήκην τοῦ ἐγχειριδίου, τὴν μακροθυμίαν ὀνομάζει, ἧς παυομένης γυμνὴ λοιπὸν τοῖς ἀξίοις ἐπιφέρεται ἡ τιμωρία
By 'sheath,' that is, the case of the dagger, He names His longsuffering, upon the ceasing of which the punishment is thenceforth brought, bared, against those who deserve it.
祂以「鞘」,就是刀的套子,指祂的忍耐;這忍耐一止息,刑罰便赤裸裸地臨到那些該受的人身上。
1:1933
Καὶ τὸ δίκαιον δὲ τῆς τιμωρίας δεικνὺς, καλῶς προστέθεικε τὸ, Ἐξ ολοθρεύσω ἐκ σοῦ ἄδικον καὶ ἄνομον. Εἶτα διδάσκει καὶ τὰ τοῖς ἄλλοις ἔθνεσι τοῖς ἐν μέσῳ διακειμένοις κατ' ἐκεῖνο τοῦ καιροῦ συμβησόμενα
And, showing also the justice of the punishment, He has well added, 'I will utterly destroy from you the unrighteous and the lawless.' Then He teaches also the things that would befall the other nations lying in the midst at that time.
祂又要顯明刑罰的公義,就恰當地加上「我要把不義的和不法的從你中間剪除」。接著祂又教導那時要臨到居於其間之列邦的事。
1:1934
Ἀνθ' ὧν, φησὶν, ἐξολοθρεύσω ἐκ σοῦ ἄδικον καὶ ἄνομον, οὕτως ἐξελεύσεται τὸ ἐγχειρίδιόν μου ἐκ τοῦ κολεοῦ αὐτοῦ, καὶ οὐκ ἀποστρέψει οὐκέτι
'In return for which,' He says, 'I will utterly destroy from you the unrighteous and the lawless, so shall My dagger go forth out of its sheath, and it shall no longer turn back.'
祂說:「因我要把不義的和不法的從你中間剪除,我的刀就必這樣出鞘,不再返回。」
1:1935
Τῶν γὰρ ἐν σοὶ, φησὶ, παρανομιῶν ἕνεκεν, οἷόν τι ἐγχειρίδιον ἀπὸ θήκης ἐκφέρων τῶν Χαλ δαίων τὴν στρατείαν, τῇ αὐτῇ παραδώσω τιμωρίᾳ καὶ τοὺς ἐν μέσῳ σοῦ τε καὶ τῶν Χαλδαίων διακειμέ νους, καὶ παρασκευάσω γνῶναι πάντας διὰ τῆς πείρας, ὡς ἐγὼ πάντων ἔχω τὴν ἐξουσίαν, καὶ τῇδε αὐτοὺς ἐνδίκως περιέβαλον τῇ συμφορᾷ
'For on account of the transgressions in you,' He says, 'bringing forth the expedition of the Chaldeans as a kind of dagger from its case, I will deliver to the same punishment also those lying between you and the Chaldeans, and I will cause all to know by experience that I have authority over all things, and that I have justly enveloped them too in this calamity.'
祂說:「因你中間的不法,我要如刀出鞘般帶出迦勒底人的軍旅,把居於你與迦勒底人之間的列邦也交付同樣的刑罰,並使眾人藉著親身經歷得知:我掌管萬有的權柄,是我公義地把他們也一同投入這災禍中。」
1:1936
Καὶ σὺ, υἱὲ ἀνθρώπου, καταστέναξον ἐν συντριβῇ ὀσφύος σου, καὶ ἐν ὀδύναις στενάξεις κατ' ὀφθαλμοὺς αὐτῶν
And you, son of man, groan with the breaking of your loins, and in pangs you shall groan before their eyes.
「人子啊,你要在他們眼前腰間帶著愁苦哀哼,帶著痛楚哀哼。」
1:1937
Ἀκολουθείτω, φησὶ, τοῖς λεγομένοις καὶ ἡ παρὰ σοῦ συμπάθεια, καὶ δίδαξον αὐτοὺς δι' ὧν στένεις, ὡς ἀληθῆ τὰ λεγόμενα
Let your compassion, He says, follow upon the things spoken, and teach them by the things over which you groan that the things spoken are true.
祂說,你的哀憐當隨著所說的話而發,藉著你所為之哀哼的事,教導他們知道所說的都是真的。
1:1938
Καὶ ἔσται, ἐὰν εἴπωσι πρὸς σέ·
And it shall be, if they say to you:
「若他們問你:
1:1939
Ἕνεκεν τίνος σὺ στενάζεις; καὶ ἐρεῖς, Ἐπὶ τὴν ἀγγε λίαν, διότι ἔρχεται, καὶ θραυσθήσεται πᾶσα καρδία, καὶ παραλυθήσονται πᾶσαι χεῖρες, καὶ ἐκψύξει πᾶσα σὰρξ καὶ πᾶν πνεῦμα, καὶ πάντες μηροὶ μολυνθήσονται ὑγρασίᾳ·
'For what cause do you groan?' then you shall say, 'For the tidings, because it is coming; and every heart shall be broken, and all hands shall be enfeebled, and every spirit shall faint, and all flesh, and all thighs shall be defiled with moisture;'
『你為甚麼哀哼呢?』你就說:『是為那將到的信息,因為它必來到;一切心必消化,眾手必發軟,各人的靈必發昏,凡有血氣的必都如此,眾膝必被水沾濕。』
1:1940
ἰδοὺ ἔρχεται, καὶ. ἔσται, λέγει Ἀδωναῒ Κύριος
'behold, it is coming, and it shall be, says Adonai the Lord.'
「『看哪,事必臨到,也必成就。』這是主阿多乃說的。」
1:1941
Σοῦ, φησὶ, στενά ζοντος ἀναγκαίως ἐρήσονται, μαθεῖν ἐθέλοντες τὴν τοῦ πάθους αἰτίαν·
When you groan, He says, they will of necessity ask, wishing to learn the cause of your suffering;
祂說,你哀哼的時候,他們必然發問,想知道你痛苦的緣由;
1:1942
ἐρομένοις τοίνυν ἀπόκριναι, ὅτι Τὰ ἐσόμενα προθεωρῶν κακὰ, καὶ τὰς χαλεπὰς ἀγγε λίας, καὶ τὸ ἐντεῦθεν πᾶσιν ἐπιγενόμενον δέος, στένω, καὶ ὀλοφύρομαι τῶν ὁμοφύλων τὰς συμφο ράς
so to those who ask, answer: 'Foreseeing the evils that are to come, and the grievous tidings, and the dread thereupon coming upon all, I groan and lament the calamities of my kinsfolk.'
所以對那些發問的人,你要回答說:「我預見將來的禍患、可怕的信息,以及因此臨到眾人的驚恐,就為我同胞的災禍哀哼悲歎。」
1:1943
Καὶ ἐγένετο λόγος Κυρίου πρὸς μὲ, λέ γων·
And the word of the Lord came to me, saying:
耶和華的話又臨到我,說:
1:1944
Υἱὲ ἀνθρώπου, προφήτευσον, καὶ ἐρεῖς·
Son of man, prophesy, and you shall say:
人子啊,你要說預言,說:
1:1945
Τάδε λέγει Ἀδωναῒ Κύριος, Εἰπὸν ῥομφαίᾳ·
Thus says Adonai the Lord: Say to the sword:
主阿多乃如此說:你要對刀說:
1:1946
Ῥομφαία ὀξύνου, καὶ θυμώθητι·
'Sword, be sharpened, and be enraged;'
「刀啊,磨利吧,發烈怒吧;
1:1947
Ὅπως σφάξῃς σφάγια ὀξύνου, ὅπως γένῃ εἰς στίλβωσιν, ἑτοίμη εἰς παράλυσιν, σφάζε, ἐξουθένει, ἀπόθου πᾶν ξύλον
'that you may slay victims, be sharpened; that you may become bright, ready for slaughter, slay, bring to naught, thrust aside every tree.'
為要屠殺祭牲,磨利吧;為要閃閃發亮,預備好行殺戮吧;殺戮吧,蔑棄吧,把一切樹木都拋開吧。」
1:1948
Ῥομφαίαν πάλιν τροπικῶς τὴν τιμωρίαν καλεῖ διὰ τῶν Βαβυλωνίων, καὶ Ἰουδαίοις, καὶ τοῖς ἄλλοις τοῖς ἐν μέσῳ ἔθνεσιν ἐπενεχθεῖσαν
By 'sword' He again figuratively calls the punishment brought through the Babylonians both upon the Jews and upon the other nations lying between.
祂又以「刀」比喻性地稱那藉巴比倫人臨到猶太人、以及居其間之列邦的刑罰。
1:1949
μεθύσω τὰ βέλη μου ἀφ' αἵματος, καὶ ἡ μάχαιρά μου φάγεται κρέα. Καὶ ἐν τούτοις γὰρ μάχαιραν, καὶ βέλη, τὴν τιμωρητικὴν ἐνέργειαν προσηγόρευσε, τὰς ἀξίας δίκας παρὰ τῶν ὑπευθύνων εἰσπραττόμενος
'I will make My arrows drunk with blood, and My sword shall devour flesh.' For in these words too, by 'sword' and 'arrows' He designated the punitive operation, exacting the deserved penalties from those who are liable.
「我要使我的箭飲血而醉,我的刀必吞吃肉。」因為在這些話中,祂也以「刀」與「箭」指那施刑的作為,向該受刑罰的人索取當受的懲罰。
1:1950
δοῦναι αὐτὴν εἰς χεῖρας ἀποκεντούν των
'to give it into the hands of those who pierce through.'
「使刀交在行刺之人的手中。」
1:1951
Ταύτην γὰρ, φησὶ, τὴν μάχαιραν εὐτρεπῆ γενομένην ἐνεχείρισε τοῖς εἰς τὸ κολάζειν ἐπιτη δείοις·
'For this sword,' He says, 'having been made ready, He put into the hands of those fit for chastising;'
祂說:「這預備好的刀,祂交在那些適於施行懲罰之人的手中。」
1:1952
σημαίνει δὲ τοὺς Χαλδαίους
and He signifies the Chaldeans.
祂所指的乃是迦勒底人。
1:1953
Τοιοῦτόν ἐστι καὶ τὸ παρὰ τῷ Ἡσαΐᾳ ὑπὸ τοῦ Θεοῦ εἰρημένον εἰς τὸν Βαβυλώνιον, ἢ γοῦν Ἀσσύριον·
Such also is that which was spoken by God through Isaiah against the Babylonian, or rather the Assyrian:
神藉以賽亞針對巴比倫人、或說亞述人所說的話也是如此:
1:1954
Μὴ δο ξασθήσεται ἀξίνη ἄνευ τοῦ κόπτοντος ἐν αὐτῇ; ἢ ὑψωθήσεται πρίων ἄνευ τοῦ ἕλκοντος αὐτόν; ὡσαύ τως ἐάν τις ἄρῃ ῥάβδον, ἢ ξύλον. Καὶ πάλιν, Οὐαὶ Ἀσσυρίοις, ἡ ῥάβδος τοῦ θυμοῦ μου καὶ τῆς ὀργῆς μου ἐστὶν ἐν ταῖς χερσὶν αὐτῶν. Ἣν τοίνυν ῥάβδον παιδευτικὴν, καὶ ἀξίνην, καὶ πρίονα, ὄργανα φυτῶν δαπανητικὰ, ἐκεῖ προσηγόρευσεν, ἐνταῦθα ῥομφαίαν ὠνόμασε, θηγομένην μὲν, καὶ στιλβουμέ νην ὑπὸ τῆς τῶν κολαζομένων τιμωρίας, καθάπερ δέ τισι δημίοις τοῖς Βαβυλωνίοις ἐγχειριζομένην
'Shall the axe boast itself apart from him that hews with it? or shall the saw be exalted apart from him that draws it? likewise if one should lift a rod, or a piece of wood.' And again, 'Woe to the Assyrians, the rod of My wrath and of My anger is in their hands.' The rod of chastisement, then, and the axe, and the saw—instruments that consume plants—which He there named, here He has called a sword, whetted indeed and made bright by the punishment of those chastised, and, as it were, put into the hands of the Babylonians as into those of certain executioners.
「斧豈可向用斧砍伐的人自誇呢?鋸豈可向拉鋸的人自大呢?若有人舉起杖或木頭,也是如此。」又說:「亞述人有禍了!他們手中拿著我惱怒的杖,就是我震怒的棍。」所以祂在那裡所稱管教的杖、斧和鋸——就是砍伐樹木的器具——在這裡祂稱之為刀;這刀因所受刑之人的懲罰而被磨利、擦亮,並且彷彿交在巴比倫人手中,如同交在某些劊子手手中一般。
1:1955
Ταύ την δὲ τὴν τιμωρίαν καὶ πῦρ ἄνω κέκληκε, ταῖς πολλαῖς προσηγορίαις δεδίσσεσθαι βουλόμενος, καὶ εἰς μεταμέλειαν ἀγαγεῖν τοὺς τῇ δυσσεβείᾳ προστε τηκότας
And this punishment He above also called a fire, wishing by the many appellations to strike terror, and to bring to repentance those who cleave to impiety.
這刑罰祂在上文也稱為火,意在藉著多種稱謂使人畏懼,並使那些黏著於不敬虔的人回心悔改。
1:1956
Ἀνάκραγε καὶ ὀλόλυξον, υἱὲ ἀνθρώπου, ὅτι ἐγένετο ἐν τῷ λαῷ αὕτη ἐν πᾶσι τοῖς ἀφ ηγουμένοις τοῦ Ἰσραὴλ, οἱ παροικοῦντές μοι εἰς ῥομφαίαν ἐγένοντο σὺν τῷ λαῷ μου
Cry out and wail, son of man, for it has come upon the people, this, upon all the leaders of Israel; those who sojourn with Me have become to the sword together with My people.
「人子啊,你要呼喊哀號,因為這事已臨到我的百姓,臨到以色列一切的首領身上;那些寄居在我這裡的人,都與我的百姓一同交在刀下了。」
1:1957
Τί ταύ της ἐφάμιλλον ἀγαθότητος; κολάζει δικαίως, καὶ θρηνεῖν τῷ προφήτῃ παρακελεύεται·
What can rival this goodness? He punishes justly, and yet bids the prophet lament;
有甚麼能與這樣的慈善相比呢?祂公義地施刑,卻又吩咐先知哀哭;
1:1958
οὐ γὰρ ἑκὼν κολάζει, ἀλλ' ὑπὸ τῆς τοῦ λαοῦ παρανομίας ἀναγκα ζόμενος
for He does not punish willingly, but constrained by the lawlessness of the people.
因為祂並非甘心施刑,乃是被百姓的不法所逼。
1:1959
γυναικὶ δὲ παραπλησίως θαυμάζειν τῷ προφήτῃ παρεγγυᾷ, ὅτι οὐχ ὁ λαὸς μόνος, ἀλλὰ καὶ οἱ τούτου ἄρχοντες παρεδόθησαν τῇ ῥομφαίᾳ, καὶ τὸ πάντων ἀνιαρώτατον, Οἱ παροικοῦντές μοι, φησὶν, εἰς ῥομφαίαν ἐγένοντο σὺν τῷ λαῷ μου. Κοινωνή σαντες γὰρ τῷ λαῷ τῆς παρανομίας οἱ ἱερεῖς, ἐκοι νώνησαν καὶ τῆς τιμωρίας
And in the manner of a woman He charges the prophet to marvel, that not the people alone, but also their rulers were delivered to the sword, and—what is most grievous of all—'Those who sojourn with Me,' He says, 'have become to the sword together with My people.' For the priests, having shared with the people in lawlessness, shared also in the punishment.
祂又像對婦人一般囑咐先知要驚訝:不但百姓,連他們的官長也都交在刀下了;而最令人痛心的是,祂說:「那些寄居在我這裡的人,都與我的百姓一同交在刀下了。」因為祭司既與百姓同犯不法,就也同受刑罰。
1:1960
Τούτους γὰρ ὠνόμασε παροικοῦντας, ἅ τε δὴ ἔνδον ἐν τῷ θείῳ νεῷ διά γοντας, καὶ τὰς ἱερατικὰς λειτουργίας πεπιστευμέ νους
For these He named 'those who sojourn,' inasmuch as they pass their time within, in the divine temple, and have been entrusted with the priestly ministrations.
祂稱這些人為「寄居的」,因為他們是在神的殿內度日,並受託執行祭司的職事。
1:1961
Οὔτε γὰρ μικρὰ διὰ τῆς τιμωρίας τοῖς ὑπολειφθεῖ σιν ἡ ὠφέλεια γενήσεται·
For no small benefit will come through the punishment to those who are left behind; for this shall be established as the beginning of their justification.
因為藉著這懲罰,臨到那些存留下來之人的益處也絕非微小;因為這將被立為他們稱義的開端。
1:1962
ἀρχὴ γὰρ αὐτῆς δικαιώ σεως αὕτη κατασταθήσεται·
For this shall be established as the beginning of their justification.
因為這將被立為他們稱義的開端。
1:1963
εἰ γὰρ καὶ νῦν ἀπωσθῇ ἡ τῶν ἄλλων ἐθνῶν κεχωρισμένη φυλὴ (πάντα δὲ τὸν Ἰουδαϊκὸν διὰ τούτου σημαίνει λαὸν), ἀλλ' ἔσται πάλιν, καὶ ἀνακλήσεως τεύξεται·
For even if now the tribe that is separated from the other nations be cast off (and by this he signifies the whole Jewish people), yet it shall exist again, and shall obtain a recalling.
因為即使如今這與其他列國分別出來的支派被棄絕(他藉此指整個猶太民族),然而它仍將再度存在,並得著再蒙召回。
1:1964
Καὶ σὺ, υἱὲ ἀνθρώπου, προφήτευσον καὶ κρότησον χεῖρα ἐπὶ χεῖρα, καὶ διπλασίασον ῥομφαίαν, ἡ τρίτη ῥομφαία τραυματιῶν ἐστι, ῥομφαία τραυματιῶν ἡ μεγάλη
And you, son of man, prophesy, and clap hand upon hand, and double the sword; the third sword is the sword of the slain, the great sword of the slain.
「人子啊,你要說預言,並要拍掌,使刀劍加倍;那第三把刀是殺戮之刀,就是那殺戮之大刀。」
1:1965
Τρίτην ῥομφαίαν καλεῖ τὴν ἐν τῷ ἐννάτῳ ἔτει τῆς βασιλείας Σεδεκίου γενομένην κατὰ τῆς Ἱερουσαλὴμ στρατείαν·
He calls 'third sword' the campaign that came against Jerusalem in the ninth year of the reign of Zedekiah.
他所稱的「第三把刀」,是指在西底家在位第九年臨到耶路撒冷的那次征伐。
1:1966
ἀλλὰ τῷ μὲν ἀριθμῷ τετάρτη ἐστίν·
But in number it is the fourth.
然而按數目算來,它其實是第四次。
1:1967
ἐπειδὴ δὲ ἡ ἐπὶ Ἰεχονίου γενομένη ἀναιμωτὶ ἐγεγένητο (αὐτόματος γὰρ ἐξῆλθεν ὁ βασιλεὺς πρὸς τὸν Ναβουχοδονόσορ σὺν τῇ μητρὶ, καὶ τῇ γυναικὶ, καὶ τοῖ ἄρχουσι, καὶ οὕτως ἀπήχθη δορυάλωτος εἰς Βαβυλῶνα), εἰκό τως τρίτην καλεῖ ῥομφαίαν τὴν ἐπὶ Σεδεκίου γενομέ νην, τὰς συμπλοκὰς ἀριθμῶν, καὶ τὰς παρατάξεις, ἀλλ' οὐχ ἁπλῶς τὰς ἐφόδους·
Yet since the one that came upon Jechoniah had happened without bloodshed (for the king went out of his own accord to Nebuchadnezzar together with his mother, and his wife, and his princes, and thus was led away captive to Babylon), he fittingly calls the one that came upon Zedekiah the third sword, reckoning the engagements and the pitched battles, but not simply the incursions.
但因為臨到耶哥尼雅的那一次是不流血地發生的(因為那王與他的母親、妻子和眾首領自願出去投降尼布甲尼撒,就這樣被擄到巴比倫去),所以他恰當地將臨到西底家的那一次稱為第三把刀,是計算交戰與列陣,而非單單計算入侵。
1:1968
Ἡ τρίτη ῥομφαία τραυματιῶν ἐστιν ἡ μεγάλη. Εἶτα διδάσκει, τί δήποτε αὐτῷ παρακελεύεται κροτῆσαι τὰς χεῖρας
The third sword is the great one, of the slain. Then he teaches why exactly he is commanded to clap his hands.
「那第三把刀是殺戮之大刀。」接著他教導,究竟為何吩咐他要拍掌。
1:1969
Καὶ ἐκστήσεις αὐτοὺς, ὅπως θραυσθῇ ἡ καρδία αὐτῶν, καὶ πληθυνθῶσιν οἱ ἀσθε νοῦντες ἐπὶ πᾶσαν πύλην αὐτῶν·
And you shall throw them into consternation, that their heart may be broken, and that the fainting ones may be multiplied at every gate of theirs.
「你要使他們驚惶失措,好使他們的心破碎,並使那些昏倒無力的人在他們各城門口增多。」
1:1970
παραδέδον ται εἰς σφάγια ῥομφαίας
They are given over to the slaughters of the sword.
「他們被交付於刀劍的殺戮。」
1:1971
Καὶ πρᾶττε, φησὶ, καὶ λέγε τὰ δεδίξασθαι αὐτοὺς δυνάμενα, ὅπως θραυ. σθῶσιν αἱ καρδίαι αὐτῶν, ἀντὶ τοῦ, ἵνα μαλαχθῇ καὶ οἱονεὶ συντριβῇ τὸ ἀντίτυπον τῆς καρδίας αὐ τῶν τῇ προῤῥήσει τῶν ἀλγεινῶν
Do and say, he says, the things able to terrify them, that their hearts may be broken — that is to say, that the stubbornness of their heart may be softened and, as it were, crushed by the foretelling of the grievous things.
他說,你要行並要說那些足以恐嚇他們的事,好使他們的心破碎——意思是說,好使他們剛硬的心因這些痛苦之事的預言而被軟化,彷彿被壓碎。
1:1972
Ἱκανὸν δὲ αὐτοὺς ἐκδειματῶσαι, ὅτι σφαγῇ παραδοθήσονται, καὶ ὅτι πλήρεις πᾶσαι αἱ πύλαι τῶν ἀναιρουμένων γενή σονται
And it is enough to strike them with terror, that they shall be given over to slaughter, and that all the gates shall be full of the slain.
而這足以使他們驚恐:他們將被交付於殺戮,且所有的城門都將充滿被殺之人。
1:1973
Εἶτα μετὰ προσωποποιΐας τινὸς σημαίνει τὴν παρ' αὐτοῦ γενομένην συγχώρησιν
Then by a certain personification he signifies the permission granted by him.
接著他藉著某種擬人法,表明那由祂所賜下的許可。
1:1974
Εὖγε ὀξεῖα γέγονεν εἰς σφαγὴν, εὖ γέγονεν εἰς στίλβωσιν, ὡς ἀστραπὴ διαπορεύου
'Well done, it has become sharp for slaughter; it is well made for flashing; pass through like lightning!'
「好啊,它已磨利,可以殺戮;它已擦亮,好發閃光;你要如閃電般穿行!」
1:1975
( ι ʹ.) Ὀξύνου ἐκ δεξιῶν καὶ ἐξ εὐωνύμων, οὗ ἂν τὸ πρόσωπόν σου ἐξεγείρηται
(v. 10) 'Be sharpened on the right and on the left, wherever your face may be roused.'
(第十節)「你要向右向左磨利,無論你的臉朝向哪裡被激動。」
1:1976
Ἄμφηκές φησι τὸ ξίφος, ἑκατέρωθεν τεθηγμένον·
The sword, he says, is double-edged, whetted on both sides;
他說,這刀是兩刃的,兩面都磨得鋒利;
1:1977
μάλα εἰς ἀκ μὴν ἠκονημένον, ἀστραπῆς δίκην ἀφιὲν λαμπηδό νας
sharpened exceedingly to a keen edge, casting forth flashes like lightning.
被磨得極其鋒利,如閃電般發出閃光。
1:1978
ἕξεις γὰρ κἀμὲ συνεργοῦντα
For you shall have me too as a fellow-worker.
因為你也必有我作同工。
1:1979
Τοῦτο γὰρ παρεδήλωσεν ἐπαγαγών·
For this he disclosed by adding:
因為祂藉著接下來的話表明了這一點:
1:1980
Καὶ ἐγὼ δὲ κροτήσω μου χεῖρα πρὸς χεῖρα, καὶ ἐπαφήσω τὸν θυμόν μου, ἐγὼ Κύριος λελάληκά σοι
And I too will clap my hand upon hand, and will let loose my wrath; I the Lord have spoken to you.
「我也要拍掌,並要傾洩我的忿怒;我耶和華已經向你說了。」
1:1981
Οἶδα, Κύριε, ὅτι οὐχὶ τοῦ ἀνθρώπου ἡ ὁδὸς αὐτοῦ, οὐδὲ πορεύσεται ἄνθρωπος, καὶ κατ ευθυνεῖ ὁδὸν αὑτοῦ· διδάσκων, ὡς τῶν τοιούτων οὐδὲν δίχα τῆς ἄνωθεν ἐνεργείας ἢ συγχωρήσεως γίγνεται·
I know, O Lord, that a man's way is not his own, nor shall a man go and direct his own way — teaching that none of such things comes to pass apart from the working or the permission from above;
「耶和華啊,我知道人的道路不由自己,人行走也不能指引自己的腳步」——這是教導我們,這類事沒有一件是離開那從上頭來的作為或許可而發生的;
1:1982
ἐνεργεῖ μὲν τὰ πρέποντα, συγχωρεῖ δὲ τ' ἄλλα καθ' ἕτερον τρόπον οἰκονομίας, καὶ τῷ αὐ τεξουσίῳ τῶν ἀνθρώπων παραχωρῶν, καὶ τῷ τρόπῳ τούτω δίκας τῶν ἁμαρτημάτων πραττόμενος
for he works the things that are fitting, but permits the rest in another mode of dispensation, both yielding to the free will of men, and in this manner exacting penalties for their sins.
因為祂施行那合宜的事,卻按另一種護理的方式容許其餘的事,一面順著人的自由意志,一面藉此方式向他們的罪惡討回公義。
1:1983
Καὶ ἐγένετο λόγος Κυρίου πρὸς μὲ, λέγων·
And the word of the Lord came to me, saying:
耶和華的話臨到我,說:
1:1984
Καὶ σὺ, υἱὲ ἀνθρώπου, διάταξον σεαυτῷ δύο ὁδοὺς, τοῦ εἰσελθεῖν ῥομφαίαν βασιλέως Βαβυλῶνος·
And you, son of man, appoint for yourself two ways, for the sword of the king of Babylon to enter in;
「人子啊,你要為自己劃定兩條路,使巴比倫王的刀可以進來;
1:1985
ἐκ χώρας μιᾶς ἐξελεύσονται αἱ δύο ἀρχαὶ, ἑτοίμασαι χεῖρα κεντοῦσαν ἐν ἀρχῇ ὁδοῦ ἑκάστης πόλεως
from one country the two beginnings shall come forth; prepare a hand marking at the beginning of the way of each city.
這兩個起點要從一國出來;你要在通往每座城之路的起頭預備一隻作標記的手。」
1:1986
Κεντοῦσαν ἐπ' ἀρχῆς ὁδοῦ διατάξεις, τοῦ εἰσελθεῖν ῥομφαίαν ἐπὶ Ῥαββὰθ υἱῶν Ἀμμὼν, καὶ ἐπὶ τὸν Ἰούδανἐν Ἱερουσαλήμ
You shall appoint a hand marking at the beginning of the way, for the sword to enter in against Rabbath of the sons of Ammon, and against Judah in Jerusalem.
「你要在路的起頭劃定一隻作標記的手,使刀可以進來,攻擊亞捫人的拉巴,並攻擊在耶路撒冷的猶大。」
1:1987
Ὡς ἐν εἰκόνι, φησὶ, διάγραψον μίαν ὁδὸν διχῆ μεριζομένην, καὶ τὴν μὲν κατ' εὐθὺ τῆς Ἱερουσαλὴμ φερομένην, τὴν δὲ εἰς τὴν Ῥαββὰθ υἱῶν Ἀμμὼν διατεινομένην·
As in a drawing, he says, sketch out one way dividing in two, the one running straight toward Jerusalem, the other extending to Rabbath of the sons of Ammon;
他說,你要如同繪圖一般,描畫出一條分為兩岔的路:一岔直通耶路撒冷,另一岔延伸至亞捫人的拉巴;
1:1988
ἐπειδὴ γὰρ ὁ Ναβου χοδονόσορ ἀπὸ Βαβυλῶνος ὁρμώμενος, καὶ κατὰ τῆς Ἰουδαίας, καὶ κατὰ Ἀμμανιτῶν ἐπεστράτευσε, προλέγει ταῦτα ὁ Θεὸς διὰ τοῦ προφήτου
for since Nebuchadnezzar, setting out from Babylon, campaigned both against Judaea and against the Ammonites, God foretells these things through the prophet.
因為尼布甲尼撒從巴比倫出發,既征伐猶大,又征伐亞捫人,所以神藉先知預先宣告這些事。
1:1989
Ῥαββὰθ δὲ υἱῶν Ἀμμὼν εἶπεν, ἐπειδὴ ἔστι καὶ ἑτέρα ὁμώνυ μος, ἡ τοῦ Ἀμμάν·
And he said 'Rabbath of the sons of Ammon,' since there is also another of the same name, that of Amman;
他之所以說「亞捫人的拉巴」,是因為另有一座同名的城,即亞捫(Amman)之城;
1:1990
ταύτην δὲ τὴν τοῦ Ἀμμάν φασί τινες εἶναι τὴν νῦν ἐν τῇ Ἀραβίᾳ Φιλαδελφίαν κα λουμένην, ἥτις μέχρι νῦν Ἀμμὰν τῇ ἐπιχωρίῳ φωνῇ προσαγορεύεται
and this city of Amman some say is the one now called Philadelphia in Arabia, which even to this day is named Amman in the local tongue.
有些人說,這座亞捫城就是如今在阿拉伯地被稱為費拉德非亞(Philadelphia)的那座城,它直到如今仍以當地方言被稱為亞捫。
1:1991
Τὴν γὰρ διχῆ, φησὶ, μεριζομένην καταλαβὼν ὁδὸν, ἧς τὸ μὲν εἰς τὴν Ἰουδαίαν, τὸ δὲ εἰς τὴν Ῥαββὰθ ἀπάγει, τῇ διὰ τῶν ῥάβδων χρήσε ται μαντείᾳ, ὡσαύτως δὲ καὶ τῇ τῶν σφαγίων σπλαγ χνοσκοπείᾳ, μαθεῖν βουλόμενος, ποῖ δεῖ στρατεῦσαι πρότερον·
For coming upon the way that divides in two, he says — the one branch of which leads into Judaea, the other into Rabbath — he will use divination by rods, and likewise inspection of the entrails of victims, wishing to learn against which he must first make his campaign;
他說,那王來到那分為兩岔的路口——一岔通往猶大,另一岔通往拉巴——便要用杖占卜,同樣也要察看祭牲的臟腑,想要知道自己該先向哪一方進兵;
1:1992
τούτων δὲ, φησὶν, ὑπ' αὐτοῦ γιγνομένων·
and while these things are being done by him, he says:
他說,當這些事由他施行之時:
1:1993
Ἐκ δεξιῶν αὐτοῦ ἐγένετο τὸ μαντεῖον ἐπὶ Ἱερουσαλὴμ, τοῦ περιβαλεῖν χάρακα, καὶ τοῦ διανοῖξαι στόμα ἐν βοῇ, καὶ ὑψῶσαι φωνὴν μετὰ κραυγῆς σάλπιγγος, τοῦ βαλεῖν χάρακας ἐπὶ τὰς πύλας αὐτῆς, καὶ βαλεῖν χῶμα, καὶ οἰκοδομῆσαι βελοστάσεις
At his right hand the divination fell upon Jerusalem, to cast up a rampart, and to open the mouth in shouting, and to raise the voice with a cry of the trumpet, to throw up ramparts against her gates, and to cast up a mound, and to build siege-engines.
「占卜的結果在他右手指向耶路撒冷,要築起壘牆,要張口吶喊,要以號角的呼聲高聲呼喊,要對著她的城門築壘,堆土山,並建造攻城的器械。」
1:1994
Προσήκει δὲ εἰδέναι, ὅτι τῶν ἐσομένων οὐδὲν οἱ δαίμονες ἴσασι·
It is fitting to know that the demons know none of the things to come;
應當知道,鬼魔並不知道任何將要發生之事;
1:1995
καταστοχαζόμενοι δὲ τῶν πραγμάτων, προλέγειν ἐπιχειροῦσι·
but conjecturing from present circumstances, they attempt to foretell;
牠們不過是從眼前的事物加以揣測,便試圖預言;
1:1996
καὶ ἔστι μὲν ὅτε κατευθὺ φέρονται, πολλάκις δὲ καὶ διαμαρτάνου σι·
and there are times when they hit the mark straight, but often they also miss entirely.
有時牠們正好命中,但常常也完全落空。
1:1997
καὶ τοῦτο οὐ μόνον ἀπὸ τῶν πραγμάτων ἔστιν ἰδεῖν, ἀλλὰ καὶ ἀπὸ τῆς θείας διδαχθῆναι Γραφῆς
And this one may see not only from the facts, but may also be taught from the divine Scripture.
這一點不僅可以從事實看出,也可以從神聖的聖經得著教導。
1:1998
Εἰπόντες γὰρ διὰ Σεδεκίου τοῦ ψευδοπροφήτου νίκην τοῦ Ἀχαὰβ, τῆς ἀληθείας ἐξέπεσαν·
For having declared through Zedekiah the false prophet the victory of Ahab, they fell away from the truth;
因為牠們藉著假先知西底家宣告亞哈的得勝,卻從真理墜落;
1:1999
οὐ γὰρ μόνον ἡττήθη παραταξάμενος, ἀλλὰ καὶ ἀνῃρέθη·
for he not only was defeated when he drew up in battle, but was even slain.
因為亞哈不僅列陣爭戰時被打敗,甚至被殺。
1:2000
καὶ ἐν ταῦθα δὲ καὶ τὸν δεδομένον τῷ Ἰσραὴλ ἐπιστάμενοι νόμον, καὶ τὴν ἔξω τῶν τούτων διαγορεύσεων πολι τείαν ὁρῶντες, καὶ μέντοι καὶ τῶν προφητικῶν προῤ ῥήσεων ἐπαΐοντες, πανταχόθεν τὴν θείαν ἀγανάκτη σιν ἐδιδάσκοντο·
And here too, knowing the law given to Israel, and seeing the manner of life outside these ordinances, and moreover giving heed to the prophetic predictions, they were taught the divine indignation from every side;
在此處,鬼魔也認識那賜給以色列的律法,又看見那越出這些條例之外的生活行徑,並且留意到那些先知的預言,便從各方面得知了神聖的義憤;
1:2001
ταύτην τοίνυν καὶ διὰ τῶν μαντείων τῷ δυσσεβεῖ προεσήμαινον βασιλεῖ, ὅτι δεῖ πρῶτον τῇ Ἱερουσαλὴμ ἐπιστρατεῦσαι, καὶ χαρακώμασι καὶ χώμασι χρήσασθαι, καὶ τοῖς ἄλλοις ἅπασι πολεμικοῖς μηχανήμασιν
this then they signified beforehand to the impious king by means of the divinations, that he must first campaign against Jerusalem, and use palisades and mounds, and all the other engines of war.
因此牠們便藉著占卜向那不敬虔的王預先指明,他必須先進兵攻打耶路撒冷,使用壘牆與土山,以及其他一切戰爭的器械。
1:2002
Ἀλλὰ τούτων, φησὶν, ὑπὸ τούτου γι γνομένων, καταφρονοῦσιν οἱ πολιορκούμενοι, οὐκ ἀρετῇ θαῤῥοῦντες, ἀλλ' ἀναλγησίᾳ νοσοῦντες
But while these things are being done by him, he says, the besieged despise them — not because they are emboldened by virtue, but because they are sick with insensibility.
他說,但當這些事由他施行之時,那被圍困的人卻藐視這一切——並非因倚仗德行而壯膽,乃是因無知覺的麻木而患病。
1:2003
Καὶ αὐτὸς αὐτοῖς μαντευόμενος μαντείαν ἐνώπιον αὐτῶν, ἑβδομάζοντες ἑβδομάδας αὐ τοῖς
And he divining a divination before them, as though keeping seven-day feasts of weeks for them.
「他在他們面前占了一卦,彷彿為他們守著七日又七日的節期。」
1:2004
Οὕτω, φησὶ, διάκεινται, ὡς χρηστὰ τῶν μαν τείων αὐτοῖς σημαινόντων·
Thus, he says, are they disposed, as though the divinations were signifying good things for them;
他說,他們如此心態,彷彿那些占卜正向他們指明吉兆;
1:2005
τοῦτο γὰρ ᾐνίξατο διὰ τοῦ ἐνώπιον αὐτῶν τουτέστιν, ὡς ὑπὲρ αὐτῶν τῶν μαντείων γεγενημένων, καὶ ὡς ἑβδομάδα ἑβδομάδων ἑορτάζοντες οὕτω διάγουσι·
for this he hinted at by the phrase 'before them,' that is, as though the divinations had come to pass on their behalf, and as though celebrating a week of weeks they thus spend their time;
因為他藉「在他們面前」這句話暗示:彷彿那些占卜是為他們的益處而成就的,又彷彿他們在慶祝七七之節期,就這樣度日;
1:2006
μία δὲ ἦν αὕτη τῶν τριῶν τῶν μεγίστων ἑορτή·
and this was one of the three greatest feasts;
而這正是三大節期之一;
1:2007
ἀλλ' οὐκ ἀκολουθήσει, φησὶ, ταῖς αὐτῶν δόξαις τὰ πράγματα
but the outcome, he says, will not follow their opinions.
他說,然而事情的結局並不會照著他們的意念而發生。
1:2008
ληφθῆναι. Ἡ γὰρ μνήμη τῆς παρανομίας αὐτῶν αἰτία τῆς ἁλώσεως αὐτῶν ἔσται
...to be captured. For the remembrance of their transgression will be the cause of their capture.
……以致被攻取。因為他們違法之事被記念,將成為他們被攻取的緣由。
1:2009
Ὑμεῖς, φησὶν, αἴτιοι, καὶ τῆς τῶν πολεμίων θρασύ τητος, καὶ τῆς τῶν δαιμόνων ἀληθείας ἐγένεσθε·
You, he says, became the cause both of the enemies' boldness and of the demons' truthfulness;
他說,你們既成了仇敵放膽的緣由,也成了鬼魔言中的緣由;
1:2010
τῶν γὰρ ὑμετέρων ἐπιτηδευμάτων ἡ πονηρία, καὶ ἡ τῆς ἀσεβείας ὑπερβολὴ, καὶ τῆς ἐμῆς ὑμᾶς ἐγύμνω σε χάριτος, καὶ ὑπὸ τοῖς πολεμίοις γενέσθαι πεποίη κεν, οἳ διὰ μαντείαν τὰς καθ' ὑμῶν ἐφόδους ποιού μενοι, ὁρῶσιν ἀκολουθοῦντα ταῖς μαντείαις τὰ πρά γματα·
for the wickedness of your practices, and the excess of your impiety, both stripped you of my grace, and caused you to fall under the enemies — who, making their incursions against you by means of divination, see the outcomes following the divinations;
因為你們行為的邪惡,以及你們不敬虔的過度,既剝奪了你們我的恩典,又使你們落在仇敵手下——他們藉占卜向你們進兵,便看見結局隨著占卜而應驗;
1:2011
ἐπειδὴ τοίνυν καὶ τῆς ἐκείνων ἀληθείας ἐγέ νεσθε πρόξενοι, εἰκότως ἁλώσεσθε, καὶ τιμωρίᾳ πα ραδοθήσεσθε
since therefore you became procurers of their truthfulness as well, you shall fittingly be captured, and be given over to punishment.
所以既然你們也促成了他們言中,你們理當被攻取,並被交付於刑罰。
1:2012
Ἐντεῦθεν ἐπὶ τοὺς ἄρχοντας μεταβαί νει, τόν τε βασιλέα, καὶ τοὺς ἱερέας, καί φησιν·
From here he passes over to the rulers, both the king and the priests, and says:
他從這裡轉向那些掌權者,就是王和眾祭司,說:
1:2013
Καὶ σὺ, βέβηλε, ἄνομε, ἀφηγούμενε τοῦ Ἰσραὴλ, οὗ ἥκει ἡ ἡμέρα ἐν καιρῷ ἀδικίας πέρας·
And you, profane, lawless one, ruler of Israel, whose day has come at the season of iniquity's end;
「你這褻瀆的、違法的、治理以色列的啊,你的日子已到,就在罪孽的盡頭之時;
1:2014
τάδε λέγει Ἀδωναῒ Κύριος·
thus says Adonai the Lord:
主耶和華如此說:
1:2015
Ἀφελοῦ τὴν κίδαριν, καὶ ἀπόθου τὸν στέφανον, αὕτη οὐ τοιαύτη ἔσται
Take away the mitre, and put off the crown; this shall not be such as it was.
『你要除去冠冕,脫下華冠;這一切必不再像從前那樣。』」
1:2016
Σὺ μὲν, φησὶν, ὁ ἱερεὺς, διὰ τὴν παρανομίαν τῆς ἱερατικῆς ἐγυμνώθης κιδάρεως·
You indeed, he says, O priest, on account of your transgression have been stripped of the priestly mitre;
他說,你這祭司啊,因你的違法,已被剝去了祭司的冠冕;
1:2017
σὺ δὲ, ὁ βασιλεὺς, δυσσεβείᾳ συζήσας, σεαυτὸν ἀπεστέ ρησας τοῦ στεφάνου
and you, O king, having lived in impiety, have deprived yourself of the crown.
你這王啊,既在不敬虔中度日,就自己剝奪了自己的華冠。
1:2018
Ἑκατέρα τοίνυν ἡγεμονία τὰ ἑαυτῆς ἀποθέσθω σύμβολα·
Let each rule therefore lay aside its own symbols;
所以,讓這兩種治權各自卸下自己的表記;
1:2019
αὕτη γὰρ, φησὶν, ἡ πολιορκία οὐκ ἔοικε ταῖς πάλαι·
for this siege, he says, is not like those of old;
他說,因為這次的圍困,不像從前那些圍困;
1:2020
τέλος γὰρ ἔλαβεν ἡ καθ' ὑμᾶς βασιλεία
for the kingdom belonging to you has received its end.
因為屬你們的王國已到了盡頭。
1:2021
Ἐτα πείνωσας, φησὶ, τὸ ὑψηλὸν, καὶ ὕψωσας τὸ ταπεινὸν ἀδικίᾳ. Ἀδικίᾳ γὰρ χρησάμενος συνεργῷ, τὸ μὲν ὑψηλὸν δι' ἀρετὴν ἐταπείνωσας, τὸ δὲ ταπεινὸν δι' ἀδικίαν τοῖς λόγοις ἐπῆρας, παραφθείρας τὸ δίκαιον
You humbled, he says, the lofty, and exalted the lowly by injustice. For using injustice as your ally, you humbled the lofty on account of virtue, and by your words raised up the lowly on account of injustice, corrupting what is just.
他說,你以不義使高的降卑,使卑的升高。因為你以不義為同盟,將那因德行為高的降卑,又以言語將那因不義為卑的升高,敗壞了公義。
1:2022
Ἀδικίαν, ἀδικίαν θήσομαι αὐτήν
Injustice, injustice will I make it.
「不義啊,不義啊,我必使它如此。」
1:2023
Τούτου χάριν σε, φησὶ, ταύτης τῆς ἀδικίας πράξομαι δίκας
For this reason, he says, I will exact from you the penalties of this injustice.
他說,因這緣故,我必向你追討這不義的刑罰。
1:2024
Οὐδ' αὕτη τοιαύτη ἔσται ἕως οὗ ἔλθῃ ᾧ καθήκει, καὶ παραδώσω αὐτῷ. Τῶν μὲν γὰρ προτέρων, φησὶ, πολιορκιῶν αὕτη χαλεπωτέρα·
Neither shall this be such as it was, until he come to whom it belongs, and I will give it over to him. For than the former sieges, he says, this one is more grievous;
「這一切也必不再像從前那樣,直等那應得之人來到,我必將它交給他。」他說,因為這次圍困比從前那些圍困更為嚴酷;
1:2025
οὐ μὴν, φησὶ, παντελῶς κατασβέσω τὸν τῆς βασιλικῆς συγγενείας σπινθῆρα, ἕως ἂν ἔλθῃ ᾧ καθήκει, καὶ ᾧ ἁρμόττει, καὶ αὐτῷ παραδώσω τὴν βασιλείαν
yet, he says, I will not utterly quench the spark of the royal lineage, until he come to whom it belongs and to whom it is fitting, and to him I will hand over the kingdom.
他說,然而我必不全然熄滅那王室宗族的火星,直等那應得之人、那配得之人來到,我必將王國交給他。
1:2026
Τοῦτο καὶ ὁ μακάριος Παῦλός φησιν·
This also the blessed Paul says:
這也是蒙福的保羅所說的:
1:2027
Ἕως ἂν ἔλθῃ τὸ σπέρμα, ᾧ ἐπήγγελται, διαταγεὶς δι' ἀγγέ λων ἐν χειρὶ Μεσίτου. Καὶ Ἰακὼβ ὁ πατριάρχης τὸν Ἰούδαν εὐλογῶν ἔφη·
Until the seed should come to whom it had been promised, ordained through angels by the hand of a Mediator. And Jacob the patriarch, blessing Judah, said:
「直等那蒙應許的後裔來到,這律法是藉天使經中保之手設立的。」族長雅各為猶大祝福時也說:
1:2028
Οὐδ' αὕτη τοιαύτη ἔσται, ἕως οὗ ἔλθῃ ᾧ καθήκει, καὶ παραδώσω αὐτῷ. Εἰ γὰρ καὶ ὑπέμεινε πολιορκίαν καὶ πόρθησιν ἡ Ἱερουσαλὴμ ὑπὸ τοῦ Ναβουχοδονόσορ, ἀλλ' οὐ τοιαύτην, οἵαν ὑπὸ τῶν Ῥωμαίων μετὰ τὸν σωτήριον σταυρόν
Neither shall this be such as it was, until he come to whom it belongs, and I will give it over to him. For even if Jerusalem endured siege and sacking by Nebuchadnezzar, yet it was not such as that under the Romans after the saving Cross.
「這一切也必不再像從前那樣,直等那應得之人來到,我必將它交給他。」因為耶路撒冷即使曾遭尼布甲尼撒圍困與劫掠,卻不像救恩的十字架之後遭羅馬人所行的那樣。
1:2029
Μετὰ μὲν γὰρ τὴν προτέραν ἅλωσιν ἑβδομήκοντα διελθόν των ἐτῶν πάλιν ἀνῳκοδομήθη, καὶ τὴν προτέραν εὐ πραξίαν ἔλαβε·
For after the former captivity, when seventy years had passed, it was rebuilt again, and recovered its former prosperity;
因為在前一次被擄之後,過了七十年,它便再度被重建,並恢復了先前的興盛;
1:2030
μετὰ δὲ τὸν σωτήριον σταυρὸν ἐσχά την ἐρημίαν ὑπέμεινεν·
but after the saving Cross it endured the final desolation.
然而在救恩的十字架之後,它卻遭受了最終的荒涼。
1:2031
αὐτοὶ δὲ οἱ Ἰουδαῖοι οὐδὲ ἐπιβῆναι τῶν ὅρων ἐκείνων τολμῶσιν ἀπειργόμενοι νόμῳ·
But the Jews themselves do not even dare to set foot within those borders, being barred by law.
至於猶太人自己,甚至連踏進那些境界都不敢,因為律法禁止他們。
1:2032
Οὐδ' αὕτη τοιαύτη ἔσται, ἀντὶ τοῦ, οἵα ἡ ἐσομένη·
'Nor shall this be such' — that is to say, of the kind that is to come.
「這也必不再如此」——意思是,並不像那將要來臨的那樣。
1:2033
φυλάξω γὰρ τὸ γένος, ἕως. οὗ ἔλθῃ ᾧ καθήκει, καὶ παραδώσω αὐτῷ. Ὅταν γὰρ, φησὶν, ἀναφανῇ ἐκεῖνος, εἰς ὃν αἱ ἐπαγγελίαι φέρονται, τότε παραδοὺς αὐτῷ τὴν βασιλείαν, τού τους ἐκδώσω πανωλεθρίᾳ
'For I will preserve the race until He come to whom it belongs, and I will deliver it to Him.' For when, He says, that One shall appear, to whom the promises pertain, then, having handed over the kingdom to Him, I will consign these to utter destruction.
「因為我必保存這族類,直到那應得之人來到,我就把它交給他。」祂說,因為當那一位顯現時,那些應許都是歸於他的,那時我便將國度交付給他,並要把這些人交付於徹底的毀滅。
1:2034
Ἐντεῦθεν κατὰ Ἀμμανιτῶν τρέπει τὴν προφητείαν·
From here he turns the prophecy against the Ammonites; for being disposed with hatred toward the Jews, they rejoiced over their calamities.
從這裡起,他把預言轉向亞捫人;因為他們對猶太人懷著仇恨,所以幸災樂禍地看他們遭殃。
1:2035
ἀπεχθῶς γὰρ περὶ τοὺς Ἰουδαίους διακείμενοι ταῖς τούτων ἐφήδοντο συμφο ραῖς
For being hatefully disposed toward the Jews, they took delight in these people's misfortunes.
因為他們對猶太人心存敵意,便以他們的災禍為樂。
1:2036
Καὶ σὺ, υἱὲ ἀνθρώπου, προφήτευσον, καὶ ἐρεῖς·
'And you, son of man, prophesy and say:'
「人子啊,你要說預言,說:」
1:2037
Τάδε λέγει Ἀδωναῒ Κύριος πρὸς τοὺς υἱοὺς Ἀμμὼν, καὶ πρὸς τὸν ὀνειδισμὸν αὐτῶν·
'Thus says Adonai the Lord to the sons of Ammon, and concerning their reproach:'
「主阿多乃如此對亞捫的子孫說,並論到他們的辱罵:」
1:2038
Ῥομφαία, ῥομφαία ἐσπασμένη εἰς σφάγια, καὶ ἐσπασμένη εἰς συντέλειαν·
'A sword, a sword drawn for slaughter, and drawn for consummation;'
「刀啊,刀啊,已拔出來要行殺戮,又拔出來要行毀滅;」
1:2039
ἐγεί ρου, ὅπως στίλβῃς ἐν τῇ ὁράσει σου τῇ ματαίᾳ, καὶ ἐν τῷ μαντεύεσθαι ψευδῆ
'be roused, that you may flash in your vain vision and in your divining of falsehoods.'
「你要奮起,好在你那虛妄的異象中,並在你占卜虛謊之時發出閃光。」
1:2040
Ἐμαν τεύσατο δὲ οὐχὶ ἡ ῥομφαία, ἀλλ' οἱ ταύτῃ χρησά μενοι
But it was not the sword that divined, rather those who wielded it.
然而占卜的並不是那刀,而是使用那刀的人。
1:2041
Ψευδῆ δὲ τὴν μαντείαν καὶ τὴν ὅρασιν προσηγόρευσεν, ὡς ἀλλοτρίαν τῆς ἀληθείας ὑπάρ χουσαν
He called the divination and the vision false, as being alien to the truth.
他稱那占卜與異象為虛謊的,因為它們與真理相違。
1:2042
Εἰ γὰρ καὶ τότε ἀληθῆ προεσήμαινεν, ἀλλὰ τῶν θείων προφητῶν προαγορευόντων τὴν θείαν ἀπό φασιν, ἃ παρ' ἐκείνων ἤκουσε προμηνύειν ἔδοξε·
For even if at that time it foretold true things, yet it was because the divine prophets were proclaiming beforehand the divine decree, and what it had heard from them it seemed to announce in advance.
因為即使那時它預示了真實的事,這也是由於神聖的先知們先前宣告了神的判決,而它所預告的,不過是把從那些先知處聽來的重述而已。
1:2043
πονηρίᾳ γὰρ συζῶντες οἱ ἀλιτήριοι δαίμονες, τῷ μὲν Ναβουχοδονόσορ διὰ τῶν μαντειῶν τὰ παρὰ τῶν προφητῶν διεπόρθμευον, τοῖς δὲ Ἰουδαίοις διὰ τῶν ψευδοπροφητῶν τἀναντία προηγόρευον, εἰρήνην αὐ τοῖς ὑπισχνούμενοι, καὶ τῶν πολεμίων φυγήν·
For the wicked demons, living in league with malice, conveyed to Nebuchadnezzar through divinations the words of the prophets, while to the Jews through the false prophets they proclaimed the contrary, promising them peace and the flight of their enemies;
因為那些與邪惡為伍的可憎鬼魔,藉著占卜把先知的話傳給尼布甲尼撒,卻藉著假先知向猶太人宣告相反的事,應許他們平安,並說仇敵必逃跑;
1:2044
ἵν' ἀ πειθοῦντες τῷ Θεῷ, καὶ ἀντιλέγοντες, καὶ γυμνοὶ τῆς συνήθους προμηθείας γενόμενοι, παραδοθῶσιν ὑπὸ τῆς δίκης τοῖς πολεμίοις, καὶ ἀληθεῖς ἀποφαν θῶσιν αὐτῶν οἱ χρησμοί
so that, disobeying and contradicting God, and being stripped of their accustomed forethought, they might be delivered by justice into the hands of their enemies, and the demons' oracles might be shown to be true.
為要使他們既悖逆神、頂撞神,又失去了素常的護佑,便照公義被交在仇敵手中,而那些鬼魔的神諭也因此顯為真確。
1:2045
Οὕτως ἐντειλάμενος τῇ ῥομφαίᾳ τοῖς τραχήλοις ἐπιτεθῆναι τῶν ἀνόμως καὶ παρανόμως βεβιωκότων, ὡς τοῦ πέρατος αὐτῶν καὶ τοῦ τέλους ἐφθακότος, παρακελεύεται λέγων·
Thus, having commanded the sword to be laid upon the necks of those who had lived lawlessly and wickedly, as though their limit and their end had arrived, He gives the charge, saying:
祂既如此吩咐刀要加在那些不法而妄行度日之人的頸項上,好像他們的盡頭與終局已經臨到,便囑咐說:
1:2046
Ἀπόστρεφε εἰς τὸν κολεόν σου, μὴ κα ταλύσῃς ἐν τῷ τόπῳ τούτῳ, ᾧ γεγένησαι, ἐν τῇ γῇ τῇ ἰδίᾳ σου κρινῶ σε
'Return to your sheath; do not stay in this place where you were begotten; in your own land will I judge you.'
「你要退回鞘中,不可停留在你所生的這地方;我必在你本地審判你。」
1:2047
Ὑμᾶς δὲ, φησὶν, ὦ Βαβυλώνιοι, οὓς ῥομφαίαν ὀνομάζω, ταῦτα πεποιη κότας, ἃ παρηγγύησα, οὐκ ἐνταῦθα, ἀλλ' ἐν τῇ οἰ κείᾳ γῇ δίκας ἀπαιτήσω τῆς ἀσεβείας
But you, He says, O Babylonians, whom I name a sword, who have done these things which I commanded, I will exact from you the penalty for your impiety not here, but in your own land.
祂說,巴比倫人哪,你們是我稱為刀的,你們既照我所吩咐的行了這些事,我必不在這裡,乃在你們本地,向你們追討這不敬虔的罪。
1:2048
Καὶ ἐκχεῶ ἐπὶ σὲ τὴν ὀργήν μου, ἐν πυρὶ ὀργῆς μου ἐμφυσήσω ἐπὶ σέ
'And I will pour out My wrath upon you; in the fire of My anger will I breathe upon you.'
「我必將我的忿怒傾倒在你身上;我要在我怒氣的火中向你噴氣。」
1:2049
Τὸ εὔκολον τῆς θείας δυνάμεως διὰ τούτων ἐδήλωσε
By these words He showed the ease of the divine power.
祂藉這些話顯明神能力施行之容易。
1:2050
Ὥσπερ γὰρ, φησὶ, τὸ ἐμφυσῆσαι ῥᾴδιον, οὕτως εὐπετὲς καὶ λίαν εὐμα ρὲς, παραδοῦναί σε παντοδαπῇ τιμωρίᾳ
For just as, He says, it is easy to breathe, so it is a light and very simple matter to hand you over to every kind of punishment.
因為祂說,正如噴氣是容易的,照樣把你交付給各樣的刑罰也是輕而易舉的。
1:2051
Καὶ παραδώσω σε εἰς χεῖρας ἀνδρῶν βαρβά ρων τεκταινόντων διαφθοράν
'And I will deliver you into the hands of barbarous men who devise destruction.'
「我必將你交在那些蓄意毀滅的野蠻人手中。」
1:2052
(λβʹ.) Ἐν πυρὶ ἔσῃ κατάβρωμα·
(v. 32) 'In the fire you shall be for devouring;'
(三十二節)「你必在火中被吞滅;」
1:2053
τὸ αἷμά σου ἔσται ἐν μέσῳ τῆς γῆς σου·
'your blood shall be in the midst of your land;'
「你的血必流在你地的中間;」
1:2054
οὐ μὴ γένηταί σου μνεία, διότι ἐγὼ Κύριος λελάληκα
'there shall be no remembrance of you, for I the Lord have spoken.'
「無人再記念你,因為我耶和華已經說了。」
1:2055
Τὴν Μήδων καὶ Περσῶν ἐπανάστασιν κατὰ τῆς Βαβυλῶνος διὰ τούτων ᾐνίξατο, οἳ πᾶν εἶδος μηχανημάτων τοῖς περιβόλοις πολιορκοῦντες προσήνεγκαν, καὶ νύκτωρ ἐν ἑορτῇ εἴσω τοῦ ἄστεως γεγονότες, ἅπασαν μὲν ἐχειρώσαντο τὴν πόλιν, ἐν έπρησαν δὲ τὸ πλεῖστον, αἱμάτων δὲ καὶ τὰς οἰκίας καὶ τὰς ἀγυιὰς ἁπάσας ἐπλήρωσαν
By these words He intimated the uprising of the Medes and Persians against Babylon, who brought against its walls every kind of siege-engine, and having entered within the city by night during a feast, subdued the whole city, burned down the greater part of it, and filled all the houses and streets with blood.
祂藉這些話暗示瑪代人和波斯人起來攻擊巴比倫;他們用各樣的攻城器械圍攻城牆,並在節期之夜進入城中,制伏了全城,焚燒了大部分,又使各家各巷都充滿了血。
1:2056
Καὶ ἐγένετο λόγος Κυρίου πρὸς μὲ, λέ γων·
'And the word of the Lord came to me, saying:'
「耶和華的話臨到我,說:」
1:2057
Εἰ κρίνεις τὴν πόλιν τῶν αἱμάτων; Καὶ παραδείξεις αὐτῇ πάσας τὰς ἀνομίας αὐτῆς; καὶ ἐρεῖς, Τάδε λέγει Ἀδωναῒ Κύριος
'Will you judge the city of bloods? And will you set before her all her iniquities? and you shall say, Thus says Adonai the Lord.'
「你要審判這流血的城麼?你要把她一切的可憎之事都陳明給她麼?你要說,主阿多乃如此說。」
1:2058
Μετήγαγε πάλιν τὸν λόγον ἐπὶ τὴν Ἱερουσαλὴμ, καὶ τῷ προφήτῃ παρακελεύεται κριτοῦ δίκην διελέγξαι τὰ παρανόμως ὑπ' αὐτῆς τολμώμενα·
He turned the discourse again to Jerusalem, and charges the prophet, after the manner of a judge, to convict the lawless deeds she has dared to commit;
祂又把話轉回到耶路撒冷,並囑咐先知像審判官一樣,指證她所膽敢犯下的不法之事;
1:2059
καλεῖ δὲ αὐτὴν πόλιν αἱμάτων, ὡς πολλὰς ἀδίκως ἐργασαμένην σφα γάς·
he calls her a city of bloods, as having wrought many unjust slaughters;
他稱她為流血的城,因為她不義地行了許多殺戮;
1:2060
οὗ χάριν πάλιν τὰς αὐτὰς ὀνομάζει προσηγο ρίας, καὶ βοᾷ λέγων·
wherefore, applying the same appellations again, he cries out, saying:
因此,他再次用同樣的稱呼,高聲說:
1:2061
Ὦ πόλις ἐκχέουσα αἷμα ἐν μέσῳ αὑτῆς, τοῦ ἐλθεῖν καιρὸν αὐτῆς, καὶ ποιοῦσα ἐνθυμήματα καθ' ἑαυτῆς, τοῦ μιαίνειν ἑαυτήν
'O city that sheds blood in the midst of herself, that her time may come, and that makes devices against herself, to defile herself.'
「你這在自己中間流人血的城,使你受報的時候來到,又製造惡謀害自己,以致玷污自己。」
1:2062
Σὺ, φησὶν, ἐφέλκῃ τὰς συμφορὰς, ὦ πόλις, λογισμοῖς τε πονηροῖς κεχρημένη, καὶ τούτους εἰς ἔργον ἄγου σα, καὶ διὰ τούτων μαινομένη, καὶ αἱμάτων ἀδίκων πληρουμένη·
You, He says, draw calamities upon yourself, O city, having employed evil designs and put them into deed, and through them raging madly, and being filled with unjust bloodshed;
祂說,城啊,你使用惡謀,又付諸實行,藉此瘋狂發作,並被不義的流血充滿,因此你把災禍招引到自己身上;
1:2063
καιρὸν δὲ τὴν συμφορὰν ὠνόμασεν
and by 'time' he named the calamity.
他用「時候」一詞來稱那災禍。
1:2064
Ἐν τοῖς αἵμασί σου οἷς ἐξέχεας, παρα πέπτωκας, καὶ ἐν τοῖς ἐνθυμήμασί σου οἷς πεποίηκας ἐμιαίνου, καὶ προσήγγισας τὰς ἡμέρας σου, καὶ ἤγαγες καιρὸν ἐτῶν σου
'In your bloods which you have shed you have fallen, and in your devices which you have made you were defiled, and you have brought your days near, and have brought on the time of your years.'
「你因所流的血而跌倒,又因所造的惡謀而玷污了自己,你使你的日子臨近,又使你年歲的時候來到。」
1:2065
Τὴν γὰρ κατὰ θείαν μακροθυμίαν ἐπιμετρουμένην προθεσμίαν συν τέμνει πλείων ἡ ἀνομία γιγνομένη·
For when iniquity grows greater, it cuts short the term measured out according to the divine long-suffering;
因為當罪孽增多時,便把那按神的忍耐所量定的期限縮短了;
1:2066
τοῦτο καὶ ἐπὶ τοῦ Νῶε γεγενημένον ἔστιν ἰδεῖν·
this one may see to have happened also in the case of Noah;
這事在挪亞的事上也可以看見;
1:2067
εἴκοσι γὰρ καὶ ἑκατὸν ἐτῶν δεδωκὼς προθεσμίαν τοῖς τηνικάδε ἀν θρώποις εἰς μεταμέλειαν, θεασάμενος αὐξανομένην τὴν ἀσέβειαν, συνέτεμε τὴν προθεσμίαν, καὶ ἐν τῷ ἑκατοστῷ ἔτει τὴν διὰ τοῦ κατακλυσμοῦ τιμωρίαν ἐπήγαγε·
for having granted a term of a hundred and twenty years to the men of that time for repentance, and seeing impiety increasing, He shortened the term, and in the hundredth year He brought upon them the punishment by the flood;
因為祂原本賜給那時代的人一百二十年的期限,好叫他們悔改,但見他們的不敬虔日增,便縮短了期限,在第一百年就藉洪水降下刑罰;
1:2068
τοῦτο καὶ ἐνταῦθα ᾐνίξατο εἰπών·
this too He intimated here, saying:
這事祂在此也暗示了,說:
1:2069
Καὶ προσήγγισας τὰς ἡμέρας σου, καὶ ἤγαγες καιρὸν ἐτῶν σου. Εἶτα διηγεῖται τοὺς τῆς παρανομίας καρπούς
'And you have brought your days near, and have brought on the time of your years.' Then He recounts the fruits of lawlessness.
「你使你的日子臨近,又使你年歲的時候來到。」接著祂敘述不法所結的果子。
1:2070
Τούτου χάριν σε, φησὶν, ἐπίχαρ τον ποιήσω, καὶ καταγέλαστον πᾶσι τοῖς ἀστυ γείτοσι καὶ πλησιοχώροις, οὐ μὴν δὲ ἀλλὰ καὶ τοῖς πόῤῥω οἰκοῦσι
For this cause, He says, I will make you an object of malicious joy and a laughingstock to all your neighbors and those bordering upon you, and indeed also to those who dwell far off.
祂說,因這緣故,我必使你成為一切鄰邦和四圍之人幸災樂禍與譏笑的對象,甚至也成為遠方居民所嘲笑的。
1:2071
Καὶ ἐμπαίξονταί σοι, καὶ βοή σουσιν ἐπὶ σὲ, ἀκάθαρτος ἡ ὀνομαστὴ, καὶ πολλὴ ἐν ταῖς ἀνομίαις σου. Ἐφηδόμενοι γὰρ τοῖς σοῖς κα κοῖς, ἀκάθαρτόν σε καὶ παράνομον, καὶ ἐν πονηρίᾳ ἐπίσημον ὀνομάσουσιν
'And they shall mock you, and shall cry out against you: Unclean is she who was renowned, and abounding in her iniquities.' For, taking pleasure in your evils, they shall name you unclean and lawless, and notorious in wickedness.
「他們必戲弄你,向你呼喊:那素有名聲的成了污穢的,又在她的罪孽中氾濫。」因為他們既以你的災禍為樂,便稱你為污穢、不法,並在邪惡上惡名昭彰的。
1:2072
Εἶτα τῆς κακίας ἀπαριθμεῖ ται τὰ εἴδη
Then He enumerates the kinds of wickedness.
接著祂逐一列舉惡行的種類。
1:2073
συνεφύροντο ἐν σοὶ, ὅπως ἐκχέωσιν αἷμα
'They were mingled together in you, that they might shed blood.'
「他們在你中間混雜勾結,為要流人的血。」
1:2074
Ἀπὸ δὲ τῶν ἀρχόν των ἥψατο τῆς κατηγορίας, ὡς τῶν ὑπηκόων ἑπομέ νων τοῖς ἄρχουσι·
He began the accusation from the rulers, since subjects follow their rulers;
祂從官長開始控告,因為百姓總是跟隨他們的官長;
1:2075
κεφαλῆς γὰρ κακῶς διακειμένης, μεταλαγχάνειν ἀνάγκη τὸ σῶμα τῆς ἀσθενείας·
for when the head is in an evil condition, the body must needs share in its infirmity;
因為頭若有病,身體也必分擔那軟弱;
1:2076
λέγει τοίνυν, ὡς οὐδὲν τῶν συγγενῶν ἀπείχοντο, ἀλλὰ καὶ τὰ τῆς συγγενείας συνέχεον δίκαια, ἀδίκους σφαγὰς ἐργαζόμενοι
he says therefore that they abstained from nothing pertaining to their kindred, but even confounded the rights of kinship, working unjust slaughters.
所以他說,他們甚至對親屬也毫不留情,反倒混亂了親屬的本分,行了不義的殺戮。
1:2077
Πατέρα, φησὶ, καὶ μητέρα ἐκακολόγουν ἐν σοί
'Father and mother, He says, they reviled in you.'
「祂說,在你中間,他們藐視父母。」
1:2078
Ἓν δὲ καὶ τοῦτο τῶν ἀπηγορευμένων τῷ νόμῳ
This too is one of the things forbidden by the law.
這也是律法所禁止的事之一。
1:2079
Καὶ πρὸς τὸν προσήλυτον, φησὶν, ἀνεστρέφοντο ἐν ἀδικίᾳ, ἐν σοί. Καὶ τοῦτο δὲ ἀπηγορεύκει ὁ νόμος οὑτωσὶ λέγων·
'And toward the sojourner, He says, they behaved with injustice in you.' This too the law had forbidden, speaking thus:
「祂說,在你中間,他們以不義對待寄居的。」這事律法也曾禁止,這樣說:
1:2080
Καὶ προσήλυτον οὐ κακώσετε, ὅτι προσήλυτοι ἦτε ἐν γῇ Αἰγύπτῳ. Ἀφ' ὧν ἐπάθετε, φησὶ, μάθετε φιλανθρωπίαν·
'And you shall not mistreat a sojourner, for you were sojourners in the land of Egypt.' From what you yourselves suffered, He says, learn kindness;
「不可苦待寄居的,因為你們在埃及地也作過寄居的。」祂說,從你們所受的苦上,要學會仁愛;
1:2081
ἀλλὰ καὶ τοῦτον ἀδεῶς τὸν νόμον παρέβαινον
but they transgressed even this law without fear.
但他們毫無懼怕地連這律法也違犯了。
1:2082
Ὀρφανὸν καὶ χήραν κατεδυνάστευον ἐν σοί. Πᾶν δὲ τοὐναν τίον ὁ ἀγαθὸς νομοθετεῖ Θεός·
'The orphan and the widow they oppressed in you.' But the good God legislates the very opposite;
「在你中間,他們欺壓孤兒寡婦。」但那良善的神所立的法卻是恰恰相反的;
1:2083
Κρίνατε γὰρ, φησὶν, ὀρφανὸν, καὶ δικαιώσατε χήραν. Καὶ ἐν τῷ νόμῳ·
'For judge, He says, the orphan, and do justice to the widow.' And in the law:
「祂說,你們要為孤兒伸冤,為寡婦辨屈。」又在律法中說:
1:2084
Οὐκ ἐπανατρυγήσεις, φησὶ, τὴν ἄμπελόν σου, καὶ ἔσται τῷ ὀρφανῷ, καὶ τῇ χήρᾳ, καὶ τῷ προσηλύτῳ. Οὗτοι δὲ οὐ μόνον ἀγαθοῦ τινος οὐ μετεδίδοσαν αὐ τοῖς, ἀλλὰ καὶ κακῶς διετίθεσαν
'You shall not glean your vineyard afterward, He says, and it shall be for the orphan, and for the widow, and for the sojourner.' But these people not only imparted no good thing to them, but even dealt evilly with them.
「祂說,你摘了葡萄園的葡萄,不可再摘剩下的,要留給孤兒、寡婦和寄居的。」但這些人不但沒有把甚麼好處分給他們,反倒惡待他們。
1:2085
Καὶ τὰ τούτου χαλε πώτερα·
And things more grievous than this:
還有比這更嚴重的事:
1:2086
Καὶ τὰ ἅγιά μου ἐξουθένουν, καὶ τὰ Σάβ βατά μου ἐβεβήλουν ἐν σοί
'And My holy things they despised, and My Sabbaths they profaned in you.'
「在你中間,他們藐視我的聖物,褻瀆我的安息日。」
1:2087
Τοὺς γὰρ ἐμοὺς, φησὶν, ἐπάτουν νόμους, καὶ τὴν ἀργίᾳ τετιμημένην ἡμέραν ἐργασίᾳ παρανόμῳ καθύβριζον
For My laws, He says, they trampled, and the day honored with rest they outraged with unlawful labor.
祂說,因為他們踐踏我的律法,又用不法的工作褻瀆那以安息為尊的日子。
1:2088
Καὶ τὰ τούτων δυσ σεβέστερα
And things yet more impious than these:
還有比這些更不敬虔的事:
1:2089
Ἄνδρες λῃσταὶ ἦσαν ἐν σοὶ, ὅπως ἐκχέω σιν αἷμα·
'Robber men were in you, that they might shed blood;'
「在你中間有強盜之人,為要流人的血;」
1:2090
ἐπὶ τῶν ὀρέων ἤσθιον ἐν σοί
'upon the mountains they ate in you.'
「在你中間,他們在山上吃祭物。」
1:2091
Τούς τε γὰρ παρανομίᾳ συζῶντας, ἀνδροφόνους καὶ μιαι φόνους ὄντας, καὶ τοὺς ἐν τοῖς ὄρεσι τοὺς δαίμονας τιμῶντας, καὶ τοῖς εἰδωλικοῖς τεμένεσιν ἐντρυφῶν τας, εἶχες ἐνδιαιτωμένους. Καὶ ἀνόσια, φησὶν, ἐποίουν ἐν μέσῳ σου. Ἔπειτα τούτων ἕκαστον δι ηγεῖται
For you had dwelling within you both those who lived in lawlessness, being murderers and defiled with slaughter, and those who upon the mountains honored the demons and reveled in the idolatrous precincts. 'And unholy things, He says, they did in the midst of you.' Then He recounts each of these things.
因為你使那些行不法、殺人流血、被血玷污的人,以及那些在山上敬拜鬼魔、在偶像廟宇中縱情作樂的人,都住在你裡面。祂說,「他們在你中間行了污穢的事。」接著祂逐一敘述這些事。
1:2092
Καὶ αἰσχύνην πατρὸς ἀπεκάλυψαν ἐν σοὶ, καὶ ἐν ἀκαθαρσίαις ἀποκαθημένην ἐταπείνουν ἐν σοί
'And the shame of a father they uncovered in you, and her who was set apart in her uncleanness they humbled in you.'
「在你中間,他們露了父親的下體,又在你中間玷辱了那因月經污穢而被隔離的婦人。」
1:2093
Μητρυιαῖς, φησὶ, συνεγίνοντο·
With stepmothers, He says, they consorted;
祂說,他們與繼母同寢;
1:2094
τοῦτο γὰρ ἀπο κάλυψιν αἰσχύνης πατρὸς ὠνόμασεν·
for this He named 'the uncovering of a father's shame';
因為這事祂稱為「露父親的下體」;
1:2095
οὕτω γὰρ αὐτὸ καὶ ἐν τῷ νόμῳ προσηγόρευσεν
for so He also called it in the law.
因為祂在律法中也是這樣稱呼它的。
1:2096
Ἀσχημοσύνην γὰρ, φησὶ, γυναικὸς πατρός σου οὐκ ἀποκαλύψεις, ἀσχημοσύνη γὰρ πατρός σού ἐστιν. Λαγνίστατοι, γὰρ, φησὶν, ὄντες, καὶ λίαν ἀκόλαστοι, οὐδὲ τῶν τὸ τῆς ῥύσεως πάθος ὑπομενουσῶν γυναικῶν ἀπείχοντο·
'For the nakedness of your father's wife, He says, you shall not uncover, for it is your father's nakedness.' For being most lecherous, He says, and exceedingly licentious, they did not even abstain from women enduring the affliction of their issue;
「祂說,不可露你父親妻子的下體,因為這是你父親的下體。」祂說,因為他們極其淫蕩、放縱無度,甚至連那些正忍受月經之苦的婦女也不放過;
1:2097
ὃ οὐ μόνον παράνομόν ἐστιν, ἀλλὰ καὶ λίαν ἀκάθαρτον
which is not only unlawful, but also exceedingly unclean.
這不但是不法的,也是極其污穢的。
1:2098
Εἶτα ἐπιμένει τῆς λαγνείας κατηγορῶν
Then He continues, accusing them of lewdness.
接著祂繼續控告他們的淫亂。
1:2099
Ἕκαστος τὴν γυναῖκα τοῦ πλησίον αὑτοῦ ἠνόμουν, καὶ ἕκαστος τὴν νύμφην αὑτοῦ ἐμίαινον ἐν ἀσεβεία
'Each one acted lawlessly with his neighbor's wife, and each one defiled his daughter-in-law in impiety.'
「各人與鄰舍的妻行了不法的事,各人在不敬虔中玷污了自己的兒媳。」
1:2100
Ἐπίτασις δὲ τοῦτο παρανομίας·
And this is an intensification of lawlessness;
而這乃是不法之惡的加劇;
1:2101
οὔτε γὰρ ἴσον ἀλλοτρίᾳ γυναικὶ μίγνυσθαι, καὶ τῷ τοῦ ἰδίου παιδὸς ἐπιβουλεῦσαι γάμῳ·
For it is not the same thing to have intercourse with another man's wife as it is to plot against one's own son's marriage;
與別人的妻子行淫,和謀算自己兒子的婚姻,這兩者並不相同;
1:2102
ἀλλ' ὅσῳ πορνείας ἡ μοιχεία χαλεπωτέρα, τοσούτῳ τῆς μοιχείας ἡ πρὸς τὴν νύμφην κοινωνία δυσσεβεστέρα
but as adultery is graver than fornication, so union with one's daughter-in-law is more impious than adultery.
然而,正如姦淫比淫亂更為嚴重,同樣,與媳婦結合也比姦淫更為不敬虔。
1:2103
Καὶ ἕκαστος τὴν ἀδελφὴν αὑτοῦ θυγατέρα τοῦ πατρὸς αὑτοῦ ἐταπεί νουν ἐν σοί. Καὶ ἐνταῦθα δὲ σαφῶς ἔδειξε τὴν τοῦ μύσους ὑπερβολὴν, ἑνὸς πατρὸς ὑποδείξας φυτὰ, τὸν ἄνδρα καὶ τὴν γυναῖκα·
'And each one humbled his sister, his father's daughter, in you.' Here too he clearly showed the excess of the abomination, by indicating that man and woman are the offspring of one father.
「你們中間各人玷辱他的姊妹,就是他父親的女兒。」在此他也清楚顯明了這可憎之事的極致,指出男人與女人都是同一父親所生的後裔。
1:2104
ἐντεῦθεν ἐπὶ τὴν τῆς πλεον εξίας κατηγορίαν χωρεῖ
From there he proceeds to the accusation of covetousness.
接著他轉而指控貪婪之罪。
1:2105
Ἀπεμπωλοῦντες, φησὶ, διετέλουν τὸ δίκαιον, καὶ χρημάτων ἀπεδίδοντο τὰς ἀθώας σφαγάς·
'They persisted,' he says, 'in selling off justice, and gave up innocent lives for money';
他說:「他們不斷地變賣公義,為了錢財竟出賣無辜者的性命」;
1:2106
εἶτα τελευταῖον οἷόν τινα κολοφῶνα ἐπιτίθησι τῶν κακῶν
then at the last he places, as a kind of crowning point, the sum of their evils.
然後在末了,他將這一切惡行的頂點,如同冠冕一般加上去。
1:2107
Τόκον καὶ πλεονασμὸν ἐλάμβανον ἐν σοί. Εἰ δὲ μὴ τελευταῖον ὡς χαλεπώτερον ἔκειτο, συνετέτακτο δὲ ὅμως τοῖς εἰρημένοις, ἱκανὸν ἦν δεδίξασθαι τοὺς χρωμένους, καὶ πεῖσαι φυγεῖν τῆς ἀπληστίας ταύτης τὸ εἶδος, ὡς τοῖς ἄγαν δυσσεβέσι καὶ παρανόμοις συνεζευγμένον·
'They took usury and interest in you.' Now even if this were not placed last as the more grievous offence, yet since it was nonetheless ranked together with the things already mentioned, it was sufficient to strike terror into those who practise it and to persuade them to flee this form of insatiable greed, as being coupled with the exceedingly impious and lawless.
「你們中間有人取利,又向人多要。」即使這罪沒有被列在最後、作為更嚴重的過犯,然而它既與前面所提的諸罪一同排列,這也足以使行此事的人恐懼,並勸他們逃離這種貪得無厭的樣式,因為它是與那些極其不敬虔、違法之事連在一起的。
1:2108
ἀνδροφόνοις γὰρ καὶ εἰδωλολάτραις, καὶ τοῖς λαγνιστάτοις, καὶ ἀκολαστοτάτοις συνηρι θμήθη
For it was numbered together with murderers and idolaters, and with the most lustful and dissolute.
因為它是與兇手、拜偶像者,以及最淫蕩、最放縱的人一同被數算的。
1:2109
Οὕτω διηγησάμενος τῆς κακίας τὰ εἴδη, δι δάσκει λοιπὸν καὶ τὴν ἐσομένην τιμωρίαν Καὶ συντελέσω συντέλειαν κακίας σου, τοῖς ἐν καταδυναστείᾳ·
Having thus recounted the forms of wickedness, he next teaches also the punishment that is to come: 'And I will bring your wickedness to full completion, upon those in oppression;'
他這樣述說了各樣的惡行之後,接著又教導那將要臨到的刑罰:「我要在那些行欺壓之事的人身上,成就你惡行的結局;」
1:2110
ἐμοῦ δὲ ἐπελάθου, λέγει Ἀδωναῒ Κύριος
'but me you have forgotten,' says the Lord Adonai.
「你卻把我忘記了」,主耶和華說。
1:2111
( ιγʹ, ιδʹ.) Ἰδοὺ οὖν πατάξω χεῖρά μου πρὸς χεῖρα ἐφ' οἷς συντετέλεσαι, καὶ οἷς ἐποίησας, καὶ ἐπὶ τοῖς αἵμασί σου τοῖς γεγενη μένοις ἐν μέσῳ σου
(13, 14.) 'Behold therefore I will strike my hand against my hand over the things you have brought to completion, and the things you have done, and over your bloodshed that has come to pass in your midst.'
(十三、十四節。)「所以看哪,我必因你所犯成的事,並你所行的,以及你中間所流的血,把我的手掌相擊。」
1:2112
μου, οὐδὲ τῶν νόμων λαβεῖν ἠθέλησας μνήμην, τοιαῦτά σοι, φησὶν, ἐπάξω δεινὰ, ὥστε τὰς μὲν χεῖρας διαλυθῆναι, τὴν δὲ καρδίαν θορύβου παντὸς ἀναπλησθεῖσαν ἀπογνῶναι τὴν σωτηρίαν
'Since you refused,' he says, 'to keep remembrance of me and of my laws, I will bring upon you such dreadful things that your hands shall grow slack and your heart, filled with utter confusion, shall despair of salvation.'
他說:「既然你不願記念我,也不願記念我的律法,我必將這樣可怕的事降在你身上,使你的雙手鬆弛無力,你的心充滿一切驚惶,以致絕望於得救。」
1:2113
Εἶτα τῶν εἰρημένων τὸ ἀψευδές·
Then, the infallibility of what has been spoken:
接著,證實所說之言的必然無誤:
1:2114
Ἐγὼ Κύριος λελάληκα, καὶ ποιήσω. Βεβαιοῖ, φησὶ, τὰ εἰρημένα τὸ τοῦ εἰρηκότος ἀξίωμα·
'I the Lord have spoken, and I will do it.' 'The dignity of him who has spoken,' he says, 'confirms what has been said;'
「我耶和華說了這話,就必成就。」他說:「說這話者的尊嚴,就證實了所說的話;」
1:2115
ἀρκεῖ γὰρ ὑμᾶς, μαθόντας τίς ὁ φθεγξάμενος, πιστεῦσαι τοῖς εἰρημένοις
for it is enough for you, having learned who it is that has uttered them, to believe what has been spoken.
因為你們既已知道說這話的是誰,這就足以叫你們相信所說的話。
1:2116
Καὶ διασκορπιῶ σε ἐν τοῖς ἔθνεσι, καὶ δια σπερῶ σε ἐν ταῖς χώραις
'And I will scatter you among the nations, and I will disperse you throughout the lands.'
「我必將你分散在列國,四散在各地。」
1:2117
Καὶ ἐκλείψει ἡ ἀκαθαρσία σου ἐκ σοῦ·
'And your uncleanness shall be removed from you;'
「你的污穢必從你中間除掉;」
1:2118
( ι ʹ.) Καὶ κατακληρονομήσω ἐν σοὶ κατ' ὀφθαλμοὺς τῶν ἐθνῶν, διότι ἐγὼ Κύριος
(16.) 'And I will take my inheritance in you before the eyes of the nations, because I am the Lord.'
(十六節。)「我必在列國眼前,因你而承受基業,因為我是耶和華。」
1:2119
Ὅταν γὰρ, φησὶν, αἰχμάλωτοι γένησθε, καὶ μέτοικοι, τηνικαῦτα τῇ πείρᾳ διδαχθήσεσθε σωφρονεῖν, καὶ τῆς προτέρας παυσάμενοι παρανομίας, μαθήσεσθέ με Θεὸν ὑμῶν ὄντα καὶ Κύριον, καὶ κληρονομία ἐμὴ χρηματίσετε, καὶ μαθήσεται δι' ὑμῶν τὰ ἔθνη, ἐν οἷς παροικεῖτε, τὴν ἐμὴν ἀξίαν καὶ δύναμιν
'For when,' he says, 'you become captives and sojourners, then, taught by experience, you shall learn to be sober-minded; and having ceased from your former lawlessness, you shall learn that I am your God and Lord, and you shall be called my inheritance, and through you the nations among whom you dwell shall learn my worth and power.'
他說:「因為當你們成為被擄的、寄居的時候,那時你們藉著經歷就必受教而變得謹守;你們既停止先前的違法,就必認識我是你們的神和主,並且你們必被稱為我的產業,而你們所寄居其間的列國也必藉著你們認識我的尊貴與大能。」
1:2120
Καὶ ἐγένετο λόγος Κυρίου πρὸς μὲ, λέγων·
And the word of the Lord came to me, saying:
耶和華的話臨到我,說:
1:2121
Υἱὲ ἀνθρώπου, ἰδοὺ γεγόνασί μοι ὁ οἶκος Ἰσραὴλ ἀναμεμιγμένοι πάντες χαλκῷ, καὶ κασσιτέρῳ, καὶ σιδήρῳ καὶ μολύβδῳ, ἐν μέσῳ καμίνου ἀργυρίου ἀναμεμιγμένοι εἰσίν
'Son of man, behold, the house of Israel has become for me all mixed together with copper, and tin, and iron, and lead; in the midst of a furnace they are mingled with silver.'
「人子啊,看哪,以色列家在我面前都變為渣滓,就是銅、錫、鐵、鉛,在爐中與銀混雜。」
1:2122
Ἔοικε, φησὶν, ὁ λαὸς οὗτος, ὦ προφῆτα, ἀργύρῳ κιβδήλῳ, καὶ πολλὴν ἐπιμιξίαν ἔχοντι χαλκοῦ, καὶ σιδήρου, καὶ κασσιτέρου, καὶ μολύβδου
'This people, O prophet,' he says, 'has become like adulterated silver, which has much admixture of copper, and iron, and tin, and lead.'
他說:「先知啊,這百姓好像摻雜的銀子,其中混有許多的銅、鐵、錫、鉛。」
1:2123
Τοῦτο δὲ καὶ διὰ Ἱερεμίου τοῦ προφήτου φησὶν ὁ Θεός·
This too God says through Jeremiah the prophet:
神也藉著先知耶利米說了這話:
1:2124
Ἀργύριον ἀποδεδοκιμασμένον καλέσατε αὐτοὺς, ὅτι ἀπεδοκίμα. σεν αὐτοὺς Κύριος ὁ Θεός· διὰ δὲ τῶν εἰρημένων ὑλῶν τὰ παντοδαπὰ τῆς κακίας παρεδήλωσεν εἴδη·
'Call them rejected silver, for the Lord God has rejected them.' And through the materials mentioned he indicated the manifold forms of their wickedness;
「人必稱他們為被棄的銀子,因為耶和華已經棄絕他們。」他藉著所提的各樣材料,暗示了他們各式各樣的惡行;
1:2125
καὶ τοῦτο πάλιν διὰ Ἱερεμίου τοῦ προφήτου μαθεῖν δυνατόν·
and this again it is possible to learn through Jeremiah the prophet;
這一點也可以再次藉著先知耶利米得知;
1:2126
ταύτην γὰρ τῶν Ἰουδαίων τὴν κατηγορίαν ποιούμενος ἔφη καὶ αὐτός·
for making this same accusation against the Jews, he too said:
因為他向猶太人提出這同樣的控告時,他也說:
1:2127
Ἐξέλιπεν φυσητὴρ ἀπὸ πυρὸς, ἐξέλιπε μόλυβδος, εἰς κενὸν ἀργυροκόπος ἀργυροκοπεῖ·
'The bellows has failed of its fire, the lead has failed; in vain does the silversmith work his silver;'
「風箱吹火,鉛也熔化了;煉銀者徒然煉銀;」
1:2128
αἱ πονηρίαι αὐτῶν οὐκ ἐτάκησαν. Ὅθεν ἐπήγαγεν·
'their wickednesses have not been melted away.' Whereupon he added:
「他們的惡並沒有被熔化除去。」於是他接著說:
1:2129
Ἀργύριον ἀποδεδοκιμασμένον καλέσατε αὐτοὺς, ὅτι ἀπεδοκίμασεν αὐτοὺς Κύριος ὁ Θεός. Φυσητῆρα δὲ τὴν θείαν ἐνέργειαν ἀπεκά λεσε·
'Call them rejected silver, for the Lord God has rejected them.' By the 'bellows' he named the divine energy;
「人必稱他們為被棄的銀子,因為耶和華已經棄絕他們。」他以「風箱」稱那神聖的作為;
1:2130
πῦρ δὲ νῦν μὲν τὸν παιδευτικὸν καὶ καθαρτή ριον λόγον, νῦν δὲ τὴν δι' ἔργων τιμωρίαν
and by 'fire' he meant now the corrective and purifying word, and now the punishment inflicted through deeds.
以「火」有時指那教導與潔淨的話語,有時指藉著實際作為施行的刑罰。
1:2131
Ἀργυροκόπον δὲ πάλιν τὴν προφητικὴν διδασκαλίαν ὠνόμασε, μό λυβδον δὲ τὴν τιμωρίαν·
And again by 'silversmith' he named the prophetic teaching, and by 'lead' the punishment;
他又以「煉銀者」稱那先知的教導,以「鉛」稱那刑罰;
1:2132
ὅτι γὰρ μόλυβδος ἐμβάλλε ται τῷ ἀργύρῳ χωνευομένῳ, ὡς ἂν τὸ ἐν τούτῳ κί βδηλον δαπανήσειεν, καὶ ἡ τιμωρία τοῖς ἀξίοις ἐπιφέ ρεται, ἵνα καθαροὶ τῆς ἁμαρτίας ἀναφανῶσι
for just as lead is put into silver that is being smelted, so as to consume the base alloy in it, so also punishment is brought upon those who deserve it, that they may be shown pure from sin.
因為正如鉛被投入正在熔煉的銀中,好燒盡其中的雜質,同樣,刑罰也臨到那些該受的人身上,好使他們顯為脫離了罪的潔淨之物。
1:2133
Τοῦτο καὶ ἐνταῦθα ποιήσειν ἀπειλεῖ
This too he threatens to do here.
他也威嚇說要在此處如此行。
1:2134
Τάδε λέγει Ἀδωναῒ Κύ ριος·
'Thus says the Lord Adonai:'
「主耶和華如此說:」
1:2135
Ἀνθ' ὧν ἐγένεσθε πάντες εἰς σύγκρασιν μίαν, διὰ τοῦτο ἰδοὺ ἐγὼ εἰσδέξομαι ὑμᾶς ἐν μέσῳ Ἱερουσαλήμ
'Because you have all become one mixture, therefore behold, I will gather you into the midst of Jerusalem.'
「因你們都成了一團混雜之物,所以看哪,我必將你們聚集在耶路撒冷中。」
1:2136
Καθὼς εἰσδέχεται ἄργυρος καὶ χαλκὸς, καὶ σίδηρος, καὶ μόλυβδος, καὶ κασ σίτερος ἐν μέσῳ καμίνου, τοῦ ἐμφυσῆσαι εἰς αὐτὴν πῦρ εἰς τὸ χωνευθῆναι, οὕτως εἰσδέξομαι ὑμᾶς ἐν τῇ ὀργῇ μου, καὶ ἐν τῷ θυμῷ μου, καὶ εἰσάξω, καὶ ἐπαφήσω·
'As silver and copper, and iron, and lead, and tin are gathered into the midst of a furnace, to blow fire upon it that it may be smelted, so will I gather you in my wrath and in my fury, and I will bring you in and cast you down;'
「人怎樣把銀、銅、鐵、鉛、錫聚在爐中,吹火其上使之熔化,我也照樣在我的怒氣和忿怒中將你們聚集,帶進去並傾倒;」
1:2137
Καὶ χωνεύσω ὑμᾶς, καὶ ἐμφυσήσω ὑμᾶς ἐν πυρὶ ὀργῆς μου, καὶ χω νευθήσεσθε ἐν μέσῳ αὐτῆς
'And I will smelt you, and I will blow upon you in the fire of my wrath, and you shall be smelted in the midst of it.'
「我要熔煉你們,在我烈怒的火中向你們吹氣,你們就在其中被熔化。」
1:2138
Ὃν τρόπον χωνεύε ται ἀργύριον ἐν μέσῳ καμίνου, οὕτως χωνευθή σεσθε ἐν μέσῳ αὐτῆς, καὶ ἐπιγνώσεσθε ὅτι ἐγὼ Κύριος ἐξέχεα τὸν θυμόν μου ἐφ' ὑμᾶς
'As silver is smelted in the midst of a furnace, so shall you be smelted in the midst of it, and you shall know that I the Lord have poured out my fury upon you.'
「銀子怎樣在爐中熔化,你們也必照樣在城中熔化;你們就知道我耶和華已將我的忿怒傾倒在你們身上。」
1:2139
Ἐπειδὴ, φησὶ, τὴν τῆς κακίας ἐπιμιξίαν ἐδέξασθε, καὶ ἀρ γύρῳ ἀδοκίμῳ ἐοικότες, διὰ τῆς παντοδαπῆς πονη ρίας ἀνεφάνητε κίβδηλοι, χωνευτήριον μὲν ὑμῖν καταστήσω τὴν Ἱερουσαλὴμ, ἀνθράκων δὲ δίκην ἐμβαλῶ τοὺς πολεμίους·
'Since,' he says, 'you have received the admixture of wickedness, and, resembling reprobate silver, have been shown to be base through your manifold depravity, I will make Jerusalem your smelting-crucible, and I will cast in the enemies in the manner of coals;'
他說:「既然你們接受了惡的摻雜,好像不合格的銀子,藉著各式各樣的敗壞而顯為雜質,我就要使耶路撒冷成為你們的熔爐,並像投入炭火一樣,把仇敵投進去;」
1:2140
τὴν δὲ ἐμὴν ἐνέργειαν καὶ βούλησιν, οἷόν τινα φυσητῆρα κινήσω, καὶ κατὰ ταυτὸν ὑμᾶς χωνεύσω, ἵνα τοὺς μὲν ἀνήκεστα νενο σηκότας, ταῖς ἄλλαις ὕλαις παραπλησίως δαπανήσω, τοὺς δὲ ἴασιν ἐπιδεχομένους, οἷόν τινα κεκαθαρμένον ἄργυρον ἀποφήνω
'and my energy and will I will set in motion, as it were a bellows, and I will smelt you all together, that those who are incurably diseased I may consume like the other base materials, but those who admit of healing I may bring forth like refined silver.'
「我必運行我的作為和旨意,如同拉動風箱一般,同時熔煉你們,好使那病入膏肓、無可救藥的,像其他雜質一樣被燒盡,而那能接受醫治的,我卻要使他們顯為煉淨的銀子。」
1:2141
Καὶ ἐγένετο λόγος Κυρίου πρὸς μὲ, λέ γων·
And the word of the Lord came to me, saying:
耶和華的話臨到我,說:
1:2142
Σὺ εἶ γῆ οὐ βρεχομένη οὐδὲ ὑετὸς ἐγένετο ἐπὶ σὲ ἐν ἡμέρᾳ ὀργῆς
'You are a land that is not rained upon, nor did rain come upon you in the day of wrath.'
「你是未曾得雨滋潤之地,在忿怒的日子也沒有雨降在你身上。」
1:2143
Καὶ ἐκ πολέμου χερσεύουσα, καὶ μήτε ὑετὸν, μήτε ἄροτρον δεξαμένη·
'And made desolate by war, and receiving neither rain nor plough;'
「因戰爭而荒蕪,既未得雨水,也未受犁耕;」
1:2144
καὶ μὴν τὸν τῆς διδασκα λίας ὑετὸν διὰ τῶν ἁγίων αὐτῇ προσέφερε προφητῶν·
and yet he brought the rain of teaching upon her through the holy prophets;
然而他確曾藉著眾聖先知,將教導的雨水澆灌在她身上;
1:2145
ἀλλ' ἐπειδὴ τοῦτον οὐκ ἐδέχοντο, ἀλλ' ἀπωθοῦντο, καθάπερ τις πέτρα παρείσδυσιν οὐ παρέχουσα τῇ τοῦ ὑετοῦ φορᾷ, εἰκότως αὐτὴν οὐ βρεχομένην ὠνόμασε γῆν
but since they did not receive it but pushed it away, like some rock that gives no entrance to the falling of the rain, he fittingly named her a land not rained upon.
但既然他們不肯領受,反倒推拒,如同磐石不容雨水滲入,他就恰當地稱她為未曾得雨滋潤之地。
1:2146
Εἶτα πάλιν τῶν ἀρχόντων κατηγορεῖ
Then again he accuses the rulers.
接著他又指控那些首領。
1:2147
ἐν μέσῳ αὐτῆς, ὡς λέοντες ὠρυόμενοι, ἁρπάζοντες ἁρπάγματα, ψυ χὰς κατεσθίοντες ἐν δυναστείᾳ, πλοῦτον καὶ τι μὰς λαμβάνοντες, τὰς χήρας αὐτῆς ἐπλήθυ ναν ἐν μέσῳ αὐτῆς
'...in her midst, like roaring lions, seizing prey, devouring souls by force, taking wealth and honours; they multiplied her widows in her midst.'
「⋯⋯在城中如吼叫的獅子,攫奪掠物,用強暴吞吃人命,奪取財寶尊榮,使城中的寡婦增多。」
1:2148
Τῶν γὰρ ἀνδρῶν ἀναιρουμένων
For the men being made away with,
因為丈夫既被除滅,
1:2149
δῆλον ὅτι ἡ χηρεία χώραν ἐλάμβανεν·
it is plain that widowhood found its place;
顯然寡居的景況就隨之而來;
1:2150
ἐντεῦθεν ἐπὶ τοὺς ἱερέας τὸν κατηγορικὸν μεταφέρει λόγον
from there he transfers the accusatory discourse to the priests.
從此他又把控告的話轉向祭司。
1:2151
Καὶ οἱ ἱερεῖς αὐτῆς ἠθέτησαν τὸν νόμον μου
'And her priests set at nought my law.'
「她的祭司廢棄我的律法。」
1:2152
Μεγίστη δὲ αὕτη παρανομία·
This is the greatest lawlessness;
這是最大的違法之罪;
1:2153
οὓς γὰρ ποδηγεῖν τοὺς ἄλλους ἐχρῆν, οὗτοι διετέλουν τυφλώττοντες
for those who ought to have guided the rest continued in their own blindness.
因為那些本應引導眾人的,自己卻繼續處於瞎眼的光景。
1:2154
Καὶ ἐβεβήλουν τὰ ἅγιά μου. Παρανόμως, φησὶν, ἐπετέλουν τὰς λειτουργίας·
'And they profaned my holy things.' 'Unlawfully,' he says, 'they performed the sacred services;'
「他們褻瀆我的聖物。」他說:「他們違法地執行那些聖事;」
1:2155
εἶτα τῆς παρανομίας τὰ εἴδη
then the forms of the lawlessness:
接著是那違法的各樣樣式:
1:2156
Ἀναμέσον ἁγίου καὶ βεβήλου οὐ διέστελλον, καὶ ἀναμέσον καθαροῦ καὶ ἀκαθάρτου οὐ διέστελλον. Οὐ διέκρινον, φησὶ, καὶ ἐδίδασκον, τί μὲν ἅγιον καὶ θεῖον, τί δὲ βέβηλον καὶ ἀνθρώπειον·
'Between holy and profane they did not distinguish, and between clean and unclean they did not distinguish.' 'They did not discern,' he says, 'nor teach, what is holy and divine, and what is profane and human;'
「在聖與俗之間他們不加分別,在潔淨與不潔淨之間他們也不加分別。」他說:「他們不辨明,也不教導,甚麼是聖潔屬神的,甚麼是俗常屬人的;」
1:2157
βέβηλον γὰρ ἐνταῦθα οὐ τὸ ἐναγὲς καλεῖ, ἀλλὰ τὸ κοινὸν καὶ τῶν θείων κεχωρισμένον
for here he calls 'profane' not that which is accursed, but that which is common and set apart from divine things.
因為他在此稱之為「俗」的,並非指那可咒詛之物,而是指那平常的、與神聖之物分開的。
1:2158
Καθαρὸν καὶ ἀκάθαρτον, τὰ κατὰ τὸν νόμον κεχωρισμένα, καὶ τὰ κατὰ νό μον αὖ πάλιν ἀπηγορευμένα, οὐ περὶ βρωμάτων μόνον καὶ θυμάτων, ἀλλὰ καὶ περὶ ἐνδυμάτων, καὶ τῶν ἄλλων τῶν τε κατὰ γνώμην, καὶ παρὰ γνώμην συμβαινόντων, γονοῤῥοίας τε καὶ ἀποκαθημένης, καὶ ἁφῆς λέπρας, καὶ ἁφῆς νεκροῦ, καὶ θνησιμαίου, καὶ θηριαλώτου, καὶ τὰ ἄλλα ὅσα ὁ νόμος διαγορεύει
'Clean and unclean' — the things separated according to the law, and again those forbidden according to the law, not only concerning foods and sacrifices, but also concerning garments, and the other things that befall both by intention and against intention: emissions of seed, and the menstruant woman, and the touch of leprosy, and the touch of a corpse, and of carrion, and of a beast-torn thing, and all the rest that the law prescribes.
「潔淨與不潔淨」——就是按律法所分別出來的,以及按律法所禁止的,不僅關乎食物與祭牲,也關乎衣服,並其他無論出於故意或非故意所發生的事:漏精、行經的婦人、大痲瘋的觸摸、死屍的觸摸、自死之物、被野獸撕裂之物,以及律法所吩咐的其餘一切。
1:2159
Τούτοις προστίθησι, Καὶ ἀπὸ τῶν σαββάτων μου παρεκάλυπτον τοὺς ὀφθαλμοὺς αὑτῶν, καὶ ἐβεβή λουν με ἐν μέσῳ αὐτῶν. Ὁρῶντες γὰρ ὑβρι ζομένην προφανῶς τὴν τῶν σαββάτων ἡμέραν, καὶ ἐργασίαν παράνομον ἐπιτελουμένην ἐν τῇ ἀργῇ ἡμέρᾳ, ἐλέγχειν οὐκ ἤθελον τοὺς παρανομεῖν τολμῶν τας, ἀλλ' οἱονεὶ μύοντες τοὺς ὀφθαλμοὺς, οὐκ ἐδό κουν ὁρᾷν, ἃ διετέλουν ὁρῶντες
To these he adds: 'And from my sabbaths they hid their eyes, and they profaned me in their midst.' For seeing the day of the sabbaths openly outraged, and unlawful labour carried out on the day of rest, they were unwilling to reprove those who dared to transgress the law, but as if closing their eyes, they pretended not to see what they were in fact continually seeing.
在這些之上,他又加上:「他們掩目不顧我的安息日,在他們中間褻瀆我。」因為他們看見安息日公然被踐踏,在當歇工的日子卻有違法的工作進行,他們卻不肯責備那些膽敢違法的人,反倒好像閉上眼睛,佯裝看不見他們實際不斷看見的事。
1:2160
Πάλιν ἐπὶ τοὺς ἄρχοντας ἐπανελθὼν, φησίν·
Again returning to the rulers, he says:
他又轉回論到那些首領,說:
1:2161
Οἱ ἄρχοντες αὐτῆς ἐν μέσῳ αὐτῆς, ὡς λύκοι ἁρπάζοντες ἁρπάγματα, τοῦ ἐκχέαι αἷμα, τοῦ ἀπολέσαι ψυχὰς, ὅπως πλεονεξίᾳ πλεον εκτῶσιν
'Her rulers in her midst are like wolves seizing prey, to shed blood, to destroy souls, that they may enrich themselves through covetousness.'
「她的首領在城中如豺狼攫奪掠物,流人的血,滅絕人命,為要貪得利益。」
1:2162
Ἀφορμὴν, φησὶ, κέρδους ἐποιοῦντο οἱ ἄρ χειν λαχόντες τὰς ἀδίκους σφαγὰς, καὶ οὓς ἔδει τῶν ἀδικουμένων εἶναι προμάχους, οὗτοι τῆς τῶν ἀδι κούντων ἐγένοντο μοίρας
'They made unjust slaughters,' he says, 'an occasion of gain, those who were allotted to rule; and those who ought to have been champions of the wronged, these became of the party of the wrongdoers.'
他說:「那些被派來治理的人,竟以不義的殺戮作為圖利的機會;那些本應作受屈者之保護的人,反倒成了行不義者的同夥。」
1:2163
Ἐντεῦθεν ἐπὶ τοὺς προφή τας μεταβαίνει, λέγων·
From there he passes on to the prophets, saying:
從此他又轉向眾先知,說:
1:2164
Καὶ οἱ προφῆται αὐτῆς ἀλείφοντες αὐτούς
'And her prophets who daubed them over;'
「她的先知用未泡透的灰為他們粉飾;」
1:2165
Τοῦτο καὶ ἄνω ἔφη, τὸν κακῶς οἰκοδομηθέντα τοῖ χον ὑπὸ τοῦ λαοῦ κάκιον ὑπὸ τῶν ψευδοπροφητῶν ἀλει φθέντα·
This he also said above, that the wall badly built by the people was daubed over yet worse by the false prophets;
這話他在前面也說過,就是百姓所建造得拙劣的牆,被假先知粉飾得更加不堪;
1:2166
ἐβεβαίουν, φησὶν, οἱ καλούμενοι προφῆται, τὰ κακῶς ὑπὸ τῶν ἀρχόντων γινόμενα, κο λακευτικοῖς κεχρημένοι λόγοις, καὶ τὰς ἀρχὰς θερα πεύειν δεδιδαγμένοι
'they confirmed,' he says, 'those called prophets, the evils done by the rulers, employing flattering words, and having been trained to fawn upon the authorities.'
他說:「那些被稱為先知的人,用諂媚的言語,證實首領們所行的惡事,且慣於奉承當權者。」
1:2167
Εἶτα τὴν τούτων τιμωρίαν δι δάσκει·
Then he teaches their punishment:
接著他教導這些人所受的刑罰:
1:2168
Πεσοῦνται ὁρῶντες μάταια, μαντευόμενοι ψευδῆ, λέγοντες, Τάδε λέγει Ἀδωναῒ Κύριος, καὶ. Κύριος οὐ λελάληκε. Μιμούμενοι γὰρ τοὺς ἀληθεῖς προφήτας, τῷ τοῦ Θεοῦ προσώπῳ τὰς ψευδεῖς αὑτῶν χρησμολογίας περιετίθεσαν, καὶ τῇ πηγῇ τῆς ἀλη θείας περιῆπτον τὸ ψεῦδος
'They shall fall, seeing vain things, divining lies, saying, Thus says the Lord Adonai — and the Lord has not spoken.' For imitating the true prophets, they clothed their false oracles with the person of God, and attached falsehood to the fountain of truth.
「他們必因見虛空的異象、行虛謊的占卜而跌倒,他們說:『主耶和華如此說』——其實耶和華並沒有說。」因為他們模仿真先知,將自己虛謊的預言披上神的名義,把謊言繫在真理的泉源上。
1:2169
Ταῦτα δὲ, φησὶν, ἔλε γον·
'And these things,' he says, 'they said;'
他說:「他們說了這些話;」
1:2170
Τὸν λαὸν τῆς γῆς ἐκπιέζοντες ἀδικίᾳ, καὶ διαρπάζοντες ἁρπάγματα, πτωχὸν καὶ πένητα καταδυναστεύοντες, καὶ πρὸς τὸν προσήλυτον οὐκ ἀναστρεφόμενοι μετὰ κρίματος
'Oppressing the people of the land with injustice, and plundering spoils, oppressing the poor and needy, and not dealing with the sojourner according to justice.'
「他們用不義欺壓這地的百姓,搶奪掠物,欺壓貧窮困苦的人,也不按公正對待寄居的外人。」
1:2171
Τῇ ψευδολο γίᾳ, φησὶν, ἐχρῶντο, καὶ πρὸς χάριν τοῖς ἄρχουσιν ἐμαντεύοντο, ἄδειαν λαμβάνειν κατὰ τῶν πενήτων ἐθέλοντες, καὶ ἀφορμὴν κέρδους τὸ ψεῦδος ποιού μενοι
They practiced false prophecy, he says, and prophesied to curry favor with the rulers, wishing to gain license against the poor, and making their lying a means of profit.
他說,他們慣用虛假的預言,並為討好官長而說預言,想要藉此得著任意欺壓窮人的縱容,把謊言當作牟利的機會。
1:2172
Καὶ ἐζήτουν ἐξ αὐτῶν ἄνδρα ἀναστρεφόμε νον ὀρθῶς, καὶ ἑστῶτα ἐν διακοπῇ φραγμοῦ πρὸ προσώπου μου ἐν καιρῷ τῆς γῆς, τοῦ μὴ εἰς τέλος ἐξαλεῖψαι αὐτὴν, καὶ οὐχ εὗρον
And I sought from among them a man who walked uprightly, and who stood in the breach of the wall before my face in the time of the land, that it might not be utterly wiped out; and I found none.
我從他們中間尋找一個行事正直的人,一個能在城牆的破口上、在那地危難之時站在我面前的人,好使那地不至完全被除滅,我卻找不著。
1:2173
Ταῦτα καὶ διὰ Ἱερεμίου διδάσκει, λέγων·
These same things he teaches also through Jeremiah, saying:
同樣的事,他也藉著耶利米教導,說:
1:2174
διέλθετε εἰς τὰς διόδους Ἱερουσαλὴμ, καὶ ἴδετε, καὶ ζητήσετε ἐν ταῖς πλατείαις αὐτῆς, ἐὰν εὑρήσητε ἕνα ποιοῦντα κρῖμα, καὶ ζητοῦντα πίστιν, καὶ ἵλεως ἔσομαι αὐτῇ. Καὶ ἐνταῦθα τοίνυν φησὶν, ὅτι ἔκ τε τῶν ἀρχόντων ἔκ τε τῶν ἱερέων, καὶ ἐκ τῶν ἄλλων ἁπάντων ἐπεζή τουν ἕνα γοῦν ἄνδρα, στῆναι ἐν διακοπῇ φραγμοῦ δυνάμενον, τουτέστιν, ἐπισχεῖν τὰς ἐπιφερομένας τιμωρίας διὰ δικαιοσύνης ἰσχύοντα, καὶ τὴν γεγενη μένην ἐκ τῆς παρανομίας διακοπὴν, καὶ πάροδον τῆς τιμωρίας ἀποφράξαι καὶ ἀποτειχίσαι δυνάμενον, καὶ οὐχ εὗρον
Go about through the streets of Jerusalem, and look, and search in her broad places, whether you can find one man doing judgment and seeking faithfulness, and I will be merciful to her. Here too, then, he says that from among the rulers and the priests and all the rest, he sought at least one man able to stand in the breach of the wall—that is, one strong enough through righteousness to hold back the punishments that were being brought upon them, and able to block up and wall off the breach that had been made by their lawlessness, and to stop the inrush of the punishment; and he found none.
你們當跑遍耶路撒冷的街道,觀看查訪,在她的寬闊處尋找,看是否能找到一人施行公義、尋求信實,我就必赦免那城。所以他在這裡也說,他從官長中、從祭司中,並從其餘眾人中,尋找至少一人能站在城牆的破口上,就是說,能藉公義有力地攔阻那臨到他們的刑罰,能堵塞並築牆封閉那因不法而造成的破口,攔阻刑罰的湧入的人;他卻找不著。
1:2175
Ἐξέχεα τὸν θυμόν μου ἐπ' αὐτὴν ἐν πυρὶ ὀργῆς μου, τοῦ συντελέσαι αὐτούς
I poured out my wrath upon her in the fire of my anger, to make an end of them.
我在烈怒的火中,將我的忿怒傾倒在她身上,要滅盡他們。
1:2176
Καὶ δεικνὺς τῆς τιμωρίας τὸ δίκαιον, ἐπήγαγε·
And showing the justice of the punishment, he added:
他為顯明刑罰的公義,又接著說:
1:2177
κεφαλὰς αὐτῶν δέδωκα, λέγει Ἀδωναῒ Κύριος
I have brought their ways upon their own heads, says the Lord Adonai.
我已將他們所行的報應在他們自己頭上,主耶和華如此說。
1:2178
Κακῶς γὰρ, φησὶ, καὶ παρανόμως ὁδεύσαν τες, ἀκόλουθον εὗρον τῆς οἰκείας ὁδοῦ τὸ τέλος·
For having walked wickedly and lawlessly, he says, they found the end fitting to their own way.
他說,因為他們行事邪惡、違背律法,就得著了與自己所行相稱的結局。
1:2179
ἐν τεῦθεν ἔστι μαθεῖν οὐ μόνον τῆς θείας ἀγαθότητος τὴν ὑπερβολὴν, ἀλλὰ καὶ τὴν Ἰουδαίων ἀσέβειαν·
From this it is possible to learn not only the surpassing greatness of the divine goodness, but also the impiety of the Jews.
從此可以看出,不僅顯明了神良善的超絕,也顯明了猶太人的不敬虔。
1:2180
ἐπὶ μὲν γὰρ Σοδόμων ὑπέσχετο, εἰ πέντε εὕροι δι καίους, πᾶσαν τὴν πόλιν ἀνέπαφον τῆς τιμωρίας φυλάξειν·
For in the case of Sodom he promised that, if he found five righteous men, he would keep the whole city untouched by punishment;
因為在所多瑪的事上,他曾應許,若能找到五個義人,就要保全全城不受刑罰;
1:2181
ἐνταῦθα δὲ ἕνα ζητήσας οὐχ εὗρε
but here, having sought one, he found none.
然而在這裡,他尋找一個,卻找不著。
1:2182
προσήκει τοίνυν ἡμᾶς, εἰδότας ὡς ὁ θεῖος ἔλεος τῇ κρίσει συνέζευκται Ἔλεον γὰρ, φησὶ, καὶ κρίσιν ᾄσομαί σοι Κύριε, μὴ ἐπιμένειν τοῖς τῆς ἁμαρτίας ἐπιτηδεύμασιν, μηδὲ τῆς τοῦ Θεοῦ μακρο θυμίας καταφρονεῖν, μηδὲ θησαυρίζειν ἑαυτοῖς ὀργὴν ἐν ἡμέρᾳ ὀργῆς, καὶ ἀποκαλύψεως, καὶ δικαιοκρι σίας τοῦ Θεοῦ, ὃς ἀποδώσει ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ·
It is fitting, therefore, that we, knowing that the divine mercy is yoked together with judgment—for he says, 'Of mercy and judgment will I sing to you, O Lord'—should not persist in the practices of sin, nor despise the longsuffering of God, nor treasure up for ourselves wrath in the day of wrath and of the revelation and righteous judgment of God, who will render to each according to his works;
所以我們既知道神的憐憫與審判是相連的,就當如此行——因為他說:「主啊,我要歌唱慈愛和公平」——不可繼續行罪的勾當,也不可輕看神的忍耐,更不可為自己積蓄忿怒,以致在神忿怒、顯明並施行公義審判的日子,遭受祂按各人行為的報應;
1:2183
αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων
to him be the glory unto the ages of ages.
願榮耀歸與祂,直到世世代代。
1:2184
Καὶ ἐγένετο λόγος Κυρίου πρὸς μὲ, λέ γων·
And the word of the Lord came to me, saying:
耶和華的話又臨到我,說:
1:2185
Υἱὲ ἀνθρώπου, δύο γυναῖκες ἦσαν, θυ γατέρες μητρὸς μιᾶς
Son of man, there were two women, daughters of one mother.
人子啊,有兩個女子,是一母所生的女兒。
1:2186
Καὶ ἐξεπόρνευσαν ἐν Αἰ γύπτῳ
And they committed fornication in Egypt.
她們在埃及行淫。
1:2187
Ἐν μὲν τοῖς ἡρμηνευμένοις ἅπαντα τὸν λαὸν μίαν ὠνόμασε πόρνην·
In the preceding passages he named the whole people as a single harlot;
在前面所解釋的經文中,他將全體百姓稱作一個妓女;
1:2188
εἷς γὰρ καὶ τὴν ἀρχὴν λαὸς ἐχρημάτισεν·
for at the beginning they were reckoned as one people.
因為起初他們原被算為一個民族。
1:2189
ἐπειδὴ δὲ ἐπὶ τοῦ Ῥοβοὰμ ἡ διαίρεσις ἐγένετο, καὶ οἱ μὲν Ἐφραῒμ καὶ Ἰσραὴλ ὠνομάζοντο, οἱ δὲ Ἰούδας, εἰκότως καὶ τῷ παρα βολικῷ καὶ τροπικῷ εἴδει κατὰ διαίρεσιν κέχρηται·
But since in the days of Rehoboam the division took place, and some were called Ephraim and Israel, and the others Judah, he fittingly employs the parabolic and figurative form according to that division;
但因在羅波安的日子發生了分裂,一部分被稱為以法蓮和以色列,另一部分被稱為猶大,他就恰當地按這分裂採用了比喻和象徵的形式;
1:2190
καλεῖ δὲ αὐτοὺς ἀπὸ τῶν μητροπόλεων, τὰς μὲν δέκα φυλὰς ἀπὸ Σαμαρείας, τὸν δὲ Ἰούδαν καὶ τὸν Βενια μὶν ἀπὸ τῆς Ἱερουσαλήμ·
and he names them from their capital cities: the ten tribes from Samaria, and Judah and Benjamin from Jerusalem.
他按著各自的都城稱呼他們:十個支派從撒瑪利亞得名,猶大和便雅憫則從耶路撒冷得名。
1:2191
λέγει δὲ αὐτὰς μητρὸς μιᾶς, οὐ μόνον διὰ τὴν μίαν ῥίζαν τοῦ γένους, ἀλλ' ὅτι καὶ κατὰ τὴν ἀσέβειαν, μίαν ἔσχον μητέρα τὴν Αἴ γυπτον·
He calls them daughters of one mother, not only because of the single root of their race, but also because in their impiety they had one mother, Egypt;
他稱她們為一母所生,不僅因為她們同出於一族之根,也因為在不敬虔上,她們有一個共同的母親,就是埃及;
1:2192
καὶ γὰρ ἀνωτέρω τροπικῶς τὴν μὲν μητέρα αὐτῶν Χετταίαν, Ἀμοῤῥαῖον δὲ τὸν πατέρα προσ ηγόρευσεν
for above too he had figuratively called their mother a Hittite, and their father an Amorite.
因為在前面,他也曾以象徵的方式稱她們的母親為赫人,父親為亞摩利人。
1:2193
Αὗται τοίνυν, φησὶν, ἐξεπόρνευσαν ἐν Αἰγύπτῳ·
These, then, he says, committed fornication in Egypt.
他說,這兩個女子就在埃及行淫。
1:2194
εἶτα καὶ τὸν χρόνον δηλοῖ
Then he also indicates the time:
接著他又指明那時候:
1:2195
Ἐν τῇ νεότητι αὐτῶν ἐπόρνευσαν·
In their youth they committed fornication.
她們幼年時行淫。
1:2196
ἐκεῖ ἔπεσον οἱ μαστοὶ αὐ τῶν, καὶ ἐκεῖ διεπαρθενεύθησαν. Οἱ μὲν γὰρ πα τέρες αὐτῶν, Ἀβραὰμ, καὶ Ἰσαὰκ, καὶ Ἰακὼβ, ἐνεὐσεβείᾳ διέλαμψαν, καὶ τοῦ Ἰακὼβ δὲ οἱ παῖδες διέμειναν εἰδωλολατρείας ἀμύητοι·
There their breasts were pressed, and there they were deflowered. For their fathers, Abraham and Isaac and Jacob, shone forth in piety, and the sons of Jacob too remained uninitiated in idolatry;
在那裡她們的胸乳被摸,在那裡她們失去了童貞。因為她們的祖先,亞伯拉罕、以撒、雅各,都在敬虔中發出光輝,雅各的兒子們也未曾沾染拜偶像;
1:2197
οἱ δὲ ἐξ ἐκείνων φύντες ἐκ τῆς ἐν Αἰγύπτῳ διαγωγῆς μετέμαθον τὴν ἀσέβειαν·
but those born of them learned impiety anew from their sojourn in Egypt.
但那些從他們所生的後裔,卻因寄居埃及的生活,重新學了不敬虔。
1:2198
νεότητα δὲ αὐτῶν καλεῖ τῆς εἰς πλῆθος ἐπιδόσεως τὴν ἀρχήν·
By their 'youth' he means the beginning of their increase into a multitude;
他所說的「幼年」,是指他們開始增多成為眾民之時;
1:2199
διαφθορὰν δὲ καὶ μαστῶν πτῶσιν, τῶν δυσσεβῶν δογμάτων τὴν μάθησιν
and by 'corruption' and the 'fall of the breasts' he means the learning of impious doctrines.
而他所說的「敗壞」和「胸乳的下垂」,是指他們學了不敬虔的教義。
1:2200
Καθά περ γὰρ ἀκολουθεῖ τῇ τῆς παρθενίας ἀφαιρέσει τῶν μαστῶν ἡ χαυνότης·
For just as the slackening of the breasts follows upon the loss of virginity,
因為正如胸乳的鬆弛隨著童貞的喪失而來,
1:2201
οὕτω τῇ ἐκ Θεοῦ ἀποστάσει ἕπεται τοῦ ἐν ἡμῖν ἡγεμονικοῦ ἡ κατάπτωσις·
so upon apostasy from God there follows the collapse of the governing faculty within us;
照樣,離棄神之後,隨之而來的便是我們裡面主宰之官能的崩壞;
1:2202
τού του γὰρ οἱονεὶ καλύμματα καὶ προβλήματά εἰσιν οἱ μαστοί
for the breasts are, as it were, coverings and defenses of this faculty.
因為胸乳彷彿就是這官能的遮蓋和屏障。
1:2203
Εἶτα ἐπειδὴ παραβολικῶς γυναῖκας αὐτὰς ὠνόμασε, καὶ ὀνόματα αὐταῖς ἐπιτίθησι γυναικῶν τινων Αἰγυπτίων, ἐπισήμων ἐν ἀκολασίᾳ γεγενημέ νων, φησὶ δέ·
Then, since he had figuratively named them women, he also assigns to them the names of certain Egyptian women who had become notorious for licentiousness, and he says:
接著,因他已用比喻稱她們為婦人,就又給她們起了某些以淫蕩著稱的埃及婦人的名字,他說:
1:2204
Καὶ τὰ ὀνόματα αὐτῶν Ὀολλὰ ἡ πρεσβυ τέρα, καὶ Ὀολιβὰ νεωτέρα ἡ ἀδελφὴ αὐτῆς
And their names were Oholah the elder, and Oholibah her younger sister.
她們的名字,姊姊叫阿荷拉,妹妹叫阿荷利巴。
1:2205
Αἰνιγματωδῶς τὰ πρότερα εἰπὼν, ἐπὶ τὸ σαφέστερον ἤγαγε τὸν λόγον, καὶ τῶν ἑταιρῶν ἐκείνων γυναι κῶν ἐμνημόνευσε, τὴν κατηγορίαν αὔξων, αἴσθησιν αὐτοῖς τῆς ἀσεβείας διὰ τοῦ παραδείγματος ἐνθεῖναι βουλόμενος
Having spoken the former things enigmatically, he brought the discourse to a clearer point, and made mention of those harlot women, heightening the accusation, wishing by means of the example to instill in them a perception of their impiety.
他先前隱晦地說了那些話,如今把話說得更清楚,題起那些淫婦,加重了控訴,要藉這例子使他們感受到自己不敬虔的可憎。
1:2206
Εἶτα τὴν εἰς αὐτοὺς παρ' αὐτοῦ γενο. μένην εὐεργεσίαν διέξεισι
Then he recounts the benefit that had come to them from him.
接著他述說從祂而來、臨到他們的恩惠。
1:2207
Καὶ ἐγενοντό μοι, καὶ ἔτεκον υἱοὺς καὶ θυγατέρας, καὶ τὰ ὀνόματα αὐτῶν Σαμάρεια ἡ Ὀολλὰ, καὶ Ἱερουσαλὴμ ἡ Ὀολιβά. Συνάφειαν δὲ καὶ κοινωνίαν καλεῖ τὴν διὰ τοῦ νόμου γεγενημένην αὐτοῖς συμφωνίαν·
And they became mine, and bore sons and daughters; and their names were: Samaria is Oholah, and Jerusalem is Oholibah. He calls the harmony that had come to them through the Law a joining and a fellowship;
她們歸於我,生了兒女;她們的名字是:撒瑪利亞就是阿荷拉,耶路撒冷就是阿荷利巴。他把藉律法而在他們中間成就的和諧稱為結合與相交;
1:2208
ὁ μὲν γὰρ ἐνομο θέτει, οἱ δὲ ὡμολόγουν τὴν νομοθεσίαν φυλάττειν·
for he laid down the law, and they agreed to keep the legislation;
因為祂頒布律法,他們則答應遵守這律法;
1:2209
τὸ δὲ, ἔτεκόν μοι υἱοὺς καὶ θυγατέρας, δηλοῖ, ὅτι ὑπὸ τῷ νόμῳ τελοῦντες μετ' εὐσεβείας τέως τοὺς παῖδας ἀνέτρεφον
and the words, 'they bore me sons and daughters,' show that, being under the Law, they for a while brought up their children in piety.
而「她們給我生了兒女」這話,表明他們在律法之下,曾一度以敬虔養育兒女。
1:2210
Μέχρι μὲν οὖν τούτων κοινὴν ἀμφοτέρων ἐποιεῖτο κατηγορίαν·
Up to this point, then, he made a common accusation against both;
所以到此為止,他對兩者提出的是共同的控訴;
1:2211
ἐντεῦθεν δὲ λοι πὸν, τῆς τῶν φυλῶν διαιρέσεως γενομένης, πρώτην ποιεῖται τῆς Σαμαρείας κατηγορίαν, ἣν Ὀολλὰν ὠνόμασε·
but from here on, the division of the tribes having taken place, he makes his first accusation against Samaria, whom he named Oholah;
但從此以後,因支派已經分裂,他首先對他稱為阿荷拉的撒瑪利亞提出控訴;
1:2212
εἰς τὴν τῶν δαμάλεων ἐξώκειλεν ἀσέβειαν, διχῆ τῆς βασιλείας διαιρεθεί σης
she ran aground upon the impiety of the calves, when the kingdom had been split in two.
當國度一分為二時,她便陷入了拜牛犢的不敬虔中。
1:2213
Καὶ ἐξεπόρνευσε, φησὶν, ἡ Ὀολλὰ ἀπ' ἐμοῦ, καὶ ἐπέθετο ἐπὶ τοὺς ἐραστὰς αὑτῆς
And Oholah, he says, committed fornication away from me, and doted upon her lovers.
他說,阿荷拉離棄我行淫,戀慕她所愛的人。
1:2214
Ὡς ἐπὶ γυναικὸς δὲ τὸ τῶν ἐραστῶν ὄνομα τέθεικεν·
He has applied the term 'lovers' as though of a woman;
他用「所愛的人」這稱呼,彷彿是論到一個婦人;
1:2215
αἰ νίττεται δὲ καὶ παραδηλοῖ τοὺς δαίμονας, οἷς λα τρεύουσα διετέλεσεν
and he hints at and obliquely indicates the demons whom she continued to serve.
他暗示並隱約指出她一直所事奉的那些鬼魔。
1:2216
Εἶτα καὶ τὰ εἴδη τῆς ἀσεβείας διδάσκει
Then he also teaches the forms of the impiety.
接著他又指明那不敬虔的種種樣式。
1:2217
Καὶ τοὺς Ἀσσυρίους, φησὶ, τοὺς ἐγγίζοντας αὐτῇ
And the Assyrians, he says, who drew near to her—
他說,還有那些親近她的亞述人——
1:2218
( ʹ, ζʹ.) Ἐνδεδυκότας ὑακίνθινα ἡγουμέ νους, καὶ στρατηγοὺς, νεανίσκους ἐπιλέκτους πάντας, ἱππαζομένους ἐφ' ἵππων
(vv. 6, 7) clothed in blue, governors and commanders, all of them choice young men, riding upon horses.
(第六、七節)身穿藍色衣服,作首領和軍長,都是精選的少年人,騎著馬。
1:2219
Καὶ ἔδωκε τὴν πορνείαν αὑτῆς ἐπ' αὐτοὺς, ἐπὶ τοὺς ἐπιλέκτους υἱοὺς Ἀσσυρίων πάντας ἐφ' οὓς ἐπέθετο, ἐν πᾶσι τοῖς ἐνθυμήμασιν αὑτῆς ἐμιαίνετο
And she bestowed her fornication upon them, upon all the choice sons of the Assyrians whom she doted upon; with all their devisings she defiled herself.
她把淫行給了他們,就是她所戀慕的一切精選的亞述人;她藉著他們一切的偶像玷污了自己。
1:2220
Λέγει μὲν αἰνιγματωδῶς νεανίσκους ἐπιλέκτους ἐνδεδυκό τας ὑακίνθινα, τὰ οὕτως ὑπ' αὐτῶν γραφόμενά τε καὶ σχηματιζόμενα εἴδωλα·
He speaks enigmatically of choice young men clothed in blue, meaning the idols thus painted and fashioned by them;
他隱晦地說到身穿藍色衣服、精選的少年人,是指那些被他們如此描繪和塑造的偶像;
1:2221
καὶ γὰρ εἰώθεισαν ἅπαντες οἱ πάλαι ἀσεβοῦντες τὰ πολιτευόμενα παρ' αὐτοῖς σχήματα τοῖς ἑαυτῶν περιτιθέναι θεοῖς
for all the impious of old were accustomed to invest their own gods with the fashions that prevailed among themselves.
因為古時一切不敬虔的人,都慣於把自己民間所通行的樣式加在自己的神身上。
1:2222
Ἕλληνες μὲν γὰρ, καὶ Ῥωμαῖοι, τὸν Ἄρηα κατὰτὸ ἴδιον αὑτῶν τῆς σκευῆς ἐξοπλίζουσι σχῆμα·
For the Greeks and Romans arm Ares according to the fashion of their own equipment;
希臘人和羅馬人按自己軍裝的樣式為戰神亞瑞斯裝備兵器;
1:2223
Πέρσαι δὲ κατὰ τὸ σφέτερον·
the Persians according to their own;
波斯人按自己的樣式;
1:2224
καὶ ἄλλως Ἰνδοὶ καὶ ἑτέρως Αἰθίοπες, ὡσαύτως δὲ καὶ ἕκαστον τῶν ὀνο μαζομένων ἐθνῶν
and the Indians in one way and the Ethiopians in another, and likewise each of the nations that are named.
印度人是一種樣式,埃提阿伯人是另一種樣式,其餘凡有名可稱的各民族也都如此。
1:2225
τὸν γὰρ Φοὺλ, βασιλεὺς δὲ οὗτος ἦν Ἀσσυρίων, εἰς ἐπικουρίαν κατὰ τῶν Σύρων παρακαλέσαντες, δασμὸν αὐτῷ καὶ φόρον φέρειν ὑπέσχοντο·
For having summoned Pul—and this man was king of the Assyrians—to their aid against the Syrians, they promised to bring him tribute and tax;
因為他們招來普勒——這人是亞述王——幫助他們攻打敘利亞人,並應許向他納貢輸稅;
1:2226
ἐντεῦθεν λοι πὸν ἡ ἐπιμιξία εἰσήγαγε τὴν ἀσέβειαν
and from this the intermingling thereafter introduced the impiety.
從此以後,這種混雜往來便引進了不敬虔。
1:2227
Καὶ τὴν πορνείαν αὑτῆς τὴν ἐξ Αἰγύπτου οὐκ ἐγκατέλιπεν, ὅτι μετ' αὐτῆς ἐκοιμῶντο ἐν νεότητι αὐτῆς, καὶ αὐτοὶ διεπαρθένευσαν αὐτὴν, καὶ ἐξέχεαν τὴν πορνείαν αὐτῶν ἐπ' αὐτήν
And she did not forsake her fornication that came from Egypt, for they lay with her in her youth, and they too deflowered her, and poured out their fornication upon her.
她也沒有離棄從埃及帶來的淫行,因為他們在她幼年時與她同寢,也奪去了她的童貞,將他們的淫行傾倒在她身上。
1:2228
Συν αφθεῖσα, φησὶ, τοῖς Ἀσσυρίοις, καὶ τὴν τούτων δει σιδαιμονίαν ἐκμαξαμένη, οὐδὲ τῶν Αἰγυπτιακῶν ἠμέλησε μαθημάτων, ἀλλὰ κἀκεῖνα λίαν ἐπιμελῶς φυλάττουσα διετέλεσεν
Having been joined, he says, to the Assyrians, and having wiped off upon herself their superstition, she yet did not neglect the Egyptian teachings either, but continued to keep even those with the utmost diligence.
他說,她既與亞述人聯合,仿效了他們的迷信,卻也沒有忽略埃及的那一套,反倒極其殷勤地持守著那些。
1:2229
Οὕτω διηγησάμενος τῆς ἀσεβείας τὰ εἴδη, καὶ τῆς τιμωρίας τὸ δίκαιον ὑπο δείκνυσι
Having thus described the forms of the impiety, he also points out the justice of the punishment.
他既如此描述了那不敬虔的種種樣式,也就指明了刑罰的公義。
1:2230
Ἐπειδὴ γὰρ τῶν μὲν ἐμῶν οὐκ ἠνείχετο νόμων, ἐμοὶ δὲ ἀνακειμένη ἑτέρων ἠράσθη, τῆς μὲν ἐμῆς αὐτὴν ἐγύμνωσα προνοίας, παρέδωκα δὲ αὐτὴν ἐκείνοις, οὓς τῆς ἐμῆς προείλετο κοινωνίας
For since she would not endure my laws, but though devoted to me lusted after others, I stripped her of my providence, and gave her over to those whose fellowship she had preferred to mine.
因為她既不肯遵守我的律法,反倒雖歸屬於我,卻戀慕別人,我就剝奪了她我對她的眷顧,把她交給了那些她所寧願相交、勝過與我相交的人。
1:2231
Αὐτοὶ, φησὶν, ἀπεκάλυψαν τὴν αἰσχύνην αὐτῆς, υἱοὺς καὶ θυγατέρας αὐτῶν ἔλαβον, καὶ αὐτὴν ἐν ῥομφαίᾳ ἀπέκτειναν, καὶ ἐγένετο λά λημα εἰς γυναῖκας, καὶ ἐκδικήσεις ἐποίησαν ἐν αὐτῇ εἰς τὰς θυγατέρας
They themselves, he says, uncovered her shame; they took away her sons and daughters, and slew her with the sword, and she became a byword among women, and they executed judgments upon her against her daughters.
他說,他們親自揭開了她的羞恥;擄去她的兒女,用刀殺了她,她就在婦女中成了話柄,他們又在她身上,向她的女兒們施行審判。
1:2232
Οὕτω, φησὶν, ὑπ' ἐμοῦ προεθεῖσα τῇ πείρᾳ μεμάθηκε, τίς μὲν ἡ ἐμὴ κοινω νία, τίς δὲ ἡ τῶν ἐραστῶν αὐτῆς πονηρία
Thus, he says, being set forth by me for trial, she learned by experience what my fellowship is, and what the wickedness of her lovers is.
他說,她如此被我交付去經歷試煉,就藉著經驗學到了甚麼是與我相交,甚麼是她所愛之人的邪惡。
1:2233
Παραυτίκα γὰρ ὑποχείριον αὐτὴν λαβόντες, πρῶτον μὲν αὐτῆς τῇ τιμωρίᾳ τὴν πορνείαν ἐγύμνωσαν, ἔπειτα δὲ λίαν ὠμῶς καὶ ἀνηλεῶς κατέσφαξαν·
For straightway, having taken her captive, they first exposed her fornication by way of punishment, and then most savagely and pitilessly cut her down;
因為他們一旦擄住了她,就先以刑罰揭露了她的淫行,然後極其兇殘、毫無憐憫地把她砍殺了;
1:2234
τοὺς δὲ υἱοὺς αὐ τῆς, καὶ τὰς θυγατέρας δορυαλώτους ἀπήγαγον, πᾶσα δὲ πόλις τὰ κατ' αὐτὴν θρυλλεῖ
and her sons and daughters they led away as spear-won captives, and every city babbles of what befell her.
他們把她的兒女作為戰俘擄了去,各城都在議論臨到她的事。
1:2235
Γυναῖκας γὰρ πάλιν τροπικῶς τὰς πόλεις ὠνόμασε
For again by 'women' he figuratively named the cities.
因為他又以「婦女」象徵性地稱呼那些城邑。
1:2236
Οὐ μόνον δὲ εἰς αὐ τὴν ταύτην ἔδειξαν τὴν ὠμότητα·
And not only against her herself did they show this savagery,
他們不僅向她本人施行這樣的兇殘,
1:2237
ἀλλὰ καὶ εἰς ταύ της θυγατέρας·
but also against her daughters;
也向她的女兒們如此行;
1:2238
λέγει δὲ τὰς ὑπηκόους πόλεις καὶ κώμας
and by these he means the subject cities and villages.
他所說的女兒,是指那些歸屬於她的城邑和鄉村。
1:2239
Ταῦτα δὲ ὑπέμειναν αἱ δέκα φυλαί·
These things the ten tribes endured;
這些事是那十個支派所遭受的;
1:2240
πρῶτον μὲν ὑπὸ Θεγλαθφαλάσαρ·
first under Tiglath-pileser.
首先是在提革拉毘列色手下。
1:2241
ἔπειτα δὲ ὑπὸ τοῦ Σαλμα νάσαρ·
And thereafter by Shalmaneser.
此後又被撒縵以色所擄。
1:2242
Ἀσσυρίων δὲ οὗτοι βασιλεῖς
These were kings of the Assyrians.
這些人乃是亞述人的王。
1:2243
Οὕτω διηγησά μενος τὰ κατὰ τὴν Σαμάρειαν, ἐπὶ τὴν Ἱερουσαλὴμ μεταφέρει τὸν λόγον, καί φησι·
Having thus recounted what befell Samaria, he transfers his discourse to Jerusalem, and says:
他既如此敘述了撒瑪利亞所遭遇的事,便把話題轉向耶路撒冷,說道:
1:2244
Καὶ εἶδεν ἡ ἀδελφὴ αὐτῆς ἡ Ὀολιβὰ, καὶ διέφθειρε τὴν ἐπίθεσιν αὑτῆς ὑπὲρ αὐτὴν (ὁ δὲ Ἀκύλας τὴν ἐπίθεσιν, ἐπιπόθησιν ἡρμήνευσε), καὶ τὴν πορνείαν αὑτῆς ὑπὲρ τὴν πορνείαν τῆς ἀδελφῆς αὑτῆς ἐπλήθυνεν
And her sister Oholibah saw it, and corrupted her inordinate desire beyond her (Aquila rendered 'inordinate desire' as 'longing'), and multiplied her whoredom above the whoredom of her sister.
她妹妹阿荷利巴看見了,就使她的私慾比姊姊更加敗壞(亞居拉將『私慾』一詞譯作『渴慕』),並且她的淫行比她姊姊的淫行更加增多。
1:2245
Ἐπὶ τοὺς υἱοὺς τῶν Ἀσσυρίων ἐπέθετο, ἡγουμένους καὶ στρατη γοὺς τοὺς ἐγγὺς αὐτῆς, καὶ ἐνδεδυκότας εὐ πάρυφα, ἱππεῖς ἱππαζομένους ἐφ' ἵππων, νεανί σκους ἐπιλέκτους πάντας
She doted upon the sons of the Assyrians, rulers and captains her neighbours, clothed in fine bordered garments, horsemen riding upon horses, all of them chosen young men.
她戀慕亞述人的眾子,就是與她相鄰的官長和軍長,身穿華美鑲邊的衣袍,都是騎馬的騎兵,個個是精選的少年人。
1:2246
Ταὐτὰ, φησὶ, καὶ ἡ Ἱερουσαλὴμ τῇ Σαμαρείᾳ δέδρακε·
These same things, he says, did Jerusalem also do just as Samaria.
他說,耶路撒冷所行的,與撒瑪利亞正是一樣。
1:2247
καὶ ὁμοίως τὰς πρὸς ἐμὲ συνθήκας πατήσασα, τοὺς Σύρων θεοὺς προτετίμηκε·
And likewise, trampling upon her covenants with me, she gave preference to the gods of the Syrians.
她同樣踐踏了與我所立的約,反倒尊崇敘利亞人的諸神。
1:2248
τῇ γὰρ τούτων συμμαχίᾳ θαῤῥήσασα, καὶ τῆς ἐμῆς ἐπικουρίας καταφρονήσασα
For, having put her confidence in an alliance with these, she despised my aid.
因為她倚仗與這些人的結盟,卻藐視了我的援助。
1:2249
Καὶ εἶδον, φησὶν, ἐγὼ, ὅτι μεμίανται ὁδὸς μία τῶν δύο
And I saw, he says, that the way of the two was one and the same, defiled.
他說,我看見這二者的道路是一樣的,同樣被玷污了。
1:2250
Παραπλήσια, φησὶν, αὐτῶν, καὶ ἐφά μιλλα τὰ ἐπιτηδεύματα
Alike, he says, and matching one another were their practices.
他說,她們的行徑彼此相似,並且不相上下。
1:2251
ἐπὶ τὴν πορνείαν αὑτῆς, καὶ εἶδεν ἄνδρας ἐζωγραφημένους ἐπὶ τοῦ τοίχου, εἰκόνας Χαλδαίων ἐζωγραφημένους ἐν χρώμασιν ἐν γραφίδι
She increased her whoredom, and saw men portrayed upon the wall, images of the Chaldeans portrayed in colours with a graving tool,
她增添了淫行,又看見牆上畫著人像,就是用顏料以雕刻之工描繪的迦勒底人的形像,
1:2252
ὄψις τρισσὴ πάντων, ὁμοία υἱῶν Βαβυλῶνος Χαλδαίων γῆς πατρίδος αὐ τῶν
the appearance of them all threefold, like the sons of Babylon of the Chaldeans, the land of their fatherland.
他們一切的相貌都是三重的,如同迦勒底巴比倫的眾子,就是他們祖國之地的人。
1:2253
Καὶ ἐπέθετο ἐπ' αὐτοὺς τῇ ὁράσει ὀφθαλμῶν αὐτῶν
And she doted upon them at the sight of her eyes.
她一見他們的形像,眼目所及,就戀慕了他們。
1:2254
Καλῶς καὶ λίαν ἁρμοδίως τὸ τῶν εἰδώλων ἀδρανὲς ἐκωμῴδησε, διδάξας, οὐδὲν ἕτερον ὄντα ἢ χρώματα, καὶ σχήματα, καὶ τέχνης ἀποτελέσματα
Rightly and most fittingly did he ridicule the impotence of the idols, teaching that they are nothing else than colours and shapes and the products of art.
他極其恰當而合宜地譏諷了偶像的無能,教導人明白它們不過是顏料、形狀,以及工藝的產物而已。
1:2255
Τὸ δὲ ὄψις πάντων τρισσὴ τὸ πολύμορφον αὐτῶν. σημαίνει·
And the phrase 'the appearance of them all threefold' signifies their manifold forms.
至於『他們一切的相貌都是三重的』這句話,是指他們形狀的繁多。
1:2256
ὁ δὲ Σύμμαχος, ὄψις σκυλευτῶν πάν των ἡρμήνευσεν
But Symmachus rendered it 'the appearance of all of them as spoilers.'
但西馬庫將它譯作『他們一切的相貌如同劫掠者』。
1:2257
Τούτους, φησὶ, θεασαμένη, καὶ οὐδὲν ἕτερον ὁρῶσα ἢ γραφικῆς τέχνης ἰνδάλματα, τῆς τούτων ἠράσθη συνουσίας·
Beholding these, he says, and seeing nothing else than the semblances of the painter's art, she fell in love with intercourse with them.
他說,她見了這些,所看見的不過是繪畫之工的幻影,卻愛慕與他們的交合。
1:2258
πανταχοῦ δὲ τὴν εἰ δωλολατρείαν αἰνίττεται
Everywhere he hints at idolatry.
他處處暗指的都是拜偶像的事。
1:2259
Καὶ ἐξαπέστειλεν ἀγγέλους, φησὶ, πρὸς αὐτοὺς εἰς γῆν Χαλδαίων
And she sent, he says, messengers to them into the land of the Chaldeans.
他說,她打發使者到迦勒底人的地去見他們。
1:2260
Καὶ ἦλθον πρὸς αὐτὴν υἱοὶ Βαβυλῶνος εἰς κοίτην καταλυόντων, καὶ ἐμίαναν αὐτὴν ἐν τῇ πορνείᾳ αὑτῶν·
And the sons of Babylon came to her into the bed of lodgers, and defiled her in their whoredom;
巴比倫的眾子就來到她那裡,登了留宿之人的床,在他們的淫行中玷污了她;
1:2261
καὶ ἐμιάνθη ἐν αὐτοῖς, καὶ ἀπέστη ἡ ψυχὴ αὐτῆς ἀπ' αὐτῶν
and she was defiled by them, and her soul was estranged from them.
她被他們玷污了,她的心就與他們疏遠了。
1:2262
Αὕτη γὰρ, φησὶν, εἰς ἐπικουρίαν αὐτοὺς μεταπεμψαμένη, καὶ διὰ τῆς πρὸς αὐτοὺς ἐπιμιξίας τὴν ἀσέβειαν δεξαμένη, πάλιν αὐτῶν ἀπέστη·
For she, he says, having summoned them for aid, and having received impiety through her intermingling with them, again withdrew from them;
他說,因為她召他們來相助,藉著與他們的交往接受了不虔,其後卻又離棄了他們;
1:2263
ἀπόστασιν δὲ ἐνταῦθα οὐ τὴν ἀπὸ τῶν δαιμόνων λέγει, ἀλλὰ τὴν ἀπ' αὐτῶν τῶν Βαβυ λωνίων·
and by 'withdrawal' here he does not mean withdrawal from the demons, but from the Babylonians themselves;
此處所說的『離棄』,並非指離棄眾邪靈,乃是指離棄巴比倫人本身;
1:2264
καὶ γὰρ Ἰωακεὶμ, καὶ Ἰεχονίας, καὶ Σεδεκίας τὰς γενομένας αὐτοῖς πρὸς τοὺς Βαβυλωνίους συνθήκας παρέβησαν
for indeed Jehoiakim and Jeconiah and Zedekiah transgressed the covenants which they had made with the Babylonians.
因為約雅敬、耶哥尼雅和西底家都背棄了他們與巴比倫人所立的約。
1:2265
Καὶ ἀπεκάλυψε τὴν πορνείαν αὑτῆς, καὶ ἀπεκάλυψε τὴν ἀσχημοσύνην αὑτῆς, καὶ ἀπέστη ἡ ψυχή·
And she uncovered her whoredom, and uncovered her shame, and my soul was estranged
她揭露了自己的淫行,又暴露了自己的醜態,我的心便與她疏遠,
1:2266
μου ἀπ' αὐτῆς, ὃν τρόπον ἀπέστη ἡ ψυχή μου ἀπὸ τῆς ἀδελφῆς αὐτῆς
from her, in the same manner as my soul was estranged from her sister.
正如我的心與她姊姊疏遠一樣。
1:2267
Θεασάμενος, φησὶ, τὴν τῆς ἀσεβείας αὐτῆς ὑπερβολὴν, τῆς ἐμῆς αὐτὴν προνοίας ἐγύμνωσα·
Beholding, he says, the excess of her impiety, I stripped her of my providential care;
他說,我看見她不虔的過分,就剝去了我對她的眷佑;
1:2268
πάλιν γὰρ κατὰ τὸ τῆς ἀλλη γορίας εἶδος τὴν ψυχὴν τέθεικεν·
for again, according to the manner of the allegory, he has employed the word 'soul';
因為他再次按著寓意的方式,用了『心(魂)』這個詞;
1:2269
οὐκ ἐπειδὴ εἰς ψυχὴν καὶ σῶμα τὸ Θεῖον διῄρηται·
not because the Deity is divided into soul and body;
並非因為神性被分為魂與體;
1:2270
ἀσώματον γὰρ καὶ ἀσύνθετον·
for it is incorporeal and uncompounded;
因為神是無形體且不可分合成的;
1:2271
ἀνθρωπίνως δὲ καὶ τοῖς ἀνθρωπίνοις συνήθως ποιεῖται τὴν διάλεξιν, τῇ τῶν ἀνθρώπων ἀσθενείᾳ συγκαταβαίνων
but he conducts the discourse after a human fashion and in ways familiar to men, condescending to the weakness of mankind.
只是他按著人的方式、依人所慣用的言語來進行論說,屈就於人類的軟弱。
1:2272
Μέχρι μὲν οὖν τούτων πρὸς τὸν προφήτην ἐδόκει ποιεῖσθαι τοὺς λόγους·
Up to this point, then, he seemed to be addressing his words to the prophet;
如此看來,直到此處,他似乎是向著先知說話;
1:2273
ἐντεῦ θεν δὲ λοιπὸν, ὥσπερ εἰς μνήμην ἐλθὼν διὰ τῆς δι ηγήσεως τῶν ὑπ' αὐτῆς τετολμημένων, πρὸς αὐτὴν μεταφέρει τὸν λόγον
but from here onward, as though coming to remembrance through the narration of the things she had dared to do, he transfers the discourse to her.
但從此以後,他彷彿藉著敘述她所膽敢行的事而想起了這一切,便把話題轉向她。
1:2274
Καὶ ἐπλήθυνας, φησὶ, τὴν πορνείαν σου, τοῦ ἀναμνῆσαι ἡμέρας νεότητός σου, ἐν αἷς ἐπόρνευσας ἐν Αἰγύπτῳ
And you multiplied, he says, your whoredom, so as to call to remembrance the days of your youth, in which you played the harlot in Egypt.
他說,你增添了淫行,以致叫人想起你幼年的日子,就是你在埃及行淫的時候。
1:2275
Λήθῃ, φησὶν, παρεδεδώκειν τὰς ἐν Αἰγύπτῳ σου πλημμελείας·
I had consigned to oblivion, he says, your transgressions in Egypt;
他說,我本已將你在埃及的過犯交付於遺忘;
1:2276
ἀλλὰ τούτων τὴν μνήμην διὰ τῶν δευτέρων ἐπιτηδευμάτων ἀνθῆσαι πεποίηκας
but you have caused the memory of these to bloom again through your latter practices.
但你卻藉著後來的行徑,使那些過犯的記憶重新萌發。
1:2277
Οἶδε γὰρ πολλάκις προτέρων ἀναμιμνή σκειν ἁμαρτημάτων ἡ τῆς παρανομίας ταυτότης
For the sameness of lawlessness is often wont to recall former sins.
因為不法之事的雷同,往往會使人重新想起先前的罪。
1:2278
Εἶτα πάλιν ἀλληγορικῶς καὶ τροπικῶς τὴν τῆς εἰδω λολατρείας ποιεῖται κατηγορίαν
Then again, allegorically and figuratively, he makes his accusation of idolatry.
接著,他又以寓意和比喻的方式,控訴拜偶像的罪。
1:2279
Καὶ ἐπέθου ἐπὶ τοὺς Χαλδαίους, ὧν ὡς σάρκες ὄνων αἱ σάρκες αὐτῶν, καὶ αἰδοῖα ἵππων τὰ αἰδοῖα αὐτῶν
And you doted upon the Chaldeans, whose flesh is as the flesh of asses, and whose members are the members of horses.
你戀慕迦勒底人,他們的肉體如同驢的肉體,他們的下體如同馬的下體。
1:2280
Καὶ ἐπεσκέψω τὴν ἀνο μίαν τῆς νεότητός σου, ἃ ἐποίεις ἐν Αἰγύπτῳ ἐν τῷ καταλύματί σου, οὗ μαστοὶ τῆς νεότητός σου ἔπεσον
And you visited again the iniquity of your youth, the things which you did in Egypt in your lodging, where the breasts of your youth fell.
你又重溫了你幼年的罪孽,就是你在埃及、在你居所中所行的事,你幼年的胸乳在那裡被撫弄。
1:2281
Καὶ τοῖς Χαλδαίοις, φησὶ, μιγνυμένη, οὐδὲ τῶν Αἰγυπτιακῶν ἐπιτηδευμάτων ἠμέλεις·
And mingling with the Chaldeans, he says, you did not even neglect the Egyptian practices;
他說,你與迦勒底人苟合,卻連埃及的行徑也不放棄;
1:2282
ἀλλὰ καὶ τοὺς τούτων, καὶ τοὺς ἐκείνων θεοὺς ἐθεράπευες
but you served both the gods of these and the gods of those.
反倒既事奉這些人的神,又事奉那些人的神。
1:2283
Τὴν δὲ πολλὴν αὐτῶν ἀθεΐαν τε καὶ πολυθεΐαν αἰ δοίοις ἵππων καὶ ὄνων ἀπείκασεν·
And their great godlessness and polytheism he likened to the members of horses and asses;
他把他們極大的無神與多神之風,比作馬和驢的下體;
1:2284
ἐπειδὴ καὶ πορ νείαν τὴν εἰδωλολατρείαν καλεῖ·
since he calls idolatry 'whoredom' as well;
因為他也把拜偶像稱作『淫行』;
1:2285
αἱ γὰρ Θεῷ συνημ μέναι καὶ ἀνακείμεναι ψυχαὶ, εἶτα τοῦτον καταλιμ πάνουσαι, καὶ τὴν τῶν δαιμόνων ἀσπαζόμεναι συν ουσίαν, εἰκότως μοιχεύτριαι χρηματίζουσι
for the souls that have been joined and dedicated to God, then forsaking him and embracing the company of demons, are fittingly styled adulteresses.
因為那已與神聯合、獻與神的靈魂,若隨後離棄了他,反去擁抱與眾邪靈的交合,被稱作淫婦乃是理所當然的。
1:2286
Ἰδοὺ ἐγὼ ἐξεγείρω τοὺς ἐραστάς σου ἐπὶ σὲ, ἀφ' ὧν ἀπέστη ἡ ψυχή σου ἀπ' αὐτῶν, καὶ ἐπάξω αὐτοὺς ἐπὶ σὲ κυκλόθεν
Behold, I will raise up your lovers against you, those from whom your soul was estranged, and I will bring them against you round about:
看哪,我必激動你的情人來攻擊你,就是你心所疏遠的那些人;我要使他們從四圍來攻擊你:
1:2287
Τοὺς υἱοὺς Βαβυλῶνος, καὶ πάντας τοὺς Χαλδαίους, Φακοὺμ, καὶ Σοὺδ, καὶ Κοὺδ, καὶ πάντας υἱοὺς Ἀσσυρίων μετ' αὐ τῶν, νεανίσκους ἐπιλέκτους, ἡγουμένους καὶ στρατηγούς·
the sons of Babylon, and all the Chaldeans, Pekod and Shoa and Koa, and all the sons of the Assyrians with them, chosen young men, rulers and captains,
就是巴比倫的眾子和一切迦勒底人,比割、書亞和哥亞,並與他們同來的一切亞述人的眾子,都是精選的少年人,是官長和軍長,
1:2288
πάντας τριστάτας καὶ ὀνομαστοὺς, ἱππεύοντας ἐφ' ἵππων
all of them officers and men of renown, riding upon horses.
個個是軍官和有名望的人,都騎著馬。
1:2289
Καὶ ἥξουσιν ἐπὶ σὲ πάν τες ἀπὸ βοῤῥᾷ μεθ' ὅπλων, καὶ ἁρμάτων, καὶ τροχῶν, καὶ πλήθους λαῶν·
And they shall all come against you from the north with weapons and chariots and wheels and a multitude of peoples;
他們必都從北方帶著兵器、戰車、輪子和許多民眾來攻擊你;
1:2290
καὶ θώρακας, καὶ ἀσπίδας, καὶ περικεφαλαίας περιθήσονται ἐπὶ σὲ, καὶ βαλοῦσιν ἐπὶ σὲ φυλακὴν κύκλῳ
and they shall set breastplates and shields and helmets against you round about, and they shall set a watch against you on every side.
他們必擺列鎧甲、盾牌和頭盔來攻擊你,又在你四圍設下圍困的守望。
1:2291
ἐγὼ μὲν γὰρ καταφρονηθεὶς ὑπὸ σοῦ μακροθυμῶν διετέλεσα·
For I indeed, being despised by you, continued in longsuffering;
因為我雖被你藐視,仍持續以恆久的忍耐待你;
1:2292
δὲ παραυτίκα τὴν σὴν ἀπόστασιν μαθόντες, μετὰ παντοδαπῆς ἀφί ξονται πανοπλίας, ἵπποις καὶ ἅρμασι κεχρημένοι, καὶ τοὺς ὑπηκόους ἅπαντας ἐπαγόμενοι, καὶ χαρα κώμασι τὰς σὰς ἀποτειχίσουσιν εἰσόδους
but they, on learning at once of your defection, will arrive with every kind of full armour, employing horses and chariots, and bringing all their subjects with them, and will wall off your entrances with siege-works.
但他們一得知你的背離,便立刻帶著各樣的全副軍裝而來,動用馬匹和戰車,率領一切臣屬同來,並用壘牆封鎖你的入口。
1:2293
Τοῦτο γὰρ ἐσήμηνεν εἰρηκώς·
For this is what he signified when he said:
因為這正是他所說之言的含意:
1:2294
Βαλοῦσιν ἐπὶ σὲ φυλακὴν κύκλῳ. Εἶτα ἐπιφέρει·
They shall set a watch against you round about. Then he adds:
『他們必在你四圍設下守望。』接著他又補述:
1:2295
Καὶ δώσω πρὸ προσώπου αὐτῶν κρῖμα, καὶ ἐκδικήσουσί σε ἐν τοῖς κρίμασιν αὑτῶν
And I will set judgement before their face, and they shall judge you with their own judgements.
我必在他們面前設立審判,他們必按自己的典章審判你。
1:2296
( κεʹ.) Καὶ δώσω τὸν ζῆλόν μου ἐν σοὶ, καὶ ποιήσουσι μετὰ σοῦ ἐν ὀργῇ θυμοῦ μου
(v. 25) And I will set my jealousy against you, and they shall deal with you in the fury of my wrath.
(第廿五節)我必將我的忌恨加在你身上,他們必按我烈怒的忿恨向你行事。
1:2297
Ἐπειδὴ γὰρ ἐκείνους τῆς ἐμῆς προετίμησας προμηθείας, δι' αὐτῶν ἐκεί νων πράξομαί σε δίκας τῆς εἰς ἐμὲ παρανομίας, καὶ τοῖς ἐκείνων σε παραδώσω κολαστηρίοις
For since you preferred them to my provident care, through those very ones I will exact from you the penalties for your lawlessness against me, and I will hand you over to their instruments of punishment.
因為你既看重他們過於我的照顧,我就要藉著那些人向你追討你干犯我之不法的刑罰,並將你交在他們的刑具之下。
1:2298
Τοὺς μυκτῆράς σου, καὶ τὰ ὦτά σου ἀφελοῦσι, καὶ τοὺς καταλοίπους σου ἐν ῥομφαίᾳ κατα βαλοῦσιν·
They shall take away your nose and your ears, and shall cut down your remnant with the sword;
他們必割去你的鼻子和耳朵,用刀擊倒你所剩下的人;
1:2299
αὐτοὶ τοὺς υἱούς σου καὶ τὰς θυγα τέρας σου λήψονται, καὶ τοὺς καταλοίπους σου καταφάγεται πῦρ
they themselves shall take your sons and your daughters, and fire shall devour your remnant.
他們必擄去你的兒女,火要吞滅你所剩下的人。
1:2300
( κ ʹ.) Καὶ ἐκδύσουσί σε τὸν ἱματισμόν σου, καὶ λήψονται τὰ σκεύη τῆς καυ χήσεώς σου
(v. 26) And they shall strip you of your clothing, and take the articles of your boasting.
(第廿六節)他們必剝去你的衣服,奪走你誇耀所用的器物。
1:2301
Τοὺς μὲν γὰρ, φησὶ, δορυαλώτους ἀποίσουσι, τοὺς δὲ ἐν τῇ παρατάξει κατακοντίσουσι, τοὺς δὲ ἀκροτηριάσουσιν ἀπηνίᾳ καὶ ὠμότητι χρώ μενοι·
For some, he says, they shall carry off as prisoners of war, others they shall strike down with javelins in the battle-line, and others they shall mutilate, using harshness and cruelty;
他說,其中一些人他們必擄去作戰俘,一些人他們必在陣中用標槍刺倒,一些人他們必加以殘割,行事凶暴而殘忍;
1:2302
τὰ δὲ προσήκοντά σοι πάντα ληΐσονται, καὶ πυρὶ τὰ πλεῖστά σου παραδώσουσι
and all that belongs to you they shall plunder, and most of your possessions they shall give over to the fire.
凡屬你的一切他們都要擄掠,你大部分的財物他們必付之一炬。
1:2303
Καὶ ἀποστρέψω τὰς ἀσεβείας σου ἐκ σοῦ, καὶ τὴν πορνείαν σου τὴν ἐκ γῆς Αἰγύπτου οὐ μὴ μνησθῇς ἔτι
And I will turn away your impieties from you, and your whoredom from the land of Egypt you shall no longer remember.
我必使你的不虔離開你,你從埃及地而來的淫行,你必不再記念。
1:2304
Ἐν γὰρ ἐκείνοις γενομένη τοῖς κακοῖς, ἐν αἰσθήσει γενήσῃ τῆς οἰκείας παρανομίας, καὶ βδελύξῃ λίαν ἐκεῖνα τὰ τῆς συμφορᾶς σοι ταύτης γενόμενα πρόξενα
For coming into those evils, you shall come to a perception of your own lawlessness, and shall utterly abhor those things which became to you the occasion of this calamity.
因為你一旦陷入那些禍患,就必醒覺自己的不法,並極其憎惡那些成為你這場災禍之緣由的事。
1:2305
Ἰδοὺ ἐγὼ παραδίδωμί σε εἰς χεῖρας ὧν μι σεῖς, ἀφ' ὧν ἀπέστη ἡ ψυχή σου ἀπ' αὐτῶν
Behold, I deliver you into the hands of those whom you hate, from whom your soul was estranged.
看哪,我要把你交在你所恨惡之人的手中,就是你心所疏遠的那些人。
1:2306
Καὶ ποιήσουσιν ἐν σοὶ ἐν μίσει, καὶ λή ψονται πάντας τοὺς πόνους σου καὶ τοὺς μόχθους. σου, καὶ ἔσῃ γυμνὴ καὶ ἀσχημονοῦσα·
And they shall deal with you in hatred, and shall take all your labours and your toils, and you shall be naked and put to shame;
他們必以恨惡待你,奪去你一切的勞碌和辛苦所得,使你赤身蒙羞;
1:2307
καὶ ἀποκα λυφθήσεται ἡ ἀσχημοσύνη τῆς πορνείας σου καὶ τῆς ἀσεβείας σου
and the shame of your whoredom and of your impiety shall be uncovered.
你淫行和不虔的醜態都必被揭露。
1:2308
Ἐρασθεῖσα, φησὶ, τῶν Χαλ δαίων, πάλιν αὐτοὺς ἐμίσησας, ἀλλ' ἐγὼ τούτοις σε παραδώσω, καὶ διὰ τούτων σὲ δίκας τῆς τιμωρίας εἰσπράξομαι, καὶ διὰ τῆς τιμωρίας γυμνὴν ἅπα σαν ὑποδείξω σου τὴν ἀσέβειαν·
Having fallen in love with the Chaldeans, he says, you again came to hate them; but I will hand you over to these very ones, and through them I will exact from you the penalties of retribution, and through the retribution I will expose all your impiety naked;
他說,你曾愛戀迦勒底人,其後又恨惡他們;但我要把你交在這些人手中,藉著他們向你追討報應的刑罰,並藉著這報應把你一切的不虔赤露露地顯明出來;
1:2309
μαθήσονται γὰρ οἱ τὰς σὰς θεώμενοι συμφορὰς, αἰτίαν τούτων τὴν σὴν γενομένην παρανομίαν
for those who behold your calamities shall learn that your own lawlessness was the cause of them.
因為那些看見你災禍的人,必明白這一切的緣由乃是你自己的不法。
1:2310
ἐποίησέ σοι ταῦτα ἐν τῷ ἐκπορεύεσθαί σε ὀπίσω τῶν ἐθνῶν, καὶ ἐμιαίνου ἐν τοῖς ἐνθυμήμασιν αὐτῶν
These things were done to you when you went forth after the nations, and were defiled by their imaginations.
這些事臨到你,是因你隨從外邦人,被他們的意念玷污了。
1:2311
Ἠκολούθη σας, φησὶ, τοῖς τῶν ἐθνῶν ἐπιτηδεύμασιν, ἃ τοῖς οἰκείοις χρώμενα λογισμοῖς ἐπενόησε τὴν ἀσέβειαν·
You followed, He says, the practices of the nations, which, using their own reasonings, devised impiety.
祂說,你隨從了列國的行徑,就是他們憑自己的思慮所想出來的不敬虔之事。
1:2312
οὐ μόνον δὲ, φησὶ, τῶν ἄλλων ἐθνῶν ἐμιμήσω τὴν ἀσέβειαν, ἀλλὰ καί·
And not only, He says, did you imitate the impiety of the other nations, but also:
祂說,你不僅效法了別國的不敬虔,而且還——
1:2313
Ἐν τῇ ὁδῷ τῆς ἀδελφῆς σου ἐπορεύθης, καὶ δώσω ἐγὼ τὸ ποτήριον αὐτῆς εἰς τὰς χεῖ ράς σου
'You have walked in the way of your sister, and I will put her cup into your hands.'
「你行了你姊姊所行的道,因此我必將她的杯交在你手中。」
1:2314
Ἃ πέπονθε, φησὶν, ἡ Σαμάρεια, ταῦτα καὶ σὺ πείσῃ·
What Samaria has suffered, He says, this also you shall undergo.
祂說,撒瑪利亞所遭受的,你也必照樣經歷。
1:2315
ποτήριον γὰρ τὴν τιμωρίαν ἐκάλε σεν, ὡς κάρον καὶ μέθην τοῖς πίνουσιν ἐμποιοῦ σαν
For He called the punishment a 'cup,' since it produces stupor and drunkenness in those who drink it.
祂稱刑罰為「杯」,因為它使飲者昏迷沉醉。
1:2316
Τάδε λέγει Ἀδωναῒ Κύριος, Τὸ ποτήριον τῆς ἀδελφῆς σου πίεσαι τὸ βαθὺ, καὶ τὸ πλατὺ, καὶ ἔσται εἰς γέλωτα καὶ εἰς μυκτηρισμὸν τὸ πλεονάζον
'Thus says Adonai the Lord: You shall drink your sister's cup, deep and wide, and it shall be for laughter and for derision, filled to overflowing.'
「主阿多乃如此說:你必喝你姊姊那又深又廣的杯,它必成為譏笑和嗤笑,滿溢至極。」
1:2317
Τοῦ συντελέσαι μέθην, καὶ ἐκλύ σεως πλησθήσῃ, ποτήριον ἀφανείας καὶ ἀφα νισμοῦ, ποτήριον ἀδελφῆς σου Σαμαρείας
'To complete drunkenness, and you shall be filled with faintness, a cup of desolation and destruction, the cup of your sister Samaria.'
「以致爛醉,你必飽受衰竭,那是荒涼與毀滅的杯,就是你姊姊撒瑪利亞的杯。」
1:2318
Καὶ πιῇ αὐτὸ, καὶ ἐκστραγγιεῖς, καὶ τὰ ὄστρακα αὐ τοῦ κατατρώξεις, καὶ τοὺς μαστούς σου κατατι λεῖς
'And you shall drink it, and shall drain it dry, and you shall gnaw its shards, and shall tear off your breasts.'
「你必喝盡它,把它喝乾,甚至嚼碎它的碎片,撕裂自己的乳房。」
1:2319
Βαθὺ τὸ ποτήριον ἐκάλεσε, διὰ τὸ μέγεθος τῆς συμφορᾶς·
He called the cup 'deep' because of the magnitude of the calamity;
祂稱這杯為「深」,是因災禍之大;
1:2320
πλατὺ δὲ, διὰ τὸν τῶν ἑβδομήκοντα ἐτῶν χρόνον·
and 'wide' because of the span of the seventy years;
稱為「廣」,是因那七十年的時期;
1:2321
ἀφανισμοῦ δὲ ποτήριον ὠνόμασε, διὰ τὴν γενομένην ἐρημίαν τῇ πόλει·
and He named it a cup 'of destruction' because of the desolation that came upon the city;
又稱它為「毀滅」的杯,是因臨到那城的荒涼;
1:2322
τὸ δὲ ἐκστραγ γιεῖς προστέθεικεν, ἐπειδὴ τελευταίαν τὴν πο λιορκίαν ὑπέμεινε, καὶ τὰ ὄστρακα δὲ αὐτὴν ἔφη κατατρώξειν, διὰ τὸ ἐσχάτοις περιπεσεῖσθαι κακοῖς·
and He added 'you shall drain it dry,' since she endured the siege to the very last; and He said that she would 'gnaw its shards' because she would fall into the uttermost evils;
祂加上「你必把它喝乾」,因她所忍受的圍困直到最後一刻;祂又說她要「嚼碎它的碎片」,是因她要陷入極深的災禍;
1:2323
τοὺς δὲ μαστοὺς κατατιλεῖν, διὰ τὴν ἐκ τῶν κακῶν γενομένην μεταμέλειαν
and 'tear off her breasts' because of the repentance that arose out of her calamities.
又說她要「撕裂自己的乳房」,是指她因災禍而生出的懊悔。
1:2324
Καὶ τὰς ἑορτάς σου, φησὶ, καὶ νουμηνίας σου ἀποστρέψω, διότι ἐγὼ λελάληκα, λέγει Ἀδωναῒ Κύριος. Πᾶσάν σου πα νήγυριν, καὶ πᾶσαν θυμηδίαν κατασβέσω, καὶ ἐπι θήσω τοῖς λόγοις τὸ τέλος·
'And I will turn away your feasts, He says, and your new moons, because I have spoken, says Adonai the Lord. I will quench your every festal assembly and all your merriment, and I will put an end to your affairs.'
祂說:「我必使你的節期和你的月朔止息,因為我已說了,這是主阿多乃說的。我必熄滅你一切的節慶和一切的歡樂,並使你的事務到此結束。」
1:2325
Ἐπειδὴ προετίμη σας τῆς ἐμῆς θεραπείας τὰς τοῦ σώματος ἡδονὰς, δέξαι, φησὶ, τῆς ἀκολασίας τὰ ἐπίχειρα
Since you preferred the pleasures of the body to My service, receive, He says, the wages of your licentiousness.
祂說,既然你把肉體的享樂看得比事奉我更重,就領受你放蕩的報應吧。
1:2326
ται δὲ διὰ τούτων, ὡς ὑποβάθρα τῆς ἀσεβείας ἡ πα ρανομία γεγένηται·
And by these things it is shown that lawlessness became, as it were, the foundation of impiety;
藉這些事顯明,違法乃成了不敬虔的根基;
1:2327
ταῖς γὰρ ἡδοναῖς δουλεύοντες εἰς τὴν τῶν εἰδώλων λατρείαν ἐξεκυλίσθησαν
for being enslaved to pleasures, they rolled down into the worship of idols.
因為他們作了享樂的奴僕,便滑落到拜偶像的地步。
1:2328
Καὶ εἶπε Κύριος πρὸς μὲ, Υἱὲ ἀνθρώπου, εἰ κρινεῖς τὴν Ὀολλὰν καὶ τὴν Ὀολιβὰν, καὶ ἐπαγγελεῖς αὐταῖς τὰς ἀνομίας αὐτῶν; Ὅτι ἐμοιχῶντο, καὶ αἷμα ἐν ταῖς χερσὶν αὐτῶν, καὶ ἐν τοῖς ἐνθυμήμασιν αὑτῶν ἐμοιχῶντο, καὶ τὰ τέκνα αὑτῶν, ἃ ἐγέννησάν μοι, διῆγον αὐτὰ αὐ τοῖς διὰ πυρός
'And the Lord said to me: Son of man, will you judge Oholah and Oholibah, and declare to them their lawless deeds? For they committed adultery, and blood is on their hands, and with their idols they committed adultery, and their children, whom they bore to Me, they made pass over to them through the fire.'
「耶和華對我說:人子啊,你要審判阿荷拉和阿荷利巴嗎?你要向她們宣告她們所行的罪嗎?因為她們行了姦淫,手中有血,又與她們的偶像行姦淫,甚至將為我所生的兒女,使他們經火獻給那些偶像。」
1:2329
Τὸ εἰ κρινεῖς; οἱ ἄλλοι ἑρμη νευταὶ κρίθητι ἡρμήνευσαν·
The phrase 'will you judge?' the other translators rendered as 'be judged';
「你要審判嗎?」這句,其他譯者譯作「你要受審」;
1:2330
τὸ ἐμὸν, φησὶν, ἀναλα βὼν πρόσωπον, ὦ προφῆτα, ποίησαι τὴν κρίσιν πρὸς τὴν Σαμάρειαν καὶ τὴν Ἱερουσαλὴμ, καὶ διέλεγξον αὐτῶν τὰς παρανομίας, ὅπως μὲν ἐμὲ καταλιμπά νουσαι τοῖς εἰδώλοις ἐμίγνυντο·
that is, He says: taking upon yourself My person, O prophet, render judgment against Samaria and Jerusalem, and expose their transgressions—how, forsaking Me, they consorted with idols;
意思是說,先知啊,你要擔當我的身分,向撒瑪利亞和耶路撒冷施行審判,揭露她們的違法之行——她們如何離棄我,與偶像苟合;
1:2331
ὅπως δὲ τὰ ὑπ' ἐμοῦ αὐτοῖς παρεχόμενα τέκνα, θυσίαν ἐκείνοις προσέφερον, τῶν ἐμῶν νόμων καταφρονοῦντες, καὶ τὰ Σάββατά μου βεβηλοῦντες
and how the children given to them by Me they offered as sacrifice to those idols, despising My laws and profaning My Sabbaths.
又如何將我所賜給她們的兒女,獻為祭物給那些偶像,藐視我的律法,褻瀆我的安息日。
1:2332
Ἕως καὶ ταῦτα ἐποίησάν μοι, ἐμίαινον τὰ ἅγιά μου ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ τὰ Σάββατά μου ἐβεβήλουν
'Even to this extent did they act toward Me: they defiled My holy things on that day, and profaned My Sabbaths.'
「他們甚至這樣待我:在那日玷污我的聖所,褻瀆我的安息日。」
1:2333
Εἶτα διδάσκει τῆς βεβηλώσεως τρόπον
Then He teaches the manner of the profanation.
接著祂教導這褻瀆的方式。
1:2334
Καὶ ἐν τῷ σφάζειν αὐτοὺς τὰ τέκνα αὑ τῶν τοῖς εἰδώλοις αὑτῶν, καὶ εἰσπορεύεσθαι αὐτοὺς εἰς τὰ ἅγιά μου ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐβε βήλουν αὐτά
'And when they slaughtered their children to their idols, they also entered into My holy places on that day to profane them.'
「他們宰殺自己的兒女獻給偶像,又在那日進入我的聖所,將聖所褻瀆了。」
1:2335
Πολλὴ δὲ ἡ τῆς ἀσεβείας ὑπερβολή
Great indeed was the excess of their impiety.
他們不敬虔的過分實在極大。
1:2336
Πρῶτον μὲν γὰρ αὐτῶν τὸ σφάζειν τοὺς παῖδας ὅρος ἔσχατος ἀσεβείας·
For first, their slaughtering of the children was the utmost limit of impiety;
因為首先,他們宰殺兒女乃是不敬虔的極致;
1:2337
τὸ δὲ καὶ τοῖς δαίμοσι τὰ τοιαῦτα προσφέρειν σφάγια, πάλιν ἐπίτασις τοῦ κακοῦ·
and to offer such victims to the demons was, again, an intensification of the evil;
而將這樣的祭牲獻給邪魔,又是罪惡的加劇;
1:2338
τὸ δὲ καὶ ἐν Σαββάτῳ ταῦτα τολμᾷν, ἐν ᾧ καὶ ἡ ἀναγ καία ἀπείρητο ἐργασία, μείζονα πολλῷ δείκνυσι τὴν ἀσέβειαν·
and to dare these things on the Sabbath, on which even necessary labor was forbidden, shows the impiety to be far greater;
又在安息日膽敢行這些事——那日連必需的工作都被禁止——更顯出其不敬虔遠為深重;
1:2339
Καὶ ἰδοὺ οὕτως ἐποίουν ἐν μέσῳ τοῦ οἴκου μου. Ταύτην, φησὶ, τὴν ἀσέβειαν ἐν τῷ ἀφιερωμένῳ τετολμήκασιν οἴκῳ
'And behold, thus they did in the midst of My house.' This impiety, He says, they dared to commit in the consecrated house.
「看哪,他們在我殿中如此行。」祂說,他們竟敢在這奉獻歸神的殿裏行這不敬虔的事。
1:2340
Καὶ ἔπεμπον τοῖς ἀνδράσι τοῖς ἐρχομένοις μα κρόθεν·
'And they sent to the men who came from afar,'
「她們又打發人去請那從遠方來的人,」
1:2341
οἷς ἀγγέλους ἐξαπέστελλον πρὸς αὐτοὺς, καὶ ἅμα τῷ ἔρχεσθαι αὐτοὺς εὐθὺς ἐλούου, καὶ ἐστιβίζου τοὺς ὀφθαλμούς σου, καὶ ἐκόσμου κό σμῳ
to whom they dispatched messengers; and as soon as these came, at once you washed yourself, and painted your eyes with kohl, and adorned yourself with adornment.
她們差遣使者到那些人那裏;那些人一來到,你就立刻沐浴,用眼影粉描畫你的眼睛,以裝飾妝點自己。
1:2342
Καὶ ἐκάθου ἐπὶ κλίνης ἐστρωμένης, καὶ τρά πεζα κεκοσμημένη ἔμπροσθεν αὐτῆς
'And you sat upon a spread couch, with a table set before her.'
「你坐在鋪設好的床上,前面擺著一張陳設好的桌子。」
1:2343
Πάντα τὰ εἰ ρημένα ὡς ἐπὶ γυναικὸς ἑταίρας διέγραψε·
All that has been said He depicted as of a harlot woman;
凡所說的一切,祂都描繪為像一個妓女一般;
1:2344
σημαίνει δὲ τήν τε γενομένην πρὸς τοὺς Ἀσσυρίους καὶ Χαλδαίους αὐτοῖς συμμαχίαν, καὶ τὴν ἐκεῖθεν ἐπεισαχθεῖσαν ἀσέβειαν
but it signifies the alliance they made with the Assyrians and Chaldeans, and the impiety brought in from that source.
但這象徵他們與亞述人和迦勒底人所結的同盟,以及由此引進的不敬虔。
1:2345
Παραδηλοῖ δὲ καὶ τοὺς ἐν ταῖς τῶν δαιμόνων ἑορταῖς καλλωπισμοὺς, χλιδὰς, καὶ ἱματίων ἐναλλα γὰς, καὶ τ' ἄλλα πάντα ὅσα ἐν ταῖς τοιαύταις ποιεῖν εἰώθεισαν πανηγύρεσι
It also alludes to the beautifications at the feasts of the demons, the luxuries, the changes of garments, and all the other things which they were accustomed to do at such festivals.
這也暗指在邪魔節慶中的裝扮、奢華、更換衣裳,以及他們在這類節慶中習於行的一切其他事。
1:2346
Τοῦτο δὲ σημαίνει καὶ τὰ ἐπιφερόμενα·
And this is signified also by what follows:
接下來的話也表明此意:
1:2347
Καὶ τὸ θυμίαμά μου, καὶ τὸ ἔλαιόν μου ἐτίθης ἔμπροσθεν αὐτῶν
'And My incense and My oil you set before them.'
「你把我的香料和我的膏油擺在他們面前。」
1:2348
Καὶ ηὐφραίνοντο ἐν αὐτοῖς
'And they rejoiced in them.'
「他們就因這些歡喜快樂。」
1:2349
Εὐφροσύνη γὰρ τῶν δαιμόνων ἡ τῶν ἀνθρώπων ἀπώλεια
For the joy of the demons is the destruction of men.
因為邪魔的喜樂就是人的滅亡。
1:2350
Καὶ φωνὴν ἁρμονίας ἀν. εκρούοντο πρὸς ἄνδρας ἐκ πλήθους ἥκοντας ἀνθρώ πων οἰνωμένους ἐκ τῆς ἐρήμου. Τί γὰρ ἐρημότε ρον τῶν τὰ εἴδωλα προσκυνούντων; Ἐξ ἐκείνων, φησὶ, τῶν ἐρήμων ψυχῶν τὰς τῆς ἀσεβείας ἐκομί ζετό σοι διδάγματα, καὶ ἐδέχου αὐτὰ ἐν μουσικοῖς ὀργάνοις ἀνακρουομένοις τὴν ἡδεῖαν ἠχήν
'And they struck up a sound of harmony toward men coming from a multitude of people, drunk from the wilderness.' For what is more desolate than those who worship idols? From those desolate souls, He says, you received the teachings of impiety, and you welcomed them amid musical instruments sounding forth their sweet strains.
「他們對著從眾人中來、從曠野來的醉漢,奏起和諧之聲。」還有什麼比拜偶像的人更荒涼呢?祂說,你從那些荒涼的靈魂領受了不敬虔的教訓,並在奏出悅耳之音的樂器聲中接受了它們。
1:2351
Καὶ ἐδίδους αὐτοῖς ψέλλια ἐπὶ τὰς χεῖρας αὐτῶν, καὶ στέφανον καυχήσεως ἐπὶ τὰς κεφαλὰς αὐτῶν. Οὐδὲν γὰρ παρὰ τῶν εἰδώλων λαμβάνουσιν οἱ τούτοις λα τρεύειν αἱρούμενοι, ἀλλὰ τὰ θεόσδοτα δῶρα τούτοις προσφέρουσι, παντοδαπὸν αὐτοῖς κόσμον περιτι θέντες
'And you put bracelets on their hands, and a crown of boasting on their heads.' For those who choose to serve the idols receive nothing from them, but rather offer to them the God-given gifts, decking them out with every kind of ornament.
「你把鐲子戴在他們手上,把誇耀的冠冕戴在他們頭上。」因為那些甘願事奉偶像的人,從偶像得不著什麼,反倒把神所賜的禮物獻給它們,用各樣的裝飾妝點它們。
1:2352
Καὶ εἶπον, Οὐκ ἐν τούτοις μοιχεύουσι, καὶ ἔργα πόρνης ταῦτα, καὶ αὐτὴ ἐξεπόρνευσεν; Ἔλεγον γὰρ, φησὶν, ὀργάνοις χρώμενος τοῖς προ φήταις, ὅτι ἐν τοῖς ἀψύχοις ἡ μοιχεία ὑμῶν τολμᾶ ται, καὶ πορνικὰ ὑμῖν τὰ τοιαῦτα ἐπιτηδεύματα
'And I said, Do they not commit adultery with these, and are not these the works of a harlot, and has she herself played the harlot?' For I said, He says, employing the prophets as instruments, that your adultery is dared with lifeless things, and that such practices of yours are harlotries.
「我說:他們豈不是用這些行姦淫嗎?這些豈不是妓女的行為嗎?她自己豈不是行了淫嗎?」祂說,我藉先知作器皿而說,你們的姦淫是對著無生命之物膽敢而行,你們這樣的行徑就是淫行。
1:2353
Καὶ αὐτοὶ εἰσεπορεύοντο πρὸς αὐτὴν, ὃν τρόπον εἰσπορεύονται πρὸς γυναῖκα πόρνην, οὕ τως εἰσεπορεύοντο πρὸς Ὀολλὰν καὶ πρὸς Ὀολιβὰν, τὰς γυναῖκας τὰς ἀνόμους, τοῦ ποιῆ σαι ἀνομίαν
'And they went in to her, as men go in to a harlot woman; so they went in to Oholah and to Oholibah, the lawless women, to work lawlessness.'
「他們親近她,如同人親近妓女一般;他們就這樣親近阿荷拉和阿荷利巴,就是那些行不法的婦人,去行不法的事。」
1:2354
Ἄδειαν γὰρ λοιπὸν λαβόντες ἐκ τῆς τούτων παρανομίας, ὡς πρὸς γυναῖκας ἑταίρας καὶ πᾶσι προκειμένας, οὕτω πρὸς τὴν Σαμάρειαν καὶ τὴν Ἱερουσαλὴμ εἰσίεσαν, καὶ οἱ τῶν ψυχῶν ἀλάστορες δαίμονες, καὶ οἱ τὴν τούτων λατρείαν δεδιδαγμένοι Χαλδαῖοι
For thereafter, having taken license from the transgression of these women, as toward harlots exposed to all, so they came in to Samaria and Jerusalem—both the demons, tormentors of souls, and the Chaldeans who had been taught the worship of these idols.
此後,這些婦人的違法給了他們放縱的藉口,他們便如同對待任人親近的妓女一般,進到撒瑪利亞和耶路撒冷那裏——那折磨靈魂的邪魔,以及受教去事奉這些偶像的迦勒底人,都是如此。
1:2355
τούτους τὸν λόγον, καί φησι·
He addresses His word to these, and says:
祂向這些人發言,說道:
1:2356
Τὸ δίκαιοι τέ θεικεν, οὐ δικαιοσύνην αὐτοῖς μαρτυρῶν·
He set down 'righteous men' not as bearing witness to any righteousness in them;
祂稱他們為「義人」,並非為他們作出任何義的見證;
1:2357
ἀδικώτατοι γὰρ καὶ παρανομώτατοι, καὶ λίαν ὑπῆρχον δυσ σεβέστατοι·
for they were most unjust and most lawless, and exceedingly impious;
因為他們最不義、最不法,且極其不敬虔;
1:2358
ἀλλ' ἐκ παραθέσεως τῶν ταύτης ἀσεβη μάτων τὸ δίκαιοι τέθεικεν, ἀντὶ τοῦ, σοὶ παρ εξεταζόμενοι δίκαιοι ὑπάρχουσι
but by comparison with her impieties He set down 'righteous men,' meaning: measured against you, they are righteous.
然而祂稱他們為「義人」,乃是以與她的不敬虔相比較而言,意思是說:與你相較,他們算為義。
1:2359
Τοῦτο καὶ ἀνωτέρω πεποίηκε πρὸς τὴν Ἱερουσαλὴμ διαλεγόμενος·
This He also did earlier, when addressing Jerusalem;
這也是祂先前對耶路撒冷說話時所行的;
1:2360
ἔφη γὰρ, Καὶ ἐδικαίωσας τὰς ἀδελφάς σου ἐν ταῖς ἁμαρτίαις σου, καὶ ἐν πάσαις ταῖς ἀνομίαις σου, αἷς ἐποίησας. Καὶ ἐνταῦθά φησιν, Ἄνδρες δίκαιοι οὗτοι, τουτέστιν, ὑπὲρ σέ
for He said, 'And you justified your sisters in your sins, and in all your lawless deeds which you did.' And here too He says, 'These men are righteous,' that is, more than you.
因祂曾說:「你在你的罪中,並你所行一切的不法中,使你的姊妹顯為義。」在此祂也說:「這些人是義人」,就是說,比你為義。
1:2361
Καὶ ἐκ δικήσουσιν αὐτὰς ἐκδικήσει μοιχαλίδων, καὶ κρί σει ἐκχεουσῶν αἷμα, ὅτι μοιχαλίδες εἰσὶ, καὶ αἷμα ἐν ταῖς χερσὶν αὐτῶν. Μιαιφονίας, φησὶ, καὶ μοιχείας τίσουσι δίκας, τοὺς ἐραστὰς αὑτῶν λαμβάνουσαι δι καστὰς, καὶ ταῦτα πείσονται, ἅπερ αἱ μοιχεύτριαι γυναῖκες καὶ ἀνδροφόνοι·
'And they shall avenge them with the vengeance of adulteresses, and with the judgment of women who shed blood, because they are adulteresses, and blood is on their hands.' They shall pay the penalties, He says, for bloodshed and adultery, taking their own lovers as judges, and they shall suffer the very things that adulterous and murderous women suffer;
「他們必按審判姦婦的定例、按審判流血婦人的定例懲罰她們,因為她們是姦婦,手中有血。」祂說,她們必為兇殺和姦淫償還罪債,以自己的情人為審判官,並且必遭受那行姦淫、殺人的婦人所遭受的一切;
1:2362
οὕτω πληρώσας τὸ αἰνιγ ματῶδες διήγημα, τὴν κατ' αὐτῶν ψῆφον ἐκφέρει
having thus completed the enigmatic narrative, He pronounces the verdict against them.
祂如此完成了這隱喻式的敘述後,便宣告了對她們的裁決。
1:2363
Τάδε λέγει Ἀδωναῒ Κύριος·
'Thus says Adonai the Lord:'
「主阿多乃如此說:」
1:2364
Ἀνάγαγε ἐπ' αὐτὰς πλήθη, καὶ δὸς ἐν αὐταῖς ταραχὴν καὶ διαρπαγήν
'Bring up against them multitudes, and give them over to tumult and to plunder.'
「我必使群眾上來攻擊她們,使她們遭遇擾亂與擄掠。」
1:2365
Καὶ λιθοβοληθήτωσαν λίθοις ὄχλων, καὶ κατακεντείτωσαν αὐτὰς ἐν τοῖς. ξίφεσιν αὐτῶν·
'And let them be stoned with the stones of throngs, and let them be run through with their swords;'
「任眾人用石頭打死她們,任他們用刀劍刺透她們;」
1:2366
υἱοὺς αὐτῶν καὶ θυγατέρας ἀποκτενοῦσι, καὶ τοὺς οἴκους αὐτῶν ἐμπρήσου σιν ἐν πυρί
'their sons and daughters they shall slay, and their houses they shall burn with fire.'
「他們必殺戮她們的兒女,用火焚燒她們的房屋。」
1:2367
Εἶτα τὴν ἐντεῦθεν ἐσομένην ἐπιδείκνυ σιν ὠφέλειαν
Then He shows the benefit that will come from this.
接著祂指出由此而生的益處。
1:2368
Καὶ ἀποστρέψω ἀσέβειαν ἐκ τῆς γῆς, καὶ παιδευθήσονται πᾶσαι αἱ γυναῖκες, καὶ οὐ μὴ ποιήσουσι κατὰ τὰς ἀσεβείας αὐτῶν
'And I will turn away impiety from the land, and all the women shall be instructed, and shall not do according to their impieties.'
「我必使不敬虔從那地止息,眾婦人都受警戒,不再照她們的不敬虔而行。」
1:2369
Τούτων γὰρ, φησὶ, ταῦτα ὑπομενουσῶν, καὶ λίθοις, καὶ ξίφεσι, καὶ πυρὶ παραδιδομένων, πᾶσα πόλις ὠφέλειαν καρ πώσεται, μανθάνουσα, οἷα τῆς ἀσεβείας τὰ ἐπίχειρα
For when these women endure such things, He says, and are given over to stones, and swords, and fire, every city shall reap benefit, learning what are the wages of impiety.
祂說,因為這些婦人既忍受這樣的事,被交付於石頭、刀劍和火,那麼每座城都必得益處,學到不敬虔的報應是什麼。
1:2370
Γυναῖκας δὲ πάλιν ἐνταῦθα τὰς πόλεις ὠνόμασε
Here again He named the cities 'women.'
祂在此又稱那些城為「婦人」。
1:2371
Καὶ δοθήσεται ἡ ἀσέβεια ὑμῶν ἐφ' ὑμᾶς, καὶ πάσας τὰς ἁμαρτίας τῶν ἐπιθυμημάτων λήψεσθε, καὶ γνώσεσθε ὅτι ἐγὼ Κύριος
'And your impiety shall be laid upon you, and you shall bear all the sins of your desires, and you shall know that I am the Lord.'
「你的不敬虔必歸到你身上,你必擔當你一切私慾的罪,你就知道我是耶和華。」
1:2372
Τοὺς τῆς ἀσεβείας ὑμῶν, φησὶ, κομιεῖσθε καρπούς·
The fruits of your impiety, He says, you shall reap;
祂說,你們必收取你們不敬虔的果子;
1:2373
οὐ γὰρ ἀνάγκῃ ταύτην ἐδέξασθε, ἀλλὰ γνώμῃ καὶ πόθῳ·
for you did not receive it out of necessity, but by choice and by desire;
因為你們接受它並非出於逼迫,而是出於己意與情慾;
1:2374
ἐκ δὲ τῆς τιμωρίας ὠφέλειαν μεγίστην τρυγήσετε τὴν τῆς ἐμῆς δεσποτείας ἐπίγνωσιν
and from the punishment you shall gather the greatest benefit—the recognition of My lordship.
而從這刑罰中,你們必採得最大的益處——就是認識我的主權。
1:2375
Ἧς ἀπολαύειν ἡμᾶς γένοιτο, μὴ τῇ πείρᾳ τῶν κακῶν διδασκομένους, ἀλλὰ τῶν θείων εὐεργεσιῶν αἰσθανομένους, καὶ τὴν ἀγνώμονα γνώμην μυσαττομένους, καὶ τῇ θείᾳ μνήμῃ καθ' ἑκάστην ἀνανεουμένους ἡμέραν, καὶ τῇ τοῦ παναγίου Πνεύματος ἐνεργείᾳ εἰς τὴν τοῦ Θεοῦ ἀγάπην πυρπολουμένους, καὶ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χρι στοῦ τὴν ἐπιφάνειαν ἀναμένοντας, μεθ' οὗ τῷ Πα τρὶ ἡ δόξα, σὺν τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων
May it be granted us to enjoy this, being taught not by the experience of evils, but by perceiving the divine benefactions, loathing the ungrateful disposition, being renewed each day by the divine remembrance, being set aflame toward the love of God by the working of the all-holy Spirit, and awaiting the appearing of our Lord Jesus Christ, with whom to the Father be glory, together with the Holy Spirit, now and ever, and unto the ages of ages.
願我們得以享受這益處,不是藉受苦的經歷受教,而是藉領會神的恩惠,憎惡忘恩的心意,天天藉對神的記念而更新,藉至聖之靈的運行被激發,向著愛神之心燃燒,並等候我們主耶穌基督的顯現。願榮耀藉著祂歸與父,並歸與聖靈,從今直到永永遠遠。
1:2376
Καὶ ἐγένετο λόγος Κυρίου πρὸς μὲ ἐν τῷ ἔτει τῷ ἐννάτῳ, ἐν τῷ μηνὶ τῷ δεκάτῳ, δεκάτῃ τοῦ μηνὸς, λέγων·
'And the word of the Lord came to me in the ninth year, in the tenth month, on the tenth of the month, saying:'
「在第九年十月初十日,耶和華的話臨到我,說:」
1:2377
Υἱὲ ἀνθρώπου, γράψον σεαυ τῷ τὸ ὄνομα τῆς ἡμέρας ταύτης, ἀφ' ἧς ἀπ ηρείσατο ὁ βασιλεὺς Βαβυλῶνος ἐπὶ Ἱερουσα λὴμ ἀπὸ τῆς ἡμέρας τῆς σήμερον
'Son of man, write down for yourself the name of this day, from which the king of Babylon set himself against Jerusalem, from this present day.'
「人子啊,你要為自己記下今日的名字,就是巴比倫王從今日起攻擊耶路撒冷的日子。」
1:2378
Ἐδίδαξεν ἡμᾶς τὸν χρόνον, καθ' ὃν τῇ Ἱερουσαλὴμ ὁ Βα βυλώνιος ἐπεστράτευσεν
He taught us the time at which the Babylonian marched against Jerusalem.
祂教導我們巴比倫王向耶路撒冷進軍的時間。
1:2379
Ἐκείνου δὲ τὴν πόλιν πο λιορκοῦντος, ὁ προφήτης τοῖς ἤδη δορυαλώτοις γε γενημένοις προσημαίνει τὰ καταληψόμενα κακά
And while he was besieging the city, the prophet foretold to those already taken captive the evils that would overtake them.
當巴比倫王圍困那城時,先知向那些已被擄的人預告即將臨到的災禍。
1:2380
Καὶ εἰπὲ ἐπὶ τὸν οἶκον τὸν παραπικραίνον τα, παραβολήν
'And speak a parable against the rebellious house.'
「你要向那悖逆之家設一個比喻。」
1:2381
μάθωσι τὰ θεῖα θεσπίσματα
that they might learn the divine oracles.
使他們得以認識神聖的諭示。
1:2382
Τάδε λέγει Ἀδωναῒ Κύριος·
Thus says Adonai the Lord:
主耶和華如此說:
1:2383
(δʹ, εʹ) Ἐπίστησον τὸν λέβητα, ἐπίστησον, ἔκχεε εἰς αὐτὸν ὕδωρ, καὶ ἔμβαλε εἰς αὐ τὸν διχοτομήματα, πᾶν διχοτόμημα καλὸν, σκέ λος καὶ ὦμον ἐκσεσαρκωμένα ἀπὸ τῶν ὀστῶν
(vv. 4-5) 'Set on the cauldron, set it on, pour water into it, and cast into it the pieces, every good piece, the leg and the shoulder stripped of flesh from the bones.'
(第四、五節)「將鍋放好,放上去,倒水進去,把肉塊放入其中,每一塊好肉,大腿和肩膀,都是從骨頭上剔下的肉。」
1:2384
Ἐξ ἐπιλέκτων κτηνῶν εἰλημμένων, καὶ ὑπόκαιε τὰ ὀστᾶ ὑποκάτω αὐτῶν
'Taken from choice beasts, and pile the bones beneath them.'
「取自上好的牲畜,並把骨頭堆在其下焚燒。」
1:2385
Λέβητα προσαγορεύει τὴν πόλιν·
By the cauldron he designates the city;
他以「鍋」指稱那城;
1:2386
ὕδωρ δὲ ἐκχεόμενον τὰς παντοδαπὰς συμφοράς·
and by the water that is poured in, the manifold calamities;
以倒入的「水」指各樣的災禍;
1:2387
καὶ διχοτομήματα δὲ, καὶ σκέλη καὶ ὤμους ἐξ ἐπιλέκτων κτηνῶν, τοὺς ἐν εὐπορίᾳ, καὶ πλούτῳ, καὶ δυνάμει ἄρχοντάς τε καὶ ἡγουμέ νους, καὶ ἱερέας, κατὰ ταὐτὸν παραδεδομένους ταῖς συμφοραῖς·
and by the pieces, the legs and shoulders taken from choice beasts, those who were in prosperity, wealth, and power—rulers and leaders and priests—who were delivered over to the calamities all alike;
以「肉塊」,以及取自上好牲畜的大腿和肩膀,指那些身處富裕、財富與權勢中的人,就是官長、首領與祭司,他們同樣被交付於災禍之中;
1:2388
ὀστᾶ δὲ ὑποκαιόμενα, τοὺς πενίᾳ συ ζῶντας προτέρους τῷ λιμῷ παραδοθέντας·
and by the bones burnt beneath, those living in poverty, who were the first to be given over to famine;
以在其下焚燒的「骨頭」,指那些貧困度日的人,就是最先被交付於饑荒的人;
1:2389
πῦρ δὲ, τὸν Βαβυλώνιον καὶ τὴν τούτου παράταξιν
and by the fire, the Babylonian and his army.
以「火」指巴比倫王和他的軍隊。
1:2390
Ἐξέζεσεν, ἐξέζεσε, καί γε ἥψηται τὰ ὀστᾶ αὐτῆς ἐν μέσῳ αὐτῆς. Τοῦ γὰρ πυρὸς, φη σὶν, ἐμβληθέντος, τά τε ὑποκαιόμενα ὀστᾶ τῷ πυρὶ κατεδαπανήθη·
'It boiled, it boiled, and even its bones are consumed in the midst of it.' For when the fire, he says, was cast in, both the bones burning beneath were consumed by the fire;
「湯滾了,湯滾了,其中的骨頭也被熬盡了。」他說,火一放入,那在其下焚燒的骨頭便被火燒盡了;
1:2391
τοῦ γὰρ λιμοῦ γεγένηται παραν άλωμα, καὶ οἱ διαφυγόντες τὴν τοῦ λιμοῦ προσβολὴν ἐν ἀκμῇ γεγένηνται τῶν κακῶν, τὰς τῶν πολιορκούν των δεχόμενοι προσβολάς
for they became the prey of famine, and those who escaped the onslaught of famine came to the height of their sufferings, receiving the assaults of the besiegers.
因為他們成了饑荒的犧牲品,而那些逃過饑荒襲擊的人,卻臨到災禍的極點,承受了圍城者的攻擊。
1:2392
Ὦ πόλις αἱμάτων, λέβης, ἐν ᾧ ἐστιν ἰὸς ἐν αὐτῷ, καὶ ὁ ἰὸς οὐκ ἐξῆλθεν ἐξ αὐτῆς, κατὰ μέλος αὐτῆς ἐξήνεγκεν·
'O city of bloodshed, cauldron in which there is rust, and the rust has not gone out of it; it brought forth piece by piece;'
「流血之城啊,就是那生鏽的鍋,其中的鏽尚未除去,它一塊一塊地取出來;」
1:2393
οὐκ ἔπεσεν ἐπ' αὐτὴν κλῆρος
'no lot fell upon it.'
「並沒有為它拈鬮。」
1:2394
Ἐδίδαξεν ἡμᾶς ἐνταῦθα, ὅτι καὶ ἄνω λέβητα τὴν πόλιν ὠνόμασεν, ἰὸν δὲ τοῦ λέβητος τὴν ἁμαρτίαν καλεῖ
He has taught us here that above too he named the city a cauldron, and that by the rust of the cauldron he calls sin.
他在此教導我們,上文也曾稱那城為鍋,並以鍋的「鏽」稱呼罪。
1:2395
Μεγίστη δὲ κατηγορία, ὅτι οὐδὲ τοσοῦτο πῦρ τῶν συμφορῶν τὸν τοῦ λέβητος ἰὸν ἐδαπάνησε
And it is the gravest accusation, that not even so great a fire of calamities consumed the rust of the cauldron.
而這是最嚴厲的控訴,就是連如此劇烈的災禍之火,也未能除去鍋中的鏽。
1:2396
Τὸ δὲ Κατὰ μέλος ἐξήνεγκεν, οὐκ ἔπεσεν ἐπ' αὐτὴν κλῆρος, δηλοῖ ὅτι οὐδεὶς τὰς ἐπενεχθείσας διέφυγε συμφορὰς, οὐδὲ ἐκληρώθησαν οἱ μὲν εἰς ὄλεθρον, οἱ δὲ εἰς σωτηρίαν, καθάπερ ἐν ταῖς ἤδη πρότερον γε γενημέναις πολιορκίαις συνέβη, ἀλλὰ πάντες ἁπαξ απλῶς, οἱ μὲν λιμῷ, οἱ δὲ λοιμῷ παρεδόθησαν·
And the words 'it brought forth piece by piece; no lot fell upon it' show that no one escaped the calamities brought upon them, nor were some allotted to destruction and others to salvation, as happened in the sieges that had occurred before; but all quite simply, some by famine, some by pestilence, were delivered over;
而「它一塊一塊地取出來,並沒有為它拈鬮」這話表明,無人逃過臨到他們的災禍,也不像從前發生的圍城那樣,有些人被分派歸於滅亡,有些人歸於得救;乃是所有人一概如此,有的死於饑荒,有的死於瘟疫;
1:2397
οἱ δὲ ταῦτα διαβάντες, ἢ πολεμοῦντες ἀνῃρέθησαν, ἢ πολιορκηθέντες ἐξηνδραποδίσθησαν·
and those who passed through these were either slain in battle or, being besieged, were carried off into slavery;
至於逃過這些的人,或在戰爭中被殺,或在被圍困後被擄為奴;
1:2398
διδάσκει δὲ καὶ τῶν κακῶν τὴν αἰτίαν
and he also teaches the cause of these evils.
他也教導這些災禍的原由。
1:2399
Ὅτι αἷμα αὐτῆς ἐν μέσῳ αὐτῆς ἐγένετο
'Because her blood is in the midst of her.'
「因為她所流的血在她中間。」
1:2400
Ταῦτα δὲ, φησὶν, ὑπομένουσι τῆς ἄγαν μιαιφονίας τίνοντες δίκας
These things, he says, they endure, paying the penalty for their exceeding bloodguiltiness.
他說,他們遭受這些事,是為他們極度的殺人流血之罪付出代價。
1:2401
Ἐπὶ λεωπετρίαν τέταχα αὐτὸ, οὐκ ἐκκέχυκα αὐτὸ ἐπὶ τὴν γῆν, τοῦ καλύψαι αὐτὸν τὴν γῆν
'I have set it upon a bare rock; I have not poured it out upon the ground, to cover it with earth.'
「我把它放在光禿的磐石上,並未倒在地上用塵土掩蓋它。」
1:2402
( ηʹ) Τοῦ ἀναβῆναι θυμὸν εἰς ἐκδίκησιν, ἐκδικη θῆναι δέδωκα τὸ αἷμα αὐτῆς, ἐπὶ λεωπετρίαν τέταχα αὐτὸ τοῦ μὴ καλύψαι αὐτό
(v. 8) 'That wrath might come up for vengeance, to be avenged, I have given up her blood; upon a bare rock have I set it, that it should not be covered.'
(第八節)「為要使忿怒興起施行報應,好被伸冤,我已交出她的血;我把它放在光禿的磐石上,使它不得遮蓋。」
1:2403
Οὐ κατα καλύψω, φησὶ, τὰς ὑπ' αὐτῶν τολμηθείσας παρανο μίας, ἀλλὰ γυμνὰς αὐτὰς καταστήσω, καὶ πᾶσιν ὑποδείξω, καθάπερ τι αἷμα, οὐκ ἐπὶ γῆς ἐκχεόμενον καὶ καταποθούμενον, ἀλλ' ἐπὶ λείας βαλλόμενον πέ τρας, καὶ εἰς τὸ διηνεκὲς φυλαττόμενον, εἰς κατ ηγορίαν τῶν ἐκχέαι τοῦτο τετολμηκότων
I will not cover over, he says, the transgressions they have dared to commit, but I will make them bare, and display them to all, just like blood which is not poured upon the ground and swallowed up, but cast upon a smooth rock and preserved forever, as an accusation against those who dared to shed it.
他說,我必不遮蓋他們所膽敢犯下的罪行,反要使之顯露,向眾人展明,正如血一般,不是倒在地上被吞沒,乃是灑在光滑的磐石上,永遠存留,成為控訴那些膽敢流這血之人的憑據。
1:2404
Ὦ πόλις τῶν αἱμάτων, καί γε ἐγὼ μεγαλυνῶ τὸν δαλόν
'O city of bloodshed, I also will make great the firebrand.'
「流血之城啊,我也必使那火把加增。」
1:2405
Καὶ πληθυνῶ τὰ ξύλα, καὶ ἀνα καύσω τὸ πῦρ, ὅπως τακῇ τὰ κρέα, καὶ ἐλατ τωθῇ ὁ ζωμὸς, καὶ τὰ ὀστᾶ συμφρυγῇ
'And I will multiply the wood, and kindle the fire, that the flesh may be melted down, and the broth diminished, and the bones scorched together.'
「我必添柴,點火,使肉爛熟,湯汁減少,骨頭也一同焦枯。」
1:2406
Καὶ στῇ ἐπὶ τοὺς ἄνθρακας αὐτῆς κενή·
'And let it stand upon its coals empty;'
「使它空空地立在炭火上;」
1:2407
ἐξήφθη ὅπως προσκαυθῇ, καὶ θερμανθῇ, καὶ ἐκφρυγῇ ὁ χαλκὸς αὐτῆς, καὶ τακῇ ἐν μέσῳ αὐτῆς ἡ ἀκαθαρσία αὐτῆς, καὶ ἐκλίπῃ ὁ ἰὸς αὐτῆς
'it was kindled that its copper might be burnt and heated and scorched, and that its uncleanness might be melted in the midst of it, and its rust consumed.'
「它被點燃,好使它的銅燒熱、發熱、燒焦,使其中的污穢在其中鎔化,鏽也除盡。」
1:2408
Τα πεινωθῇ ὁ ἰὸς αὐτῆς, καὶ οὐ μὴ ἐξέλθῃ ἐξ αὐτῆς
'Let its rust be humbled, and let it by no means go out of it.'
「使它的鏽被除滅,斷不再從其中出來。」
1:2409
Μεγαλυνῶ, φησὶ, τὸν δαλὸν, τουτέστιν, αὐξήσω τὴν ἀρχὴν τῶν κακῶν
I will make great, he says, the firebrand, that is, I will increase the beginning of the evils.
他說,我必使那火把加增,就是說,我要擴大災禍的開端。
1:2410
Καὶ πληθυνῶ τὰ ξύλα, ἀντὶ τοῦ, πολλὰς ἀφορμὰς παρέξω, καὶ ὕλας τῷ πυρὶ τῶν κακῶν, ἵνα τοῦτο μὲν ἀνακαύσω, τὰ δὲ ἑψόμενα κρέα, τουτέστι, τοὺς ἐν τῇ πόλει ἀνθρώ πους, κατατακῆναι παρασκευάσω·
'And I will multiply the wood,' meaning, I will furnish many occasions and fuel for the fire of the evils, so that on the one hand I may kindle it, and on the other cause the boiling flesh—that is, the people in the city—to be melted away;
「我必添柴」,意即,我要為災禍之火供應許多的機會和燃料,一面點燃這火,一面使那烹煮的肉—就是城中的居民—被熬爛;
1:2411
καὶ οἱ μὲν ὑπὸ λιμοῦ δαπανηθῶσι, δίκην ὀστῶν συμφρυγόμενοι, οἱ δὲ ταῖς παντοδαπαῖς κατακαυθῶσι συμφοραῖς, καθ άπερ κρέα ἑψόμενα·
and some are consumed by famine, scorched like bones, while others are burnt up by the manifold calamities, like flesh being boiled;
有些人被饑荒吞滅,像骨頭般焦枯,有些人被各樣的災禍焚燒,像被烹煮的肉;
1:2412
τῇ δὲ πολλῇ τοῦ πυρὸς προσ βολῇ καὶ ὁ ζωμὸς δαπανηθήσηται, καὶ ἅπασα ἀναγκαία χρεία καὶ πρόφασις παραψυχῆς, ὥστε λοιπὸν αὐτὸν καθ' ἑαυτὸν τὸν χαλκὸν τῷ πυρὶ προσ ομιλοῦντα κατατακῆναι, καὶ σὺν τῷ ἰῷ δαπανηθῆ ναι
and by the great onslaught of the fire the broth too is consumed, and every necessary supply and pretext of comfort, so that at last the copper itself, being alone exposed to the fire, is melted down and consumed together with the rust.
藉著火猛烈的攻擊,湯汁也被耗盡,一切必需的供應與可資慰藉的憑藉都消失,以致最終連銅本身,也獨自暴露於火中,被鎔化,並與鏽一同耗盡。
1:2413
Τῶν γὰρ ὑπερμαχούντων τῆς πόλεως ἡττηθέν των, ἁλοῦσα λοιπὸν ἀνάστατος ἐγένετο, καὶ πυρὶ παρεδόθη·
For when those who fought in defense of the city were defeated, it was at last captured, laid waste, and given over to fire;
因為當那些為保衛城池而戰的人被擊敗後,城終於被攻取、傾覆,並被交於火中;
1:2414
ἀλλ' ὅμως, φησὶ, καὶ τοσούτων αὐτῇ προσπεσόντων κακῶν οὐκ ἀπηλλάγη τοῦ ἰοῦ, ἀλλ' ἔμεινεν ἐν αὐτῇ ἡ περὶ τὸ ἁμαρτάνειν ῥοπή
but even so, he says, though so many evils befell it, it was not rid of the rust, but the inclination to sin remained in it.
但他說,即便如此,儘管如此眾多的災禍臨到,它仍未除去那鏽,反倒犯罪的傾向仍存留在其中。
1:2415
Πολὺς ὁ ἰὸς αὐτῆς, καταισχυνθήσεται ὁ ἰὸς αὐτῆς
'Great is its rust; its rust shall be put to shame.'
「它的鏽甚多;它的鏽必蒙羞。」
1:2416
( ιγʹ.) Ἐν τῇ ἀκαθαρσίᾳ σου ζέμα
(v. 13) 'In your uncleanness is boiling.'
(第十三節)「在你的污穢中有沸騰。」
1:2417
ταύτην καὶ τοῦ πυρὸς ἐξῆψας τὴν φλόγα·
this too kindled the flame of the fire;
這也點燃了火的烈焰;
1:2418
πολὺν γὰρ ἔσχες ἁμαρτημάτων ἰὸν, ὃς ἐπὶ τοῦ παρόντος γυμνωθεὶς αἰσχύνης ἀναπλησθήσεται
for you had much rust of sins, which, being now laid bare, shall be filled with shame.
因為你有許多罪的鏽,如今既被顯露,就必滿了羞恥。
1:2419
Ἀνθ' ὧν ἐμιαίνου σὺ, καὶ οὐκ ἐκαθάρθης ἀπὸ ἀκαθαρσίας σου, καὶ οὐ μὴ καθαρθῇς οὐκ ἔτι, ἕως οὗ ἐμπλήσω τὸν θυμόν μου ἐν σοί. Μὴ βουληθεὶς γὰρ διὰ μετανοίας ἀκέσα σθαί σου τὰ τραύματα, οὐ μὴ τύχῃς συγγνώμης, οὐδὲ μὴ καθάρσεως ἀπολαύσῃς, ἕως ἂν δῷς δίκας, ὑπὲρ ὧν παρηνόμησας·
'Because you were defiled, and were not cleansed from your uncleanness, and you shall by no means be cleansed any more, until I have satisfied my wrath upon you.' For since you were unwilling to heal your wounds through repentance, you shall by no means obtain pardon, nor enjoy cleansing, until you have paid the penalty for your transgressions;
「因為你被玷污,卻不從你的污穢中得潔淨,你也斷不能再得潔淨,直等到我向你發盡我的忿怒。」因為你既不肯藉悔改醫治你的創傷,你就斷不能蒙饒恕,也不得享潔淨,直到你為你所犯的罪付出代價;
1:2420
εἶτα τὸ ἀψευδὲς τῶν εἰρη μένων δείκνυσι τῇ τοῦ προσώπου ποιότητι
then he shows the unfailing truth of what has been said by the quality of the person.
然後他藉著那位者的品格,顯明所說之言的確實無誤。
1:2421
Καὶ τὸ ἀναντίῤῥη. τον τῶν ἐσομένων·
And the irresistibility of the things to come;
並將要成就之事的不可抗拒;
1:2422
οὐ δια στελῶ, οὐ φείσομαι, καὶ οὐ μὴ παρακληθῶ. Οὐ γὰρ τοὺς μὲν ἐάσω, τοὺς δὲ παραδώσω, ἀλλὰ πάντας τοῖς ἠπειλημένοις ἐκδώσω κακοῖς
'I will not make distinction, I will not spare, and I will by no means be entreated.' For I will not let some go and give others up, but I will deliver all to the evils that have been threatened.
「我必不分別,我必不顧惜,我也斷不被勸回。」因為我必不放過一些人而交出另一些人,乃要將眾人都交於所威嚇的災禍中。
1:2423
Ὑποδεί κνυσι δὲ καὶ τὸ δίκαιον τῆς τιμωρίας
And he also shows the justice of the punishment.
他也顯明這刑罰的公義。
1:2424
Κατὰ τὰς ὁδούς σου, καὶ κατὰ τὰ ἐνθυμήματά σου κρινῶ σε, λέγει Ἀδωναῒ Κύριος. Καὶ τὸ αὐτὸ πλατύτε ρον·
'According to your ways, and according to your devices, will I judge you, says Adonai the Lord.' And the same thing more fully;
「我必照你的行為和你的意念審判你,這是主耶和華說的。」又更詳盡地說同一件事;
1:2425
αἴτιον δέ σοι τῆς παρανομίας, τὸ τοῖς πονηροῖς ἀκο λουθεῖν λογισμοῖς·
the cause of your transgression is your following after wicked reasonings;
你犯罪的原由,是你隨從惡念的緣故;
1:2426
καὶ τοῦτο παρεδήλωσεν εἰρηκώς·
and this he intimated by saying:
他藉著這話暗示了這點:
1:2427
Κατὰ τὰ ἐνθυμήματά σου, καὶ κατὰ τὰ αἵματά σου κρινῶ σε. Πρότερον γὰρ λογιζόμενοι, εἴτε ἀγαθὰ, εἴτε κακὰ, καὶ τότε τὸ ἔργον τοῖς λογισμοῖς ἐπιφέρομεν
'According to your devices, and according to your blood, will I judge you.' For first we reason, whether toward good or toward evil, and then we bring the deed to bear upon our reasonings.
「我必照你的意念和你所流的血審判你。」因為我們先思量,或向善或向惡,然後才把行為加諸於我們的思量之上。
1:2428
Ἐντεῦθεν ἐφ' ἕτερον εἶδος μεταφέρει τὴν προφητείαν, καί φησιν·
From here he transfers the prophecy to another kind, and says:
他從此將預言轉向另一種形式,並說:
1:2429
Ἐγένετο λόγος Κυρίου πρὸς μὲ, λέγων·
The word of the Lord came to me, saying:
耶和華的話臨到我,說:
1:2430
Υἱὲ ἀνθρώπου, ἰδοὺ ἐγὼ λαμβάνω ἐκ σοῦ τὰ ἐπι θυμήματα τῶν ὀφθαλμῶν σου·
'Son of man, behold, I am taking from you the delight of your eyes;'
「人子啊,看哪,我要將你眼目所喜愛的從你奪去;」
1:2431
οὐ μὴ κόψῃ, οὐδὲ μὴ κλαύσῃς, οὐδ' οὐ μὴ ἔλθῃ σοι δάκρυα
'you shall not lament, nor shall you weep, nor shall tears come to you.'
「你不可哀號,也不可哭泣,眼淚也不可流下。」
1:2432
Στέναξαι σιγῶν, στεναγμὸς αἵματος πένθος ὀσφύος ἐστίν
'Groan in silence; a groaning of blood is mourning of the loins.'
「你當默默地歎息;血的歎息就是腰間的哀悼。」
1:2433
Ἐπιθυμήματα, ἢ ἐνθυμήματα ὀφθαλμῶν, οὕτω γὰρ ἔνια τῶν ἀντιγράφων ἔχει, τὴν ὁμόζυγα καλεῖ γυναῖκα, ἧς ἀποθανούσης, ὁ προφήτης κελεύεται, μήτε δακρύσαι, μήτε ὀδύρε σθαι, ἀλλὰ στένειν σιγῇ, καὶ ταῦτα περὶ τὴν ὀσφὺν τοῦ πένθους ὄντος
By 'the delight,' or 'the devices, of the eyes'—for so some of the copies have it—he calls his yoke-fellow wife, at whose death the prophet is commanded neither to weep nor to lament, but to groan in silence, the mourning being about the loins.
他以「眼目所喜愛的」,或「眼目的意念」—因為有些抄本如此記載—稱他的配偶妻子;當她死時,先知被吩咐既不可哭泣,也不可哀悼,只可默默歎息,而哀悼是關乎腰間的。
1:2434
οὕτω γὰρ καὶ ὁ θεῖος Ἀπόστολος περὶ τοῦ Λευῒ τὸν λόγον ποιούμε νος ἔφη·
For so also the divine Apostle, speaking about Levi, said:
因為神聖的使徒論到利未時,也如此說:
1:2435
Στεναγμὸς αἵματος πένθος ὀσφύος ἐστί· τουτέστι, τοῦ θα νάτου ὁ στεναγμὸς καὶ τὸ πένθος περὶ τὴν ὀσφύν ἐστιν
'A groaning of blood is mourning of the loins;' that is, the groaning and mourning of death is about the loins.
「血的歎息就是腰間的哀悼」;就是說,死亡的歎息與哀悼是關乎腰間的。
1:2436
Ἀλλ' ὅμως καὶ τοιαύτης οὔσης συμφορᾶς παρακελεύεται αὐτῷ μὴ θρηνεῖν·
But nevertheless, though the calamity was of such a kind, he charges him not to lament;
然而,儘管災禍是如此重大,他仍囑咐他不可哀哭;
1:2437
Ἀνθρώπινον γὰρ πένθος οὐ ποιήσῃ. Εἶτα καὶ τὸν τρόπον διδά σκει·
'For you shall make no human mourning.' Then he also teaches the manner:
「因為你不可作人所常有的哀悼。」然後他也教導那方式:
1:2438
Ἔσται τὸ τρίχωμά σου συμπεπλεγμένον ἐπὶ σὲ, καὶ τὰ ὑποδήματά σου ἐν τοῖς ποσί σου, καὶ οὐ μὴ παρακληθῇς ἐν τοῖς χείλεσιν αὐτῶν, καὶ ἄρτον ἀνδρῶν οὐ φαγῇ. Μηδὲν, φησὶν, ὧν εἰώ θασιν οἱ πενθοῦντες ποιεῖν ἀνάσχῃ ποιῆσαι, μήτε τὴν κεφαλὴν ἀποκείρασθαι, μήτε ἀνυπόδετος βαδίσαι, μήτε δι' αὐτῶν καλουμένων περιδείπνων παραψυχῆς. τινος ἀπολαῦσαι
'Your hair shall be bound up upon you, and your sandals on your feet, and you shall by no means be comforted by their lips, and you shall not eat the bread of men.' Endure to do none, he says, of the things that mourners are accustomed to do—neither to shear your head, nor to walk barefoot, nor to enjoy any comfort through what are called funeral feasts.
「你頭上仍要纏裹頭巾,腳上仍要穿鞋,你斷不可因他們的嘴唇得安慰,也不可吃人給你的餅。」他說,凡哀悼者所慣常行的事,你一件都不可行—既不可剃頭,也不可赤腳而行,也不可藉所謂的喪筵享受任何慰藉。
1:2439
Ἔοικε δὲ ὁ προφήτης καὶ Ναζι ραῖος εἶναι·
It seems that the prophet was also a Nazirite;
看來這先知也是一位拿細耳人;
1:2440
Ἔσται γὰρ, φησὶ, τὸ τρίχωμά σου συμπεπλεγμένον ἐπὶ σέ. Καὶ ἄνω δὲ οὐκ οἶνον, ἀλλ' ὕδωρ πίνειν προσετάχθη·
for 'Your hair,' he says, 'shall be bound up upon you.' And above too he was commanded to drink not wine, but water;
因為他說:「你的頭髮仍要纏裹在你頭上。」上文他也被吩咐不可喝酒,只可喝水;
1:2441
ἀμφότερα δὲ τῶν Ναζιραίων ἴδια
and both of these are proper to the Nazirites.
而這兩者都是拿細耳人所特有的。
1:2442
Καὶ ἐλάλησα πρὸς τὸν λαὸν τὸ πρωῒ, ὃν τρόπον ἐνετείλατό μοι·
'And I spoke to the people in the morning, in the manner that he had commanded me;'
「我在早晨對百姓說了話,正如他所吩咐我的;」
1:2443
καὶ ἀπέθανεν ἡ γυνή μου ἑσπέρας, καὶ ἐποίησα τὸ πρωῒ ὃν τρόπον ἐπετάγη μοι
'and my wife died in the evening, and I did in the morning as I was commanded.'
「晚上我的妻子就死了;次日早晨我便照所吩咐我的行了。」
1:2444
Τύπον δέ τινα τοῦ Θεοῦ τῶν ὅλων ὁ προφήτης πληροῖ
The prophet fulfills a certain type of the God of all.
這先知成就了萬有之神的某種預表。
1:2445
Οὐ γὰρ βούλεται τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὸ ἐπιστρέψαι αὐτὸν, καὶ ζῇν. Οὗ χάριν καὶ τῷ προφήτῃ σιγῇ στένειν παρακελεύεται·
'For he does not desire the death of the sinner, so much as that he should turn back and live.' For which cause he charges the prophet also to groan in silence;
「因為他不喜悅罪人死亡,惟喜悅他回轉存活。」因此他也囑咐先知默默歎息;
1:2446
διὰ τούτου σημαίνων, ὡς καὶ αὐτὸς παρὰ γνώμην ἀνέχεται τῶν ἐπιφερομένων τῷ λαῷ συμφορῶν, πολ λὴν μὲν ἔχων τὴν ἀγαθότητα, καὶ διὰ ταύτην ἐπὶ φιλανθρωπίαν ῥέπων, κολάζειν δὲ διὰ τὴν τῆς παρα νομίας ὑπερβολὴν βιαζόμενος
signifying by this that he too, against his will, endures the calamities brought upon the people, having great goodness, and by reason of this inclining toward loving-kindness, but being constrained to punish because of the excess of their transgression.
藉此表明,他自己也是不情願地容忍臨到百姓的災禍,因為他有極大的良善,並因此傾向於仁愛;然而因他們罪行的極度過犯,他不得不施行懲罰。
1:2447
Καὶ εἶπε, φησὶ, πρός με ὁ λαός μου·
'And the people,' he says, 'said to me:'
他說:「百姓對我說:」
1:2448
Οὐκ ἀπαγγέλλεις ἡμῖν, τί ἐστι ταῦτα, ἃ σὺ ποιεῖς; Καὶ εἶπον πρὸς αὐτούς·
'Will you not tell us what these things are that you are doing?' And I said to them:
「你所行的這些事是甚麼意思,你不告訴我們嗎?」我便對他們說:
1:2449
Λόγος Κυρίου ἐγένετο πρὸς μὲ, λέγων·
The word of the Lord came to me, saying:
耶和華的話臨到我,說:
1:2450
Εἰπὲ πρὸς τὸν οἶκον Ἰσραήλ·
Say to the house of Israel:
你要對以色列家說:
1:2451
Τάδε λέγει Ἀδωναῒ Κύριος·
Thus says Adonai the Lord:
主阿多乃如此說:
1:2452
Ἰδοὺ ἐγὼβεβηλῶ τὰ ἅγιά μου, φρύαγμα ἰσχύος ὑμῶν, ἐπι θυμήματα ὀφθαλμῶν ὑμῶν, καὶ ὑπὲρ ὧν φείδον ται αἱ ψυχαὶ ὑμῶν·
Behold, I am about to profane my sanctuary, the pride of your strength, the delight of your eyes, and that for which your souls are spared;
看哪,我要褻瀆我的聖所,就是你們所誇耀的勢力、你們眼中所喜愛的、你們心裡所顧惜的;
1:2453
καὶ οἱ υἱοὶ ὑμῶν, καὶ αἱ θυ γατέρες ὑμῶν, οὓς ἐγκατελίπετε, ἐν ῥομφαίᾳ πεσοῦνται
and your sons and your daughters, whom you have left behind, shall fall by the sword.
並且你們所撇下的兒女也必倒在刀下。
1:2454
Καὶ ποιήσετε ὃν τρόπον πεποίηκα, ἀπὸ στόματος αὐτῶν οὐ παρακληθήσεσθε, καὶ ἄρτον ἀνδρῶν οὐ φάγεσθε
And you shall do as I have done: you shall not be comforted by their mouth, nor shall you eat the bread of men.
你們必照我所行的去行:不因人的口得安慰,也不吃弔喪的餅。
1:2455
Καὶ αἱ κόμαι ὑμῶν ἐπὶ τῆς κεφαλῆς ὑμῶν, καὶ τὰ ὑποδήματα ὑμῶν ἐν τοῖς ποσὶν ὑμῶν·
And your turbans shall remain upon your heads, and your sandals upon your feet;
你們的頭巾仍要包在頭上,鞋仍要穿在腳上;
1:2456
οὔτε μὴ κόψησθε, οὔτε μὴ κλαύσητε·
you shall neither mourn nor weep;
你們不可悲哀哭泣;
1:2457
καὶ ἐντακήσεσθε ἐν ταῖς καρδίαις ὑμῶν, καὶ οὐ παρακαλέσετε ἕκαστος τὸν ἀδελ φὸν αὑτοῦ
but you shall waste away in your hearts, and none shall comfort his brother.
只因罪孽在你們心中消化,你們也彼此不安慰弟兄。
1:2458
Καὶ ἔσται ὑμῖν Ἰεζεκιὴλ εἰς τέρας·
And Ezekiel shall be to you for a sign;
以西結必這樣為你們作預兆;
1:2459
κατὰ πάντα, ὅσα ἐποίησε, ποίησετε, ὅταν ἔλθῃ ταῦτα, καὶ ἐπιγνώσεσθε, ὅτι ἐγὼ Ἀδωναῒ Κύριος
according to all that he has done you shall do, when these things come; and you shall know that I am Adonai the Lord.
凡他所行的,你們都要照樣行。這事來到,你們就知道我是主阿多乃。
1:2460
Ὥσπερ γὰρ ἐγὼ, τῆς ὁμόζυγος δεξαμένης τοῦ βίου τὸ τέλος, οὐδὲν ἐποίησα τῶν εἰωθότων ἐπὶ νε κροῖς ἐπιτελεῖσθαι, οὐ θρῆνον, οὐ δάκρυον, οὐ πένθι μον σχῆμα·
For just as I, when my consort had received the end of her life, did none of the customary things performed over the dead — no lament, no tear, no mourning garb —
因為正如我,當我的配偶到了生命的盡頭時,我並未行任何在死者身上慣行的事——沒有哀哭,沒有眼淚,沒有服喪的裝束——
1:2461
οὕτω καὶ ὑμεῖς, τῶν υἱῶν ὑμῶν καὶ τῶν θυγατέρων σφαττομένων, καὶ τοῦ ἁγίου νεὼ βεβη λουμένου τῇ τῶν ἀνοσίων βαρβάρων εἰσόδῳ, ἐφ' ᾧ. μέχρι τοῦ παρόντος ἐκομπάζετε καὶ μεγαλαυχούμε νοι διετελεῖτε, καὶ πρὸς τούτοις μυρίοις ἑτέροις περι πειρόμενοι κακοῖς, οὐδὲ θρήνων ἄδειαν ἕξετε, οὐδὲ ποιῆσαι τὰ συνήθη συγχωρηθήσεσθε, οὐ κεφαλὴν ἀποκεῖραι, οὐχ ὑποδημάτων γυμνῶσαι τοὺς πόδας, οὐ ταῖς λιβάσι τῶν δακρύων τὸ βαρὺ τῆς λύπης ἀποφορτίσασθαι, οὐ παραμυθητικῆς ἀπολαῦσαι τρα πέζης, οὐκ ἄλλο τι τῶν συνήθων ἐπιτελέσαι
so also you, when your sons and daughters are being slaughtered, and the holy temple is profaned by the entry of the impious barbarians — that temple in which up to the present you have boasted and continued to exult in your pride, and being pierced besides with countless other evils — you shall have no leave even to lament, nor shall you be permitted to perform the customary rites: not to shave the head, not to bare the feet of their sandals, not to unburden the heaviness of your grief in streams of tears, not to enjoy the table of consolation, nor to carry out any other of the accustomed things.
你們也是如此,當你們的兒女被殺戮,聖殿被那些不虔的野蠻人闖入而遭褻瀆——就是你們直到如今仍誇口、仍不斷高傲自誇所倚仗的那殿——並且你們還被無數別的災禍所刺傷,你們卻連哀哭的自由也沒有,也不得舉行慣常的喪禮:不可剃頭,不可赤腳脫鞋,不可用眼淚的流溢卸下沉重的憂傷,不可享用安慰的筵席,也不可行任何別的慣常之事。
1:2462
Καὶ ἀναμνησθήσεσθε τῶν ὑπὸ τοῦ προφήτου γεγενημένων, καὶ μαθήσεσθε διὰ τοῦ τέλους τῶν πραγμάτων, ὅτι καθάπερ τι τέρας ὑμῖν καὶ σημεῖον ὁ προφήτης ἐγέ νετο, διὰ τῶν πραγμάτων ὑμῖν προσενεγκὼν τῶν ἐσομένων πρόῤῥησιν
And you shall remember the things done by the prophet, and you shall learn through the outcome of events that the prophet became for you as a kind of portent and sign, presenting to you through his deeds the prediction of things to come.
你們必記念先知所行的事,並要藉著事情的結局明白:那先知作了你們的一種奇兆和記號,藉著他的作為向你們預示了將要發生的事。
1:2463
Καὶ σὺ, υἱὲ ἀνθρώπου, οὐχὶ ἐν τῇ ἡμέρᾳ, ὅταν λαμβάνω παρ' αὐτῶν τὴν ἰσχὺν αὐτῶν, τὴν ἔπαρσιν τῆς καυχήσεως αὐτῶν, τὰ ἐπιθυμήματα τῶν ὀφθαλμῶν αὐτῶν, καὶ τὴν ἔπαρσιν τῆς ψυχῆς αὐτῶν, υἱοὺς αὐτῶν, καὶ θυγατέρας αὐτῶν; Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἥξει ὁ ἀνασωζόμενος πρὸς σὲ, τοῦ ἀναγγεῖλαί σοι εἰς τὰ ὦτα
And you, son of man — shall it not be in the day when I take from them their strength, the exaltation of their boasting, the delight of their eyes, and the exaltation of their soul, their sons and their daughters? In that day one who has escaped shall come to you, to report it in your ears.
你,人子啊——豈不是在我從他們奪去他們的勢力、他們所誇耀的榮華、他們眼中所喜愛的、他們心中所仰望的,並他們的兒女之日嗎?當那日,必有一個逃脫的人來到你這裡,將這事報給你聽。
1:2464
Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ διανοιχθήσεται τὸ στόμα σου πρὸς τὸν ἀνασωζό μενον, καὶ λαλήσεις, καὶ οὐ μὴ κωφωθῇς οὐκ ἔτι, καὶ ἔσῃ αὐτοῖς εἰς τέρας, καὶ γνώσονται ὅτι ἐγὼ Ἀδωναῒ Κύριος
In that day your mouth shall be opened to the one who has escaped, and you shall speak, and shall no longer be dumb; and you shall be to them for a sign, and they shall know that I am Adonai the Lord.
當那日,你的口必向那逃脫的人張開,你要說話,不再啞口;你必這樣為他們作預兆,他們就知道我是主阿多乃。
1:2465
Μὴ μόνον ἐπὶ τοῦ παρόντος ταῦτα αὐτοὺς διδάξεις·
Not only in the present time shall you teach them these things;
你不僅在現今教導他們這些事;
1:2466
ἀλλὰ καὶ ὅταν τέλος ἡ πρόῤῥησις λάβῃ, καὶ τά γε ἅγια τοῖς ἀνοσίοις βαρβάροις παρα δοθῇ, οἵ τε υἱοὶ αὐτῶν καὶ αἱ θυγατέρες παραδοθῶσι σφαγῇ, καὶ ἀφίκηταί τις ἐκεῖθεν τὰ γεγενημένα δι δάσκων, ἀναμνήσων αὐτοὺς τῆς προῤῥήσεως, καὶ μὴ ἀνάσχῃ σιγῆσαι, ἵνα μάθωσιν ὡς ἐμοῦ βουληθέντος καὶ συγχωρήσαντος ταῦτα γεγένηται, καὶ δίκας τίσουσι τῶν ἀσεβημάτων·
but also when the prediction reaches its fulfilment, and the holy things are handed over to the impious barbarians, and their sons and daughters are given up to slaughter, and someone arrives from there reporting what has happened, reminding them of the prediction — you shall not endure to keep silence, so that they may learn that these things have come to pass because I willed and permitted them, and that they shall pay the penalty for their impieties;
並且當那預言得應驗,聖物被交在不虔的野蠻人手中,他們的兒女被交付屠殺,又有人從那裡來報告所發生的事,提醒他們那預言時——你不可容忍緘默,好叫他們知道:這些事之所以成就,是因我所願意、所容許的,並且他們要為自己的惡行受刑罰;
1:2467
καὶ οὐ διὰ τὴν τῶν πολε μίων ἰσχὺν, ἀλλὰ διὰ τὴν ἐμὴν δικαίαν ὀργὴν πεπόν θασιν
and that they have suffered not through the strength of their enemies, but through my just wrath.
又叫他們知道:他們所受的苦,不是因仇敵的勢力,乃是因我公義的忿怒。
1:2468
Ἐντεῦθεν λοιπὸν ἐπὶ τοὺς ἐκ γειτόνων οἰκοῦν τας τοῦ Ἰσραὴλ, καὶ ἐφηδομένους αὐτοῖς, τρέπει τὴν προφητείαν, καὶ πρώτους εἰς μέσον ἄγει τοὺς υἱοὺς Ἀμμών
From here he next turns his prophecy against those who dwell as neighbours of Israel and rejoiced over them, and first brings forward into the midst the sons of Ammon.
從這裡起,他接著將預言轉向那些作以色列鄰居、並且幸災樂禍向他們喜樂的人,並首先將亞捫人帶到眾人面前。
1:2469
Καὶ ἐγένετο λόγος Κυρίου πρὸς μὲ, λέ γων·
And the word of the Lord came to me, saying:
耶和華的話臨到我,說:
1:2470
Υἱὲ ἀνθρώπου, στήρισον τὸ πρόσωπόν σου ἐπὶ υἱοὺς Ἀμμὼν, καὶ προφήτευσον ἐπ' αὐτούς
Son of man, set your face against the sons of Ammon, and prophesy against them.
人子啊,你要面向亞捫人,說預言攻擊他們。
1:2471
Καὶ ἐρεῖς τοῖς υἱοῖς Ἀμμών·
And you shall say to the sons of Ammon:
你要對亞捫人說:
1:2472
Ἀκούσατε λόγονἈδωναῒ Κυρίου·
Hear the word of Adonai the Lord:
你們要聽主阿多乃的話:
1:2473
Τάδε λέγει Ἀδωναῒ Κύριος·
Thus says Adonai the Lord:
主阿多乃如此說:
1:2474
Ἀνθ' ὧν ἐπεχάρητε ἐπὶ τὰ ἅγιά μου, ὅτι ἐβεβη λώθη, καὶ ἐπὶ τὴν γῆν τοῦ Ἰσραὴλ, ὅτι ἠφανίσθη, καὶ ἐπὶ τὸν οἶκον τοῦ Ἰούδα, ὅτι ἐπορεύθη ἐν αἰχ μαλωσίᾳ·
Because you rejoiced over my sanctuary when it was profaned, and over the land of Israel when it was laid waste, and over the house of Judah when it went into captivity;
因你見我的聖所被褻瀆、以色列地變荒涼、猶大家被擄去,就說『阿哈』幸災樂禍;
1:2475
ἐγὼ παραδίδωμι ὑμᾶς τοῖς υἱοῖς Κεδὲμ εἰς κληρονομίαν, καὶ κατασκη νώσουσιν ἐν τῇ ἀπαρτίᾳ αὑτῶν ἐν σοὶ, καὶ δώ σουσιν ἐν σοὶ τὰ σκηνώματα αὑτῶν·
therefore I deliver you to the sons of Kedem for a possession, and they shall encamp in you with their equipment, and shall set their tents in you;
所以我必將你交給東方人為業,他們必帶著他們的軍裝在你中間安營,在你中間支搭帳棚;
1:2476
αὐτοὶ φάγον ται τοὺς καρπούς σου, καὶ αὐτοὶ πίονται τὴν πιό τητά σου
they shall eat your fruits, and they shall drink your fatness.
他們必吃你的果子,喝你的奶。
1:2477
Καὶ δώσω τὴν πόλιν τοῦ Ἀμμὼν εἰς νο μὰς καμήλων, καὶ τοὺς υἱοὺς Ἀμμὼν εἰς νομὰς προβάτων, καὶ ἐπιγνώσεσθε, ὅτι ἐγὼ Ἀδωναῒ Κύ ριος
And I will make the city of Ammon a pasture for camels, and the sons of Ammon a pasture for sheep; and you shall know that I am Adonai the Lord.
我必使亞捫的城變為駱駝的牧場,使亞捫人變為羊群的牧場;你們就知道我是主阿多乃。
1:2478
Υἱοὺς Κεδὲμ οἱ ἄλλοι ἑρμηνευταὶ υἱοὺς Ἀνατο λῶν ἡρμήνευσαν·
The other translators rendered 'sons of Kedem' as 'sons of the East'; and these are of the lineage descending from Ishmael.
其他譯者將『東方人(基但的子孫)』譯作『東方之子』;這些人的家系是從以實瑪利而來的。
1:2479
εἰσὶ δὲ οὗτοι ἀπὸ Ἰσμαὴλ τὸ γένος. κατάγοντες
For these trace their descent from Ishmael.
因為這些人是承自以實瑪利一族的。
1:2480
Λέγει τοίνυν ὁ τῶν ὅλων Θεὸς διὰ τοῦ προφήτου πρὸς υἱοὺς Ἀμμών·
The God of all things therefore says through the prophet to the sons of Ammon:
因此,萬有的神藉先知對亞捫人說:
1:2481
Ἐπειδὴ ἐφήσθητε θεασάμενοι τὸν ἀφιερωθέντα μοι νεὼν ὑπὸ μιαρῶν καὶ ἀνοσίων ἀνθρώπων πατηθέντα, καὶ τὴν γῆν τοῦ Ἰσραὴλ ἀφανισθεῖσαν, καὶ τὴν Ἰούδα φυλὴν αἰχμάλωτον γενομένην, ὑποχειρίους ὑμᾶς ποιήσω τοῖς πολλῷ τῶν Βαβυλωνίων ὑποδεεστέροις τε καὶ ἀσθε νεστέροις, οἳ πολλαῖς σε περιβαλοῦσι συμφοραῖς, τὰς μὲν σκηνὰς ἐν ταῖς σαῖς πόλεσι καταπηγνύντες, τὰς δὲ τῶν καμήλων ἀγέλας ἐν τῇ σῇ καταβόσκοντες χώρᾳ, ὑμᾶς δὲ αὐτοὺς καθιστάντες νομέας προβάτων
Since you rejoiced when you beheld the temple consecrated to me trodden down by defiled and impious men, and the land of Israel laid waste, and the tribe of Judah taken captive, I will make you subject to those who are far inferior and weaker than the Babylonians, who will surround you with many disasters — pitching their tents in your cities, and grazing the herds of camels in your country, and making you yourselves keepers of sheep.
因為你在見到那分別歸我的聖殿被污穢不虔之人踐踏、以色列地荒涼、猶大支派被擄時歡喜,所以我必使你臣服於那些遠比巴比倫人低微軟弱的人,他們必以許多災禍圍困你——在你的城邑中支搭帳棚,在你的地上牧放駱駝群,又使你們自己成為牧羊的人。
1:2482
Τούτων τοίνυν εἰς ὑμᾶς γιγνομένων, μαθήσεσθε ὡς οὐ διὰ τὴν ἐμὴν ἀσθένειαν πέπονθεν ὁ ἐμὸς λαὸς ἃ πέπονθεν, ἀλλὰ διὰ τὴν αὑτοῦ παρανομίαν
When these things come upon you, then, you shall learn that my people has suffered what it has suffered not because of any weakness of mine, but because of its own transgression.
因此,當這些事臨到你們時,你們就要明白:我的百姓所受的苦,並非因我的軟弱,乃是因他們自己的違法。
1:2483
Ἀνθ' ὧν ἐκρότησας τῇ χειρί σου, καὶ ἐψόφη σας τῷ ποδί σου, καὶ ἐπεχάρης τῇ ψυχῇ σου ἐπὶ τὴν γῆν τοῦ Ἰσραήλ·
Because you clapped with your hand, and stamped with your foot, and rejoiced in your soul with all your contempt against the land of Israel;
因你拍手頓足,滿心藐視,以色列地而心中歡喜;
1:2484
διὰ τοῦτο ἰδοὺ ἐγὼ ἐκτε νῶ τὴν χεῖρά μου ἐπὶ σὲ, καὶ δώσω σε εἰς διαρ παγὴν ἐν τοῖς ἔθνεσι, καὶ ἐξολοθρεύσω σε ἐκ τῶν λαῶν, καὶ ἀπολῶ σε ἐκ τῶν χωρῶν ἀπωλείᾳ, καὶ ἐπιγνώσῃ ὅτι ἐγὼ Ἀδωναῒ Κύριος
therefore, behold, I will stretch out my hand against you, and give you for plunder among the nations, and cut you off from the peoples, and destroy you utterly from the lands; and you shall know that I am Adonai the Lord.
所以看哪,我必伸手攻擊你,將你交給列國作掠物,把你從萬民中剪除,使你從列邦滅絕;你就知道我是主阿多乃。
1:2485
Ἐπειδὴ γὰρ, φησὶν, ἐφηδόμενος καὶ ἐπευφραινόμενος τοῖς τοῦ λαοῦ μου κακοῖς, καὶ ταῖς χερσὶν ἐκρότεις, καὶ ψό φον διὰ τῶν ποδῶν ἀπετέλεις σκιρτῶν καὶ χορεύων, τούτου χάριν χαλεπώτερα πείσῃ, καὶ δι' αὐτῶν μαθήσῃ τῶν πραγμάτων τὴν ἐμὴν δεσποτείαν
For since, he says, in gloating and exulting over the calamities of my people, you clapped with your hands and made a noise with your feet, leaping and dancing, for this reason you shall suffer harsher things, and through these very events you shall learn my sovereign lordship.
因為,經上說,你既幸災樂禍、以我百姓的災禍為樂,拍手頓足、跳躍歡舞,因此你必受更嚴厲的苦,並要藉著這些事本身認識我主宰的權能。
1:2486
Ἐν τεῦθεν ἐπὶ τὸν Μωὰβ, ἀδελφὸν ὄντα τοῦ Ἀμμὼν, καὶ ἀστυγείτονα, μεταφέρει τὴν προφητείαν
From here he transfers the prophecy to Moab, which was brother to Ammon and its close neighbour.
從這裡起,他將預言轉向摩押,就是亞捫的弟兄、又是它的近鄰。
1:2487
Τάδε λέγει Ἀδωναῒ Κύριος·
Thus says Adonai the Lord:
主阿多乃如此說:
1:2488
Ἀνθ' ὧν ὅτι εἶπε Μωὰβ καὶ Σηεὶρ, Ἰδοὺ ὃν τρόπον πάντα τὰ ἔθνη, οἶκος Ἰσραὴλ καὶ Ἰούδα·
Because Moab and Seir said, 'Behold, the house of Israel and Judah are like all the nations';
因摩押和西珥說:『看哪,以色列家和猶大家與列國無異』;
1:2489
διὰ τοῦτο ἰδοὺ ἐγὼ παραλύω τὸν ὦμον Μωὰβ ἀπὸ πόλεων αὐτοῦ, ἀπὸ τῶν ἀκροτηρίων αὐτοῦ, ἐκλεκτὴν γῆν οἶκον Βαιθιασιμοὺθ ἐπάνω πηγῆς πό λεως παραθαλασσίας τὴν Βαελμὼν καὶ τὴν Καριαθέμ
therefore, behold, I will loosen the shoulder of Moab from its cities, from its frontier towns — the choice land, the house of Beth-jeshimoth, above the fountain of the city by the sea, namely Baal-meon and Kiriathaim.
所以看哪,我必削弱摩押邊界的城邑,就是它極邊的城邑——那佳美之地伯耶施末,就是靠海之城水泉之上的巴力免和基列亭。
1:2490
Τοὺς υἱοὺς Κεδὲμ ἐπὶ τοὺς υἱοὺς Ἀμμὼν δέδωκα αὐτοὺς εἰς κληρονομίαν, καὶ δώσω αὐτὴν εἰς ἔξαρσιν, ὅπως μὴ γένηται μνεία υἱῶν Ἀμμὼν ἐν τοῖς ἔθνεσι
I have given the sons of Kedem, together with the sons of Ammon, to them for a possession, and I will give it up to destruction, so that there may be no remembrance of the sons of Ammon among the nations.
我已將東方人連同亞捫人交給他們為業,並要使它歸於除滅,以致亞捫人在列國中不再被記念。
1:2491
Καὶ ἐν Μωὰβ ποι ήσω ἐκδικήσεις, καὶ ἐπιγνώσεσθε ὅτι ἐγὼ Κύ ριος
And in Moab I will execute judgments, and you shall know that I am the Lord.
我必向摩押施行審判,你們就知道我是耶和華。
1:2492
Τὸν Σηεὶρ τῷ Μωὰβ συνῆψεν, ἐπειδὴ καὶ αὐτὸς τῶν γειτονευόντων ὑπῆρχε·
He joined Seir to Moab, since it too was among the neighbouring peoples;
他將西珥與摩押相連,因為它也是相鄰的民族之一;
1:2493
Σηεὶρ δὲ καλεῖ τοὺς ἀπὸ τοῦ Ἠσαῦ τὸ γένος κατάγοντας·
and by Seir he means those who trace their descent from Esau;
他所說的西珥,是指那些承自以掃一族的人;
1:2494
ἐχρημάτιζε δὲ καὶ Ἐδὼμ, τὸ πυῤῥὸν ἢ τὸ ἐρυθρόν·
and he was also called Edom, that is, 'the ruddy' or 'the red';
以掃也被稱為以東,就是『赤色的』或『紅色的』;
1:2495
τὸ Σηεὶρ δὲ, τὸ δασὺ καὶ τετριχωμένον
and 'Seir' means 'shaggy' and 'hairy'.
而『西珥』的意思是『多毛的』和『長滿毛髮的』。
1:2496
Ἀμφότερα δὲ ταῦτα εἶχεν Ἠσαῦ ὁ τοῦ Ἰακὼβ ἀδελφός
Both of these belonged to Esau, the brother of Jacob.
這兩樣都屬於雅各的弟兄以掃。
1:2497
Ἐξῆλθε γὰρ, φησὶν,ὁ πρῶτος πυῤῥός·
For, it says, the first came out ruddy;
因為經上說,那先出來的是赤色的;
1:2498
ὅλος ὡσεὶ δορὰ, δασύς· καὶ ὁ πατριάρχης δὲ Ἰακὼβ περὶ αὐτοῦ πρὸς τὴν μητέρα
all over like a hairy garment, shaggy; and the patriarch Jacob too said concerning him to his mother:
渾身像毛衣一般,多毛;並且族長雅各也論到他,對他母親說:
1:2499
Ἔστιν Ἠσαῦ ὁ ἀδελφός μου ἀνὴρ δασὺς, ἐγὼ δὲ. ἀνὴρ λεῖος. Ἐπειδὴ τοίνυν, φησὶ, Σηεὶρ καὶ Μωὰβ ἐντρυφῶντες τοῖς τοῦ λαοῦ μου κακοῖς ἐτόλμησαν εἰπεῖν, ὅτι οὐδεμίαν ἔχει διαφορὰν ὁ ἐμὸς λαὸς πρὸς τὰ λοιπὰ ἔθνη, εἰς ἐμὲ δὲ αὕτη ἡ βλασφημία κεχώ ρηκεν, εἴπερ τοῖς τῶν ἄλλων ἐθνῶν εἰδώλοις παρα πλησίως ἀσθενῶν οὐκ ἠδυνήθην ἐπαμῦναί μου τῷ λαῷ·
Esau my brother is a hairy man, but I am a smooth man. Since, then, he says, Seir and Moab, reveling in the calamities of my people, dared to say that my people differs in no way from the rest of the nations — and this blasphemy has passed on to me, as though, being weak like the idols of the other nations, I was unable to defend my people —
『我哥哥以掃是有毛的人,我卻是光滑的人。』既然如此,經上說,西珥和摩押以我百姓的災禍為樂,竟敢說我的百姓與其餘的列國毫無分別——而這褻瀆便歸到我身上,好像我如同別國的偶像一樣軟弱,不能保護我的百姓——
1:2500
τούτου χάριν Παραλύω τὸν ὦμον Μωὰβ ἀπὸ τῶν πόλεων αὐτοῦ· τουτέστι, τὴν ἰσχὺν αὐτῶν καταλύσω·
for this reason 'I loosen the shoulder of Moab from its cities'; that is, I will dissolve their strength;
因此『我必削弱摩押城邑的力量』;就是說,我必瓦解他們的勢力;
1:2501
οὐ μόνον δὲ τὰς ἐν ταῖς ἀκρω ρείαις διακειμένας, ἀλλὰ καὶ τὰς παραλίας αὐτοῦ πόλεις ἀναστάτους ποιήσω
and not only those situated on the mountain heights, but also its coastal cities I will lay in ruins.
並且不只是那些位於山巔高處的城,連它沿岸的城我也必使之荒廢。
1:2502
Παραλίας δὲ λέγει τὰς παρὰ τὴν νεκρὰν θάλασσαν διακειμένας·
By 'coastal' he means those situated along the Dead Sea;
他所說的『沿岸的』,是指那些位於死海沿岸的城;
1:2503
τῆς γὰρ ἄλλης θαλάσσης πόῤῥωθεν ᾤκουν οἱ Μωαβῖται
for the Moabites dwelt far from the other sea.
因為摩押人住得遠離那另一片海。
1:2504
Λέγει δὲ καὶ τὰ τῶν πόλεων ὀνόματα, ὧν μέχρι τοῦ παρ όντος ὀλίγον μεμένηκε λείψανον·
He also gives the names of the cities, of which up to the present a small remnant has remained;
他也列出這些城的名字,其中有些直到如今仍存留少許殘跡;
1:2505
καὶ τὰ μέν ἐστι ταύτης τῆς Ἀραβίας, τὰ δὲ ἐκείνης
and some belong to this Arabia, others to that.
其中有些屬於這一邊的亞拉伯,有些屬於那一邊的。
1:2506
ἐπιγνώσονται, ὅτι ἐγὼ Κύριος. Οὕτω τὰ συμβησόμενα τῷ Μωὰβ προαγορεύσας, ἐπὶ τὸν Σηεὶρ, τὸν καὶ Ἐδὼμ, μεταφέρει τὸν λόγον ιβʹ–ιδʹ
'They shall know that I am the Lord.' Having thus foretold what would befall Moab, he transfers his discourse to Seir, which is also Edom (verses 12–14).
『他們必知道我是耶和華。』他既如此預告了將要臨到摩押的事,便將話語轉向西珥,就是以東(十二至十四節)。
1:2507
Τάδε λέγει Ἀδωναῒ Κύριος·
Thus says Adonai the Lord:
主阿多乃如此說:
1:2508
Ἀνθ' ὧν ἐποίησεν ἡ Ἰδουμαία ἐν τῷ ἐκδικῆσαι αὐτοὺς ἐκδίκησιν ἐν μήνιδι ἐν τῷ οἴκῳ Ἰούδα, καὶ ἐμνησικάκησαν, καὶ ἐξεδίκησαν δίκην ἀπ' αὐ τῶν·
Because Edom acted in taking vengeance upon them, exacting revenge with wrath upon the house of Judah, and bore a grudge, and exacted retribution from them;
因以東向猶大家報仇,在忿怒中向他們施行報復,並且懷恨,向他們索討罪報;
1:2509
διὰ τοῦτο τάδε λέγει Ἀδωναῒ Κύριος·
therefore thus says Adonai the Lord:
所以主阿多乃如此說:
1:2510
Καὶ δώσω τὴν ἐκδίκησίν μου ἐπὶ τὴν Ἰδουμαίαν ἐν χειρὶ λαοῦ μου Ἰσραὴλ, καὶ ποιήσουσιν ἐν τῇ Ἰδουμαίᾳ κατὰ τὴν ὀργήν μου, καὶ ἐπιγνώσον ται τὴν ἐκδίκησίν μου, λέγει Ἀδωναῒ Κύριος
I will lay my vengeance upon Edom by the hand of my people Israel, and they shall deal with Edom according to my anger, and they shall know my vengeance, says Adonai the Lord.
我必藉我民以色列的手向以東施行報復,他們必照我的怒氣待以東,以東人就必知道我的報應,這是主阿多乃說的。
1:2511
Ἐπειδὴ γὰρ οὐ μόνον παραπλησίως Μωαβίταις καὶ Ἀμμανίταις ἐφήσθησαν, ἀλλὰ καὶ ἔργοις τὴν οἰ κείαν ἐπεδείξαντο πονηρίαν, τὴν προτέραν ἐκείνην μῆνιν φυλάξαντες·
For since they not only rejoiced like the Moabites and Ammonites, but also displayed their own wickedness in deeds, keeping alive that former grudge;
因為他們不僅像摩押人和亞捫人一樣歡喜,更以行為顯明自己的惡毒,存留著那從前的怨恨;
1:2512
Ἐνεκότει γὰρ, φησὶν, Ἠσαῦ τῷ Ἰακὼβ περὶ τῆς εὐλογίας ἧς ηὐλόγησεν αὐτὸν ὁ πατὴρ αὐτοῦ· τούτου χάριν οὐχ ἑτέροις αὐτοὺς πολεμίοις παραδώσω, ἀλλ' αὐτῷ τῷ ὑπ' αὐτῶν ἠδικη μένῳ λαῷ μου, ὥστε διὰ τῆς παντελοῦς ἐρημίας μαθεῖν αὐτοὺς τῆς ἐμῆς δεσποτείας τὴν δύναμιν
for, he says, Esau bore a grudge against Jacob concerning the blessing with which his father had blessed him — for this reason I will not deliver them to other enemies, but to that very people of mine which had been wronged by them, so that through their utter desolation they may learn the power of my sovereign lordship.
因為,經上說,以掃因他父親所給雅各的祝福而懷恨雅各——因此我必不將他們交給別的仇敵,乃要交在那被他們所欺負的我民手中,好叫他們藉著完全的荒涼認識我主宰之權能。
1:2513
Οὕτω τὰ κατὰ τούτους προαγορεύσας, ἐπὶ τοὺς ἀλλοφύλους μεταφέρει τὴν πρόῤῥησιν
Having thus foretold the things concerning these, he transfers the prediction to the Philistines.
他既如此預告了關於這些人的事,便將預言轉向非利士人。
1:2514
Ἰδουμαῖοι γὰρ οὐκ ἀλλό φυλοι, τοῦ Ἰσαὰκ ὄντες ἀπόγονοι·
For the Edomites are not foreigners, being descendants of Isaac;
因為以東人不是外族人,乃是以撒的後裔;
1:2515
οὔτε μὴν Ἀμμανῖται καὶ Μωαβῖται, ἐκ τοῦ Λὼτ τὸ γένος κατ άγοντες
nor indeed the Ammonites and Moabites, who trace their descent from Lot.
亞捫人和摩押人也不是,因他們是承自羅得一族的。
1:2516
Ἦσαν μὲν οὖν ἀλλόφυλοι καὶ Τύριοι καὶ Σι. δώνιοι, καὶ οἱ ἄλλοι πάντες οἱ τούτων πλησιόχωροι·
Foreigners, then, were both the Tyrians and the Sidonians, and all the others who dwelt near them;
如此說來,推羅人和西頓人,以及一切住在他們附近的別的民族,都是外族人;
1:2517
διαφερόντως δὲ ἀλλοφύλους ἡ θεία καλεῖ Γραφὴ Ἀσκαλωνίτας καὶ Γαζαίους, Γετθαίους τε καὶ Ἀκα- ρωνίτας, καὶ Ἀζωτίους, ἐπειδὴ τῇ τοῦ Ἰούδα φυλῇ συνημμένην εἶχον τὴν γῆν, καὶ λίαν ἦσαν ὅμοροι, καὶ πλησιόχωροι
but the divine Scripture calls in a special sense 'foreigners' the Ashkelonites and Gazites, the Gittites and the Ekronites, and the Ashdodites, since they had land bordering on the tribe of Judah, and were very close and neighbouring.
但聖經特別稱亞實基倫人、迦薩人、迦特人、以革倫人和亞實突人為『外族人(非利士人)』,因為他們的地與猶大支派相連,彼此極為接壤鄰近。
1:2518
Λέγει τοίνυν καὶ τὰ τούτοις συμβησόμενα
He therefore also declares the things that would befall these.
因此他也宣告將要臨到這些人的事。
1:2519
Τάδε λέγει Ἀδωναῒ Κύριος·
Thus says Adonai the Lord:
主阿多乃如此說:
1:2520
Ἀνθ' ὧν ἐποίησαν οἱ ἀλλόφυλοι ἐν μήνιδι, καὶ ἐξανέστη σαν ἐκδίκησιν ἐπιχαίροντες ἐξ ὅλης ψυχῆς, τοῦ διαφθεῖραι κατ' ἔχθραν αἰώνιον
Because the Philistines acted in wrath, and rose up to take vengeance, rejoicing with all their soul, to destroy with an everlasting enmity;
因非利士人在忿怒中行事,起來報仇,滿心歡喜,要以永遠的仇恨施行毀滅;
1:2521
Ἰδοὺ ἐγὼ ἐκτενῶ τὰς χεῖράς μου ἐπὶ τοὺς ἀλλοφύλους, καὶ ἐξολο θρεύσω τοὺς Κρῆτας, καὶ ἀπολῶ τοὺς καταλοί πους τοὺς κατοικοῦντας τὴν παραλίαν
Behold, I will stretch out My hands against the Philistines, and I will utterly destroy the Cretans, and I will destroy the remnant that dwell along the seacoast.
看哪,我要向非利士人伸手,我要剪除基利提人,滅絕沿海一帶所剩下的居民。
1:2522
Καὶ ποιήσω εἰς αὐτοὺς ἐκδικήσεις μεγάλας ἐν ἐλε γμοῖς θυμοῦ μου, καὶ ἐπιγνώσονται, ὅτι ἐγὼ Ἀδωναῒ Κύριος, ἐν τῷ δοῦναι τὴν ἐκδίκησίν μου ἐπ' αὐτούς
And I will execute great vengeance upon them with rebukes of My wrath, and they shall know that I am Adonai the Lord, when I bring My vengeance upon them.
我要在忿怒的責罰中向他們大施報應,我施報於他們的時候,他們就知道我是主上帝(阿多乃耶和華)。
1:2523
Καὶ τούτοις ὁμοίως τοῖς Ἰδουμαίοις μῆνιν ἐγκαλεῖ
And against the Idumeans likewise He brings a charge of indignation.
祂同樣也向以東人發出憤怒的控訴。
1:2524
Μνησικακήσαντες γὰρ, φησὶ, τῷ λαῷ μου, ὡς νενικηκότι καὶ τὴν οἰκείαν βασιλείαν κρα τύναντι, τὸν τῆς συμφορᾶς καιρὸν τιμωρίας καιρὸν ἐποιήσαντο, καὶ ἐπαναστάντες μυρία διέθεσαν αὐ τοῖς κακά·
For, He says, bearing a grudge against My people, as against a people that had prevailed and strengthened its own kingdom, they made the time of calamity a time of vengeance, and rising up against them they inflicted upon them countless evils.
祂說,他們懷恨我的百姓,彷彿我的百姓曾得勝並鞏固了自己的國度,於是他們趁著災難之時作為報復之時,起來攻擊我的百姓,加給他們無數的禍患。
1:2525
τούτου χάριν ἐγὼ δίκας αὐτοὺς τῆς μή νιδος πράξομαι, καὶ θεηλάτοις αὐτοὺς παραδώσω πληγαῖς, καὶ σὺν τοῖς ἄρχουσι τοὺς ὑπηκόους δια φθερῶ, καὶ ἀφύκτοις αὐτοὺς ἐκδώσω κακοῖς·
For this reason I will exact from them the penalty of their rancor, and I will deliver them over to God-sent plagues, and together with the rulers I will destroy the subjects, and I will hand them over to inescapable evils;
因此,我要向他們追討他們懷恨的罪債,把他們交給神所降的災殃,連同官長一併毀滅他們的臣民,把他們交付於無法逃脫的禍患;
1:2526
ἵνα δι' ὧν ὑπομένουσι τῆς ἐμῆς δεσποτείας ἐπιγνῶσι τὴν δύναμιν
so that through what they endure they may come to know the power of My dominion.
好叫他們藉著所受的苦,認識我統治的大能。
1:2527
ἀλλὰ διὰ τῶν ἀεννάων αὐτοῦ δωρεῶν δεξάμενοι τὴν ἐπίγνωσιν, εὐγνώμονες περὶ τὰς εὐεργεσίας γενώ μεθα, καὶ φύγωμεν τῆς μήνιδος τὸ πάθος, τοὺς ὀλε θρίους τούτου μαθόντες καρπούς·
But rather, having received the knowledge through His ever-flowing gifts, let us become thankful concerning His benefactions, and let us flee the passion of rancor, having learned its ruinous fruits;
然而,我們既藉著祂那永不止息的恩賜領受了這認識,就當對祂的恩惠存感恩之心,並既已認清懷恨那毀滅性的果子,就當逃避這種懷恨的情慾;
1:2528
καὶ τὴν ἀποστο λικὴν φυλάξωμεν ἐντολὴν, μὴ ἀναμένοντες τῇ λύπῃ τῇ κατ' ἀλλήλων ἐπιδῦναι τὸν ἥλιον·
and let us keep the apostolic commandment, not waiting for the sun to set upon the grief we hold against one another;
並要遵守使徒的誡命,不可含怒到日落,不容太陽落在我們彼此相怨的憂憤上;
1:2529
ἀλλὰ πρὸ τῶν ἐκείνου δυσμῶν τὴν ὀργὴν κατασβέσωμεν
but before its setting let us quench our anger.
乃要在太陽落下之前止息我們的怒氣。
1:2530
Οὕτω γὰρ καὶ τὴν καθ' ἡμῶν ὀργὴν τοῦ δικαίου κριτοῦ παύσο μεν, καὶ τὴν ἐράσμιον ἐκείνην καὶ τριπόθητον εὐ μένειαν καρπωσόμεθα·
For in this way we shall both put an end to the wrath of the righteous Judge against us, and shall reap that lovely and thrice-longed-for favor;
因為這樣,我們既能止息那位公義審判者向我們所發的忿怒,也必得享那可愛、令人萬般渴慕的恩眷;
1:2531
ἧς εἴη πάντας ἡμᾶς ἐπιτυ χεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, σὺν τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων·
which may it be for us all to attain, by the grace and loving-kindness of our Lord Jesus Christ, with whom to the Father be glory, together with the Holy Spirit, unto the ages of ages. Amen.
願我們眾人都能藉著我們主耶穌基督的恩典與慈愛得著這恩眷;願榮耀藉著祂歸與父,並歸與聖靈,直到永永遠遠。阿們。
1:2532
Καὶ ἐγένετο ἐν τῷ ἑνδεκάτῳ ἔτει, μιᾷ τοῦ μηνὸς, ἐγένετο λόγος Κυρίου πρὸς μὲ, λέγων·
And it came to pass in the eleventh year, on the first day of the month, that the word of the Lord came to me, saying:
在第十一年,那月初一日,耶和華的話臨到我,說:
1:2533
Ἀνθ' ὧν εἶπε Σὸρ ἐπὶ Ἱερουσαλὴμ, Εὖγε, συνετρίβη, ἀπόλωλε, τὰ ἔθνη ἐπεστράφη πρὸς μὲ, ἡ πλήρης ἠρήμωται
Because Tyre said against Jerusalem, 'Aha, she is broken, she is destroyed; the nations have turned to me; she that was full is made desolate.'
因為推羅指著耶路撒冷說:『阿哈!她已破碎了,她已滅亡了;列國都轉向我;那充滿的城如今荒涼了。』
1:2534
Ἐν τῷ ἑνδεκάτῳ ἔτει τῆς Ἰεχονίου μὲν αἰχμαλωσίας, Σεδεκίου δὲ βασιλείας ἐν τῷ τετάρτῳ μηνὶ, ἐννάτῃ τοῦ μηνὸς, ἑάλω ὑπὸ τῶν Βαβυλωνίων ἡ Ἱερουσαλήμ
In the eleventh year of the captivity of Jechonias, and of the reign of Sedekias, in the fourth month, on the ninth day of the month, Jerusalem was taken by the Babylonians.
在耶哥尼雅被擄、西底家作王的第十一年,四月初九日,耶路撒冷被巴比倫人攻陷。
1:2535
Πρὸ ὀλίγων τοίνυν ἡμερῶν τῆς ἁλώσεως, κελεύεται ὁ προφήτης κατὰ τῆς Τύρου τοὺς προφητικοὺς ποιήσασθαι λόγους
Therefore, a few days before the capture, the prophet is commanded to utter his prophetic words against Tyre.
因此,在城被攻取之前不多幾日,先知奉命向推羅發出預言之語。
1:2536
Ἡ γὰρ Τύρος Σὸρ τῇ ἐπιχωρίῳ προσαγορεύεται φωνῇ
For Tyre is called 'Sor' in the local tongue.
因為推羅按當地的語言稱作『瑣珥』(Sor)。
1:2537
Ἐφήσθη δὲ καὶ αὐτὴ τῇ τῆς Ἱερουσαλὴμ πολιορκίᾳ, καὶ ὑπέλαβεν, ὅτι τῆς περιφανεστάτης ἐκείνης καταλυθείσης πόλεως, αὐτὴ τὸ κράτος κατὰ πάντων τῶν πλησιοχώρων ἐθνῶν ἀναδύσεται
She too had rejoiced at the siege of Jerusalem, and had supposed that, once that most illustrious city was overthrown, she herself would rise to power over all the neighboring nations.
她也曾因耶路撒冷被圍困而喜樂,且以為那極負盛名的城既已傾覆,她自己便可興起,轄制一切鄰近的列邦。
1:2538
Ἰδοὺ ἐγὼ ἐπάγω ἐπὶ Σὸρ, καὶ ἀνάξω ἐπὶ σὲ ἔθνη πολλὰ, ὡς ἀναβαίνει ἡ θάλασσα τοῖς κύμα σιν αὑτῆς, καὶ καταβαλοῦσι τὰ τείχη σου·
Behold, I bring against Sor, and I will bring up against you many nations, as the sea comes up with its waves, and they shall cast down your walls;
看哪,我要攻擊瑣珥(推羅),使許多國民上來攻擊你,如同海使波浪湧上一般,他們必拆毀你的城牆;
1:2539
Καὶ καθελοῦσι τοὺς πύργους σου, καὶ λικμήσω τὸν χοῦν αὐτῆς ἀπ' αὐτῆς, καὶ δώσω αὐτὴν εἰς λεωπετρίαν
And they shall pull down your towers, and I will scrape her dust from her, and I will make her a bare rock.
他們必拆倒你的高樓,我要刮淨她的塵土,使她成為光禿的磐石。
1:2540
Ψυγμὸς σαγηνῶν ἔσται ἐν μέσῳ τῆς θαλάσσης, ὅτι ἐγὼ λελάληκα, λέγει Ἀδω ναῒ Κύριος, καὶ ἔσται εἰς προνομὴν τοῖς ἔθνεσι Καὶ αἱ θυγατέρες αὐτῆς αἱ ἐν τῷ πεδίῳ μαχαίρᾳ ἀναιρεθήσονται, καὶ γνώσονται, ὅτι ἐγὼ Κύριος
She shall be a place for the spreading of nets in the midst of the sea, for I have spoken, says Adonai the Lord; and she shall be a spoil to the nations. And her daughters that are in the field shall be slain with the sword, and they shall know that I am the Lord.
她必成為海中曬網之處,因為我已說了這話,這是主上帝(阿多乃耶和華)說的;她必成為列國的擄物。她在田野的眾女子必被刀劍所殺,他們就知道我是耶和華。
1:2541
Τὴν τῶν Βαβυλωνίων αὐτῇ στρατείαν ἀπειλεῖ διὰ τούτων·
By these words He threatens her with the campaign of the Babylonians;
祂藉這些話威嚇她,說巴比倫人必來攻打她;
1:2542
λέγει δὲ, καὶ τοὺς περιβόλους αὐτῆς κατα λυθήσεσθαι, καὶ ἔρημον αὐτὴν γενήσεσθαι, ὥστε ἐοικέναι πέτραις τισὶ λείαις, αἷς τὰς σαγήνας ἐξ απλοῦν εἰώθασιν οἱ ἁλιεῖς
and He says that her ramparts also shall be pulled down, and that she shall become desolate, so as to resemble certain smooth rocks upon which fishermen are accustomed to spread out their nets.
並說她的城垣也必被拆毀,她必成為荒場,好像漁夫慣於在其上鋪張漁網的那些光滑磐石一般。
1:2543
Λέγει δὲ καὶ τὰς ὑπηκόους αὐτῇ πόλεις καὶ κώμας ἀναστάτους ἔσεσθαι·
He says also that the cities and villages subject to her shall be laid waste;
祂又說,那些隸屬於她的城邑村莊也必被傾覆荒廢;
1:2544
ταύτας γὰρ θυγατέρας αὐτῆς ὀνομάζει
for these He calls her daughters.
因為祂稱這些為她的女兒。
1:2545
Σημαίνει δὲ καὶ τὸ ἀπὸ τῶν συμφορῶν κέρδος·
He indicates also the gain that comes from these calamities;
祂也指出從這些災難中所得的益處;
1:2546
Γνώσονται γὰρ, φησὶν, ὅτι ἐγὼ Κύριος
for 'They shall know,' He says, 'that I am the Lord.'
祂說:『他們必知道我是耶和華。』
1:2547
Ὅτι τάδε λέγει Ἀδωναῒ Κύριος·
For thus says Adonai the Lord:
因為主上帝(阿多乃耶和華)如此說:
1:2548
Ἰδοὺ ἐγὼἄγω ἐπὶ σὲ, Σὸρ, τὸν Ναβουχοδονόσορ βασιλέα Βαβυλῶνος ἀπὸ τοῦ βοῤῥᾶ·
Behold, I bring against you, O Sor, Nebuchadnezzar king of Babylon from the north;
看哪,瑣珥(推羅)啊,我要使巴比倫王尼布甲尼撒從北方來攻擊你;
1:2549
βασιλεὺς βασιλέων ἐστὶ, μεθ' ἵππων καὶ ἁρμάτων, καὶ ἱππέων, καὶ ἀγωγῆς ἐθνῶν πολλῶν σφόδρα
he is a king of kings, with horses and chariots and horsemen, and a very great gathering of nations.
他是萬王之王,率領馬匹、車輛、馬兵,並極多國民所組成的大軍。
1:2550
Οὗτος τὰς θυ γατέρας σου τὰς ἐν τῷ πεδίῳ μαχαίρᾳ ἀνελεῖ, καὶ δώσει ἐπὶ σὲ προφυλακὴν, καὶ περιοικοδομήσει σε, καὶ βαλεῖ σοι τάφρον, καὶ περιοικοδομήσει ἐπὶ σὲ κύκλῳ χάρακα, καὶ περίστασιν ὅπλων, καὶ τὰς λόγχας αὑτοῦ ἀπέναντί σου δώσει
He shall slay with the sword your daughters that are in the field, and shall set against you a siege-work, and shall build a wall around you, and shall cast up a trench against you, and shall build around you a rampart in a circle, and a barricade of arms, and he shall set his spears over against you.
他必用刀劍殺戮你在田野的眾女子,安設防柵攻擊你,四圍築牆環繞你,挖掘壕溝攻擊你,四面立起壁壘圍困你,並設立兵器的圍陣,把他的槍矛對準你。
1:2551
Προφυλακὴν καλεῖ τὰ ὁρμητήρια, ἃ οἰκοδομεῖν εἰώθασιν οἱ ἐπιόντες πολέμιοι, ὥστε καὶ τὰ ἔξω ληΐ ζεσθαι, καὶ σπάνει τῶν ἀναγκαίων τοὺς πολιορ κουμένους φθείρεσθαι·
By 'siege-work' (prophylakē) he means the fortified bases which invading enemies are accustomed to build, so as both to plunder the surrounding country and to destroy the besieged by scarcity of necessities;
他所說的『防柵』(prophylakē)是指入侵之敵慣於築造的據點營壘,好使他們既能劫掠外圍地方,又能藉必需品的缺乏使被圍困者滅亡;
1:2552
περιοικοδομεῖν δὲ τὰ οἰκο δομούμενα ἔξωθεν ὑπὸ τῶν πολεμίων τείχη καλεῖ
and by 'building around' he means the walls constructed on the outside by the enemies.
他所說的『四圍築牆』是指仇敵在外面所築造的圍牆。
1:2553
Προσθήσει δὲ, φησὶ, τῇ περιτειχίσει ταύτῃ χαρα κώματα, καὶ τάφρους, καὶ χώματα, ὥστε μηδένα μὲν ἐξιέναι τολμᾷν, ῥᾳδίως δὲ παντοδαπὰ ἀκοντί ζεσθαι βέλη
He will add, He says, to this encircling wall palisades and trenches and mounds, so that no one may dare to go out, but rather that missiles of every kind may readily be hurled.
祂說,他要在這圍牆之上再加設木柵、壕溝與土壘,使無人敢出去,又使各樣的箭矢容易射入。
1:2554
Τὰ τείχη σου, καὶ τοὺς πύργους σου καθελεῖ ἐν τοῖς ὅπλοις ἑαυτοῦ
Your walls and your towers he shall pull down with his weapons.
他必用他的兵器拆毀你的城牆和高樓。
1:2555
Ἀπὸ τοῦ πλή θους τῶν ἵππων αὐτοῦ κατακαλύψει σε ὁ κο νιορτὸς αὐτῶν, καὶ ἀπὸ τῆς φωνῆς τῶν ἱππέων αὐτοῦ, καὶ τῶν τροχῶν τῶν ἁρμάτων αὐτοῦ, σεισθήσεται τὰ τείχη σου, εἰσπορευομένου αὐτοῦ τὰς πύλας σου, ὡς εἰσπορευομένου εἰς πόλιν ἐκ πεδίου
From the multitude of his horses their dust shall cover you, and from the sound of his horsemen and of the wheels of his chariots your walls shall shake, when he enters your gates, as one entering a city out of a plain.
因他馬匹眾多,牠們揚起的塵土必遮蓋你;他進入你城門時,如人由平原進城一般,因他馬兵的響聲和車輛的輪聲,你的城牆必要震動。
1:2556
Ἐν ταῖς ὁπλαῖς τῶν ἵππων αὑτοῦ καταπατήσουσι πάσας τὰς πλατείας σου·
With the hoofs of his horses they shall trample down all your streets;
他們必用馬蹄踐踏你一切的街道;
1:2557
τὸν λαόν σου μαχαίρᾳ ἀνελεῖ, καὶ τὴν ὑπόστασιν τῆς ἰσχύος σου ἐπὶ τὴν γῆν κατάξει
your people he shall slay with the sword, and the pillar of your strength he shall bring down to the ground.
他必用刀劍殺戮你的百姓,使你堅固的支柱倒塌於地。
1:2558
Καὶ προνο μεύσει τὴν δύναμίν σου, καὶ σκυλεύσει τὰ ὑπάρ χοντά σου, καὶ καταβαλεῖ τὰ τείχη σου, καὶ τοὺς οἴκους σου τοὺς ἐπιθυμητοὺς καθελεῖ, καὶ τοὺς λίθους σου, καὶ τὰ ξύλα σου, καὶ τὸν χοῦν σου εἰς μέσον τῆς θαλάσσης ἐμβαλεῖ
And he shall plunder your power, and shall spoil your possessions, and shall cast down your walls, and shall pull down your desirable houses, and your stones and your timber and your dust he shall cast into the midst of the sea.
他必擄掠你的軍力,搶奪你的財物,拆倒你的城牆,拆毀你可愛的房屋,將你的石頭、木料、塵土都拋在海中。
1:2559
Καὶ κατα λύσει τὸ πλῆθος τῶν μουσικῶν σου, καὶ ἡ φωνὴ τῶν ψαλτηρίων σου οὐ μὴ ἀκουσθῇ ἔτι
And he shall put an end to the multitude of your musicians, and the sound of your harps shall no more be heard.
他必止息你眾多樂手的聲音,你彈琴的響聲必不再被聽見。
1:2560
Καὶ δώσω σε εἰς λεωπετρίαν, ψυγμὸς σαγηνῶν ἔσῃ, καὶ οὐ μὴ οἰκοδομηθῇς ἔτι, ὅτι ἐγὼ λελάληκα, λέγει Ἀδωναῒ Κύριος
And I will make you a bare rock; you shall be a place for the spreading of nets, and you shall be built no more, for I have spoken, says Adonai the Lord.
我要使你成為光禿的磐石,你必成為曬網之處,不再被建造,因為我已說了這話,這是主上帝(阿多乃耶和華)說的。
1:2561
Ἀληθῆ, φησὶ, πάντα τὰ ὑπ' ἐμοῦ προαγορευόμενα
True, He says, are all the things foretold by Me.
祂說,凡我所預先宣告的都是真實的。
1:2562
Ὡς ἀψευδῆ τοίνυν δέξαι τὴν πρόῤῥησιν, ὅτι καὶ τὰ τείχη σου καθελοῦσιν οἱ Βα βυλώνιοι, καὶ τὰς οἰκίας σου καταλύσαντες τὰς πλη σιαζούσας, αὐτὰς ἐκ τῶν λίθων ἐμπλήσουσι·
Therefore receive the prophecy as unerring, that the Babylonians shall pull down your walls, and having demolished your houses that stand nearby, shall fill them up with stones;
因此,你當把這預言當作絕無虛謊的來領受,就是巴比倫人必拆毀你的城牆,並拆毀你附近的房屋,用石頭把它們填滿;
1:2563
τοσοῦ τος δὲ ἔσται τῶν ἵππων καὶ τῶν ἁρμάτων ὁ κτύπος, ὡς δοκεῖν σεισμῷ τινι κατασείεσθαι τὴν πόλιν
and so great shall be the din of the horses and chariots, that the city shall seem to be shaken as by some earthquake.
馬匹與車輛的響聲必如此之大,以致那城彷彿被某種地震所搖撼。
1:2564
τοσαύτη δὲ καταλήψεται ἐρημία, ὡς ἐν σοὶ τοὺς ἁλιέας ξηραίνειν τὰς βραχείσας σα γήνας, καὶ ἅπερ ποιεῖν εἰώθασιν ἐν ταῖς λείαις πέ τραις, ταῖς τῇ θαλάττῃ πλησιαζούσαις, τοῦτο ἐν σοὶ διὰ τὴν πολλὴν ἐρημίαν ποιήσουσι
And such desolation shall overtake it, that within you the fishermen shall dry their wetted nets, and what they are accustomed to do upon the smooth rocks that lie near the sea, this they shall do in you because of the great desolation.
如此的荒涼必臨到她,以致漁夫要在你中間晾曬他們沾濕的漁網;他們慣於在近海的光滑磐石上所行的事,因這極大的荒涼,就要在你中間行了。
1:2565
Τὸ δὲ, Οὐκ ἔτι οὐ μὴ οἰκοδομηθήσῃ, ἐκ τῆς τοῦ μακαρίου Ἡσαΐου τοῦ προφήτου μαθησόμεθα προφητείας
But the phrase, 'You shall be built no more,' we shall learn from the prophecy of the blessed prophet Isaiah.
至於『你必不再被建造』這句話,我們要從有福的先知以賽亞的預言中領會。
1:2566
Κἀκεῖνος γὰρ ὁ προφήτης λυπηρὰ τῇ Τύρῳ προεθέσπισεν, ἀλλὰ χρόνῳ τινὶ ῥητῷ τὰ λυπηρὰ περιώρισε·
For that prophet also foretold grievous things against Tyre, yet he limited the grievous things to a certain fixed period of time;
因為那位先知也曾預言推羅要遭遇愁苦的事,但他將這愁苦限定在某一定的期限之內;
1:2567
Καταλει φθήσεται γὰρ, φησὶ, Τύρος ἑβδομήκοντα ἔτη, ὡς χρόνον βασιλέως ἑνὸς, ὡς χρόνον ἀνθρώπου·
for 'Tyre shall be forsaken,' he says, 'for seventy years, as the time of one king, as the time of a man;'
因為他說:『推羅必被撇棄七十年,如同一王的年日,如同一人的年日;』
1:2568
καὶ ἔσται, μετὰ τὰ ἑβδομήκοντα ἔτη ἐπισκοπὴν ποιήσει ὁ Θεὸς Τύρου, καὶ πάλιν ἀποκατασταθήσεται εἰς τὸ ἀρχαῖον, καὶ ἔσται ἐμπόριον πάσαις ταῖς βασιλείαις τῆς οἰκουμένης ἐπὶ πρόσωπον πάσης τῆς γῆς, καὶ ἔσται ἡ ἐμπορία αὐτῆς ἁγία τῷ Κυρίῳ, καὶ τὰ ἑξῆς
'and it shall come to pass, after the seventy years God shall visit Tyre, and she shall be restored again to her former state, and shall be a mart to all the kingdoms of the world upon the face of all the earth, and her merchandise shall be holy to the Lord,' and what follows.
『到了七十年之後,神必眷顧推羅,她必再回復原狀,成為地上遍全世界萬國的貿易之埠,她的貨物必歸耶和華為聖,』以及以下所記的。
1:2569
Τὸ τοίνυν, Οὐ μὴ οἰκοδομηθήσεται, τὴν τῶν τρόπων μεταβολὴν αἰνίττεται·
Therefore the phrase 'She shall be built no more' hints at the change of her ways;
因此,『她必不再被建造』這句話暗指她生活方式的改變;
1:2570
ὅτι κατὰ τὴν προτέ ραν ἀσέβειαν οὐκ οἰκοδομηθήσεται, ἀλλ' ἑτέραν καὶ ἄντικρυς ἐναντίαν οἰκοδομὴν λήψεται, ἥτις, κατὰ τὸν προφήτην Ἡσαΐαν, ἁγία ἔσται τῷ Κυρίῳ
that she shall not be built up according to her former impiety, but shall receive another and directly opposite building, which, according to the prophet Isaiah, shall be holy to the Lord.
就是說,她必不再按她從前的不敬虔被建造,乃要接受另一種、且是全然相反的建造,這建造照著先知以賽亞所說的,必歸耶和華為聖。
1:2571
Καὶ μαρ τυρεῖ τὰ πράγματα, καὶ ἡ νῦν κρατοῦσα εὐσέβεια
And the facts bear witness, and the piety that now prevails.
如今的事實和現今所盛行的敬虔都為此作見證。
1:2572
Ἀπὸ γὰρ τῆς προτέρας δεισιδαιμονίας καὶ τῆς περὶ τὰ εἴδωλα πλάνης, πρὸς τὸν Θεὸν ἐπιστρέψασα, τὸ τῆς θεογνωσίας ἐδέξατο φῶς ιεʹ, ι ʹ
For from her former superstition and from her wandering after idols, having turned to God, she received the light of the knowledge of God.
因為她既從先前的迷信與拜偶像的迷惑中轉向神,就領受了認識神的光。
1:2573
Ὅτι τάδε λέγει Κύριος τῇ Σόρ·
For thus says the Lord to Sor:
因為主向瑣珥(推羅)如此說:
1:2574
Μὴ οὐχὶ ἀπὸ φωνῆς τῆς πτώσεώς σου, ἐν τῷ. στενάξαι τραυματίας σου, ἐν τῷ ἀναιρεθῆναι μαχαίραις ἐν μέσῳ σου, σεισθήσονται αἱ νῆσοι, Καὶ καταβήσονται ἀπὸ τῶν θρόνων αὑτῶν πάν τες ἄρχοντες τῶν ἐθνῶν τῆς θαλάσσης, καὶ ἀφελοῦνται τὰς μίτρας ἀπὸ τῶν κεφαλῶν αὑ τῶν, καὶ τὸν ἱματισμὸν αὑτῶν τὸν ποικίλον ἐκ δύσονται; ἐκστάσει ἐκστήσονται, ἐπὶ γῆν καθ ιοῦνται, καὶ φοβηθήσονται τὴν ἀπώλειαν αὑ τῶν, καὶ στενάξουσιν ἐπὶ σέ; Ἐπίσημος ἦν ἡ Τύρος ἀνέκαθεν, οὐκ ἐν τῇ Ἀσίᾳ μόνον, ἀλλὰ καὶ ἐν Εὐρώπῃ·
Shall not the islands shake at the sound of your fall, when your wounded groan, when the slaughter is made with swords in the midst of you? And all the princes of the nations of the sea shall come down from their thrones, and shall take off their mitres from their heads, and shall put off their embroidered garments; with amazement shall they be amazed, they shall sit upon the ground, and shall fear their own destruction, and shall groan over you. Tyre was distinguished from ancient times, not only in Asia but also in Europe;
在你傾倒的響聲中,在你受傷者呻吟之時,在刀劍於你中間施行殺戮之時,眾海島豈不震動嗎?海邊列國的一切君王必都從寶座下來,從頭上摘去冠冕(mitres),脫下他們錦繡的衣袍;他們必大大驚駭,坐在地上,因自己的滅亡而懼怕,為你而呻吟哀嘆。推羅自古以來就是著名的,不僅在亞細亞,也在歐羅巴(歐洲);
1:2575
ἀναγκαίως τοίνυν καὶ ἡ προσπεσοῦσα αὐτῇ συμφορὰ γνώριμος ἐγένετο
necessarily, therefore, the calamity that befell her also became well known.
因此,臨到她的災難必然也就眾所周知了。
1:2576
Ταύτην δὲ, φησὶ, μαθόν τες οἱ τὰς νήσους οἰκοῦντες ἐκδειματωθήσονται, καὶ οἱ τούτων δὲ βασιλεῖς ἐξ ἀθυμίας καὶ ἀχθηδόνος, καὶ τῶν διαδημάτων τὰς κεφαλὰς γυμνώσουσι·
And having learned of this, He says, those who dwell in the islands shall be terrified, and their kings too, out of despondency and vexation, shall bare their heads of their diadems;
祂說,那住在海島的人聽見這事必大大驚惶,他們的君王也因沮喪與愁苦,必摘下冠冕、露出頭來;
1:2577
ταῦτα γὰρ μίτρας ἐκάλεσε·
for these He called mitres;
因為祂把這些稱為『冠冕』(mitres);
1:2578
καὶ τὴν πολυτελῆ ἐσθῆτα ἐκ δύσονται, καὶ πένθιμον ἀναλήψονται σχῆμα, τὰ αὐτὰ πείσεσθαι προσδοκῶντες
and they shall put off their costly raiment, and shall take up a mourning habit, expecting to suffer the same things.
他們必脫下華貴的衣服,穿上居喪的服飾,因為料想自己也必遭受同樣的事。
1:2579
Τοῦτο γὰρ ἐσήμανεν εἰρη κώς·
For this He signified when He said:
因為祂說這話的時候,所指的正是此事:
1:2580
Καὶ φοβηθήσονται τὴν ἀπώλειαν αὑτῶν. Οὕτω δὲ αὐτοὺς ἀνιάσει ἡ τῶν σῶν κακῶν ἀγγελία, ὅτι καὶ θρῆνον ἐπὶ σοὶ λήψονται, καὶ ἐροῦσι·
And they shall fear their own destruction. And so greatly shall the tidings of your evils grieve them, that they shall even take up a lamentation over you, and shall say:
『他們必因自己的滅亡而懼怕。』你所遭災禍的消息必如此使他們憂傷,以致他們甚至要為你舉哀,說:
1:2581
Πῶς ἀπώλου, καὶ κατελύθης ἐκ θα λάσσης, ἡ πόλις ἡ ἐπαινετὴ, ἥτις ἐγενήθη ἰσχυρὰ ἐν τῇ θαλάσσῃ, αὐτὴ, καὶ οἱ κατοικοῦντες αὐτήν; ἡ δοῦσα τὸν φόβον αὑτῆς πᾶσι τοῖς κατοικοῦσιν αὐτήν
How have you perished, and been destroyed out of the sea, O praiseworthy city, which was made strong in the sea, both she and those who dwelt in her, who imposed her terror upon all who dwelt in her?
『那受人稱讚的城啊,你怎麼從海中滅亡、被毀滅了呢?她和住在其中的人,原是在海上堅固強盛的,曾使一切住在她中間的人都懼怕她。』
1:2582
Καὶ φοβηθήσονται αἱ νῆσοι ἀφ' ἡμέρας πτώσεώς σου, καὶ ταραχθήσονται αἱ νῆσοι ἀπὸ τῆς ἐξουσίας σου ἐν τῇ θαλάσσῃ
And the islands shall fear from the day of your fall, and the islands shall be troubled at your power in the sea.
從你傾倒之日起,眾海島必懼怕,眾海島也必因你在海上的權勢而驚惶。
1:2583
Λογιζό μενοι, φησὶ, τὴν προτέραν ἐξουσίαν σου, καὶ τὴν ἐπὶ τοῦ παρόντος καταλαβοῦσάν σε συμφορὰν θεωροῦντες, σὲ μὲν θρηνήσουσι τὴν πάλαι πολυθρύλλητον καὶ περιβόητον·
Reckoning, He says, your former power, and beholding the calamity that has now overtaken you, they shall mourn you, who were once so much talked of and renowned;
祂說,他們既思想你從前的權勢,又看見如今臨到你的災難,就必為你這曾經備受傳頌、聲名遠播的城哀悼;
1:2584
τὰ δὲ κατὰ σφᾶς αὐτοὺς μεριμνήσουσι, δεδοικότες μὴ τοῖς αὐτοῖς περιπέσωσιν
and they shall be anxious about their own affairs, fearing lest they too fall into the same misfortunes.
他們也必為自己的景況憂慮,惟恐自己也遭遇同樣的禍患。
1:2585
Ὅτι τάδε λέγει Ἀδωναῒ Κύριος·
For thus says Adonai the Lord:
因為主上帝(阿多乃耶和華)如此說:
1:2586
Ὅτανδῶ σε πόλιν ἠρημωμένην, ὡς τὰς πόλεις τὰς μὴ κατοικηθησομένας, ἐν τῷ ἀναγαγεῖν με ἐπὶ σὲ τὴν ἄβυσσον, καὶ καλύψει σε ὕδωρ πολύ
When I make you a desolate city, like the cities that shall not be inhabited, when I bring up the deep upon you, and much water covers you;
我使你成為荒涼的城,如同無人居住的城邑,我使深淵漫過你,使大水遮蓋你的時候;
1:2587
Καὶ κατα βιβάσω σε πρὸς τοὺς καταβαίνοντας εἰς βόθρον, πρὸς λαὸν αἰῶνος, καὶ κατοικιῶ σε εἰς βάθη τῆς γῆς, ὡς ἔρημον αἰώνιον μετὰ καταβαινόντων εἰς βόθρον, ὅπως μὴ κατοικηθῇς, μηδὲ ἀναστῇς ἐπὶ γῆν ζωῆς
And I will bring you down to those that go down to the pit, to a people of old, and I will settle you in the depths of the earth, as an everlasting desolation, with those that go down to the pit, that you may not be inhabited, nor rise up in the land of life.
我要使你下到陰府,與下坑的人一同下去,到那古時的民那裏,我要使你居於地的深處,如同亙古荒廢之地,與下坑的人在一起,使你不再有人居住,也不在活人之地重新興起。
1:2588
Ἄβυσσον ἐκάλεσε τοῦ Βαβυλωνίου τὴν στρατείαν διὰ τὸ πλῆθος
He called the campaign of the Babylonian the 'deep' because of its multitude.
祂因巴比倫人軍隊的眾多,就稱這軍隊為『深淵』。
1:2589
Ἐπειδὴ γὰρ καὶ αὐτὴ περίῤῥητός ἐστι, καὶ νῆσος ἐμφερὴς, πᾶσα μὲν ἔνδον ἐν τῇ θαλάττῃ κειμένη, μίαν δὲ ἀπὸ γῆς εἴσοδον ἔχουσα, ἁρμοδίως ἐχρήσατο τῇ τροπῇ, ὕδωρ πολὺ καὶ ἄβυσσον καλέσας τῶν πολεμίων τὸ πλῆθος
For since she herself is surrounded by water and resembles an island, lying wholly within the sea and having but one entrance from the land, He fittingly employed the figure, calling the multitude of the enemies 'much water' and 'the deep.'
因為她自己四面環水,好像一座海島,全然坐落於海中,只有一個從陸地進入的入口,所以祂恰當地運用這比喻,把仇敵的眾多稱為『大水』與『深淵』。
1:2590
Τὸ δὲ, Καταβιβάσω πρὸς τοὺς καταβαίνοντας εἰς βό θρον πρὸς λαὸν αἰῶνος· τὸν θάνατον σημαίνει, ὑφ' ὃν τελοῦσιν ἅπαντες τὸν παρόντα αἰῶνα οἱ τὸν βίον ἐπεξιόντες
And the phrase, 'I will bring you down to those that go down to the pit, to a people of old,' signifies death, under which all who pass through life complete the present age.
至於『我要使你下到陰府,與下坑的人一同下去,到那古時的民那裏』這句話,是指死亡而言,凡經歷此生的人,都要在死亡之下度盡今世的年日。
1:2591
Λαὸν τοίνυν αἰῶνος τοὺς νεκροὺς ὠνό μασε
Accordingly, he named the dead 'a people of the age.'
因此,他把死人稱為「亙古之民」。
1:2592
Τὸ δὲ, Μὴ ἀναστῇς ἐπὶ γῆν ζωῆς, τὸ ψαλ μικὸν ἐκεῖνο δηλοῖ
And the phrase, 'May you not rise up onto the land of life,' declares that saying of the psalm:
至於「你不得起來進入活人之地」這句話,乃是指明詩篇中那句話:
1:2593
βουλῇ δικαίων. Ἀσεβεῖς δὲ ὄντες καὶ οἱ τηνικάδε Τύρον οἰκήσαντες, εἰς γῆν ζωῆς οὐκ ἀναστήσονται·
'...in the council of the righteous.' But being impious, those who at that time dwelt in Tyre shall not rise up into the land of life.
「⋯⋯在義人的會中。」而那時居住在推羅的人既是不敬虔的,他們就不得起來進入活人之地。
1:2594
Ὅτι ἐῤῥύσα το γὰρ, φησὶ, τὴν ψυχήν μου ἐκ θανάτου, τοὺς ὀφθαλμούς μου ἐκ τῶν δακρύων, καὶ τοὺς πόδας μου ἀπὸ ὀλισθήματος, τοῦ εὐαρεστῆσαι ἐνώπιον Κυρίου ἐν χώρᾳ ζώντων. Καὶ ὁ Κύριος ἐν τοῖς ἱεροῖς Εὐαγγελίοις ταύτην ποιεῖται τὴν διαίρεσιν
For it says, 'He has delivered my soul from death, my eyes from tears, and my feet from stumbling, that I might be well-pleasing before the Lord in the land of the living.' And the Lord too, in the sacred Gospels, makes this same division:
因為經上說:「他救我的性命脫離死亡,救我的眼目免了流淚,救我的腳免了跌倒,使我在活人之地行事,得蒙主的喜悅。」主在神聖的福音書中,也作了同樣的區分:
1:2595
Οὗτοι γὰρ, φησὶν, ἀναστήσονται εἰς ζωὴν αἰώνιον, καὶ οὗτοι εἰς κόλασιν καὶ αἰσχύνην αἰώνιον. Ἀπει λεῖ τοίνυν καὶ τοῖς τηνικαῦτα τὴν Τύρον οἰκοῦσι, μετὰ τῆς ἀσεβείας ζῶσιν, οὐ μόνον τοῦ Βαβυλω νίου τὴν ἔφοδον, καὶ τὸν δι' ἐκείνου γενόμενον ὄλε θρον, ἀλλὰ καὶ ἐν τῷ μέλλοντι βίῳ ἀλγεινά τε καὶ ἀνιαρά
'For these,' he says, 'shall rise to eternal life, and those to punishment and eternal shame.' Therefore he threatens those who at that time inhabited Tyre, living amid their impiety, not only with the assault of the Babylonian and the destruction wrought through him, but also with things grievous and painful in the age to come.
他說:「這些人要復活得永生,那些人要復活受刑罰和永遠的羞辱。」因此,他向那時居住在推羅、活在不敬虔之中的人發出警告:不僅有巴比倫王的來攻和藉他所成就的毀滅,並且在來世也必遭受痛苦與悲慘。
1:2596
Τί γὰρ ἀλγεινότερον τοῦ μὴ ἀναστῆναι ἐπὶ γῆν ζωῆς; Τούτοις ἐπάγει·
For what is more grievous than not to rise up onto the land of life? To these he adds:
還有什麼比不得起來進入活人之地更痛苦的呢?他又向他們加上這話:
1:2597
Ἀπωλείᾳ σε δώσω, καὶ οὐχ ὑπάρξεις ἔτι, καὶ ζητηθήσῃ, καὶ οὐχ εὑρεθήσῃ εἰς τὸν αἰῶνα, λέγει Ἀδωναῒ Κύριος
'I will give you over to destruction, and you shall be no more; you shall be sought, and shall not be found for ever, says Adonai the Lord.'
「我必使你歸於滅亡,你必不再存留;人尋找你,卻永遠尋不見,主阿多乃如此說。」
1:2598
Ἅπαντες οἱ θεῖοι προφῆται καὶ οἱ ἱεροὶ ἀπόστολοι τοῦ αὐτοῦ Πνεύμα τος ἠξιώθησαν·
All the divine prophets and the sacred apostles were counted worthy of the same Spirit;
眾位神聖的先知和聖潔的使徒,都蒙同一位聖靈所賜的尊榮;
1:2599
οὐ τοίνυν ἀλλήλοις ἐναντία φθέγγον ται·
therefore they do not utter things contrary to one another;
所以他們彼此之間並不說相反的話;
1:2600
πνεῦμα γὰρ ἀληθείας τὸ Πνεῦμα τὸ ἅγιον
for the Holy Spirit is the Spirit of truth.
因為聖靈乃是真理的靈。
1:2601
Εἰ δὲ τοῦ αὐτοῦ Πνεύματος οἱ θεῖοι ἠξιώθησαν προφῆται, καὶ ἀληθείας πνεῦμα τὸ Πνεῦμα τὸ ἅγιον, σύμφωνα τῶν μακαρίων προφητῶν τὰ θεσπίσματα
But if the divine prophets were counted worthy of the same Spirit, and the Holy Spirit is the Spirit of truth, then the oracles of the blessed prophets are in harmony.
既然眾神聖的先知都蒙同一位聖靈所賜的尊榮,而聖靈又是真理的靈,那麼眾蒙福先知的神諭便是彼此和諧一致的。
1:2602
Κἂν εὕρω μεν περιωρισμένην τῆς Τύρου τὴν ἐρημίαν παρὰ τῷ προφήτῃ Ἡσαΐᾳ, καὶ ἀκούσωμεν τοῦ προφήτου Ἰεζεκιὴλ λέγοντος τῇ Τύρῳ·
Even if we find the desolation of Tyre set within limits by the prophet Isaiah, and if we hear the prophet Ezekiel saying to Tyre:
縱然我們發現先知以賽亞把推羅的荒涼定了界限,又聽見先知以西結對推羅說:
1:2603
Ζητηθήσῃ, καὶ οὐχ εὑρε θήσῃ εἰς τὸν αἰῶνα, λέγει Ἀδωναῒ Κύριος· οὐ δια φωνεῖν φήσομεν τοὺς προφήτας, ἀλλ' ἐκ τῶν τῆς Γραφῆς ἰδιωμάτων τὸ ζητούμενον λύσομεν
'You shall be sought, and shall not be found for ever, says Adonai the Lord'—we shall not say that the prophets disagree, but from the idioms of Scripture we shall resolve the question in view.
「人尋找你,卻永遠尋不見,主阿多乃如此說」——我們也不會說眾先知彼此矛盾,而是要從聖經的特有用語中解開所探究的疑難。
1:2604
Οἶδε γὰρ πολλάκις καὶ τὸν ὀλίγον χρόνον αἰῶνα καλεῖν ἡ θεία Γραφή
For divine Scripture often knows how to call even a short time 'an age.'
因為神聖的聖經常常慣於把短暫的時間也稱為「一個世代」。
1:2605
Ὁ αἰὼν ἡμῶν εἰς φωτισμὸν τοῦ προσ ώπου σου. Καὶ μὴν ὁ αὐτός φησιν·
'Our age is set in the light of your countenance.' And indeed the same one says:
「我們的年歲擺在你面容的光中。」而且同一位又說:
1:2606
Αἱ ἡμέραι τῶν ἐτῶν ἡμῶν ἐν αὐτοῖς ἑβδομήκοντα ἔτη, ἐὰν δὲ ἐν δυναστείαις, ὀγδοήκοντα ἔτη, καὶ τὸ πλεῖον αὐτῶν κόπος καὶ πόνος. Καὶ τοσοῦτον τοίνυν εἰδὼς τὸν ἀνθρώπινον βίον, αἰῶνα τοῦτον ὠνόμασε
'The days of our years in them are seventy years, but if in strength, eighty years, and the greater part of them is toil and pain.' Knowing human life to be but so long, he named this an 'age.'
「我們一生的年日是七十歲,若是強壯可到八十歲,但其中所矜誇的不過是勞苦愁煩。」他既知道人的一生不過如此短暫,卻仍把這稱為「一個世代」。
1:2607
Τὸ οὖν, Οὐχ εὑρεθήσῃ εἰς τὸν αἰῶνα, τουτέστιν, εἰς τὸν ὁρισθέντα σοι τῆς ἐρημίας αἰῶνα·
So the phrase, 'You shall not be found for ever,' means, for the age of desolation appointed to you;
所以「你永遠尋不見」這句話,意思是指那為你所定的荒涼之期;
1:2608
ὡρίσθη δὲ αὐτῇ ἑβδομηκονταέτης χρόνος διὰ Ἡσαΐου τοῦ προφήτου
and a period of seventy years was appointed to her through Isaiah the prophet.
而藉著先知以賽亞,已為她定了七十年的期限。
1:2609
Εἰ δὲ καὶ πνευματικώτερόν τις βουληθείη νοῆσαι τὸ χωρίον, εὑρήσει καὶ οὕτως ἀληθῆ τὴν προφητείαν
But if anyone should wish to understand the passage in a more spiritual sense, he will find the prophecy true in this way also.
但若有人願意以更屬靈的方式來理解這段經文,他也必發現這預言在這意義上同樣是真實的。
1:2610
Ἐὰν γάρ τις ἐπιζητήσῃ τὴν Τύρον, οὐχ εὑρήσει ἐκείνην τὴν προτέραν·
For if anyone should seek out Tyre, he will not find that former one;
因為若有人尋找推羅,他必找不到那從前的推羅;
1:2611
ἐκείνη μὲν γὰρ ἦν δυσσε βής·
for that one was impious;
因為那從前的推羅是不敬虔的;
1:2612
ἡ δὲ μετ' ἐκείνην τὴν ἐρημωθεῖσαν ἀνθήσασα καὶ ἀναθηλήσασα, εὐσεβὴς ὁρᾶται, τῷ τῆς θεογνωσίας καταυγαζομένη φωτί
but the one that blossomed and flourished anew after that desolate one is seen to be godly, illumined by the light of the knowledge of God.
而在那荒涼之後重新萌芽繁茂起來的那一座,卻顯為敬虔,被認識神的光所照耀。
1:2613
Εἴτε οὖν κατὰ τὸ ῥητὸν βού λεταί τις νοῆσαι τὴν προφητείαν, εὑρήσει αἰῶνα ὀνομαζόμενον τὸν ὁρισθέντα αὐτῇ χρόνον·
Whether, then, one wishes to understand the prophecy according to the letter, he will find the time appointed to her named an 'age';
因此,人若願意照字面來理解這預言,他必發現那為她所定的期限被稱為「一個世代」;
1:2614
εἴτε εἰς τὸ. βάθος τις βούλεται καταδῦναι, εὑρήσει πάλιν τὴν Τύρον οὐκ ἐκείνην οὖσαν τὴν Τύρον, ἀλλ' ἄντικρυς ἐναντίαν ἐκείνῃ
or if one wishes to plunge into the depth, he will again find Tyre to be not that Tyre, but one directly opposite to it.
人若願意深入其中的奧義,也必再度發現那推羅並非從前的推羅,而是與它截然相反的另一座。
1:2615
Καὶ ἐγένετο λόγος Κυρίου πρὸς μὲ, λέ γων·
And the word of the Lord came to me, saying:
耶和華的話臨到我,說:
1:2616
Καὶ σὺ, υἱὲ ἀνθρώπου, λάβε ἐπὶ Σὸρ θρῆνον
And you, son of man, take up a lamentation over Tyre;
人子啊,你要為推羅作哀歌;
1:2617
Καὶ ἐρεῖς τῇ Σὸρ, τῇ κατοικούσῃ ἐπὶ τῆς εἰσόδου τῆς θαλάσσης, τῷ ἐμπορίῳ τῶν λαῶν ἀπὸ νήσων πολλῶν
and you shall say to Tyre, which dwells at the entrance of the sea, the market of the peoples from many islands:
你要對那居住在海口、作眾民碼頭、與許多海島通商的推羅說:
1:2618
Φιλανθρωπίας Θεοῦ καὶ ἀγαθότητος ὑπερ βολὴν σημαίνει τὰ εἰρημένα
The words spoken signify a surpassing measure of God's loving-kindness and goodness.
這些所說的話,表明了神的仁愛與良善的超越無比。
1:2619
Καὶ γὰρ αὐτὸς ἐνδίκως καὶ μάλα δικαίως δικάζων, θρηνεῖν τῷ προφήτῃ τὴν κολαζομένην παρα κελεύεται πόλιν·
For he himself, judging justly and altogether righteously, commands the prophet to lament the city being chastised,
因為他自己雖是公正而極其公義地施行審判,卻吩咐先知為那受懲罰的城哀哭,
1:2620
παραδηλῶν τὴν διάθεσιν, ᾗ κεχρη μένος ἐκόλαζε
revealing the disposition with which he chastised it.
以此顯明他施行懲罰時所懷的心意。
1:2621
Τάδε λέγει Ἀδωναῒ Κύριος τῇ Σόρ·
Thus says Adonai the Lord to Tyre:
主阿多乃對推羅如此說:
1:2622
Ἐγὼ περιέθηκα ἐμαυτῇ κάλλος μου
I have clothed myself about with my beauty
「我已將我的美麗披戴在自己身上,」
1:2623
(δʹ.) Ἐν καρδίᾳ θαλάσσης τῷ Βεελείμ
(v. 4) In the heart of the sea, to Beeleim.
(第四節)「在海中之心,歸於巴力。」
1:2624
Τὸ ἀγνῶμον αὐ τῆς διὰ τούτων ἐλέγχει καὶ ὑπερήφανον·
By these words he reproves her ingratitude and pride;
藉著這些話,他斥責她的忘恩負義與驕傲;
1:2625
παρὰ γὰρ τοῦ Θεοῦ δεξαμένη τῆς εὐπρεπείας τὰς ἀφορμὰς, ἀχάριστος μὲν περὶ τὸν χορηγὸν τῶν ἀγαθῶν ἐγένετο·
for having received from God the occasions of her comeliness, she became ungrateful toward the Giver of good things,
因為她既從神領受了她美麗的緣由,卻對那賜諸善之物者忘恩負義,
1:2626
τῇ οἰκείᾳ δὲ σοφίᾳ καὶ δυνάμει ἐπέγραψε τὴν προσ γενομένην αὐτῇ τῶν ἀγαθῶν ἀφθονίαν·
and ascribed to her own wisdom and power the abundance of good things that had accrued to her;
反倒把臨到她的豐盛美物歸功於自己的智慧與能力;
1:2627
ἀνετίθει δὲ ταύτην καὶ τῷ Βεελείμ·
and she attributed this to Beeleim as well;
並且也將這歸功於巴力;
1:2628
οὐ γὰρ μόνον ἠγνόησε τὸν δοτῆρα τῶν ἀγαθῶν, ἀλλὰ καὶ τοῖς παντελῶς ἀδρανέσι, καὶ οὐδὲ ἑαυτοῖς περι θεῖναι τὸ αἰσθητὸν δυναμένοις κάλλος, ἀναθεῖναι τού των τὴν χορηγίαν τετόλμηκεν
for she not only was ignorant of the Giver of good things, but even dared to attribute the bestowal of these to things utterly powerless, which cannot even clothe themselves with perceptible beauty.
因為她不但不認識那賜諸善之物者,甚至竟敢把這些恩賜歸給那全然無能、連自己也無法披上可見之美的偶像。
1:2629
Εἶτα διηγεῖται ὅσων καὶ οἵων ἀπήλαυσε δωρεῶν, καὶ ἐκ πόσων ἐθνῶν αὐτῇ προσεφέροντο τῆς εὐπορίας αἱ ἀφορμαί
Then he recounts how many and what kind of gifts she enjoyed, and from how many nations the resources of her prosperity were brought to her.
接著他敘述她所享受的恩賜何等眾多、何等豐美,以及她那富足的來源是從何等眾多的列國供給她的。
1:2630
Οἱ υἱοί σου περιέθηκάν σοι κάλλος
Your sons clothed you about with beauty.
「你的眾子將美麗披戴在你身上。」
1:2631
Κέδρος ἐκ Σανεὶρ ᾠκοδομήθη σοι, ταινίαι σανίδων κυπαρίσσου ἐκ τοῦ Λιβάνου ἐλήφθη σαν
Cedar from Senir was built for you; bands of cypress boards were taken from Lebanon.
「他們用示尼珥的香柏木為你建造;用利巴嫩的松木做了船板的横木。」
1:2632
Τοῦ ποιῆσαι ἱστοὺς ἐλατίνους, ἐκ τῆς Βα σανίτιδος ἐποίησαν τὰς κώπας σου
To make masts of fir; from Bashan they made your oars.
「用以作杉木的桅杆;用巴珊的橡木做了你的槳。」
1:2633
Ὄρη ταῦτά ἐστι διαφόρων ξύλων γεννητικά
These are mountains that produce various kinds of timber.
這些都是出產各種木材的山嶺。
1:2634
Ἀπαριθμεῖται τοί νυν τὰ πάντοθεν αὐτῇ προσφερόμενα, καὶ ὅτι τοὺς μὲν ἱστοὺς ἀπὸ τοῦ Λιβάνου τέμνουσα μετεκόμιζες·
So he enumerates the things brought to her from every quarter, and that you cut the masts from Lebanon and carried them off;
於是他一一列舉那從四方運到她這裡的物產,說你從利巴嫩砍下桅杆運來;
1:2635
τὰς δὲ κώπας ἀπὸ τῆς Βασανίτιδος·
and the oars from Bashan;
槳是從巴珊而來;
1:2636
τὰς δὲ οἰκοδο μίας ἀπὸ τοῦ Σανείρ
and the building materials from Senir.
建材是從示尼珥而來。
1:2637
Τὰ ἱερά σου ἐποίησαν ἐξ ἐλέφαντος, οἴκους ἀλσώδεις ἀπὸ νήσων τῶν Χεττιείμ. Ἀντὶ δὲ τοῦ, τὰ ἱερά σου, οἱ ἄλλοι ἑρμηνευταὶ τὸ κέρας σου τεθείκασι, κατὰ τῶν προειρημένων ἀκολουθίαν·
Your sacred things they made of ivory, wooded houses from the islands of the Chettiim. But instead of 'your sacred things,' the other translators have rendered 'your horn,' in accordance with what precedes;
「他們用象牙做你的聖物,用基提海島的木料做林苑之屋。」不過,其他譯者沒有譯作「你的聖物」,而是譯作「你的角」,以與前文相連貫;
1:2638
τῷ γὰρ ἱστῷ καὶ ταῖς κώπαις, καὶ τὸ κέρας ἀκολουθεῖ
for the horn follows upon the mast and the oars.
因為桅杆與槳之後,接著便是角。
1:2639
εἰδώλων ῥηθείη, οὐδὲν ἀπεικός
It would not be unfitting to say these were of idols.
若說這些乃是偶像之物,也並無不合宜之處。
1:2640
Ἐλεφάντινα γὰρ, φησὶ, κατεσκεύαζεν εἴδωλα, καὶ οἴκους ἀλσώ δεις, τουτέστι, σανίσι κεκαλυμμένους·
For she fashioned idols of ivory, it says, and wooded houses, that is, covered with boards;
因為經上說,她用象牙製造偶像,又造林苑之屋,就是用木板遮蓋的屋宇;
1:2641
οὕτω γὰρ καὶ ὁ Ἀκύλας ἡρμήνευσε
for so Aquila also translated.
因為亞居拉也是這樣翻譯的。
1:2642
Τὸ δὲ τίμιον τῶν ξύλων παραδηλῶν, καὶ τοὺς τούτων ἐσήμανε τόπους·
And, indicating the preciousness of the timber, he also pointed out their places of origin:
他既指明這木材的貴重,也一併說明了它們的產地:
1:2643
Ἔφερες γὰρ ταῦτα, φησὶν, ἀπὸ νήσων τῶν Χετ. τιείμ. Χεττιεὶμ δὲ τὰς Ἑλληνικὰς ὀνομάζει νήσους
For you brought these, it says, from the islands of the Chettiim. And by Chettiim he names the Greek islands.
因為經上說,你把這些從基提的海島運來。他以「基提」稱呼希臘的諸海島。
1:2644
Καὶ γὰρ διὰ τοῦ Ἱερεμίου φησὶν ὁ Θεός·
For through Jeremiah too God says:
因為神藉著耶利米也說:
1:2645
διὰ δὲ τοῦ Χεττιεὶμ, τὰ πρὸς δυσμάς
and by 'Chettiim,' the regions toward the west.
又以「基提」指西方的地區。
1:2646
Τὸ δὲ Κίττιον πόλισμά ἐστιν ἐν τῇ Κύπρῳ, καὶ μέ χρι τοῦ παρόντος οὕτως ὀνομαζόμενον, ὃ δασυνόμενον, κατὰ τὸ Ἑβραίων ἰδίωμα, δείκνυσι τοῦ Χεττιεὶμ τὴν συγγένειαν·
Now Kittion is a town in Cyprus, so named up to the present day, which, when aspirated according to the Hebrew idiom, shows its kinship with Chettiim;
至於基提翁乃是塞浦路斯的一座城,直到今日仍如此稱呼;此名按希伯來人的用語加上送氣音,便顯出它與「基提」的親緣關係;
1:2647
ἡ δὲ Κύπρος ἐκράτει κατ' ἐκεῖνον τὸν καιρὸν τῶν νήσων
and Cyprus at that time held sway over the islands.
而塞浦路斯在那時代乃是眾海島中的霸主。
1:2648
Ἐκ τούτων, φησὶ, τῶν νήσων τὰ τίμιά σοι τῶν ξύλων ἐκομίζετο
From these islands, it says, the precious timber was brought to you.
經上說,你那些貴重的木材乃是從這些海島運來的。
1:2649
Βύσσος μετὰ ποικιλίας ἐξ Αἰγύπτου ἐγέ νετο στρωμνὴ τοῦ περιθεῖναί σοι δόξαν, καὶ περιβαλεῖν σε·
Fine linen with embroidery from Egypt became your spread, to clothe you with glory, and to wrap you about;
「你的鋪蓋是用埃及繡花的細麻布做的,可以作你的帆,作你的榮耀,纏裹你;」
1:2650
ὑάκινθος καὶ πορφύρα ἐκ τῶν νήσων Ἐλισὰ ἐγένοντο περιβόλαιά σου
blue and purple from the islands of Elisa became your coverings.
「你的篷是用以利沙島的藍色紫色布做的。」
1:2651
Ἡ Αἴγυπτος, φησὶ, προσέφερέν σοι στρωμνὰς ποικίλας καὶ παντοδαπάς·
Egypt, it says, offered you spreads of every colour and every kind;
經上說,埃及供給你各色各樣的鋪蓋;
1:2652
δηλοῖ δὲ τοὺς τάπητας, καὶ τὰ ἄλλα τὰ ἐκεῖθεν κομιζόμενα
and it means the carpets and the other things brought from there.
這是指那些地毯,以及從那裡運來的其他物品。
1:2653
Ἡ δὲ Ἑλλὰς περιβόλαιά σοι ἐξέπεμπε παντοδαπὰ, τὰ μὲν ἁλουργὰ, τὰ δὲ ὑακιν θίνην περικείμενα χροιάν·
And Greece sent out to you coverings of every kind, some of sea-purple, some clad in the hue of blue;
希臘也把各樣的篷布運送給你,有些是海紫色的,有些則披上藍色的色調;
1:2654
Ἐλισὰ γὰρ τὴν Ἑλλάδα καλεῖ
for by Elisa he calls Greece.
因為他以「以利沙」稱呼希臘。
1:2655
Καὶ οἱ ἄρχοντές σου οἱ κατοικοῦντες Σι δῶνα, καὶ Ἀράδιοι, ἐγένοντο κωπηλάται σου
And your princes who dwell in Sidon, and the Aradians, became your rowers.
「住在西頓的你的首領,並亞瓦底人,都作了你的划槳手。」
1:2656
Τὸ Ἑβραίων καὶ τὸ Σύρων οὐκ ἔχει οἱ ἄρχοντές σου, ἀλλ' οἱ γείτονές σου
The Hebrew and the Syriac do not have 'your princes,' but 'your neighbours.'
希伯來文和敘利亞文所寫的不是「你的首領」,而是「你的鄰居」。
1:2657
Ἵνα δὲ καὶ τῶν Ἑβδομήκοντα τὴν ἑρμηνείαν νοήσωμεν, δεξώμεθα οὕτως·
But that we may also understand the rendering of the Seventy, let us take it thus:
但為使我們也能明白七十士譯本的譯法,讓我們這樣領會:
1:2658
Ὅτι οἱ πάλαι σου ἄρχοντες Σιδώνιοι, νῦν σὺν τοῖς οἰκοῦσι τὴν Ἄραδον τὸν ναυτικόν σου πληροῦσι στό λον, τὰς σὰς ἐρέττοντες ναῦς·
namely, that those who were formerly your princes, the Sidonians, now together with the inhabitants of Aradus man your naval fleet, rowing your ships;
就是說,那些從前作你首領的西頓人,如今與住在亞瓦底的人一同充作你的水手,划你的船隻;
1:2659
οἱ δὲ παρὰ σοὶ ἐπιστή μονες τὸν κυβερνητικὸν λόγον ἀναπληροῦσιν
and those skilled among you fulfil the office of steersmanship.
而你們中間有本領的人,則擔任掌舵的職分。
1:2660
Οἱ σοφοί σου γὰρ, φησὶ, Σὸρ, οἳ ἦσαν ἐν σοὶ, οὗτοι κυβερνῆταί σου
For your wise men, it says, O Tyre, who were in you, these were your pilots.
因為經上說,推羅啊,你那些在你中間的智慧人,就是你的舵手。
1:2661
( θʹ.) Οἱ πρεσβύτεροι Βι βλίων, καὶ οἱ σοφοὶ αὐτῶν, οἳ ἦσαν ἐν σοὶ, οὗ τοι ἐνίσχυον τὴν βουλήν σου
(Verse 9.) 'The elders of Byblos and their wise men who were in you, these strengthened your counsel.'
(第九節。)「迦巴勒的長老和他們的智者,那些在你中間的人,他們堅固了你的謀略。」
1:2662
Οὐ τὴν οἰκείαν πόλιν ἐκράτυνον, ἀλλὰ σοὶ τὰς ἀρίστας βουλάς τε καὶ συμβουλὰς προσέφερον
They did not fortify their own city, but rather offered to you their most excellent counsels and deliberations.
他們並非鞏固自己的城邑,反倒把最卓越的謀略與建議獻給你。
1:2663
Καὶ πάντα τὰ πλοῖα τὰ τῆς θαλάσσης, καὶ οἱ κωπηλάται αὐτῶν, ἦσαν ἐν σοὶ ἀμειβόμενοι τῇ ἐπιμιξίᾳ σου, καὶ ἐγένοντό σοι ἐπὶ δυσμὰς δυσμῶν. Πανταχόθεν, φησὶ, συνέῤ ῥεον ἔμποροι, τὰ μὲν ἀπεμπωλοῦντες, τὰ δὲ ὠνού μενοι·
'And all the ships of the sea, and their oarsmen, were in you, trafficking in your commerce, and they became for you toward the utmost west.' From every quarter, he says, merchants flowed together, some selling their wares, others buying;
「海上一切的船隻和它們的划槳手,都在你中間,藉著你的貿易往來交易,並且為你成了直到極西之地。」他說:從各方商人紛紛聚集,有的變賣貨物,有的購置物品;
1:2664
τοῦτο γὰρ σημαίνει τὸ ἀμειβόμενοι τῇ ἐπιμι ξίᾳ σου· καὶ οὐ μόνον οἱ πλησιάζοντές σοι εἰς τοὺς λιμένας κατήγοντο, ἀλλὰ καὶ οἱ αὐτὰς τῶν δυσμῶν τὰς ἐσχατιὰς οἰκοῦντες
for this is what is meant by 'trafficking in your commerce.' And not only did those near to you put in at your harbours, but even those dwelling at the very furthest bounds of the west.
因為這正是「藉著你的貿易往來交易」所指的意思。不僅那些鄰近你的人進入你的港口,就連那些住在西方極遠邊界的人也是如此。
1:2665
Τὸ γὰρ, ἐπὶ δυσμὰς δυ σμῶν, τοῦτο σημαίνει·
For the phrase 'toward the utmost west' signifies this;
因為「直到極西之地」這句話所表示的正是此意;
1:2666
οὐ γὰρ μόνον, φησὶν, οἱ ἀπὸ δυσμῶν σου οἰκοῦντες, ἀλλὰ καὶ οἱ ἐκείνων δυτι κώτεροι
for not only, he says, those dwelling to the west of you, but even those still further west than they.
他說:因為不僅是那些住在你西邊的人,就連那些比他們更西的人也是如此。
1:2667
Πέρσαι, καὶ Λίβυες, καὶ Λυδοὶ ἦσαν ἐν τῇ δυνάμει σου, ἄνδρες πολεμισταί σου, οἳ πέλ τας καὶ περικεφαλαίας ἐκρέμασαν ἐν σοί·
'Persians and Libyans and Lydians were in your army, your warriors, who hung up shields and helmets in you;
「波斯人、呂彼亞人和路德人,都在你的軍隊中,是你的勇士,他們在你中間掛起盾牌和頭盔;
1:2668
οὗ τοι ἔδωκαν τὴν δόξαν σου
these gave your glory.'
他們使你得著榮耀。」
1:2669
ἐπὶ τῶν τειχῶν κύκλῳ ἦσαν
'They were upon the walls round about.'
「他們周圍在城牆之上。」
1:2670
Ἀλλὰ καὶ Μῆδοι ἐν τοῖς πύργοις σου ἦσαν φύλακες·
'But the Medes also were guards in your towers;
「並且瑪代人也在你的樓塔中作守衛;
1:2671
τὰς φαρέτρας αὑτῶν ἐκρέμασαν ἐπὶ τῶν ὤμων σου κύκλῳ·
they hung their quivers upon your shoulders round about;
他們把箭袋掛在你四圍的肩上;
1:2672
οὗτοι ἐτελείωσάν σου τὸ κάλλος
these perfected your beauty.'
他們使你的美麗臻於完全。」
1:2673
Λέγει δὲ καὶ τῆς πανοπλίας τὰ εἴδη, φαρέτρας, καὶ πέλτας, καὶ περικεφαλαίας
He mentions also the kinds of full armour: quivers, and shields, and helmets.
他也提到全副武裝的種類:箭袋、盾牌和頭盔。
1:2674
Πέλτη δέ ἐστιν ἡ μικρὰ ἀσπὶς, ἣν οἱ γυμνῆται ἐν τοῖς πολέ μοις ἐπιφέρονται·
The 'pelta' is the small shield which lightly-armed troops carry in battle;
「小圓盾」是輕裝兵在戰爭中所攜帶的小盾;
1:2675
ταύτῃ δὲ χρῶνται καὶ οἱ τὴν πυῤῥίχην παίζοντες
and those who perform the pyrrhic dance also use it.
那些跳皮里克戰舞的人也使用它。
1:2676
Καρχηδόνιοι ἔμποροί σου ἀπὸ πλήθους πά σης δυνάμεώς σου, ἀργύριον, καὶ χρυσίον, καὶ χαλκὸν, καὶ σίδηρον, καὶ κασσίτερον, καὶ μόλιβδον ἔδωκαν τὴν ἀγοράν σου
'The Carthaginians were your merchants, from the multitude of all your power; silver, and gold, and bronze, and iron, and tin, and lead they gave for your market.'
「迦太基人是你的商人,出於你一切勢力的眾多;他們把銀、金、銅、鐵、錫和鉛供給你的市場。」
1:2677
Τὴν Καρχη δόνα (μητρόπολις δέ ἐστι τῆς πάλαι μὲν Λιβύης, νῦν δὲ Ἀφρικῆς ὀνομαζομένης), καὶ ὁ Σύρος καὶ ὁ Ἑβραῖος Θαρσὶς ὀνομάζει·
Carthage (it is the metropolis of what was of old called Libya, but now Africa) both the Syrian and the Hebrew name Tharshish;
迦太基(它是古時稱為呂彼亞、如今稱為非洲之地的都城),敘利亞譯本和希伯來譯本都稱之為他施;
1:2678
διὰ δὲ τῆς μητροπόλεως τὴν ἐκ παντὸς τοῦ ἔθνους προσφερομένην τῶν ἐκεῖ μεταλ λευομένων ὑλῶν ἐμπορίαν ἐδήλωσεν
and through the metropolis he indicated the commerce, brought from the whole nation, of the materials mined there.
他藉著這都城,表明了從整個民族運來、在那裡所開採之礦物的貿易。
1:2679
Ἡ Ἑλλὰς πᾶσα, καὶ τὰ παρατείνοντα αὐτῇ, ἐνεπορεύοντο ἐν σοὶ ἐν ψυχαῖς ἀνθρώ πων, καὶ σκεύη χαλκᾶ ἔδωκαν τὴν ἀγοράν σου
'All Greece, and the lands extending alongside it, trafficked with you in the souls of men, and vessels of bronze they gave for your market.'
「全希臘和其毗連之地,都與你交易人口,並把銅器供給你的市場。」
1:2680
Ἀνδράποδα, φησὶ, καὶ σκεύη χαλκᾶ, ἀπὸ τῆς Ἑλλάδος καὶ τῶν πλησιοχώρων ἐκομίζετό σοι
Slaves, he says, and bronze vessels were brought to you from Greece and the neighbouring regions.
他說:從希臘和鄰近地區運來奴隸和銅器給你。
1:2681
Ἐξ οἴκου Θογορμᾶ ἵππους, καὶ ἱππεῖς, καὶ ἡμιόνους ἔδωκαν τὴν ἀγοράν σου
'From the house of Thogorma they gave horses, and horsemen, and mules for your market.'
「從陀迦瑪家,他們把馬匹、騎兵和騾子供給你的市場。」
1:2682
Ἵππους δὲ, φησὶ, καὶ τοὺς τούτων ἐπιβάτας, καὶ ἡμιόνους, ἡ Φρυγία σοι ἔπεμπεν·
Horses, he says, and their riders, and mules, Phrygia sent to you;
他說:弗呂家把馬匹和牠們的騎手,以及騾子送給你;
1:2683
οὕτω γὰρ ἑρμηνεύουσι τὸν οἶκον τοῦ Θογορμᾶ ιεʹ
for thus they interpret 'the house of Thogorma.' (Verse 15.)
因為他們如此解釋「陀迦瑪家」。(第十五節。)
1:2684
Υἱοὶ Ῥοδίων ἔμποροί σου ἀπὸ νήσων ἐπλήθυναν τὴν ἐμπορίαν σου, κέρατα καὶ ὀδόν τας ἐλεφαντίνους
'The sons of the Rhodians were your merchants; from the islands they multiplied your commerce, horns and ivory tusks.'
「羅底人的子孫是你的商人;他們從眾海島增添你的貿易,就是角和象牙。」
1:2685
Τὰ κέρατα ὁ Σύμμαχος ἐβένους ἡρμήνευσεν, ἀφ' ὧν τὰ ἐβένια καλούμενα γίνεται
The 'horns' Symmachus interpreted as ebony, from which what are called ebony wares are made.
西馬庫斯把「角」解作烏木,就是製造所謂烏木器物所用的。
1:2686
Ταῦτα, φησὶν, οἱ Ῥόδιοι τὴν θάλατταν διαπλέοντες ἐκόμιζόν σοι, καὶ τὴν τούτων ἀνεπλήρουν σοι χρείαν
These things, he says, the Rhodians, sailing across the sea, brought to you, and supplied your need of them.
他說:羅底人航海渡洋,把這些東西帶給你,並供應你對它們的需用。
1:2687
Καὶ τοῖς εἰσαγομένοις ἀντεδίδους τοὺς μι σθούς σου·
'And to those things imported you gave in exchange your wages;'
「你也把工價還給那些輸入之物;」
1:2688
( ι ʹ.) Ἀνθρώπους ἐμπορίας σου ἀπὸ πλήθους τοῦ συμμίκτου σου
(Verse 10.) 'The men of your commerce, from the multitude of your mingled company.'
(第十節。)「你貿易之人,出於你混雜之眾的眾多。」
1:2689
Ταῦτα δὲ, φησὶν, ἅπαντα ὑποδεχομένη, σὺ ἀντεδίδους τοῖς κο μίζουσιν ἀνδράποδα, μετοίκους ἔχουσα πλείστους·
All these things, he says, you received, and you gave in return to those who brought slaves, having very many resident aliens;
他說:你接納了這一切,並回報那些帶來奴隸的人,你擁有極多的僑居者;
1:2690
τούτους γὰρ συμμίκτους ἐκάλεσε, τοὺς ἐξ ἑτέρων. μὲν ἐθνῶν ὁρμωμένους, σὺν αὐτοῖς δὲ οἰκεῖν αἱρου μένους
for he called these 'the mingled company'—those who, setting out from other nations, chose to dwell together with them.
因為他把這些人稱為「混雜之眾」,就是那些從別的民族出來,卻選擇與他們同住的人。
1:2691
Στακτὴν, καὶ πορφύραν, καὶ ποικίλματα, καὶ βύσσον ἐκ Θαρσὶς, καὶ Ῥααμὼθ, καὶ Χὼθ ἔδωκαν τὴν ἀγοράν σου. Εἶχες δὲ πρὸς τοῖς ἤδη εἰρημένοις καὶ ἕτερα ἀπὸ τῆς Καρχηδόνος ἀγαθὰ, οὐ μόνον σε διὰ τῆς ἐσθῆτος καλλωπίζοντα, καὶ ποι κίλοις ἐνδύμασί σε περιβάλλοντα, ἀλλὰ καὶ ἡδύσματα πολλήν σοι τὴν εὐοσμίαν προσφέροντα
'Myrrh-oil, and purple, and embroidered work, and fine linen from Tharshish, and Raamoth, and Choth they gave for your market.' You had, besides the things already mentioned, still other goods from Carthage, which not only adorned you with clothing and clothed you in embroidered garments, but also brought you the great fragrance of perfumes.
「沒藥油、紫色布、繡花物和細麻布,從他施、拉抹和何特而來,他們供給你的市場。」除了已經提到的之外,你還從迦太基得著別的美物,這些不僅以衣裳裝飾你、以繡花的服裝披覆你,也把香料的濃郁芬芳帶給你。
1:2692
Στακτὴν μὲν γὰρ, ὀνομάζει τὸ καλούμενον βάλσαμον·
For by 'myrrh-oil' he names what is called balsam;
因為他以「沒藥油」稱那所謂的香脂;
1:2693
Ῥααμὼθ δὲ τὰ ἄλλα ἀρώματα
and by 'Raamoth' the other aromatics.
以「拉抹」稱其他的香料。
1:2694
Ἰούδας καὶ Ἰσραὴλ οὗτοι ἔμποροί σου ἐν σίτου πράσει, καὶ μύρων, καὶ κασίας·
'Judah and Israel, these were your merchants in the sale of wheat, and of ointments, and of cassia;
「猶大和以色列,這些是你的商人,經營麥子、膏油和桂皮的買賣;
1:2695
καὶ πρῶτον μέλι, καὶ ἔλαιον, καὶ ῥητίνην ἔδωκαν εἰς τὸν σύμμικτόν σου
and first honey, and oil, and resin they gave into your mingled company.'
他們把上好的蜂蜜、油和乳香供入你的混雜之眾。」
1:2696
Τοσαύτη γὰρ, φησὶν, ἡ ἐκ τῆς Ἰουδαϊκῆς ἐμπορίας προσφερομένη σοι ἀφθονία, ὅτι οἱ σὺν σοὶ, καὶ οἱ ἐν σοὶ ξένοι καὶ μέτοικοι τῶν εἰσφερομένων ἀπήλαυον ἀγαθῶν, τοῖς μὲν εἰς ἐδω δὴν χρώμενοι, τοῖς δὲ εἰς τὴν ἀπὸ τῆς εὐοσμίας τρυ φήν
So great, he says, was the abundance brought to you from the Judaean commerce, that those with you, and the strangers and resident aliens within you, enjoyed the imported goods, using some for food, and others for the delight that comes from fragrance.
他說:從猶太貿易帶給你的豐盈是如此之多,以致與你同在的人,以及在你中間的外人與僑居者,都享用這些輸入的美物,有的用作食物,有的用作芬芳所帶來的享受。
1:2697
ἐνεπορεύου τοίνυν καὶ ταύτην, ἀπεμπωλοῦσα τὰ πε ριττὰ, καὶ τὸ ἐντεῦθεν χρυσίον συλλέγουσα
You therefore trafficked in this also, selling off the surplus, and gathering the gold that came from it.
因此你也經營這貿易,變賣多餘之物,並積聚由此而來的金子。
1:2698
Οἶνος λιπαρὸς ἐκ Χελβὼν, καὶ ἔριον στιλβὸν ἐκ Μιλήτου
'Rich wine from Chelbon, and glossy wool from Miletus.'
「從黑本來的醇酒,從米利都來的光亮羊毛。」
1:2699
ἡ δὲ Χελβὼν κώμη τις ἦν αὐτῆς πλησιόχωρος
Chelbon was a certain village neighbouring upon it.
黑本是一個鄰近它的村莊。
1:2700
Πανταχόθεν σοι, φησὶ, προσεφέρετο τὰ ἀγαθά·
From every quarter, he says, good things were brought to you;
他說:美物從各方帶給你;
1:2701
οἶνος ἡδὺς καὶ ἀνθοσμίας ἐκ τοῦδε τοῦ ἔθνους, τὸ δὲ κάλλιστον ἔριον ἀπὸ τῆς Μιλήτου·
sweet and fragrant wine from this nation, and the finest wool from Miletus;
從這民族來甘甜芬芳的酒,從米利都來最上等的羊毛;
1:2702
πόλις δὲ καὶ αὕτη πάλαι μὲν τῆς Ἰωνίας, νῦν δὲ τῆς Καρίας·
this too is a city, formerly of Ionia, but now of Caria;
這也是一座城,從前屬於愛奧尼亞,如今屬於卡里亞;
1:2703
τὸ δὲ Χελβὼν Χαλβάνην ὁ Σύμμαχος ἡρμή νευσε
and 'Chelbon' Symmachus interpreted as Chalbane.
西馬庫斯把「黑本」解作查爾巴內。
1:2704
Ἐξ Ἀσὴλ σίδηρος εἰργασμένος, καὶ τροχοὶ ἐν τῷ συμμίκτῳ σού εἰσι
'From Asel wrought iron, and wheels are in your mingled company.'
「從亞薛來鍛造的鐵和車輪,都在你的混雜之眾中。」
1:2705
Ἡ Ἀραβία, καὶ πάντες οἱ ἄρχοντες Κηδὰρ, οὗτοι ἔμποροι διὰ χειρῶν σου·
'Arabia, and all the rulers of Kedar, these were merchants through your hands;
「亞拉伯和基達的一切首領,這些都是藉你手經商的商人;
1:2706
καὶ κριοὺς, καὶ ἀμνοὺς, ἐν οἷς ἐμπορεύ ονταί σοι
and rams, and lambs, in which they traded with you.'
還有公綿羊和羊羔,他們以這些與你交易。」
1:2707
Οἱ μὲν, φησὶν, ἐκόμιζόν σοι σίδηρον εἰργασμένον, οἱ δὲ ἡμιόνους καὶ ἵππους εἰς ἅρματα, οἱ δὲ καμήλους, καὶ κριοὺς, καὶ ἀμνοὺς, ἵνα τὰ μὲν ἀχθοφορῇ, τὰ δὲ τρέφῃ καὶ ἀμφιεννύῃ
Some, he says, brought you wrought iron, others mules and horses for chariots, others camels, and rams, and lambs, so that some might bear burdens, and others provide food and clothing.
他說:有的把鍛造的鐵帶給你,有的帶來套車的騾子和馬匹,有的帶來駱駝、公綿羊和羊羔,好叫有的用來負重,有的用來供食物和衣著。
1:2708
Κηδὰρ δὲ τοῦ Ἰσμαὴλ τοὺς ἀπογόνους καλεῖ·
By 'Kedar' he calls the descendants of Ishmael;
他以「基達」稱以實瑪利的後裔;
1:2709
Ἀσὴλ δέ τινες τὴν Ἀσίαν ὑπέλαβον, ἀρίστους ἔχουσαν σιδήρου τεχνίτας, καὶ τὰ ἐκ σιδήρου σκεύη εὖ μάλα κατα σκευάζουσαν
and 'Asel' some have supposed to be Asia, which has the best craftsmen of iron, and produces ironware exceedingly well.
至於「亞薛」,有些人認為是亞細亞,那裡有最優良的鐵匠,並且極善於製造鐵器。
1:2710
Οἱ ἔμποροι Σαβᾶ καὶ Ῥεγμᾶ, καὶ αὐτοὶ ἔμποροί σου, μετὰ πρώτων ἡδυσμάτων, καὶ λί θων τιμίων, οἱ καὶ χρυσὸν ἔδωκαν τὴν ἀγοράν σου
'The merchants of Saba and Regma, these too were your merchants, with the finest of aromatics, and precious stones, who also gave gold for your market.'
「示巴和拉瑪的商人,這些也是你的商人,帶著上好的香料和寶石,他們也把金子供給你的市場。」
1:2711
Σαβᾶ καὶ Ῥεγμᾶ ἐκ τοῦ Χοὺζ τὸ γένος κατ άγουσι·
Saba and Regma derive their descent from Chous;
示巴和拉瑪源出於古實;
1:2712
πρωτότοκος δὲ τοῦ Χὰμ ὁ Χούζ
and Chous was the firstborn of Cham.
而古實是含的長子。
1:2713
Αἰθιοπικὰ τοίνυν ταῦτα καὶ Ἰνδικὰ ἔθνη·
These, then, are Ethiopian and Indian nations;
所以這些是衣索比亞和印度的民族;
1:2714
δηλοῖ δὲ καὶ τὰ ἐκεῖ θεν κομιζόμενα, λίθοι τίμιοι, καὶ χρυσίον, καὶ ἡδύ σματα
and he makes clear also the things brought from there: precious stones, and gold, and aromatics.
他也表明了從那裡運來的東西:寶石、金子和香料。
1:2715
Χαῤῥὰν αἱ Κάῤῥαι, Χαλὰν δὲ ἡ Χα λάνη, οὗ ὁ πύργος ᾠκοδομήθη
'Charrhan' is Carrhae, and 'Chalan' is Chalane, where the tower was built.
「哈蘭」就是加萊,「甲尼」就是迦拉尼,那建造巴別塔之處。
1:2716
Σαβᾶ, καὶ Ἀσσοὺρ, καὶ Χαρμὰν ἔμποροί σου·
'Saba, and Assur, and Charman were your merchants;'
「示巴、亞述和哈曼是你的商人;」
1:2717
(κδʹ.) Φέροντες ἐμπορίαν ἐν Μαχαλὶμ, καὶ ἐν Γαλιμά·
(Verse 24.) 'bringing merchandise in Machalim, and in Galima;'
(第二十四節。)「把貨物運到瑪哈林和迦利瑪;」
1:2718
ὑάκινθον, καὶ ποικιλίαν, καὶ θησαυ ροὺς ἐκλεκτοὺς ἐν μαγώζοις συγκειμένους, καταδεδεμένους ἐν σχοινίοις καὶ ἐν κυπα ρισσίνοις πλοίοις, ἐν αὐτοῖς ἡ ἐμπορία σου
'hyacinth-blue, and embroidered work, and choice treasures bound up in chests, tied with cords and in cypress-wood ships—in these was your commerce.'
「紫藍色布、繡花物和上好的珍寶,裝在箱匣中,用繩索捆綁,並存於柏木船上——你的貿易就在其中。」
1:2719
Σαβᾶ ἔθνος Ἰνδικὸν ὀνομάζει·
'Saba' he names as an Indian nation;
他把「示巴」稱為印度的民族;
1:2720
εὑρίσκομεν γὰρ καὶ ἐν τῇ τοῦ Σὴμ γενεαλογίᾳ τοῦτο τὸ ὄνομα·
for we find this name also in the genealogy of Shem;
因為我們在閃的家譜中也找到這名字;
1:2721
Χαρμὰν δὲ τὴν λεγομένην Καρ μαήνην
and 'Charman' he names as what is called Carmania.
他把「哈曼」稱為那所謂的加曼尼亞。
1:2722
Τὸ δὲ, Ἐν Μαχαλὶμ καὶ ἐν Γαλιμὰ, ὑάκιν θον, καὶ ποικιλίαν, καὶ θησαυροὺς ἐκλεκτοὺς ἐν μα γώζοις συγκειμένους, ὁ Ἀκύλας οὕτως ἡρμήνευσε·
As for the phrase 'In Machalim and in Galima, hyacinth-blue, and embroidered work, and choice treasures bound up in chests,' Aquila interpreted it thus:
至於「在瑪哈林和迦利瑪,紫藍色布、繡花物和裝在箱匣中的上好珍寶」這句話,亞居拉如此解釋:
1:2723
Ἐγκατασκεύοις εἰλήμμασιν ὑακίνθου καὶ ποικι λίας, καὶ ἐν μαγώζοις συγκειμένοις. Τὸ δὲ ἐν μα γώζοις ἀπὸ τοῦ Ἑβραίου ἐξελληνίζει·
'With made-up wrappings of hyacinth-blue and of embroidery, and bound up in chests.' And 'in chests' he renders into Greek from the Hebrew;
「用紫藍色和繡花所製成的包裹,並裝在箱匣中。」他把「在箱匣中」從希伯來文譯成希臘文;
1:2724
σημαίνει δὲ ἐν ἀποκρύφοις σκεύεσιν·
and it signifies 'in hidden vessels;'
它的意思是「在隱密的器皿中」;
1:2725
οὕτω γὰρ καὶ ὁ Σύρος νοήσας ἡρμήνευσεν·
for thus also the Syrian, understanding it, interpreted it;
因為敘利亞譯本也如此領會並翻譯了它;
1:2726
ἐσθὴς δὲ, φησὶ, πολυτελὴς, καὶ ποι κίλη διὰ πολυτίμων εἰλημμάτων κεκαλυμμένη, καὶ ἐν σκεύεσιν ἄριστα ἠσκημένοις ἀποκειμένη, καὶ ἐν σχοινίοις καταδεδεμένη ἐκομίζετό σοι
and costly clothing, he says, and of varied kinds, covered with precious wrappings, and stored away in vessels most excellently wrought, and bound up with cords, was brought to you.
他說:貴重而花樣繁多的衣裳,以貴價的包裹覆蓋著,收藏在精工製作的器皿中,並用繩索捆綁,被帶到你這裡。
1:2727
Πλοῖα Καρχηδονίων ἐν τῇ ἐμπορίᾳ σου ἐν τῷ πλήθει τῶν συμμίκτων σου
'The ships of the Carthaginians were in your commerce, in the multitude of your mingled company.'
「迦太基人的船隻在你的貿易中,在你混雜之眾的眾多裡。」
1:2728
Ἐκέχρησο δὲ καὶ τοῖς Καρχηδονίων πλοίοις εἰς ἐμπορίαν, πλῆθος ἄπειρον ἔχουσα οὐ μόνον οἰκεῖον, ἀλλὰ καὶ ἐπείσα κτον
You made use also of the ships of the Carthaginians for commerce, having a boundless multitude not only of your own, but also of imported goods.
你也使用迦太基人的船隻來經商,你不僅擁有無數自產之物,也有無數輸入之物。
1:2729
Καὶ ἐνεπλήσθης, καὶ ἐβαρύνθης σφόδρα ἐν καρ δίαις θαλασσῶν
'And you were filled, and became very heavily laden in the hearts of the seas.'
「你既充滿,又在眾海的中心極其沉重。」
1:2730
( κ ʹ.) Ἐν ὕδατι πολλῷ ἦγόν σε οἱ κωπηλάται σου
(Verse 26.) 'In much water your oarsmen brought you.'
(第二十六節。)「你的划槳手把你帶到大水之中。」
1:2731
Ὁ κόρος, φησὶν, ἐποίησέν σε σκιρτῆσαι, καὶ ἀπολαύουσα τῶν ἀγαθῶν τὸν εὐεργέτην ἠγνόησας
Satiety, he says, made you leap for joy, and while enjoying the good things you forgot your Benefactor.
他說,飽足使你歡躍雀跳,你享受著各樣美好之物,卻不認識那賜恩的主。
1:2732
Ταύτην καὶ κατὰ τοῦ Ἰσραὴλ τὴν κατηγορίαν ἐποιήσατο
This same accusation he brought also against Israel.
他也曾以同樣的控訴指責以色列。
1:2733
Ἔφαγε γὰρ, φησὶν, Ἰακὼβ, καὶ ἐνεπλήσθη, καὶ ἀπελάκτισεν ὁ ἠγαπη. μένος. Ἐπειδὴ οὐδεμίαν ὠφέλειαν ἐκ τῆς εὐ ημερίας ἐκαρπώσω, τοῖς ἐναντίοις σε σωφρονεῖν δι δάξω
For 'Jacob ate,' he says, 'and was filled, and the beloved kicked out.' Since you have reaped no benefit from prosperity, I will teach you self-control through adversity.
因為他說:「雅各吃了,就得飽足,那蒙愛的竟踢跳背叛。」既然你從順境中未得任何益處,我就要藉逆境教你學會自制。
1:2734
Τὸ πνεῦμα γὰρ, φησὶ, τοῦ νότου συνέτριψέ σε ἐν καρδίᾳ θαλάσσης. Τροπικῶς τὸν Βαβυλώνιον οὕτω προσηγόρευσεν·
'For the wind of the south,' he says, 'has crushed you in the heart of the sea.' Figuratively he thus named the Babylonian;
他說:「因為南風已在海心把你摧毀。」他以此比喻性地稱呼那巴比倫人;
1:2735
ἐπειδὴ ὁ νότος μέγιστα ἐγείρειν πέφυκε κύματα, καὶ χαλεπὸν κατὰ τῶν πλεόντων ἐγείρειν τὸν κλύδωνα, τροπικῶς, ὡς ἐπὶ παραλίας πόλεως, νότον καλεῖ τῶν πολεμίων τὴν ἔφοδον
since the south wind is wont to stir up the greatest waves and to raise a grievous surge against those who sail, figuratively—as though speaking of a coastal city—he calls the assault of the enemies a south wind.
因為南風本性最能激起巨浪,並掀起兇惡的波濤來對付航行者,他便以比喻的方式—彷彿論及一座沿海城市—把敵人的來襲稱為南風。
1:2736
Εἶτα λέγει, ἵνα μὴ τοῖς αὐτοῖς ἐνδιατρίβω μεν, ὅτι·
Then, that we may not dwell on the same points, he says that:
接著,為免我們在同一要點上停留過久,他說:
1:2737
Καὶ σὲ, καὶ τοὺς μετοίκους σου, καὶ τοὺς κωπηλάτας, καὶ τοὺς κυβερνήτας, καὶ τοὺς συμβού λους, καὶ τοὺς ἐμπόρους, καὶ τοὺς τὸν πολεμικὸν πληροῦντας κατάλογον, πανωλεθρία καταλήψεται·
And you, and your settlers, and the rowers, and the pilots, and the counselors, and the merchants, and those who fill the ranks of war—utter destruction shall overtake them;
你和你的僑居者、划槳的、掌舵的、謀士、商賈,以及那些充任戰鬥行列的人—全然的毀滅必臨到他們身上;
1:2738
τοῦτο γὰρ ἐσήμανεν εἰρηκώς·
for this he signified when he said:
因為他這樣說時,正是指明此事:
1:2739
Πεσοῦνται ἐν μέσῳ καρδίας θαλασσῶν. Προστίθησι δὲ, ὅτι τῆς πολιορ κίας καὶ τῆς ἁλώσεως γενομένης, οἱ πόῤῥωθεν δι άγοντες κυβερνῆταί σου δέει περιπεσοῦνται πολλῷ, καὶ εἰς φυγὴν τραπήσονται·
They shall fall in the midst of the heart of the seas. And he adds that, when the siege and the capture have taken place, your pilots who dwell far off shall be seized with great fear and shall turn to flight;
他們必倒斃在諸海的中心。他又補充說,當圍攻與陷落發生時,你那住在遠處的掌舵者必被大懼所襲,轉身逃跑;
1:2740
ταὐτὰ δὲ δράσουσι καὶ οἱ ναῦται σὺν τοῖς πρωρεῦσι, καὶ καταλιπόντες τὰ σκάφη, θρηνοῦντες καὶ ὀλοφυρόμενοι τὴν γῆν κατα λήψονται·
the sailors too shall do the same together with the prow-men, and abandoning their vessels, wailing and lamenting, they shall take to the land;
水手們也必與船首的人一同如此行,撇下他們的船隻,哀號悲泣,逃向陸地;
1:2741
καὶ γῇ μὲν τὴν κεφαλὴν καταπάσονται, ἐπ' αὐτοῦ δὲ τοῦ ἐδάφους κατακλιθήσονται, τὴν ἐκεῖ θεν ἐκματτόμενοι κόνιν·
and they shall strew earth upon their heads, and lie down upon the very ground, wiping off the dust from thence;
他們必把塵土撒在自己頭上,並俯臥在地上,抹去那裡的塵埃;
1:2742
γυμνώσουσι δὲ τὰς κεφα λὰς τῆς ἀπὸ τῶν τριχῶν εὐπρεπείας, καὶ σάκκους περιζωσάμενοι, θρηνοῦντες καὶ ὀδυρόμενοι διατελέ σουσιν
they shall strip their heads of the comeliness of their hair, and girding themselves with sackcloth, they shall continue wailing and mourning.
他們必剃去頭髮的美飾,腰束麻布,不住地哀號悲慟。
1:2743
Εἶτα λέγει καὶ τὸν ὑπ' αὐτῶν γινόμενον θρῆ νον
Then he sets forth also the lamentation made by them.
接著他也述說他們所發出的哀歌。
1:2744
θαλάσσης; Ἐν ἡσυχίᾳ, φησὶ, καὶ εἰρήνῃ πάντα τοῦτον διετέλεσας τὸν χρόνον·
…of the sea? In quietness, he says, and peace you passed all this time,
……海的嗎?他說,你在安寧與平靜中度過了這一切歲月,
1:2745
οὐδενός σοι θόρυβον ἐπεγεῖραι τολμήσαντος
no one having dared to stir up tumult against you.
無人膽敢向你掀起騷亂。
1:2746
Πόσον τινὰ εὗρες μισθόν σου ἀπὸ τῆς θαλάσσης; Ἱκανὸν τοῦτο διδάξαι πάντας ἀνθρώ πους, μὴ μεγαλοφρονεῖν ἐπὶ τῇ δοκούσῃ εὐημερίᾳ, διὰ τὴν ἀκολουθοῦσαν μεταβολήν·
How great a wage did you find for yourself from the sea? This suffices to teach all men not to be high-minded over seeming prosperity, because of the change that follows;
你從海上為自己尋得了多大的酬報呢?這足以教導世人,不可因看似的順境而心高氣傲,因為隨後必有變遷;
1:2747
τοῦτο γὰρ καὶ τῇ Τύρῳ φησί·
for this he says also to Tyre:
因為他也對推羅如此說:
1:2748
Τί κεκέρδηκας ἐν τοσούτῳ χρόνῳ ἀπὸ τῆς πολλῆς ἐμπορίας σου; καὶ μήν φησι·
What have you gained in so long a time from your abundant trade? And indeed he says:
在這麼長的時間裡,你從你眾多的貿易中得了甚麼呢?他確實說:
1:2749
Καὶ ἀπὸ τοῦ συμμίκτου σου καὶ τῆς ἐπιμιξίας ἐπλούτισας πάντας βασιλεῖς τῆς γῆς
And from your mingled multitude and your commerce you enriched all the kings of the earth.
你藉著你混雜的群眾與往來的貿易,使地上眾王都富足了。
1:2750
(λδ– λ ʹ.) Νῦν δὲ συνετρίβης ἐν θαλάσσῃ ἐν βάθει ὕδατος·
(v. 34.) But now you are crushed in the sea, in the deep of the water;
(三十四節)但如今你在海中,在深水裡被摧毀了;
1:2751
ὁ σύμμικτός σου καὶ πᾶσα ἡ συναγωγή σου ἐν μέσῳ σου ἔπεσον, καὶ πάντες οἱ κωπηλάται σου
your mingled multitude and all your assembly fell in the midst of you, and all your rowers.
你那混雜的群眾和你全部的會眾都倒斃在你中間,並你一切划槳的人。
1:2752
Κατοικοῦντες τὰς νήσους στυγνάσουσιν ἐπὶ σὲ, καὶ βασιλεῖς αὐτῶν ἐκστάσει ἐκστή σονται, καὶ δακρύσει τὸ πρόσωπον αὐτῶν
Those who dwell in the islands shall be gloomy over you, and their kings shall be utterly astonished, and their face shall weep.
住在海島上的必為你憂愁,他們的君王必大大驚駭,他們的臉必流淚。
1:2753
Ἔμποροι ἀπὸ ἐθνῶν συριοῦσιν ἐπὶ σοὶ, ἀπώλεια ἐγένου, καὶ οὐκέτι ἔσῃ εἰς τὸν αἰῶνα
Merchants from the nations shall hiss over you; you have become a destruction, and you shall be no more forever.
列邦的商賈必向你發嗤笑之聲;你已成為荒亡,你必永不再存留。
1:2754
Σκόπησον, φησὶν, ὡς οὐδὲν ὤνησέ σε ὁ περὶ τὴν ἐμπορίαν πόνος, ἡ τῶν ἐθνῶν ἁπάντων ἄφιξις
Consider, he says, how the toil about trade profited you nothing, nor the coming of all the nations.
他說,你要細想,那為貿易所付的勞苦,以及萬國的前來,都全然於你無益。
1:2755
Οὗ χάριν πάντες νησιῶνται καὶ παράλιοι σὺν τοῖς οἰκείοις σε. θρηνοῦσι βασιλεῦσιν, ὁρῶντες τὴν πάλαι περιφα νεστάτην πόλιν ἀθρόον ἀφανῆ καὶ φροῦδον γεγενη μένην·
For this reason all the islanders and coast-dwellers, together with their own kings, lament you, seeing the city once most illustrious suddenly become vanished and gone;
為此,一切海島與沿海的居民,連同他們自己的君王,都為你哀哭,眼見那昔日極其顯赫的城,忽然成為烏有、消逝無蹤;
1:2756
θαυμάζοντες δὲ τὴν εἰς ἐρημίαν ἐσχάτην μεταβολήν σου, τῷ συριγμῷ τὴν τῆς διανοίας ἔκπλη ξιν σημανοῦσι
and marveling at your change into utter desolation, by their hissing they shall signify the astonishment of their mind.
他們驚異於你竟變為極度的荒涼,便以嗤笑之聲表明他們心中的驚駭。
1:2757
Τὸ δὲ, οὐκέτι ἔση εἰς τὸν αἰῶνα, κατὰ τὴν ἤδη γενομένην ὑφ' ἡμῶν ἑρμηνείαν νοήσο μεν
But the phrase 'you shall be no more forever' we shall understand according to the interpretation already given by us.
至於「你必永不再存留」這句話,我們要照我們先前所作的解釋來理解。
1:2758
Εἰ δὲ καὶ ἑτέραν δεῖ προσθεῖναι τοῖς εἰρημέ νοις, οὐκ ἀποκνήσομεν
But if it is needful to add yet another to what has been said, we shall not shrink from it.
但若還須在既已所言之上再添一解,我們也不會躊躇迴避。
1:2759
Ἠκούσαμεν τοῦ Θεοῦ τῶν ὅλων διὰ Ἱερεμίου τοῦ προφήτου λέγοντος·
We have heard the God of all speaking through the prophet Jeremiah:
我們已聽見萬有的神藉先知耶利米說:
1:2760
Πέρας λαλήσω ἐπὶ ἔθνος καὶ ἐπὶ βασιλείαν, τοῦ ἐξᾶραι αὐ τοὺς, καὶ καθελεῖν, καὶ ἀπολλύειν·
At one moment I will speak concerning a nation and concerning a kingdom, to root them out and to pull down and to destroy;
我何時論到一邦或一國,說要拔出、拆毀、毀滅;
1:2761
κἂν ἐπιστραφῇ τὸ ἔθνος ἐκεῖνο ἀπὸ τῶν κακῶν αὑτῶν, μετανοήσω περὶ τῶν κακῶν, ὧν ἐλογισάμην τοῦ ποιῆσαι αὐτοῖς·
yet if that nation turn from their evils, I will repent concerning the evils which I devised to do to them;
但那一邦若回轉離開他們的惡行,我就必後悔,不將我所思念要降與他們的災禍降與他們;
1:2762
καὶ πέρας λαλήσω ἐπὶ ἔθνος καὶ ἐπὶ βασιλείαν, τοῦ ἀνοικοδομεῖσθαι καὶ τοῦ καταφυτεύεσθαι·
and at one moment I will speak concerning a nation and concerning a kingdom, to build up and to plant.
我何時論到一邦或一國,說要建立、栽植;
1:2763
Ἀποφαίνεται γὰρ κατὰ τῶν μετανοίᾳ μὴ χρωμένων·
For he declares sentence against those who make no use of repentance;
因為他是向那些不肯運用悔改的人宣判定罪;
1:2764
ἐπὶ δὲ τῶν τὰ τῆς μετανοίας φάρ μακα δεξαμένων ἡ τῆς τιμωρίας ψῆφος ἀργεῖ
but upon those who have received the medicines of repentance the vote of punishment lies idle.
然而在那些領受了悔改之良藥的人身上,刑罰的判決便歸於無效。
1:2765
Τοῦτο καὶ ἐπὶ τῶν Νινευϊτῶν ἐγένετο·
This happened also in the case of the Ninevites;
這事也曾發生在尼尼微人身上;
1:2766
κατεψηφίσατο γὰρ αὐτῶν πανωλεθρίαν, εἰρηκώς·
for he decreed utter destruction against them, saying:
因為他曾判定他們全然毀滅,說:
1:2767
Ἔτι τρεῖς ἡμέραι, καὶ Νινευῒ καταστραφήσεται. Ἀλλὰ μετανοήσαν τας ἐδέξατο, καὶ τὴν ἀπόφασιν ἔλυσεν
Yet three days, and Nineveh shall be overthrown. But when they repented he received them, and dissolved the sentence.
再過三日,尼尼微必傾覆了。但他們悔改,他就悅納了他們,並廢除了那判決。
1:2768
Καὶ ἐνταῦθα τοίνυν τῆς διηνεκοῦς τιμωρίας ἔλυσε τὴν ψῆφον ἡ τῶν ἀπογόνων μεταβολή
And here too, therefore, the change of the descendants dissolved the vote of perpetual punishment.
所以在此處,後裔的悔改轉變,也照樣廢除了永久刑罰的判決。
1:2769
Καὶ ἐγένετο λόγος Κυρίου πρὸς μὲ, λέ γων·
And the word of the Lord came to me, saying:
耶和華的話臨到我,說:
1:2770
Καὶ σὺ, υἱὲ ἀνθρώπου, εἰπὲ τῷ ἄρχοντι Τύρου·
And you, son of man, say to the ruler of Tyre:
人子啊,你要對推羅的君王說:
1:2771
Τάδε λέγει Ἀδωναῒ Κύριος·
Thus says Adonai the Lord:
主阿多乃耶和華如此說:
1:2772
Ἀνθ' ὧνὑψώθη ἡ καρδία σου, καὶ εἶπας·
Because your heart was lifted up, and you said:
因你心裡高傲,說:
1:2773
Θεός εἰμι ἐγὼ, κατοικίαν Θεοῦ κατῴκησα ἐν καρδίᾳ θαλάσ σης·
I am God, I have dwelt in the dwelling of God in the heart of the sea;
我是神,我坐在海心,居於神的居所中;
1:2774
σὺ δὲ εἰ ἄνθρωπος καὶ οὐ Θεὸς, καὶ ἔδωκας τὴν καρδίαν σου ὡς καρδίαν Θεοῦ
but you are a man and not God, and you have set your heart as the heart of God.
然而你是人,並不是神,你竟自居其心如同神的心。
1:2775
Βδελυρὰ μὲν ἅπαντα τὰ τῆς ἁμαρτίας εἴδη, βδελυρωτάτη δὲ πάν των ἡ ὑπερηφανία·
Abominable indeed are all the kinds of sin, but most abominable of all is pride;
罪的一切種類固然都可憎,但其中最可憎的乃是驕傲;
1:2776
Πᾶν γὰρ ὑψηλὸν, φησὶ, βδέ λυγμα ἔναντι Κυρίου· καί·
for 'everything lofty,' he says, 'is an abomination before the Lord;' and:
因為他說:「凡心裡高傲的,都為耶和華所憎惡。」又說:
1:2777
Ὑπερηφάνοις Κύ ριος ἀντιτάσσεται· καὶ ὁ θεῖος Ἀπόστολος·
The Lord sets himself against the proud; and the divine Apostle:
神阻擋驕傲的人;那位聖使徒也說:
1:2778
Μὴ νεόφυτον, φησὶν, ἵνα μὴ τυφωθεὶς εἰς κρῖμα ἐμπέσῃ τοῦ διαβόλου. Ταύτην ἔσχε τὴν νόσον καὶ ὁ τῆς Τύρου ἄρχων, ὅ τε ὁρώμενος, ὅ τε ἀόρατος
'Not a novice,' he says, 'lest being puffed up he fall into the judgment of the devil.' This disease the ruler of Tyre also had—both the one seen and the one unseen.
他說:「初入教的不可作監督,恐怕他自高自大,就落在魔鬼所受的刑罰裡。」推羅的君王也患了這病—無論是那可見的,還是那不可見的。
1:2779
Καὶ γὰρ ἡμεῖς οἱ εὐσεβεῖς βασιλευόμεθα μὲν κυρίως καὶ ἀληθῶς ὑπὸ τοῦ τῶν ὅλων Θεοῦ·
For we the godly are ruled, properly and truly, by the God of all;
因為我們敬虔的人,實實在在地、真正地受萬有之神的治理;
1:2780
βασιλευόμεθα δὲ καὶ ὑπὸ ἀνθρώπων εὐσεβείᾳ κεκοσμημένων
but we are ruled also by men adorned with godliness.
同時我們也受那些以敬虔為裝飾的人治理。
1:2781
Καὶ ἡ Τύρος τοίνυν, νῦν μὲν παραπλησίως ἡμῖν, καὶ τὸν Θεὸν ἔχει βασιλέα, καὶ τοὺς ὑπ' αὐτοῦ βασιλεύειν ταχθέντας ἀνθρώπους
So Tyre too, now similarly to us, has both God as king and the men appointed by him to rule.
推羅如今也與我們相似,既以神為王,又有神所派來治理的人。
1:2782
Πάλαι δὲ, ἄγνοιαν νοσοῦσα Θεοῦ, καὶ τῇ ἀσεβείᾳ δουλεύουσα, ἄρχοντα εἶχε καὶ βασιλέα τὸν τῆς κακίας καὶ ἀσεβείας εὑρετὴν ὁμοῦ καὶ διδάσκαλον διάβολον·
But of old, sick with ignorance of God and enslaved to impiety, it had as ruler and king the devil, the inventor and at once teacher of wickedness and impiety;
但在古時,它患了不認識神的病,被不虔所奴役,就以魔鬼為君王,那惡與不虔的發明者兼教師;
1:2783
εἶχε δὲ καὶ ὁρώμενον ἄρ χοντα, τὸν ὑπὸ τούτου κακῶς ἐνεργούμενον, καὶ τῇ. δυσσεβείᾳ δεδουλωμένον
and it had also a visible ruler, one wickedly energized by this one and enslaved to impiety.
它也有一個可見的君王,就是那被魔鬼惡毒地驅使、並被不虔所奴役的人。
1:2784
Πρὸς ἀμφοτέρους τοίνυν ὁ λόγος, ἀλλ' οὔτε τούτῳ, οὔτ' ἐκείνῳ πάντα ἁρμότ τει·
The discourse, therefore, is addressed to both; yet not everything fits either this one or that one;
所以這番話是向二者說的;然而並非每一句都適用於這一位或那一位;
1:2785
ἔνια δὲ ἑκατέροις, τινὰ δὲ θατέρῳ·
some things fit both, some fit one of the two;
有些話適用於二者,有些話只適用於其中之一;
1:2786
τὰ δὲ νῦν ἀναγνωσθέντα ἑκατέρῳ
but the things now read fit both.
而現今所讀的這些話,則適用於二者。
1:2787
ἑαυ τὸν προσηγόρευσε, καὶ τοῦτο προσφέρειν αὐτῷ τὸ σέβας τοὺς ἀνθρώπους ἀνέπεισε·
…he called himself [God], and persuaded men to offer him this worship;
……他自稱為神,並勸誘世人向他獻上此等敬拜;
1:2788
καὶ ὁ ὁρώμενος τῶν Τυρίων ἄρχων, τοῦτον νοσήσας τὸν τῦφον, καὶ εἰς τὴν πολλὴν ἀφορῶν εὐημερίαν, ὑπέλαβεν εἶναι Θεός
and the visible ruler of the Tyrians, having contracted this same conceit, and looking to his great prosperity, supposed himself to be God.
而推羅那可見的君王,也染上了同樣的狂妄,眼望自己的大順境,便自以為是神。
1:2789
Σὺ δὲ εἶ ἄνθρω πος, καὶ οὐ Θεός. Καὶ κατὰ σύγκρισιν·
But you are a man, and not God. And by comparison:
然而你是人,並不是神。他又以比較的方式說:
1:2790
Τοσ οῦτον, φησὶν, ἀποδέω τοῦ θείᾳ φύσει παρεξετάσαι τὰ σὰ, ὅτι καὶ συνετῶν ἀνθρώπων ἀποδέοντα δείξω
So far, he says, am I from matching your affairs against the divine nature, that I will show them falling short even of prudent men.
他說,我豈但不把你的事與神的性情相比,我更要顯明你連比明智之人也遠遠不及。
1:2791
σὺ δὲ καὶ τῆς θείας ἐστέρησαι χάριτος, καὶ παρὰ σοφῶν ἀν θρώπων οὐ προσέλαβες ἐπιστήμην
But you have both been deprived of the divine grace and have not received understanding from wise men.
你既失去了神的恩典,又未從智慧人領受任何知識。
1:2792
Εἶτα ἀπὸ τῶν πραγμάτων ὁ ἔλεγχος·
Then comes the refutation from the facts:
接著是由事實而來的駁斥:
1:2793
Βουλη θεὶς γὰρ ἐγὼ, παραυτίκα σε τούτων ἁπάντων γυ μνώσω, καὶ διδάσκαλόν σοι τῶν πραγμάτων ἐπι στήσω τὴν πεῖραν
For when I will it, I will straightway strip you of all these things, and set experience over you as a teacher of realities.
因為當我願意時,我要立即剝奪你這一切,並使親身的經歷作你認識實情的教師。
1:2794
Εἰ γὰρ ἐκ τῆς σῆς σοφίας ταύτην ἔσχες τὴν κτῆσιν, τῇ αὐτῇ σοφίᾳ χρησάμενος μὴ ἐγυμνώθης ὧν ἐκτήσω·
For if you had gained this possession from your own wisdom, then using that same wisdom you would not have been stripped of what you acquired;
因為你若是憑自己的智慧得了這產業,那麼你運用那同一智慧,就不至於被奪去你所得的了;
1:2795
γυμνούμενος δὲ, καὶ ἔρη μος τούτων ἁπάντων γιγνόμενος, τοὺς μὲν ἀνοήτους ἀπόῤῥιψον λογισμοὺς, καὶ γνῶθι ὡς ἐγώ σοι καὶ δέδωκα ταῦτα, καὶ πάλιν ἔλαβον
but being stripped and left bereft of all these things, cast away your foolish reasonings, and know that it was I who both gave these things and took them back again.
但你既被剝奪,被撇下失去了這一切,就當拋棄那愚妄的思念,並要知道:這一切乃是我所賜的,如今也是我所收回的。
1:2796
Ἐπειδὴ γὰρ λαβὼν οὐκ ἔγνως με, μαθήσῃ με γυμνωθείς
For since in receiving them you did not know me, you shall learn me by being stripped.
因為你在領受之時既不認識我,你就要在被剝奪之時認識我。
1:2797
Ἐπειδὴ ἔδωκας τὴν καρδίαν σου ὡς καρδίαν Θεοῦ·
Because you have set your heart as the heart of God:
因你自居其心如同神的心:
1:2798
Ἀντὶ τούτου ἰδοὺ ἐπάγω ἐπὶ σὲ ἀλλοτρίους λοιμοὺς ἀπὸ ἐθνῶν, καὶ ἐκκενώσουσι τὰς μαχαίρας αὑτῶν ἐπὶ σὲ, καὶ ἐπὶ τὸ κάλλος τῆς ἐπιστήμης σου, καὶ στρώσουσι τὸ κάλλος σου εἰς ἀπώλειαν
In requital for this, behold, I bring upon you strangers, pestilent ones from the nations, and they shall empty their swords against you, and against the beauty of your knowledge, and they shall lay low your beauty unto destruction.
作為報應,看哪,我必使外邦人,就是列邦中殘暴的人臨到你身上,他們必拔出刀劍攻擊你,攻擊你知識的華美,並要把你的華美打倒,使之歸於毀滅。
1:2799
Καὶ καταβιβάσουσί σε, καὶ ἀπο θανῇ θανάτῳ τραυματιῶν ἐν καρδίᾳ θαλάσσης
And they shall bring you down, and you shall die the death of the slain in the heart of the sea.
他們必使你墜落,你必死如那被殺之人的死,死在海心。
1:2800
Θεός εἰμι, ἐνώπιον τῶν ἀναι ρούντων σε; Σὺ δὲ εἶ ἄνθρωπος, καὶ οὐ Θεὸς, ἐν χειρὶ τῶν τιτρωσκόντων σε
'Am I God?' in the presence of those who slay you? But you are a man, and not God, in the hand of those who wound you.
「我是神嗎?」在那殺你之人面前如此嗎?然而你是人,並不是神,你正落在那傷你之人的手中。
1:2801
Θανάτοις ἀπε ριτμήτων ἀποθανῇ ἐν χερσὶ τῶν ἀλλοτρίων, ὅτι ἐγὼ λελάληκα, λέγει Ἀδωναῒ Κύριος
'You shall die the deaths of the uncircumcised at the hands of strangers, for I have spoken, says Adonai the Lord.'
「你必死在外邦人手中,像未受割禮者的死一樣,因為這是我所說的,主耶和華說。」
1:2802
Ὅταν, φησὶ, τῆς βασιλικῆς σε γυμνώσωσιν ἐξουσίας οἱ παρ' ἐμοῦ κατὰ σοῦ πεμπόμενοι δυσμενεῖς, καὶ διὰ. σφαγῆς σε παραπέμψωσι τῷ θανάτῳ, μὴ βρενθυό μενος καὶ ἀλαζονευόμενος πάλιν Θεὸν σεαυτὸν ὀνο μάσεις, ὥσπερ αὐτοὺς δεδιττόμενος τῇ θείᾳ προσ ηγορίᾳ; Ἀλλὰ τοῦτο οὐχ οἷον γίνεσθαι·
When, he says, those enemies whom I send against you strip you of your royal power, and dispatch you to death by slaughter, will you then still, swaggering and boasting, name yourself a god, as though frightening them with the divine title? But this cannot come to pass.
他說,當我差遣來攻擊你的那些仇敵剝去你王者的權柄,藉著殺戮把你送交死亡之時,你還會再傲慢誇口,稱自己為神,彷彿要用這神聖的稱號嚇唬他們嗎?然而這是不可能發生的。
1:2803
ἡ γὰρ τῶν πραγμάτων μεταβολὴ καὶ τοῦ φρονήματος ἐργάσεται τὴν μεταβολὴν, καὶ μαθήσῃ ὅτι ἄνθρωπος εἶ καὶ οὐ Θεὸς, τιτρωσκόμενος, καὶ ἀναιρούμενος, καὶ παρα πλησίως τοῖς ἀπεριτμήτοις σου ὑπηκόοις σφαττόμε νος
For the change of circumstances will also work a change of mind, and you shall learn that you are a man and not a god, as you are wounded and slain, and butchered just like your uncircumcised subjects.
因為境遇的轉變也必帶來心思的轉變,你必得知你不過是人,並非神,因你被刺傷、被殺害,正如你那未受割禮的臣民一樣被宰殺。
1:2804
Ἰσχυρὰ γάρ μου καὶ ἀναντίῤῥητος ἡ ἀπόφασις·
For my sentence is mighty and beyond gainsaying.
因為我的判決是有力的,且是無可辯駁的。
1:2805
Ὅτι ἐγὼ ἐλάλησα, λέγει Ἀδωναῒ Κύριος. Ταῦτα ἁρμόττει καὶ τῷ ἀλάστορι δαίμονι τῷ τὴν πονηρίαν ἐνεργήσαντι ἐν τῷ ὁρωμέ νῳ Τυρίων ἄρχοντι·
'For I have spoken, says Adonai the Lord.' These words fit also the vengeful demon who wrought his wickedness in the visible ruler of the Tyrians.
「因為這是我所說的,主耶和華說。」這些話也適用於那復仇的魔鬼,牠藉著推羅那可見的君王施行其邪惡。
1:2806
διὸ καὶ ἀπειλεῖ αὐτῷ ὄλεθρον ἀπὸ ἀλλοτρίων, καὶ λοιμῶν, καὶ ἐθνῶν
Therefore he also threatens him with destruction from strangers, from plagues, and from the nations.
因此祂也威嚇牠,要以外邦人、瘟疫和列國使牠遭受毀滅。
1:2807
Τοιοῦτοι δὲ πάλαι ἦσαν οἱ διὰ τοῦ εὐαγγελικοῦ κηρύγματος τὴν εἰς θεογνωσίαν μεταβολὴν δεξάμενοι
Such of old were those who through the preaching of the Gospel received the change unto the knowledge of God.
從前那些藉著福音的宣講而領受了轉向認識神之改變的人,就是這樣的人。
1:2808
Αὐτοὶ, φησὶ, παρεζήλωσάν με ἐπ' οὐ Θεῷ, παρώργισάν με ἐν τοῖς εἰδώλοις αὑτῶν·
'They,' he says, 'provoked me to jealousy with what is no god; they angered me with their idols.'
他說:「他們以那不是神的惹我發憤,以他們的偶像使我發怒。」
1:2809
Ἔστι δὲ καὶ εὑρεῖν καὶ τὸ τῶν ἀλλοτρίων ὄνομα κείμενον ἐπὶ τῶν πεπιστευκότων εὐσεβῶν·
It is also possible to find the name 'strangers' applied to the godly who have believed.
也可以發現「外邦人」這名稱被用在那些已經相信的敬虔者身上。
1:2810
ἐπιβουλὰς, καὶ τὰ ὑπ' αὐ τῶν σοι γενόμενα ἐκ βάθρων ἀνασπάσουσι τεμένη, καί σε οἷόν τινι θανάτῳ παραδώσουσι τῇ λήθῃ, λαβόντες ἐξουσίαν πατεῖν ἐπάνω ὄφεων καὶ σκορ πίων, καὶ ἐπὶ πᾶσάν σου δύναμιν. Καὶ δι' αὐτῶν μαθήσῃ τῶν πραγμάτων, ὡς μάτην ἀνέπεισας τοὺς ἀνθρώπους, ὅτι Θεὸς εἶ
The plots, and the shrines that were built by them for you, they will tear up from their very foundations, and they will hand you over, as it were to a kind of death, to oblivion, having received authority to tread upon serpents and scorpions and upon all your power. And through these very events you shall learn that in vain you persuaded men that you are a god.
他們必將那些陰謀,以及他們為你所建的廟宇,從根基上連根拔起,並要把你交付遺忘,如同交付某種死亡一般,因為他們已領受了權柄,可以踐踏蛇和蠍子並你一切的能力。你也必藉著這些事得知,你徒然地說服眾人相信你是神。
1:2811
Ταῦτα δὲ πείσῃ, ἐπειδὴ ἀπερίτμητον ἔσχες τὸ φρόνημα, καὶ τὸ χαλεπὸν τῆς ἀλαζονείας σου μὴ περιέτεμες πάθος
You shall suffer these things because you had an uncircumcised mind, and did not circumcise the grievous passion of your arrogance.
你必遭受這些事,因為你的心思未受割禮,也未曾割除你那狂傲之可憎的情慾。
1:2812
Καὶ ἐγένετο λόγος Κυρίου πρὸς μὲ, λέ γων·
And the word of the Lord came to me, saying:
耶和華的話又臨到我,說:
1:2813
Υἱὲ ἀνθρώπου, λάβε θρῆνον ἐπὶ τὸν ἄρ χοντα Τύρου
'Son of man, take up a lamentation over the prince of Tyre.'
「人子啊,你要為推羅王作哀歌。」
1:2814
Τάδε λέγει Ἀδω ναῒ Κύριος·
Thus says Adonai the Lord:
主耶和華如此說:
1:2815
Σὺ εἶ ἀποσφράγισμα ὁμοιώσεως, πλήρης σοφίας, καὶ στέφανος κάλλους
'You are a seal of likeness, full of wisdom, and a crown of beauty.'
「你是那肖像的印記,充滿智慧,是美麗的冠冕。」
1:2816
Καὶ ἐν τῇ τρυφῇ τοῦ παραδείσου τοῦ Θεοῦ ἐγενήθης πάντα λίθον τίμιον ἐνδέδεσαι, σάρδιον, καὶ τοπάζιον, καὶ σμάραγδον, καὶ ὑάκινθον, καὶ ἄνθρακα, καὶ σάπφειρον, καὶ ἴασπιν, καὶ ἀργύ. ριον, καὶ χρυσίον, καὶ λιγύριον, καὶ ἀχάτην, καὶ ἀμέθυστον, καὶ χρυσόλιθον, βηρύλλιον, καὶ ὀνύ χιον, καὶ χρυσοῦ ἐνέπλησας τοὺς θησαυρούς σου, καὶ τὰς ἀποθήκας σου ἐν σοὶ, ἀφ' ἧς ἡμέρας ἐκτίσθης
'And in the luxuriance of the paradise of God you came to be; you were clothed with every precious stone—sardius and topaz and emerald and jacinth and carbuncle and sapphire and jasper, and silver and gold and ligure and agate and amethyst and chrysolite, beryl and onyx; and you filled your treasuries and your storehouses with gold in you, from the day you were created.'
「你曾在神樂園的豐美之中;你佩戴各樣的寶石,就是紅寶石、黃玉、綠寶石、紫晶石、紅玉、藍寶石、碧玉,以及銀、金、黃玉石、瑪瑙、紫水晶、水蒼玉、綠柱石、紅瑪瑙;你以黃金充滿了你的府庫和你的倉廩,都在你裡面,這是從你受造之日起就有的。」
1:2817
Ταῦτα βιασάμενος ἄν τις λάβοι καὶ εἰς τὸν ὁρώμενον ἄρχοντα Τύρου·
One might, doing violence to the text, apply these things also to the visible ruler of Tyre;
有人或許可以勉強地將這些話也套用在推羅那可見的君王身上;
1:2818
κυρίως δὲ καὶ ἀληθῶς ἁρμόττει τῷ ἐν ἐκείνῳ ἐνεργήσαντι ἀλιτη ρίῳ δαίμονι·
but properly and truly they fit the destroying demon who wrought his wickedness in him.
但正確且真實地說,這些話適用於那藉著他施行邪惡的毀滅性魔鬼。
1:2819
εἰς μὲν οὖν τὸν ἄρχοντα Τύρου, τὸν ὁρώμενον, ταῦτα λαμβάνοντες, οὕτω νοήσομεν·
So then, taking these words as referring to the visible ruler of Tyre, we shall understand them thus:
因此,若將這些話理解為指著推羅那可見的君王,我們就當如此領會:
1:2820
Σὺ εἶ ἀποσφράγισμα ὁμοιώσεως. Κατ' εἰκόνα γὰρ θείαν ἐπλάσθη ὁ ἄνθρωπος, πλήρης σοφίας·
'You are a seal of likeness.' For man was formed according to the divine image, full of wisdom;
「你是那肖像的印記。」因為人是照著神的形像被造的,充滿智慧;
1:2821
καὶ λογικὸς γὰρ, καὶ λόγῳ τετιμημένος, καὶ στέφανος κάλλους·
for he is rational and honored with reason, and 'a crown of beauty';
因為他是有理性的,並被賦予理性為尊榮,也是「美麗的冠冕」;
1:2822
πάντων γὰρ κρείττων τῶν ἀλόγων, καὶ πεζῶν, καὶ πτηνῶν, ἐνύδρων τε καὶ ἀμφιβίων
for he is superior to all the irrational creatures—those that go on land, those that fly, and those that live in water and on both.
因為他超越一切無理性的受造物,就是那些行走陸地的、飛翔天空的,以及水生和水陸兩棲的。
1:2823
Καὶ ἐν τῇ τρυφῇ τοῦ παραδείσου τοῦ Θεοῦ ἐγενή θης. Ἐκ γὰρ τοῦ προπάτορος κατάγεις τὸ γένος, ὃς εὐθὺς διαπλασθεὶς ἐν τῷ παραδείσῳ τῆς τρυφῆς ἐτέθη, ἐργάζεσθαι αὐτὸν καὶ φυλάττειν
'And in the luxuriance of the paradise of God you came to be.' For you derive your race from the forefather, who as soon as he was formed was placed in the paradise of luxuriance, to work it and to keep it.
「你曾在神樂園的豐美之中。」因為你的族類是源自那始祖,他一被造成,就被安置在豐美的樂園中,使他修理看守。
1:2824
Εἰκότως δὲ καὶ τὴν Ἱερουσαλὴμ, ἱερὰν καὶ θείαν ὀνομαζομέ νην πόλιν, παράδεισον καλεῖ, καὶ Θεοῦ προφη τείας, καὶ ἀρχιερωσύνης ἔχουσαν φυτὰ, ζωῆς καὶ σωτηρίας παρεκτικά
And fittingly he also calls Jerusalem, which is named a holy and divine city, a paradise, since it possesses the plants of God's prophecy and high priesthood, which furnish life and salvation.
祂也合宜地稱耶路撒冷為樂園,這城被稱為聖潔神聖的城,因為它擁有神之預言與大祭司職分的樹木,這些樹木能供應生命與救恩。
1:2825
Φιλία δὲ πάλαι ὑπῆρχε τῷ Τυρίων καὶ τῷ τῶν Ἰσραηλιτῶν βασιλεῖ, καὶ ἦν τις αὐτοῖς καὶ ἐπιμιξία πρὸς ἀλλήλους·
There was of old a friendship between the king of the Tyrians and the king of the Israelites, and there was a certain intercourse between them with one another;
從前推羅王與以色列王之間有友誼,他們彼此之間也有某種往來;
1:2826
καὶ τοῦτο ἐκ τῶν Βασιλειῶν ῥᾴδιον καταμαθεῖν
and this is easy to learn from the Books of Kings.
這事從列王紀中很容易可以得知。
1:2827
Πάντα λίθον τίμιον ἐνδέδεσαι, δῆλόν ἐστι κατὰ τὸ γράμμα νοούμενον, καὶ ἐπὶ βασιλέως λαμβανόμενον
'You were clothed with every precious stone'—this is plainly understood according to the letter, and taken as referring to the king.
「你佩戴各樣的寶石」——這顯然是按字面理解,並被視為指著那王而言的。
1:2828
Μυ ρίοις γάρ σε ἀγαθοῖς κατεκόσμησα, καὶ ὕλας σοι παντοδαπὰς πάντοθεν προσενήνοχα, ἐξ ὧν διαδήματα καὶ στεφάνους, πόρπας τε καὶ ζώνας, καὶ δακτυ λίους κατασκευάσας, καὶ τὰ ταμιεῖα ἐμπλήσας, φρο νῶν τὰ ἐναντία διετέλεσας, ἐπὶ τῇ τούτων περιου σίᾳ τε καὶ εὐπρεπείᾳ
For with countless good things I adorned you, and I brought to you from every quarter all manner of materials, out of which you made diadems and crowns, brooches and girdles and rings, and filled your storerooms; yet you persisted in thinking the contrary, on account of the abundance and splendor of these things.
因為我以無數的美物妝飾你,又從各處為你帶來各樣的材料,你用這些造成冕旒、冠冕、胸針、腰帶和戒指,並充滿了你的庫房;然而你卻因這些財富與華美而始終存著相反的心思。
1:2829
Εἰς δὲ τὸν διάβολον οὐχ οὕτω ταῦτα νοήσομεν, ἀλλὰ τό·
But with regard to the devil we shall not understand these things in that way; rather, the phrase
但論到魔鬼,我們就不當如此理解這些話;相反地,那句
1:2830
Σὺ εἶ ἀποσφρά γισμα ὁμοιώσεως, εἰς τὴν δοθεῖσαν αὐτῷ πάλαι ἀρχὴν καὶ ἐξουσίαν ληψόμεθα
'You are a seal of likeness'—we shall take as referring to the rule and authority given to him of old.
「你是那肖像的印記」——我們要理解為指著從前所賜給牠的統治權與權柄。
1:2831
Φησὶ γὰρ ὁ θεῖος Ἀπόστολος·
For the divine Apostle says:
因為那位神聖的使徒說:
1:2832
Κατὰ τὸν ἄρχοντα τῆς ἐξουσίας τοῦ ἀέρος, τοῦ πνεύματος τοῦ νῦν ἐνεργοῦντος ἐν τοῖς υἱοῖς τῆς ἀπειθείας. Ὡς εἶναι δῆλον, ὅτι πάλαι τὴν τοῦδε τοῦ ἀέρος οἰκονομίαν ἐπεπίστευτο, δι' ἀλαζο νείαν δὲ τῆς ἡγεμονίας ἐκπεσὼν, ἐν τοῖς ἀπιστοῦσι τῷ τοῦ κηρύγματος λόγῳ τὴν οἰκείαν ἐνέργειαν ἐπι δείκνυται
'According to the prince of the power of the air, the spirit that now works in the sons of disobedience.' So that it is clear that of old he had been entrusted with the administration of this air, but having fallen from that dominion through arrogance, he now displays his own activity among those who disbelieve the word of the preaching.
「順從空中掌權者的首領,就是現今在悖逆之子心中運行之靈。」由此可見,牠從前曾被託付掌管這空中之事,但因狂傲而從那治權中墜落,如今就在那些不信宣講之道的人身上顯出牠自己的作為。
1:2833
Πλήρης σοφίας καὶ στέφανος κάλλους, καὶ ἐν τῇ τρυφῇ τοῦ παραδείσου ἐγενήθης. Τὴν προτέραν αὐτοῦ ἀρετὴν διὰ τούτων αἰνίττεται
'Full of wisdom and a crown of beauty, and in the luxuriance of paradise you came to be.' By these words he hints at his former virtue.
「充滿智慧,是美麗的冠冕,你曾在樂園的豐美之中。」祂藉這些話暗示牠先前的美德。
1:2834
Εἶδε γὰρ, φησὶν, ὁ Θεὸς πάντα ὅσα ἐποίησε, καὶ ἰδοὺ καλὰ λίαν. Εἷς δὲ καὶ οὗτος τῶν γενομένων ὑπῆρ χεν, οὐδέπω δεξάμενος τὴν ἀπὸ τῆς γνώμης ἐπὶ τὰ χείρω μεταβολήν
'For God saw,' he says, 'all things that he had made, and behold, they were very good.' And this one too was among the things that were made, not having yet received the change from his own will unto the worse.
他說:「神看祂一切所造的,看哪,都甚好。」這一位也是被造之物中的一員,那時尚未從自己的意志接受那向著更壞的轉變。
1:2835
Καὶ γὰρ ὁ ἀρχιερεὺς τὸ λόγιον τῆς κρίσεως, ὃ τού τους αὐτοὺς περιέκειτο τοὺς λίθους, ἐπὶ τοῦ στήθους. φέρων, εἰς τὰ Ἅγια τῶν ἁγίων εἰσῄει·
For indeed the high priest, bearing on his breast the oracle of judgment—which had set upon it these very stones—used to enter into the Holy of Holies;
因為那大祭司佩戴著審判的胸牌——上面正鑲有這些寶石——戴在胸前,進入至聖所;
1:2836
τὸ δὲ στῆ θος οἷόν τι ταμεῖόν ἐστι τῆς καρδίας, καὶ φυλακτή ριον
and the breast is like a kind of storehouse of the heart, and a place of safekeeping.
而胸膛就如同心的某種庫房和守護之所。
1:2837
Καὶ τὰ ἐπαγόμενα δὲ πάντα, οὐ τῷ ὁρωμένῳ ἄρχοντι τῆς Τύρου, ἀλλὰ τῷ ἀοράτῳ ἁρμόττει
And all that follows fits not the visible ruler of Tyre, but the invisible one.
接下來所說的一切,都不適用於推羅那可見的君王,而是適用於那不可見的。
1:2838
Κατεσκευάσθης γὰρ, φησὶ, μετὰ τοῦ Χε ροὺβ, κεχρισμένος παρὰ Θεοῦ τοῦ κατασκη νοῦντος
'For you were formed,' he says, 'with the Cherub, anointed by God who dwells there.'
他說:「因為你是與那基路伯一同被造的,是由那住在其中的神所膏的。」
1:2839
Σὺν γὰρ ταῖς ἁγίαις ἐκείναις καὶ σεβα σμίαις δυνάμεσι, καὶ τῆς δημιουργίας, καὶ τῆς χρί σεως ἠξιώθης·
For together with those holy and venerable powers you were deemed worthy both of creation and of anointing;
因為你與那些聖潔可敬的能者一同,被算為配得受造與受膏;
1:2840
χρίσιν δὲ ἐνταῦθα τὸν ἁγιασμὸν κα λεῖ, τὸν ὑπὸ τοῦ θείου Πνεύματος ταῖς ἀσωμάτοις καὶ ἁγίαις δυνάμεσι χορηγούμενον
and here he calls 'anointing' the sanctification which is supplied by the divine Spirit to the incorporeal and holy powers.
在此他所稱的「膏抹」,就是由聖靈供應給那些無形體的聖潔能者的成聖。
1:2841
Καὶ ἔθηκά σε ἐν ὄρει ἁγίῳ Θεοῦ·
'And I set you on the holy mountain of God';
「我又將你安置在神的聖山上」;
1:2842
καλεῖ τὸ ὕψος τῆς γνώσεως, λίθους δὲ πυρίνους τὰς ἁγιωτάτας δυνά μεις·
he calls the height of knowledge a mountain, and 'stones of fire' the most holy powers;
他把知識的高處稱為山,把那至聖的能者稱為「火石」;
1:2843
καὶ τὸ τίμιον γὰρ καὶ τὸ φωτοειδὲς ἔχουσιν·
for they possess both preciousness and a luminous nature;
因為牠們既有寶貴的性質,也有發光的本質;
1:2844
οἶδεν δὲ πολλάκις ἡ θεία Γραφὴ καὶ τοὺς εὐσεβεῖς ἀνθρώπους λίθους ἁγίους καλεῖν
and divine Scripture often knows to call the godly among men 'holy stones' as well.
神聖的聖經也常懂得把人中間的敬虔者稱為「聖石」。
1:2845
Λίθοι γὰρ, φησὶν, ἅγιοι κυλίονται ἐπὶ τῆς γῆς. Ἀλλ' οὗτοι ἅγιοι μὲν, οὐ πύρινοι δέ
'For holy stones,' he says, 'roll upon the ground.' But these are holy, yet not fiery.
他說:「因為聖石滾在地上。」但這些石頭雖是聖潔的,卻不是火石。
1:2846
Ὁ ποιῶν τοὺς ἀγγέλους αὑτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὑ τοῦ πυρὸς φλόγα. Τούτων οὐδὲν τῷ ὁρωμένῳ ἄρ χοντι τῶν Τυρίων ἁρμόττει, κἂν μυριάκις τῶν ἐρι στικῶν τινες φιλονεικοῦντες εἴποιεν λίθους πυρίνους τοὺς Ἰουδαίους, καὶ τῶν Τυρίων τὴν πρὸς τούτους ἐπιμιξίαν·
'He who makes his angels spirits, and his ministers a flame of fire.' None of these things fits the visible ruler of the Tyrians, even if some of the contentious, ten thousand times striving to quarrel, should call the Jews 'stones of fire,' and cite the Tyrians' intercourse with them;
「祂以風為使者,以火焰為僕役。」這一切都不適用於推羅那可見的君王,即使有些好爭辯的人,千萬次地力圖爭論,稱猶太人為「火石」,並引推羅人與他們的往來為據;
1:2847
οὐδὲ γὰρ Ἰουδαῖοι λίθοι πύρινοι
for neither are the Jews stones of fire.
因為猶太人並非火石。
1:2848
Εἰ δὲ καὶ τοὺς ἐν αὐτοῖς προφήτας λίθους πυρίνους τις ὀνομάσειεν, οὐδὲ οὕτω στήσει τὸ νόημα·
But even if someone should call the prophets among them 'stones of fire,' not even so will the interpretation stand;
縱然有人稱他們中間的先知為「火石」,這樣的解釋也仍站立不住;
1:2849
οὐδεμίαν γὰρ εἶχον οἱ Τύριοι κοινωνίαν πρὸς τοὺς προφήτας, ἀσεβείᾳ συζῶντες·
for the Tyrians had no fellowship with the prophets, since they lived in impiety;
因為推羅人與先知毫無交通,因他們生活在不虔之中;
1:2850
τὰς δὲ ἐμπορικὰς ἐπιμιξίας πρὸς τοὺς χαμαιζήλους τῶν Ἰουδαίων καὶ ταπεινοὺς ἐποιοῦντο, οὓς οὐκ ἄν τις εὖ φρονῶν τολμήσειε λί θους ὀνομάσαι πυρίνους, παραβαίνοντας τὸν θεῖον νόμον, καὶ παρὰ τὰ τούτῳ δοκοῦντα συμβόλαια πρὸς ἐθνικοὺς ποιουμένους
but they carried on their commercial dealings with the lowly and mean among the Jews, whom no one in his right mind would dare to name 'stones of fire'—men who transgressed the divine law, and who, contrary to what that law approves, made contracts with the heathen.
他們乃是與猶太人中卑賤低微的人進行商業往來,凡有清醒心思的人,都不敢稱這等人為「火石」——這些人違背了神聖的律法,並且違反律法所認可的,與外邦人立約締交。
1:2851
Ἔθηκά σε ἐν ὄρει ἁγίῳ Θεοῦ, τούτῳ ἁρμόττον ἔστιν ἰδεῖν
'I set you on the holy mountain of God'—one can see that this fits him.
「我將你安置在神的聖山上」——可以看出這句話適用於牠。
1:2852
Οὐδὲ γὰρ ἐν τοῖς Ἱεροσολύμοις διῆγεν, ἵνα καὶ δῶμεν περὶ τοῦ Σιὼν ὄρους ταῦτα λέγεσθαι·
For neither did he dwell in Jerusalem, that we might even grant these things to be said concerning Mount Zion;
因為他並未住在耶路撒冷,以致我們可以承認這些話是論到錫安山而說的;
1:2853
καὶ τὰ ἐπαγόμενα δὲ σαφῶς τοῦτο δείκνυσιν
and what follows clearly shows this.
接下來所說的也清楚顯明了這一點。
1:2854
Ἐπορεύθης γὰρ, φησὶν, ἄμωμος ἐν ταῖς ἡμέραις σου·
'For you walked,' he says, 'blameless in your days,'
他說:「因為你在你的日子中行事無可指摘,」
1:2855
ἀφ' ἧς ἡμέρας ἐκτίσθης σὺ, ἕως οὗ εὑρέθη τὰ ἀδικήματα ἐν σοί
'from the day you were created, until iniquities were found in you.'
「從你受造之日起,直到在你中間查出罪孽為止。」
1:2856
Τοιοῦτος γὰρ ἦν πρὸ τῆς ἐκπτώσεως ὁ διάβολος
For such was the devil before his fall.
因為魔鬼在墜落之前就是這樣。
1:2857
Περὶ δὲ τῶν ἀνθρώ πων ἠκούομεν·
But concerning men we have heard:
但論到人,我們曾聽見:
1:2858
Οὐδεὶς καθαρὸς ἀπὸ ῥύπου, οὐδ' ἂν μιᾶς ἡμέρας γένηται ὁ βίος αὐτοῦ ἐπὶ τῆς γῆς. Οὗτος δὲ ἀσώματος ὢν ἄμωμος ἦν τὴν ἀρχήν·
'No one is clean from defilement, not even if his life on earth be but a single day.' But this one, being incorporeal, was blameless in the beginning;
「沒有一人潔淨無污穢,即使他在地上的生命只有一日之久。」但這一位既是無形體的,起初原是無可指摘的;
1:2859
ἐπειδὴ δὲ τῇ ἐπὶ τὸ χεῖρον ἐχρήσατο ῥοπῇ, εἰς τὴν ἐκ δια μέτρου ἐναντίαν ὁδὸν ἐπορεύθη
but when he made use of the inclination toward the worse, he went off onto the diametrically opposite road.
但當牠運用那向著更壞的傾向時,牠就走上了截然相反的道路。
1:2860
Ἀπὸ γὰρ πλήθους τῆς περιδρομῆς σου ἔπλησας τὰ ταμιεῖά σου ἀνομίας, καὶ ἥμαρτες, καὶ. ἐτραυματίσθης
'For from the abundance of your traffic you filled your storerooms with lawlessness, and you sinned, and you were wounded.'
「因為你藉著大量的貿易往來,以不法充滿了你的庫房,你就犯了罪,並且受了傷。」
1:2861
Μὴ ἀρκεσθεὶς γὰρ τῇ δοθείσῃ σοι καὶ σοφίᾳ, καὶ ἐξουσίᾳ, μειζόνων δὲ ἐρασθεὶς, ἀνομίας μὲν πλήρης ἐγένου, τῆς δὲ ἁμαρτίας ἐδέξω τὰ τραύματα
For not being content with the wisdom and authority given to you, but lusting after greater things, you became full of lawlessness, and received the wounds of sin.
因為你不滿足於所賜給你的智慧與權柄,反倒貪求更大的,就充滿了不法,並受了罪的創傷。
1:2862
Ταῦτα ὁ προφήτης Ἡσαΐας περὶ αὐ τοῦ φησι·
These things the prophet Isaiah says concerning him:
先知以賽亞論到牠說了這些話:
1:2863
Πῶς ἐξέπεσεν ἐκ τοῦ οὐρανοῦ ὁ ἑωσ φόρος ὁ πρωῒ ἀνατέλλων; συνετρίβη εἰς τὴν γῆν ὁ ἀποστέλλων πρὸς πάντα τὰ ἔθνη; Ἅπαντας γὰρ ἔχων ὑπηκόους διὰ τοῦ σωτηρίου σταυροῦ τῆς τυ ραννίδος ἐξέπεσεν
'How has Lucifer fallen from heaven, he that rose early in the morning? He is crushed to the ground, he that sent to all the nations.' For having all as his subjects, he fell from his tyranny through the saving cross.
「明亮之星,早晨之子啊,你怎麼從天上墜落?你這攻敗列國的,怎麼被砍倒在地上?」因為牠原本使眾人都作牠的臣屬,卻藉著那救贖的十字架從牠的暴政中墜落。
1:2864
Εἶτα τὴν προτέραν αὐτοῦ διηγεῖ ται μανίαν, καὶ τὴν ὑπερβάλλουσαν ἀλαζονείαν·
Then he recounts his former madness and his surpassing arrogance:
接著他敘述牠先前的狂妄和牠那極度的傲慢:
1:2865
Σὺ δὲ εἶπας ἐν τῇ διανοίᾳ σου·
'But you said in your mind:
「你心裡曾說:
1:2866
Εἰς τὸν οὐρανὸν ἀναβήσομαι, ἐπάνω τῶν ἄστρων τοῦ οὐρανοῦ θήσω τὸν θρόνον μου, καθιῶ ἐν ὄρει ὑψηλῷ ἐπὶ τὰ ὄρη τὰ ὑψηλὰ τὰ πρὸς βοῤῥᾶν, ἀναβήσομαι ἐπάνω τῶν νε φελῶν, ἔσομαι ὅμοιος τῷ Ὑψίστῳ. Ὄρη δὲ τὰ πρὸς βοῤῥᾶν καλεῖ τὰς τῆς κακίας ἀφορμάς
I will ascend into heaven, I will set my throne above the stars of heaven; I will sit on a lofty mountain, upon the high mountains toward the north; I will ascend above the clouds, I will be like the Most High.' And he calls 'the mountains toward the north' the occasions of wickedness.
我要升到天上,我要高舉我的寶座在神眾星以上;我要坐在極高的山上,在北方那些高山之上;我要升到雲霄之上,我要與至高者同等。」他把「北方那些山」稱為罪惡的機緣。
1:2867
Ἀπὸ βοῤῥᾶ γὰρ, κατὰ τὸν προφήτην, ἐκκαυθήσεται τὰ κακὰ ἐπὶ πάντας τοὺς κατοικοῦντας τὴν γῆν
'For from the north,' according to the prophet, 'shall evils be kindled upon all who dwell on the earth.'
因為照著先知所說的:「災禍必從北方發出,臨到地上一切的居民。」
1:2868
Οὕτως αὐτοῦ γυμνώσας τὸν τῦφον προαγορεύει καὶ τὴν κατάλυσιν·
Thus, having stripped bare his conceit, he foretells also his overthrow:
他這樣揭露了牠的驕傲之後,也預言了牠的傾覆:
1:2869
Νῦν δὲ εἰς ᾅδην καταβήσῃ εἰς τὰ θεμέλια τῆς γῆς. Τοῦτο καὶ ὁ θεῖος Ἰεζεκιὴλ ὑπὸ τοῦ Θεοῦ λέγειν διδάσκεται
'But now you shall go down to Hades, into the foundations of the earth.' This too the divine Ezekiel is taught by God to say.
「但如今你必下到陰間,到地的根基那裡。」這話神聖的以西結也是受神教導而說的。
1:2870
Ἀπὸ ὄρους γὰρ, φησὶ, τοῦ Θεοῦ κατήγαγέ σε τὸ Χεροὺβ τὸ συσκιάζον ἐκ μέσου λίθων πυρίνων. Τότε μὲν οὖν αὐτὸν τὸ Χε ροὺβ, τὴν θείαν δόξαν ἀξιούμενον φέρειν, τῶν ἁγίων ἐχώρισε δυνάμεων, αἳ δὴ καὶ προσαγορεύονται πύρινοι·
'For from the mountain of God,' he says, 'the overshadowing Cherub brought you down out of the midst of the stones of fire.' At that time, then, the Cherub—being deemed worthy to bear the divine glory—separated him from the holy powers, which indeed are also called 'fiery';
他說:「因為那遮掩約櫃的基路伯,將你從神的山上,從火石中間帶了下來。」那時,那基路伯——牠被算為配得承載神聖的榮耀——便將牠從那些聖潔的能者中分別出來,這些能者實在也被稱為「火焰的」;
1:2871
νῦν δὲ οἱ τῆς θείας ἐπιβάσεως ἄξιοι διὰ τὴν τῆς ψυχῆς καθαρότητα, ὧν ἐν ταῖς καρδίαις αἱ τοῦ Θεοῦ ἀναβάσεις, κατὰ τὸν θεῖον προφήτην, ἐξουσίαν ἔλαβον τοῖς ποσὶν αὐτὸν συμπατεῖν
But now those who are worthy of the divine ascent by reason of the soul's purity, in whose hearts are the ascensions unto God according to the divine prophet, have received authority to tread Him underfoot with their feet.
但如今那些因心靈潔淨而配得神聖登升的人—按照神聖先知所言,他們心中有向神的登升—已領受權柄,得以用腳將他踐踏在下。
1:2872
Ὑψώθη ἡ καρδία σου, ἐπὶ τῷ κάλλει σου
'Thy heart was lifted up because of thy beauty.'
「你因你的美麗心裡高傲。」
1:2873
Μέγα, φησὶν, ἐφρόνησας τὰ παρ' ἐμοῦ σοι χορηγη θέντα θεασάμενος ἀγαθά
He says: Thou didst think great things upon beholding the good gifts bestowed upon thee by Me.
他說:你看見我所賜給你的美好之物,便自高自大。
1:2874
ἐναντίον βασιλέων δέδωκά σε παραδειγματισθῆ ναι. Πολλῇ πονηρίᾳ, φησὶ, χρησάμενος, τῆς ἄνω μὲν ἐξέπεσας τάξεως, κάτω δὲ ἀπεῤῥίφης, εἰς τὸ γελᾶσθαι παρὰ τῶν τὴν δοθεῖσαν αὐτοῖς φυλαττόν των τάξιν, καὶ καλῶς βασιλεύειν τῶν ἐν αὐτοῖς ἐπι σταμένων παθῶν
'Before kings I have set thee to be made a public example.' Having practised great wickedness, he says, thou didst fall from the rank above and wast cast down below, to be laughed at by those who guard the rank given them and know how to reign well over the passions within themselves.
「我使你在君王面前成為眾人的鑒戒。」他說:你既行了極大的惡,便從上面的地位墜落,被拋擲到下面,遭那些謹守所賜地位、且懂得善於治理自身情慾的人譏笑。
1:2875
ἀντιλέγοντες, ποῖον ἁγιασμὸν εἶχεν ὁ δυσσεβὴς τῆς Τύρου βασιλεύς·
Some object, saying: What sanctity did the impious king of Tyre possess?
有人反駁說:那不敬虔的推羅王有何等的聖潔可言?
1:2876
ἀλλ' οὐκ ἂν ἔχοιεν δεῖξαι
But they would not be able to demonstrate it.
但他們卻無法加以證明。
1:2877
Οὗτος δὲ, περὶ οὗ νῦν ὁ λόγος, ἡνίκα εἷς τῶν ἁγίων ἀρχαγγέλων ὑπῆρχεν, ἐν μετουσίᾳ ἦν ἁγιωσύνης ἁπάσης·
But this one, concerning whom the present discourse is, when he was one of the holy archangels, was in participation of all holiness.
然而這一位—就是現今論說所指的—當他還是眾聖天使長之一時,乃是分享著全備的聖潔。
1:2878
ἀλλ' αὐτὸς τὸν ἁγιασμὸν ἐβεβήλωσε κακῇ χρησάμενος ἐμπορίᾳ, καὶ τοῦ πλείονος ἐπιθυμήσας καὶ τῶν δοθέντων ἐξέπεσε
But he himself profaned that holiness by engaging in evil traffic, and desiring more, he fell also from what had been given him.
但他自己藉著從事惡劣的交易,褻瀆了那聖潔,並且貪圖更多,連所賜給他的也失落了。
1:2879
Τοῦτο δὲ καὶ τὸν ἄνθρωπον παθεῖν παρεσκεύασε
And this same thing he contrived that man too should suffer.
他也設法使人遭受同樣的事。
1:2880
Κατ' εἰκόνα γὰρ Θεοῦ κἀκεῖνος γεγενημένος, τοῖς κωτίλοις αὐτοῦ λόγοις ὑπαχθεὶς καὶ ἐπιθυμήσας γε νέσθαι Θεὸς, καὶ τὸ εἶναι εἰκὼν Θεοῦ προσαπώλεσε
For that one too, having been made after the image of God, being led on by his flattering words and desiring to become God, lost as well the being an image of God.
因為那人也是按著神的形像被造的,卻被他諂媚的言語所誘,妄想成為神,結果連作神形像的身分也一併喪失了。
1:2881
Καὶ ἐξάξω πῦρ ἐκ μέσου σου. Τοῦτο ἀμφοτέ ροις ἁρμόττει, καὶ τῷ ἐνεργήσαντι τὴν κακίαν, καὶ τῷ ἐνεργηθέντι Τυρίων βασιλεῖ·
'And I will bring forth fire out of the midst of thee.' This fits both: both him who wrought the wickedness and him in whom it was wrought, the king of the Tyrians.
「我要從你中間發出火來。」這話對兩者都適用:既指那施行惡行者,也指那被施行於其上的推羅王。
1:2882
ἀμφότεροι γὰρ τῆς ἐπενεχθείσης αὐτοῖς τιμωρίας παρέσχον τὰς ἀφορ μάς
For both furnished the occasions of the punishment brought upon them.
因為兩者都為那臨到他們的刑罰提供了緣由。
1:2883
Τοιοῦτόν ἐστι τὸ διὰ τοῦ προφήτου Ἡσαΐου πρὸς Ἰουδαίους εἰρημένον·
Such is what was spoken through the prophet Isaiah to the Jews:
藉著先知以賽亞向猶太人所說的話正是如此:
1:2884
Ἰδοὺ πάντες ὑμεῖς πῦρ καίετε, καὶ κατισχύετε φλόγα·
'Behold, all you kindle a fire and strengthen a flame;'
「看哪,你們眾人點火,使火焰堅固;」
1:2885
πορεύεσθε τῷ φωτὶ τοῦ πυρὸς ὑμῶν, καὶ τῇ φλογὶ ᾗ ἐξεκαύσατε. Καὶ ἐν ταῦθα τοίνυν λέγει·
'walk in the light of your fire, and in the flame which you have kindled.' Here too, therefore, He says:
「你們行在自己的火光中,並在自己所點的火焰裡。」故此在這裡祂也說:
1:2886
Τοῦτο καταφάγεταί σε. Τουτέστι, ταῖς σαῖς παρα νομίαις ὕλαις χρήσομαι εἰς τὰς κατὰ σοῦ τιμωρίας
'This shall devour thee.' That is: I shall use thy transgressions as fuel for the punishments against thee.
「這火必吞滅你。」意思是:我要用你的種種罪行作為刑罰你的燃料。
1:2887
Καὶ δώσω σε εἰς σποδὸν ἐπὶ τῆς γῆς σου, ἐναντίον πάντων τῶν ὁρώντων σε. Καὶ τοῦτο ἀμφοτέροις ἁρμόττει
'And I will make thee ashes upon thy land, before all who behold thee.' This too fits both.
「我要在你自己的地上使你成為灰燼,在一切看見你的人眼前。」這話對兩者也都適用。
1:2888
Καὶ γὰρ ὁ ἄνθρωπος ἐν τῇ ἑαυτοῦ γῇ πεσὼν κόνις ἐγένετο, καὶ ὁ διάβολος, ἄρχειν δοκῶν τῆς οἰκουμένης, ὑπὸ τοῦ Θεοῦ καὶ Σωτῆρος ὑμῶν καταλυθεὶς, σποδοῦ δίκην ὑπὸ τῶν εὐσεβῶν πατεῖται
For indeed the man, having fallen in his own land, became dust; and the devil, seeming to rule over the inhabited world, having been overthrown by God and our Saviour, is trodden like ashes by the godly.
因為那人跌倒在自己的地上,成了塵土;而魔鬼雖似乎統管天下,卻被神和我們的救主推翻,如今被敬虔人像踐踏灰燼一般踐踏。
1:2889
Καὶ πάντες οἱ ἐπιστάμενοί σε ἐν τοῖς ἔθνε σι στυγνάσουσιν ἐπὶ σοί
'And all who know thee among the nations shall be grieved over thee.'
「列邦中一切認識你的,都要為你悲傷。」
1:2890
Οἱ γὰρ ἔτι προσμέ νοντες τῇ σῇ δουλείᾳ, ὁρῶντες τῶν εἰδώλων τὴν παῦ λαν, καὶ τὰ τούτων τεμένη παντελῶς καταλελυμένα, ἐν κατηφείᾳ διάγουσιν ἀθυμοῦντες, καὶ διηνεκῶς ἀδημονοῦντες
For those who still remain in servitude to thee, seeing the ceasing of the idols and their sacred precincts utterly demolished, pass their time in dejection, disheartened, and continually in distress.
因為那些仍舊臣服於你之下的人,看見偶像止息、其廟宇盡都被拆毀,便在頹喪中度日,灰心喪志,不斷地憂悶不安。
1:2891
Ἀπώλεια ἐγένου, καὶ οὐχ ὑπάρξεις ἔτι εἰς τὸν αἰῶνα. Τὴν παντελῆ αὐτοῦ κατάλυσιν διὰ τούτων ἐδήλωσεν
'Thou art become perdition, and thou shalt exist no more for ever.' By these words He signified his utter dissolution.
「你已歸於滅亡,永遠不再存在。」祂藉這些話表明他徹底的覆滅。
1:2892
Οὕτω πληρώσας τῆς Τύρου τὸν θρῆνον, ἐπὶ τὴν Σιδῶνα μεταβαίνει, καὶ αὐτὴν ὅμο ρον οὖσαν, καὶ συντόμως καὶ τὰ ταύτῃ συμβησόμενα προλέγει
Having thus completed the lament over Tyre, He passes on to Sidon, which was also her neighbour, and concisely foretells what should befall her too.
祂如此完成了為推羅所作的哀歌後,便轉向西頓—她也是推羅的鄰邦—並簡要地預言那將要臨到她的事。
1:2893
Καὶ ἐγένετο λόγος Κυρίου πρός με, λέ γων·
'And the word of the Lord came to me, saying:'
「耶和華的話臨到我,說:」
1:2894
Υἱὲ ἀνθρώπου, στήρισον τὸ πρόσωπόν σου ἐπὶ Σιδῶνα, καὶ προφήτευσον ἐπ' αὐτήν
'Son of man, set thy face against Sidon, and prophesy against her.'
「人子啊,你要面向西頓,說預言攻擊她,」
1:2895
Τάδε λέγει Ἀδωναῒ Κύριος·
'Thus saith Adonai the Lord:'
「主阿多乃耶和華如此說:」
1:2896
Ἰδοὺἐγὼ ἐπὶ σὲ, Σιδὼν, καὶ ἐνδοξασθήσομαι ἐν σοὶ, καὶ γνώσῃ ὅτι ἐγώ εἰμι Κύριος, ἐν τῷ ποιῆσαί με ἐν σοὶ κρίματα, καὶ ἁγιασθήσομαι ἐν σοί
'Behold, I am against thee, Sidon, and I will be glorified in the midst of thee, and thou shalt know that I am the Lord, when I execute judgments in thee and am sanctified in thee.'
「西頓哪,看哪,我與你為敵,我必在你中間得榮耀。我在你中間施行審判、在你中間顯為聖的時候,你就知道我是耶和華。」
1:2897
Καὶ ἐξαποστελῶ ἐπὶ σὲ θάνατον, καὶ αἷμα ἐν ταῖς πλατείαις σου, καὶ πεσοῦνται τετραυματι σμένοι ἐν μέσῳ σου ἐν μαχαίραις ἐν σοὶ, καὶ πε ρικύκλῳ σου, καὶ γνώσονται ὅτι ἐγὼ Κύριος
'And I will send forth against thee death and blood in thy streets, and the slain shall fall in the midst of thee by the sword upon thee and round about thee, and they shall know that I am the Lord.'
「我要使瘟疫進入你中間,使血流在你的街市上;被殺的必在你中間仆倒,刀劍必臨到你和你四圍;他們就知道我是耶和華。」
1:2898
Ἐπειδὴ, φησὶν, ἐν εὐημερίᾳ οὖσα ἠγνόησάς με, ὦ Σιδὼν, πολλοῖς σε καὶ παντοδαποῖς περιβαλῶ κα κοῖς, καὶ λιμῷ, καὶ πολεμίων σφαγαῖς, ἵνα διὰ τῶν συμφορῶν καταμάθῃς τὴν ἐμὴν δεσποτείαν
Since, He says, being in prosperity thou didst ignore Me, O Sidon, I will surround thee with many and manifold evils, both with famine and with the slaughters of enemies, so that through these calamities thou mayest learn My lordship.
祂說:西頓哪,你既在興盛之中卻不認我,我就要用許多各樣的災禍圍困你,就是饑荒和仇敵的殺戮,好叫你藉這些患難認識我的主權。
1:2899
Λέγει δὲ καὶ τὰς αἰτίας τῆς ἀπωλείας
And He states also the causes of her destruction.
祂也述說她滅亡的緣由。
1:2900
Καὶ οὐκ ἔσονται ἔτι τῷ οἴκῳ τοῦ Ἰσραὴλ σκόλοψ πικρίας, καὶ ἄκανθα ὀδύνης, ἀπὸ πάν των τῶν περικύκλῳ αὐτῶν, τῶν ἀτιμασάντων αὐτοὺς, καὶ γνώσονται ὅτι ἐγώ εἰμι Ἀδωναῒ Κύ ριος
'And there shall no more be to the house of Israel a pricking briar and a thorn of pain, from all those round about them who dishonoured them, and they shall know that I am Adonai the Lord.'
「四圍一切藐視以色列家的人,必不再向以色列家作刺人的荊棘、傷人的蒺藜;他們就知道我是主阿多乃耶和華。」
1:2901
Ταῦτα, φησὶ, καὶ τῇ Τύρῳ, καὶ τοῖς ἀλλοφύ. λοις, καὶ πᾶσι τοῖς ἐκ γειτόνων οἰκοῦσιν ἐπάξω, ἵνα μήτε ἀρχέτυπον ἀσεβείας ὑμᾶς ἔχῃ ὁ ἐμὸς λαὸς, μήτε πολεμίους συνεχῶς αὐτοῖς ἐπιόντας, καὶ διηνε κῶς ἀνιῶντας
These things, He says, I will bring upon Tyre also, and upon the foreigners, and upon all the neighbouring inhabitants, so that My people may neither have you as an archetype of impiety, nor as enemies continually assailing them and perpetually vexing them.
祂說:這些事我也要降在推羅、非利士人,並一切鄰近的居民身上,好叫我的百姓既不以你們為不敬虔的樣本,也不受你們作為仇敵不斷來攻擊、持續攪擾。
1:2902
Οὕτω τὰ λυπηρὰ προθεσπίσας, προ θεσπίζει τῷ Ἰσραὴλ τὰ χρηστὰ, ἐπιτείνων ἐκείνοις τὰ λυπηρά·
Having thus foretold the grievous things, He foretells to Israel the good things, thereby intensifying for those others the grievous things.
祂如此預言了那些痛苦之事後,又向以色列預言美好之事,藉此加重那些人所受的痛苦。
1:2903
δυσμενῶς γὰρ διακείμενοι ἀφορμὴν ὀδύνης ἐποιοῦντο τοῦ Ἰσραὴλ τὴν εὐπραξίαν
For being disposed with enmity, they made the prosperity of Israel an occasion of pain.
因為他們懷著敵意,便以以色列的興盛作為自己痛苦的緣由。
1:2904
Τάδε λέγει Ἀδωναῒ Κύριος·
'Thus saith Adonai the Lord:'
「主阿多乃耶和華如此說:」
1:2905
Καὶ συν άξω τὸν οἶκον Ἰσραὴλ ἐκ τῶν ἐθνῶν, οὗ διεσκορπίσθησαν ἐκεῖ, καὶ ἁγιασθήσομαι ἐν αὐ τοῖς ἐνώπιον τῶν λαῶν καὶ τῶν ἐθνῶν, καὶ κατοι κήσουσιν ἐπὶ τῆς γῆς αὑτῶν, ἧς ἔδωκα τῷ δούλῳ μου Ἰακώβ
'And I will gather the house of Israel out of the nations, where they were scattered thither, and I will be sanctified among them in the sight of the peoples and the nations, and they shall dwell upon their own land which I gave to My servant Jacob.'
「我必從萬民中招聚以色列家—就是他們被分散所到之處—並要在列邦列國眼前,在他們中間顯為聖;他們必住在自己的地上,就是我賜給我僕人雅各之地。」
1:2906
Καὶ κατοικήσουσιν ἐν αὐτῇ ἐπ' ἐλπίδι, καὶ οἰκοδομήσουσιν οἰκίας, καὶ φυτεύ σουσιν ἀμπελῶνας, καὶ κατοικήσουσιν ἐπ' ἐλ πίδι, ὅταν ποιήσω κρίματα ἐν πᾶσι τοῖς ἀτι μάσασιν αὐτοὺς ἐν τοῖς κύκλῳ αὐτῶν, καὶ γνώ σονται, ὅτι ἐγώ εἰμι Κύριος ὁ Θεὸς αὐτῶν, καὶ ὁ Θεὸς τῶν πατέρων αὐτῶν
'And they shall dwell in it in hope, and shall build houses, and plant vineyards, and dwell in hope, when I execute judgments upon all who dishonoured them among those round about them; and they shall know that I am the Lord their God, and the God of their fathers.'
「他們必安然居住在其中,蓋造房屋,栽種葡萄園;我向四圍一切藐視他們的人施行審判以後,他們就安然居住。他們必知道我是耶和華他們的神,也是他們列祖的神。」
1:2907
Οὐχ ὁμοίως ἅπαντας τοὺς ἁμαρτάνοντας ὁ τῶν ὅλων παιδεύει Θεὸς, ἀλλὰ τοὺς μὲν οἰκειουμένους αὐτῷ ἰατρικῶς, δικαστικῶς δὲ τοὺς ἄλλους
The God of the universe does not chastise all sinners in the same way, but some who are made His own He chastises in the manner of a physician, and others in the manner of a judge.
萬有的神並非以同樣的方式管教一切犯罪的人,乃是對那些歸屬於祂的,如同醫生般施行醫治;對其餘的,則如同審判官般施行審判。
1:2908
Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με, μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με. Ταύτην τὴν διαφορὰν καὶ ἐν τοῖς ἔναγχος ἡρμηνευμένοις ἔστιν ἰδεῖν
'O Lord, rebuke me not in Thy wrath, neither chasten me in Thine anger.' This distinction may also be seen in the things recently interpreted.
「耶和華啊,求你不要在怒中責備我,也不要在烈怒中管教我。」這種區別在方才所解釋的經文中也可看見。
1:2909
Τοῖς μὲν γὰρ ἄλλοις τέως οὐδὲν χρηστὸν ἐπηγγείλατο·
For to the others meanwhile He promised nothing good;
因為祂暫時並未向其餘的人應許甚麼美好之事;
1:2910
τῷ δὲ Ἰσραὴλ ἀνάκλησιν, καὶ οἰκείωσιν, καὶ οἰκιῶν οἰ κοδομὴν, καὶ γηπονίαν, καὶ φυτουργίαν, καὶ ἀγαθῶν ἐλπίδα, καὶ τὸ πάντων κεφάλαιον τῶν ἀγαθῶν, τὴν θείαν ἐπίγνωσιν
but to Israel He promised recall, and adoption as His own, and the building of houses, and the tilling of the land, and the planting of vineyards, and the hope of good things, and—the sum of all good things—the divine knowledge.
但祂向以色列應許了召回、收歸為自己的百姓、建造房屋、耕種土地、栽種葡萄園、美好之事的盼望,以及那一切美善之事的總綱—就是對神的認識。
1:2911
Τούτων γὰρ, φησὶ, γενομένων, γνώσονται ὅτι καὶ αὐτῶν εἰμι Κύριος, καὶ Θεὸς τῶν πατέρων αὐτῶν. Ταύτην καὶ ἡμᾶς γένοιτο διηνεκῶς ἔχειν τὴν γνῶσιν, ἵν' ἐξ ὅλης αὐτὸν καρ δίας, καὶ ἐξ ὅλης ψυχῆς, καὶ ἐξ ὅλης δυνάμεως, καὶ ἐξ ὅλης ἰσχύος ἀγαπήσωμεν, μὴ μερίζοντες τὸ φίλ τρον, ἀλλ' ὅλον ἀνατιθέντες ἐκεῖ, ἵν' αὐτὸν ἀναπνέω μεν, καὶ ἄσβεστον τὴν περὶ αὐτοῦ περιφέρωμεν μνήμην, καὶ καθήμενοι, καὶ διανιστάμενοι, καὶ κοι ταζόμενοι, καὶ πορευόμενοι ἐν ὁδῷ·
For when these things come to pass, He says, they shall know that I am both their Lord and the God of their fathers. May it be granted to us also to possess this knowledge perpetually, that we may love Him with our whole heart, and with our whole soul, and with our whole strength, and with our whole might, not dividing our affection, but dedicating it whole to Him there, that we may breathe Him and carry about an unquenchable remembrance of Him, both sitting down and rising up, and lying down, and walking by the way.
祂說:這些事成就的時候,他們就知道我是他們的主,也是他們列祖的神。願我們也蒙恩常存這樣的認識,好叫我們盡心、盡性、盡力、盡意愛祂,不分割這份愛慕,乃全然獻於祂那裡,使我們以祂為呼吸,隨處懷著對祂不滅的記念,無論坐下、起來、躺臥、行路。
1:2912
οὕτω γὰρ καὶ τῆς παρ' αὐτοῦ προμηθείας διηνεκῶς ἀπολαυσόμεθα, καὶ τῶν ἐπηγγελμένων τευξόμεθα ἀγαθῶν, ἐν Χρι στῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, σὺν τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων
For thus shall we perpetually enjoy His providential care, and shall attain the good things which have been promised, in Christ Jesus our Lord, with whom to the Father be glory, together with the Holy Spirit, now and ever, and unto the ages of ages.
因為這樣,我們就必永遠享受祂的眷顧,並得著所應許的美善之事,在我們的主基督耶穌裡;願榮耀藉著祂歸與父,並歸與聖靈,從今直到永永遠遠。
1:2913
Ἐν τῷ ἔτει τῷ δεκάτῳ, ἐν τῷ δωδε κάτῳ μηνὶ, μιᾷ τοῦ μηνὸς, ἐγένετο λόγος Κυρίου πρός με, λέγων·
'In the tenth year, in the twelfth month, on the first day of the month, the word of the Lord came to me, saying:'
「第十年十二月初一日,耶和華的話臨到我,說:」
1:2914
Υἱὲ ἀνθρώπου, στήρισον τὸ πρόσωπόν σου ἐπὶ βασιλέα Αἰγύπτου, καὶ προφήτευσον ἐπ' αὐτὸν, καὶ ἐπ' Αἴγυπτον ὅλην λάλησον
'Son of man, set thy face against Pharaoh king of Egypt, and prophesy against him, and against all Egypt speak.'
「人子啊,你要面向埃及王法老,說預言攻擊他和埃及全地。」
1:2915
Πέρας ἐπιθεὶς ταῖς περὶ Τύρου προῤ ῥήσεσιν, ἐπὶ τὴν Αἴγυπτον μεταφέρει τὸν λόγον
Having put an end to the predictions concerning Tyre, He transfers the discourse to Egypt.
祂結束了關於推羅的預言後,便把言語轉向埃及。
1:2916
Τάδε λέγει Ἀδωναῒ Κύριος·
'Thus saith Adonai the Lord:'
「主阿多乃耶和華如此說:」
1:2917
Ἰδοὺ ἐγὼ ἐπὶ σὲ, Φαραὼ βασιλεῦ Αἰγύπτου, τὸν δράκοντα τὸν καθήμενον ἐν μέσῳ τῶν ποτα μῶν, καὶ λέγοντα·
'Behold, I am against thee, Pharaoh king of Egypt, the great dragon that lieth in the midst of his rivers, and that saith:'
「埃及王法老啊,看哪,我與你為敵—你這臥在自己江河中的大龍,說:」
1:2918
Ἐμοί εἰσιν οἱ ποταμοὶ, καὶ ἐγὼ ἐποίησα αὐτούς
'The rivers are mine, and I made them.'
「這江河是我的,是我為自己所造的。」
1:2919
Τινὲς τῶν ἑρμηνευτῶν ἑνικῶς εἶπον τὸν ποταμὸν, οἱ δὲ Ἑβδομήκοντα πληθυντικῶς·
Some of the translators rendered 'the river' in the singular, but the Seventy in the plural;
有些譯者用單數說「這河」,但七十士譯本卻用複數;
1:2920
εἷς μὲν γὰρ ὁ Νεῖλος, αἱ δὲ τούτου διώρυγες πλεῖσται, ποταμὸς δὲ ἑκάστη διώρυξ ὑπὸ τῶν ἐγχωρίων καλεῖται
for the Nile is one, but its channels are very many, and each channel is called a river by the local inhabitants.
因為尼羅河雖只有一條,但它的支流卻極多,而每一條支流都被當地居民稱為河。
1:2921
Ἐλέγ χει τοίνυν τοῦ Φαραὼ τὴν ἀλαζονείαν, καὶ δείκνυ σιν αὐτὸν μεγαλαυχούμενον ἐπὶ τοῖς ποταμοῖς, ὡς ὑπ' αὐτοῦ γεγενημένοις
He therefore reproves the arrogance of Pharaoh, and shows him vaunting himself over the rivers as though they had been made by him.
祂於是斥責法老的狂傲,指明他在江河上自誇,彷彿那些江河是他所造的。
1:2922
Οὕτω γὰρ καὶ τὸν διάβολον ἡ θεία προσαγορεύει Γραφή·
For thus also does the divine Scripture designate the devil:
因為神聖的聖經也如此稱呼魔鬼:
1:2923
Τῇ ἡμέρᾳ γὰρ, φησὶν, ἐκείνῃ ἐπάξει ὁ Θεὸς τὴν μάχαιραν τὴν ἁγίαν, καὶ τὴν μεγάλην, καὶ τὴν ἰσχυρὰν, ἐπὶ τὸν δράκοντα ὄφιν, καὶ τὰ ἑξῆς
'For in that day, He says, God shall bring the holy and great and mighty sword upon the dragon, the serpent,' and what follows.
「祂說:到那日,神必用祂那聖潔、偉大而剛強的刀,臨到那龍,就是那蛇,」以及以下的話。
1:2924
Καὶ ἐγὼ δώσω χαλινὸν εἰς τὰς σιαγό νας σου, καὶ προσκολλήσω τοὺς ἰχθύας τοῦ ποταμοῦ πρὸς τὰς πτέρυγάς σου, καὶ ἀνάξω σε ἐκ μέσου τοῦ ποταμοῦ σου, καὶ πάντας τοὺς ἰχθύας τοῦ ποταμοῦ σου, καὶ ταῖς λεπίσι σου προσκολληθήσονται
'And I will put a bridle in thy jaws, and I will cause the fishes of thy river to cling to thy scales, and I will bring thee up out of the midst of thy river, and all the fishes of thy river shall cling to thy scales.'
「我要用鉤子鉤住你的腮頰,使你江河中的魚貼住你的鱗甲;我要把你從你江河中拉上來,你江河中的一切魚也要貼住你的鱗甲。」
1:2925
Καὶ ἀποῤῥίψω εἰς τὴν ἔρη μόν σε καὶ πάντας τοὺς ἰχθύας τοῦ ποταμοῦ, καὶ καταβαλῶ σε ἐν τάχει, καὶ πάντας τοὺς ἰχθύας τοῦ ποταμοῦ σου·
'And I will cast thee out into the wilderness, thee and all the fishes of thy river, and I will throw thee down speedily, thee and all the fishes of thy river;'
「我要把你和你江河中的一切魚拋在曠野;我要迅速把你摔倒,連你和你江河中的一切魚也一同摔下。」
1:2926
ἐπὶ πρόσωπον τοῦ πεδίου πεσῇ, καὶ οὐ μὴ συναχθῇς, καὶ οὐ μὴ περισταλῇς·
'thou shalt fall upon the face of the plain, and shalt not be gathered together, nor covered over;'
「你必倒在田野的地面上,不被收殮,也不被掩埋;」
1:2927
τοῖς θηρίοις τῆς γῆς, καὶ τοῖς πετεινοῖς τοῦ οὐ ρανοῦ δέδωκά σε εἰς κατάβρωμα
'to the beasts of the earth and to the birds of heaven have I given thee for food.'
「我已把你賜給地上的走獸和空中的飛鳥作食物。」
1:2928
Καὶ γνώσονται πάντες οἱ κατοικοῦντες Αἴγυπτον, ὅτι ἐγώ εἰμι Κύριος
'And all the inhabitants of Egypt shall know that I am the Lord.'
「埃及一切的居民就知道我是耶和華。」
1:2929
Φοβερὰ τὰ ἠπειλημένα καὶ φρίκης μεστά·
Fearful are the things threatened, and full of dread;
所威嚇的事甚是可畏,滿了驚恐;
1:2930
οὐ γὰρ μόνον αὐτὸν, ἀλλὰ καὶ τοὺς ὑπηκόους ἠπεί λησε παραδοῦναι σφαγῇ·
for He threatened to deliver up to slaughter not only him, but also his subjects;
因為祂威嚇要交付刀下的,不僅是他自己,還有他的臣民;
1:2931
ἰχθύας γὰρ προσκολλωμέ. νους τοὺς ὑπηκόους προσηγόρευκε
for by the fishes that cling He designated the subjects.
因為祂以那貼住的魚,指他的臣民。
1:2932
Καὶ ὥσπερ ἐπὶ τῆς Τύρου τὰς τῆς ἀλληγορίας ἀφορμὰς ἀπὸ τῆς θαλάττης ἔλαβε (παραλία γὰρ ἡ πόλις), οὕτως ἐνταῦθα ἀπὸ ποταμοῦ κέχρηται τῇ τροπῇ
And just as in the case of Tyre He took the occasions of the allegory from the sea (for the city was on the seacoast), so here He has employed the figure from a river.
正如祂在推羅一事上以海為寓意的緣由(因那城位於海濱),照樣在此祂乃以河作為比喻的取材。
1:2933
Λεπί δας δὲ αὐτοῦ καὶ πτέρυγας τὴν ἡγεμονίαν καὶ τὴν ἐξουσίαν ἐκάλεσε, αἷς οἱ ἀρχόμενοι τῆς τοῦ βασι λέως ἀναγκαίως ἐκοινώνησαν τιμωρίας
By his scales and wings He called the leadership and the authority, in which those who were ruled necessarily shared in the king's punishment.
祂以他的鱗甲和翅膀稱那統治權和權柄,被治理的人也就必然在其中同受那王的刑罰。
1:2934
Ἱκανῶς δὲ διὰ τοῦ χαλινοῦ ᾐνίξατο τὰ πρὸ τοῦ χαλινοῦ σκιρ τήματα
And by the bridle He sufficiently intimated the leapings that preceded the bridle.
祂又藉那鉤子(轡頭),充分暗示了在受轡頭約束之前的種種跳躍狂放。
1:2935
Ἠπείλησε δὲ τοὺς μὲν εἰς ἔρημον χώραν ἐκπέμψειν δορυαλώτους, τοὺς δὲ σφαγῇ παραδώσειν, καὶ τοῖς θηρίοις καταλείψειν βοράν
He threatened to send some away as spear-captives into a desert land, and to deliver others to slaughter, and to leave them as food for the wild beasts.
祂威嚇要把一些人作為被擄的俘虜遣送到荒涼之地,把另一些人交付刀下,並把他們留給野獸作食物。
1:2936
Ἐπάγει δὲ καὶ τὴν αἰτίαν·
And He adds also the cause:
祂也加上緣由:
1:2937
Ἀνθ' ὧν ἐγενήθης ῥάβδος καλαμίνη τῷ οἴκῳ Ἰσραήλ
'Because thou wast become a staff of reed to the house of Israel.'
「因為你向以色列家成了蘆葦的杖。」
1:2938
ἐπεκρότησεν ἐπ' αὐτοὺς πᾶσα χεὶρ, καὶ ὅτε ἐπανεπαύσαντο ἐπὶ σὲ, συνετρίβης, καὶ συνέκλασας αὐτῶν πᾶσαν ὀσφύν
'every hand clapped over them, and when they leaned upon thee, thou wast broken, and didst shatter all their loins.'
「眾手都向他們拍掌;他們倚靠你的時候,你就折斷,扭傷了他們的全腰。」
1:2939
Τῇ μὲν οὖν Τύρῳ καὶ τοῖς ἀλλοφύ λοις, περὶ ὧν ἄνω προειρήκαμεν, ἠπείλησεν ἐπάξειν τὰς συμφορὰς, ὡς ἡσθεῖσιν ἐπὶ τοῖς συμβεβηκόσι τῷ Ἰσραήλ·
To Tyre, then, and to the foreigners, concerning whom we have spoken above, He threatened to bring calamities, as having rejoiced over what had befallen Israel;
祂向推羅和上文所提的非利士人威嚇要降下災禍,因他們曾為臨到以色列的事幸災樂禍;
1:2940
τῇ δὲ Αἰγύπτῳ οὐ τοῦτο μέμφεται, ἀλλὰ πᾶν τοὐναντίον, ὅτι τῇ παρ' αὐτῆς βοηθείᾳ θαῤῥῆσαι τὸν λαὸν παρασκευάσασα, τῆς μὲν θείας αὐτὸν προνοίας ἀπεγύμνωσεν, οὐδὲν δὲ τοῦτον διὰ τῆς οἰκείας ὤνησεν ἐπικουρίας
but of Egypt He does not blame this, but altogether the contrary, namely that, having caused the people to trust in the help coming from her, she stripped them of the divine providence, yet in no way profited them by her own assistance.
但對埃及祂所責備的並非此事,而是完全相反的事,就是:埃及使百姓倚靠她所給的幫助,反倒剝奪了他們對神眷佑的倚賴,而她自己的援助卻絲毫沒有使他們得益。
1:2941
Τοῦτο γὰρ διὰ τῆς καλαμίνης παρεδήλωσε ῥάβδου, συντριβείσης δι' ἀσθένειαν, καὶ συνθλασθείσης
For this He signified through the reed staff, which is broken by weakness and shattered to pieces.
因為祂藉著那蘆葦的杖表明了這事,那杖因軟弱而折斷、被壓碎。
1:2942
Οὕτω καὶ ὁ Σεννα χηρεὶμ παρὰ τῷ Ἡσαΐᾳ τὴν Αἰγυπτίων βοήθειαν προσηγόρευσε·
In this same way Sennacherim also, in Isaiah, described the help of the Egyptians, saying:
西拿基立在以賽亞書中也照樣如此形容埃及人的幫助,說:
1:2943
Πέποιθε γὰρ, φησὶν, ἐπὶ τὴν ῥά βδον τὴν καλαμίνην, τὴν τεθλασμένην, ἐπ' Αἴγυπτον·
'For he trusts,' he says, 'upon the reed staff, the broken one, upon Egypt;
他說:「因為他倚靠那折斷的蘆葦杖,倚靠埃及;
1:2944
ὡς ἐὰν ἐπιστηριχθῇ ἀνὴρ ἐπ' αὐτὴν, εἰσελεύσεται εἰς τὴν χεῖρα αὐτοῦ·
which, if a man lean upon it, it will enter into his hand;
人若倚靠它,它必刺入他的手;
1:2945
οὕτως ἐστὶ βασιλεὺς Αἰγύπτου, καὶ πάντες οἱ πεποιθότες ἐπ' αὐτῷ. Τοῦτο καὶ ἐνταῦθα ἔφη·
such is the king of Egypt, and all who trust in him.' This too He said here:
埃及王和一切倚靠他的人都是如此。」祂在這裡也說了同樣的話:
1:2946
Ἐπελάβοντό σου τῇ χειρὶ αὑτῶν, ἐθλάσθης, καὶ ἐπεκρότησεν ἐπ' αὐτοὺς πᾶσα ἡ χείρ. Καταγέλαστοι, φησὶ, καὶ ἐπίχαρτοι τοῖς πολεμίοις ἐγένοντο, σοῦ δίκην καλαμίνης ῥάβδου συνθλασθείσης καὶ ἡττηθείσης
'They took hold of you with their hand, you were crushed, and the whole hand clapped against them.' They became, He says, objects of derision and of malicious joy to their enemies, having been shattered and defeated after the manner of a reed staff crushed to pieces.
「他們用手抓住你,你就被壓碎,眾人的手都拍掌譏笑他們。」祂說:他們如同被壓碎、被擊敗的蘆葦杖一樣,成了仇敵譏笑和幸災樂禍的對象。
1:2947
Ἰδοὺ ἐγὼ ἐπάγω ἐπὶ σὲ ῥομφαίαν, καὶ ἀπολῶ ἀνθρώπους ἀπὸ σοῦ, καὶ κτήνη
'Behold, I bring a sword upon you, and I will destroy men from you, and cattle.'
「看哪,我要使刀劍臨到你,並要從你中間剪除人和牲畜。」
1:2948
Καὶ ἔσται ἡ Αἴγυπτος εἰς ἀπώλειαν καὶ ἐρήμωσιν, καὶ γνώ σονται, ὅτι ἐγώ εἰμι Κύριος
'And Egypt shall be given to destruction and desolation, and they shall know that I am the Lord.'
「埃及必變為荒廢淒涼之地,他們就知道我是主。」
1:2949
Ἐπειδὴ δὲ μέγα φρονῶν, καὶ τοῖς ἄλλοις ὑπισχνοῦ βοηθεῖν, μαθήσῃ τῇ πείρᾳ, ὡς οὐδὲ τῆς οἰκείας γῆς ὑπερμαχῆσαι δυνήσῃ, ἐμοῦ σοι τὴν τιμωρίαν ἐπάγοντος·
'Since you are high-minded, and undertake to help others also, you shall learn by experience that you will not be able even to fight for your own land, when I bring the punishment upon you;'
「既然你心高氣傲,又應許幫助別人,你必藉經歷得知,當我使刑罰臨到你時,你連自己的地都不能護衛;」
1:2950
ἐπιγνώ σεται δὲ ὁ ἐμὸς λαὸς τὴν ἐμὴν δυναστείαν
'but My people shall come to acknowledge My sovereign power.'
「但我的百姓卻要認識我的權能。」
1:2951
Εἶτα πάλιν τῶν τῆς ἀλαζονείας αὐτῶν ἀναμνήσας ῥη μάτων, Ἔλεγες γὰρ, φησὶν, ὅτι Ἐμοί εἰσιν οἱ ποταμοὶ, καὶ ἐγὼ ἐποίησα αὐτούς· ἐρημίαν ἀπειλεῖ τῇ Αἰγύπτῳ, οὐ πάσῃ, ἀλλ' ἢ ἀπὸ Μαγδωλοῦ καὶ Συήνης, ἕως τῶν ὁρίων Αἰθιόπων, καὶ οὐδὲ ταύταις ταῖς πόλεσι διηνεκῆ τὴν ἐρημίαν, ἀλλὰ χρόνον τινά
Then again, having recalled the words of their arrogance—'For you said,' He says, 'that The rivers are Mine, and I made them'—He threatens desolation to Egypt, not to the whole of it, but only from Magdolon and Syene as far as the borders of the Ethiopians; and not even to these cities a perpetual desolation, but for a certain time.
接著,祂又重提他們狂傲的話語—祂說:「因為你說:『這些河是我的,是我造的。』」—便向埃及發出荒涼的威嚇,不是全埃及,乃是從密奪和色弗尼直到古實邊界之地;且連這些城的荒涼也非永久,只是一段時期。
1:2952
Οὐ μὴ διέλθῃ αὐτὴν, φησὶ, ποὺς ἀν θρώπου, καὶ ποὺς κτήνους οὐ μὴ διέλθῃ ἐπ' αὐτὴν, καὶ οὐ κατοικηθήσονται τεσσαράκοντα ἔτη
'No foot of man shall pass through it,' He says, 'and no foot of beast shall pass over it, and it shall not be inhabited for forty years.'
祂說:「人的腳必不經過那地,獸的腳也必不經過,並且無人居住,共四十年。」
1:2953
Καὶ δώσω τὴν γῆν αὐτῆς, εἰς ἀπώλειαν ἐν μέσῳ γῆς ἠρημωμένης, καὶ αἱ πόλεις αὐτῆς ἐν μέσῳ πόλεων ἠρημωμένων ἔσονται ἀφανεῖς τεσ σαράκοντα ἔτεσι·
'And I will give her land to destruction in the midst of a desolated land, and her cities shall be laid waste in the midst of desolated cities for forty years;'
「我必使她的地在荒涼之地中變為荒廢,她的城邑也必在荒廢的城邑中荒涼四十年;」
1:2954
καὶ διασπερῶ Αἴγυπτον ἐν τοῖς ἔθνεσι, καὶ λικμήσω αὐτοὺς ἐν ταῖς χώ ραις
'and I will scatter Egypt among the nations, and winnow them among the countries.'
「我必將埃及人分散在列國,把他們簸散在各地。」
1:2955
Ἄῤῥητος ἡ τοῦ Θεοῦ φιλανθρωπία, μέτρῳ μέν τινι καὶ σταθμῷ τὰς τιμωρίας ἐπάγουσα, πάλιν δὲ τὰ πληττόμενα θεραπεύουσα·
Ineffable is the loving-kindness of God, which brings on punishments by a certain measure and weight, and again heals those that have been smitten;
神的仁慈難以言喻,祂按著某種分量和度量施行刑罰,又醫治那受擊打的;
1:2956
Ἐγὼ ἀποκτενῶ καὶ ζῇν ποιήσω, πατάξω, κἀγὼ ἰάσομαι. Κἀνταῦθα τοίνυν ἀπειλεῖ τοῖς Αἰ γυπτίοις αἰχμαλωσίαν, καὶ διασπορὰν, καὶ ἐρημίαν, ἀλλ' ὀλίγῳ χρόνῳ περιορίζει τὴν ἐρημίαν
'I will kill and make alive, I will smite and I will heal.' Here too, therefore, He threatens the Egyptians with captivity, dispersion, and desolation, but limits the desolation to a short time.
「我使人死,也使人活;我打傷,也醫治。」所以祂在這裡也向埃及人威嚇擄掠、分散和荒涼,卻將荒涼限定在短暫的時間內。
1:2957
Τεσσα ράκοντα, φησὶν, ἔτη ἄβατος ἔσται, καὶ οὐ πᾶσα ἡ Αἴγυπτος, ἀλλ' ἀπὸ Μαγδωλοῦ καὶ Συήνης, ἕως τῶν ὁρίων Αἰθιόπων, καὶ εὐθὺς ὑπισχνεῖται τὴν ἀνά κλησιν
'For forty years,' He says, 'it shall be untrodden'—and not all Egypt, but from Magdolon and Syene as far as the borders of the Ethiopians—and immediately He promises the recall.
祂說:「四十年之久必無人經過」—且非全埃及,乃是從密奪和色弗尼直到古實邊界—隨即祂就應許使他們歸回。
1:2958
Μετὰ τεσσαράκοντα γὰρ, φησὶν, ἔτη συνάξω τοὺς Αἰγυπτίους ἀπὸ τῶν ἐθνῶν, οὗ διεσκορπίσθησαν ἐκεῖ
'For after forty years,' He says, 'I will gather the Egyptians from the nations, whither they were scattered.'
祂說:「四十年之後,我必從他們被分散到的列國招聚埃及人。」
1:2959
Καὶ ἀποστρέψω τὴν αἰ χμαλωσίαν τῶν Αἰγυπτίων, καὶ κατοικιῶ αὐτοὺς ἐν γῇ Παθούρης, ἐν τῇ γῇ ὅθεν ἐλήφθησαν
'And I will turn back the captivity of the Egyptians, and will settle them in the land of Pathoures, in the land whence they were taken.'
「我必使埃及被擄的人歸回,安置他們在巴忒羅地,就是他們被擄去的本地。」
1:2960
Οὕ τως ὑποσχόμενος τὴν τῆς αἰχμαλωσίας ἀπαλλαγὴν, προλέγει καὶ τὴν ἐσομένην τῆς βασιλείας ἐκείνης σμικρότητα
Having thus promised the release from captivity, He foretells also the smallness that would attend that kingdom.
祂如此應許脫離擄掠之後,又預言那國將有的卑微渺小。
1:2961
Καὶ ἔσται γὰρ, φησὶν, ἀρχὴ ταπεινὴ ἐκεῖ, παρὰ πάσας τὰς ἀρχὰς, καὶ ἔσται ταπεινοτάτη, τοῦ μὴ ὑψωθῆναι ἔτι ἐπὶ τὰ ἔθνη, καὶ ὀλιγο στοὺς αὐτοὺς ποιήσω, τοῦ μὴ εἶναι αὐτοὺς πλείονας ἐν τοῖς ἔθνεσι
'For it shall be,' He says, 'a lowly kingdom there, beyond all the kingdoms, and it shall be most lowly, so that it be no more exalted over the nations; and I will make them few in number, that they be not many among the nations.'
祂說:「因為在那裡它必成為卑微的國,比萬國更卑微,且要極其卑微,不再高舉自己凌駕列國之上;我必使他們人數減少,不再在列國中增多。」
1:2962
Μαρτυρεῖ τῇ προφητείᾳ τὰ πράγματα τὴν ἀλήθειαν
The events themselves bear witness to the truth of the prophecy.
事實本身為這預言的真實作了見證。
1:2963
Καταλυθεῖσα γὰρ ὑπὸ τοῦ Ναβουχοδονόσορ τῶν Αἰγυπτίων ἡ βασιλεία ἀν ήνθησε πάλιν ἐπὶ Κύρου τοῦ Πέρσου, ἀλλὰ τὴν προτέραν οὐκ ἀπέλαβε δυναστείαν
For the kingdom of the Egyptians, having been overthrown by Nebuchadnezzar, flourished again under Cyrus the Persian, yet did not recover its former power.
因為埃及人的國雖被尼布甲尼撒傾覆,卻在波斯王古列的時候再度興盛,只是未能恢復從前的權勢。
1:2964
Οὐ πολλοῦ γὰρ χρόνου διελθόντος, Καμβύσης ὁ Κύρου ταύτην πάλιν καταλύσας, ὑπήκοον ἐποιήσατο, καὶ δασμὸν φέρειν ἠνάγκασεν·
For not much time having passed, Cambyses the son of Cyrus overthrew it again, made it subject, and compelled it to pay tribute;
因為過了不多時,古列的兒子岡比西斯又將它傾覆,使它臣服,並強迫它進貢;
1:2965
ὕστερον δὲ καὶ Μακεδόνας ἐδέξατο βασιλέας, παντελῶς τῶν Αἰγυπτίων παυσαμένων βασιλέων
and later it received even Macedonian kings, the kings of the Egyptians having wholly ceased.
後來它甚至接受了馬其頓的君王,埃及人的君王完全斷絕了。
1:2966
ἀκο λουθῆσαι ὀπίσω αὐτῶν, καὶ γνώσονται, ὅτι ἐγώ εἰμι Κύριος
'...to follow after them, and they shall know that I am the Lord.'
「……跟隨在他們之後,他們就知道我是主。」
1:2967
Οὕτω γὰρ, φησὶ, τῶν Αἰγυπτίων ἐλαττώσω τὴν βασιλείαν, ὡς μηκέτι τὸν ἐμὸν λαὸν τῇ ἐκείνων βοηθείᾳ θαῤῥεῖν, καὶ ἀσεβείας ἀφορμὰς παρ' ἐκείνων λαμβάνειν, ἀλλὰ τὴν ἐμὴν προμή θειαν ἐπιζητεῖν·
'For thus,' He says, 'I will diminish the kingdom of the Egyptians, so that My people may no longer take courage in their help, nor take occasions of impiety from them, but seek My providence;'
祂說:「因為我要如此削弱埃及人的國,使我的百姓不再倚靠他們的幫助壯膽,也不再從他們得著不敬虔的緣由,反倒尋求我的眷顧;」
1:2968
μαθήσονται γάρ μου τὴν δεσπο τείαν
'for they shall learn My lordship.'
「因為他們必認識我的主權。」
1:2969
Καὶ ἐγένετο ἐν τῷ ἑβδόμῳ καὶ εἰκοστῷ ἔτει, ἐν μιᾷ τοῦ μηνὸς τοῦ πρώτου, ἐγένετο λό γος Κυρίου πρός με, λέγων·
'And it came to pass in the twenty-seventh year, on the first day of the first month, the word of the Lord came to me, saying:'
「到了第二十七年正月初一日,主的話臨到我,說:」
1:2970
Υἱὲ ἀνθρώπου, Να βουχοδονόσορ ὁ βασιλεὺς Βαβυλῶνος κατεδου λώσατο τὴν δύναμιν αὑτοῦ δουλείᾳ μεγάλῃ ἐπὶ Τύρῳ
'Son of man, Nebuchadnezzar the king of Babylon made his army serve a great servitude against Tyre.'
「人子啊,巴比倫王尼布甲尼撒使他的軍隊為攻打推羅大大效勞。」
1:2971
Πᾶσα κεφαλὴ φαλάκρωμα, καὶ πᾶς ὦμος μαδῶν, καὶ μισθὸς οὐκ ἐγένετο αὐτῷ, καὶ τῇ δυνάμει αὐτοῦ ἐπὶ Τύρῳ, καὶ τῇ δου λείᾳ ᾗ ἐδούλευσεν ἐπ' αὐτῇ
'Every head was made bald, and every shoulder was made bare, yet neither he nor his army had any wages from Tyre, for the servitude that he served against it.'
「各人的頭都成了光禿,各人的肩都被磨破;然而他和他的軍隊為攻打推羅所服的勞役,卻沒有從推羅得著工價。」
1:2972
Ἐκεῖνα τῷ δε κάτῳ ἔτει τῆς Ἰεχονίου αἰχμαλωσίας προείρηκεν, ἢ τῷ δωδεκάτῳ·
Those former things he had foretold in the tenth year of the captivity of Jechonias, or in the twelfth;
前面那些事,他是在耶哥尼雅被擄的第十年,或第十二年所預言的;
1:2973
οὕτω γὰρ καὶ ὁ Ἑβραῖος λέγει, καὶ ὁ Σύρος·
for so both the Hebrew and the Syriac say;
因為希伯來文和敘利亞文都是這樣說;
1:2974
ταῦτα δὲ τῷ ἑβδόμῳ καὶ εἰκοστῷ μετὰ τὴν ἅλωσιν τῆς Τύρου καὶ τὴν μακρὰν πολιορκίαν, δι' ἣν καὶ πᾶσαν κεφαλὴν λέγει φαλακρὰν γενέ σθαι, καὶ πάντα ὦμον μαδῶντα
but these things in the twenty-seventh, after the capture of Tyre and the long siege, on account of which he says that every head became bald and every shoulder worn bare.
而這些事則是在第二十七年,就是攻取推羅並經過長久圍困之後—正因這圍困,他才說各人的頭都成了光禿,各人的肩都被磨破。
1:2975
Ἡ γὰρ ὑπαίθριος διαγωγὴ τοιαῦτα ποιεῖν εἴωθε, τοῦ φλογμοῦ πολλά κις ἀποδέροντος τῶν τοῦ σώματος μελῶν τὰ γυμνὰ τούτῳ προκείμενα
For life in the open air is wont to produce such effects, the scorching heat often stripping the bare parts of the body's members that are exposed to it.
因為露天的生活慣常造成這樣的結果,酷熱常常剝損那暴露在其下、身體肢體的裸露之處。
1:2976
Ὑπισχνεῖται δὲ τῷ Ναβουχο δονόσορ τὸν μισθὸν δώσειν τὴν Αἴγυπτον, ὑπὲρ τῶν πόνων τῶν περὶ τὴν πολιορκίαν τῆς Τύρου γεγενημέ νων·
He promises to give Egypt as wages to Nebuchadnezzar, in return for the labors incurred about the siege of Tyre;
祂應許將埃及賜給尼布甲尼撒作工價,以報償他為圍攻推羅所付出的勞苦;
1:2977
οὐκ ἐπειδὴ γνώμῃ τῷ θείῳ διακονῶν βουλή ματι τοῦτο εἰργάσατο (οἰκείᾳ γὰρ ὁρμῇ κεχρημένος πᾶσι τούτοις τοῖς ἔθνεσιν ἐπεστράτευσεν), ἀλλὰ διὰ τούτων παραδηλοῖ, ὡς οὐδὲν αὐτοῦ μὴ βουλομένου γενήσεται
not that he did this consciously serving the divine will (for using his own impulse he made war on all these nations), but through these things He indicates that nothing comes to pass against His will.
並非說尼布甲尼撒是有意識地服事神的旨意才行這事(因為他是憑自己的衝動攻打這一切列國),乃是藉著這些事表明,凡神不願意的,沒有一件會發生。
1:2978
ἀλλὰ τὰ μὲν αὐτὸς πρυτανεύει, τὰ δὲ γίνεσθαι συγχωρεῖ, νῦν μὲν τῷ αὐτεξουσίῳ τῶν ἀνθρώπων παραχωρῶν, νῦν δὲ τοὺς ἀξίους δι' ἑτέρων κολάζεσθαι συγχωρῶν
But some things He Himself directs, and others He permits to happen, now yielding to the free will of men, now permitting the deserving to be punished through others.
有些事是祂親自掌管,有些事則是祂容許發生,有時讓步於人的自由意志,有時容許該受懲罰的人藉他人受罰。
1:2979
Τάδε, λέγει Ἀδωναῒ Κύριος·
'Thus says Adonai the Lord:'
「主耶和華如此說:」
1:2980
Ἰδοὺ ἐγὼ δίδωμι τῷ Ναβουχοδονόσορ βασιλεῖ Βαβυλῶνος τὴν γῆν Αἰγύπτου, καὶ λήψεται τὸ πλῆθος αὐ τῆς, καὶ σκυλεύσει τὰ σκῦλα αὐτῆς, καὶ προ νομεύσει τὴν προνομὴν αὐτῆς, καὶ ἔσται ὁ μι σθὸς τῇ δυνάμει αὐτοῦ
'Behold, I give to Nebuchadnezzar king of Babylon the land of Egypt, and he shall take her multitude, and spoil her spoils, and plunder her plunder, and it shall be the wages for his army.'
「看哪,我必將埃及地賜給巴比倫王尼布甲尼撒;他必擄掠她的群眾,奪取她的財物,搶奪她的貨物,作為他軍隊的工價。」
1:2981
Ἀντὶ τῆς λειτουργίας αὐτοῦ, ἧς ἐδούλευσεν ἐπὶ Τύρου, δέδωκα αὐτῷ τὴν γῆν Αἰγύπτου, ἀνθ' ὧν ὅσα εἰργάσατο
'In return for his ministry, wherewith he served against Tyre, I have given him the land of Egypt, in requital for all that he did.'
「因他為攻打推羅所服的勞役,我已將埃及地賜給他,作為他一切所行的報償。」
1:2982
Πά λιν τὰ αὐτὰ εἴρηκε, τῇ ἀναλήψει καὶ δευτερώσει τὴν πρόῤῥησιν βεβαιῶν·
Again He has said the same things, confirming the prediction by the resumption and repetition;
祂又重述了同樣的話,藉著重提與重複來確立這預言;
1:2983
Τάδε λέγει Ἀδωναῒ Κύριος·
'Thus says Adonai the Lord:'
「主耶和華如此說:」
1:2984
( καʹ.) Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἀνατελεῖ κέρας παντὶ τῷ οἴκῳ Ἰσραὴλ, καὶ σοὶ δώσω στόμα ἠνεῳγμένον ἐν μέσῳ αὐτῶν, καὶ γνώσονται ὅτι ἐγὼ Κύριος
(chapter 21.) 'In that day a horn shall spring forth for all the house of Israel, and to you I will give an opened mouth in the midst of them, and they shall know that I am the Lord.'
(第二十一章)「在那日,我必使一角為以色列全家生發,又使你在他們中間開口說話,他們就知道我是主。」
1:2985
Κέρας ἡ θεία Γραφὴ ποτὲ μὲν καλεῖ τὴν εὐσέβειαν, ποτὲ δὲ τὴν δύναμιν, ποτὲ δὲ τὴν βασιλείαν·
By 'horn' the divine Scripture sometimes calls piety, sometimes power, sometimes kingship;
聖經有時用「角」稱敬虔,有時稱能力,有時稱國權;
1:2986
τὸ δὲ Ἀνατελεῖ κέρας ἐκ τῆς μεταφορᾶς τῶν μόσχων τέθεικεν, οἳ ἀσθενεῖς. μὲν εἰσὶν πρὸ τῆς τῶν κεράτων ἐκφύσεως, μετὰ δὲ τὴν τούτων αὔξησιν πολλὴν προσλαμβάνουσι δύναμιν
and He has set the phrase 'A horn shall spring forth' from the metaphor of calves, which are weak before the sprouting of their horns, but after their growth acquire much strength.
祂用「角必生發」這話,是取自牛犢的比喻—牠們在角長出之前是軟弱的,但角長成之後就得著極大的力量。
1:2987
Τῆς τοίνυν Αἰγύπτου, φησὶ, καταλυομένης, ὁ ἐμὸς ἀνθήσει λαὸς, καὶ εὐσέβειαν κτήσεται, τὴν πονηρίαν οὐκ ἔχων διδάσκαλον·
'When Egypt therefore is overthrown,' He says, 'My people shall flourish and gain piety, no longer having wickedness as its teacher;'
祂說:「所以當埃及被傾覆的時候,我的百姓必興盛,得著敬虔,不再以邪惡為師傅;」
1:2988
ὑφέξουσι δὲ καὶ τοῖς προφητικοῖς λόγοις τὴν ἀκοὴν, τὴν ἐμὴν δεσποτείαν μεμαθηκότες
'and they shall lend an ear to the prophetic words, having learned My lordship.'
「他們既認識了我的主權,也必側耳聽從那些先知的話語。」
1:2989
Τοῦτο γὰρ ἐδήλωσεν εἰρηκώς·
For this He indicated when He said:
因為祂說這話時已表明了這事:
1:2990
Καὶ σοὶ δώσω στόμα ἠνεῳγμένον ἐν μέσῳ αὐτῶν· διὰ γὰρ τοῦ Ἰεζε κιὴλ πάντα τὸν προφητικὸν ἐσήμανε χορόν
'And to you I will give an opened mouth in the midst of them'; for through Ezekiel He signified the whole prophetic choir.
「我必使你在他們中間開口說話」;因為祂藉著以西結表明了眾先知的行列。
1:2991
Καὶ ἐγένετο λόγος Κυρίου πρός με, λέ γων·
'And the word of the Lord came to me, saying:'
「主的話臨到我,說:」
1:2992
Υἱὲ ἀνθρώπου, προφήτευσον καὶ εἰπέ·
'Son of man, prophesy and say:'
「人子啊,你要說預言,說:」
1:2993
Τάδε λέγει Ἀδωναῒ Κύριος·
'Thus says Adonai the Lord:'
「主耶和華如此說:」
1:2994
Ὅτι ἐγγὺς ἡ ἡμέρα Κυρίου, καὶ ἐγγίζει ἡ ἡμέρα νεφέλης, καὶ καιρὸς ἐθνῶν ἔσται
'For near is the day of the Lord, and the day of a cloud draws near, and it shall be a time of nations.'
「因為主的日子臨近了,密雲的日子將到,那將是列國受罰的時候。」
1:2995
Ἡμέραν καλεῖ τὸν τῆς τιμωρίας καιρόν·
By 'day' He calls the time of punishment;
祂用「日子」稱刑罰的時候;
1:2996
νεφέλην δὲ τὸ ἀπὸ τῆς συμφορᾶς ταῖς ψυχαῖς γενόμενον σκότος·
and by 'cloud' the darkness that comes upon the souls from calamity;
用「密雲」稱那因災禍而臨到人心靈的黑暗;
1:2997
Οὐ γὰρ μόνον, φησὶν, ὁ ἐμὸς λαὸς τούτοις περιπε σεῖται τοῖς κακοῖς, ἀλλὰ καὶ τὰ ἔθνη δώσει δίκας τῆς ἀσεβείας
'For not only,' He says, 'shall My people fall into these evils, but the nations also shall pay the penalties of their impiety.'
祂說:「不但我的百姓要陷入這些災禍,列國也要為他們的不敬虔付上代價。」
1:2998
Καὶ ἥξει μάχαιρα ἐπ' Αἰγυπτίους, καὶ ἔσται ταραχὴ ἐν τῇ Αἰθιοπίᾳ, καὶ πεσοῦνται οἱ τετραυματισμένοι ἐν Αἰγύπτῳ, καὶ ληφθήσεται τὸ πλῆθος αὐτῶν, καὶ συμπεσεῖται τὰ θεμέ λια αὐτῆς
'And a sword shall come upon the Egyptians, and there shall be tumult in Ethiopia, and the wounded shall fall in Egypt, and her multitude shall be taken, and her foundations shall collapse together.'
「必有刀劍臨到埃及人,古實必有大亂,被殺的人必在埃及仆倒,她的群眾必被擄掠,她的根基必一同崩塌。」
1:2999
Καὶ καταληφθήσονται Πέρσαι, καὶ Κρῆτες, καὶ Λίβυες, καὶ Αἰθίοπες, καὶ Λυδοὶ, καὶ πᾶσα ἡ Ἀραβία, καὶ πάντες οἱ ἐπίμικτοι, καὶ ἐκ τῶν υἱῶν τῆς διαθήκης μου ἐν αὐτῇ μα χαίρᾳ πεσοῦνται μετ' αὐτῆς
'And the Persians, and Cretans, and Libyans, and Ethiopians, and Lydians, and all Arabia, and all the mingled peoples, and those of the sons of My covenant that are in her, shall fall by the sword together with her.'
「波斯人、克里特人、呂彼亞人、古實人、路德人、亞拉伯全地的人、一切雜族的人,以及在她中間屬我立約之子的人,都必與她一同倒在刀下。」
1:3000
Τὰ τῇ Αἰγύπτῳ, φησὶ, συμβησόμενα θόρυβον καὶ τῇ Αἰθιοπίᾳ παρ έξει·
'The things that shall befall Egypt,' He says, 'will bring turmoil to Ethiopia also;'
祂說:「那將臨到埃及的事,也必給古實帶來動亂;」
1:3001
ὅμορος γὰρ οὖσα ἀγωνιάσει μὴ ταὐτὰ πάθῃ
for being her neighbor she shall be in anguish lest she suffer the same.
因為古實與埃及接壤,必要惶恐,惟恐自己也遭受同樣的事。
1:3002
Εἶτα διηγεῖται τοὺς Αἰγυπτίων ἐπικούρους σὺν Αἰ γυπτίοις ἀναιρουμένους, Κρῆτας, καὶ Λίβυας, καὶ Αἰθίοπας, καὶ Λυδοὺς, καὶ Ἄραβας
Then He recounts the auxiliaries of the Egyptians being destroyed together with the Egyptians—Cretans, Libyans, Ethiopians, Lydians, and Arabs.
接著祂敘述埃及人的援兵—克里特人、呂彼亞人、古實人、路德人和亞拉伯人—與埃及人一同被除滅。
1:3003
Καὶ Ἑλληνικαὶ δὲ ἱστορίαι διδάσκουσι τὴν Λυδῶν καὶ Αἰγυ πτίων συμμαχίαν
And the Greek histories too teach of the alliance of the Lydians and the Egyptians.
希臘的史書也教導我們路德人與埃及人結盟之事。
1:3004
Πέρσας δὲ οὐ τοὺς ἀπὸ τῆς Περσί δος εἰς βοήθειαν αὐτοῖς ἐληλυθότας λέγει·
But by 'Persians' He does not mean those who came from Persis to their aid;
但祂所說的「波斯人」,並非指那些從波斯前來援助他們的人;
1:3005
πῶς γὰρ οἷόν τε ἦν, Ἀσσυρίων καὶ Χαλδαίων πολεμούντων αὐτοῖς, Πέρσας ἔχειν συμμάχους; ἀλλὰ τοὺς πάλαι ποτὲ ἐκεῖθεν ἀποικισθέντας, καὶ μετοίκους ἐν Αἰ γύπτῳ γεγενημένους
for how could it be that, while the Assyrians and Chaldeans were making war on them, they should have Persians as allies? Rather He means those who long ago were transplanted thence, and had become settlers in Egypt.
因為亞述人和迦勒底人正與他們爭戰,他們怎能有波斯人作盟友呢?祂乃是指那些從前很久以前從那裡遷移過來、在埃及定居為僑民的人。
1:3006
Φασὶ δὲ καὶ τὴν Αἰγυπτιακὴν Βαβυλῶνα τούτου χάριν ὁμώνυμον τῇ Περσικῇ γε νέσθαι, ὡς Περσῶν αὐτὴν ᾠκηκότων
And they say that the Egyptian Babylon received its name, homonymous with the Persian, for this reason, since Persians had inhabited it.
他們也說,埃及的巴比倫之所以與波斯的巴比倫同名,正是因為波斯人曾住在那裡。
1:3007
Υἱοὺς δὲ τῆς διαθήκης αὐτοὺς καλεῖ τοὺς Ἰουδαίους, οἳ μετὰ τὴν τῆς Ἱερουσαλὴμ πολιορκίαν κατῆλθον εἰς Αἴγυπτον, τὸν προφήτην Ἱερεμίαν λαβόντες
'Sons of the covenant' He calls the Jews, who after the siege of Jerusalem went down into Egypt, taking the prophet Jeremiah with them.
祂稱那些猶太人為「立約之子」,就是在耶路撒冷被圍困之後帶著先知耶利米下到埃及的人。
1:3008
Καὶ τούτοις δὲ ὁμοίως ἀπειλεῖ τιμωρίαν, ἐπειδὴ παρὰ τὸν αὐτοῦ σκο πὸν τὴν Ἰουδαίαν καταλιπόντες ἀφίκοντο εἰς τὴν. Αἴγυπτον
And to these likewise He threatens punishment, since contrary to His purpose they left Judea and came into Egypt.
祂同樣向這些人威嚇刑罰,因為他們違背祂的旨意,離開猶大來到埃及。
1:3009
Ταῦτα δὲ καὶ διὰ Ἱερεμίου τοῦ προφή του εἴρηται·
And these things were said also through Jeremiah the prophet:
這些事也是藉著先知耶利米說的:
1:3010
Γνώσονται γὰρ, φησὶ, πάντες οἱ κα τάλοιποι τοῦ Ἰούδα, οἱ παροικοῦντες ἐν γῇ Αἰγύ πτου, λόγος τίνος ἐμμενεῖ, ὁ ἐμὸς, ἢ ὁ αὐτῶν·
'For all the remnant of Judah,' He says, 'that sojourn in the land of Egypt shall know whose word shall stand, Mine or theirs.'
祂說:「凡住在埃及地一切剩下的猶大人,必要知道誰的話得以立定,是我的話呢,還是他們的話。」
1:3011
καὶ τοῦτο ὑμῖν τὸ σημεῖον, φησὶ Κύριος·
'And this shall be the sign to you,' says the Lord:
「這就是給你們的兆頭,」主說:
1:3012
Ἰδοὺ ἐγὼ δί δωμι τὸν Φαραὼ Οὐαφρῆ βασιλέα Αἰγύπτου ἔκδο τον εἰς χεῖρας ζητούντων ψυχὴν αὐτοῦ, καθὼς ἔδωκα τὸν Σεδεκίαν βασιλέα Ἰούδα εἰς χεῖρας Ναβουχοδο νόσορ βασιλέως Βαβυλῶνος ἐχθροῦ αὐτοῦ, καὶ ζη τοῦντος ψυχὴν αὐτοῦ. Συμφωνεῖ τοίνυν ἀλλήλοις τὰ ὑπὸ τῶν θείων προφητῶν προηγορευμένα·
'Behold, I will give Pharaoh Hophra, king of Egypt, into the hands of those who seek his life, just as I gave Zedekiah, king of Judah, into the hands of Nebuchadnezzar, king of Babylon, his enemy, who sought his life.' The things foretold by the divine prophets are therefore in agreement with one another;
「看哪,我必將埃及王法老合弗拉交在尋索他性命之人的手中,正如我將猶大王西底家交在他仇敵巴比倫王尼布甲尼撒的手中,那尋索他性命的人一樣。」如此,眾神聖先知所預言的話彼此相合;
1:3013
ἑνὸς γὰρ Πνεύματος ῥήματα
for they are the utterances of one and the same Spirit.
因為這些都是同一位聖靈的話語。
1:3014
Οὕτω πάλιν προει ρηκὼς μετὰ τοῦ διορισμοῦ τῆς Αἰγύπτου τὴν ἐρημίαν, καὶ πῦρ τὸν Ἀσσύριον προσαγορεύσας βα σιλέα, ἐπάγει·
Thus again, having foretold the desolation of Egypt together with its dismemberment, and having called the Assyrian king a fire, he adds:
如此,他既已預言埃及的荒涼連同它的分裂,又稱亞述王為烈火,便接著說:
1:3015
Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐξελεύσονται ἄγγελοι ἀπὸ προσώπου μου ἐν Σεὶμ, σπεύδοντες ἀφα νίσαι τὴν Αἰθιοπίαν τὴν ἐλπίδα·
'On that day messengers shall go forth from before my face in Seim, hastening to destroy Ethiopia, the hope;'
「當那日,必有使者從我面前出去,在西音急速前往,要毀滅那作為指望的古實(埃塞俄比亞);」
1:3016
καὶ ἔσται τα ραχὴ αὐτοῖς ἐν τῇ ἡμέρᾳ Αἰγύπτου, ὅτι ἰδοὺ ἥκει
'and there shall be confusion among them in the day of Egypt, for behold, it comes.'
「在埃及受罰的日子,他們中間必有慌亂,因為看哪,那日已經來到。」
1:3017
Ἐλπίδα τὴν Αἰθιοπίαν ἐκάλεσε, διὰ τὸ τοὺς Αἰγυπτίους τῇ ἐκείνων βοηθείᾳ θαῤῥεῖν·
He called Ethiopia 'the hope' because the Egyptians took courage in their aid;
他稱古實為「指望」,因為埃及人倚靠他們的援助而壯膽;
1:3018
τὸ δὲ Σεὶμ τῇ Ἑλλάδι φωνῇ ἐν ἰσχύϊ δηλοῖ
and the word 'Seim' in the Greek tongue signifies 'in strength.'
而「西音」一詞在希臘語中意指「以能力」。
1:3019
Ταῦτα δὲ, φησὶ, τῶν Αἰγυπτίων ὑπομενόντων, ταραχθήσονται Αἰθίοπες οἱ τούτων ἐπίκουροι, οὐ μόνον διὰ τὰ τού τοις ἐπελθόντα κακὰ, ἀλλὰ καὶ διὰ τὰς σφᾶς αὐ τοὺς καταληψομένας συμφορὰς δι' ἀγγέλων τινῶν ὑπ' ἐμοῦ πεμπομένων, καὶ ἐπειγομένων πληρῶσαι τὰ προσταχθέντα
'These things,' he says, 'while the Egyptians are enduring them, the Ethiopians their allies shall be thrown into confusion, not only on account of the evils that have come upon these, but also on account of the calamities that will overtake themselves through certain messengers sent by me and urged on to fulfil what has been commanded.'
他說:「當埃及人遭受這些事之時,他們的盟友古實人也必陷入慌亂,不僅因為臨到埃及人的災禍,更因為那將臨到他們自身的災難,乃是藉著我所差遣、被催促去成就我所吩咐之事的某些使者而臨到的。」
1:3020
Τάδε λέγει Ἀδωναῒ Κύριος·
'Thus says Adonai the Lord:'
「主阿多乃如此說:」
1:3021
Καὶ ἀπολῶ τὸ πλῆθος τῶν Αἰγυπτίων διὰ χειρὸς Ναβουχοδο νόσορ βασιλέως Βαβυλῶνος
'And I will destroy the multitude of the Egyptians by the hand of Nebuchadnezzar, king of Babylon,'
「我必藉巴比倫王尼布甲尼撒的手滅絕埃及的眾民,」
1:3022
Αὐτοῦ, καὶ τοῦ λαοῦ αὐτοῦ μετ' αὐτοῦ·
'him and his people with him:'
「就是他和跟隨他的百姓:」
1:3023
λοιμοὶ ἀπὸ ἐθνῶν ἀπ εσταλμένοι ἀπολέσαι τὴν γῆν·
'plagues sent from among the nations to destroy the land;'
「就是從列國中被差來毀滅那地的災病;」
1:3024
καὶ ἐκκενώσουσι πάντας τὰς μαχαίρας αὑτῶν ἐπ' Αἰγύπτου, καὶ πλησθήσεται ἡ γῆ τραυματιῶν
'and they shall all draw their swords against Egypt, and the land shall be filled with the slain.'
「他們都要拔刀攻擊埃及,遍地必滿了被殺的人。」
1:3025
Καὶ δώσω τοὺς ποταμοὺς αὐτῶν ἐρήμους, καὶ ἀποδώσομαι τὴν γῆν εἰς χεῖρας πονηρῶν, καὶ ἀπολῶ τὴν γῆν καὶ τὸ πλήρωμα αὐτῆς, ἐν χερσὶν ἀλλοτρίων·
'And I will make their rivers desolate, and I will deliver up the land into the hands of wicked men, and I will destroy the land and its fullness by the hands of strangers.'
「我必使他們的江河荒涼,將那地交在惡人手中;我必藉外邦人的手毀滅那地和其中所充滿的。」
1:3026
Τοῖς τῶν ἐθνῶν, φησὶν, ἁπάντων ὠμοτέροις Βαβυλωνίοις παραδώσω τὴν Αἴγυπτον, ὥστε πᾶσαν αὐτῶν τὴν γῆν πληρωθῆναι σφαγῶν, καὶ τοὺς ποταμοὺς ἐρήμους γενέσθαι τῶν παροικούντων·
'To the Babylonians,' he says, 'the most savage of all the nations, I will hand over Egypt, so that all their land is filled with slaughter and their rivers become emptied of their inhabitants;'
他說:「我必將埃及交給巴比倫人,就是萬國中最兇殘的,使他們全地滿了殺戮,他們的江河也失去了居住其旁的人;」
1:3027
τὸ δὲ, Ἀποδώσομαι τὴν γῆν εἰς χεῖρας πονηρῶν, ἀντὶ τοῦ παραδώσω τέθεικεν
and the phrase, 'I will deliver up the land into the hands of wicked men,' he has set down in the sense of 'I will hand it over.'
至於「我必將那地交在惡人手中」這句話,他是取「我必把它交付出去」的意思。
1:3028
Ἁρμόττει δὲ καὶ τοῦτο τοῖς προειρημένοις·
And this too fits with what was said before;
這也與前面所說的相合;
1:3029
μισθὸν γὰρ ἔφη δώσειν τῷ Ναβουχοδονόσορ, τῆς Αἰγύπτου τὴν δούλωσιν, ὑπὲρ τῶν γεγενημένων αὐτῷ πόνων ἐν τῇ πολιορκίᾳ τῆς Τύρου
for he said that he would give to Nebuchadnezzar, as a wage, the enslavement of Egypt, in return for the toils that had befallen him in the siege of Tyre.
因為他曾說,他要將埃及被奴役之事作為賞賜賜給尼布甲尼撒,以報答他在圍攻推羅時所受的勞苦。
1:3030
Εἶτα προλέγει, ὅτι βδε λύγματα αὐτῶν, τουτέστι, τὰ εἴδωλα τὰ βδελυγ μίας μεστὰ, ὑπὸ τῶν πολεμίων καταλυθήσεται
Then he foretells that their abominations — that is, the idols full of abomination — shall be destroyed by their enemies.
然後他預言說,他們的可憎之物——就是那滿了可憎的偶像——必被仇敵除滅。
1:3031
Καὶ λήξουσιν οἱ τῆς Μέμφεως ἡγεμόνες
'And the princes of Memphis shall cease;'
「挪弗(孟斐斯)的首領必歸於無有;」
1:3032
τῆς δὲ δυνατωτάτης Σαϊ τῶν πόλεως χαλεπωτάταις περιπεσούσης συμφοραῖς·
and the most powerful city of Sais having fallen into the most grievous calamities;
而那最強盛的鎖(塞易斯)城既已陷入極其慘重的災難;
1:3033
καὶ ἁπαξαπλῶς πυρὸς δίκην τῶν πολεμίων ἅπασαν κατανεμομένων τὴν Αἴγυπτον, ὡς καὶ τὴν ἐνδοτάτω κειμένην Συήνην τὸν ἐκ τούτων ὑποδέξασθαι θό ρυβον
and, in short, the enemy consuming all of Egypt like fire, so that even Syene, which lies in the innermost part, receives the tumult arising from these things.
簡言之,仇敵如烈火一般吞滅整個埃及,以致連那位於最內陸的色弗尼(色耶尼)也承受了由此而生的騷亂。
1:3034
Καὶ τὴν ἐξαπιναίως δὲ γενομένην ἔφοδον ἱκα νῶς παρεδήλωσεν, εἰρηκώς·
And he made sufficiently plain the suddenness of the onslaught that would occur, when he said:
他也充分表明了那將發生之攻擊的突然性,說道:
1:3035
Ἔσονται ἐν Μέμφει πόλεμοι αὐθημερινοί·
'There shall be wars in Memphis lasting but a single day;'
「挪弗必有一日之內的戰爭;」
1:3036
ἅμα γὰρ τῇ ἀγγελίᾳ καὶ ἡ διαμάχη γενήσεται
for together with the announcement the very battle shall come to pass.
因為那消息一到,爭戰隨即發生。
1:3037
Ὅτι καὶ οἱ νεανίσκοι Ἡλιουπόλεως καὶ Βουβάστου ἐν μαχαίρᾳ πεσοῦνται
'For the young men of Heliopolis and Bubastis also shall fall by the sword;'
「因為安城(希利波利斯)和比伯實的少年人也必倒在刀下;」
1:3038
ἀλλὰ καὶ Αἱ γυναῖκες, φησὶν, ἐν αἰχμαλω σίᾳ πορεύσονται. Εἶτα προστίθησιν·
'but the women too,' he says, 'shall go into captivity.' Then he adds:
他說:「連婦女也必被擄去。」然後他又加上:
1:3039
Ὅτι καὶ τῇ Τάφναις συσκοτάσει ἡ ἡμέρα
'Because in Tahpanhes also the day shall be darkened;'
「因為在答比匿,白晝也必變為昏暗;」
1:3040
Σημαίνων τὸ ἐκ τῶν συμφορῶν ἐπιγινόμε νον σκότος
signifying the darkness that comes upon them out of their calamities.
這是表明因災難而臨到他們的黑暗。
1:3041
Ταυτὸ δὲ τοῦτο πάλιν ἐσήμανεν, εἰρηκώς·
And this very same thing he again signified, when he said:
他又表明了同樣的事,說道:
1:3042
Καὶ αὐτὴν νεφέλη καλύψει. Οἱ γὰρ κακοῖς περι πίπτοντες οὐχ ὁμοίως ὁρῶσι τὸ φῶς, ἀλλὰ σκότου παντὸς ζοφωδεστέραν ὑπολαμβάνουσι τὴν ἡμέραν
'And a cloud shall cover her.' For those who fall into evils do not see the light in the same way, but they suppose the day to be gloomier than all darkness.
「必有密雲遮蓋她。」因為那些陷入禍患之人並不像常人一樣看見光明,反而以為白晝比一切黑暗更加陰沉。
1:3043
Εἶτα τῶν γιγνομένων ἐδήλωσε τὸν σκοπόν
Then he made plain the aim of the things that were coming to pass:
然後他表明了這些將要發生之事的目的:
1:3044
Καὶ ποιήσω κρίματα ἐν Αἰγύπτῳ, καὶ γνώ σονται οἱ Αἰγύπτιοι ὅτι ἐγώ εἰμι Κύριος
'And I will execute judgments in Egypt, and the Egyptians shall know that I am the Lord.'
「我必在埃及施行審判,埃及人就知道我是耶和華(主)。」
1:3045
Ταῦτα γὰρ, φησὶν, ἅπαντα γενέσθαι συγχωρήσω, ἵνα καὶ οἱ Αἰγύπτιοι μάθωσι μὴ ἐφ' ἑαυτοῖς μέγα φρονεῖν, ἀλλὰ τὴν ἐμὴν δεσποτείαν γνωρίζειν
'For all these things,' he says, 'I will permit to happen, in order that the Egyptians too may learn not to think great things of themselves, but to acknowledge my sovereignty.'
他說:「這一切事我都必容許發生,為要使埃及人也學會不再自高自大,反倒認識我的主權。」
1:3046
Καὶ ἐγένετο ἐν τῷ ἑνδεκάτῳ ἔτει, ἐν τῷ πρώτῳ μηνὶ, ἑβδόμῃ τοῦ μηνὸς, ἐγένετο λόγος Κυρίου πρός με, λέγων
'And it came to pass in the eleventh year, in the first month, on the seventh day of the month, the word of the Lord came to me, saying:'
「在第十一年一月初七日,耶和華(主)的話臨到我,說:」
1:3047
Τοῦτο τὸ εἶδος καὶ παρὰ Ἱερεμίᾳ τῷ προφήτῃ εὑρίσκεται·
This same kind of thing is found also in the prophet Jeremiah;
這同樣的情形在先知耶利米書中也可以找到;
1:3048
καὶ γὰρ ἐκεῖνος σποράδην τίθησι τοὺς χρόνους, καὶ τιθεὶς πρότερα τὰ ἐπὶ Σεδεκίου γεγενημένα, ὃς ἔσχατος ἐβασίλευσε, πάλιν τὰ κατὰ τὸν Ἰωακεὶμ διηγεῖται, ὃς πρὸ ἐκεί νου τὴν βασιλείαν ἐπρυτάνευσεν
for he too sets down the dates in a scattered fashion, and, having first placed the events that took place under Zedekiah, who reigned last, he then again relates the matters concerning Jehoiakim, who had held the kingship before him.
因為他也是零散地記下年代,並且先記載西底家在位時所發生的事——西底家是末後作王的——然後又敘述約雅敬的事,而約雅敬是在西底家之前執掌王權的。
1:3049
Αἴτιον δὲ τούτου τὸ μὴ ἱστορίαν αὐτοὺς ἁπλῶς συγγράφειν, ἀλλὰ προφητείας κατὰ χρόνους τινὰς γεγενημένας
The reason for this is that they were not simply composing a history, but prophecies that came into being at certain particular times.
其緣故乃是:他們並非單純地撰寫歷史,而是記錄那些在某些特定時候所發出的預言。
1:3050
Ἀναγ καίως δὲ καὶ μάλα εἰκότως τούτου νῦν ἐμνημόνευσε τοῦ χρόνου
And it was of necessity, and very fittingly, that he now made mention of this time.
他如今提及這個時間,乃是出於必要,而且極其恰當。
1:3051
Ἐπειδὴ γὰρ τοσοῦτον νέφος συμφορῶν ἠπείλησε τῇ Αἰγύπτῳ ἐν τῷ ἑβδόμῳ καὶ εἰκο στῷ ἔτει
For since he had threatened so great a cloud of calamities against Egypt in the twenty-seventh year,
因為他既已在第二十七年向埃及發出如此濃密的災難之雲的威嚇,
1:3052
διδάσκει ἡμᾶς τῆς τιμωρίας τὸ δί καιον
he teaches us the justice of the punishment.
他便教導我們這刑罰的公義。
1:3053
Ἐν γὰρ τῷ ἑνδεκάτῳ, φησὶν, ἔτει εἶπε Κύ ριος πρός με·
'For in the eleventh year,' he says, 'the Lord said to me:'
他說:「因為在第十一年,主對我說:」
1:3054
(καʹ.) Υἱὲ ἀνθρώπου, τοὺς βρα χίονας Φαραὼ βασιλέως Αἰγύπτου συνέτριψα, καὶ ἰδοὺ οὐ κατεδέθη τοῦ δοῦναι αὐτῷ ἴασιν, τοῦ ἐπιθεῖναι αὐτῷ μάλαγμα, τοῦ δεθῆναι,. καὶ κατισχύσαι, καὶ ἐπιλαβέσθαι μαχαίρας
'(21) Son of man, I have broken the arms of Pharaoh, king of Egypt, and behold, it has not been bound up to give him healing, to lay upon it a plaster, to be bound up, and to gain strength, and to take hold of a sword.'
「(二十一章)人子啊,我已經打斷了埃及王法老的膀臂;看哪,還沒有包紮,使他得醫治,好敷上藥、纏裹起來,得力量拿起刀劍。」
1:3055
Με τρίαν, φησὶν, ἐπήγαγον αὐτῷ τιμωρίαν, καὶ οὐκ ἠθέλησε τοῖς τῆς μετανοίας χρήσασθαι φαρμάκοις ἵνα πάλιν τῆς προτέρας ἐπιλάβηται δυναστείας
'I brought upon him a moderate punishment,' he says, 'and he was unwilling to use the remedies of repentance, so that he might once more take hold of his former dominion.'
他說:「我曾向他施行了適度的刑罰,他卻不肯使用悔改的良藥,好使他能重新掌握先前的權勢。」
1:3056
Ἰδοὺ ἐγὼ ἐπὶ Φαραὼ βασιλέα Αἰγύπτου, καὶ συντρίψω τοὺς βραχίονας αὐτοῦ τοὺς ἰσχυροὺς, καὶ τεταμέ νους, καὶ τοὺς συντετριμμένους, καὶ καταβαλῶ τὴν μάχαιραν αὐτοῦ ἀπὸ τῆς χειρὸς αὐτοῦ
'Behold, I am against Pharaoh, king of Egypt, and I will break his arms, both the strong and the outstretched, and those already broken, and I will cast down the sword from his hand.'
「看哪,我與埃及王法老為敵,必打斷他的膀臂,就是強壯的和伸出的,連那已折斷的也要打斷,並使刀從他手中墜落。」
1:3057
Καὶ διασπερῶ Αἴγυπτον εἰς τὰ ἔθνη, καὶ λικμήσω αὐτοὺς εἰς τὰς χώρας
'And I will scatter Egypt among the nations, and I will winnow them into the lands.'
「我必將埃及人分散在列國,把他們簸散在各地。」
1:3058
Καὶ κατισχύσω τοὺς βρα χίονας βασιλέως Βαβυλῶνος
'And I will strengthen the arms of the king of Babylon.'
「我必堅固巴比倫王的膀臂。」
1:3059
Ἐπειδὴ γὰρ οὐκ ἐβουλήθη ταῖς μετρίαις σωφρονισθῆναι παιδείαις, μεγίσταις αὐτὸν ὑποβαλῶ τιμωρίαις, καὶ πάσης αὐ τὸν τῆς ἰσχύος γυμνώσω, ὡς μηδὲ τοῖς πολεμι κοῖς δυνηθῆναι χρήσασθαι ὀργάνοις, πάσης δὲ ἰσχύος καὶ δυνάμεως ἐμπλήσω τὸν Βαβυλώνιον·
'For since he was unwilling to be brought to sober sense by moderate chastisements, I will subject him to the greatest punishments, and I will strip him of all his strength, so that he cannot even make use of the instruments of war; but the Babylonian I will fill with all strength and power;'
「因為他既不肯藉著適度的管教而回轉自省,我便要使他遭受最嚴厲的刑罰,剝奪他一切的力量,以致他連戰爭的器械都不能使用;而那巴比倫人,我卻要使他滿有一切的力量與能力;」
1:3060
διὰ γὰρ τῶν βραχιόνων, καὶ ἐπὶ τοῦ Αἰγυπτίου, καὶ ἐπὶ τοῦ Βαβυλωνίου τὴν δύναμιν παρεδήλωσεν·
for by means of 'the arms,' both in the case of the Egyptian and in the case of the Babylonian, he indicated their power;
因為他藉著「膀臂」一詞,無論是對埃及人還是對巴比倫人,都是表明他們的能力;
1:3061
ἐπειδὴ γὰρ διὰ τῶν βραχιόνων, καὶ τὰ πολεμικὰ πέφυκεν ἐνερ γεῖσθαι, Καὶ δώσω, φησὶ, τὴν ῥομφαίαν μου εἰς τὴν χεῖρα αὐτοῦ·
for since it is by the arms that acts of war too are naturally accomplished, 'And I will put,' he says, 'my broadsword into his hand;'
因為戰爭之事既是藉著膀臂而行的,他便說:「我必將我的大刀放在他手中;」
1:3062
καὶ ἐπάξει αὐτὴν ἐπ' Αἴγυπτον, καὶ προνομεύσει τὴν προνομὴν αὐτῆς, καὶ σκυλεύσει τὰ σκῦλα αὐτῆς. Ἐγὼ, φησὶν, ἐγχειρίσω αὐτῷ τὴν τιμωρητικὴν ἐνέργειαν, ὥστε τὰ προειρημένα πάντα τῇ Αἰγύπτῳ ποιῆσαι·
'and he shall bring it upon Egypt, and shall take its spoil, and shall plunder its plunder.' 'I,' he says, 'will place in his hand the punitive power, so that he may do to Egypt all that was foretold;'
「他必將刀帶到埃及,擄掠她的財物,搶奪她的貨物。」他說:「我必將施行刑罰的權能交在他手中,使他向埃及行一切所預言的事;」
1:3063
ταῦτα δὲ πάλιν προστέθεικε, τῇ δευτερώσει τὰ πρότερα βεβαιῶν
and these things again he has added, confirming the earlier statements by the repetition.
這些話他又再次加上,藉著重複來堅定先前所說的。
1:3064
Καὶ ἐγένετο ἐν τῷ δεκάτῳ ἔτει, ἐν τῷ τρίτῳ μηνὶ, μιᾷ τοῦ μηνὸς, ἐγένετο λόγος Κυρίου πρός με, λέγων·
'And it came to pass in the tenth year, in the third month, on the first day of the month, the word of the Lord came to me, saying:'
「在第十年三月初一日,耶和華(主)的話臨到我,說:」
1:3065
Υἱὲ ἀνθρώπου, εἰπὲ πρὸς Φαραὼ βασιλέα Αἰγύπτου, καὶ πρὸς τὸ πλῆθος αὐτοῦ·
'Son of man, say to Pharaoh, king of Egypt, and to his multitude:'
「人子啊,你要對埃及王法老和他的眾民說:」
1:3066
Τίνι ὡμοίωσας σεαυτὸν ἐν τῷ ὕψει σου; Ἐπειδὴ τῇ μακροθυμίᾳ εἰς δέον οὐκ ἠθέλησε χρήσασθαι, ἀλλὰ τὸν τῦφον καὶ τὴν ἀλαζονείαν ἔχων ἐπέμενε, κατ' ἐρώτησιν αὐτῷ προσφέρει τοὺς λόγους
'To whom have you likened yourself in your loftiness?' Since he was unwilling to make proper use of the divine long-suffering, but persisted in his arrogance and boastfulness, God addresses these words to him in the form of a question.
「你在自己的高傲中,把自己比作誰呢?」因為他不肯善用神的寬容,反倒懷著傲慢與自誇而執迷不悟,神就以發問的方式向他說這些話。
1:3067
Εἰπὲ, φησὶν, ὦ τῆς Αἰγύπτου βασιλεῦ, τίσι σαυτὸν ἀπει κάζεις; καὶ τίνι νομίζεις ἐοικέναι τῶν βασιλέων, ὅτι τοσούτῳ φρονήματι κέχρησαι; Εἶτα ἐπάγει·
'Say,' he means, 'O king of Egypt, to whom do you liken yourself? and to which of the kings do you think you resemble, that you make use of so great a pride?' Then he adds:
他的意思是:「埃及王啊,你說,你把自己比作誰呢?你以為自己像哪一位君王,竟懷有這樣的驕矜呢?」然後他接著說:
1:3068
Ἰδοὺ Ἀσσοὺρ κυπάρισσος ἐν τῷ Λιβάνῳ, καὶ καλὸς ταῖς παραφυάσι, καὶ ὑψηλὸς τῷ με γέθει, καὶ πυκνὸς τῇ σκέπῃ, καὶ εἰς μέσον νεφελῶν ἐγένετο ἡ ἀρχὴ αὐτοῦ
'Behold, Assur was a cypress in Lebanon, beautiful in its branches, and lofty in its height, and dense in its shade, and its top reached into the midst of the clouds.'
「看哪,亞述曾是黎巴嫩的一棵香柏(柏樹),枝條秀美,樹身高聳,綠蔭稠密,樹梢高達雲間。」
1:3069
Τῷ τροπικῷ πά λιν κέχρηται χαρακτῆρι, καί φησι τῶν Ἀσσυρίων τὸν βασιλέα τῇ ἐν τῷ Λιβάνῳ φυομένῃ κυπαρίσσῳ ἐοικέναι, κατά τε τὸ μέγεθος τοῦ ὕψους, καὶ τὸ πυ κνὸν καὶ ἀμφιλαφὲς τῶν ὑπηκόων, καὶ τὸ εὐπρεπὲς τῶν ὑπάρχων καὶ στρατηγῶν·
Once more he has used a figurative manner of speech, and says that the king of the Assyrians resembled the cypress growing in Lebanon, both in respect of the greatness of its height, and the density and abundance of its subjects, and the comeliness of its governors and generals;
他再次採用了比喻的說法,說亞述王好比那生長在黎巴嫩的柏樹,無論在高度的偉大上,在臣民的稠密與繁多上,還是在其官長與將帥的俊美上;
1:3070
παραφυάδας γὰρ τούτους ἐκάλεσε
for these he called 'branches.'
因為他把這些稱為「枝條」。
1:3071
Τὸ δὲ, Εἰς μέσον νεφελῶν ἐγένετο ἡ ἀρχὴ αὐτοῦ, οὐ μόνον ὑπερβολικῶς κατὰ τὸ τῶν ἀνθρώπων ἰδίωμα τέθεικεν (εἰώθασι γὰρ πολλοὶ λέ γειν, ὅτι Ὁ δεῖνα ἕως τῶν νεφελῶν ὑψώθη), ἀλλὰ καὶ. τῶν λογισμῶν αὐτοῦ τὴν ἀλαζονείαν ἐξέφηνεν·
And the phrase, 'its top reached into the midst of the clouds,' he has set down not only hyperbolically, according to the human idiom (for many are accustomed to say that 'so-and-so was exalted up to the clouds'), but he has also disclosed the boastfulness of his thoughts;
至於「樹梢高達雲間」這句話,他不僅是照著人的慣用語,以誇張的方式說的(因為許多人習慣說「某人被高舉到雲端」),而且也揭露了他心思中的自誇;
1:3072
Ἀναβήσομαι ἐπάνω τῶν νεφελῶν, ἐπάνω τῶν ἄστρων τοῦ οὐρανοῦ θήσω τὸν θρόνον μου· καὶ τοῦτο πανταχόθεν ἔστιν ἐκ τῆς θείας διδαχθῆναι Γραφῆς
'I will ascend above the clouds, above the stars of heaven I will set my throne' — and this can be learned from every side out of the divine Scripture.
「我要升到雲之上,要在天上眾星以上安設我的寶座」——這一點從神的聖經各處都可以得知。
1:3073
Ὁ μὲν γὰρ Σενναχηρεὶμ ἐβόα, ὅτι Οὐ μὴ ῥύσεται Κύριος τὴν Ἱερουσαλὴμ ἐκ χειρός μου· ὁ δὲ Ναβουχοδονόσορ, εἰκόνα ποιήσας χρυσῆν, ταύτην ἅπαν τας τοὺς ὑπηκόους, καὶ ἄρχοντας καὶ ἀρχομένους, προσέταξε προσκυνεῖν
For Sennacherib cried out, 'The Lord shall by no means deliver Jerusalem out of my hand;' while Nebuchadnezzar, having made a golden image, commanded all his subjects, both rulers and ruled, to worship it.
因為西拿基立曾喊叫說:「主斷不能救耶路撒冷脫離我的手;」而尼布甲尼撒造了一個金像,命令他一切的臣民,無論是官長還是庶民,都要敬拜它。
1:3074
Κἀνταῦθα τοίνυν τὴν ὑπερ ήφανον αὐτοῦ γνώμην δι' αἰνιγμάτων ἐδήλωσε
Here too, then, he has made plain, by means of enigmas, his arrogant disposition.
所以在此處,他也藉著隱喻表明了他傲慢的心態。
1:3075
Ὕδωρ ἐξέθρεψεν αὐτὸν, ἡ ἄβυσσος ὕψω σεν αὐτὸν, τοὺς ποταμοὺς αὑτῆς ἤγαγε κύ κλῳ τῶν φυτῶν αὐτοῦ, καὶ τὰ συστήματα αὑ τῆς ἐξαπέστειλεν εἰς πάντα τὰ ξύλα τοῦ πεδίου
'Water nourished it, the abyss exalted it, it led its rivers round about its plants, and sent forth its streams to all the trees of the plain.'
「眾水滋養了它,深淵高舉了它;深淵使它的江河環繞它所栽種之處,又發出溪流到田野一切的樹木。」
1:3076
Ὕδωρ δὲ καὶ ἄβυσσον τὰ ἄπειρα ἔθνη τὰ ὑπ' αὐτοῦ δουλωθέντα προσηγόρευσεν, ἃ τὸν δασμὸν καὶ τὸν φόρον, καθάπερ τινὰ ἀρδείαν τῇ στρατείᾳ προσφέροντα, οἷόν τινα φυτὰ ἐξέθρεψε, καὶ παρ εσκεύασε τὰ ταύτης συστήματα, τουτέστι, τὰ στρα τιωτικὰ συντάγματα, ἀποσταλῆναι εἰς πάντα ξύλα τοῦ πεδίου, ἀντὶ τοῦ, τοὺς μηδέπω χειρωθέντας, μηδὲ δουλωθέντας, ὡς καὶ τούτους ὑπηκόους γενέ σθαι
By 'water' and 'abyss' he designated the countless nations that had been enslaved by him, which, offering their tribute and tax as a kind of irrigation to his army, he nourished like plants, and prepared its streams — that is, the military detachments — to be sent forth to all the trees of the plain; meaning that those not yet subdued or enslaved should likewise become his subjects.
他用「水」和「深淵」來指稱那無數被他奴役的列國,這些國家將貢物和賦稅如同某種灌溉一般供給他的軍隊,他就如同栽培植物一樣滋養他們,並差遣它的溪流——就是那些軍隊的編隊——去往田野一切的樹木,意思是說,使那些尚未被制伏、尚未被奴役的人也同樣成為他的臣民。
1:3077
Ἕνεκεν τούτου ὑψώθη τὸ μέγεθος αὐτοῦ παρὰ πάντα τὰ ξύλα τοῦ πεδίου, καὶ ἐκεῖθεν ἐπλατύνθησαν οἱ κλάδοι αὐτοῦ, καὶ ὑψώθησαν αἱ παραφυάδες αὐτοῦ ἀφ' ὕδατος πολλοῦ ἐν τῷ ἐκτεῖναι αὐτόν
'Because of this, its greatness was exalted above all the trees of the plain, and its boughs were spread wide from thence, and its branches were lifted up by reason of the abundance of water when he stretched himself out.'
「因此,它的高大超過田野一切的樹木;它的枝子從那裡蔓延開來,它的枝條因水多、在它伸展之時得以高聳。」
1:3078
Τοῦτο, φησὶν, αἴτιον αὐτῷ καὶ τῆς ἀλαζονείας, καὶ τῆς ὑπερηφανίας ἐγένετο·
'This,' he says, 'became for him the cause both of his boastfulness and of his pride;'
他說:「這就成了他自誇與驕傲的緣由;」
1:3079
παρὰ γὰρ μυρίων ἐθνῶν τὴν ἀρδείαν δεχόμενος, σὺν ταῖς παραφυάσιν ηὐξήθη
for receiving irrigation from countless nations, he grew great together with his branches.
因為他從無數的列國得著灌溉,便連同他的枝條一同壯大起來。
1:3080
Ἐν ταῖς παραφυάσιν αὐτοῦ, φησὶν, ἐνόσ σευσε πάντα τὰ πετεινὰ τοῦ οὐρανοῦ
'In its branches,' he says, 'all the birds of heaven made their nests.'
他說:「空中一切的飛鳥都在它的枝條上搭窩。」
1:3081
Καὶ ὑποκάτω τῶν κλάδων αὐτοῦ ἐγέννα πάντα τὰ θηρία τοῦ πεδίου. Τὰ βάρβαρα δὲ τῶν ἐθνῶν διὰ τούτων ἐσήμανε θη ριώδη ὄντα, καὶ τὴν ψυχὴν χαμαίζηλα·
'And under his branches all the beasts of the field brought forth their young.' By these words he signified the barbarous nations, that they were bestial and grovelling in soul.
「在牠的枝子底下,田野的一切走獸都生產。」他藉這些話指明列邦中的野蠻人,說他們本性兇殘如獸,心志卑賤趨於塵土。
1:3082
τοῦτο δὲ καὶ αὐτὸς ἡρμήνευσεν, εἰρηκώς·
And this he himself also made plain, when he said:
這一點他自己也加以解明,他說:
1:3083
Ἐν τῇ σκιᾷ αὐ τοῦ κατῴκησε πλῆθος ἐθνῶν. Καὶ ὅπερ ἄνω διῃρη μένως εἶπε καὶ τροπικῶς, τοῦτο ἐνταῦθα κοινῶς καὶ σαφῶς προστέθεικε
'In his shadow dwelt a multitude of nations.' And what above he had stated separately and figuratively, this he here adds in a general and clear manner.
「在牠的蔭下住著許多的邦國。」他在上文分別而以喻意所說的,在此則以概括而明白的方式補充出來。
1:3084
Σκιὰν δὲ αὐτοῦ, καὶ παρα φυάδας, καὶ κλάδους, οὐ μόνον ὑπάρχους καὶ στρατ ηγοὺς, ἀλλὰ καὶ τοὺς τῶν ἐθνῶν ἡγεμονεύοντας σατράπας ἐκάλεσεν, οἷς διετέλουν δουλεύοντες οἱ ὑπ ήκοοι
By his shadow, and his shoots, and his branches, he called not only the lieutenants and generals, but also the satraps who governed the nations, to whom the subject peoples continued in servitude.
他所謂牠的蔭、牠的嫩枝與枝子,不僅指那些副手與將領,也指那些統管列邦的總督(撒特拉普),那些臣民就一直服事他們。
1:3085
Εἶτα καὶ τοῦ πλήθους τὴν αἰτίαν διδάσκει·
Then he also teaches the cause of the multitude:
接著他也教導那眾多之數的緣由:
1:3086
ἐκτείνας τὰς ῥίζας, καὶ πολλὴν ἀρ δείαν δεξάμενος, τοὺς κλάδους τούτους ἐξέθρεψε
having spread out its roots and received abundant watering, it nourished these branches.
牠伸展根鬚,領受了豐沛的澆灌,就養育了這些枝子。
1:3087
Καὶ ἐπιμένων τῇ τροπῇ, ηʹ
And continuing in the figure, (8)
他仍延續這比喻,(第八節)
1:3088
Κυπαρίσσῳ, φησὶν, οὐχ ὑπερῆραν αὐτὸν ἐν τῷ παραδείσῳ τοῦ Θεοῦ
'The cypresses,' he says, 'did not surpass him in the paradise of God.'
他說:「神的園中,香柏樹不能遮蔽牠。」
1:3089
Οὐδεὶς γὰρ, φησὶ, τῶν κατὰ τὴν οἰκουμένην τηνικαῦτα βασιλευόντων περι φανέστερος ἐκείνου ἐγένετο·
For none, he says, of those then reigning throughout the inhabited world became more illustrious than that man;
他說:因為那時普天下作王的,沒有一個比他更顯赫;
1:3090
παράδεισον γὰρ ἐν ταῦθα τὴν οἰκουμένην ἐκάλεσε·
for by paradise he here called the inhabited world;
因為他在此以「園子」稱呼那普天下有人居住之地;
1:3091
τροπικῶς γὰρ τέως ἅπαντα λέγει
for meanwhile he speaks everything figuratively.
因為他此刻所說的一切都是以喻意而言的。
1:3092
Καὶ πίτυες, φησὶν, οὐχ ὅμοιαι τοῖς κλάδοις αὐτοῦ, καὶ ἐλάται οὐκ ἐγένοντο ὅμοιαι ταῖς παραφυάσιν αὐτοῦ. Οὐ μόνον δὲ αὐτὸς, φησὶ, περιφανέστερος τῶν ἄλλων ἐγένετο βασιλέων, ἀλλὰ καὶ οἱ τούτου κλάδοι καὶ παραφυάδες, πολλῷ τῷ μέτρῳ νενικήκασι, καὶ τῷ ὕψει, καὶ τῇ πυκνό τητι, τοὺς τῶν ἄλλων ἐθνῶν βασιλέας
'And the pines,' he says, 'were not like his branches, and the firs did not become like his shoots.' Not only, he says, did he himself become more illustrious than the other kings, but even his branches and shoots surpassed by far in measure, in height, and in density the kings of the other nations.
他說:「松樹不及牠的枝子,楓樹也不及牠的嫩枝。」他說:不但牠自己比別的君王更顯赫,就是牠的枝子與嫩枝,在量度、在高度、在茂密上,也遠遠勝過別邦的君王。
1:3093
Πίτυς δὲ καὶ ἐλάτας τροπικῶς ἐκάλεσε τοὺς ἐλαττόνων ἐθνῶν βα σιλέας, οἷς τοὺς σατράπας ἐπέστησεν, οἳ ὑπακούειν τούτους ἠνάγκαζον
By pines and firs he figuratively called the kings of the lesser nations, over whom he had set the satraps who compelled these to obey.
他以松樹與楓樹喻指那些較小邦國的君王,他派總督管轄他們,強逼這些人順服。
1:3094
Λέγει τοίνυν, ὅτι τῶν μὲν μεγί στων βασιλέων μείζων ἐγένετο·
He says, therefore, that he became greater than the greatest kings;
所以他說:牠比那些最大的君王更為尊大;
1:3095
τῶν δὲ ἐλαττόνων οὐκ αὐτὸς μόνον, ἀλλὰ καὶ οἱ τούτου ἄρχοντες δυνα τώτεροι γεγένηνται καὶ περιφανέστεροι
and than the lesser kings, not only he himself, but even his rulers became more powerful and more illustrious.
至於那些較小的君王,不僅牠自己,連牠手下的官長也比他們更有能力、更顯赫。
1:3096
Πᾶν ξύλον ἐν τῷ παραδείσῳ τοῦ Θεοῦ οὐχ ὡμοιώθη αὐτῷ ἐν τῷ κάλλει αὐτοῦ, (θʹ.) διὰ τὸ πλῆθος τῶν κλάδων αὐτοῦ
'No tree in the paradise of God was likened to him in his beauty, (9) because of the multitude of his branches.'
「神園中的樹,都沒有一棵在華美上能與牠相比,(第九節)這是因牠枝子繁多。」
1:3097
Κάλλος δὲ τὸ ὁρώ μενον λέγει, τὸ περὶ τὸ σῶμα, ἁλουργίδα, στεφάνους, θρόνους λιθοκολλήτους, δορυφόρους, ἀσπιδοφόρους, καὶ τὰ ἄλλα ὅσα λαμπρύνειν οἶδε κατὰ τὸ ὁρώμενον τοὺς βασιλέας·
By beauty he means that which is seen, that which pertains to the body: the purple robe, the crowns, the thrones set with precious stones, the spearmen, the shield-bearers, and all the other things that are wont to make kings splendid in outward appearance;
他所謂「華美」,是指那可見的、與身體相關之物:紫袍、冠冕、鑲寶石的寶座、持矛的衛士、執盾的護衛,以及一切在外表上足以使君王顯得輝煌的事物;
1:3098
λέγει τοίνυν, ὅτι οὐδεὶς ἐξισώθη αὐτῷ τῶν τηνικάδε τῆς γῆς βεβασιλευκότων·
he says, therefore, that none of those who had then reigned on earth was made equal to him;
所以他說:那時在地上作王的,沒有一個能與牠相等;
1:3099
προστίθησι δὲ ὅτι καὶ ζηλωτὸς ἐγένετο πᾶσιν ἐκείνοις
and he adds that he became an object of envy to all those.
他又補充說,牠成了那一切人所羨慕嫉妒的對象。
1:3100
Ἐζή λωσε γὰρ αὐτὸν, φησὶ, πάντα τὰ ξύλα τῆς τρυ φῆς τοῦ παραδείσου τοῦ Θεοῦ. Εἶτα τὸν τῆς ψυχῆς αὐτοῦ τῦφον παραγυμνοῖ·
'For all the trees of the delight of the paradise of God envied him,' he says. Then he lays bare the pride of his soul.
他說:「神園中一切伊甸的樹木都嫉妒牠。」接著他揭露牠心中的驕傲。
1:3101
Ἀνθ' ὧν ἐγένετο μέγας τῷ μεγέθει, καὶ ἔδωκε τὴν ἀρχὴν αὐτοῦ εἰς μέσον τῶν νεφε λῶν, καὶ ἐπήρθη ἡ καρδία αὐτοῦ ἐν τῷ ὕψει αὐτοῦ, καὶ εἶδον ἐν τῷ ὑψωθῆναι αὐτόν
'Wherefore he became great in his greatness, and set his dominion in the midst of the clouds, and his heart was lifted up in his height, and I saw when he was exalted.'
「因此牠因自己的高大而尊大,把牠的權柄設立在雲彩之中,牠的心因自己的高大而高傲,我看見牠自高。」
1:3102
Καὶ παρέδωκα αὐτὸν εἰς χεῖρας ἄρχοντος ἐθνῶν, καὶ ἐποίησε τὴν ἀπώλειαν αὐτοῦ κατὰ τὴν ἀσέβειαν αὐτοῦ
'And I delivered him into the hands of a ruler of nations, and he wrought his destruction according to his impiety.'
「我就把牠交在列邦一位君主的手中,那君主照著牠的不虔,使牠滅亡。」
1:3103
Ἐπειδὴ γὰρ, φησὶν, οὐκ ἠρκέσθη τῇ κατὰ τῶν ἀνθρώπων ἡγεμονίᾳ, ἀλλὰ καὶ κατ' ἐμοῦ τῇ ἀλαζονείᾳ ἐχρήσατο, παρέδωκα αὐτὸν, φησὶν, εἰς χεῖρας ἄρχοντος ἐθνῶν. Λέγει δὲ τὸν Κῦρον·
For since, he says, he was not content with dominion over men, but employed his arrogance even against Me, I delivered him, he says, into the hands of a ruler of nations. And he means Cyrus;
他說:因為牠不以統治世人為滿足,反而連對著我也施行牠的傲慢,所以他說:我把牠交在列邦一位君主的手中。他所指的就是居魯士;
1:3104
οὗτος γὰρ μητρόθεν μὲν Μῆδος, πατρόθεν δὲ Πέρσης. ὑπάρχων, καὶ ἐκ δύο ἐθνῶν ὁρμώμενος, τὴν τῶν Ἀσ συρίων καὶ Βαβυλωνίων κατέλυσε βασιλείαν
for this man, being a Mede on his mother's side and a Persian on his father's, and springing from two nations, overthrew the kingdom of the Assyrians and Babylonians.
因為此人母系是米底人,父系是波斯人,出自兩個民族,推翻了亞述與巴比倫的國度。
1:3105
Καὶ ἐποίησε, φησὶν, τὴν ἀπώλειαν αὐτοῦ κατὰ τὴν ἀσέ βειαν αὐτοῦ· Ἄξια γὰρ, φησὶν, ὑπέμεινεν ὧν ἠνό μησε
'And he wrought his destruction,' he says, 'according to his impiety'; for he suffered, he says, things worthy of what he had lawlessly done.
他說:「那君主照著牠的不虔,使牠滅亡」;他說:因為牠所受的,正與牠所行的不法相稱。
1:3106
Κατὰ μὲν οὖν τὴν ἱστορίαν, ταῦτα τῷ Να βουχοδονόσορ συνέβη, τοσαύτην ὠμότητα καὶ ἀλαζο νείαν σὺν ἀσεβείᾳ νενοσηκότι
According to the historical sense, then, these things befell Nebuchadnezzar, who had sickened with such great cruelty and arrogance together with impiety.
所以,按歷史的字面意義,這些事臨到了尼布甲尼撒,他染上了如此大的殘暴與傲慢,並帶著不虔。
1:3107
Εἰ δέ τις ἀκριβῶς συνιδεῖν ἐθελήσειεν, εὑρήσει καὶ τὸν κοινὸν τῶν ἀν θρώπων ἀλάστορα, τὸν τοῦ Θεοῦ δυσμενῆ καὶ πολέ μιον διάβολον διὰ τούτων παραδηλούμενον, ὃς καλῶς καὶ ἀγαθῶς δημιουργηθεὶς, καὶ ταῖς μὲν ἀρχικαῖς δυνάμεσιν ἐξισούμενος, τῶν δὲ ὑποδεεστέρων ὑπάρ χων περιφανέστερος (παράδεισον γὰρ τρυφῆς, καὶ τὰ ἐν τούτῳ ξύλα, κατὰ τοὺς τῆς ἀλληγορίας νόμους, τὰς ἀσωμάτους φύσεις ἐκάλεσε), κατὰ τοῦ πεποιηκότος καὶ τοσαύτην εὐπρέπειαν ὁμοῦ καὶ δύνα μιν δεδωκότος ἐλύττησε, καὶ τυραννίδα μελετήσας, καὶ Θεὸς ἔσεσθαι ὀνειροπολήσας ἐξέπεσε
But if anyone should wish to consider it accurately, he will find that the common tormentor of men, the adversary and enemy of God, the devil, is also intimated through these words: who, having been created well and good, and being made equal to the ruling powers, but existing more illustrious than the inferior ones (for by the paradise of delight and the trees in it, according to the laws of allegory, he called the incorporeal natures), raged against his Maker who had given him so great comeliness and power alike, and, practising tyranny and dreaming of becoming God, fell.
但若有人願意細加察考,就會發現,那折磨眾人的公敵、神的仇敵與對頭——魔鬼,也藉這些話被暗示出來:牠本被造得美好善良,與那些掌權的能者相等,卻比那些次一等的更為顯赫(因為他按寓意的法則,以「伊甸的樂園」和其中的樹木稱呼那些無形體之靈),竟向那賜牠如此華美又賜牠能力的創造者暴怒,操練專橫,夢想要成為神,就此墜落。
1:3108
Τοῦτο δὲ καὶ ὁ μακάριος αἰνίττεται Παῦλος, Μὴ νεόφυτον, λέ γων, ἵνα μὴ τυφωθεὶς εἰς κρῖμα ἐμπέσῃ τοῦ διαβό λου. Οὐκ εἰδὼς γὰρ εἰς δέον χρήσασθαι τῇ τιμῇ παραπλήσια πείσεται τῷ διαβόλῳ, ὃς ἀφορμὴν ἀλα ζονείας καὶ τύφου τὴν δοθεῖσαν αὐτῷ τιμὴν ἐποιήσατο
And this the blessed Paul also hints at, saying, 'Not a novice, lest being lifted up with pride he fall into the condemnation of the devil.' For one who does not know how to use honour fittingly will suffer things similar to the devil, who made the honour given to him an occasion of arrogance and pride.
有福的保羅也暗示這事,他說:「不可用初入教的人,恐怕他自高自大,就落在魔鬼所受的刑罰裡。」因為不曉得妥當運用尊榮之人,必受與魔鬼相似的遭遇,魔鬼正是把所賜給牠的尊榮,當作傲慢與驕傲的把柄。
1:3109
Τίς οὐ φοβηθήσεταί σε, βασιλεῦ τῶν ἐθνῶν; Καὶ ὁ μακάριος Ἰακώβ·
'Who shall not fear thee, O King of the nations?' And the blessed Jacob:
「列邦的王啊,誰不敬畏你呢?」還有有福的雅各:
1:3110
Οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα, καὶ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ, ἕως ἂν ἔλθῃ ᾧ ἀπόκειται, καὶ αὐτὸς προσδοκία ἐθνῶν. Ταῦτα καὶ Ἡσαΐας βοᾷ·
'A ruler shall not fail from Judah, nor a leader from his loins, until He come for whom it is reserved, and He is the expectation of nations.' These things Isaiah also proclaims aloud:
「圭必不離猶大,杖必不離他兩腳之間,直等賜平安者來到,萬邦都必歸順祂。」這些事以賽亞也高聲宣告:
1:3111
Ἔσται γὰρ, φησὶν, ἡ ῥίζατοῦ Ἰεσσαὶ, καὶ ὁ ἀνιστάμενος ἄρχων ἐθνῶν, ἐπ' αὐτῷ ἔθνη ἐλπιοῦσι. Καὶ ὁ Πατὴρ πρὸς αὐτόν·
'For there shall be,' he says, 'the root of Jesse, and He that rises up to rule the nations; in Him shall the nations hope.' And the Father says to Him:
他說:「必有耶西的根,就是那興起要治理列邦的;列邦都要仰望祂。」父又對祂說:
1:3112
καὶ ἐμπορία Αἰθιόπων καὶ οἱ Σα βαῒν ἄνδρες ὑψηλοὶ ἐπὶ σὲ ἀναβήσονται, καὶ σοὶ ἔσονται δοῦλοι·
'and the merchandise of the Ethiopians, and the men of Saba, tall of stature, shall come over to thee, and shall be thy servants;'
「古實的貨物和身量高大的西巴人,都必歸向你,作你的僕人;」
1:3113
ὀπίσω σου ἀκολουθήσουσι δεδεμένοι χειροπέδαις, καὶ ἐν σοὶ προσεύξονται, ὅτι ἐν σοὶ ὁ Θεός ἐστι, καὶ οὐκ ἔστι Θεὸς πλὴν σοῦ, καὶ τὰ ἑξῆς
'they shall follow after thee bound in fetters, and shall pray to thee, because in thee is God, and there is no God besides thee,' and what follows.
「他們必被鎖鏈捆綁跟隨你,向你禱告,說:神真在你中間,此外再沒有別神。」及以下所記。
1:3114
Λαὸς ὃν οὐκ ἔγνων ἐδούλευσέ μοι. Καὶ μυρίας δὲ ἑτέρας ἔστιν εὑρεῖν μαρτυρίας ταὐτὸ τοῦτο διδασκούσας
'A people whom I knew not served me.' And countless other testimonies teaching this same thing may be found.
「我素不認識的百姓必事奉我。」此外還可尋見無數別的見證,教導同一件事。
1:3115
Τούτῳ τοίνυν παραδεδόσθαι λέγει τὸν κοινὸν ἀλάστορα καὶ πολέμιον, καὶ ὑπὸ τούτου γενέσθαι τὴν ἀπώλειαν αὐτοῦ κατὰ τὴν ἀσέβειαν αὐτοῦ
To this One, then, he says the common tormentor and enemy was delivered up, and by Him his destruction came about according to his impiety.
所以他說,那公敵與對頭被交在這一位手中,牠的滅亡也照著牠的不虔,藉著這一位而成就。
1:3116
( ιβʹ.) Καὶ ἐξωλό θρευσαν αὐτὸν ἀλλότριοι λοιμοὶ ἀπὸ ἐθνῶν, καὶ κατέβαλον αὐτὸν ἐπὶ τῶν ὀρέων
'(12) And strangers, pestilent ones from the nations, utterly destroyed him, and cast him down upon the mountains.'
「(第十二節)外邦人中的凶惡之徒,就是外人,把牠徹底除滅,將牠丟棄在眾山之上。」
1:3117
Τοῦ γὰρ Κυρίου νενικηκότος αὐτὸν, καὶ τῆς δυναστείας καὶ τῆς τυ ραννίδος ἔξω πεποιηκότος, οἱ πάλαι λοιμοὶ, καὶ τοῦ Θεοῦ ἀλλότριοι οἱ ἐκ τῶν ἐθνῶν, τῷ θείῳ κηρύγ. ματι πεπιστευκότες, παντελῶς αὐτὸν ἐξωλόθρευσαν, καὶ πρόῤῥιζον αὐτοῦ τὴν τυραννίδα ἀνέσπασαν, καὶ κατέβαλον αὐτὸν ἐπὶ τῶν ὀρέων, ἔνθα πρότερον εἶχε τὰ τεμένη καὶ τοὺς βωμοὺς, τὰς τῆς φιλοσοφίας ἱδρυσάμενοι στήλας
For when the Lord had conquered him and put him outside his power and tyranny, those who of old were pestilent and strangers to God, those from the nations, having believed the divine proclamation, utterly destroyed him, and tore up his tyranny by the roots, and cast him down upon the mountains, where formerly he had his sacred precincts and altars, having set up there the pillars of the true philosophy.
因為當主戰勝了牠,把牠逐出牠的權勢與專橫之外,那些昔日凶惡、與神為外人的外邦之人,既信了神聖的宣講,就把牠徹底除滅,連根拔起牠的專橫,將牠丟棄在眾山之上——就是牠從前設立廟宇祭壇之處,如今他們在那裡豎立起真哲學(虔敬之道)的柱石。
1:3118
Καὶ ἐν πάσαις ταῖς φάραγξιν ἔπεσον οἱ κλάδοι αὐτοῦ, καὶ συνετρίβη τὰ στελέχη αὐτοῦ ἐν παντὶ πεδίῳ τῆς γῆς. Κλάδους δὲ αὐ τοῦ καὶ στελέχη τὰ παντοδαπὰ εἰδωλεῖα προσηγόρευ σεν, ἐξ αὐτοῦ δεξάμενα τὰς τῆς ἱδρύσεως ἀφορμὰς, ἃ καὶ ἀπὸ τῶν ὀρέων καὶ ἀπὸ τῶν πεδίων φροῦδα παντελῶς διὰ τῶν πάλαι μὲν λοιμῶν, μετὰ δὲ ταῦτα πιστῶν ἐθνῶν, ἀπεφάνθη
'And his branches fell in all the ravines, and his boughs were broken in every plain of the earth.' By his branches and boughs he designated the idol-temples of every kind, which had received from him the occasions of their establishment; these, both from the mountains and from the plains, were made utterly to vanish through those who of old were pestilent, but afterwards were believing nations.
「牠的枝子落在一切山谷中,牠的枝條在地上各平原折斷。」他以牠的枝子與枝條稱呼各式各樣的偶像廟宇,這些廟宇都是從牠得著建立的緣由;而這些廟宇,無論在山上或在平原,都藉著那昔日凶惡、後來卻歸信的列邦之人,被使之全然消滅無存。
1:3119
Ἰδοὺ δέδωκα ὑμῖν ἐξουσίαν πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ. ιγʹ
'Behold, I have given you authority to tread upon serpents and scorpions, and over all the power of the enemy.' (13)
「看哪,我已經給你們權柄,可以踐踏蛇和蠍子,又勝過仇敵一切的能力。」(第十三節)
1:3120
Ἐπὶ τῇ πτώσει αὐτοῦ ἀνεπαύσαντο πάντα τὰ πετεινὰ τοῦ οὐρανοῦ, καὶ ἐπὶ τὰ στελέχη αὐτοῦ ἐγένετο πάντα τὰ θηρία τοῦ ἀγροῦ
'At his fall all the birds of heaven rested, and upon his boughs came all the beasts of the field.'
「牠傾倒之時,空中的一切飛鳥都棲息其上,田野的一切走獸都臨到牠的枝條上。」
1:3121
Εἴ τις γὰρ, φησὶ, πτηνὸς, καὶ εἰς οὐρανὸν ἔχων τῆς διανοίας τὸ ὄμμα, εὐφραίνεται θεωρῶν αὐ τοῦ τὴν κατάλυσιν, καὶ τῆς ἀσεβείας τὴν γύμνωσιν
For if anyone, he says, be winged and have the eye of his mind fixed on heaven, he rejoices, beholding his overthrow and the stripping bare of his impiety.
他說:因為凡有翅膀、心思之眼定睛望天的人,一見牠的傾覆,一見牠不虔被剝露赤裸,就都歡喜快樂。
1:3122
Καὶ οἱ πρότερον δὲ θηριώδεις κατὰ τῶν τούτου κλά δων ὁρμήσουσι, καὶ τὰ τῶν εἰδώλων οἰκείαις χερσὶν ἀνασπάσουσι τεμένη·
And those who formerly were bestial will rush against his branches, and with their own hands will tear up the sacred precincts of the idols;
從前那些兇殘如獸的人,也要衝向牠的枝子,親手拆毀偶像的廟宇;
1:3123
ταῦτα γὰρ στελέχη ὠνόμασεν
for these he named boughs.
因為他把這些稱作枝條。
1:3124
Ὅπως ἂν μὴ ὑψωθῶσι τῷ μεγέθει αὑτῶν πάντα τὰ ξύλα τὰ ἐν τῷ ὕδατι, καὶ οὐ μὴ δῶσι τὴν ἀρχὴν αὑτῶν ἐν μέσῳ τῶν νεφελῶν, καὶ μὴ ἱστῶνται ἐν τῷ ὕψει αὑτῶν πρὸς αὐτὸν οἱ πίνοντες ὕδωρ
'So that none of all the trees that are by the water may exalt themselves in their greatness, nor set their dominion in the midst of the clouds, nor those that drink water stand up in their height against him.'
「這樣,一切在水旁的樹木都不再因自己的高大而自高,也不再把自己的權柄設立在雲彩之中,那些喝水的也不再挺立於自己的高處與牠相抗。」
1:3125
Ὁ τούτου, φησὶν, ὄλεθρος, καὶ ἡ τῆς δυναστείας αὐτοῦ κατάλυσις, ὄνησις ἔσται τοῖς ἄλλοις, καὶ ἀφορμὴ ἀσφαλείας·
The ruin of this one, he says, and the overthrow of his power, will be a benefit to the others and an occasion of security;
他說:這一位的敗亡,牠權勢的傾覆,對別人卻是益處,是安穩的憑藉;
1:3126
ὁρῶντες γὰρ τὰ τούτῳ συμβάντα, οὐκ ἀνέξονται ὑπὲρ τὴν ἀξίαν φρονήματι χρήσασθαι·
for beholding the things that befell him, they will not endure to employ a spirit above their proper station;
因為他們看見臨到牠的事,就不敢再存超乎自己分位的心志;
1:3127
οὐδὲ πειραθήσονται ἁρπάσαι ἀρχὴν τὴν μηδαμόθεν προσήκουσαν·
nor will they attempt to snatch a dominion that in no way belongs to them;
也不敢企圖攫取那絲毫不屬於他們的權柄;
1:3128
ἐφόδιον εἰς τυ ραννίδα λαμβάνοντες, καθάπερ τινὰ ἀρδείαν, τὴν παρ' ἐμοῦ χορηγηθεῖσαν αὐτοῖς τιμήν
taking as a provision for tyranny, as it were a kind of watering, the honour that had been supplied to them by me.
他們原可把我所賜給他們的尊榮,當作專橫的資糧,好像某種澆灌一般。
1:3129
Ὅτι πάντες ἐδόθησαν εἰς θάνατον. Οὐ γὰρ μόνον αὐτὸς ὁ διάβολος, ἀλλὰ καὶ οἱ τῆς τυραννίδος αὐτῷ κοινωνή σαντες δαίμονες, τὴν πανωλεθρίαν ὑπέμειναν
'Because all were given over to death.' For not only the devil himself, but also the demons who had shared his tyranny with him, underwent utter destruction.
「因為他們都被交付於死亡。」因為不僅魔鬼自己,就是那些與牠共有專橫的鬼魔,也一同承受了全然的毀滅。
1:3130
Ἀλλὰ καιρὸς πάλιν ἐπὶ τὴν ἱστορίαν ἐπανελθεῖν·
But it is time again to return to the historical sense;
但如今又是時候回到歷史的字面意義了;
1:3131
ἱκανὰ γὰρ καὶ τὰ εἰρημένα διδάξαι, ὡς οὐ μόνον περὶ τοῦ Ναβουχοδονόσορ ἐῤῥέθη τὰ εἰρημένα, ἀλλὰ καὶ περὶ αὐτοῦ τοῦ ἐν ἐκείνῳ ἐνεργήσαντος, καὶ τὴν οἰκείαν αὐτὸν ἀλαζονείαν διδάξαντος
for what has been said is sufficient to teach that the things spoken were said not only concerning Nebuchadnezzar, but also concerning the very one who worked in him and taught him his own arrogance.
因為所說的話已足以教導人明白:這些話不僅是論到尼布甲尼撒,也是論到那在他裡面運行、把牠自己的傲慢教給他的那一位。
1:3132
Λέγει τοίνυν ὅτι αὐτὸς ὁ Ναβουχοδονόσορ, καὶ οἱ σὺν αὐτῷ θανάτῳ παραδοθήσονται, ταὐτὰ τοῖς ἄλλοις ἀνθρώποις πεισό μενοι
He says, then, that Nebuchadnezzar himself, and those with him, shall be delivered over to death, suffering the same things as the rest of men.
所以他說:尼布甲尼撒自己,並與他一同的人,都要被交付於死亡,受與其餘世人一樣的遭遇。
1:3133
Εἰς γῆν βάθους, φησὶν, ἐν μέσῳ υἱῶν ἀν θρώπων ἐπαγομένων εἰς βόθρον. Τούτοις ἐπάγει·
'Into the land of depth,' he says, 'in the midst of the sons of men who go down into the pit.' To these he adds:
他說:「下到深地,在下坑之人中間。」接著他又補上:
1:3134
Τάδε λέγει Ἀδωναῒ Κύριος·
'Thus says Adonai the Lord:
「主阿多乃如此說:
1:3135
Ἐν ᾖ ἡμέρᾳ κατήχθη εἰς ᾅδου, ἐθρήνησεν αὐτὸν ἡ ἄβυσ σος, ἐκάλυψε καὶ ἐπέστησε τοὺς ποταμοὺς αὐτῆς, ἐκώλυσε πλῆθος ὕδατος
In the day when he went down into Hades, the abyss mourned for him, it covered and held back its rivers, and restrained the multitude of waters.'
在牠下到陰間的日子,深淵為牠哀哭,遮蔽並止住牠的江河,攔阻眾水的湧流。」
1:3136
Ἄβυσσον δὲ ἐκάλεσε τὰ ὑπήκοα ἔθνη, συστρατεύοντα μὲν αὐτῷ, θρηνοῦντα δὲ οὐ τὴν ἐκείνου σφαγὴν, ἀλλὰ τὴν οἰκείαν ἧττάν τε καὶ ἀναίρεσιν
By the abyss he called the subject nations, which campaigned along with him, yet mourned not his slaughter, but their own defeat and destruction.
他以「深淵」稱呼那些臣服的邦國,牠們曾與他一同出征,卻並非為他的被殺哀哭,乃是為自己的挫敗與覆亡而哀哭。
1:3137
Ὅτι γὰρ οὐκ ἐκεῖ νον ἐθρήνουν, ἀποχρώντως ἐδήλωσεν εἰρηκώς·
For that they were not mourning that one, he showed sufficiently by saying:
因為他們並非為那一位哀哭,這一點他藉這句話已充分表明:
1:3138
Ἐκώλυσε πλῆθος ὕδατος· τουτέστιν, Οὐκέτι σοι πέμπειν τοὺς φόρους ἀνέξεται
'He restrained the multitude of waters'; that is, He will no longer suffer you to send the tributes.
「攔阻眾水的湧流」;意思就是:祂不再容你繼續繳納貢賦。
1:3139
ἐξελύθη. Λίβανον δὲ οὐ τὸ ὄρος καλεῖ, ἀλλὰ τὴν τῆς βασιλείας πυκνότητα, καὶ ξύλα τοῦ πεδίου, τοὺς ὑπ' αὐτὸν ἄρχοντας, τοὺς τῶν ὑπάρ χων ἐλάττους, καὶ οἷον ἐν πεδίῳ τινὶ πεφυτευμένους
he was undone. By Lebanon he does not call the mountain, but the density of the kingdom; and by trees of the plain, the rulers under him, those lesser than the lieutenants, and as it were planted in some plain.
牠就崩解了。他所謂「黎巴嫩」,並非指那座山,乃是指國度的稠密繁盛;而「平原的樹木」,是指牠手下的官長,就是那些比副手還小的、彷彿栽種在某平原上的人。
1:3140
Λέγει δὲ τοὺς σατράπας, τοὺς τοῖς ὑπάρχοις καὶ στρατηγοῖς ὑποκειμένους·
And he means the satraps, those subordinate to the lieutenants and generals;
他所指的是那些總督,就是那些隸屬於副手與將領之下的人;
1:3141
τοὺς δὲ ἐν τῷ Λιβάνῳ πεφυτευμένους, τοὺς μείζους ἄρχοντας
and by those planted in Lebanon, the greater rulers.
至於那些栽種在黎巴嫩的,則是指那些更大的官長。
1:3142
Ὥσπερ τοί νυν οὐ Λίβανον τὸν Λίβανον, οὐδὲ πεδίον τὸ πεδίον, οὐδὲ ξύλα τὰ ξύλα νοοῦμεν ἐνταῦθα, οὕτως οὐδὲ παράδεισον τρυφῆς τὸν κληθέντα Θεοῦ παράδεισον, ἀλλ' ἐπὶ μὲν τοῦ Ναβουχοδονόσορ, τὰς τῆς οἰκουμέ νης βασιλείας, ἐπὶ δὲ τοῦ διαβόλου, τὰς νοητὰς καὶ ἀσωμάτους δυνάμεις
Just as, then, we do not here understand Lebanon as Lebanon, nor plain as plain, nor trees as trees, so neither do we understand the paradise of delight, called the paradise of God, as such; but in the case of Nebuchadnezzar, as the kingdoms of the inhabited world, and in the case of the devil, as the intelligible and incorporeal powers.
所以,正如我們在此不把黎巴嫩理解為黎巴嫩,不把平原理解為平原,不把樹木理解為樹木,照樣,我們也不把那稱為「神的園子」的伊甸樂園理解為字面之物;乃是就尼布甲尼撒而言,理解為普天下的列國;就魔鬼而言,理解為那可思議的、無形體的諸靈能。
1:3143
Ἀπὸ τῆς φωνῆς τῆς πτώσεως αὐτοῦ, φη σὶν, ἐσείσθη τὰ ἔθνη, ὅτε κατεβίβαζον αὐτὸν εἰς ᾅδου μετὰ τῶν καταβαινόντων εἰς λάκκον
'From the sound of his fall,' he says, 'the nations were shaken, when they brought him down into Hades with those that go down into the pit.'
他說:「因牠傾倒的響聲,列邦都震動,那時他們將牠帶下陰間,與下坑的人同去。」
1:3144
Ἐπ' ἀμφοτέρων δὲ τοῦτο γεγένηται
And this came to pass in the case of both.
這事在兩者身上都應驗了。
1:3145
Καὶ γὰρ τοῦ Βαβυλωνίων βασιλέως ἀναιρεθέντος, ἡ φήμη πάν τοσε περιδραμοῦσα τὰ ὑπήκοα διετάραξεν ἔθνη·
For indeed, when the king of the Babylonians was slain, the report, running everywhere, threw the subject nations into confusion;
因為當巴比倫王被殺時,那消息四處傳遍,使臣服的列邦大為騷動;
1:3146
καὶ τοῦ διαβόλου καταλυθέντος ἐσείσθη τὰ ἔθνη, καὶ μετέστη ἐκ τῆς προτέρας ἐξαπάτης, εἰς τὴν τῶν σωτηρίων δογμάτων ἀλήθειαν
and when the devil was overthrown, the nations were shaken, and were removed from their former deception into the truth of the saving doctrines.
而當魔鬼被傾覆時,列邦也震動了,並從先前的迷惑中被遷移,進入那救恩教義的真理。
1:3147
Καὶ γὰρ ὁ μακά ριος Παῦλος σεισμὸν τὴν μετάστασιν προσαγο ρεύει
For indeed the blessed Paul also calls this removal an earthquake.
因為有福的保羅也把這遷移稱為震動(地震)。
1:3148
Καὶ παρεκάλουν αὐτὸν, φησὶν, ἐν γῇ κατω τάτῃ πάντα τὰ ξύλα τῆς τρυφῆς, καὶ τὰ ἐκλε κτὰ, καὶ τὰ κάλλιστα τοῦ Λιβάνου, πάντα τὰ πίνοντα ὕδωρ
'And all the trees of delight comforted him,' he says, 'in the lowest earth, and the choice and fairest of Lebanon, all that drink water.'
他說:「一切伊甸的樹木,並黎巴嫩中所揀選、最華美的,就是一切喝水的,都在極深之地安慰牠。」
1:3149
(ιζʹ.) Καὶ γὰρ καὶ αὐτὰ κατην έχθη μετ' αὐτοῦ εἰς ᾅδου, σὺν τοῖς τραυμα τίαις ἀπὸ μαχαίρας
'(17) For these also went down with him into Hades, together with those slain by the sword.'
「(第十七節)因為這些也與牠一同下到陰間,與那些被刀劍所殺的人同在。」
1:3150
Κατωτάτην δὲ γῆν, καὶ λάκ κον, καὶ βόθρον, ἐπὶ μὲν τοῦ Ναβουχοδονόσορ τὸν θάνατον προσαγορεύει·
And by lowest earth, and pit, and grave, in the case of Nebuchadnezzar he designates death;
他所謂「極深之地」、「坑」與「墓穴」,就尼布甲尼撒而言,是指死亡;
1:3151
ἐπὶ δὲ τοῦ διαβόλου, τὴν εἰς ἔσχατον ταπείνωσιν
But in the case of the devil, it signifies the humiliation into the uttermost depth.
但就魔鬼而言,這指的是墜入最極致的卑微。
1:3152
Λέγει τοίνυν, ὅτι τούτων κἀ κείνων κοινωνήσουσιν οἱ παραδυναστεύοντες τῆς ἀπωλείας·
He says, then, that those who share power will partake in these things and in those, sharing in his destruction; for when a kingdom is dissolved, the dominions that are subject to it must of necessity likewise undergo the change.
他說,那些與他一同掌權的人將要在這些事上、也在那些事上與他有分,共同承受他的毀滅;因為當一個王國崩解時,凡隸屬其下的統治權柄也必然一同遭受這變遷。
1:3153
βασιλείας γὰρ καταλυομένης, ἀνάγκη καὶ τὰς ὑπὸ ταύτῃ τελούσας ἡγεμονίας δέξασθαι τὴν μετα βολήν·
For when a kingdom is overthrown, the governments that render service beneath it must of necessity also receive the change.
因為當一個王國被推翻時,那些在其下效命的治理權也必然要領受這變化。
1:3154
τὸ δὲ, Παρακαλέσουσιν αὐτὸν, ἀπὸ τῶν παρ' ἡμῖν συμβαινόντων εἴρηται·
But the phrase 'They shall comfort him' is spoken from what happens among us; for the fellowship of misfortunes is somehow apt to bring a certain consolation to those who are downcast.
至於「他們必安慰他」這句話,是取自我們中間所發生的事來說的;因為在患難中的相通,往往能給沮喪的人帶來某種安慰。
1:3155
πέφυκε γάρ πως ἡ κοινωνία τῶν συμφορῶν προσφέρειν τινὰ τοῖς ἀθυμοῦσι παραψυχήν
For it is somehow natural that the sharing of calamities brings some consolation to those who are disheartened.
因為災禍中的同甘共苦,本就自然地會給灰心之人帶來些許慰藉。
1:3156
Οὐ μόνον δὲ, φησὶν, οἱ ὑπ' αὐτοῦ, οἱ χειροτονηθέντες ἄρχοντες καταλυθήσονται,. ἀλλὰ καὶ Τὸ σπέρμα αὐτοῦ, οἱ κατοικοῦντες ὑπὸ τὴν σκέπην αὐτοῦ, ἐν μέσῳ τῆς ζωῆς αὑτῶν ἀπώλοντο. Ὁ γὰρ Βαλτάσαρ, σπέρμα ὢν καὶ υἱὸς τοῦ Ναβουχοδονόσορ, οὐκ εἰάθη διὰ τὴν πολλὴν ἀσέ βειαν εἰς γῆρας ἐλάσαι, ἀλλὰ μεσοῦντος ἤδη τοῦ τοῖς ἀνθρώποις ὡρισμένου χρόνου παρεδόθη σφαγῇ
Not only, he says, shall those under him, the rulers appointed by his hand, be overthrown, but also 'his seed,' those who dwell beneath his shelter, perished in the midst of their own life. For Belshazzar, being the seed and son of Nebuchadnezzar, was not permitted, because of his great impiety, to advance to old age, but while the time appointed for men was already at its midpoint, he was delivered up to slaughter.
他說,不僅那些在他手下、由他所立的首領要被推翻,就連「他的後裔」,那些住在他蔭下的人,也在他們生命的中途滅亡了。因為伯沙撒雖是尼布甲尼撒的後裔和兒子,卻因他極大的不敬虔,不被容許活到年老,反倒在人所定壽數尚在中途之時,就被交付宰殺。
1:3157
Ἐπὶ δὲ τοῦ διαβόλου, σπέρμα προσήκει νοεῖν τὴν ὑπ' αὐτοῦ κατασπαρεῖσαν τῆς ἀσεβείας διδασκαλίαν·
But in the case of the devil, by 'seed' one should understand the teaching of impiety that was sown by him; for this too shall be utterly abolished, together with those who contentiously strive to champion it.
但就魔鬼而言,「後裔」應當理解為由他所撒播的不敬虔的教訓;因為這教訓也必被徹底除滅,連同那些好爭競、力圖為它辯護的人。
1:3158
ὅτι καὶ αὐτὴ ἄρδην ἀφανισθήσεται, καὶ οἱ ταύτης ὑπερμαχεῖν φιλονεικοῦντες
For this too shall be completely destroyed, along with those who contend to fight on its behalf.
因為這教訓也必被全然毀滅,連同那些爭相為它爭戰的人。
1:3159
Εἶτα πρὸς αὐτὸν τρέπει τὸν λόγον
Then he turns his word toward him directly.
接著他將話語直接轉向他。
1:3160
Τίνι ὡμοιώθης ἐν δυνάμει, καὶ ἐν δόξῃ, καὶ ἐν μεγέθει, ἐν τοῖς ξύλοις τῆς τρυφῆς; Κα τάβηθι, καὶ καταβιβάσθητι μετὰ ξύλων τῆς τρυφῆς εἰς γῆς βάθος
'To whom hast thou been likened in power, and in glory, and in greatness, among the trees of luxuriance? Come down, and be brought down with the trees of luxuriance into the depth of the earth.'
「你在權能上、在榮耀上、在尊大上,究竟像了誰,在那榮華的樹木之中呢?你下去吧,與那榮華的樹木一同被帶下到地的深處。」
1:3161
Ἐπειδὴ γὰρ, φησὶν, οὐκ ἐβουλήθης ὁμοιωθῆναι τοῖς ἅμα σοι φυτευθεῖσι ξύ λοις, ἀλλὰ τῷ φυτουργῷ, μετὰ τούτων τῶν ξύλων, τῶν ταὐτά σοι πεφρονηκότων, προστάττω σε ἀποῤ ῥιφῆναι, καὶ εἰς τὸ τῆς γῆς ἀποῤῥιφῆναι βάθος
For since, he says, thou wast not willing to be likened to the trees planted together with thee, but rather to the Planter, I command thee to be cast away together with these trees which shared thy same mind, and to be cast down into the depth of the earth.
他說,因為你不願與那些和你一同栽種的樹木相似,反倒要與那栽種者相似,所以我命定你要與這些和你存同樣心思的樹木一同被拋棄,被拋入地的深處。
1:3162
Καὶ τοῦτο τοίνυν ἀμφοτέροις ἁρμόττει
And this too, then, is fitting to both.
而這一點,也同樣適合這兩者。
1:3163
Ἐν μέσῳ ἀπεριτμήτων κοιμη θήσῃ μετὰ τραυματιῶν μαχαίρας. Τὸ δὲ ἀπε ριτμήτων, οὐ περὶ τοῦ σώματος, ἀλλὰ περὶ τῆς καρδίας λέγει·
'In the midst of the uncircumcised shalt thou sleep with those slain by the sword.' And by 'uncircumcised' he speaks not concerning the body, but concerning the heart.
「你必在未受割禮的人中間,與那些被刀所殺的人一同躺臥。」他所說的「未受割禮」,並非指身體,乃是指心。
1:3164
οἶδε γὰρ οὐ μόνον ἡ Καινὴ, ἀλλὰ καὶ ἡ Παλαιὰ Γραφὴ, περιτομὴν καρδίας·
For not only the New, but also the Old Scripture knows of circumcision of the heart.
因為不僅新約聖經,就連舊約聖經也曉得心的割禮。
1:3165
καὶ τοῦτο διὰ τοῦ προφήτου φησὶν ὁ Θεός·
And this God declares through the prophet:
神也藉著先知宣告這事:
1:3166
Ὅτι πάντα τὰ ἔθνη ἀπερίτμητα σαρκὶ, ὁ δὲ οἶκος Ἰσραὴλ ἀπερί τμητοι καρδίᾳ αὑτῶν. Ἐπειδὴ τοίνυν τὴν ἀλα ζονείαν περιτεμεῖν οὐκ ἠθέλησας, ἀλλ' ἐναπέμεινέ σοι τὸ τῆς ἀλαζονείας περίττωμα, ταὐτὰ πείσῃ τοῖς ταῦτα δεδρακόσιν
'That all the nations are uncircumcised in flesh, but the house of Israel are uncircumcised in their heart.' Since therefore thou wast not willing to circumcise thy arrogance, but the excess of thy boastfulness remained in thee, thou shalt suffer the same things as those who have done these things.
「一切外邦人在肉身上都是未受割禮的,而以色列家在他們的心上是未受割禮的。」既然如此,因為你不願割除你的驕傲,反倒讓那狂傲的餘渣存留在你裡面,你就必與那些行了這些事的人一同受同樣的遭遇。
1:3167
Οὕτω Φαραὼ, καὶ πᾶν τὸ πλῆθος τῆς ἰσχύος αὐτοῦ, λέγει Ἀδωναῒ Κύριος. Εἰρηκὼς γὰρ ἄνω·
'Thus Pharaoh, and all the multitude of his strength, saith Adonai the Lord.' For having said above:
「法老和他一切的軍兵都是如此,主阿多乃如此說。」因為在上文他曾說:
1:3168
Τίνι ὡμοίω σας σεαυτὸν ἐν τῷ ὕψει σου; καὶ διηγησάμενος τὰ κατὰ τὸν Ἀσσύριον, εἶτ' οὖν Βαβυλώνιον, ἐπήγαγε τό·
'To whom hast thou likened thyself in thy height?'—and having recounted the things concerning the Assyrian, that is, the Babylonian, he then added:
「你在你的高大上,究竟把自己比作了誰呢?」他既述說了關於亞述人、也就是巴比倫人的事,隨後便接著說:
1:3169
Οὕτω Φαραὼ καὶ πᾶν τὸ πλῆθος τῆς ἰσχύος αὐ τοῦ. Εἰ γὰρ ἐκεῖνος, φησὶν, ὁ πολλῷ σου μείζων καὶ περιφανέστερος ταῦτα πείσεται, ἀνάμεινον καὶ σὺ τὴν αὐτὴν τιμωρίαν, τὴν αὐτὴν ἔχων ἀσέβειαν
'Thus Pharaoh and all the multitude of his strength.' For if that one, he says, who is far greater and more illustrious than thou, shall suffer these things, await thou also the same punishment, since thou hast the same impiety.
「法老和他一切的軍兵也是如此。」他說,那位遠比你尊大顯赫的既要遭受這些事,你既有同樣的不敬虔,也當等候同樣的刑罰。
1:3170
Καὶ ἐγένετο ἐν τῷ δωδεκάτῳ ἔτει, ἐν τῷ δωδεκάτῳ μηνὶ, μιᾷ τοῦ μηνὸς, ἐγένετο λόγος Κυρίου πρός με, λέγων·
'And it came to pass in the twelfth year, in the twelfth month, on the first day of the month, the word of the Lord came to me, saying:'
「第十二年十二月初一日,耶和華的話臨到我,說:」
1:3171
Υἱὲ ἀνθρώπου, λάβε θρῆνον ἐπὶ τὸν βασιλέα Αἰγύπτου, καὶ ἐρεῖς αὐτῷ·
'Son of man, take up a lamentation over the king of Egypt, and thou shalt say to him:'
「人子啊,你要為埃及王作哀歌,向他說:」
1:3172
Λέοντι ἐθνῶν ὡμοιώθης σὺ, καὶ ὡς δρά κων ὁ ἐν τῇ θαλάσσῃ, καὶ ἐκεράτιζες αὐτοῖς ποταμοῖς σου, καὶ ἐτάρασσες ὕδωρ τοῖς ποσί σου, καὶ κατεπάτεις τοὺς ποταμούς σου
'Thou wast likened to a lion of the nations, and thou art as a dragon that is in the sea; and thou didst gore with thy rivers, and didst trouble the water with thy feet, and didst trample down thy rivers.'
「你被比作列國中的獅子,你如同海中的大龍;你用你的江河抵觸,用你的腳攪動水,踐踏你的江河。」
1:3173
Καὶ τούτου πάλιν τὴν ἀλαζονείαν κατηγορεῖ καὶ τύφον, καὶ λέγει αὐτὸν ἐζηλωκέναι τοῦ ἐν τῇ θαλάσσῃ δρά κοντος τὴν ὑπερηφανίαν
And again he accuses this one of arrogance and pride, and says that he had emulated the haughtiness of the dragon that is in the sea.
他又控告這一位的狂傲與自負,說他效法了海中大龍的驕傲。
1:3174
Ἐδιδάχθημεν δὲ τοῦτον εἶναι τὸν διάβολον, τὸν πάλαι ποτὲ τῶν ἐθνῶν πικρῷ. καὶ ἁλμυρῷ ἐνδιαιτηθέντα φρονήματι
And we have been taught that this one is the devil, who of old dwelt among the nations with a bitter and briny disposition.
我們也已受教,知道這一位就是魔鬼,就是那從前以苦毒鹹澀的心思寄居在列國中的。
1:3175
Φησὶ δὲ καὶ ὁ Ἡσαΐας ἐπάξειν τὸν Θεὸν τὴν μάχαιραν τὴν ἁγίαν ἐπὶ τὸν δράκοντα τὸν ἐν τῇ θαλάσσῃ·
And Isaiah too says that God will bring the holy sword upon the dragon that is in the sea.
以賽亞也說,神必用那聖潔的刀攻擊海中的大龍。
1:3176
λέγει δὲ αὐτὸν ἐπιχειρῆσαι καὶ λέοντι ὁμοιωθῆναι·
And he says that he attempted also to be likened to a lion.
他又說,這龍還企圖使自己與獅子相似。
1:3177
λέοντα δὲ τῶν ἐθνῶν βασιλεύοντα τὸν Κύριον μεμαθήκαμεν·
But we have learned that the Lord is the lion reigning over the nations.
然而我們已學到,那作王治理列國的獅子乃是主。
1:3178
Ἀνα κλιθεὶς γὰρ, φησὶν, ἀνεπαύσατο, ὡς λέων καὶ ὡς σκύμνος, τίς ἐγερεῖ αὐτόν; Λέγει τοίνυν·
'For having lain down,' it says, 'he rested, as a lion and as a lion's whelp; who shall rouse him up?' He says therefore:
經上說:「他既臥下,就安歇,如公獅,又如母獅;誰敢惹他呢?」所以他說:
1:3179
Ὅτι ἐπει ράθης ὁμοιωθῆναι τῷ τῶν ἐθνῶν λέοντι, παραπλη σίως τῷ δράκοντι τῷ ἐν τῇ θαλάσσῃ, καὶ ἀλαζονικὸν κατὰ τοῦ Θεοῦ τῶν ὅλων ἀνεδέξω φρόνημα, θαῤῥῶν τῷ ποταμῷ καὶ ταῖς τούτου διώρυξιν, ὡς μὴ δεόμε νος μὴ νέφων, μηδὲ ὑετοῦ, μηδὲ τῆς ἄνωθεν προ νοίας καὶ κηδεμονίας, ἀλλὰ τοῖς ποσὶ χρώμενος, καὶ ταράσσων τὸ ὕδωρ, καὶ ὀχετηγῶν εἰς ἀρδείαν·
Because thou didst attempt to be likened to the lion of the nations, in like manner to the dragon that is in the sea, and didst take up an arrogant mind against the God of all, trusting in the river and in its canals, as though thou hadst no need of clouds, nor of rain, nor of the providence and care from above, but usest thy feet, troubling the water and channeling it for irrigation;
因為你企圖與列國的獅子相似,正如同海中的大龍一般,並且對萬有的神懷起狂傲的心思,倚仗那江河和它的溝渠,彷彿你不需要雲彩,不需要雨水,也不需要那從上而來的護理和眷顧,反倒使用你的腳,攪動水,並將水引出來灌溉;
1:3180
Περιβαλῶ ἐπὶ σὲ δίκτυά μου ἐν ἐκκλησίᾳ λαῶν πολλῶν, καὶ ἀνάξω σε ἐν τῷ ἀγκίστρῳ μου
'I will spread my nets over thee in an assembly of many peoples, and I will bring thee up with my hook.'
「我必在許多民的會眾中,將我的網撒在你身上,用我的鉤把你拉上來。」
1:3181
Ἁρμοδίως καὶ μάλα προσφόρως τῷ ποταμῷ ἀγκίστρου καὶ δικτύων ἐμνημόνευσεν·
Suitably and most fittingly, in connection with the river, he made mention of hook and nets.
與江河相配,並且極為恰當地,他提及了鉤和網。
1:3182
ἡρμήνευσε δὲ καὶ ταῦτα εἰρηκώς·
And he interpreted these things by saying:
他又藉著這樣說解明了這些事:
1:3183
Ἐν ἐκκλησίᾳ λαῶν πολλῶν. Οἷον γάρ τινι δικτύῳ, τῇ στρατείᾳ τῶν πολεμίων, καὶ καθάπερ τινὶ ἀγκίστρῳ, τῷ ἐμῷ βουλήματι ἀγρεύσω σε καὶ θηρεύσω σε, δίκην ἰχθύος
'In an assembly of many peoples.' For as with a certain net, namely the army of the enemies, and as with a certain hook, namely my will, I will hunt thee and catch thee like a fish.
「在許多民的會眾中。」意思是說,我要用某種網,就是仇敵的軍隊,又用某種鉤,就是我的旨意,把你像魚一樣地擒拿捕獲。
1:3184
Καὶ ἐκτενῶ σε, φησὶν, ἐπὶ τὴν γῆν, καὶ πεδία πλησθήσεταί σου, καὶ ἐπικαθιῶ ἐπὶ σὲ πάντα τὰ πετεινὰ τοῦ οὐρανοῦ, καὶ ἐμπλήσω ἐκ μέσου σου πάντα τὰ θηρία τῆς γῆς
'And I will stretch thee out,' he says, 'upon the earth, and the plains shall be filled with thee; and I will settle upon thee all the birds of heaven, and I will fill from thee all the beasts of the earth.'
他說:「我必將你拋在地上,平原必被你充滿;我要使空中一切的飛鳥落在你身上,又使地上一切的野獸從你這裡得飽足。」
1:3185
Καὶ δώσω τὰς σάρκας σου ἐπὶ τὰ ὄρη, καὶ ἐμπλήσω ἀπὸ τοῦ αἵματός σου τὰ πεδία
'And I will give thy flesh upon the mountains, and I will fill the plains from thy blood.'
「我必將你的肉丟在山上,用你的血充滿平原。」
1:3186
Καὶ ποτισθή σεται ἡ γῆ ἀπὸ τῶν προχωρημάτων σου ἐπὶ τῶν ὀρέων, καὶ φάραγγας ἐμπλήσω ἀπὸ σοῦ
'And the land shall be watered from thy discharges upon the mountains, and I will fill the ravines from thee.'
「地必因你在山上的排泄物得著澆灌,我也要用你充滿眾山谷。」
1:3187
Ὅταν, φησὶν, ὑπὸ τῶν πολεμίων ἀγρευθῇς καὶ ἀναιρεθῇς, ἄταφος μενεῖς, καὶ ἐμπλήσεις τὰς τῶν θηρίων καὶ τὰς τῶν ὀρνέων γαστέρας·
When, he says, thou art hunted by the enemies and slain, thou shalt remain unburied, and shalt fill the bellies of the beasts and of the birds;
他說,當你被仇敵擒拿殺戮時,你必留下無人埋葬,並要充滿野獸和飛鳥的肚腹;
1:3188
οἱ δὲ τοῦ αἵματος ὀχετοὶ, καὶ τῆς σηπεδόνος οἱ ἰχῶρες, τούτους γὰρ ἐκάλεσε προχωρήματα, καὶ τὰ πεδία, καὶ τὰ ὄρη πληρώσει
and the streams of blood, and the discharges of the putrefaction—for these he called 'discharges'—shall fill both the plains and the mountains.
而那血的溝流,和腐爛的膿水──他所稱的「排泄物」就是這些──必要充滿平原與眾山。
1:3189
Καὶ κατακαλύψω τὸν οὐρανὸν ἐν τῷ σβεσθῆναί σε, καὶ συσκοτάσω τὰ ἄστρα αὐτοῦ·
'And I will cover the heaven at thy quenching, and I will darken its stars;'
「在你熄滅之時,我必遮蔽諸天,使其上的眾星昏暗;」
1:3190
ἥλιον ἐν νεφέλῃ καλύψω, καὶ σελήνη οὐ μὴ φανῇ τὸ φῶς αὑτῆς
'I will cover the sun with a cloud, and the moon shall not give her light.'
「我必用雲彩遮蔽太陽,月亮也必不放光。」
1:3191
Πάντας τοὺς φωστῆρας τοῦ οὐρανοῦ συσκοτάσω ἐπὶ σοὶ, καὶ δώσω σκό τος ἐπὶ τὴν γῆν σου, λέγει Ἀδωναῒ Κύριος
'All the luminaries of heaven I will darken over thee, and I will give darkness upon thy land, saith Adonai the Lord.'
「天上一切發光體,我都要使它們在你以上昏暗,並使黑暗籠罩你的地,主阿多乃如此說。」
1:3192
Οὐ φύσει ταῦτα λέγει γεγενῆσθαι, ἀλλὰ τῇ τῶν ἀνιωμένων διαθέσει·
He does not say that these things came to pass by nature, but according to the disposition of those who are grieved;
他並不是說這些事按自然發生,乃是照著憂傷之人的心境;
1:3193
οἱ γὰρ ἐν συμφοραῖς ὄντες νυκτὸς ἀφεγγεστέραν τὴν ἡμέραν ὑπολαμβάνουσι·
for those who are in misfortunes suppose the day to be more sunless than the night.
因為身處患難中的人,總以為白晝比黑夜更無光。
1:3194
Καὶ δώσω σκότος ἐπὶ τὴν γῆν σου· οὐκ ἐπὶ πᾶσαν τὴν γῆν
'And I will give darkness upon thy land'—not upon all the earth.
「我必使黑暗籠罩你的地」──並非籠罩全地。
1:3195
Εἰ δέ τις λέγει, καὶ σκότος τῷ ὄντι ἐν τῇ Αἰγύπτῳ γεγε νῆσθαι κατὰ τὸν πολέμου καιρὸν, τοῦ Θεοῦ δεικνύν τος, ὡς αὐτὸς τοῖς Βαβυλωνίοις εἰς τιμωρίαν τῶν Αἰγυπτίων ἐχρήσατο, τῆς εὐσεβοῦς διανοίας οὐχ ἁμαρτήσεται
But if anyone should say that darkness in reality also came upon Egypt at the time of the war, God showing that he himself made use of the Babylonians for the punishment of the Egyptians, he will not err from the pious understanding.
但若有人說,在戰爭之時,黑暗實際上也曾臨到埃及,藉此神顯明是祂自己使用巴比倫人來刑罰埃及人,這樣的人也不至於偏離敬虔的理解。
1:3196
Καὶ παροργιῶ καρδίαν λαῶν πολλῶν, ἡνίκα ἂν ἀνάγω αἰχμαλωσίαν σου εἰς τὰ ἔθνη, εἰς γῆν ἣν οὐκ ἔγνως
'And I will provoke to anger the heart of many peoples, when I lead thy captivity into the nations, into a land which thou hast not known.'
「當我把你的被擄之民帶到列國,帶到你所不認識之地時,我必激動許多民的心。」
1:3197
Καὶ στυγνάσει ἐπὶ σὲ ἔθνη πολλὰ, καὶ οἱ βασιλεῖς αὐτῶν ἐκστάσει ἐκ στήσονται, ἐν τῷ ἐκσπάσαι με ῥομφαίαν μου κατὰ πρόσωπον αὐτῶν, προσδεχόμενοι τὴν πτῶσιν αὑτῶν ἀφ' ἡμέρας πτώσεώς σου
'And many nations shall be sullen over thee, and their kings shall be utterly amazed, when I draw forth my sword before their face, awaiting their own downfall from the day of thy downfall.'
「許多國必因你愁苦,他們的君王必大大驚駭,就是當我在他們面前拔出我的刀劍時;他們必從你傾覆之日起,就等候他們自己的傾覆。」
1:3198
Τῆς αἰχμαλωσίας σου, φησὶ, γινομένης, οἱ μὲν τῆς προ τέρας σου μεμνημένοι θρασύτητος ἀνηλεεῖς περὶ σὲ φανήσονται·
When thy captivity comes to pass, he says, some, remembering thy former insolence, shall appear merciless toward thee;
他說,當你被擄之事臨到時,有些人因記念你先前的猖狂,必對你顯出無情;
1:3199
οἱ δὲ θρηνήσουσι, καὶ ἀνιαθήσονται, ἐκ τῶν συμβεβηκότων σοὶ τὰ καταληψόμενα αὐτοὺς κακὰ τεκμαιρόμενοι
but others shall lament and be grieved, inferring from the things that have befallen thee the evils that shall overtake themselves.
但另有些人必哀哭悲傷,從那臨到你身上的事,推想到將要臨到他們自己的災禍。
1:3200
Εἶτα διδάσκει, ὡς ἥξει μὲν τῶν Βαβυλωνίων ἡ στρατεία ἔχουσα προμάχους ἀριστέας τινάς·
Then he teaches that the army of the Babylonians shall come, having certain valiant champions as front-fighters;
接著他教導說,巴比倫人的軍隊必要來到,帶著某些勇猛的鬥士作前鋒;
1:3201
τούτους γὰρ ἐκάλεσε γίγαντας
for these he called 'giants.'
他把這些人稱為「巨人」。
1:3202
Καὶ ἅτε δὴ τῶν ἐθνῶν ἁπάντων ὄντες ὠμότεροι, δίκας σε, φησὶν, ὦ Αἴγυπτε, τῆς ὑπερηφανίας εἰσ πράξονται·
And inasmuch as they are more savage than all the nations, they shall, he says, O Egypt, exact from thee the penalty for thy pride;
他說,正因他們比一切列國更兇殘,所以,埃及啊,他們必為你的驕傲向你索取懲罰;
1:3203
ταύτην γὰρ ἐκάλεσεν ὕβριν·
for this he called 'insolence';
他把這驕傲稱為「狂妄」;
1:3204
ἰσχὺν αὐτῶν καταλύσουσι, καὶ αὐτοὺς μὲν αἰχμαλώτους ἀπάξουσι, τὰ δὲ κτήνη ληΐσονται, καὶ ἐπὶ χρόνῳ πολλῷ ἀθό λωτον τοῦ ποταμοῦ τὸ ῥεῖθρον μενεῖ, μήτε κτήνους αὐτὸ, μήτε ἀνθρώπου ταράττοντος, διὰ τὴν συμβᾶ σαν ἐκ τῆς αἰχμαλωσίας ἐρημίαν·
they shall dissolve their strength, and shall lead themselves away as captives, and shall plunder the cattle; and for a long time the current of the river shall remain undisturbed, with neither beast nor man troubling it, because of the desolation that has come from the captivity;
他們必瓦解他們的力量,把他們自己擄去為俘虜,又掠奪牲畜;並且江河的水流必長久保持不受攪擾,既無牲畜、也無人攪動它,這是因被擄所帶來的荒涼;
1:3205
καὶ ὅτι παυσά μενοι τοῦ τῇδε κἀκεῖσε μετοχετεύεσθαι αἱ διώρυγες, ὡς ἔλαιον, φησὶ, πορεύσονται, τουτέστιν ἡσύχως καὶ ἡμέρως, οὐδενὸς ἐμποδὼν γινομένου
and that the canals, having ceased to be diverted this way and that, shall flow, he says, like oil—that is, quietly and gently, with nothing coming in the way.
並且那些溝渠既不再被引來引去,就必如他所說的像油一般流淌,就是說,安靜而柔和地流淌,毫無阻礙。
1:3206
Ταῦτα δὲ, φησὶν, ἔσται ἐρημίας αὐτὴν καταλαβούσης, καὶ τῶν οἰκητόρων αὐτῆς ἀπαχθέντων δορυαλώτων
But these things, he says, shall come to pass when desolation has overtaken her, and her inhabitants have been led away as spear-captives.
他說,這些事必要成就,就在荒涼臨到她、她的居民被擄去為刀下之囚的時候。
1:3207
Καὶ γνώσονται, φησὶν, ὅτι ἐγώ εἰμι Κύριος. Τῇ γὰρ πείρᾳ τῶν κακῶν καὶ τὴν οἰκείαν εὐτέλειαν διδα χθήσονται, καὶ τὴν ἐμὴν ἐπιγνώσονται δεσποτείαν
'And they shall know,' he says, 'that I am the Lord.' For by the experience of evils they shall be taught both their own worthlessness, and shall come to acknowledge my dominion.
他說:「他們就必知道我是耶和華。」因為他們藉著遭遇災禍的經歷,既要認識自己的卑微,也要認識我的主權。
1:3208
Αἱ θυγατέρες τῶν ἐθνῶν [ λέγει δὲ τὰς πό λεις καὶ τὰς κώμας] θρηνήσουσιν αὐτὸν, ἐπ' Αἴ γυπτον καὶ ἐπὶ πᾶσαν τὴν ἰσχὺν αὐτῆς, θρη νήσουσιν αὐτὸν, λέγει Ἀδωναῒ Κύριος
'The daughters of the nations' [and by this he means the cities and the villages] 'shall lament him, over Egypt and over all her strength; they shall lament him, saith Adonai the Lord.'
「列國的眾女子」〔他所指的是那些城邑和鄉村〕「必為他哀號,為埃及並為她一切的力量哀號;她們必為他哀號,主阿多乃如此說。」
1:3209
Οὐ μό νον, φησὶ, τὸ τῶν Αἰγυπτίων ἔθνος, ἀλλὰ καὶ τὸν τούτων θρηνήσουσι βασιλέα αἱ τῶν ἄλλων ἐθνῶν πόλεις, τὴν προτέραν εὐπραξίαν λογιζόμεναι, καὶ τὴν ἐξαπιναίως γενομένην ὁρῶσαι μεταβολήν
Not only, he says, shall they lament the nation of the Egyptians, but also their king shall the cities of the other nations bewail, reckoning their former prosperity, and beholding the change that has come about so suddenly.
他說,別國的城邑不僅要為埃及人的國哀哭,也要為他們的王哀哭,一面思量他們先前的興盛,一面看見那突如其來的變遷。
1:3210
Καὶ ἐγένετο ἐν τῷ δωδεκάτῳ ἔτει, ἐν τῷ πρώτῳ μηνὶ, πεντεκαιδεκάτῃ τοῦ μηνὸς, ἐγένετο λόγος Κυρίου πρός με, λέγων·
'And it came to pass in the twelfth year, in the first month, on the fifteenth day of the month, the word of the Lord came to me, saying:'
「第十二年正月十五日,耶和華的話臨到我,說:」
1:3211
Υἱὲ ἀν θρώπου, θρήνησον ἐπὶ τὴν ἰσχὺν Αἰγύπτου, καὶ κλίνων πάρελκε αὐτόν
'Son of man, lament over the strength of Egypt, and bringing it low, drag it down.'
「人子啊,你要為埃及的力量哀哭,將它壓下,把它拖倒。」
1:3212
Τῷ λόγῳ, φησὶ, τῆς προφητείας ἀπὸ τῆς στάσεως αὐτὸν παρακλίνων, καὶ ἀπὸ τῶν βασιλείων θρόνων παράσυρον αὐτὸν, καὶ καταβίβασον
By the word, he says, of prophecy, bending him aside from his standing, and dragging him from the royal thrones, bring him down.
他說,你要藉著預言的話語,將他從所站的地位上扭轉開,把他從王位上拖下來,使他下降。
1:3213
Καὶ καταβιβάσουσι τὰς θυγα τέρας αὐτῆς, τὰ ἔθνη, νεκρὰς εἰς τὸ βάθος τῆς γῆς, πρὸς τοὺς καταβαίνοντας εἰς βόθρον. Θυγα τέρας πάλιν τὰς πόλεις καὶ τὰς κώμας καλεῖ, ἃς λέγει θανάτῳ παραδοθήσεσθαι·
'And they shall bring down her daughters, the nations, dead into the depth of the earth, to those who go down into the pit.' Again he calls the cities and the villages 'daughters,' which he says shall be delivered up to death;
「他們必將她的眾女子,就是列國,死著帶下到地的深處,到那些下坑之人那裡。」他再一次把城邑和鄉村稱為「眾女子」,說她們必被交付於死亡;
1:3214
βόθρον γὰρ τὸν θάνατον ὠνόμασεν, ἀπὸ τοῦ τάφου τεθεικὼς τὴν προσηγορίαν
for he named death 'pit,' having taken the appellation from the grave.
因為他把死亡稱為「坑」,這名稱是取自墳墓而來的。
1:3215
Ἐξ ὑδάτων εὐπρεπῶν κατάβηθι, καὶ κοι μήθητι μετὰ ἀπεριτμήτων
'Come down from the fair waters, and lie with the uncircumcised.'
「你要從那華美的水中下來,與未受割禮的人一同躺臥。」
1:3216
Ἡ πάλαι, φησὶ, τοῖς ποταμίοις ὕδασιν ἐντρυφήσασα, καὶ ἐκ τῶν ἐκείνοις φυομένων καρπῶν εὐπρέπειαν δεξαμένη, μὴ περι τεμοῦσα δὲ τὴν τῆς καρδίας ἀσέβειαν, τοῖς παρα πλησίοις σοι κοινώνησον τῆς σφαγῆς
She who of old, he says, luxuriated in the waters of the river, and received her fairness from the fruits that grow by them, yet did not circumcise the impiety of her heart—do thou share in the slaughter with those who are like thee.
他說,那從前在江河的水中享樂、又從那水邊所生果實得著華美,卻不肯割除她心中不敬虔的,你要與那些和你相似的人一同有分於這宰殺。
1:3217
Εἶτα πάλιν τὰ αὐτὰ εἰρηκὼς ἐπήγαγεν·
Then, having said the same things again, he added:
接著,他又重述了同樣的話,並補充說:
1:3218
Καὶ ἐροῦσί σοι οἱ γίγαντες οἱ ἐν βάθει βόθρου·
'And the giants who are in the depth of the pit shall say to thee:'
「那些在坑深處的巨人必對你說:」
1:3219
τίνος γὰρ κρείττων εἶ; Κατά βηθι, κοιμήθητι μετὰ ἀπεριτμήτων ἐν μέσῳ τραυματιῶν μαχαίρας
'For than whom art thou better? Come down, lie with the uncircumcised, in the midst of those slain by the sword.'
「你究竟比誰強呢?下來吧,與未受割禮的人一同躺臥,在那些被刀所殺的人中間。」
1:3220
Ταῦτα καὶ ὁ μακάριος Ἡσαΐας περὶ τοῦ Βαβυλωνίου φησί·
These things also the blessed Isaiah says concerning the Babylonian.
這些事,蒙福的以賽亞論到巴比倫人時也曾說過。
1:3221
Καὶ ἐροῦσί σοι οἱ ἄρχοντες οἱ ἀπ' αἰῶνος·
And the rulers who have been from of old shall say to you:
那些自古以來的首領要對你說:
1:3222
Καὶ σὺ ἑάλως, ὥσπερ καὶ ἡμεῖς·
You too have been captured, even as we were;
「你也被擒了,正如我們一樣;
1:3223
κατέβη εἰς ᾄδου ἡ δόξα σου, καὶ ἡ πολλὴ εὐφροσύνη σου·
your glory has gone down to Hades, and your great gladness;
你的榮耀下到陰間,你眾多的歡樂也是如此;
1:3224
ὑποκάτω σου στρώσουσι σῆψιν, καὶ τὸ κατακά λυμμά σου σκώληξ. Καὶ ἐνταῦθα δέ φησιν·
beneath you they shall spread out corruption, and your covering shall be the worm. And here too he says:
在你下面要鋪上腐爛,蟲子要作你的遮蓋。」在這裡他又說:
1:3225
Ἐροῦσί σοι οἱ ἐν δυνάμει περιφανεῖς γεγενημένοι, καὶ πάλαι τεθνεῶτες·
There shall say to you those who once were conspicuous in power and long ago died —
那些曾經在權勢中顯赫、早已死去的人要對你說——
1:3226
τούτους γὰρ ἐκάλεσε γίγαν τας·
for these he called giants —
因為他把這些人稱為巨人——
1:3227
Γίνου, τουτέστιν, ὁμοίως ἡμῖν νεκρός·
Become, that is to say, a corpse like us;
就是說:你要像我們一樣成為死屍;
1:3228
τίνος γὰρ κρείττων εἶ, ὅτι πειρᾶσαι εἶναι ἀθάνατος; Κατάβηθι τοίνυν, καὶ δέξαι τοῦ βίου τὸ τέλος, καὶ τοῖς ὅμοιά σοι τετολμηκόσιν ὁμοίαν δέξαι τὴν σφα γήν·
for than whom are you superior, that you attempt to be immortal? Come down, then, and receive the end of life, and receive a slaughter like those who have dared deeds like yours.
你比誰更強,竟企圖成為不死的呢?那麼下來吧,接受生命的終結,也接受與那些膽敢行如你所行之人一樣的殺戮。
1:3229
εἶτα λέγει τοὺς ἐπισήμους ἐν δυνάμει γεγε νημένους
Then he names those who had become distinguished in power:
接著他提到那些曾在權勢中著稱的人:
1:3230
Ἐκεῖ Ἀσσοὺρ, καὶ πᾶσα ἡ συναγωγὴ αὐτοῦ, πάντες τραυματίαι ἐκεῖ ἐδόθησαν
There is Assur, and all his assembly; all the wounded were given over there,
亞述在那裡,和他的全會眾;一切被殺的都被交在那裡,
1:3231
Καὶ ἡ ταφὴ αὐτῶν ἐν βάθει βόθρου, καὶ ἐγενήθη ἡ συναγωγὴ αὐτοῦ περικύκλῳ τοῦ μνήματος αὐτοῦ
and their burial is in the depth of the pit, and his assembly was round about his tomb.
他們的墳墓在坑的深處,他的會眾在他墳墓的四圍。
1:3232
Τίς, φησὶν, ἐγένετο πολυθρύλλητος, ὡς τῶν Ἀσσυρίων ὁ βασιλεύς; Ἀλλ' ὅμως, φησὶ, καὶ οὗτος ἐδέ ξατο τοῦ βίου τὸ τέλος, καὶ πᾶσα αὐτοῦ ἡ στρατεία τῆς τελευτῆς αὐτοῦ κεκοινώνηκε
Who, he says, became so much talked of as the king of the Assyrians? Yet nevertheless, he says, even this man received the end of life, and all his army shared in his death.
他說:有誰像亞述王那樣聲名遠播呢?然而,他說,就連這人也接受了生命的終結,他的全軍也都同他一同死亡。
1:3233
Πάντες οἱ τραυ ματίαι πεπτωκότες μαχαίρᾳ, οἳ ἔδωκαν τὰς ταφὰς αὑτῶν ἐν μηροῖς λάκκου. Τὸ εἶδος τῶν τάφων οὕτως ὠνόμασε·
All the wounded, fallen by the sword, who gave their burials in the sides of the pit. He so named the form of the tombs;
一切被刀劍所殺、倒斃的人,他們的墳墓安放在坑的兩旁。他這樣稱呼墳墓的形狀;
1:3234
προμήκεις γὰρ οἱ τάφοι, καὶ μηροῖς ἐοικότες
for the tombs are elongated, and resembling thighs.
因為那些墳墓是長形的,像大腿一樣。
1:3235
Καὶ ἐγενήθη ἐκκλησία περικύκλῳ τῆς ταφῆς αὐτοῦ, πάντες οἱ τραυματίαι πίπτοντες μαχαίρᾳ. Τῷ βασιλεῖ γὰρ αὐτῶν καὶ αὐτοὶ ὁμοίως ἐδέξαντο τὴν σφαγὴν, καὶ παρὰ τὸ ἐκείνου σῆμα σφαγῇ παρεδόθησαν
And there came to be a congregation round about his burial, all the wounded falling by the sword. For like their king, they too received the slaughter in the same way, and were delivered up to slaughter beside his monument.
在他墳墓的四圍成了一個會眾,都是被刀劍所殺、倒斃的人。因為他們也像他們的王一樣接受了殺戮,並在他的墓碑旁被交付殺戮。
1:3236
Καὶ ταῦτα, φησὶν, ἔπαθον ἄνδρες, Ἰδόντες τὸν φόβον αὑτῶν ἐπὶ γῆς ζωῆς. Ἀλλ' ὅμως ἐκεῖνοι πάντες ἐκδειματοῦντες καὶ δεδιτ τόμενοι λήψονται, φησὶ, τὸν καταισχυμμὸν αὑτῶν σὺν τοῖς καταγομένοις εἰς βόθρον·
And these things, he says, men suffered, having set their terror upon the land of the living. Yet nevertheless all those who struck terror and dismay shall bear, he says, their shame together with those who go down to the pit;
他說:這些人受了這些苦,他們曾在活人之地散布自己的威嚇。然而,他說,那一切令人驚駭、使人恐懼的人,要與那些下到坑裡的人一同擔當自己的羞辱;
1:3237
γυμνωθέντες γὰρ ἐκείνης τῆς δόξης μετ' αἰσχύνης καταλύσουσι τὸν βίον, τοῖς ὑπ' αὐτῶν σφαγεῖσιν ὁμοίως δεχό μενοι τὴν σφαγήν
for stripped of that glory, they shall end their life with shame, receiving slaughter in the same way as those slaughtered by them.
因為他們被剝去那榮耀之後,要帶著羞恥結束生命,與被他們所殺的人一樣接受殺戮。
1:3238
Εἶτα λέγει κατὰ τὸ ἔθνος τὰ μνήματα
Then he speaks of the tombs according to nation:
接著他論到按民族而設的墳墓:
1:3239
αὐτοῦ περικύκλῳ τοῦ μνήματος αὐτοῦ, καὶ πᾶν τὸ. πλῆθος αὐτοῦ, καὶ πάντες οἱ τραυματίαι οἱ πεπτωκότες μαχαίρᾳ, καὶ οἱ καταβεβηκότες ἀπερίτμητοι εἰς γῆς βάθος
His graves round about his tomb, and all his multitude, and all the wounded who fell by the sword, and those who went down uncircumcised into the depth of the earth.
他的墳墓在他墳墓的四圍,還有他的全群眾,以及一切被刀劍所殺倒斃的人,和那些未受割禮下到地深處的人。
1:3240
Ἔθος ἦν ἐν τοῖς πολέμοις κατὰ τὰ ἔθνη τὰ μνήματα γίγνεσθαι·
It was the custom in wars for the tombs to be made according to nations;
在戰爭中有一種習俗,就是按民族設立墳墓;
1:3241
τοὺς γὰρ οἰκείους συνάγοντες οἱ ὁμόφυλοι μιᾷ παρεδίδο σαν ταφῇ·
for those of the same race, gathering their kinsfolk, delivered them over to a single burial.
因為同族的人聚集他們的親屬,把他們交付同一處墳墓。
1:3242
τοῦτο τοίνυν καὶ ἐνταῦθα δεδήλωκε τὸ Αἰλὰμ ἔθνος πεποιηκέναι·
This, then, he has here shown that the nation of Elam did;
那麼,他在這裡就指明以攔這民族曾如此行;
1:3243
Ἀσσυρίοις δὲ τοῦτο πελάζει
and this approaches the Assyrians.
這與亞述人相近。
1:3244
Εἶτα πάλιν εἰρηκὼς, ὅτι οἱ πάλαι πᾶσι φοβεροὶ τὴν οἰκείαν ἐδέξαντο βάσανον, καὶ παραπλησίως τοῖς ἄλλοις ἀπέθανον, ἐπήγαγεν·
Then, having again stated that those who of old were terrible to all received their own torment, and died in like manner to the rest, he added:
接著,他再次說明那些古時令眾人畏懼的人也接受了自己的刑罰,並像其餘的人一樣死去,於是補充說:
1:3245
Ἑκάστῳ περικύκλῳ ἡ ταφὴ αὐτοῦ, πάντων ἀπεριτμήτων τραυματιῶν μαχαίρᾳ
For each one his burial round about, all of them uncircumcised, wounded by the sword.
各人的墳墓在四圍,他們都是未受割禮、被刀劍所殺的人。
1:3246
Λέγει δὲ τὰ ἄλλα ἔθνη τὰ ταύτην δεξάμενα τὴν σφαγήν
And he speaks of the other nations that received this slaughter:
他又論到那接受這殺戮的其他民族:
1:3247
Ἐκεῖ ἐδόθησαν Μοσὸχ καὶ Θοβέλ
There were given over Mosoch and Thobel.
米設和土巴也被交在那裡。
1:3248
Θοβὲλ δὲ καλοῦνται οἱ Ἴβηρες, Μοσὸχ δὲ Καππαδόκαι
The Iberians are called Thobel, and the Cappadocians Mosoch.
土巴指的是伊比利亞人,米設指的是加帕多家人。
1:3249
Πάλιν δὲ ταὐτὰ εἰρηκὼς, ἃ καὶ περὶ τῶν Αἰλα μιτῶν εἴρηκεν, ἐπήγαγε·
And having again said the same things which he had said also concerning the Elamites, he added:
他再次說了論到以攔人時所說的同樣的話,於是補充說:
1:3250
Καὶ ἔθηκαν τὰς μαχαίρας αὑτῶν ὑπὸ τὰς κεφαλὰς αὑτῶν
And they placed their swords beneath their heads.
他們把自己的刀劍放在自己的頭下。
1:3251
Περιττὰ γὰρ τὰ ὅπλα, τῶν τούτοις κεχρημένων, ἀνῃρημένων
For weapons are superfluous once those who wielded them have been destroyed.
因為既然那些使用兵器的人已被消滅,兵器便是多餘的了。
1:3252
Λέγει δὲ καὶ τῆς σφαγῆς τὴν αἰτίαν·
And he states also the cause of the slaughter;
他也說明了那殺戮的緣由;
1:3253
Εἶτα καὶ τῆς ἀσεβείας τὸ εἶδος παραδηλοῖ·
then he further discloses the form of their impiety:
接著他進一步顯明他們不敬虔的樣式:
1:3254
Ὅτι ἐξεφόβησαν γίγαντες ἐν τῇ ζωῇ αὑτῶν, καὶ φόβος δυναστευόντων ἐγένοντο ἐν τῇ γῆ τῶν ζώντων. Τοσαύτῃ γὰρ, φησὶν, ἐχρήσαντο ὠμότητι καὶ θρασύτητι, ὡς πᾶσιν ἐπιθεῖναι φόβον, οὐ μόνον τοῖς εὐτελέσιν, ἀλλὰ καὶ τοῖς ἐπὶ ἰσχύϊ καὶ δυνα στείᾳ μεγαλοφρονοῦσι
Because giants struck terror in their lifetime, and became a terror to the mighty in the land of the living. For with such great savagery and audacity, he says, did they conduct themselves, that they laid terror upon all — not only upon the lowly, but even upon those who prided themselves on strength and dominion.
因為那些巨人在他們活著的時候散布驚駭,在活人之地成為強者的恐懼。他說:因為他們行事如此殘暴、如此放肆,以致把恐懼加在眾人身上,不但加在卑微的人身上,甚至加在那些以力量和權勢自誇的人身上。
1:3255
Ταῦτα δ' ὑπέμειναν καὶ τὰ ἄλλα ἔθνη
But these things the other nations also endured.
但其餘的民族也忍受了這些事。
1:3256
Ἐκεῖ γὰρ Ἐδὼμ, καὶ βασιλεῖς αὐτῆς, καὶ πάντες οἱ ἄρχοντες αὐτῆς, οἱ δόντες τὴν ἰσχὺν αὑτῶν εἰς τραύματα μαχαίρας
For there is Edom, and her kings, and all her rulers, who gave their strength to the wounds of the sword —
以東和她的諸王,以及她一切的首領都在那裡,就是那些將自己的力量交付刀劍所傷的人——
1:3257
Τουτ έστιν, οἱ τῇ ἰσχύϊ εἰς μιαιφονίαν χρησάμενοι
that is, those who used their strength for bloodshed.
就是說,那些將力量用於殺戮流血的人。
1:3258
Καὶ τούτους δὲ δείξας ὁμοίως ἀναιρεθέντας, ὁμοίως ἐπήγαγε·
And having shown that these too were destroyed in like manner, he likewise added:
他既指明這些人也照樣被消滅,就同樣補充說:
1:3259
Ἐκεῖ οἱ ἄρχοντες τοῦ βοῤῥᾶ πάντες αὐτοὶ, πάντες οἱ στρατηγοὶ τοῦ Ἀσσοὺρ, οἵτινες κατήχθησαν μετὰ τραυματιῶν σὺν τῷ φόβῳ αὑτῶν
There are the rulers of the north, all of them, all the commanders of Assur, who were brought down with the wounded together with their terror;
北方的首領都在那裡,亞述的一切將帥都在那裡,他們與被殺的人一同被帶下去,連同他們的威嚇;
1:3260
ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἀπολοῦνται πάντες οἱ διαλογισμοὶ αὐτοῦ. Τοῦτο καὶ ἐνταῦθα ὁ Θεὸς ἔφη·
in that day all his devices shall perish. This too God has said here:
在那日,他一切的計謀都要滅亡。神在這裡也這樣說:
1:3261
Οἵτινες κατήχθησαν μετὰ τραυματιῶν σὺν τῷ φόβῳ αὐτῶν· τῷ γὰρ θανάτῳ καὶ ὁ τῆς δυναστείας συγ κατελύθη φόβος
Who were brought down with the wounded together with their terror; for with death the terror of their dominion also was brought to an end.
他們與被殺的人一同被帶下去,連同他們的威嚇;因為隨著死亡,他們權勢的威嚇也一同終止了。
1:3262
Ἡττηθέντες, φησὶν, ἀπὸ τῆς ἰσχύος αὐτῶν, τουτέστι, γυμνοὶ καὶ ἔρημοι τῆς. ἰσχύος ἐγένοντο
Defeated, he says, from their strength — that is, they became naked and bereft of strength.
他說:他們從自己的力量中被打敗——就是說,他們成了赤身露體、喪失力量的人。
1:3263
Αἰσχυνόμενοι ἐκοιμήθησαν ἀπερίτμητοι. Οὐδὲν γὰρ οὕτως αἰσχύνης ἀνα πίμπλησιν, ὡς πονηροῦ συνειδότος κατηγορία
Being ashamed, they lay down uncircumcised. For nothing so fills one with shame as the accusation of an evil conscience.
他們羞愧地躺臥,未受割禮。因為沒有甚麼像邪惡良心的控告那樣使人充滿羞恥。
1:3264
Ἀπε ριτμὴτους δὲ πάλιν ἐκάλεσε τοὺς τῆς ἁμαρτίας μὴ περιτέμνοντας τὰ περιττώματα
And again he called uncircumcised those who did not circumcise away the superfluities of sin.
他又把那些沒有割除罪之贅餘的人稱為未受割禮的人。
1:3265
Εἶτα εἰρηκὼς, ὅτι ἔλαβον τὴν βάσανον αὑτῶν μετὰ τῶν καταβαινόν των εἰς βόθρον, τουτέστι τὴν τιμωρίαν, ἐπήγαγεν·
Then, having said that they received their torment together with those who go down to the pit — that is, their punishment — he added:
接著,他既說了他們與那些下到坑裡的人一同接受自己的刑罰——就是那懲罰——於是補充說:
1:3266
Ἐκείνους ὄψεται βασιλεὺς Φαραὼ, καὶ παρακληθήσεται ἐπὶ πᾶσαν τὴν ἰσχὺν αὐ τῶν, τραυματίαι μαχαίρας Φαραὼ, καὶ πᾶσα ἡ δύναμις αὐτοῦ, λέγει Ἀδωναῒ Κύριος·
Those shall king Pharaoh see, and he shall be comforted concerning all their strength, the wounded of the sword — Pharaoh and all his host, says Adonai the Lord;
法老王要看見那些人,就得著安慰,因為看見他們一切的力量——法老那被刀劍所殺的人,和他一切的軍隊,這是主耶和華說的;
1:3267
Ὅτι ἔδωκε τὸν φόβον αὑτοῦ ἐπὶ γῆς ζωῆς, καὶ κοιμη θήσεται ἐν μέσῳ ἀπεριτμήτων τραυματιῶν μαχαίρας Φαραὼ, καὶ πᾶν τὸ πλῆθος αὐτοῦ, λέ γει Ἀδωναῒ Κύριος
because he set his terror upon the land of the living, and he shall lie down in the midst of the uncircumcised, wounded of the sword — Pharaoh and all his multitude, says Adonai the Lord.
因為他曾在活人之地散布自己的威嚇,他要躺臥在未受割禮、被刀劍所殺的人中間——法老和他的全群眾,這是主耶和華說的。
1:3268
Εἰς ἐκείνους γὰρ, φησὶν, ἀφ ορῶν ὁ Φαραὼ μείζους γεγενημένους, καὶ λίαν δυ νατωτέρους, παραψυχήν τινα λήψεται, καὶ σὺν αὐτῷ οἱ ὑπήκοοι·
For looking upon those, he says, who had become greater and far more powerful, Pharaoh will receive some consolation, and with him his subjects;
他說:法老看見那些變得更偉大、遠更強盛的人,就得著某種安慰,他的臣民也與他一同得安慰;
1:3269
δώσει δὲ ὅμως τῆς ἀσεβείας δίκας, ὅτι πολὺν τοῖς ὑπηκόοις ἐπιτεθεικὼς φόβον, αὐτὸς τὸν ἐμὸν οὐκ ἐδέξατο νόμον, ἀλλ' εἴασε τὴν ψυχὴν ἀπερίτμητον
yet he shall nevertheless pay the penalty for his impiety, because, having laid great terror upon his subjects, he himself did not accept my law, but left his soul uncircumcised.
然而他仍要為自己的不敬虔付出代價,因為他把大威嚇加在自己臣民身上,自己卻不接受我的律法,反倒任憑自己的靈魂未受割禮。
1:3270
Οὗ χάριν μετὰ τῶν τοιούτων καὶ αὐ τὸς, καὶ οἱ τὰ αὐτὰ αὐτῷ πεφρονηκότες, τῶν ὁμοίως αὐτῷ βεβιωκότων δέξονται τὴν σφαγήν
For which reason, together with such men, he too, and those who thought the same as he, shall receive the slaughter of those who lived like him.
因此,他和那些與他同心的人,要與這樣的人一同,接受那些像他一樣生活之人的殺戮。
1:3271
Ταῦτα τοίνυν μεμαθηκότες, καὶ διὰ τῶν θείων ἐγνωκότες λογίων, οἵας τίνουσι δίκας οἱ τὴν ψυχὴν ἔχοντες ἀπερίτμητον, δεξώμεθα, παρακαλῶ, τοῦ παναγίου Πνεύματος τὴν ἀχειροποίητον περιτομὴν, περὶ ἧς ὁ μακάριος λέγει Παῦλος·
Having therefore learned these things, and having come to know through the divine oracles what penalties they pay who keep the soul uncircumcised, let us, I beseech you, receive the circumcision not made with hands of the all-holy Spirit, concerning which blessed Paul says:
所以,我們既已學了這些事,又藉著神聖的話語知道那些持守未受割禮之靈魂的人要付出何等的代價,我懇求,讓我們接受那至聖聖靈非人手所行的割禮,就是蒙福的保羅所論到的:
1:3272
Καὶ περιτομὴ καρδίας ἐν πνεύματι, οὐ γράμματι, οὗ ὁ ἔπαινος οὐκ ἐξ ἀνθρώ πων, ἀλλ' ἐκ τοῦ Θεοῦ. Περιτομὴν δὲ καρδίας ἐδι δάχθημεν εἶναι τὴν τῆς ἁμαρτίας ἀφαίρεσιν, καὶ τῶν τῆς διανοίας κακῶν κινημάτων τὴν ἐκτομήν
And circumcision is of the heart, in spirit, not in letter, whose praise is not of men, but of God. And we have been taught that circumcision of the heart is the removal of sin and the excision of the evil motions of the mind.
並且真割禮是心裡的、在乎聖靈,不在乎儀文,這人的稱讚不是從人來的,乃是從神來的。我們也蒙教導,心裡的割禮就是除去罪,割除心思中邪惡的衝動。
1:3273
Εἰ ὁ ὀφθαλμός σου ὁ δεξιὸς σκανδαλίζει σε, ἔκκοψον, καὶ βάλε ἀπὸ σοῦ. Καὶ περὶ χειρὸς δὲ καὶ ποδὸς τὸ αὐτὸ εἴρηκε καὶ προστέθεικε·
If your right eye causes you to stumble, cut it out and cast it from you. And concerning the hand and the foot he has said the same, and added:
若是你的右眼叫你跌倒,就剜出來,丟掉。論到手和腳,他也說了同樣的話,並補充說:
1:3274
Συμφέρει σοι, ἵνα ἀπό ληται ἓν τῶν μελῶν σου, καὶ μὴ ὅλον τὸ σῶμά σου βληθῇ εἰς γέενναν. Μέλη δὲ ἐνταῦθα τὰς τῶν με λῶν ἐκάλεσεν ἐνεργείας, ἃς προσήκει περιτέμνειν, καὶ ἐκκόπτειν, καὶ τὸ λογικὸν ἀποκαθαίρειν, καὶ ὅλον τοῖς θείοις νόμοις ἀφιεροῦν τε καὶ καθοσιοῦν
It is profitable for you that one of your members should perish, and not that your whole body be cast into Gehenna. And by members here he called the activities of the members, which it behooves us to circumcise and cut off, and to cleanse the rational faculty, and to consecrate and dedicate the whole to the divine laws.
寧可失去你一個肢體,不叫全身丟在地獄裡,這對你是有益的。他在這裡所說的肢體,是指肢體的種種活動,這些是我們應當割除、砍掉的,好使理性得潔淨,並把全人獻上、歸給神聖的律法作聖潔之用。
1:3275
Καὶ ἐγένετο λόγος Κυρίου πρός με, λέ γων·
And the word of the Lord came to me, saying:
耶和華的話臨到我,說:
1:3276
Υἱὲ ἀνθρώπου, λάλησον τοῖς υἱοῖς τοῦ λαοῦ σου
Son of man, speak to the sons of your people.
人子啊,你要對你本國的子民說話。
1:3277
Εὐμενὴς ὢν ὁ Θεὸς, ἑαυτοῦ λαὸν καλεῖ τὸν λαόν·
God, being gracious, calls the people his own people;
神既是仁慈的,就稱這民為自己的百姓;
1:3278
διὰ δὲ τὰς παρανομίας ἀποστρεφόμενος, οὐκ έτι τῷ οἰκειώσεως ὀνόματι κέχρηται·
but turning away because of their transgressions, he no longer uses the name of intimate ownership.
但因他們的罪過而轉離時,他就不再用那親屬歸屬的稱呼。
1:3279
τοῦτο καὶ ἐπὶ τοῦ μεγάλου Μωσέως ἔστι γεγενημένον ἰδεῖν
This one may see to have happened also in the case of the great Moses.
在偉大的摩西身上也可以看見這事曾發生。
1:3280
Πρὸ μὲν γὰρ τῆς παρανομίας ἔφη τῷ Φαραώ·
For before the transgression he said to Pharaoh:
因為在那罪過之前,他對法老說:
1:3281
Ἐξαπόστειλον τὸν λαόν μου, ἵνα μοι λατρεύσῃ· μετὰ δὲ τὴν τοῦ μόσχου λατρείαν, λέγει τῷ Μωσεῖ·
Send away my people, that they may serve me; but after the worship of the calf, he says to Moses:
容我的百姓去,好事奉我;但在拜牛犢之後,他對摩西說:
1:3282
Σπεῦσον, κατάβηθι τὸ τάχος ἐντεῦθεν, ἠνόμησεν ὁ λαός σου. Οὕτω τοίνυν κἀνταῦθα οὐχ ἑαυτοῦ, ἀλλὰ τοῦ προφήτου λαὸν καλεῖ τὸν λαόν
Hasten, go down quickly from here, your people has transgressed. So then here too he calls the people not his own, but the prophet's people.
你趕快下去,你的百姓已經敗壞了。照樣,在這裡他也稱這民不是自己的百姓,而是先知的百姓。
1:3283
Γῆ, ἐφ' ἣν ἂν ἐγὼ ἐπ άγω ῥομφαίαν, καὶ λάβῃ ὁ λαὸς τῆς γῆς ἄνθρω πον ἕνα ἐξ αὐτῶν, καὶ δώσῃ αὐτὸν ἑαυτοῖς εἰς σκοπόν·
A land — against which I bring a sword, and the people of the land take one man from among them, and appoint him for themselves as a watchman;
我使刀劍臨到一地,那地的民從他們中間選取一人,立他作自己的守望者;
1:3284
( γʹ–εʹ.) καὶ ἴδῃ ῥομφαίαν ἐρχομένην ἐπὶ τὴν γῆν, καὶ σαλπίσῃ τῇ σάλπιγγι, καὶ σημάνῃ τῷ λαῷ·
(vv. 3-5) and he sees the sword coming upon the land, and sounds the trumpet, and gives warning to the people;
(三至五節)他看見刀劍臨到那地,就吹角警戒百姓;
1:3285
καὶ ἀκούσῃ ὁ ἀκούσας τῆς σάλπιγγος, καὶ μὴ φυλάξηται, καὶ ἐπέλθῃ ἡ ῥομφαία, καὶ καταλάβῃ αὐτὸν, τὸ αἷμα αὐτοῦ ἐπὶ τῆς κεφαλῆς αὐτοῦ ἔσται
and whoever hears, hears the trumpet, and does not take heed, and the sword comes and overtakes him, his blood shall be upon his own head.
凡聽見角聲卻不受警戒的,刀劍若來除滅了他,他的血必歸到自己頭上。
1:3286
Ὅτι τῆς φωνῆς τῆς σάλπιγγος ἀκούσας οὐκ ἐφυλάξατο, τὸ αἷ μα αὐτοῦ ἐπ' αὐτὸν ἔσται
Because, having heard the sound of the trumpet, he did not take heed, his blood shall be upon himself.
因為他聽見角聲卻不受警戒,他的血必歸到自己身上。
1:3287
Ῥομφαίαν λέγει τὸν πόλεμον, σκοπὸν δὲ τὸν κατάσκοπον·
By sword he means war, and by watchman the scout;
他所說的刀劍是指戰爭,守望者是指探子;
1:3288
διδάσκει δὲ ἡμᾶς ὁ λόγος, ὅτι εἰρήνην μὲν τοῖς ἀνθρώποις αὐτὸς παρέχει δι' ἀγαθότητα, πόλεμον δὲ συγχωρεῖ γενέσθαι διὰ τὰς τῶν ἀνθρώπων παρανομίας ἐφελ κομένων τὰ λυπηρά
and the word teaches us that peace he himself grants to men through his goodness, but war he permits to come to pass because of the transgressions of men who draw grievous things upon themselves.
這話教導我們:平安是他自己因著良善賜給人的,戰爭卻是他因人的罪過而容許發生的,這些人把苦難招惹到自己身上。
1:3289
Ἐὰν τοίνυν, φησὶ, πολέμου κατά τινος πόλεως γενομένου κατάσκοπον ἐπὶ γη λόφου τινὸς καταστήσωσιν οἱ πολεμούμενοι, εἶτα ἐκεῖνος θεασάμενος ἐπιοῦσαν τὴν στρατείαν σημάνῃ τῇ σάλπιγγι, καὶ μὴ καταφρονήσῃ, μηδὲ ἀμελήσῃ τῶν εἰς τοῦτο αὐτὸν προβαλλομένων, αὐτὸς μὲν, φησὶν, ἀθῶος ἔσται τὸ ἐγκεχειρισμένον ἔργον πε πληρωκὼς, ὁ δὲ μὴ βουληθεὶς φυλάξασθαι καὶ τῆς οἰκείας φροντίσαι σωτηρίας, πρόξενος ἑαυτῷ σφαγῆς καὶ αἰχμαλωσίας γενήσεται
If then, he says, when war has arisen against some city, those under attack station a scout upon some hill, and that man, beholding the advancing army, sounds the trumpet, and does not despise nor neglect the duties for which he was appointed, he himself, he says, shall be blameless, having fulfilled the task entrusted to him; but the one who was unwilling to take heed and to care for his own salvation shall become the cause to himself of slaughter and captivity.
他說:那麼,若在戰爭臨到某城時,那被攻打的人在某座山崗上設立探子,那人望見前進的軍隊便吹角,並不輕忽也不忽略他被派去所要作的事,那麼他自己,他說,既完成了所託付的工作,就必無罪;但那不肯受警戒、不肯顧念自己得救的人,就要成為自己被殺和被擄的緣由。
1:3290
Τὸ αἷμα αὐτοῦ ἐπ' αὐτὸν ἔσται· ἑαυτῷ, φησὶ, τὰς αἰτίας τῆς σφαγῆς ἀνατιθέτω
His blood shall be upon himself; let him, he says, ascribe to himself the causes of his own slaughter.
他的血必歸到自己身上;他說:讓他把自己被殺的緣由歸給自己吧。
1:3291
Οὗτος δὲ, ὅτι ἐφυλάξατο, τὴν ψυχὴν ἑαυτοῦ ἐξείλετο. Ἐὰν δὲ, φησὶ, φυλά ξηται, αἴτιος ἑαυτῷ σωτηρίας γενήσεται
But this man, because he took heed, has delivered his own soul. If, He says, a man takes heed, he becomes to himself the author of salvation.
但這人,因為他警戒了,便救了自己的性命。祂說,人若警戒,就必成為自己得救的緣由。
1:3292
Καὶ ὁ σκοπὸς ἐὰν ἴδῃ τὴν ῥομφαίαν ἐρχο μένην, καὶ μὴ σαλπίσῃ τῇ σάλπιγγι, καὶ. μὴ σημάνῃ τῷ λαῷ, καὶ ὁ λαὸς μὴ φυλάξηται, καὶ ἐπελθοῦσα ἡ ῥομφαία λάβῃ ἐξ αὐτῶν ψυ χὴν, αὐτὴ μὲν διὰ τὴν αὐτῆς ἀνομίαν ἐλήφθη, τὸ δὲ αἷμα αὐτῆς ἐκ τῆς χειρὸς τοῦ σκοποῦ ἐκζητήσω
And if the watchman see the sword coming, and blow not the trumpet, and give no signal to the people, and the people take no heed, and the sword come and take a soul from among them: that soul indeed is taken away because of its own iniquity, but its blood will I require at the hand of the watchman.
守望的人若看見刀劍臨到,卻不吹角,不向百姓示警,以致百姓沒有警戒,刀劍臨到,從他們中間奪去一人的性命:那人固然因自己的罪孽被奪去,然而我必向守望的人追討他的血。
1:3293
Ἐὰν δὲ, φησὶν, ἀμελήσας ὁ χειροτονη θεὶς κατάσκοπος μὴ σημάνῃ τῷ λαῷ τῶν πολεμίων τὴν ἔφοδον, οἱ μὲν ἀναλισκόμενοι δίκας ὧν ἐπλημμέ λησαν τίσουσι, τῆς δὲ γεγενημένης ὑπὸ τοῦ σκοποῦ προδοσίας αὐτὸς ὑφέξει τὰς εὐθύνας·
If, He says, the appointed watchman through negligence fail to signal to the people the onset of the enemy, those who perish shall pay the penalty for the offences they committed, but he himself shall render account for the betrayal wrought by the watchman.
祂說,那受委派的守望者若因疏忽而未向百姓示警仇敵的來襲,那些喪命的人固然要為自己所犯的過錯償還刑罰,但他自己卻要為守望者所造成的背棄擔負責任。
1:3294
ταῦτα δὲ ἔφη σπουδαιότερον τὸν προφήτην περὶ τὴν τοῦ λόγου δια κονίαν ποιῇ
And He said these things that He might make the prophet more diligent concerning the ministry of the word.
祂說這些話,是為要使先知在言語的職事上更加殷勤。
1:3295
Καὶ σὺ, υἱὲ ἀνθρώπου, σκοπὸν δέδωκά σε τῷ οἴκῳ Ἰσραὴλ, καὶ ἀκούσῃ ἐκ τοῦ στόματός μου λόγον, καὶ προφυλάξῃς αὐτὸν παρ' ἐμοῦ
And you, son of man, I have set you as a watchman to the house of Israel, and you shall hear a word from My mouth, and give them warning from Me.
人子啊,我立你作以色列家守望的人;你要聽我口中的話,替我警戒他們。
1:3296
Ὅπερ ἐν τοῖς πολεμίοις, φησὶν, εἴωθε ποιεῖν ὁ κατά σκοπος, τοῦτό σε δρᾷν, ὦ προφῆτα, προσήκει, καὶ τὰ παρ' ἐμοῦ λεγόμενα μετὰ πάσης προθυμίας δια πορθμεύειν
What the scout is wont to do among enemies, this it befits you to do, O prophet, He says, and to convey with all zeal the things spoken by Me.
祂說,斥候在仇敵之中慣常所行的,先知啊,你也該如此行,並要滿懷熱忱傳達我所吩咐的話。
1:3297
Ἐν τῷ εἰπεῖν με τῷ ἁμαρτωλῷ·
When I say to the sinner...
當我對罪人說……
1:3298
ὁδοῦ αὑτοῦ τοῦ ζῆσαι αὐτὸν, αὐτὸς ὁ ἄνομος τῇ ἀνομίᾳ αὑτοῦ ἀπο θανεῖται·
...concerning his way, that he should live: that lawless man shall die in his own iniquity.
……論到他的道路,說他當存活:那不法之人卻要死在自己的罪孽中。
1:3299
τὸ αἷμα αὐτοῦ ἐκ χειρός σου ἐκζη τήσω
His blood will I require at your hand.
我卻要向你的手追討他的血。
1:3300
Ἐὰν, φησὶ, καταψηφίσωμαί τινος θάνατον, καὶ μὴ γνωρίσῃς αὐτῷ τὴν ἐξενεχθεῖσαν κατ' αὐτοῦ ψῆφον, ἵνα διὰ μετανοίας λύσῃ τὴν ψῆφον, ἐκεῖνος μὲν ἄξιον εὑρήσει τοῦ βίου τὸ πέρας, σὲ δὲ τῆς ἀπω λείας τῆς ἐκείνου πράξομαι τὰς εὐθύνας·
If, He says, I pronounce sentence of death upon someone, and you do not make known to him the verdict brought against him, that through repentance he might annul that sentence, he indeed shall meet an end worthy of his life, but from you I will exact account for his destruction.
祂說,我若對某人宣判死刑,你卻不將所定他的判決告知他,好叫他藉著悔改可以化解這判決,那人固然要遭遇與他生平相稱的結局,然而我必向你追討他滅亡的責任。
1:3301
ἐὰν δὲ, φησὶ, σὺ μὲν τὰ παρ' ἐμοῦ πάντα δῆλα ποιήσῃς τῷ παρανόμως βιοῦντι, καταφρονήσῃ δὲ ἐκεῖνος τῶν σῶν λόγων, καὶ τῇ οἰκείᾳ ἐπιμείνῃ κακίᾳ, ἐκεῖνος μὲν τὴν δικαίαν ὑφέξει τιμωρίαν, σὺ δὲ σεαυτὸν ἀπαλλάξεις τῶν εὐθυνῶν
But if, He says, you make plain all that comes from Me to the one who lives lawlessly, and yet he despise your words and persist in his own wickedness, he indeed shall undergo the just punishment, but you shall free yourself from the account.
祂說,你若將我一切的話都向那行不法之人講明,他卻藐視你的言語,仍舊持守自己的惡行,那人固然要受應得的刑罰,你卻已救了自己脫離責任。
1:3302
Καὶ σὺ, υἱὲ ἀνθρώπου, εἰπὲ τῷ οἴκῳ Ἰσ ραήλ·
And you, son of man, say to the house of Israel:
人子啊,你要對以色列家說:
1:3303
Οὕτως ἐλαλήσατε λέγοντες·
Thus you have spoken, saying:
你們曾這樣說道:
1:3304
Αἱ πλάναι ἡμῶν καὶ αἱ ἀνομίαι ἡμῶν ἐν ἡμῖν εἰσι, καὶ ἐν αὐταῖς ἡμεῖς τηκόμεθα, καὶ πῶς ζησόμεθα; Ἐμοῦ, φησὶ, πάντα ὑπὲρ τῆς τοῦ Ἰσραὴλ σωτηρίας πραγματευομένου, καὶ ἀπαγορεῦσαι αὐτοὺς μὴ βου λομένου, ἀπαγορευτικοῖς αὐτοὶ κέχρηνται λόγοις, καὶ ἀδύνατον εἶναι νομίζουσι τὴν διὰ μετανοίας σωτη ρίαν, βαρύτατον ἁμαρτημάτων περικεῖσθαι φορτίον λέγοντες, καὶ ἔτι καὶ τήμερον καὶ τῇ πλάνῃ καὶ τῇ παρα νομίᾳ κεχρῆσθαι·
Our transgressions and our iniquities are upon us, and in them we pine away; how then shall we live? While I, He says, am contriving all things for the salvation of Israel, and am unwilling to give them up, they themselves resort to words of despair, and reckon salvation through repentance to be impossible, saying that they are burdened with a most grievous load of sins, and that even to this very day they persist in error and lawlessness.
我們的過犯和罪孽都在我們身上,我們就在其中消瘦衰殘,這樣怎能存活呢?祂說,我為以色列的救恩籌謀一切,不願撇棄他們,他們自己卻使用絕望的言語,認為藉悔改而得的救恩是不可能的,說自己背負著極沉重的罪擔,甚至直到今日仍陷在錯謬與不法之中。
1:3305
καὶ ἡγοῦνται ἀδύνατον εἶναι, τοὺς οὕτω διακειμένους διὰ μετανοίας τῆς σωτηρίας τυχεῖν
And they consider it impossible that those so disposed should attain salvation through repentance.
他們也認為處於這般光景的人,藉著悔改而得救乃是不可能的事。
1:3306
Ζῶ ἐγὼ, λέγει Ἀδω ναῒ Κύριος, ὅτι οὐ βούλομαι τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὸ ἀποστρέψαι αὐτὸν ἀπὸ τῆς ὁδοῦ αὐτοῦ, καὶ ζῇν αὐτόν
As I live, says the Lord Adonai, I desire not the death of the sinner, but rather that he should turn back from his way and live.
主耶和華說:我指著我的永生起誓,我斷不喜悅罪人死亡,惟願他回轉離開他的道路而得存活。
1:3307
Ἐπιστροφῇ ἐπιστρέψατε ἀπὸ τῆς ὁδοῦ ὑμῶν τῆς πονηρᾶς, καὶ ἱνατί ἀποθνήσκετε, οἶκος Ἰσραήλ; Ὁ δὲ διπλασιασμὸς τῆς Ἑβραίωνγλώττης ἰδίωμα, δηλοῖ δὲ τῆς ἐπιστροφῆς τὸ γνήσιον
With turning turn back from your evil way; and why will you die, O house of Israel? The doubling is an idiom of the Hebrew tongue, and it signifies the genuineness of the conversion.
你們要回轉、回轉,離開你們的惡道;以色列家啊,你們何必死亡呢?這重複的說法是希伯來語言的習慣用法,表明回轉的真誠。
1:3308
Καὶ σὺ, υἱὲ ἀνθρώπου, εἰπὲ πρὸς τοὺς υἱοὺς τοῦ λαοῦ σου·
And you, son of man, speak to the children of your people:
人子啊,你要對你本國的子民說:
1:3309
Πεῖσαι βου λόμενος, ὡς δέχεται τοῦ ἁμαρτωλοῦ τὴν μετάνοιαν, ἀπὸ τοῦ ἐναντίου τοῦτο δείκνυσιν
Wishing to persuade them that He accepts the repentance of the sinner, He demonstrates this from the contrary case.
祂願意使他們信服,說明祂接納罪人的悔改,便從相反的情形加以證明。
1:3310
Ὥσπερ γὰρ, φησὶν, εἴ τις τῶν ἐν ἀρετῇ βεβιωκότων ταύτην μὲν καταλείποι τὴν ὁδὸν, τὴν δὲ τῆς κακίας προέλοιτο, ἀνάγκη αὐτὸν εὑρεῖν ἄξιον τῆς ὁδοῦ τὸ τέλος·
For just as, He says, if one who has lived in virtue should forsake this way and choose instead the way of wickedness, of necessity he shall find an end worthy of that way;
祂說,正如人若素來行在德行中,卻離棄這道路,反倒揀選惡行的道路,他就必然遭遇與那道路相稱的結局;
1:3311
οὕτως εἴ τις παρανομίᾳ συντραφεὶς εἰς τὴν τῆς ἀρετῆς ὁδὸν ἐπανελθεῖν ἐθελήσειεν, ἀπαλλαγήσεται πάντως τῆς τοῖς παρανόμοις τιμωρίας ἀφωρισμένης
so likewise, if one reared in lawlessness should be willing to return to the way of virtue, he shall be wholly delivered from the punishment set apart for the lawless.
照樣,人若自幼在不法中長大,卻願意回轉歸向德行的道路,他就必完全脫離那為不法之人所定的刑罰。
1:3312
Ἐν τῷ εἰπεῖν με τῷ δικαίῳ, ὅτι ζωῇ ζήσει, καὶ οὗτος πέποιθεν ἐπὶ τῇ δικαιοσύνῃ αὑτοῦ, καὶ ποιήσει ἀνομίαν, πᾶσαι αἱ δικαιο σύναι αὐτοῦ οὐ μὴ μνησθῶσιν, ἐν τῇ ἀδικίᾳ αὑτοῦ ᾗ ἐποίησεν, ἐν αὐτῇ ἀποθανεῖται
When I say to the righteous man that he shall surely live, and he trusts in his own righteousness and commits iniquity, all his righteous deeds shall not be remembered; in his unrighteousness which he has done, in it he shall die.
我若對義人說他必定存活,他卻倚仗自己的義而行不義,他一切的義都必不被記念;他必因所行的不義死在其中。
1:3313
Καὶ ἐν τῷ εἰπεῖν με τῷ ἀσεβεῖ·
And when I say to the ungodly:
我若對惡人說:
1:3314
Θανάτῳ θανατωθήσῃ, καὶ ἀποστρέψει ἀπὸ τῆς ἀνομίας αὑτοῦ, καὶ ποιήσει κρῖμα καὶ δικαιοσύνην·
You shall surely die by death; and he turns back from his iniquity, and does judgment and righteousness;
你必定死;他卻回轉離開他的罪孽,行公平與公義;
1:3315
καὶ ἐνεχυρα σμὸν ὀφείλοντος ἀποδῷ, καὶ ἅρπαγμα ἀποτί σει, ὁ ἄνομος ἐν τοῖς προστάγμασι τῆς ζωῆς διαπεπόρευται τοῦ μὴ ποιῆσαι ἄδικον, ζωῇ ζήσεται, καὶ οὐ μὴ ἀποθάνῃ
and if he restore the pledge of the debtor, and pay back what he plundered, and the lawless man walk in the ordinances of life so as to do no unjust thing, he shall surely live, and shall not die.
並且歸還欠債人的抵押,償還所搶奪的,那不法之人若行在生命的律例中,不做不義的事,他就必定存活,不至死亡。
1:3316
Οὔτε, φησὶ, τὸν δί καιον ὀνήσει ἡ παρ' ἐμοῦ γινομένη τῶν ἀγαθῶν ὑπόσχεσις, εἰ μὴ ἐπιμείνῃ ἐν τῇ τῶν ἀγαθῶν ἐργα σίᾳ, ἀλλὰ δώσει δίκας τῶν βεβιωμένων ἀξίας·
Neither, He says, shall the promise of good things coming from Me profit the righteous man, unless he persevere in the doing of good, but he shall pay penalties worthy of his life;
祂說,我所應許的美善也絕不能使義人得益,除非他持守行善,否則他必償還與其生平相稱的刑罰;
1:3317
οὔτε τὸν ἁμαρτωλὸν ἡ τῆς τιμωρίας ἀπόφασις καταβλάψει τοῖς τῆς μετανοίας φαρμάκοις βουλόμενον χρήσα σθαι, καὶ πάσης μὲν ἀδικίας ἀπαλλαττόμενον, φιλ ανθρωπίᾳ δὲ πρὸς τὸν πέλας χρώμενον, καὶ ἁπαξ απλῶς τὰ παρ' ἐμοῦ διηγορευμένα φυλάττειν προαι ρούμενον·
nor shall the sentence of punishment harm the sinner who is willing to use the remedies of repentance, who frees himself from all unrighteousness, who shows kindness toward his neighbour, and who once and for all chooses to keep the things declared by Me;
那定罪的判決也絕不能傷害願意使用悔改良藥的罪人——他若脫離一切的不義,向鄰舍施行仁慈,並且徹底揀選遵守我所吩咐的一切;
1:3318
λύσει γὰρ τῇ μεταβολῇ τὴν ἀπόφασιν, καὶ ζωῆς ἀπολαύσεται
for by his change he shall annul the sentence, and shall enjoy life.
因他藉著轉變便化解那判決,並要享有生命。
1:3319
Καὶ τὸ πάντων ἐρασμιώτατον ι ʹ
And that which is most desirable of all (v. 10):
還有那最令人渴慕的一句(第十節):
1:3320
Πᾶσαι, φησὶν, αἱ ἁμαρτίαι αὐτοῦ, ἃς ἥμαρτεν, οὐ μνημονευθήσονται αὐτῷ, ὅτι κρῖμα καὶ δικαιοσύνην ἐποίησεν, ἐν αὐτοῖς ζή σεται
All his sins, He says, which he has sinned, shall not be remembered against him, because he has done judgment and righteousness; in them he shall live.
祂說,他所犯的一切罪都必不被記念,因為他行了公平與公義;他必因此存活。
1:3321
Οὕτω τὴν οἰκείαν ἀγαθότητα δείξας, τοῦ λαοῦ διελέγχει τὸ ἄγνωμον
Having thus displayed His own goodness, He convicts the ingratitude of the people.
祂既如此彰顯了自己的良善,便斥責百姓的忘恩負義。
1:3322
ιζʹ Καὶ λέγουσιν οἱ υἱοὶ τοῦ λαοῦ σου·
(v. 17) And the children of your people say:
(第十七節)你本國的子民卻說:
1:3323
Οὐκ εὐθεῖα ἡ ὁδὸς Κυρίου, καὶ αὕτη ἡ ὁδὸς αὐτῶν οὐκ εὐθεῖα
The way of the Lord is not straight; whereas it is this way of theirs that is not straight.
主的道路不公平;其實乃是他們自己的道路不公平。
1:3324
Τοσαύτης, φησὶ, παρ' ἐμοῦ προκειμένης ἀγαθότητος καὶ φιλανθρωπίας, διαβάλ λειν τὰς ἐμὰς τολμῶσιν οἰκονομίας, ὡς οὐκ ὀρθάς
Though so great a goodness and lovingkindness is set before them from Me, He says, they dare to slander My dispensations as not being right.
祂說,我在他們面前擺設了如此浩大的良善與慈愛,他們竟敢毀謗我的安排,說這安排不公正。
1:3325
αὐτοὺς ἀπὸ τῶν πραγμάτων,. ὅτι τὰ μὲν ἐμὰ ἅπαντα καὶ ὀρθὰ καὶ δίκαια, τὰ δὲ σφῶν αὐτῶν διεστραμμένα
...them from the facts, that all My things are both right and just, while their own are perverted.
……從事實可證明,我一切所行都是正直公義的,他們自己所行的卻是乖僻的。
1:3326
Εἶτα τὸ αὐτὸ σαφέστερον κατ' ἐρώτησιν λέγει·
Then He states the same thing more clearly by way of question:
然後祂以問句更清楚地說出同樣的話:
1:3327
Ἀκούσατε δὲ, οἶκος Ἰσραήλ·
Hear now, O house of Israel:
以色列家啊,你們要聽:
1:3328
μὴ ἡ ὁδός μου οὐκ εὐθεῖα; οὐχὶ αἱ ὁδοὶ ὑμῶν οὐκ εὐθεῖαι; Εἶτα ἐπαναλαμβάνει τὰ εἰρημένα, καί φη σιν, ὅτι ὁ δίκαιος τὴν κακίαν προαιρούμενος κολα σθήσεται, καὶ ὁ ἁμαρτωλὸς εἰς τὴν δικαιοσύνην ἐπανιὼν σωτηρίας τεύξεται·
Is My way not straight? Are not your ways the ones that are not straight? Then He takes up again what has been said, and declares that the righteous man who chooses wickedness shall be punished, and the sinner who returns to righteousness shall obtain salvation;
難道是我的道路不公平嗎?豈不是你們的道路不公平嗎?接著祂再度提起前面所說的,宣告義人若揀選惡行必受刑罰,罪人若回轉歸向公義必得救恩;
1:3329
ὑμῖν δὲ, φησὶ, τοῦτο οὐ κατεφάνη δίκαιον
but to you, He says, this did not appear just.
祂說,這在你們看來卻不公正。
1:3330
Καὶ τοῦτό ἐστιν ὃ εἴπατε·
And this is what you said:
這就是你們所說的:
1:3331
Ἕκαστον κατὰ τὰς ὁδοὺς ὑμῶν κρινῶ ὑμᾶς, οἶκος Ἰσραήλ. Ἱκανὸν δὲ τοῦτο πεῖσαι καὶ τοὺς λίαν ἀδαμαντίνους τὴν τῆς κακίας ἀγαπῆσαι μεταβολήν
I will judge each one of you according to your ways, O house of Israel. And this is sufficient to persuade even those exceedingly adamantine to love the turning away from wickedness.
以色列家啊,我必按你們各人的行為審判你們。這話足以說服那些極其剛硬如金剛石的人,去愛慕轉離惡行。
1:3332
Καὶ ἐγένετο ἐν τῷ δωδεκάτῳ ἔτει, ἐν τῷ δεκάτῳ μηνὶ, πέμπτῃ τοῦ μηνὸς τῆς αἰχμαλωσίας ἡμῶν, ἦλθεν ὁ ἀνασωθεὶς πρός με ἀπὸ Ἱερουσαλὴμ λέγων·
And it came to pass in the twelfth year, in the tenth month, on the fifth of the month of our captivity, that one who had escaped came to me from Jerusalem, saying:
在我們被擄的第十二年十月初五日,有一個從耶路撒冷逃脫的人來到我這裡,說:
1:3333
Καὶ χεὶρ Κυρίου ἐγένετο ἐπ' ἐμὲ ἑσπέρας πρὶν ἢ ἐλθεῖν τὸν ἀνασωθέντα, καὶ ἤνοιξέ μου τὸ στόμα, ἕως ἦλθε πρός με τοπρωῒ, καὶ ἀνοιχθὲν τὸ στόμα μου οὐ συνεσχέθη ἔτι
And the hand of the Lord had come upon me in the evening, before the one who had escaped came, and He opened my mouth until he came to me in the morning; and my mouth being opened was no longer held shut.
那逃脫的人來到之前的晚上,耶和華的手臨到我,開了我的口,直到早晨那人來到我這裡;我的口既開了,就不再閉塞。
1:3334
Ὁ Σύρος, Τῷ ἑνδεκάτῳ ἔτει καὶ τῷ δωδεκάτῳ μηνὶ, καὶ μᾶλλον ἀκολούθως·
The Syriac reads, 'In the eleventh year and the twelfth month,' and this is more in keeping with the sequence;
敘利亞譯本作「在第十一年十二月」,這更符合事件的次序;
1:3335
τῷ γὰρ ἑνδεκάτῳ ἔτει ἥλω ἡ πόλις
for it was in the eleventh year that the city was taken.
因為城被攻取乃是在第十一年。
1:3336
ἕωθεν δὲ ἐκείνου φανέντος, καὶ τὴν ἀγγελίαν κομί σαντος, οὐκέτι με σιγῇ κατέχειν τοὺς προφητικοὺς εἴασε λόγους, ἀλλ' ἀπαύστως τούτους προσφέρειν ἐκέλευσέ τε καὶ παρεσκεύασε·
And when at dawn that man appeared and brought the tidings, He no longer allowed me to hold back the prophetic words in silence, but commanded and enabled me to deliver them unceasingly.
當黎明時分那人出現、帶來消息,祂便不再容我緘默壓抑那些預言的話,反倒吩咐並使我得以不住地宣講出來。
1:3337
Καὶ ἐγένετο λόγος Κυρίου πρός με, λέγων·
And the word of the Lord came to me, saying:
耶和華的話臨到我說:
1:3338
Υἱὲ ἀνθρώπου, οἱ κατοικοῦντες τὰς ἠρη μωμένας ταύτας ἐπὶ τῆς γῆς τοῦ Ἰσραὴλ, λέ γοντες λέγουσιν·
Son of man, those who inhabit these desolate places upon the land of Israel keep saying:
人子啊,那些住在以色列地荒廢之處的人不斷地說:
1:3339
Εἷς ἦν Ἀβραὰμ, καὶ κατέσχε τὴν γῆν, καὶ ἡμεῖς πλείους ἐσμὲν, ἡμῖν δέδοται ἡ γῆ εἰς κατάσχεσιν
Abraham was but one, and he took possession of the land; and we are many, to us the land is given for a possession.
亞伯拉罕不過是一人,尚且得了這地為業;我們既是許多人,這地更是給我們為業的。
1:3340
Ἀναλγησίας νοσοῦσιν ὑπερ βολήν·
They are diseased with an excess of insensibility;
他們患了過度麻木無感的病;
1:3341
μετὰ γὰρ τὰς τοσαύτας καὶ τηλικαύτας τιμω ρίας, ἔτι θρασύνονται, καὶ τὴν ἐρημίαν τῆς Ἰουδαίας ὁρῶντες τολμῶσι λέγειν·
for after such great and grievous punishments, they still grow bold, and beholding the desolation of Judaea they dare to say:
因為經歷了如此重大而慘烈的刑罰之後,他們仍舊放肆,眼見猶大地荒涼,竟敢說:
1:3342
Εἰ μόνος ὢν Ἀβραὰμ τήνδε κατέσχε τὴν γῆν, πολλῷ μᾶλλον ἡμεῖς πλείους ὄντες ταύτης ἐσόμεθα κύριοι
If Abraham, being alone, took possession of this land, much more shall we, being many, be masters of it.
亞伯拉罕獨自一人尚且得了這地,何況我們人數眾多,豈不更要作這地的主人。
1:3343
Ἔδει δὲ συνιδεῖν καὶ τοῦ Ἀβραὰμ τὴν ἀρετὴν καὶ τὴν οἰκείαν κακίαν, καὶ μὴ πλήθει θαῤῥεῖν, ἀλλὰ δικαιοσύνην ἐπιζητεῖν
But they ought to have considered both the virtue of Abraham and their own wickedness, and not to have trusted in numbers, but to have sought after righteousness.
他們本該同時思想亞伯拉罕的德行與自己的惡行,不倚靠人數的眾多,反倒尋求公義。
1:3344
Τάδε λέγει Ἀδωναῒ Κύριος·
Thus says the Lord Adonai:
主耶和華如此說:
1:3345
Ἐπειδὴ τοῦ αἵματος ἐσθίετε,. καὶ τοὺς ὀφθαλμοὺς ὑμῶν αἴρετε εἰς τὰ εἴδωλα ὑμῶν, καὶ αἷμα ἐκχέετε, καὶ τὴν γῆν κληρονο μήσετε; Ἔστητε ἐπὶ τῆς ῥομφαίας ὑμῶν, ἐποιή σατε βδελύγματα, καὶ ἕκαστος τὴν γυναῖκα τοῦ πλησίον αὑτοῦ ἐμιάνατε, καὶ τὴν γῆν κατα κληρονομήσετε; Τοῖς οἰκείοις, φησὶ, θαῤῥοῦντες ἔργοις ἐλπίζετε τῆς πατρῴας κρατήσειν γῆς·
Since you eat with the blood, and lift up your eyes to your idols, and shed blood — shall you then inherit the land? You have stood upon your sword, you have committed abominations, and each of you has defiled the wife of his neighbour — and shall you inherit the land? Trusting, He says, in your own works, you hope to gain possession of the ancestral land;
你們吃帶血的肉,向偶像舉目,又流人的血——你們豈能承受這地為業呢?你們倚仗自己的刀劍,行了可憎的事,各人玷污鄰舍的妻子——你們還想承受這地為業嗎?祂說,你們倚仗自己的行為,指望得著祖宗之地;
1:3346
καὶ μὴν παράνομος ὑμῶν ὁ βίος, τὰ γὰρ ἀπηγορευμένα τῷ νόμῳ δρᾶτε·
and yet your life is lawless, for you do the things forbidden by the law;
然而你們的生活卻是不法的,因為你們做律法所禁止的事;
1:3347
αἷμα μὲν γὰρ ἐσθίετε, ὃ καὶ τῷ Νῶε νομοθετῶν ἀπηγόρευσα, καὶ διὰ Μωσέως ἐκ χεῖσθαι ἐπὶ τὴν γῆν προσέταξα·
for you eat blood, which even in giving laws to Noah I forbade, and through Moses I commanded that it be poured out upon the ground;
你們吃血,這是我在為挪亞立法時所禁止的,並藉摩西吩咐要倒在地上;
1:3348
τὴν δὲ τῶν εἰδώλων θεραπείαν περὶ πολλοῦ ποιεῖσθε, μιαιφονίαις τε καὶ μοιχείαις κεχρημένοι διατελεῖτε
and the service of idols you hold in high esteem, while you continue in murders and adulteries.
你們卻極其看重事奉偶像,並且持續行兇殺與姦淫的事。
1:3349
Τοιαῦτα τοίνυν τολ μῶντες μὴ ἐλπίζετε κληρονομῆσαι τὴν γῆν
Daring such things, therefore, do not hope to inherit the land.
所以,你們既敢行這樣的事,就不要指望承受這地為業。
1:3350
Τάδε λέγει Ἀδωναῒ Κύριος·
Thus says the Lord Adonai:
主耶和華如此說:
1:3351
Ζῶ ἐγὼ, εἰ μὴ οἱ ἐν ταῖς ἠρημωμέναις πεσοῦνται μα χαίρᾳ, καὶ οἱ ἐπὶ προσώπου τοῦ πεδίου τοῖς θηρίοις τοῦ ἀγροῦ δοθήσονται εἰς κατάβρωμα, καὶ τοὺς ἐν ταῖς τετειχισμέναις, καὶ τοὺς ἐν τοῖς σπηλαίοις θανάτῳ ἀποκτενῶ
As I live, surely those who are in the desolate places shall fall by the sword, and those who are upon the face of the field I will give to the beasts of the field to be devoured, and those in the fortified places and those in the caves I will slay by pestilence.
我指著我的永生起誓,那在荒廢之處的必倒在刀下,那在田野之上的必被我交給田間的走獸吞吃,那在堅固城中和洞穴裡的必被我以瘟疫殺滅。
1:3352
Καὶ δώσω τὴν γῆν εἰς ἔρημον
And I will make the land a desolation.
我必使這地變為荒場。
1:3353
Τῶν εἰρημένων ἡ σφαγὶς τὸ, Ζῶ ἐγώ·
The seal of what has been said is, 'As I live';
所說這一切的印證乃是「我指著我的永生起誓」;
1:3354
λέγει ὅτι καὶ οἱ τὰς τετειχισμένας πόλεις οἰκοῦντες, καὶ οἱ τὰ σπήλαια, καὶ οἱ τοὺς ἐρήμους τόπους, τὰς προειρημένας τίσουσι τιμωρίας
He says that both those who dwell in the fortified cities, and those in the caves, and those in the desolate places, shall pay the aforesaid penalties.
祂說,那些住在堅固城中的、住在洞穴裡的,以及住在荒涼之處的,都必償還前面所說的刑罰。
1:3355
Καὶ τὴν αἰτίαν δει κνὺς ἐπάγει·
And showing the cause, He adds:
祂指明緣由,又接著說:
1:3356
Καὶ ἀπολεῖται ἡ ὕβρις τῆς ἰσχύος αὐτῆς, καὶ ἐρημωθήσεται τὰ ὄρη τοῦ Ἰσραὴλ παρὰ τὸ μὴ εἶναι διαπορευόμενον
And the pride of her strength shall perish, and the mountains of Israel shall be made desolate, so that none shall pass through.
她勢力的驕傲必歸於無有,以色列的眾山必變為荒涼,以致無人經過。
1:3357
(κθʹ) Καὶ γνώσονται ὅτι ἐγὼ Κύριος·
(v. 29) And they shall know that I am the Lord;
(第二十九節)他們就必知道我是耶和華;
1:3358
καὶ ποιήσω τὴν γῆν αὐτῶν ἔρη μον, καὶ ἐρημωθήσεται διὰ πάντα τὰ βδελύγματα αὐτῶν ἃ ἐποίησαν
and I will make their land a desolation, and it shall be made desolate because of all their abominations which they have committed.
我必使他們的地變為荒涼,因他們所行一切可憎的事,這地必成為荒場。
1:3359
Καὶ σὺ, υἱὲ ἀνθρώπου, οἱ υἱοὶ τοῦ λαοῦ σου λαλήσουσι περὶ σοῦ παρὰ τοὺς τοίχους, καὶ ἐν τοῖς πυλῶσι τῶν οἰκιῶν, καὶ λαλήσουσιν ἕκαστος τῷ πλησίον αὑτοῦ, καὶ ἕκαστος τῷ ἀδελφῷ αὑτοῦ, λέγοντες·
And you, son of man, the children of your people speak concerning you beside the walls and in the gateways of the houses, and they speak each one to his neighbour, and each one to his brother, saying:
人子啊,你本國的子民在牆垣旁邊、在房屋門口談論你,彼此對鄰舍、對弟兄說:
1:3360
Συνέλθωμεν, καὶ ἀκού σωμεν τί τὸ ῥῆμα τὸ ἐκπορευόμενον παρὰ Κυ ρίου
Come, let us gather together, and hear what is the word that goes forth from the Lord.
來吧,我們聚集起來,聽聽從耶和華那裡發出的是什麼話。
1:3361
Καὶ ἔρχονται πρὸς σὲ, ὡς ἐκπορεύεται λαὸς, καὶ κάθηται ἐνώπιόν σου ὁ λαός μου, καὶ ἀκούουσι τὰ ῥήματά σου, καὶ οὐ μὴ ποιήσουσιν αὐτά
And they come to you, as a people comes together, and my people sits before you, and they hear your words, yet they will not do them.
他們來到你這裏,如同百姓聚集而來,我的子民坐在你面前,聽你的話,卻不肯遵行。
1:3362
Τὰ μὲν οὖν προειρημένα πάντα περὶ τῶν ἐν τῇ Ἰουδαίᾳ ἐῤῥέθη·
Now all the foregoing words were spoken concerning those in Judea;
前面所說的一切話,都是針對在猶大地的人而發的;
1:3363
ταῦτα δὲ περὶ τῶν αἰχμα λώτων ἤδη γεγενημένων, καὶ τὴν Βαβυλῶνα οἰκούν των, οἳ ἀκούειν μὲν ἐβούλοντο τῶν προφητικῶν λο γίων, πείθεσθαι δὲ τοῖς λεγομένοις οὐκ ἔτι, ἀλλ' ἐν τοῖς ἑαυτῶν συλλόγοις ἀλλήλοις παρακελευόμενοι πρὸς τὸν προφήτην δραμεῖν, καὶ μαθεῖν τὰ ὑπὸ τοῦ Θεοῦ διηγορευμένα, ἀντιλέγοντες διετέλουν·
but these are concerning the captives already carried off and dwelling in Babylon, who indeed wished to hear the prophetic oracles, but would no longer obey what was said. Rather, in their own assemblies they kept exhorting one another to run to the prophet and learn what had been declared by God, yet they persisted in contradicting it.
但這些話乃是針對那些已被擄去、住在巴比倫的人;他們雖願意聽先知的話語,卻不再順從所說的,反倒在自己的聚會中彼此勸勉去奔向先知,聽取神所宣告的事,然而始終加以頂撞。
1:3364
διό φησι. Καὶ οὐ μὴ ποιήσουσιν αὐτά
Therefore he says: And they will not do them.
所以他說:他們卻不肯遵行。
1:3365
Ὅτι ψεῦδος ἐν τῷ στόματι αὐτῶν. Οὐ συνομολογεῖ, φησὶν, ἡ καρδία τῇ γλώττῃ
For a lie is in their mouth. Their heart, he says, does not agree with their tongue.
因為他們口中有謊言。他說,他們的心與舌並不相合。
1:3366
Ὀπίσω γὰρ τῶν μιασμάτων ἡ καρδία αὐτῶν πορεύεται. Τέρψεως γὰρ μόνης, ἀλλ' οὐκ ὠφελείας, τὸν λόγον ἀκούουσιν
For after their defilements their heart goes. For it is for mere pleasure, and not for profit, that they listen to the word.
因為他們的心隨從污穢而行。他們聽這道,只是為了取樂,並非為得益處。
1:3367
Καὶ γίνῃ αὐτοῖς ὡς φωνὴ ψαλτηρίου ἡδυ φώνου εὐαρμόστου
And you become to them as the sound of a sweet-voiced, well-tuned harp.
你在他們看來,就如聲音悅耳、調和諧美的琴瑟之音。
1:3368
Καθάπερ, φησὶν, οἱ ὀργάνου τινὸς εὐαρμόνιον ἠχὴν ἀποτελοῦντος ἀκούοντες τέρψιν ἐκεῖθεν καρποῦνται, οὐ μὴν καὶ τῶν κρου μάτων τὴν μάθησιν·
Just as, he says, those who hear an instrument producing a harmonious sound reap delight from it, but not thereby also the learning of its notes;
他說,正如那些聽見某種樂器發出諧和之聲的人,從中得著喜樂,卻未必因此學會其音律;
1:3369
οὕτω καὶ οἱ λόγοι σου, ὦ προ φῆτα, τὴν ἀκοὴν αὐτῶν μόνην τέρπουσι, τὴν δὲ ψυχὴν οὐ καταθέλγουσι πονηρίᾳ συζῶσαν
so also your words, O prophet, delight only their hearing, but do not soothe the soul that lives in company with wickedness.
先知啊,你的話語也是如此,只使他們的耳朵歡愉,卻不能感化那與邪惡同居的心靈。
1:3370
Καὶ ἀκούσονταί σου τοὺς λόγους, καὶ οὐ μὴ ποιήσουσιν αὐτοὺς, διότι ψεῦδος ἐν τῷ στό ματι αὐτῶν. Ἀλλὰ νῦν, φησὶ, μὴ πιστεύοντες, ὅταν ἴδωσι τὴν ἔκβασιν, διὰ τῆς πείρας πιστεύσου σιν
And they will hear your words, and will not do them, because a lie is in their mouth. But now, he says, though they do not believe, when they see the outcome, through experience they will believe.
他們要聽你的話,卻不肯遵行,因為他們口中有謊言。他說,如今他們雖不信,但當他們看見結局應驗,就必因親身的經歷而相信。
1:3371
Ἡνίκα γὰρ, φησὶν, ἔλθωσιν, ἐροῦσιν·
For when, he says, these things come to pass, they will say:
他說,因為當這些事臨到時,他們必說:
1:3372
Ἰδοὺ ἥκει, καὶ γνώσονται ὅτι προφήτης ἦν ἐν μέσῳ αὑτῶν
Behold, it has come, and they will know that a prophet was in their midst.
看哪,事已成就;他們就知道在他們中間曾有一位先知。
1:3373
Οἷς γὰρ νῦν ἀπιστοῦσι, διὰ τῶν πρα γμάτων πιστεύσουσι, καὶ τηνικαῦτα τὴν προφη τικὴν μαθήσονται δύναμιν
For in the things they now disbelieve, through the events they will come to believe, and then they will learn the power of prophecy.
因為他們如今所不信的事,藉著事情的成就必要相信,那時就必認識先知話語的能力。
1:3374
Ἐντεῦθεν ἐπὶ τοὺς ποιμένας μεταφέρει τὸν λόγον·
From here he transfers his discourse to the shepherds;
從這裏起,他把話語轉向牧人;
1:3375
καλεῖ δὲ ποιμένας οὐ μόνον τοὺς βασιλέας, ἀλλὰ καὶ τοὺς ἱερέας·
and he calls shepherds not only the kings, but also the priests;
他所稱的牧人,不僅指君王,也指祭司;
1:3376
κατηγορεῖ δὲ αὐτῶν ἀναίδειαν, καὶ ῥᾳθυμίαν, καὶ τὴν τῶν προβάτων προδοσίαν
and he accuses them of shamelessness, of negligence, and of the betrayal of the sheep.
他控告他們的無恥、怠惰,以及對羊群的出賣。
1:3377
Υἱὲ γὰρ, φησὶν, ἀνθρώπου, προφήτευσον ἐπὶ τοὺς ποιμένας τοῦ Ἰσραήλ·
For, he says, Son of man, prophesy against the shepherds of Israel;
他說,人子啊,你要向以色列的牧人發預言;
1:3378
προφήτευσον, καὶ εἰπὲ τοῖς ποιμέσι·
prophesy, and say to the shepherds:
你要發預言,對那些牧人說:
1:3379
Τάδε λέγει Ἀδωναῒ Κύ ριος·
Thus says the Lord Adonai:
主耶和華如此說:
1:3380
Ὦ οἱ ποιμένες Ἰσραὴλ, μὴ βόσκουσιν οἱ ποιμένες ἑαυτούς; Οὐχὶ τὰ πρόβατα βόσκουσιν οἱ ποιμένες; Εἴπατε, φησὶν, ὑμεῖς, τί τοῦ ποιμέ νος ἴδιον, τὸ ἑαυτὸν νέμειν, ἢ τὰ πρόβατα βόσκειν; γʹ
O shepherds of Israel, do the shepherds feed themselves? Do not the shepherds feed the sheep? Tell me, he says, you yourselves: what is proper to a shepherd — to feed himself, or to pasture the sheep? (3)
以色列的牧人哪,牧人豈是牧養自己嗎?牧人豈不是牧養羊群嗎?他說,你們自己說吧:作牧人的本分究竟是餵養自己,還是牧養羊群?(三)
1:3381
Ἰδοὺ τὸ γάλα κατεσθίετε, καὶ τὰ ἔρια περιεβάλλεσθε, καὶ τὸ παχὺ ἐσφάζετε, καὶ τὰ πρόβατά μου οὐκ ἐβόσκετε
Behold, you devour the milk, and clothe yourselves with the wool, and slaughter the fatling, but my sheep you did not pasture.
看哪,你們吃奶,穿羊毛的衣服,宰肥壯的,卻不牧養我的羊。
1:3382
Ὑμεῖς μὲν γὰρ, οἱ ἱερεῖς, τὰς ἀπαρχὰς, καὶ τὰς δεκάτας, καὶ τὰ τῶν θυσιῶν ἀφαιρέματα ἐκαρ ποῦσθε·
For you priests reaped the firstfruits, the tithes, and the offerings of the sacrifices;
你們作祭司的,享用初熟之物、十分之一,以及祭物中所獻的分;
1:3383
ὑμεῖς δὲ, οἱ βασιλεῖς, τὸν δασμὸν λαμβά νοντες καὶ τὸν φόρον, οὐκ ἠρκεῖσθε τούτοις, ἀλλὰ καὶ τοὺς εὐπόρους κατασφάζοντες τὸν τούτων ἐκαρ ποῦσθε πλοῦτον·
while you kings, taking the tribute and the tax, were not content with these, but even slaughtering the wealthy, you reaped their riches;
你們作君王的,收取貢賦與稅金,尚且不以此為足,反而殺戮富足的人,奪取他們的財富;
1:3384
οὔτε δὲ οἱ ἱερεῖς ὑμῶν, οὔτε ὑμεῖς τῆς τῶν προβάτων ἐπεμελεῖσθε θεραπείας
and neither your priests nor you yourselves took care for the tending of the sheep.
你們的祭司也好,你們自己也好,都不顧念牧養羊群的事。
1:3385
Εἶτα κατὰ μέρος αὐτῶν τὴν ἀτοπίαν διηγεῖται
Then he recounts their absurdity part by part.
接著他逐一敘述他們的悖謬。
1:3386
Τὸ ἠσθενηκὸς οὐκ ἐνισχύσατε, καὶ τὸ ἀῤῥωστοῦν οὐκ ἰάσασθε, καὶ τὸ συντετριμ μένον οὐ κατεδήσατε, καὶ τὸ κακῶς ἔχον οὐκ ἐσωματοποιήσατε, καὶ τὸ πλανώμενον οὐκ ἐπ εστρέψατε, καὶ τὸ ἀπολωλὸς οὐκ ἐπεζητή. σατε ( καὶ τὸ πάντων χαλεπώτατον), τὸ ἰσχυ ρὸν κατειργάσασθε μόχθῳ, καὶ ἐν κράτει ἐπαιδεύσατε αὐτὰ, καὶ ἐν παιγνίῳ
The weakened you did not strengthen, and the sick you did not heal, and the broken you did not bind up, and the ailing you did not restore to health, and the straying you did not turn back, and the lost you did not seek out — and, what is most grievous of all, the strong you wore down with toil, and with force you disciplined them, and with mockery.
瘦弱的你們沒有加力,患病的你們沒有醫治,受傷的你們沒有纏裹,衰弱的你們沒有使之復原,走迷的你們沒有領回,失喪的你們沒有尋找——而且最為可惡的是,強壯的你們竟用勞苦壓迫牠們,用強暴管轄牠們,並且加以戲弄。
1:3387
Οὐ γὰρ μόνον τοῖς ἀσθενοῦσι τὴν προσήκουσαν οὐ προσενηνέγ κατε θεραπείαν, ἀλλὰ καὶ τοῖς ὑγιαίνουσι πόνους πολλοὺς ἐπεθήκατε
For not only did you fail to bring the fitting care to the weak, but you even laid many toils upon the healthy.
因為你們不但沒有向瘦弱的施以應有的照顧,反而把許多勞苦加在強健的身上。
1:3388
Καὶ τοῦτο διὰ τῶν ἱστοριῶν ῥᾴδιον κατιδεῖν
And this is easy to perceive from the histories.
這事從歷史的記載中很容易看出。
1:3389
αὐτοῖς, κωμῳδοῦντες τὰ παρ' αὐτῶν λεγόμενα
... against them, ridiculing what was spoken by them.
……並且嘲弄他們所說的話。
1:3390
Καὶ ἐν κράτει ἐπαιδεύσατε αὐτὰ, καὶ ἐν παιγνίῳ· δεικνὺς, ὅτι κατὰ ταὐτὸν τοῖς μὲν ἁγίοις τὰ λυπηρὰ προσέφερον, αὐτοὶ δὲ παιδιὰν ἡγοῦντο, καὶ παίγνια τὰ γινόμενα
And with force you disciplined them, and with mockery — showing that at the very same time they brought grievous things upon the holy ones, while they themselves regarded what was being done as sport and as a game.
「用強暴管轄牠們,並且加以戲弄」——這是要表明:他們同時把痛苦加在聖徒身上,自己卻把所行的事當作兒戲與玩笑。
1:3391
Τροπικῶς πάλιν ἐκάλεσε τὰ θηρία, ἐπειδὴ κατὰ ταὐτὸν τὸν λόγον καὶ τὰ πρόβατα προσηγόρευσε
Again he called them 'beasts' figuratively, since by the same manner of speech he had also called them 'sheep'.
他又用比喻的說法稱牠們為野獸,因為他用同樣的說法也曾稱牠們為羊。
1:3392
Καλεῖ δὲ θηρία νοητὰ μὲν τοὺς δαίμονας, τῶν ψυχῶν τοὺς ἀλάστο ρας, αἰσθητὰ δὲ τοὺς πανταχόθεν ἐπελθόντας αὐτοῖς πολεμίους
And by 'beasts' he means, in the spiritual sense, the demons, the tormentors of souls; and in the sensible sense, the enemies who came against them from every side.
他所稱的野獸,就屬靈而言,是指那些殘害靈魂的鬼魔;就有形而言,是指從四面八方前來攻擊他們的仇敵。
1:3393
Καὶ διεσπάρη καὶ ἐπλανήθη τὰ πρόβατά μου ἐν παντὶ ὄρει, καὶ ἐπὶ παντὶ βουνῷ ὑψηλῷ, καὶ ἐπὶ προσώπου πάσης τῆς γῆς διεσπάρη τὰ πρόβατά μου, καὶ οὐκ ἦν ὁ ἐκζητῶν, οὐδὲ ἐπι στρέφων
And my sheep were scattered and went astray upon every mountain, and upon every high hill; and upon the face of all the earth my sheep were scattered, and there was none to seek them out, nor to turn them back.
我的羊四散,迷失在各山上、各高岡上;我的羊分散在全地面上,無人尋找,無人領回。
1:3394
Ὄρη καὶ βουνοὺς καὶ τὰ ἄλλα ὅσα εἴρηκε, τὴν ἐν αὐτοῖς γενομένην τῶν εἰδώλων λα τρείαν ἐκάλεσεν·
By mountains and hills and the other things he mentioned, he named the idol-worship that took place upon them;
他以山岡與其他所提之物,指稱在其上所行的偶像敬拜;
1:3395
ἐν ὄρεσι γὰρ καὶ γηλόφοις, καὶ ἐν παντὶ τόπῳ τὰ τῶν εἰδώλων ἱδρύσαντο τεμένη, οὔτε βασιλέων, οὔτε μὴν ἱερέων τὴν ἀσέβειαν κωλυόντων
for upon mountains and hillocks, and in every place, they set up the precincts of the idols, while neither kings nor indeed priests hindered the impiety.
因為他們在山上、丘陵上,並在各處為偶像設立廟宇,君王與祭司都不禁止這樣的不敬虔。
1:3396
Καὶ οὐκ ἦν ὁ ἐκζητῶν, οὐδὲ ὁ ἀπο στρέφων. Οὕτω τὴν κατηγορίαν ποιησάμενος, ἀπειλεῖ τοῖς ποιμέσι τὴν τιμωρίαν, καί φησιν·
And there was none to seek them out, nor to turn them back. Having thus made his accusation, he threatens the shepherds with punishment, and says:
無人尋找,無人領回。他既如此發出控告,就以刑罰恐嚇眾牧人,說:
1:3397
Ἐπεὶ διὰ ῥᾳστώνην τε καὶ ἀμέλειαν θηριάλωτα τὰ πρόβατά μου γέγονε, καὶ οὐδεμιᾶς παρ' ὑμῶν ἐπιμελείας ἢ προνοίας ἀπήλαυσε·
Since through your ease and negligence my sheep have become prey to wild beasts, and enjoyed no care or forethought from you;
因為你們的安逸與疏忽,我的羊成了野獸的擄物,從你們得不著半點照顧或看顧;
1:3398
μόνης γὰρ τῆς οἰκείας τρυφῆς, καὶ σωματικῆς ἐφροντίσατε θεραπείας·
for you took thought only for your own luxury and bodily indulgence;
因為你們所掛念的,惟有自己的享樂與肉身的供養;
1:3399
Τούτου χάριν, ὦ ποιμένες, ἀκούσατε λόγον Κυρίου
For this cause, O shepherds, hear the word of the Lord.
因此,眾牧人哪,你們要聽耶和華的話。
1:3400
Τάδε λέγει Ἀδωναῒ Κύριος·
Thus says the Lord Adonai:
主耶和華如此說:
1:3401
Ἰδοὺ ἐγὼ ἐπὶ τοὺς ποιμένας, καὶ ἐκζητήσω τὰ πρόβατά μου ἐκ τῶν χειρῶν αὐτῶν, καὶ καταπαύσω αὐ τοὺς τοῦ ποιμαίνειν τὰ πρόβατά μου, καὶ οὐ μὴ ποιμανοῦσιν αὐτὰ ἔτι οἱ ποιμένες·
Behold, I am against the shepherds, and I will require my sheep at their hands, and I will make them cease from feeding my sheep, and the shepherds shall no longer feed them;
看哪,我與這些牧人為敵,必向他們的手追討我的羊,使他們不再牧養我的羊;這些牧人也不再牧養牠們;
1:3402
καὶ ἐξ ελοῦμαι τὰ πρόβατά μου ἐκ τοῦ στόματος αὐτῶν, καὶ οὐκέτι ἔσται αὐτοῖς εἰς κατάβρωμα
and I will deliver my sheep out of their mouth, and they shall no longer be food for them.
我必救我的羊脫離他們的口,不再作他們的食物。
1:3403
Ἐλευθερώσω γὰρ, φησὶ, τὰ πρόβατά μου τῆς κακῆς τούτων ἐπιστασίας, οἳ προνοίας μὲν οὐδεμιᾶς ἠξίωσαν αὐτὰ πώποτε, μόνον δὲ κατεσθίοντες αὐτὰ διετέλουν
For I will set free, he says, my sheep from these men's evil oversight, who never once deemed them worthy of any forethought, but continued only devouring them.
他說,我必使我的羊脫離這些人惡劣的管轄;這些人從未看顧牠們,只是不斷地吞吃牠們。
1:3404
Εἶτα διὰ τοῦ Κυρίου καὶ Σωτῆρος ἡμῶν ὑπισχνεῖται σωτηρίαν
Then, through our Lord and Savior, he promises salvation.
接著,他藉著我們的主和救主應許救恩。
1:3405
Ἰδοὺ ἐγὼ ἐκζητήσω τὰ πρόβατά μου, καὶ ἐπισκέψομαι αὐτά
Behold, I will seek out my sheep, and will visit them.
看哪,我必尋找我的羊,眷顧牠們。
1:3406
Ὥσπερ ἐπισκέπτεται ὁ ποιμὴν τὸ ποίμ νιον αὑτοῦ ἐν ἡμέρᾳ ὅταν ᾗ γνόφος καὶ νε φέλη ἐν μέσῳ προβάτων αὐτοῦ διακεχωρισμέ νων·
As a shepherd visits his flock in the day when there is gloom and cloud in the midst of his scattered sheep;
正如牧人在陰霾密雲之日,在四散的羊群中眷顧自己的羊群一樣;
1:3407
οὕτως ἐκζητήσω τὰ πρόβατά μου, καὶ ῥύ σομαι αὐτὰ ἐκ παντὸς τόπου, οὗ διεσπάρη σαν ἐκεῖ ἐν ἡμέρᾳ νεφέλης καὶ γνόφου
so will I seek out my sheep, and rescue them from every place where they were scattered in the day of cloud and gloom.
我也必這樣尋找我的羊,在密雲幽暗之日,將牠們從所分散的各處救出來。
1:3408
Νεφέλην δὲ καὶ γνόφον ἐνταῦθα τὸν τῆς ἀγνοίας ἐκάλεσε ζόφον, ὃς κατὰ τῆς οἰκουμένης ἐκέχυτο πρὸ τῆς τοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν ἐνανθρωπήσεως
By 'cloud' and 'gloom' here he named the darkness of ignorance, which was poured out over the whole inhabited world before the incarnation of our God and Savior.
他在此以「密雲」和「幽暗」稱那無知的黑暗;這黑暗在我們的神和救主成為肉身以前,籠罩了全人類。
1:3409
τοιαύτη δέ ἐστιν ἡ ἐξ Ἰουδαίων καὶ ἐξ ἐθνῶν συν αχθεῖσα Ἐκκλησία
And such is the Church gathered from Jews and from Gentiles.
從猶太人和外邦人所聚集而成的教會,正是如此。
1:3410
Εἶτα διπλῆν ποιεῖται τὴν προ φητείαν
Then he makes the prophecy twofold.
接著他使這預言具有雙重的意義。
1:3411
Τὸ μὲν γὰρ φαινόμενον αὐτοῖς μόνοις Ἰουδαίοις ἁρμόττει·
For that which is apparent fits the Jews alone;
因為其表面的意思,只適用於猶太人;
1:3412
τὸ δὲ μυστικόν τε καὶ κεκρυμ μένον, πᾶσιν ἀνθρώποις, ἄλλως τε καὶ τύπος τῶν ἡμετέρων τὰ εἰς Ἰουδαίους γεγενημένα·
but that which is mystical and hidden fits all men — the more so as what befell the Jews is a type of our own affairs.
但那奧秘而隱藏的意思,則適用於眾人——尤其因為臨到猶太人身上的事,乃是我們自身之事的預表。
1:3413
συμβαίνει γὰρ τῇ ἐκείνων ἀνακλήσει, καὶ τῇ τῆς αἰχμαλωσίας ἀπαλλαγῇ, καὶ ἡ ἡμετέρα ἀπὸ τοῦ διαβόλου πρὸς Θεὸν ἐπάνοδος, καὶ τῆς τυραννικῆς ἐκείνης δουλείας ἡ ἐλευθερία
For with their recall, and with their release from captivity, there also coincides our own return from the devil to God, and our freedom from that tyrannical slavery.
因為隨著他們的蒙召歸回,以及脫離被擄的境況,也就一併有我們從魔鬼歸回神,以及脫離那暴虐奴役的自由。
1:3414
Καὶ ἐξάξω αὐτοὺς ἐκ τῶν ἐθνῶν, καὶ συνάξω αὐτοὺς ἀπὸ τῶν χωρῶν, καὶ εἰσάξω αὐτοὺς εἰς τὴν γῆν αὐτῶν, καὶ ποιμανῶ αὐτοὺς ἐπὶ τῶν ὀρέων Ἰσραὴλ, καὶ ἐν ταῖς φάραγξι, καὶ ἐν πάσῃ κατοικίᾳ τῆς γῆς
And I will bring them out from the nations, and gather them from the countries, and bring them into their own land, and I will pasture them upon the mountains of Israel, and in the ravines, and in every dwelling place of the land.
我必從萬民中領他們出來,從各國聚集他們,領他們回到自己的地土,在以色列的群山上、在山谷中、在境內一切可居之處牧養他們。
1:3415
Ἐν νομῇ ἀγαθῇ βοσκήσω αὐτούς
In a good pasture I will feed them.
我必在美好的草場牧養他們。
1:3416
Καὶ μὴν ἀγαθὸς ὁ νόμος, καὶ ἡ ἐντολὴ κατὰ τὸν Ἀπόστολον ἁγία, καὶ δι καία, καὶ ἀγαθὴ, ἀλλ' ἑτέραν αὐτοῖς ὑπισχνεῖται νομήν·
And indeed the Law is good, and the commandment, according to the Apostle, is holy, and just, and good; yet he promises them another pasture.
律法固然是良善的,並且照使徒所說,誡命是聖潔、公義、良善的;然而他卻應許他們另一種草場。
1:3417
Τίς δὲ αὕτη ἡ ὑπὲρ τὴν νομικὴν ἀγαθὴ νομή; ἦ δῆλον ὡς τὴν τῶν θείων Εὐαγγελίων διδασκαλίαν αἰνίττεται, ἐν ᾗ νεμόμενα τοῦ Θεοῦ τὰ πρόβατα τρέφεται καὶ πιαίνεται, καὶ τῆς σωτηρίας ἀπολαύει; Καὶ τοῦτο σαφέστερον δηλῶν·
And what is this good pasture that surpasses that of the Law? Is it not clear that he hints at the teaching of the divine Gospels, feeding in which God's sheep are nourished and made fat, and enjoy salvation? And making this yet plainer, he says:
這超越律法的美好草場究竟是甚麼呢?豈不是明明暗指那神聖福音的教訓嗎?神的羊在其中得食,得著滋養、肥壯,並享受救恩。他為要把這事說得更清楚,便說:
1:3418
ὄρει, φησὶ, τῷ ὑψηλῷ τοῦ Ἰσραὴλ ἔσται εὐπρέπεια αὐτῶν. Καὶ μὴν ἐμνημόνευσεν ὀρέων πολλῶν, καὶ φαράγγων, καὶ διαφερόντως ὄρους τινὸς ὑψηλοῦ μνημονεύει, ἐν ᾧ προλέγει τῶν βοσκομένων τὴν ἐσομένην εὐπρέπειαν
Upon the high mountain of Israel, he says, shall be their glory. And indeed he made mention of many mountains, and of ravines, and moreover he makes special mention of a certain high mountain, upon which he foretells the coming glory of those that are pastured.
他說,在以色列的高山上,必有他們的榮美。他確曾提及許多山岡與山谷,而且特別提到某座高山,預言那被牧養之群將要在其上得著榮美。
1:3419
Ὄρος τοῦ Θεοῦ ὄρος πῖον, ὄρος. τετυρωμένον, ὄρος πῖον. Εἶτα τοῖς Ἰσραηλιτικοῖς ὄρεσι τούτῳ τῷ ὄρει διαφθονουμένοις φησίν·
The mountain of God is a rich mountain, a curdled mountain, a rich mountain. Then to the mountains of Israel, which envied this mountain, he says:
神的山是肥美的山,是多峰的山,是肥美的山。接著他對那嫉妒這山的以色列眾山說:
1:3420
Ἱνατί ὑπολαμβάνετε ὄρη τετυρωμένα; Τὸ ὄρος, ὃ εὐδόκησεν ὁ Θεὸς κατοικεῖν ἐν αὐτῷ·
Why do you suppose them curdled mountains? This is the mountain in which God was pleased to dwell;
你們為何看牠們為多峰的山呢?這正是神所喜悅居住的山;
1:3421
καὶ γὰρ ὁ Κύριος κατασκηνώσει εἰς τέλος. Μάτην, φησὶ, ζηλοτυπεῖτε τοῦτο τὸ ὄρος, ἐπειδὴ ἐν αὐτῷ κατα σκηνοῦν ὁ Θεὸς εὐδόκησεν·
for indeed the Lord will dwell there forever. In vain, he says, do you envy this mountain, since in it God was pleased to dwell;
並且耶和華必永遠居住在其中。他說,你們嫉妒這山是徒然的,因為神喜悅住在其中;
1:3422
εἰς τέλος γὰρ τοῦτο ποιήσει
for he will do this to the end.
因為他必永遠如此行。
1:3423
Οὕτω δὲ νοεῖν ἡμᾶς ἐδίδαξαν οἱ ἄλλοι ἑρμηνευταί·
The other translators taught us to understand it thus:
其他的譯者教導我們如此理解:
1:3424
Ἱνατί ἐρίζετε ὄρη τετυρωμένα; ὁ δὲ Θεοδοτίων·
Why do you contend, curdled mountains? And Theodotion:
多峰的山哪,你們為何爭競呢?而狄奧多提翁譯作:
1:3425
Ἱνατί δικάζεσθε περὶ τούτου τοῦ ὄρους; καὶ Ἡσαΐας βοᾷ, καὶ Μιχαίας ὡσαύτως·
Why do you go to law concerning this mountain? And Isaiah cries out, and Micah likewise:
你們為何為這山爭訟呢?以賽亞也發聲呼喊,彌迦也照樣說:
1:3426
Ἔσται ἐν ταῖς ἐσχάταις ἡμέραις ἐμφανὲς τὸ ὄρος Κυρίου, καὶ ὁ οἶκος Κυ ρίου ἐπ' ἄκρων τῶν ὀρέων, καὶ ἥξουσιν ἐπ' αὐτὸν πάντα τὰ ἔθνη, καὶ τὰ ἑξῆς·
It shall come to pass in the last days that the mountain of the Lord shall be manifest, and the house of the Lord upon the tops of the mountains, and all the nations shall come to it, and so forth;
到末後的日子,耶和華的山必顯明,耶和華的殿必立在諸山之巔,萬國都要流歸這山,如此等等;
1:3427
καὶ ὁ Κύριος ἐν τοῖς ἱεροῖς Εὐαγγελίοις·
and the Lord in the sacred Gospels:
主在神聖的福音書中也說:
1:3428
Οὐ δύναται, φησὶ, πόλις κρυβῆναι ἐπάνω ὄρους κειμένη. Τὸ ὑψηλὸν τοίνυν καὶ περιφανὲς τῆς εὐαγγελικῆς διδασκαλίας ὄρος κἀνταῦθα ὠνόμασεν, ἐν ᾧ γενήσεσθαι τὴν τῶν προ βάτων εὐπρέπειαν ἐπηγγείλατο
A city, he says, set on a mountain cannot be hidden. So then, here also he named the high and conspicuous mountain of the evangelical teaching, upon which he promised that the glory of the sheep would come to pass.
他說,城造在山上是不能隱藏的。所以在此他也把那福音教訓稱為高聳而顯赫的山,並應許那羊群的榮美要在其上成就。
1:3429
Καὶ ἔσονται αἱ μάνδραι αὐτῶν ἐκεῖ. Καὶ τοῦτο δὲ ἀντικρὺς ἡμῖν, ἀλλ' οὐκ Ἰουδαίοις ἁρμόττει·
And their folds shall be there. And this, too, fits us directly, but not the Jews;
他們的圈也必在那裏。這句話同樣直接適用於我們,而不適用於猶太人;
1:3430
ἐκεῖνοι μὲν γὰρ μίαν ἔσχον μάνδραν, τὸν ἐν Ἱεροσολύμοις ναόν·
for they had but one fold, the Temple in Jerusalem;
因為他們只有一個圈,就是耶路撒冷的聖殿;
1:3431
ἡμεῖς δὲ ἀριθμῶν κρείττους κατὰ πᾶσαν τὴν οἰκουμένην ἐκκλησίας
But we, churches more numerous than can be counted, spread throughout the whole inhabited world.
但我們這些教會,遍佈普天下,多得無法計數。
1:3432
Καὶ κοιμηθήσονται, καὶ ἀναπαύσονται ἐκεῖ καὶ ἐν τρυφῇ ἀγαθῇ καὶ ἐν νομῇ πίονι βοσκη θήσονται ἐπὶ τῶν ὀρέων Ἰσραήλ
'And they shall lie down and rest there, and shall be pastured in a good delight and in a rich pasture upon the mountains of Israel.'
「牠們必在那裡躺臥安歇,在美好的豐盛中、在肥美的草場上得餵養,在以色列的群山之上。」
1:3433
(ιεʹ.) Καὶ ἐγὼ ποιμανῶ τὰ πρόβατά μου
(v. 15) 'And I myself will shepherd my sheep.'
(第十五節)「我必親自牧養我的羊群。」
1:3434
Τρυφὴν ἀγαθὴν καὶ πίονα τὰ θεῖα λόγια προσαγορεύει·
By 'a good delight' and 'rich pasture' he designates the divine oracles;
他用「美好的喜樂」和「肥美的草場」來指稱那神聖的聖言;
1:3435
Κατα τρύφησον γὰρ, φησὶ, τοῦ Κυρίου, καὶ δῴη σοι τὰ αἰτήματα τῆς καρδίας σου·
for Scripture says, 'Delight yourself in the Lord, and he will grant you the requests of your heart.'
因為經上說:「你要以耶和華為樂,他就將你心裡所求的賜給你。」
1:3436
ὄρη δὲ Ἰσραὴλ τὰς προφητικὰς βίβλους, ἐφ' ὧν πάλιν νεμόμεθα, ἐπί βασίν τινα δι' ἐκείνων εἰς τὸ μέγιστον ἔχοντες ὄρος·
And by 'the mountains of Israel' he means the prophetic books, upon which again we feed, having through them a kind of ascent toward the greatest mountain;
而「以色列的群山」則指那些先知的書卷,我們也在其上得餵養,藉著它們得以一步步登上那至高之山;
1:3437
διὰ γὰρ τῶν προφητικῶν θεσπισμάτων ἐπὶ τὴν εὐαγ γελικὴν ποδηγούμεθα διδασκαλίαν ὑπ' ἐκείνων μαρ τυρουμένην·
for through the prophetic pronouncements we are led on to the evangelical teaching, which is witnessed to by those very prophets.
因為藉著先知的預言,我們被引導進入福音的教訓,而這教訓正是那些先知所見證的。
1:3438
Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός. Τοῦτο καὶ ἐνταῦθα προαγορεύων ἔφη·
'I am the good shepherd.' This too he foretold here when he said:
「我是好牧人。」這一點他在此處也預先宣告了,說:
1:3439
Καὶ ἐγὼ ποιμανῶ τὰ πρόβατά μου
'And I myself will shepherd my sheep.'
「我必親自牧養我的羊群。」
1:3440
Καὶ ἐγὼ ἀναπαύσω αὐτὰ, καὶ γνώσονται, ὅτι ἐγώ εἰμι Κύριος. Ὑπ' αὐτοῦ γὰρ ποιμαινόμενοι, καὶ τῆς αὐτοῦ διδασκαλίας οἷον ἐπί τινος χλόης διαναπαυόμενοι, ἐπιγιγνώσκο μεν αὐτοῦ τὴν δεσποτείαν
'And I will give them rest, and they shall know that I am the Lord.' For being shepherded by him, and resting as it were upon some green pasture in his teaching, we come to recognize his lordship.
「我必使牠們得安息,牠們就知道我是耶和華。」因為被他牧養,並在他的教訓中彷彿在青草地上得安歇,我們便認識了他的主權。
1:3441
Τάδε λέγει Ἀδωναῖ Κύριος·
'Thus says the Lord Adonai:'
「主耶和華如此說:」
1:3442
Τὸ ἀπολωλὸς ἐκζητήσω, καὶ τὸ πλανώμενον ἐπιστρέψω·
'I will seek out that which is lost, and turn back that which has strayed;'
「失喪的,我必尋找;迷失的,我必領回;」
1:3443
ὡς Παῦλον, καὶ τοὺς κατ' ἐκεῖνον·
as with Paul and those like him;
正如保羅和像他那樣的人;
1:3444
Καὶ τὸ συντε τριμμένον καταδήσω· ὡς τὸν τελώνην, καὶ τὴν πόρνην, καὶ τὸν λῃστὴν, καὶ τοὺς κατ' ἐκείνους·
'And that which is broken I will bind up;' as with the tax collector, the harlot, the robber, and those like them;
「受傷的,我必包紮;」正如那稅吏、那妓女、那強盜,以及像他們那樣的人;
1:3445
Καὶ τὸ ἠσθενηκὸς ἐνισχύσω· ὡς τὸν Πέτρον ἀρνησάμενον·
'And that which has grown weak I will strengthen;' as with Peter after his denial;
「軟弱的,我必扶壯;」正如彼得在他不認主之後;
1:3446
Καὶ τὸ πῖον καὶ ἰσχυρὸν φυλά ξω· ὡς τοὺς ἁγίους ἀποστόλους, καὶ τοὺς τὸν ὅμοιον ἐκείνοις ἑλομένους βίον·
'And the fat and the strong I will guard;' as with the holy apostles and those who chose a life like theirs;
「肥壯的,我必看守;」正如那些聖使徒,以及那些選擇了與他們相似生活的人;
1:3447
Καὶ ποιμανῶ. αὐτὰ μετὰ κρίσεως· χορηγῶν τὰ ἀγαθὰ, καὶ παιδεύων ἡνίκα δεῖ
'And I will shepherd them with judgment;' supplying good things, and disciplining when it is needful.
「我必按公義牧養牠們;」賜下美善之物,並在必要時加以管教。
1:3448
Οὕτως συμπεράνας τόν τε κατὰ τῶν κακῶν ποιμένων λόγον, καὶ τῆς παρ' αὐτοῦ γενησομένης ἐπιμελείας τὴν πρόῤῥησιν, ἐπὶ τὰ πρό βατα μεταφέρει τὸν λόγον, διδάσκων, ὡς ἡ τῶν ποι μένων ἀτοπία τοῖς προβάτοις ἀπολογίαν οὐ δίδωσι·
Having thus brought to a conclusion both his discourse against the wicked shepherds and his prediction of the care that would come from him, he transfers the discourse to the sheep, teaching that the perversity of the shepherds does not furnish an excuse for the sheep;
他這樣結束了針對惡牧人的話語,以及對他將施行看顧的預言之後,便把話語轉向羊群,教導說:牧人的悖謬並不能為羊群提供藉口;
1:3449
λογικὰ γὰρ τὰ πρόβατα, καὶ διάκρισιν ἔχοντα, καὶ τά τε κακὰ φυγεῖν, καὶ προελέσθαι τὰ ἀγαθὰ δυνά μενα
for the sheep are rational, and possess discernment, and are able to flee from evil and to choose the good.
因為這些羊是有理性的,具有分辨的能力,能夠逃避惡事、揀選善事。
1:3450
Καὶ ὑμεῖς πρόβατά μου, τάδε λέγει Ἀδω ναῒ Κύριος
'And you, my sheep, thus says the Lord Adonai:'
「至於你們,我的羊群哪,主耶和華如此說:」
1:3451
Ἰδοὺ ἐγὼ κρινῶ ἀναμέσον προβά του καὶ προβάτου, κριῶν καὶ τράγων
'Behold, I will judge between sheep and sheep, between rams and he-goats.'
「看哪,我必在羊與羊之間,在公綿羊與公山羊之間施行審判。」
1:3452
Ὥσ περ γὰρ, φησὶ, ποιμέσι καὶ προβάτοις δικάζω, οὕτω καὶ τῶν προβάτων ἔσομαι κριτὴς, καὶ τοὺς ἀδικοῦν τας κολάσω
'For just as,' he says, 'I sit in judgment upon shepherds and sheep, so also will I be judge of the sheep, and I will punish those who do wrong.'
他說:「正如我審判牧人與羊群一樣,我也必作羊群的審判者,懲罰那些行不義的。」
1:3453
ἀλλὰ καὶ τὰ πέρα τῆς χρείας·
but also what is beyond need;
而且還有超過所需之外的;
1:3454
καὶ τοῦτο ἴδοι τις ἂν καὶ ἐπὶ τοῦ παρόντος ὑπ' ἐνίων γιγνόμενον
and this one may see happening even at the present time among certain people.
而這事人也可以看見,甚至在如今,在某些人身上正發生著。
1:3455
Μαρτυρεῖ δὲ καὶ ἡ τοῦ Λαζάρου παραβολὴ, δείξασα τὸν πλούσιον ἐκεῖνον μηδὲ τῶν ἐκπιπτόντων ἀπὸ τῆς τραπέζης ψι χίων μεταδεδωκότα τῷ πένητι
The parable of Lazarus also bears witness to this, showing that rich man not even sharing with the poor man the crumbs that fell from his table.
拉撒路的比喻也為此作見證,顯明那財主竟連從他桌上掉下的碎屑也不肯分給那窮人。
1:3456
Τὸ δὲ Κατεπατεῖτε τὰ κατάλοιπα τοῖς ποσὶ, τροπικῶς ὡς ἐπὶ προβά των ἐῤῥέθη, ἐσθιόντων τὴν πόαν, καὶ τὴν λοιπὴν πα τούντων, καὶ πρῶτον τὸ ὕδωρ πινόντων, εἶτα τοῖς ποσὶν αὑτῶν καταθολούντων
The phrase 'You trampled the remnant with your feet' was said figuratively, as of sheep, which eat the grass and trample the rest, and first drink the water and then muddy it with their feet.
「你們用腳踐踏所剩下的」這句話是以比喻的方式說的,如同論到羊一般——牠們吃了青草,把剩下的踐踏,先喝了水,然後又用腳把水攪渾。
1:3457
Ἰδοὺ ἐγὼ πρὸς ὑμᾶς, καὶ κρινῶ ἀναμέσον προβάτου ἰσχυροῦ καὶ ἀναμέσον προβάτου ἀσθενοῦς
'Behold, I am against you, and I will judge between the strong sheep and the weak sheep.'
「看哪,我與你們為敵,我必在肥壯的羊與瘦弱的羊之間施行審判。」
1:3458
Εἶτα λέγει τῶν ἰσχυρῶν τὴν θρασύτητα
Then he tells of the insolence of the strong:
接著他述說那些肥壯者的蠻橫:
1:3459
Ἐπειδὴ ταῖς πλευραῖς ὑμῶν, καὶ τοῖς ὤμοις ὑμῶν διωθεῖσθε, καὶ τοῖς κέρασιν ὑμῶν ἐκερατίζετε, πάντα δὲ τὰ ἐκλείποντα ἐξεθλί βετε, ἕως οὗ ἐξώσατε αὐτὰ ἔξω, καὶ διε σπάρη τὰ πρόβατά μου παντὶ παραπορευομένῳ
'Because you thrust with your sides and your shoulders, and pushed with your horns at all the failing ones, and squeezed them out until you drove them outside, and my sheep were scattered to everyone passing by.'
「因你們用脅、用肩擁擠,又用角牴觸一切瘦弱的,把牠們擠出去,直到你們把牠們趕散在外,以致我的羊群被驅散,任憑一切經過的人擄掠。」
1:3460
Καὶ σώσω τὰ πρόβατά μου, καὶ οὐκέτι ἔσται εἰς προνομήν
'And I will save my sheep, and they shall no longer be for plunder.'
「我必拯救我的羊群,牠們必不再被擄掠。」
1:3461
Πάντα ὡς ἐπὶ προβάτων εἴρηκεν, ὤμους, καὶ κέρατα, καὶ πλευράς·
He has said everything as of sheep—shoulders, horns, and sides;
他所說的一切都是以羊為喻——肩、角,和脅;
1:3462
διὰ πάντων δὲ τῶν ἐν δυνάμει τὴν ἄδικον δυναστείαν διήλεγξεν·
but through all these he exposed the unjust exercise of power by those in positions of strength;
然而藉著這一切,他揭露了那些有勢力者不義地濫用權柄;
1:3463
ὑπισχνεῖται δὲ ὅμως ἀσφάλειαν τοῖς προβάτοις
and yet he promises security to the sheep.
但他仍然應許使羊群得安穩。
1:3464
Εἶτα τῆς κοινῆς πάντων σωτηρίας ἡ ὑπόσχεσις
Then comes the promise of the common salvation of all.
接著便是眾人共同得救的應許。
1:3465
καὶ τοῦτο δὲ κατὰ τὴν φύσιν, οὐ κατὰ τὴν ἀξίαν·
and this too according to nature, not according to worthiness;
而這也是按著本性,並非按著配得的功勞;
1:3466
εἰ γὰρ οἱ εἰς αὐτὸν πεπι στευκότες οὐ δοῦλοι, ἀλλ' υἱοὶ, πολλῷ μᾶλλον αὐτὸς, δι' ὃν οἱ δοῦλοι τῆς ἐλευθερίας ἀπήλαυσαν, οὐ δοῦλος, ἀλλ' υἱός
for if those who have believed in him are not slaves but sons, much more is he himself—through whom the slaves enjoyed freedom—not a slave but a Son.
因為若那些信他的人不是奴僕,而是兒子,那麼那使奴僕得享自由的他自己,就更不是奴僕,而是兒子了。
1:3467
Οὕτω καὶ ὁ μακάριος λέγει Παῦλος·
So too the blessed Paul says:
蒙福的保羅也這樣說:
1:3468
Ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων, οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ, ἀλλ' ἑαυτὸν ἐκένωσε μορφὴν δούλου λαβών. Καὶ Ἡσαΐας δὲ ἐκ προσώπου αὐτοῦ βοᾷ λέγων·
'Who, being in the form of God, did not count equality with God a thing to be grasped, but emptied himself, taking the form of a slave.' And Isaiah too cries out in his person, saying:
「他本有神的形像,卻不以自己與神同等為強奪的,反倒虛己,取了奴僕的形像。」以賽亞也代表他呼喊說:
1:3469
Οὕτω λέγει Κύριος, ὁ πλάσας με ἐκ κοι λίας, δοῦλον ἑαυτῷ συναγαγεῖν τὸν Ἰακώβ·
'Thus says the Lord, who formed me from the womb to be his own servant, to gather Jacob to himself;'
「那從母腹中造我作他自己僕人的耶和華如此說,要使雅各歸向他,」
1:3470
καὶ Ἰσραὴλ συναχθήσεται πρὸς αὐτόν·
'and Israel shall be gathered to him;'
「以色列也必聚集歸向他;」
1:3471
Ἰδοὺ δέδωκά σε εἰς διαθήκην γένους, εἰς φῶς ἐθνῶν, τοῦ εἶναί σε εἰς σωτηρίαν ἕως ἐσχάτου τῆς γῆς. Καὶ τό·
'Behold, I have given you as a covenant to a race, as a light to the nations, that you should be for salvation to the ends of the earth.' And the text:
「看哪,我已立你作眾民之約,作外邦人的光,使你施行救恩,直到地極。」還有這句:
1:3472
Ἰακὼβ δὲ ὁ παῖς μου, ἀντιλήψομαι αὐτοῦ. Παρὰ τῷ Ἑβραίῳ, Ὁ δοῦλός μου κεῖται
'And Jacob my child, I will take hold of him.' In the Hebrew it stands, 'My servant.'
「至於我的僕人雅各,我必扶持他。」在希伯來文中則作「我的奴僕」。
1:3473
Ταύτην δὲ τὴν μαρτυρίαν καὶ ὁ θεῖος εὐαγγελιστὴς εἰς τὸν Κύριον ἡμῶν ἔλαβε Ἰησοῦν
This testimony the divine evangelist also applied to our Lord Jesus.
這見證,那神聖的福音書作者也應用在我們的主耶穌身上。
1:3474
Περὶ δὲ τοῦ ἕνα εἶναι τὸν τῶν προβάτων ποιμένα καὶ ὁ Κύριος ἐν τοῖς Εὐαγγελίοις ἔφη·
And concerning the shepherd of the sheep being one, the Lord too said in the Gospels:
至於羊群的牧人只有一位,主在福音書中也說:
1:3475
Καὶ ἄλλα πρόβατα ἔχω, ἃ οὐκ ἔστιν ἐκ τῆς αὐλῆς ταύτης, κἀκεῖνά με δεῖ ἀγαγεῖν, καὶ τῆς φωνῆς μου ἀκού σουσι, καὶ γενήσεται μία ποίμνη, εἷς ποιμήν. Εἶτα ἐπάγει·
'And I have other sheep, which are not of this fold; those also I must bring, and they will hear my voice, and there shall be one flock, one shepherd.' Then he adds:
「我另外有羊,不屬這圈裡的;我必須領牠們來,牠們也要聽我的聲音,並且要成為一群,歸一個牧人。」接著他又說:
1:3476
Καὶ τὸ ἀψευδὲς τῶν εἰρημένων τοῖς ἐπαγομέ νοις δείκνυσιν
And the infallibility of what has been said he shows by what follows.
而所說之事的絕無虛謊,他藉著隨後的話語顯明出來。
1:3477
Ἐγὼ Κύριος ἐλάλησα. Ἀρκεῖ γὰρ εἰς βεβαίωσιν τῶν λόγων ἡ τοῦ εἰρηκότος ἀξία
'I the Lord have spoken.' For the dignity of the one who has spoken suffices for the confirmation of the words.
「我耶和華已經說了。」因為說話者的尊榮,足以證實這些話語。
1:3478
Τούτου ὁ Παῦλος ἑρμηνευτής·
Paul is the interpreter of this;
保羅正是這話的解釋者;
1:3479
βοᾷ γὰρ περὶ τοῦ Χριστοῦ·
for he cries out concerning Christ:
因為他論到基督呼喊說:
1:3480
Αὐτός ἐστιν ἡ εἰρήνη ἡμῶν, ὁ ποιήσας τὰ ἀμφότερα ἓν, καὶ τὸ μεσότοιχον τοῦ φραγμοῦ λύσας. Τοῦτο δὲ καὶ ἄνω ἔφη·
'He himself is our peace, who has made the two one, and has broken down the dividing wall of the partition.' And this too he said above:
「他自己是我們的和睦,將兩下合而為一,拆毀了中間隔斷的牆。」這一點他在上文也說過:
1:3481
Καὶ ἀναστήσω ἐπ' αὐτοὺς ποιμένα ἕνα, Εἷς γὰρ καὶ τοὺς ἐξ ἐθνῶν καὶ τοὺς ἐξ Ἰουδαίων πεπιστευκότας ποιμαί νει
'And I will raise up over them one shepherd.' For one and the same shepherds both those who have believed from among the nations and those from among the Jews.
「我必立一位牧人照管他們。」因為同一位牧人牧養那些從外邦歸信的人和那些從猶太人中歸信的人。
1:3482
Καὶ ἀφανιῶ θηρία πονηρὰ ἀπὸ τῆς γῆς. Καὶ τῶν πονηρῶν δαιμόνων τὰ στίφη, καὶ τοὺς θηριωδίαν νοσοῦντας ἀνθρώπους, τοὺς μὲν μετα. βαλλομένους, καὶ λογικοὺς γινομένους, καὶ τοῦ εἶναι θηρία παντελῶς ἀπαλλαττομένους, τοὺς δὲ τῷ θανάτῳ παυομένους
'And I will make wicked beasts vanish from the land.' Both the throngs of the wicked demons, and those men who are sick with a beast-like savagery—some of them being transformed, becoming rational, and being wholly rid of being beasts, and others being brought to an end by death.
「我必使惡獸從地上消滅。」既指那些惡魔的群黨,也指那些患了野獸般兇殘之病的人——其中有些被改變,成為有理性的,完全脫離作獸的狀態;另有些則因死亡而終結。
1:3483
Καὶ κατοικήσουσιν ἐν τῇ ἐρήμῳ πεποιθότες, καὶ ὑπνώσουσιν ἐν τοῖς δρυ μοῖς. Ἀμφότερα ἄκαρπα·
'And they shall dwell in the wilderness confidently, and shall sleep in the woodlands.' Both are unfruitful;
「他們必安然居住在曠野,並在林中睡覺。」這兩者都是不結果子的;
1:3484
λέγει δὲ, ὅτι καὶ τὴν ἔρημον τῶν ἐθνῶν καθέξουσί τε καὶ γεωργήσουσι, καὶ ἐν τῷ δρυμῷ τῶν Ἰουδαίων ἀνάπαυσιν ἕξουσι, καὶ θεραπείαν
but he says that they shall both take possession of and cultivate the wilderness of the nations, and shall have rest and healing in the woodland of the Jews.
但他說,他們必佔有並耕種那外邦人的曠野,並在猶太人的林中得安息與醫治。
1:3485
ἄνω δὲ τὴν ἀκαρπίαν τῆς Ἱερου σαλὴμ δεῖξαι θελήσας·
and above, wishing to show the barrenness of Jerusalem, he said:
而在上文,為要顯明耶路撒冷的荒蕪,他說:
1:3486
Προφήτευσον γὰρ, υἱὲ ἀν θρώπου, ἐπὶ τὸν δρυμὸν τὸν Ναγέβ· δηλοῖ δὲ τὸν νότον, ὡς προειρήκαμεν
'For prophesy, son of man, against the woodland of the Negeb'—and this means the south, as we have said before.
「人子啊,你要向南地的樹林說預言」——這是指南方,正如我們先前所說的。
1:3487
Καὶ δώσω περικύκλῳ τοῦ ὄρους μου εὐλογίαν, καὶ καταβιβάσω τὸν ὑετὸν ὑμῖν ἐν καιρῷ αὑτοῦ, ὑετοὶ εὐλογίας ἔσονται
'And I will give a blessing round about my mountain, and I will bring down the rain for you in its season; there shall be showers of blessing.'
「我必在我山的四圍賜福,使雨按時降下,這將是使人蒙福的甘霖。」
1:3488
Τοι αῦτα γὰρ τὰ τῶν θείων ἀποστόλων διδάγματα, ἀρ δείαν εὐλογίας μεστὴν προσφέροντα ταῖς τῶν πι στευόντων ψυχαῖς
For such are the teachings of the divine apostles, bringing to the souls of believers an irrigation full of blessing.
因為那些神聖使徒的教訓正是如此,將充滿祝福的滋潤帶給信徒的靈魂。
1:3489
Ὅτι πολλάκις ἡ θεία Γραφὴ ὑετὸν τὴν διδασκαλίαν καλεῖ, μάρτυς ὁ προφήτης Ἡσαΐας ἐκ προσώπου τοῦ Θεοῦ τῷ παλαιῷ ἀπειλῶν ἀμπελῶνι, ὅτι Οὐ μὴ τμηθῇ, οὐδὲ μὴ σκαφῇ·
That divine Scripture often calls teaching 'rain,' the prophet Isaiah is a witness, when in the person of God he threatens the old vineyard, that 'It shall not be pruned, nor dug;'
神聖的聖經常把教訓稱為「雨」,先知以賽亞可以為證,他代表神向那古舊的葡萄園發出威嚇說:「它必不再被修剪,也不再被挖鬆;」
1:3490
καὶ ταῖς νεφέλαις ἐντελοῦμαι τοῦ μὴ βρέξαι ἐπ' αὐτὸν ὑετόν. κζʹ
'and I will command the clouds not to rain rain upon it.' (27)
「我也必吩咐雲不再降雨在其上。」(二十七)
1:3491
Καὶ τὰ ξύλα τὰ ἐν τῷ ἀγρῷ δώσει τὸν καρπὸν αὑτῶν, καὶ ἡ γῆ δώσει τὴν ἰσχὺν αὑτῆς
'And the trees that are in the field shall yield their fruit, and the land shall yield its strength.'
「田間的樹木必結果子,地也必有出產。」
1:3492
Οἵ τε γὰρ γήϊνοι τὴν ψυχὴν, τουτέστιν οἱ ἐκ τῶν ἐθνῶν ὁρμώμενοι, καὶ οἱ δίκην ἀγρίων ξύλων ἄκαρποι Ἰουδαῖοι, τῇ πίστει προσιόντες, καὶ τῆς τοιαύτης ἀρδείας ἀπολαύοντες, δώσουσί μοι τὸν τῆς εὐσεβείας καρπόν
For both those who are earthly in soul—that is, those who spring from the nations—and the Jews who like wild trees are unfruitful, when they come to the faith and enjoy such irrigation, shall yield to me the fruit of godliness.
因為那些心思屬地的人——即從外邦而出的人——和那些像野樹一樣不結果子的猶太人,當他們歸向信仰、得享這樣的滋潤時,就必將敬虔的果子獻給我。
1:3493
Καὶ κατοικήσουσιν ἐπὶ τῆς γῆς αὑτῶν ἐπ' ἐλπίδι εἰρήνης. Καὶ οὐκ εἶπεν ἐν εἰρήνῃ, ἀλλ' ἐν ἐλπίδι εἰρήνης·
'And they shall dwell upon their land in hope of peace.' He did not say 'in peace,' but 'in hope of peace;'
「他們必安居在自己的地上,懷著和平的盼望。」他沒有說「在和平中」,而是說「在和平的盼望中」;
1:3494
τούτοις γὰρ εἰς αὐτὸν πεπιστευκόσιν ὁ Κύριος ἔφη·
for to these who had believed in him the Lord said:
因為主對這些信他的人說:
1:3495
Ἐν τῷ κόσμῳ θλῖψιν ἔχετε, ἀλλὰ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον. Καὶ ὁ θεῖος δὲ Ἀπόστολός φησιν·
'In the world you have tribulation, but take courage, I have overcome the world.' And the divine Apostle also says:
「在世上你們有苦難,但你們可以放心,我已經勝了世界。」那神聖的使徒也說:
1:3496
ἐλπὶς δὲ βλεπομένη οὐκ ἔστιν ἐλπίς·
'but hope that is seen is not hope;'
「只是所見的盼望不是盼望;」
1:3497
ὃ γὰρ βλέπει τις, τί καὶ ἐλπίζει; Εἰ δὲ ὃ οὐ βλέπομεν ἐλπίζομεν, δι' ὑπομονῆς ἀπεκδεχόμεθα. Καὶ πάλιν·
'for who hopes for what he sees? But if we hope for what we do not see, we wait for it with patience.' And again:
「因為人所看見的,何必再盼望呢?但我們若盼望那所不見的,就必忍耐等候。」又說:
1:3498
Οὐ μόνον δὲ, ἀλλὰ καὶ ἡμεῖς αὐτοὶ τὴν ἀπαρχὴν τοῦ πνεύματος ἔχοντες, ἐν ἑαυτοῖς στενάζομεν, υἱοθεσίαν ἀπεκδεχόμενοι, τὴν ἀπολύτρωσιν τοῦ σώμα τος ἡμῶν. Εἶτα τὸ πάντων κερδαλεώτατον·
'And not only so, but we ourselves also, who have the firstfruits of the Spirit, groan within ourselves, awaiting adoption, the redemption of our body.' Then comes what is most profitable of all:
「不但如此,就是我們這有聖靈初結果子的,也是自己心裡歎息,等候得著兒子的名分,就是我們身體得贖。」接著便是那對眾人最有益處的:
1:3499
Καὶ γνώσονται ὅτι ἐγώ εἰμι Κύριος, ἐν τῷ συν τρίψαι με τοὺς κλοιοὺς τοῦ ζυγοῦ αὐτῶν, καὶ ἐξελοῦμαι αὐτοὺς ἐκ χειρὸς τῶν καταδουλωσα μένων αὐτούς
'And they shall know that I am the Lord, when I break the bars of their yoke, and deliver them out of the hand of those who have enslaved them.'
「我折斷他們所負之軛的橫木,救他們脫離那奴役他們之人的手時,他們就知道我是耶和華。」
1:3500
(κηʹ.) Καὶ οὐκ ἔσονται ἔτι εἰς προνομὴν τοῖς ἔθνεσι·
(v. 28) 'And they shall no longer be for plunder to the nations;'
(第二十八節)「他們必不再被列國擄掠;」
1:3501
καὶ τὰ θηρία τῆς γῆς οὐκ ἔτι οὐ μὴ φάγῃ αὐτούς
'And the beasts of the earth shall no more devour them.'
「地上的野獸必不再吞吃他們。」
1:3502
Καὶ ἤδη ἔφην, ὅτι διπλῆ ἡ προφητεία·
And I have already said that the prophecy is twofold:
我已經說過,這預言有雙重含義:
1:3503
τὸ μὲν γὰρ αὐτοῖς Ἰουδαίοις, τὸ δὲ πᾶσιν ἀνθρώποις ἁρμόττει·
for one part fits the Jews themselves, and the other fits all mankind.
因為其中一部分適用於猶太人自己,另一部分則適用於全人類。
1:3504
καὶ γὰρ Ἰουδαίους ἀπὸ τῆς Βαβυλωνίων ἠλευθέρωσεν αἰχμαλωσίας, καὶ πάντας ἡμᾶς τῆς τοῦ διαβόλου τυραννίδος ἀπήλλαξε
For He both freed the Jews from the Babylonian captivity, and delivered us all from the tyranny of the devil.
因為祂既將猶太人從巴比倫的擄掠中釋放出來,又將我們眾人從魔鬼的暴政中解救出來。
1:3505
Κλοιοὺς δὲ ζυγοῦ τὴν τῆς δουλείας ἀνάγκην ἐκά λεσεν·
By 'the bands of the yoke' He named the compulsion of servitude.
祂用「軛的繩索」來稱呼奴役的束縛。
1:3506
ἔθνη δὲ καὶ θηρία, ἐπὶ μὲν Ἰουδαίων τοὺς θηριώδεις πολεμίους, ἐφ' ἡμῶν δὲ τὰ διάφορα τῶν δαιμόνων τάγματα, οἳ δίκην θηρίων ἀγρίων ἐπιᾶσι τοῖς ἀνθρώποις
By 'nations and beasts,' in the case of the Jews He means their brutish enemies, but in our case the various ranks of the demons, who like savage beasts leap upon men.
至於「列國與野獸」,就猶太人而言,指的是他們兇殘如獸的仇敵;就我們而言,則指群魔的各種等級,牠們如同兇猛的野獸般撲向世人。
1:3507
Εἶτα καὶ τὸ ἄμαχον δείκνυσιν ὅπλον, τὴν εἰς αὐτὸν ἐλπίδα φημί
Then He also points out the invincible weapon, I mean the hope set on Himself.
接著祂又指出那不可戰勝的兵器,我是說寄託於祂身上的盼望。
1:3508
Καὶ κατοικήσουσιν ἐπ' ἐλπίδι, καὶ οὐκ ἔσται ὁ ἐκφοβῶν αὐτούς. Ἀγαθὸν γὰρ ἐλπίζειν ἐπὶ Κύριον, ἢ ἐλπίζειν ἐπ' ἄνθρωπον·
'And they shall dwell in hope, and there shall be none to make them afraid.' For it is better to hope in the Lord than to hope in man.
「他們必安然居住,無人使他們驚嚇。」因為投靠耶和華,強似倚賴人。
1:3509
ὁ γὰρ ταύτην ἔχων τὴν ἐλπίδα βοᾷ·
For he who has this hope cries out:
因為懷有這盼望的人如此呼喊:
1:3510
Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς
'All the nations compassed me about, and in the name of the Lord I repelled them.'
「萬民環繞我,我靠耶和華的名擊退他們。」
1:3511
Καὶ ἀναστήσω αὐτοῖς φυτὸν εἰρήνης εἰς ὄνομα
'And I will raise up for them a plant of peace unto a name.'
「我要為他們興起一棵和平的植物,得享美名。」
1:3512
Τοῦτο καὶ ὁ προφήτης Ἡσαΐας λέγει·
This the prophet Isaiah also declares:
這也是先知以賽亞所說的:
1:3513
Ἐξελεύσεται ῥάβδος ἐκ τῆς ῥίζης Ἰεσσαὶ, καὶ ἄνθος ἐκ τῆς ῥίζης ἀναβήσεται, καὶ ἐπαναπαύσεται ἐπ' αὐ τὸν Πνεῦμα τοῦ Θεοῦ, καὶ τὰ ἑξῆς
'There shall come forth a rod out of the root of Jesse, and a flower shall come up out of the root, and the Spirit of God shall rest upon Him,' and what follows.
「從耶西的根必發一條,從根上必長出一朵花來,神的靈必安歇在祂身上」,以及其後的話。
1:3514
Ἔσται ἡ ῥίζα τοῦ Ἰεσσαὶ, καὶ ὁ ἀνιστάμενος ἄρ- χειν ἐθνῶν·
'There shall be the root of Jesse, and He that arises to rule over the nations;'
「必有耶西的根,就是那興起來要治理列國的;
1:3515
ἐπ' αὐτῷ ἔθνη ἐλπιοῦσι, καὶ ἔσται ἡ ἀνάπαυσις αὐτοῦ τιμή. Τοῦτο ἑρμηνεύων ὁ Κύριος ἔφη·
'in Him shall the nations hope, and His rest shall be honour.' Interpreting this, the Lord said:
列國都要仰望祂,祂安息之所必大有榮耀。」主解釋這話說:
1:3516
Ἐγώ εἰμι ἄμπελος ἡ ἀληθινὴ, ὑμεῖς τὰ κλήματα. Καὶ ἐν τοῖς Ἄσμασι τῶν ᾀσμάτων εὑρί σκομεν τὴν νύμφην λέγουσαν·
'I am the true vine, ye are the branches.' And in the Song of Songs we find the bride saying:
「我是真葡萄樹,你們是枝子。」我們也在《雅歌》中見到新婦說:
1:3517
Ὡς μῆλον ἐν τοῖς ξύλοις τοῦ δρυμοῦ, οὕτως ὁ ἀδελφιδοῦς μου ἀναμέ σον τῶν υἱῶν. Καὶ ἐνταῦθα τοίνυν φησίν·
'As the apple among the trees of the wood, so is my beloved among the sons.' And so here likewise He says:
「我的良人在眾子中,如同蘋果樹在樹林中。」因此在這裡祂也說:
1:3518
Ἀνα στήσω αὐτοῖς φυτὸν εἰρήνης εἰς ὄνομα· τουτέστιν ὀνομαστότατον, ἔνδοξον, πολυθρύλλητον
'I will raise up for them a plant of peace unto a name,' that is, most renowned, glorious, much celebrated.
「我要為他們興起一棵和平的植物,得享美名」,就是說,極其著名、榮耀、廣受傳頌。
1:3519
Ἴσως δὲ καὶ ἕτερον ὁ λόγος αἰνίττεται, ὅτι ἐκ τοῦ φυτοῦ τὸ ὄνομα λήψονται·
But perhaps the passage hints at something else as well, that from the plant they shall receive the name.
但這段話或許還暗示另一件事,就是他們要從這植物得著名字。
1:3520
ἀπὸ γὰρ Χριστοῦ Χριστιανοὶ πάντες οἱ εὐσεβεῖς·
For from Christ all the godly are called Christians.
因為凡敬虔的人都因基督而得名為基督徒。
1:3521
Καὶ οὐκέτι ἔσονται ὀλίγοι ἐν ἀριθμῷ ἐν τῇ γῇ. Τουτέστιν οἱ εὐσεβεῖς·
'And they shall no more be few in number in the land.' That is, the godly.
「他們在地上必不再稀少。」就是說那些敬虔的人。
1:3522
ὀλίγοι γὰρ λίαν ἦσαν πρὸ τῆς Χριστοῦ παρουσίας
For before the coming of Christ they were exceedingly few.
因為在基督降臨之前,他們極其稀少。
1:3523
Καὶ οὐκ ἔτι ἔσονται λιμῷ ἀπολλύμενοι ἐπὶ τῆς γῆς. Πάσης, φησὶ, πνευματικῆς ἀπολαύσονται τροφῆς·
'And they shall no more be consumed by famine upon the land.' They shall enjoy, He says, every spiritual nourishment.
「他們在地上必不再因饑荒而滅亡。」祂說,他們必享受一切屬靈的糧食。
1:3524
λιμὸν γὰρ ἐνταῦθα τοῦ λόγου τὴν στέρησιν ὀνομάζει, ὃν διὰ τῶν προφητῶν ἠπείλησεν ὁ Θεός·
For here by 'famine' He names the deprivation of the word, with which God threatened through the prophets:
因為在此祂以「饑荒」稱呼那道的匱乏,就是神藉眾先知所警告的:
1:3525
Ἐπάξω γὰρ, φησὶν, οὐ λιμὸν ἄρτου, οὐδὲ δίψαν ὕδατος, ἀλλὰ λιμὸν τοῦ ἀκοῦσαι λόγον Κυρίου. –Καὶ οὐ μὴ ἐνέγ κωσιν ἔτι ὀνειδισμὸν ἐθνῶν. Καὶ τοῦτο δὲ πάλιν καὶ ἡμῖν καὶ Ἰουδαίοις ἁρμόττει·
'For I will bring,' He says, 'not a famine of bread, nor a thirst for water, but a famine of hearing the word of the Lord.' — 'And they shall no more bear the reproach of the nations.' And this again fits both us and the Jews.
祂說:「我必降下——不是缺糧的饑荒,也不是缺水的乾渴,而是不聽耶和華之道的饑荒。」——「他們必不再擔當列國的羞辱。」這話也再次適用於我們和猶太人。
1:3526
οἰκουμένην ἐμπλήσαντες, οὐκ ἔτι ὑπὸ τῶν ἐν τῇ ἀσεβείᾳ διαμεινάντων ὀνειδιζό μεθα, ἀλλὰ μᾶλλον διαφθονούμεθα, καὶ ζηλοτυπού μεθα·
Having filled the world, we are no longer reproached by those who remain in impiety, but are rather envied and regarded with jealousy.
我們既已充滿全世界,就不再被那些仍陷於不虔者所辱罵,反倒遭人嫉妒與眼紅。
1:3527
καὶ Ἰουδαῖοι μετὰ τὴν Βαβυλῶνος ἐπάνοδον, τῆς αἰχμαλωσίας ἀπαλλαγέντες, τὸ οἰκεῖον ἀνεκτή σαντο φρόνημα
And the Jews, after the return from Babylon, being freed from captivity, recovered their proper disposition.
而猶太人在從巴比倫歸回之後,脫離了擄掠,也恢復了他們本有的心志。
1:3528
Καὶ γνώσονται, ὅτι ἐγώ εἰμι Κύριος ὁ Θεὸς αὐτῶν, καὶ αὐτοὶ λαός μου, οἶκος Ἰσραὴλ, λέγει Ἀδωναῒ Κύριος
'And they shall know that I am the Lord their God, and they are My people, the house of Israel, saith Adonai the Lord.'
「他們必知道我是耶和華他們的神,他們是我的子民以色列家,這是主阿多乃說的。」
1:3529
τοῦτο γὰρ ἑρμηνεύει τὸ ὄνομα·
For this is what the name signifies.
因為這名字所表明的正是如此。
1:3530
καὶ ἐπ' ἐκείνων δὲ τοῦτο συνέβη μετὰ τὴν ἐπάνοδον, καὶ ἡμῖν κυριώτερον καὶ ἀληθέστερον ἁρμόττει ἡ προφητεία, ὅσῳ οὐ τύπος τὰ ἡμέτερα, ἀλλὰ ἀλήθεια
And in their case this came to pass after the return, but to us the prophecy fits more properly and more truly, inasmuch as our things are not a type but the truth.
在他們身上,這事於歸回之後應驗了;但這預言更本真、更確切地適用於我們,因為我們所有的並非預表,而是真實。
1:3531
Καὶ ὑμεῖς πρόβατά μου, φησὶ, καὶ πρό βατα νομῆς μου
'And ye are My sheep,' He says, 'the sheep of My pasture.'
祂說:「你們是我的羊,是我草場上的羊。」
1:3532
Καὶ δεικνὺς, ὅτι οὐ μόνον πρὸς τὸν Ἰσραὴλ ὁ λόγος, ἀλλὰ πρὸς πᾶσαν τῶν ἀνθρώ πων φύσιν, ἀναγκαίως προστέθεικεν·
And to show that the word is addressed not only to Israel but to the whole nature of mankind, He has necessarily added:
為要表明這話不僅是對以色列所說,乃是對全人類的本性所說,祂便必然地加上:
1:3533
Ἄνθρωποί ἐστε, καὶ ἐγὼ Κύριος ὁ Θεὸς ὑμῶν, λέγει Ἀδωναῒ Κύριος. Ὑμεῖς μὲν γὰρ τῆς θηριωδίας ἀπαλλαγέντες, τὸ προσῆκον τῶν ἀνθρώπων τῇ φύσει κτή σασθε φρόνημα·
'Ye are men, and I am the Lord your God, saith Adonai the Lord.' For you, having been freed from your brutishness, acquire the disposition befitting the nature of men.
「你們是人,我是耶和華你們的神,這是主阿多乃說的。」因為你們既脫離了那如獸的性情,就獲得了合乎人性的心志。
1:3534
ἐγὼ δὲ ὑμῶν ἔσομαι Θεὸς καὶ Κύριος, πᾶσαν ὑμῶν πρόνοιαν καὶ κηδεμονίαν ποιού μενος
'And I will be your God and Lord, exercising all providence and care over you.'
「我要作你們的神與主,對你們施行一切的眷顧與看顧。」
1:3535
Ἡ μὲν οὖν προφητεία ταύτην ἔχει τὴν διά νοιαν
This, then, is the meaning of the prophecy.
這就是這預言的含義。
1:3536
Ἐγὼ δὲ τὸ μὲν Ἰουδαίους συνήθως ἀνοηταίνειν οὐδὲν ἡγοῦμαι καινὸν, θαυμάζω δὲ τῶν ἡ μετέρων ἐνίους τολμῶντας ἅπαντα εἰς τὸν Ζορο βάβελ λαμβάνειν, καὶ μὴ συνιέντας, ὅτι τῶν εἰρη μένων τὰ πλεῖστα ἀντικρύς ἐστιν ἐναντία τῶν ὑπ' ἐκείνου γεγενημένων·
For my part, I consider it nothing new that the Jews should, as is their wont, act foolishly; but I marvel at some of our own who dare to refer everything to Zerubbabel, and fail to understand that most of what is said stands directly opposed to the things done by him.
至於我,猶太人一如往常地愚昧,我認為毫不足奇;但我卻詫異我們當中有些人竟敢把一切都歸於所羅巴伯,而不明白所說的絕大部分都與他所行之事直接相反。
1:3537
Κατοικήσουσιν ἐπ' ἐλπίδι, καὶ οὐκ ἔσται ὁ ἐκ φοβῶν αὐτοὺς, καὶ ἀναστήσω αὐτοῖς φυτὸν εἰρήνης εἰς ὄνομα, καὶ οὐκ ἔτι ἔσονται ἀπολλύμενοι ἐν λιμῷ ἐπὶ τῆς γῆς, καὶ οὐ μὴ ἐνέγκωσιν οὐκ ἔτι ὀνειδισμὸν ἐθνῶν· παντελῶς ἐναντία τῇ περὶ ἐκείνου ἱστορίᾳ ὄντα τυγχάνει
'They shall dwell in hope, and there shall be none to make them afraid, and I will raise up for them a plant of peace unto a name, and they shall no more be consumed by famine upon the land, and they shall no more bear the reproach of the nations' — these happen to be wholly contrary to the history concerning him.
「他們必安然居住,無人使他們驚嚇;我要為他們興起一棵和平的植物,得享美名;他們在地上必不再因饑荒而滅亡;他們必不再擔當列國的羞辱」——這些都與關於他的史事完全相反。
1:3538
Ἐκεῖνος γὰρ ἐκ τῆς Βαβυλῶνος ἐπανελθὼν, καὶ ἀνοικοδομεῖν ἀρξάμενος τὸν θεῖον νεὼν, ὑπὸ τῶν πλησιοχώρων ἐθνῶν διεκω λύθη τέλος ἐπιθεῖναι τῷ ἔργῳ
For he, having returned from Babylon and begun to rebuild the divine temple, was prevented by the neighbouring nations from bringing the work to completion.
因為他從巴比倫歸回,開始重建那神聖的殿,卻被鄰近的列國攔阻,未能將這工程完成。
1:3539
μετὰ δὲ ἄλλα δύο καὶ ὀγδοήκοντα ἔτη τοὺς περιβόλους ἡ πόλις ἀπέλαβε, Νεεμίου τούτους ἀναστήσαντος ἐν τῷ δευτέρῳ καὶ τριακοστῷ τῆς Ἀρταξέρξου βασιλείας
And after another eighty-two years the city received its walls, when Nehemiah raised them up in the thirty-second year of the reign of Artaxerxes.
又過了八十二年,這城才重得城牆,那時尼希米在亞達薛西王在位第三十二年將城牆重建起來。
1:3540
καὶ τὰ ἄλλα δὲ ὁμοίως ῥᾴδιον τοῖς φιλομαθέσι παραθεῖναι τῇ ἱστο ρίᾳ, καὶ τὴν διαφωνίαν καταμαθεῖν
And the rest likewise it is easy for the studious to set alongside the history and to perceive the discrepancy.
至於其餘各事,好學之人也不難將其與史事相對照,看出其間的不符。
1:3541
Οὐκοῦν ἔνια μὲν ἐκείνοις ἁρμόττει, τὰ δὲ πλεῖστα τῇ τῆς οἰκου μένης σωτηρίᾳ
Therefore some things fit those men, but most fit the salvation of the world.
所以有些事適用於那些人,但絕大部分適用於普世的救恩。
1:3542
Καταλιπόντες τοίνυν Ἰουδαίους ληρεῖν, οἳ εἰς τὴν ψυχὴν μετέθεσαν τῶν τοῦ σώ ματος ὀφθαλμῶν τῆς οἰκείας μητρὸς, τῆς Λείας, φημὶ, τὴν ἀσθένειαν, καὶ βλέπειν οὐκ ἐθέλουσι τὴν ἀλήθειαν, τοὺς ὁμοπίστους παρακαλοῦμεν, πάντα μὲν δοκιμάζειν, τὸ δὲ καλὸν κατέχειν, κατὰ τὸν θεῖον Ἀπόστολον, καὶ ὅπερ ἐπὶ τῶν σιτίων ποιεῖν εἰώθα μεν, τοῦ ἀηδοῦς τὸ ἡδὺ προτιμῶντες, καὶ μέντοι καὶ τοῦ ἡδέος τὸ ἥδιον προαιρούμενοι, τοῦτο καὶ ἐπὶ τῶν θείων λογίων ποιεῖν·
Leaving the Jews, then, to talk nonsense — those who have transferred to their soul the weakness of their mother Leah's bodily eyes, I mean, and are unwilling to behold the truth — we exhort our fellow believers to prove all things and hold fast to what is good, according to the divine Apostle; and to do with the divine oracles what we are accustomed to do with our food, preferring the pleasant to the unpalatable, and indeed choosing the more pleasant even above the pleasant — to do this same thing also with the divine oracles.
因此,讓我們撇下那些胡言亂語的猶太人吧——就是那些把他們母親利亞肉眼的軟弱轉移到自己心靈上、不願正視真理的人——我們卻勸勉眾同信之人,照著那神聖的使徒所說,要凡事察驗,持守美善;並要以我們對待食物慣常的方式對待神聖的聖言,寧取可口的而捨棄不合味的,甚至在可口之上更揀選更佳美的——也要以這同樣的方式對待神聖的聖言。
1:3543
σοφία εὑρίσκεται, ἐν δὲ μακρῷ καὶ πολλῷ βίῳ ἐπιστήμη·
'Wisdom is found, but in a long and full life is understanding;'
「智慧得以尋見,惟有在長久豐盛的生命中才有知識;」
1:3544
ἀκριβὴς γὰρ ἡ πεῖρα διδάσκαλος, συνεργὸν λαβοῦσα τὴν ἄνωθεν ἀποκάλυψιν·
for exact experience is a teacher, when it takes as its helper the revelation from above;
因為確切的經驗是良師,只要它得著從上頭而來的啟示為輔助;
1:3545
ἧς ἀπολαύοντες, καὶ ὑπὸ τῆς αἴγλης αὐτῆς φωτιζόμενοι, οὔποτε τῆς ἀληθείας διαμάρτοιμεν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, σὺν τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων
and, enjoying this and being illumined by its radiance, may we never miss the truth, in Christ Jesus our Lord, with whom to the Father be glory, together with the Holy Spirit, now and ever, and unto the ages of ages.
願我們享受這啟示,並被其光輝照亮,永不偏離真理,在我們的主基督耶穌裡;願榮耀藉著祂歸於父,並歸與聖靈,從今直到永遠,直到世世代代。
1:3546
Καὶ ἐγένετο λόγος Κυρίου πρός με λέ γων·
'And the word of the Lord came unto me, saying:'
「耶和華的話臨到我說:」
1:3547
Υἱὲ ἀνθρώπου, ἐπίστρεψον τὸ πρόσωπόν σου ἐπ' ὄρους Σηεὶρ, καὶ προφήτευσον ἐπ' αὐτὸ, καὶ εἰπὲ αὐτῷ·
'Son of man, set thy face against Mount Seir, and prophesy against it, and say to it:'
「人子啊,你要面向西珥山發預言攻擊它,對它說:」
1:3548
Τάδε λέγει Ἀδωναῒ Κύριος·
'Thus saith Adonai the Lord:'
「主阿多乃如此說:」
1:3549
Ἰδοὺ ἐγὼ ἐπὶ σὲ, ὄρος Σηεὶρ, καὶ ἐκτενῶ τὴν χεῖρά μου ἐπὶ σὲ, καὶ δώσω σε ἔρημον, καὶ ἐρη μωθήσῃ
'Behold, I am against thee, O Mount Seir, and I will stretch out My hand against thee, and I will make thee desolate, and thou shalt be laid waste.'
「西珥山哪,我與你為敵,必向你伸手攻擊你,使你荒涼,你必變為荒場。」
1:3550
Καὶ ἐν ταῖς πόλεσί σου ἐρημίαν ποιήσω, καὶ σὺ εἰς ἔρημον ἔσῃ, καὶ γνώσῃ ὅτι ἐγώ εἰμι Κύριος
'And in thy cities I will make desolation, and thou shalt be a wilderness, and thou shalt know that I am the Lord.'
「我必使你的各城荒涼,你要變為曠野,你就知道我是耶和華。」
1:3551
Τὸ Σηεὶρ ὄρος τῆς Ἰδουμαίας ἐστὶν, ὡς καὶ ἤδη προειρήκαμεν·
Mount Seir is a mountain of Idumaea, as we have already said before;
西珥山是以東的一座山,正如我們先前已經說過的;
1:3552
οἱ δὲ Ἰδουμαῖοι ἀπὸ τοῦ Ἡσαῦ τὸ γένος κατάγοντες, ἀπεχθῶς λίαν καὶ δυσμενῶς περὶ τοὺς Ἰουδαίους διέκειντο, οὗ χάριν καὶ ταῖς ἐπενεχθείσαις αὐτοῖς ἐφήσθησαν συμφοραῖς·
and the Idumaeans, deriving their race from Esau, were exceedingly hostile and ill-disposed towards the Jews, for which reason they even rejoiced over the calamities that befell them.
以東人的族類出自以掃,他們對猶太人極其仇視、懷有惡意,因此甚至為臨到猶太人的災禍而幸災樂禍。
1:3553
τούτοις ἀπειλεῖ τῶν ὅλων ὁ Θεὸς ἐρη μίαν ἐσχάτην
Against these the God of all threatens utter desolation.
萬有的神向這些人警告以徹底的荒涼。
1:3554
Τὸ δὲ, Ἐκτενῶ τὴν χεῖρά μου ἐπὶ σὲ, ἐκ μεταφορᾶς τῶν ταῖς χερσὶ παιόντων τέθεικε,. τῆς ὀργῆς δεικνὺς τὸ σφοδρόν
And the phrase 'I will stretch out My hand against thee' He set down by a metaphor from those who strike with their hands, showing the vehemence of His wrath.
至於「我必向你伸手」這句話,祂是借用那些以手擊打之人的比喻而說的,藉此表明祂忿怒的猛烈。
1:3555
Ἴσμεν δὲ ὅμως ἀπαθῆ τὴν θείαν φύσιν, καὶ τοὺς τοιούτους λόγους τῇ τῶν ἀκουόντων δυνάμει μετρουμένους
Yet we know that the divine nature is impassible, and that such expressions are measured to the capacity of the hearers.
然而我們知道,神的本性是不受苦的,這類的說法乃是按照聽者的領受能力而量度的。
1:3556
Οὕτως ἀπειλήσας τὴν τιμωρίαν, ἐπάγει καὶ τὴν αἰτίαν·
Having thus threatened the punishment, He adds also the cause:
祂這樣警告了刑罰之後,又加上其緣由:
1:3557
Ἀντὶ τοῦ γενέσθαι ἐν σοὶ ἔχθραν αἰώνιον, καὶ ἐνεκάθισας τῷ οἴκῳ Ἰσραὴλ ἐν δόλῳ, ἐν χειρὶ ἐχθρῶν, μαχαίρᾳ ἐν καιρῷ θλίψεως αὐτῶν, καὶ ἐν καιρῷ ἀδικίας ἐπ' ἐσχάτῳ
'Because there was in thee an everlasting enmity, and thou didst set an ambush against the house of Israel in guile, by the hand of enemies, with the sword in the time of their affliction, and in the time of their final wrongdoing.'
「因你懷有永久的仇恨,用詭詐埋伏攻擊以色列家,在他們遭難之時、末後受屈之時,藉仇敵之手以刀劍攻擊他們。」
1:3558
Ἐγ καλεῖ τοὺς Ἰδουμαίους μνησικακίαν, καὶ ἐπιβουλὰς κρύβδην κατὰ τοῦ Ἰσραὴλ γεγενημένας
He charges the Idumaeans with the harbouring of malice, and with the plots secretly contrived against Israel.
祂指控以東人懷恨在心,並暗中密謀陷害以色列。
1:3559
Ταῦτα γὰρ παρεδήλωσεν, εἰρηκώς·
For this He indicated when He said:
因為祂說這話時所暗示的正是這事:
1:3560
Ἐνεκάθισας τῷ οἴκῳ Ἰσραὴλ ἐν δόλῳ ἐν χειρὶ ἐχθρῶν, μαχαίρᾳ ἐν καιρῷ θλίψεως αὐτῶν, τουτέστι, τῶν πολεμίων αὐτοῖς ἐπελθόντων, λόχοις καὶ ἐνέδραις τὰς ὁδοὺς αὐτοῖς ἐπετείχιζες, οὐδὲ φυγεῖν αὐτοῖς ἐπιτρέπων
'Thou didst set an ambush against the house of Israel in guile, by the hand of enemies, with the sword in the time of their affliction' — that is, when their foes came upon them, thou didst beset their roads with ambushes and snares, not even permitting them to flee.
「你用詭詐埋伏攻擊以色列家,藉仇敵之手,在他們遭難之時以刀劍攻擊」——就是說,當他們的敵人臨到他們時,你就在他們的道路上設下埋伏與陷阱,甚至不容他們逃脫。
1:3561
Οὕτω γὰρ καὶ οἱ ἄλλοι ἑρμηνευταὶ ἡρμήνευσαν·
For thus also the other translators have rendered it:
因為其他的譯者也是如此翻譯的:
1:3562
Καὶ συνέκλεισας, φησὶ, τοὺς υἱοὺς Ἰσραὴλ ἐπὶ χεῖρα ῥομφαίας, ἐν καιρῷ θλίψεως αὐτῶν, ἐν καιρῷ ἀνο μίας ἔμπροσθέν μου. Τῆς γὰρ ἀνομίας, ἢ κατὰ τοὺς Ἑβδομήκοντα, ἀδικίας τῆς εἰς ἐμὲ γενομένης, τίνοντες, φησὶ, δίκας οἱ τοῦ οἴκου Ἰσραὴλ, ἐπίτασιν ἔσχον τῶν συμφορῶν, τοὺς σοὺς δόλους, καὶ τὰς μετὰ τῶν πολεμίων ἐπιβουλάς
'And thou didst shut up,' he says, 'the sons of Israel unto the hand of the sword, in the time of their affliction, in the time of iniquity before Me.' For it is because of the iniquity — or according to the Seventy, the injustice — done against Me, he says, that the sons of the house of Israel, paying the penalty, experienced an aggravation of their calamities, namely thy deceits and thy plots together with the enemies.
他說:「你將以色列人交在刀劍之下,在他們遭難之時,在我面前作惡之時。」他說,正是因著向我所行的不法——或照七十士譯本,是不義——以色列家的眾子付出代價,遭遇災禍加劇,就是你的詭詐以及你與仇敵同謀的陰謀。
1:3563
ἦ μὴν εἰς αἷμα ἥμαρτες, καὶ αἷμα διώξεταί σε·
'Verily, thou hast sinned unto blood, and blood shall pursue thee;'
「你實在犯了流血的罪,血必追趕你;
1:3564
αἷμα γάρ σου ἐμίσησας, τὸ αἷμά σου διώξει σε
'for thou hast hated thine own blood, thy blood shall pursue thee.'
因你恨惡自己的血親,你的血必追趕你。」
1:3565
Αἷμα δὲ ἐνταῦθα οὐ τὸν πόλεμον, ἀλλὰ τὴν συγγένειαν ὀνομάζει
Here by 'blood' He names not war, but kinship.
在此祂以「血」稱呼的不是戰爭,而是親屬關係。
1:3566
Ἐπειδὴ γὰρ, φησὶ, τῷ γένει σου πεπολέμηκας, εἰκότως ὑπὸ τούτου πολεμηθήσῃ, καὶ τοὺς συγγενεῖς, οὓς ἐμίσησας, ἐπαναστήσω σοι πολεμίους
For since, He says, thou hast made war upon thine own race, thou shalt with good reason be warred upon by it, and I will raise up against thee as enemies the kinsmen whom thou hast hated.
祂說,因為你既向自己的族類爭戰,你理所當然也要被它所攻擊,我要興起你所恨惡的親屬作你的仇敵來攻擊你。
1:3567
Συγγενεῖς δὲ Ἰδουμαίων οἱ Ἰουδαῖοι·
And the kinsmen of the Idumaeans are the Jews;
以東人的親屬就是猶太人;
1:3568
ἐκ δύο γὰρ ἀδελφῶν τὸ γένος κατάγουσιν·
for they derive their race from two brothers:
因為他們的族類出自兩兄弟:
1:3569
οἱ μὲν ἐξ Ἐδὼμ, τοῦ καὶ Ἡσαῦ·
the one from Edom, who is also Esau;
一支出自以東,就是以掃;
1:3570
οἱ δὲ ἐξ Ἰακὼβ, τοῦ καὶἸσραήλ
the other from Jacob, who is also Israel.
另一支出自雅各,就是以色列。
1:3571
Καὶ δώσω τὸ ὄρος Σηεὶρ εἰς ἔρημον, καὶ ἠρημωμένον
And I will make Mount Seir a desolation and a waste.
我必使西珥山變為荒場和廢墟。
1:3572
Εἶτα λέγει καὶ τῆς ἐρημίας τὸν τρό πον
Then He also declares the manner of the desolation.
接著祂又說明這荒涼的方式。
1:3573
Καὶ ἀπολῶ ἀπ' αὐτοῦ ἄνθρωπον καὶ κτήνη, καὶ παραπορευόμενον καὶ ἀναστρέφοντα. Ταῦτα δὲ δηλοῖ ἐρημίας ὑπερβολὴν, ὅτι οὐ μόνον οἰκητόρων αὐτὸ γυμνώσει, ἀλλὰ καὶ ὁδιτῶν παριόντων·
And I will destroy from it man and beast, and everyone who passes through and returns. Now this reveals the extremity of the desolation: that He will strip it bare not only of inhabitants, but even of travelers passing by.
我必從其中剪除人和牲畜,並往來經過的人。這顯明荒涼到了極點:祂不但要使它失去居民,甚至連路過的行人也沒有。
1:3574
προλέγει δὲ καὶ τίνι τρόπῳ δαπανήσει τοὺς ἐνοι κοῦντας
He foretells also by what manner He will consume those who dwell there.
祂也預先說明祂要用何等方式滅絕其中的居民。
1:3575
Καὶ ἐμπλήσω τῶν τραυματιῶν σου τοὺς βουνούς σου, καὶ τὰς φάραγγάς σου, καὶ ἐν πᾶσι τοῖς πεδίοις σου·
And I will fill your hills with your slain, and your ravines, and in all your plains.
我要使你的山岡、山谷和一切平原都遍滿被殺的人。
1:3576
τετραυματισμένοι γὰρ μαχαίρᾳ πεσοῦνται ἐν σοί
For those wounded by the sword shall fall in you.
因為被刀所傷的人必倒斃在你中間。
1:3577
Καὶ ἔρημον αἰώνιον. θήσομαί σε, καὶ αἱ πόλεις σου οὐ μὴ κατοικη θῶσιν ἔτι, καὶ γνώσῃ, ὅτι ἐγώ εἰμι Κύριος
And I will make you an everlasting desolation, and your cities shall never again be inhabited; and you shall know that I am the Lord.
我必使你永遠荒涼,你的城邑必無人居住;你就知道我是耶和華。
1:3578
Πάλιν τὸ ἔρημον αἰώνιον, καὶ οὐ μὴ κατοικη θῶσιν ἔτι, κατὰ τὸ γραφικὸν ἰδίωμα τέθεικεν
Again He has set down 'an everlasting desolation' and 'they shall never again be inhabited' according to the idiom of Scripture.
祂再次按照聖經的習慣用語,寫下「永遠荒涼」和「必不再有人居住」。
1:3579
ἑρμηνευθέντων ἡμῖν ἐν τῇ ἐρήμῳ τῆς Τύρου καὶ ταῦτα νοήσομεν
Since these matters have been expounded by us in the passage on the desolation of Tyre, we shall understand these things likewise.
既然這些內容我們已在論推羅荒涼的段落中解釋過,我們也照樣理解這些話。
1:3580
Οὕτω τὴν τιμωρίαν ἀπειλήσας, πάλιν τὴν πονηρίαν γυμνοῖ
Having thus threatened the punishment, He again lays bare their wickedness.
祂如此警戒了刑罰之後,又再次揭露他們的邪惡。
1:3581
Τὰ δύο ἔθνη, καὶ αἱ δύο χῶραι ἐμαὶ ἔσονται, καὶ κληρονομήσω αὐτὰς, καὶ Κύριος ἐκεῖ ἐστιν
The two nations and the two lands shall be mine, and I will inherit them, and the Lord is there.
這兩國兩地必歸我,我要得它們為業,並且耶和華在那裡。
1:3582
Ἢ κατὰ τοὺς ἄλλους ἑρμηνευτὰς, Καὶ Κύριος ἐκεῖ εἶ. Τοῦτο δὲ οὐ μόνον τὴν ἀπληστίαν καὶ τὴν πλεονεξίαν ἐλέγχει, ἀλλὰ καὶ τὴν τῆς ἀσεβείας δείκνυσιν ὑπερβολὴν, καὶ τοῖς τοῦ Σενναχηρεὶμ ἀλαζονικοῖς ἔοικε λόγοις·
Or, according to the other translators, 'And, Lord, you are there.' Now this convicts not only their insatiable greed and covetousness, but also displays the extremity of their impiety, and resembles the boastful words of Sennacherib.
或按其他譯本作:「主啊,你在那裡。」這不但揭發他們貪得無厭與貪婪,也顯出他們不虔到了極點,並且與西拿基立狂傲的言語相似。
1:3583
καὶ γὰρ ἐκεῖνος ἔλεγεν, ὅτι Οὐ μὴ ῥύσεται Κύριος τὴν Ἱερουσαλὴμ ἐκ χειρός μου. Καὶ οἱ Ἰδουμαῖοι ὡσαύτως ἔλεγον θρασυνόμενοι, ὅτι, Κἂν ᾖ Κύ ριος ἐν τῇ Ἱερουσαλὴμ, ἡμεῖς τὰς δύο καθέξομεν χώρας. Καὶ μὴν ὁ τῶν ὅλων Θεὸς ἐξ Αἰγύπτου τὸν Ἰσραὴλ ἐξαγαγὼν, οὐκ εἴασεν αὐτὸν πολεμῆσαι τοῖς Ἰδουμαίοις·
For that man also said that 'The Lord shall by no means deliver Jerusalem out of my hand.' And the Idumeans likewise said in their insolence, 'Even if the Lord be in Jerusalem, we shall possess the two lands.' And yet the God of all, when He led Israel out of Egypt, did not permit him to make war upon the Idumeans.
因為那人也曾說:「耶和華必不能救耶路撒冷脫離我的手。」以東人同樣狂傲地說:「縱使耶和華在耶路撒冷,我們仍要佔據這兩地。」然而萬有的神領以色列出埃及時,並不許他攻打以東人。
1:3584
καὶ περὶ τῆς γῆς δὲ ἐκείνης ἁπάσης ἔφη τῷ Ἰσραὴλ ὁ Θεός·
And concerning all that land God said to Israel:
論到那全地,神對以色列說:
1:3585
τοῖς γὰρ υἱοῖς Ἡσαῦ δέδωκα αὐτὴν ἐν κλήρῳ. Ἀλλ' ὅμως οὐκ ἀρκεσθέντες Ἰδουμαῖοι τοῖς θεοσδότοις ἀγαθοῖς, ἤλπισαν καὶ τὴν Ἰουδαίων κληρονομῆσαι γῆν·
For to the sons of Esau I have given it as an inheritance. Yet nevertheless the Idumeans, not content with the good things given by God, hoped to inherit even the land of the Jews.
因為我已將那地賜給以掃的子孫為業。然而以東人並不滿足於神所賜的美物,反倒指望連猶太人的地也要得為業。
1:3586
ὅθεν εἰκότως ὁ τῶν ὅλων Θεὸς καὶ ἀπειλεῖ τὰς τιμωρίας, καὶ ὅρκῳ βεβαιοῖ τὴν ἀπόφασιν
Whence, with good reason, the God of all both threatens the punishments and confirms the sentence with an oath.
因此,萬有的神理所當然地既警戒刑罰,又以起誓堅定祂的判決。
1:3587
Τοῦ φθόνου, φησὶ, καὶ τῆς δυσμενείας ἄξια πείσῃ
You shall suffer, He says, things worthy of your envy and your malevolence.
祂說:你必受你嫉妒與惡意所配得的報應。
1:3588
Καὶ γνωσθήσομαί σοι, ἡνίκα ἂν κρινῶ σε
And I will be made known to you, when I judge you.
我審判你的時候,就必向你顯明我自己。
1:3589
(ιβʹ.) Καὶ γνώσῃ ὅτι ἐγώ εἰμι Κύριος
(12) And you shall know that I am the Lord.
(十二)你就知道我是耶和華。
1:3590
Τὰς τιμω ρίας, φησὶν, ἐπαγαγών σοι δῆλον ἐμαυτόν σοι κατα στήσω, ἵνα μὴ νομίσῃς ἑτέρωθέν ποθεν συμβῆναί σοι τὰ λυπηρὰ, μαθὼν δὲ τὴν ἐμὴν δεσποτείαν, ὄνη σιν ἀπὸ τῆς γνώσεως λάβῃς
By bringing the punishments upon you, He says, I will make myself manifest to you, so that you may not suppose your grievous sufferings have befallen you from some other source, but rather, having learned my sovereignty, may gain profit from that knowledge.
祂說:我藉著將刑罰加在你身上,要向你顯明我自己,免得你以為你所受的苦難是從別處臨到你的;你既認識我的主權,便可從這認識得著益處。
1:3591
Ἤκουσα τὴν φωνὴν πασῶν τῶν βλασφημιῶν σου, ὧν ἔλεγες περὶ τῶν ὀρέων Ἰσραὴλ, λέ γων·
I have heard the voice of all your blasphemies, which you spoke concerning the mountains of Israel, saying:
你論以色列眾山所說的一切褻瀆的話,就是說:
1:3592
Τὰ ὄρη Ἰσραὴλ, τὰ ὑψηλὰ, τὰ αἰώνια, ἔρημα ἡμῖν δέδοται εἰς κατάσχεσιν
The mountains of Israel, the lofty ones, the everlasting ones, have been given to us as a desolation, for a possession.
以色列的眾山,那高聳的、永久的山,已成為荒場歸給我們為業。
1:3593
(ιγʹ.) Καὶ ἐμεγαλοῤῥημόνησας ἐπ' ἐμὲ τῷ στόματί σου, καὶ ἐπλήθυνας ἐπ' ἐμὲ λόγους σου, οὓς ἐγὼ ἤκουσα
(13) And you spoke great words against me with your mouth, and multiplied your words against me, which I heard.
(十三)你用口向我說誇大的話,並增添你攻擊我的言語,這都被我聽見了。
1:3594
Τοὺς βλασφήμους λόγους οὐδὲ ἀπομνημο νεύειν ἀνέχεται·
He does not even endure to record the blasphemous words.
祂甚至不肯把那些褻瀆的話一一記下。
1:3595
διδάσκων ἡμᾶς, μηδὲ ἐν διηγήσει τὰς τῶν ἄλλων βλασφημίας διὰ τῆς γλώττης προ φέρειν, μεμνῆσθαι δὲ τῆς προφητικῆς φωνῆς, λεγού. σης·
teaching us not even in narration to bring forth by the tongue the blasphemies of others, but to be mindful of the prophetic saying which says:
祂教導我們,即使在敘述時,也不要用舌頭複述別人褻瀆的話,反倒要記念那先知的話,就是說:
1:3596
Ὠφελίμως δὲ λίαν προστέθεικε τὸ, Ἐπλήθυνας ἐπ' ἐμὲ λόγους σου, οὓς ἐγὼ ἤκουσα· διδάσκων ἡμᾶς, ὡς οὐδέν ἐστι τῶν ὑφ' ἡμῶν ἢ λε γομένων ἢ πραττομένων, λαθεῖν δυνάμενον τὴν ὀπτικὴν ἢ τὴν ἀκουστικὴν αὐτοῦ δύναμιν
And most profitably He has added, 'You multiplied your words against me, which I heard'; teaching us that there is nothing of what is spoken or done by us that can escape His power of sight or of hearing.
祂又極有益處地加上:「你增添攻擊我的言語,這都被我聽見了」;藉此教導我們,凡我們所說或所行的,沒有一樣能逃過祂那洞察的能力或垂聽的能力。
1:3597
Τάδε λέγει Ἀδωναῒ Κύριος·
Thus says the Lord Adonai:
主耶和華如此說:
1:3598
Ἐν τῇ εὐφροσύνῃ πάσης τῆς γῆς ἔρημόν σε ποιήσω αἰώνιον
In the rejoicing of all the earth I will make you an everlasting desolation.
當全地歡樂的時候,我必使你永遠荒涼。
1:3599
Καθὼς ἐπηυφράνθης τῇ κληρονομίᾳ οἴκου Ἰσραὴλ, ὅτι ἠφανίσθη, οὕτω ποιήσω σοι·
As you rejoiced over the inheritance of the house of Israel, because it was made desolate, so will I do to you.
你怎樣因以色列家的產業荒涼而歡喜,我也必照樣待你。
1:3600
εἰς ἔρημον ἔσῃ, ὄρος Σηεὶρ, καὶ πᾶσα Ἰδου μαία ἐξαναλωθήσεται, καὶ γνώσονται, ὅτι ἐγώ εἰμι Κύριος Θεὸς αὐτῶν
You shall become a desolation, Mount Seir, and all Idumea shall be utterly consumed; and they shall know that I am the Lord their God.
西珥山哪,你必成為荒場,全以東也必滅絕;他們就知道我是耶和華他們的神。
1:3601
Ἀπαραμύθητον αὐτοῖς ἠπείλησε τιμωρίαν
He threatened them with a punishment beyond all consolation.
祂向他們警戒一種無可安慰的刑罰。
1:3602
Πάντων γὰρ, φησὶν, ἐν εἰρήνῃ καὶ θυμηδίᾳ διαγαγόντων, σὲ περιβαλῶ συμφοραῖς, ἵνα μηδὲ ἀπὸ τῆς τῶν κακῶν κοινωνίας ἔχῃς παρα ψυχήν·
For while all others, He says, pass their lives in peace and gladness, I will surround you with calamities, so that you may not have even the comfort of sharing your misfortunes with others.
祂說:當眾人都在平安喜樂中度日時,我要用災禍圍困你,使你連與人共患難的安慰也得不著。
1:3603
ταύτην γὰρ τὴν ψυχαγωγίαν ἔσχεν ὁ Ἰσ ραὴλ, τοῦ Ναβουχοδονόσορ οὐ μόνον αὐτοῖς ἐπελ θόντος, ἀλλὰ καὶ Τυρίοις, καὶ Σιδωνίοις, καὶ Παλαι στινοῖς, καὶ Αἰγυπτίοις·
For Israel had this consolation, when Nebuchadnezzar came not only against them, but also against the Tyrians, the Sidonians, the Philistines, and the Egyptians.
以色列曾有這樣的慰藉,因為尼布甲尼撒不但攻擊他們,也攻擊推羅人、西頓人、非利士人和埃及人。
1:3604
ἀλλ' ὅμως πρὸς τούτοις ὑπισχνεῖται διὰ τῆς τιμωρίας εὐεργεσίαν·
Yet nevertheless, in addition to these things, He promises a benefit through the punishment.
然而除這些之外,祂還應許藉著刑罰施行恩惠。
1:3605
Καὶ σὺ, υἱὲ ἀνθρώπου, προφήτευσον ἐπὶ τὰ ὄρη Ἰσραὴλ, Ἀκούσατε λόγον Κυρίου·
And you, son of man, prophesy against the mountains of Israel, saying, Hear the word of the Lord:
人子啊,你要向以色列的眾山發預言說:你們要聽耶和華的話:
1:3606
Τάδε λέγει Ἀδωναῒ Κύριος·
Thus says the Lord Adonai:
主耶和華如此說:
1:3607
ἀνθ' ὧν εἶπεν ὁ ἐχθρὸς ἐφ' ὑμᾶς·
Because the enemy has said against you:
因為仇敵論到你們說:
1:3608
ἔρημα αἰώνια εἰς κατά σχεσιν ἐγενήθη ἡμῖν·
The everlasting desolations have become a possession for us.
這永久荒涼之地已歸我們為業了。
1:3609
διὰ τοῦτο προφήτευσον, καὶ εἰπέ·
Therefore prophesy, and say:
所以你要發預言說:
1:3610
Τάδε λέγει Ἀδωναῒ Κύριος·
Thus says the Lord Adonai:
主耶和華如此說:
1:3611
Ἀντὶ τοῦ γενέσθαι ὑμᾶς εἰς ἀφανισμὸν πᾶσι τοῖς ἔθνεσι, καὶ ἀντὶ τοῦ ἀτιμασθῆναι ὑμᾶς ἀπὸ πάντων τῶν κύκλῳ ὑμῶν, τοῦ γενέσθαι ὑμᾶς εἰς κατάσχεσιν πᾶσι τοῖς καταλοίποις ἔθνεσι, καὶ ἀνέβητε λάλημα γλώττης ἐπὶ χειλέων, καὶ εἰς ὀνειδι σμὸν ἔθνεσι
Because you have been made a desolation to all the nations, and because you have been dishonored by all those round about you, so as to become a possession for all the remaining nations, and you were made a byword of the tongue upon lips, and a reproach to the nations.
因為你們成了萬國的荒場,且被四圍的人所羞辱,以致成了其餘列國的產業,又成了口舌的話柄,並列國辱罵的對象。
1:3612
Τὰ σκυθρωπὰ καὶ κατηφῆ τοῖς Ἰδου μαίοις προαγορεύσας, μεταφέρει τὸν λόγον πρὸς τὰ τοῦ Ἰσραὴλ ὄρη, καὶ ἀγαθῶν αὐτοῖς ἐπαγγελίαν προσφέρει, καὶ θαῤῥεῖν παρακελεύεται, ὡς τῶν ὑπὸ τῶν δυσμενῶν εἰρημένων λόγων ψευδῶν ὄντων καὶ ματαίων
Having foretold the gloomy and mournful things to the Idumeans, He transfers His discourse to the mountains of Israel, and brings to them a promise of good things, and exhorts them to take courage, since the words spoken by their enemies were false and vain.
祂向以東人預言了淒慘悲愁的事之後,就把話轉向以色列的眾山,向他們發出美善的應許,勸他們放心,因為仇敵所說的話都是虛謊虛空的。
1:3613
Οὐ γὰρ ἐπὶ πλεῖστον, φησὶν, ἡ ἐρημία μενεῖ, ἀλλ' ἐλέγξω τῶν γειτνιαζόντων ὑμῖν ἐθνῶν τὰ ὀνείδη, καὶ τὴν καθ' ὑμῶν αὐτῶν καταπαύσω θρασύτητα, καὶ οὐκέτι τὰς ὑμετέρας διηγήσονται συμφορὰς, τὰ ὑμέτερα θρυλλοῦντες κακά
For the desolation, He says, shall not remain for very long, but I will convict the reproaches of the nations that border upon you, and I will put an end to their insolence against you, and no longer shall they recount your misfortunes, harping on your calamities.
祂說:這荒涼必不長久存留,我要責備你們鄰邦列國的辱罵,止息他們攻擊你們的狂傲;他們必不再述說你們的災禍,也不再絮叨你們的患難。
1:3614
Τάδε λέγει Ἀδωναῒ Κύριος τοῖς ὄρεσι, καὶ τοῖς βουνοῖς, καὶ τοῖς χειμάῤῥοις, καὶ ταῖς φάραγξι, καὶ ταῖς νάπαις, καὶ ταῖς ἐξηρημω μέναις καὶ ἐξηφανισμέναις, καὶ ταῖς πόλεσι ταῖς ἐγκαταλελειμμέναις, αἳ ἐγένοντο εἰς προνο μὴν, καὶ εἰς καταπάτημα τοῖς καταλειφθεῖσιν ἔθνεσι τοῖς περικύκλῳ αὐτῶν
Thus says the Lord Adonai to the mountains, and to the hills, and to the torrents, and to the ravines, and to the wooded valleys, and to those that have been made desolate and destroyed, and to the cities that have been forsaken, which became a plunder and a thing trampled by the nations left round about them.
主耶和華對眾山、山岡、河谷、山谷、樹林之谷,以及那荒涼廢棄的地方,並那被撇棄的城邑,就是被四圍所剩列國搶奪踐踏的,如此說:
1:3615
Ῥᾴδιον ἦν καὶ λίαν εὐπετὲς, πάσῃ τῇ γῇ τοῦ Ἰσραὴλ συντόμως ἐπαγγείλασθαι τὰ ἀγαθὰ, ἀλλὰ κατ' εἶδος καὶ ὀρῶν, καὶ φαράγγων, καὶ βουνῶν, καὶ πόλεων, καὶ τῶν ἄλλων ἁπάντων μέμνηται, τοὺς διὰ τὴν ἐρημίαν ἀθυμοῦντας ψυχαγωγῶν
It would have been easy and quite simple to promise the good things concisely to all the land of Israel; but He makes mention specifically of mountains, and ravines, and hills, and cities, and all the rest, consoling those who were despondent because of the desolation.
本可輕而易舉、簡明扼要地向以色列全地應許美物;但祂卻逐一提到眾山、山谷、山岡、城邑和其餘一切,為要安慰那因荒涼而灰心的人。
1:3616
Ἦ μὴν ἐν πυρὶ ζήλου μου ἐλάλησα ἐπὶ τὰ λοιπὰ ἔθνη, καὶ ἐπὶ τὴν Ἰδουμαίαν ἅπασαν, ὅτι ἔδωκαν τὴν κατάσχεσίν μου ἑαυτοῖς εἰς κλη ρονομίαν μετ' εὐφροσύνης, ἐξ ὅλης καρδίας ἀτιμάσαντες ψυχὰς, τοῦ ἀφανίσαι ἐν προνομῇ
Truly in the fire of my zeal have I spoken against the remaining nations, and against all Idumea, because they gave my possession to themselves as an inheritance with rejoicing, from their whole heart dishonoring souls, so as to destroy it by plunder.
我實在是在我妒忿的火中,攻擊其餘的列國和全以東說話,因為他們歡歡喜喜地將我的產業據為己有作為基業,全心藐視人的性命,要藉搶奪加以毀滅。
1:3617
Λίαν με, φησὶ, παρώξυνεν ἥ τε τῆς Ἰδουμαίας, καὶ ἡ τῶν ἄλλων ἐθνῶν θρασύτης, ᾗ κατὰ τῆς ἐμῆς ἐχρήσαντο γῆς, τῇ ταύτης εὐφραινόμενοι ἐρημίᾳ, καὶ προσδοκήσαντες ταύτης κρατήσειν, καὶ τὰς ἐν αὐτῇ κατοικούσας αἰχμαλωτεύσειν ψυχάς
Greatly, He says, did the insolence of Idumea and of the other nations provoke me, which they employed against my land, rejoicing in its desolation, and expecting to gain mastery over it, and to take captive the souls that dwelt in it.
祂說:以東和其餘列國的狂傲大大惹我發怒,就是他們對待我地所施的狂傲,他們因這地荒涼而歡喜,指望要制伏它,並擄掠住在其中的人。
1:3618
Τούτου χάριν τὰς κατ' αὐτῶν ἐξήνεγκα ψήφους
For this reason I have brought forth the sentences against them.
因這緣故,我發出攻擊他們的判決。
1:3619
Προφήτευσον τοίνυν, ὦ προφῆτα, πάλιν ἐπὶ τὴν γῆν τοῦ Ἰσραὴλ, καὶ εἰπὲ τοῖς ὄρεσι, καὶ τοῖς βουνοῖς, καὶ ταῖς νάπαις, καὶ ταῖς φάραγξι·
Prophesy therefore, O prophet, again concerning the land of Israel, and say to the mountains, and to the hills, and to the wooded valleys, and to the ravines:
先知啊,所以你要再論以色列地發預言,對眾山、山岡、樹林之谷和山谷說:
1:3620
Τάδε λέγει Ἀδωναῒ Κύριος·
Thus says the Lord Adonai:
主耶和華如此說:
1:3621
Ἰδοὺ ἐγὼ ἐν τῷ ζήλῳ μου καὶ ἐν τῷ θυμῷ μου ἐλάλησα, ἀντὶ τοῦ ὀνειδισμοὺς ἐθνῶν λαβεῖν ὑμᾶς
Behold, in my zeal and in my wrath have I spoken, because you have borne the reproaches of the nations.
看哪,我在我的妒忿與烈怒中說話,因為你們擔當了列國的辱罵。
1:3622
Ἰδοὺ ἐγὼ αἴρω τὴν χεῖρά μου ἐπὶ τὰ ἔθνη τὰ περικύκλῳ ὑμῶν·
Behold, I lift up my hand against the nations that are round about you; these shall bear their own dishonor.
看哪,我向你們四圍的列國舉手起誓,他們必擔當自己的羞辱。
1:3623
οὗτοι τὴν ἀτιμίαν αὑτῶν λή ψονται
these shall receive their own dishonor.
這些人必自受羞辱。
1:3624
Ὁ καθ' ὑμῶν, φησὶ, γενόμενος ὀνειδισμὸς παρεσκεύασε τὴν κατὰ τῶν ὀνειδισάντων ἐξενεχθῆναι ψῆφον, καὶ ἐκεῖνοι μὲν τῆς κατ' ἐμοῦ ἀσεβείας, καὶ τῆς καθ' ὑμῶν μνησικακίας τε καὶ θρασύτητος δρέψονται τοὺς καρπούς
The reproach that came against you, He says, has caused the sentence against those who reproached you to be brought forth; and they indeed shall reap the fruits of their impiety against me and of their malice and insolence against you.
祂說:那臨到你們的辱罵,促成了那攻擊辱罵者之判決的發出;他們必收取他們攻擊我的不虔,以及攻擊你們的懷恨與狂傲所結的果子。
1:3625
Ὑμῶν δὲ, ὄρη Ἰσραὴλ, τὴν σταφυλὴν, καὶ τὸν καρπὸν ὑμῶν καταφάγεται ὁ λαός μου Ἰσραὴλ, ὅτι ἐλπίζουσι τοῦ ἐλθεῖν
But you, mountains of Israel, your grapes and your fruit shall my people Israel eat, because they hope to come.
以色列的眾山哪,我民以色列必吃你們的葡萄和你們的果子,因為他們指望歸回。
1:3626
Βε βαιώσω, φησὶ, τοῦ λαοῦ τὴν ἐλπίδα, καὶ ἐμπεδώσω αὐτοῦ τὴν ἀγαθὴν προσδοκίαν, καὶ ἐπανήξει, καὶ τῶν παρ' ὑμῖν φυομένων ἀπολαύσεται καρπῶν
I will confirm, He says, the hope of the people, and I will make firm their good expectation, and it shall return, and shall enjoy the fruits that grow among you.
祂說:我要堅定我民的盼望,堅固他們美好的指望,他們必歸回,並得享在你們中間所生長的果子。
1:3627
Τοῖς δὲ ὄρεσι δῆλον ὅτι οὐχ ὡς ἐμψύχοις διαλέγεται·
Now it is clear that He does not address the mountains as though they were living beings;
顯然祂並非把眾山當作有生命之物向它們說話;
1:3628
τῇ δὲ πρὸς τὰ ἄψυχα δια λέξει παραμυθεῖται τοὺς τούτων οἰκήτορας, τὰ ἀγαθὰ τούτοις ἐπαγγελλόμενος
but by the discourse addressed to inanimate things He consoles their inhabitants, promising them these good things.
祂乃是藉著向無生命之物所發的言語,安慰其中的居民,向他們應許這些美物。
1:3629
Ἰδοὺ ἐγὼ ἐφ' ὑμᾶς, καὶ ἐπιβλέψω ἐφ' ὑμᾶς, καὶ κατεργασθήσεσθε, καὶ σπαρήσεσθε
Behold, I am for you, and I will look upon you, and you shall be tilled and sown.
看哪,我是幫助你們的,我必眷顧你們,你們必被耕種撒種。
1:3630
Καὶ πληθυνῶ ἐφ' ὑμᾶς ἀνθρώπους, πάντα οἶκον Ἰσραὴλ εἰς τέλος, καὶ κατοικηθήσονται αἱ πόλεις, καὶ αἱ ἔρημοι οἰκοδομηθήσονται
And I will multiply men upon you, all the house of Israel entirely, and the cities shall be inhabited, and the desolate places shall be rebuilt.
我必使人在你們上頭增多,就是以色列全家;城邑必有人居住,荒場必被建造。
1:3631
Καὶ πληθυνῶ ἀνθρώπους ἐφ' ὑμᾶς, καὶ κτήνη, καὶ αὐξηθήσονται, καὶ πληθυνθήσονται, καὶ κατοικιῶ ἐφ' ὑμᾶς, ὡς τὸ ἐν ἀρχῇ ὑμῶν, καὶ εὖ ποιήσω ὑμᾶς ὥσπερ τὰ ἔτη τὰ ἔμπροσθεν ὑμῶν·
And I will multiply upon you men and beasts, and they shall be increased and multiplied; and I will cause you to be inhabited as at your beginning, and I will do you good as in the years that were before you; and they shall know that I am the Lord.
我必使人和牲畜在你們上頭增多,他們必生養眾多;我必使你們有人居住,如同起初一樣,並要善待你們,勝過以往的年日;他們就知道我是耶和華。
1:3632
καὶ γνώσονται, ὅτι ἐγώ εἰμι Κύριος
And they shall know that I am the Lord.
他們就知道我是耶和華。
1:3633
Οὐ τὰ ὄρη γνώσονται, ἀλλ' οἱ ἐν τοῖς ὄρεσιν οἰκοῦν τες
Not the mountains shall know, but those who dwell in the mountains.
並非眾山知道,乃是住在山中的人知道。
1:3634
Ταῦτα δὲ πέρας ἔλαβε μετὰ τὴν ἐκ Βαβυλῶνος ἐπάνοδον·
Now these things reached their fulfillment after the return from Babylon;
這些事在從巴比倫歸回之後才得以應驗;
1:3635
καὶ μαρτυρεῖ τὰ πράγματα·
and the events bear witness;
事實也為此作見證;
1:3636
πλήρεις γὰρ τῆς Παλαιστίνης αἱ πόλεις τῶν ἐνοικούντων, ἀνῳκο δόμηνταί τε πᾶσαι, καὶ λαμπρότητι διαπρέπουσιν·
for the cities of Palestine are full of inhabitants, and all have been rebuilt, and are conspicuous in their splendor.
因為巴勒斯坦的城邑滿了居民,都已被重建,且以其光彩顯赫著稱。
1:3637
Παρεσκεύασε γὰρ τὸν Κύρον ἅπασι τὴν ἐπάνοδον ἐπιτρέψαι·
For He prepared Cyrus to grant to all the return;
因為祂預備了古列,准許眾人歸回;
1:3638
οἱ δὲ τὴν συνήθη νοσοῦντες ἀπείθειαν, τοῖς προσταχθεῖσιν ἀντεῖπον, καὶ τῆς οἰκείας τὴν ἀλλοτρίαν προείλοντο
but those who were sick with their accustomed disobedience contradicted the commands, and preferred the foreign land to their own.
但那些患著素常悖逆之病的人,違抗那命令,寧願選擇異地而不歸回本鄉。
1:3639
Τάδε λέγει Ἀδωναῒ Κύριος·
Thus says the Lord Adonai:
主耶和華如此說:
1:3640
Γῆ κατεσθίουσα ἀνθρώπους σὺ εἶ, καὶ ἠτεκνωμένη ἀπὸ τοῦ ἔθνους σου ἐγένου
You are a land that devours men, and you have become bereaved of children from your nation.
你是吞吃人的地,又是使你本國的人喪失兒女的地。
1:3641
Καὶ οὐκ ἀκουσθήσεται ἔτι ἐφ' ὑμᾶς ἀτιμία ἐθνῶν, καὶ ὀνειδισμοὺς δὲ οὐ μὴ ἐνέγκητε ἔτι, καὶ τὸ ἔθνος σου οὐκ ἀτεκνωθήσεται ἔτι, λέγει Ἀδωναῒ Κύριος
'And the reproach of the nations shall no more be heard against you, and you shall no longer bear the revilings of the peoples, and your nation shall no more be made childless,' says Adonai the Lord.
「列國的凌辱必不再臨到你們,你們也必不再擔當萬民的辱罵,你的國也必不再喪失子民」,主阿多乃這樣說。
1:3642
Ἐδέξατο ἂν καὶ ταῦτα πέρας, εἰ ἐβουλήθησαν Ἰουδαῖοι·
These things too would have received their fulfilment, had the Jews so willed.
倘若猶太人願意,這些事也必得以成就。
1:3643
Προλαβὼν γὰρ ὁ τῶν ὅλων ἔφη Θεὸς διὰ Ἱερεμίου τοῦ προφήτου·
For the God of all had said beforehand, through the prophet Jeremiah:
因為萬有的神早已藉著先知耶利米說:
1:3644
Πέρας λαλήσω ἐπὶ ἔθνος καὶ ἐπὶ βασιλείαν, τοῦ ἀνοικοδο μεῖσθαι καὶ τοῦ καταφυτεύεσθαι, καὶ ποιήσουσι τὰ πονηρὰ ἐναντίον μου, τοῦ μὴ ἀκούειν μου τῆς φωνῆς, καὶ μετανοήσω περὶ τῶν ἀγαθῶν, ὧν ἐλά λησα τοῦ ποιῆσαι αὐτοῖς. Ἰουδαῖοι τοίνυν αἴτιοι τοῦ μὴ τυχεῖν τῶν διὰ τῆς προφητείας ἐπαγγελθέν των ἀγαθῶν
'At one moment I will speak concerning a nation and concerning a kingdom, to build up and to plant; but if they do evil in my sight, so as not to hear my voice, then I will repent of the good things which I said I would do for them.' The Jews, therefore, were themselves the cause of their not obtaining the good things promised through the prophecy.
「我何時論到一邦或一國,說要建立、栽植;他們若行我眼中看為惡的事,不聽從我的話,我就必後悔,不將我所說要施給他們的福氣賜下。」如此,猶太人自己正是他們未能得著預言所應許之福的緣由。
1:3645
Καὶ ἐγένετο λόγος Κυρίου πρός με, λέ γων·
'And the word of the Lord came to me, saying:'
「耶和華的話臨到我說:」
1:3646
Υἱὲ ἀνθρώπου, οἶκος Ἰσραὴλ κατῴκησεν ἐπὶ τῆς γῆς αὑτῶν, καὶ ἐμίαναν αὐτὴν ἐν τῇ ὁδῷ αὑτῶν, καὶ ἐν τοῖς εἰδώλοις αὑτῶν, καὶ ἐν ταῖς ἀκαθαρσίαις αὑτῶν, κατὰ τὴν ἀκαθαρ σίαν τῆς ἀποκαθημένης ἐγένετο ἡ ὁδὸς αὐτῶν πρὸ προσώπου μου
'Son of man, the house of Israel dwelt upon their own land, and they defiled it by their way and by their idols and by their uncleannesses; according to the uncleanness of a woman in her separation was their way before my face.'
「人子啊,以色列家住在本地的時候,他們以自己的行為、偶像和污穢玷污了那地;他們的行為在我面前,好像行經之婦人的污穢一般。」
1:3647
Καὶ ἐξέχεα τὸν θυμόν μου. ἐπ' αὐτούς
'And I poured out my wrath upon them.'
「我就將我的忿怒傾倒在他們身上。」
1:3648
Αὐτὰ, φησὶ, τὰ πράγματα μαρτυρεῖ τῷ δικαίῳ τῆς τιμωρίας·
The very facts, he says, bear witness to the justice of the punishment.
他說,這些事實本身就為刑罰的公義作見證。
1:3649
οὐ γὰρ μόνα τὰ παντο δαπὰ εἴδωλα θεραπεύοντες διετέλεσαν, ἀλλὰ καὶ πᾶν εἶδος ἐπετήδευσαν παρανομίας, ὡς πάσης βδελυ γμίας καὶ μίσους ἀναπλησθῆναι·
For they did not merely persist in serving idols of every kind, but they also practised every form of lawlessness, so as to be filled with all abomination and hatefulness;
因為他們不僅始終事奉各樣的偶像,還從事各樣的不法之事,以致充滿了各樣可憎與可厭之物;
1:3650
καὶ ἐπειδὴ κατὰ τὸν νόμον λίαν ἀκάθαρτος ἡ ἀποκαθημένη ἐδόκει, τουτέστιν, ἡ ἐν ῥύσει αἵματος, ἐκείνῳ τῷ περιττώ ματι τῆς παρανομίας ἀπεικάζει τὴν βδελυγμίαν
and since under the Law the woman in her separation—that is, she who is in the flowing of blood—was reckoned exceedingly unclean, he likens their abomination to that superfluity of transgression.
又因按律法看來,行經之婦人(即患血漏的婦人)被視為極其不潔,他便將他們的可憎之事比作那不法之污穢的多餘排出。
1:3651
Εἶτα πάλιν ἐπιμένων τῇ κατηγορίᾳ·
Then again, continuing the accusation:
隨後他又繼續控訴說:
1:3652
Ἀνθ' ὧν ἐξέχεαν, φησὶν, αἷμα ἐπὶ τῆς γῆς, καὶ ἐν τοῖς εἰδώλοις αὑτῶν ἐμίαναν αὐτήν
'Because they shed blood upon the land,' he says, 'and defiled it with their idols.'
他說:「因為他們在地上流人的血,又以偶像玷污了那地。」
1:3653
(ιθʹ.) Καὶ διεσκόρπισα αὐτοὺς εἰς τὰ ἔθνη, καὶ ἐλίκμησα αὐτοὺς εἰς τὰς χώρας
(v. 19.) 'And I scattered them among the nations, and winnowed them among the countries.'
(第十九節)「我將他們分散在列國,四散在各邦。」
1:3654
Καὶ πάλιν τῆς τιμωρίας τὸ δίκαιον δείκνυσι
And again he shows the justice of the punishment.
他又再次顯明刑罰的公義。
1:3655
Κατὰ τὴν ὁδὸν αὐ τῶν, καὶ κατὰ τὰ ἐπιτηδεύματα αὐτῶν ἔκρινα αὐτούς. Ἐτρύγησαν, φησὶν, ὧν ἐφύτευσαν τοὺς καρπούς
'According to their way and according to their doings I judged them.' They reaped, he says, the fruits of what they had planted.
「我按他們的行為和作為審判了他們。」他說,他們收取了自己所栽種之物的果子。
1:3656
Αἷμα ἐνταῦθα κέκληκεν οὐ μόνον τὰς ἄλλας μιαιφονίας, ἀλλὰ καὶ τὰς τῶν τέκνων θυσίας, ἃς τοῖς ὠμοβόροις καὶ πονηροῖς προσέφερον δαίμο σιν·
By 'blood' here he has designated not only the other bloodshed, but also the sacrifices of their children, which they offered to the flesh-devouring and evil demons;
他在此所稱的「血」,不僅指其他的殺戮流血,也指他們獻兒女為祭之事,就是他們獻給那嗜血兇惡之鬼魔的;
1:3657
οὐκ ἠρκέσθησαν γὰρ, φησὶ, ταῖς πρὸ τῆς αἰχμ αλωσίας παρανομίαις, ἀλλὰ καὶ δορυάλωτοι γενόμενοι καὶ μέτοικοι, τοῖς αὐτοῖς ἐπέμειναν κακοῖς
for they were not content, he says, with the transgressions before the captivity, but even after becoming captives of the spear and exiles, they persisted in the same evils.
他說,因為他們不以被擄之前的不法為足,甚至在成為刀下俘擄與客旅之後,仍然堅持行那同樣的惡事。
1:3658
Καὶ εἰσῆλθον εἰς τὰ ἔθνη, εἰς οὓς εἰσῆλ θον ἐκεῖ, καὶ ἐβεβήλωσαν τὸ ὄνομά μου τὸ ἅγιον, ἐν τῷ λέγεσθαι αὐτοῖς, Λαὸς Κυρίου οὗτοι, καὶ ἐκ τῆς γῆς αὐτοῦ ἐξεληλύθασι
'And they went in among the nations, among whom they went, and they profaned my holy name, in that it was said of them: These are the people of the Lord, and they have come forth from his land.'
「他們進入所到的列國中,就褻瀆了我的聖名;因為論到他們有話說:這是耶和華的子民,卻從他的地出來了。」
1:3659
Πονηρίᾳ, φησὶ, συζῶντες βλασφημίας μοι γεγένηνται πρόξενοι
Living, he says, in wickedness, they became the occasion of blasphemy against me.
他說,他們既活在罪惡之中,就成了褻瀆我之名的緣由。
1:3660
Πρῶτον μὲν γὰρ ὑπέλαβε τὰ ἔθνη διὰ τὴν ἐμὴν ἀσθένειαν τούτους ἡττηθῆναι, καὶ ὑπὸ τοῖς πολε μίοις γενέσθαι·
For first the nations supposed that these were overcome and delivered up to their enemies because of my weakness;
因為列國起初以為,這些人乃是因我的軟弱才被打敗,落在仇敵之下;
1:3661
ἔπειτα πείρᾳ τὴν πονηρίαν αὐτῶν μεμαθηκότες, κατ' ἐμοῦ τὴν βλασφημίαν ἐκίνησαν, ὡς τοιούτοις ἐπιτηδεύμασι χαίροντος, καὶ τοὺς οὕτω πονηροὺς ἀνθρώπους οἰκεῖον λαὸν ὀνομάσαντος·
and then, having learned by experience of their wickedness, they stirred up blasphemy against me, as though I delighted in such practices and had named such wicked men as my own people;
隨後,他們藉經歷認識了這些人的邪惡,便發動對我的褻瀆,彷彿我喜悅這樣的行徑,並將這等惡人稱為我自己的子民;
1:3662
ἀλλ' ὅμως ἐκείνων αὐτῶν προμηθούμενος·
yet even so, taking thought for those very men:
然而縱使如此,我仍為那些人設想:
1:3663
Καὶ ἐφεισάμην αὐτῶν διὰ τὸ ὄνομά μου τὸ ἅγιον, ὃ ἐβεβήλωσεν ὁ οἶκος Ἰσραὴλ, οὗ εἰσῆλθον ἐκεῖ
'And I spared them for the sake of my holy name, which the house of Israel profaned among the nations, into which they went.'
「我卻為我聖名的緣故顧惜他們,就是以色列家在所到的列國中所褻瀆的聖名。」
1:3664
Τάδε λέγει Ἀδωναῒ Κύριος·
'Thus says Adonai the Lord:'
「主阿多乃這樣說:」
1:3665
Οὐχ ὑμῖν ἐγὼ ποιῶ οἶκος Ἰσραὴλ, ἀλλ' ἢ διὰ τὸ ὄνομά μου τὸ ἅγιον, ὃ ἐβεβηλώσατε ἐν τοῖς ἔθνεσιν, οὗ εἰσήλ θετε ἐκεῖ
'It is not for your sakes that I act, O house of Israel, but for the sake of my holy name, which you profaned among the nations, into which you went.'
「以色列家啊,我行這事不是為你們,乃是為我的聖名,就是你們在所到的列國中所褻瀆的聖名。」
1:3666
Καὶ ἁγιάσω τὸ ὄνομά μου τὸ μέγα τὸ βεβηλωθὲν ἐν τοῖς ἔθνεσιν, ὃ ἐβεβηλώσατε ἐν μέσῳ αὐτῶν, καὶ γνώσονται τὰ ἔθνη, ὅτι ἐγώ εἰμι Κύριος, λέγει Ἀδωναῒ Κύριος, ἐν τῷ ἁγια σθῆναί με ἐν ὑμῖν κατ' ὀφθαλμοὺς αὐτῶν
'And I will sanctify my great name, which has been profaned among the nations, which you profaned in their midst; and the nations shall know that I am the Lord,' says Adonai the Lord, 'when I am sanctified among you before their eyes.'
「我要使我的大名成為聖,這名在列國中已被褻瀆,就是你們在他們中間所褻瀆的;我在你們身上、在他們眼前顯為聖的時候,列國就必知道我是耶和華」,主阿多乃這樣說。
1:3667
Οὐχ ὑμεῖς, φησὶν, ἄξιοι τῆς σωτηρίας, ἀλλὰ τὰ ἔθνη προσήκει θεραπείας τυχεῖν, ἀφορμὴν τῆς κατ' ἐμοῦ βλασφημίας παρ' ὑμῶν εἰληφότα·
It is not you, he says, who are worthy of salvation, but rather it befits the nations to obtain healing—the nations that took occasion for their blasphemy against me from you;
他說,配得救恩的並不是你們,反倒是列國該得醫治——那些從你們身上得了褻瀆我之緣由的列國;
1:3668
ὑμετέρας σωτηρίας τῆς ἐμῆς. δεικνυμένης δυνάμεως
your salvation being the demonstration of my power.
而你們的救恩,正是彰顯我大能的憑據。
1:3669
Μαθόντες γὰρ, πῶς μου μέγα τὸ ὄνομα, καὶ ἀρκοῦν εἰς τὴν τῶν οἰκειουμέ νων ἐπικουρίαν, δοξάσουσί μου τὴν δεσποτείαν καὶ ὑμνήσουσι
For having learned how great is my name, and how sufficient for the succour of those who are made mine own, they will glorify my dominion and sing its praises.
因為他們既認識了我的名何等偉大,何等足以扶助那些歸屬於我的人,就必榮耀我的權柄並歌頌它。
1:3670
Τοῦτο γὰρ παρεδήλωσεν εἰρηκώς·
For this is what he intimated when he said:
因為這正是他所暗示的,他說:
1:3671
Καὶ γνώσονται τὰ ἔθνη, ὅτι ἐγώ εἰμι Κύριος ὁ Θεὸς ἐν τῷ ἁγιασθῆναί με ἐν ὑμῖν κατ' ὀφθαλ μοὺς αὐτῶν
'And the nations shall know that I am the Lord God, when I am sanctified among you before their eyes.'
「我在你們身上、在他們眼前顯為聖的時候,列國就必知道我是主神。」
1:3672
( κδʹ.) Καὶ λήψομαι ὑμᾶς ἐκ τῶν ἐθνῶν, καὶ ἀθροίσω ὑμᾶς ἐκ πασῶν τῶν γενεῶν, καὶ εἰσάξω ὑμᾶς εἰς τὴν γῆν ὑμῶν
(v. 24.) 'And I will take you from among the nations, and gather you from all the peoples, and bring you into your own land.'
(第二十四節)「我必從列國中領你們出來,從萬民中招聚你們,帶你們回到本地。」
1:3673
Τοῦτο πᾶσι τοῖς ἐπανελθοῦσιν ἁρμόττει·
This applies to all who returned;
這話適用於一切歸回的人;
1:3674
οἱ γὰρ ἐπανελθεῖν βου ληθέντες ἔτυχον τῆς ἐπανόδου·
for those who chose to return obtained their return;
因為凡願意歸回的人,都得著了歸回;
1:3675
τὰ δὲ ἐπαγόμενα οὐκ ἔτι πᾶσιν, ἀλλὰ μόνοις τοῖς τῷ εὐαγγελικῷ κηρύ γματι πιστεῦσαι προελομένοις
but what follows applies no longer to all, but only to those who chose to believe the gospel proclamation.
然而接下來所說的,就不再適用於眾人,而只適用於那些揀選相信福音宣告的人。
1:3676
Καὶ ῥανῶ εἰς ὑμᾶς ὕδωρ καθαρὸν, καὶ καθαρισθήσεσθε ἀπὸ πασῶν τῶν ἀκαθαρσιῶν ὑμῶν, καὶ ἀπὸ πάντων τῶν εἰδώλων ὑμῶν καθα ριῶ ὑμᾶς
'And I will sprinkle clean water upon you, and you shall be cleansed from all your uncleannesses, and from all your idols I will cleanse you.'
「我必用清水灑在你們身上,你們就潔淨了;我要潔淨你們,脫離一切的污穢和一切的偶像。」
1:3677
Ὕδωρ δὲ καθαρὸν τὸ τῆς παλιγγε νεσίας ὠνόμασεν ὕδωρ, ἐν ᾧ βαπτισθέντες τὴν ἄφ εσιν τῶν ἁμαρτημάτων ἐλάβομεν
By 'clean water' he named the water of regeneration, in which, being baptized, we received the remission of our sins.
他所稱的「清水」,就是重生之水,我們既在其中受洗,便得了罪的赦免。
1:3678
Καὶ τὰ ἐπιφερό μενα δὲ βεβαιοῖ τὰ εἰρημένα
And what follows confirms what has been said.
接下來的話也印證了所說的。
1:3679
Καὶ δώσω ὑμῖν καρδίαν καινὴν, καὶ πνεῦμα καινὸν δώσω ὑμῖν
'And I will give you a new heart, and a new spirit I will give you.'
「我也要賜給你們一顆新心,將新靈放在你們裡面。」
1:3680
ἐπὶ γὰρ τὰ ἀμείνω, φησὶ, ῥέψει ὑμῶν ἡ καρδία, οὐκέτι κατὰ τὴν προτέραν συνήθειαν τὴν ἐπὶ τὰ χείρω ῥοπὴν ἔχουσα·
'For your heart,' he says, 'will incline toward what is better, no longer having, according to its former habit, its inclination toward what is worse;'
他說:「因為你們的心必傾向更美之事,不再照從前的習性偏向那更壞的。」
1:3681
τὸ δὲ δώσω, οὐδαμῶς τῷ αὐτεξουσίῳ λυμαίνεται·
and the phrase 'I will give' in no way does violence to free will;
而「我要賜」這句話,絲毫不損及人的自由意志;
1:3682
λό γοις γὰρ, καὶ ἔργοις, καὶ τοῖς μυρίοις χρησάμενος θαύμασιν, οὐκ ἐκείνους μόνους, ἀλλὰ καὶ πάντα τὰ ἔθνη τῇ εὐσεβείᾳ προσελθεῖν ἔπεισεν, οὐκ ἠνάγκα σεν·
for by words and by deeds and by countless wonders he persuaded not only those men but all the nations to come to godliness—he persuaded, he did not compel;
因為他藉著言語、行為和無數的神蹟,勸服的不只是那些人,也勸服了萬國歸向敬虔——他是勸服,並非強迫;
1:3683
ἀλλ' ὅμως καὶ μὴ ἀναγκάσας, ἀλλὰ πείσας, αὐτὸς λέγει δεδωκέναι ταῖς ψυχαῖς τὴν ἐπὶ τὰ κρείττω ῥοπὴν, ὡς αὐτὸς αἴτιος τούτου, δι' ὧν εἶπέ τε καὶ ἔδρασε, γεγονώς
yet even so, though he did not compel but persuaded, he himself says that he gave to their souls the inclination toward what is better, as being himself the cause of this, through the things he both said and did.
然而縱使如此,他雖未強迫而是勸服,他仍親自說是他將傾向更美之事的心賜給了眾人的靈魂,因他藉著自己所說所行的,成了這事的緣由。
1:3684
Καὶ ἀφελῶ τὴν καρδίαν τὴν λιθίνην ἐκ τῆς σαρκὸς ὑμῶν, καὶ δώσω ὑμῖν καρδίαν σαρκίνην
'And I will take away the heart of stone out of your flesh, and I will give you a heart of flesh.'
「我必從你們的肉體中除掉石心,賜給你們肉心。」
1:3685
(κζʹ.) Καὶ τὸ πνεῦμά μου δώσω ἐν ὑμῖν
(v. 27.) 'And I will put my spirit within you.'
(第二十七節)「我必將我的靈放在你們裡面。」
1:3686
τρεῖς γὰρ μόνον μετὰ τὴν ἐπάνοδον κατὰ ταυτὸν ἐσχηκότες προφήτας, Ἀγγαῖον, καὶ Ζαχα ρίαν, καὶ Μαλαχίαν, μετ' αὐτοὺς εὐθὺς τῆς προ φητικῆς ἐγυμνώθησαν χάριτος·
For after the return they had only three prophets together at that time—Haggai and Zechariah and Malachi—and immediately after these they were stripped of the prophetic grace;
因為歸回之後,他們同時只有三位先知——哈該、撒迦利亞和瑪拉基——在這三人之後,他們隨即被剝奪了先知的恩典;
1:3687
μετὰ δὲ τὴν τοῦ Θεοῦ Σωτῆρος ἡμῶν ἐνανθρώπησιν καὶ τὴν εἰς οὐρανοὺς ἀνάληψιν, ἐπεφοίτησεν ἐπὶ τοὺς ἱεροὺς ἀποστόλους τὸ Πνεῦμα τὸ ἅγιον, ἐχορηγήθη δὲ δι' ἐκείνων ἡ χάρις, οὐκ Ἰουδαίοις μόνοις, ἀλλὰ καὶ πᾶσι τοῖς τῶν ἐθνῶν προσελθοῦσι τῇ πίστει
but after the incarnation of God our Saviour and his ascension into the heavens, the Holy Spirit came upon the holy apostles, and through them the grace was bestowed, not upon the Jews alone, but also upon all of the nations who came to the faith.
然而在我們的神救主道成肉身、升入諸天之後,聖靈降臨在聖使徒身上,那恩典便藉著他們被賜下,不僅賜給猶太人,也賜給一切歸信的外邦人。
1:3688
Λιθίνην δὲ καρδίαν καλεῖ τὴν ἀντίτυπόν τε καὶ ἀπειθῆ, σαρκίνην δὲ τὴν εὐπειθῆ τε καὶ εὐήκοον, καὶ τῶν θείων γραμ μάτων δέξασθαι δυναμένην τοὺς τύπους
By a 'heart of stone' he means the resistant and disobedient heart, and by a 'heart of flesh' the compliant and obedient one, able to receive the impressions of the divine writings.
他所謂「石心」,是指剛硬悖逆的心;「肉心」則是指柔順聽命、能領受神聖經文印記的心。
1:3689
Καὶ ποιήσω, ἵνα ἐν τοῖς δικαιώμασί μου πορεύησθε, καὶ τὰ κρίματά μου φυλάσσησθε, καὶ ποιῆτε αὐτά. Τοῦτο δὲ τῆς τοῦ Πνεύματος χάριτος ἴδιον·
'And I will cause you to walk in my statutes, and to keep my judgments, and to do them.' Now this is proper to the grace of the Spirit;
「我必使你們遵行我的律例,謹守遵守我的典章。」這正是聖靈恩典所特有的;
1:3690
αὐτὴ γὰρ συνεργοῦσα τῷ ἡμετέρῳ αὐτεξουσίῳ κατορθοῦ σθαι παρασκευάζει τὰ εἰρημένα
for it, working together with our free will, brings it about that the things spoken of are rightly accomplished.
因為聖靈與我們的自由意志同工,使所說的這些事得以正確地成就。
1:3691
Καὶ κατοικήσετε ἐπὶ τῆς γῆς, ἧς ἔδωκα τοῖς πατράσιν ὑμῶν
'And you shall dwell in the land which I gave to your fathers.'
「你們必住在我賜給你們列祖之地。」
1:3692
Πάλιν ἐπὶ τὸ κοινὸν μετάγει τὸν λόγον, καὶ ἀπὸ τῶν πνευματικῶν ἐπὶ τὰ σωματικὰ μεταφέρει
Again he brings the discourse round to what is common, and transfers it from the spiritual things to the bodily.
他又將話題轉回到眾人共通之事,並從屬靈的事轉到屬肉身的事。
1:3693
Καὶ ἔσεσθέ μοι εἰς λαὸν, καὶ ἐγὼ ἔσομαι ὑμῖν εἰς Θεόν
'And you shall be to me for a people, and I will be to you for a God.'
「你們要作我的子民,我要作你們的神。」
1:3694
(κθʹ, λʹ.) Καὶ καθαριῶ ὑμᾶς ἀπὸ πασῶν τῶν ἁμαρτιῶν ὑμῶν, καὶ καλέσω τὸν σῖτον, καὶ πληθυνῶ αὐτὸν, καὶ οὐ δώσω ἐφ' ὑμᾶς λιμόν
(vv. 29, 30.) 'And I will cleanse you from all your sins, and I will call for the corn, and multiply it, and I will lay no famine upon you.'
(第二十九、三十節)「我必潔淨你們,脫離一切的罪;我要召五穀使之增多,不使饑荒臨到你們。」
1:3695
Καὶ πληθυνῶ τὸν καρπὸν τοῦ ξύλου, καὶ τὰ γεννήματα τοῦ ἀγροῦ, ὅπως ἂν μὴ λάβητε ἔτι ὀνειδισμὸν λιμοῦ ἐν τοῖς ἔθνεσιν
'And I will multiply the fruit of the tree, and the produce of the field, that you may no more receive the reproach of famine among the nations.'
「我要使樹上的果子和田間的出產增多,使你們在列國中不再受因饑荒而來的凌辱。」
1:3696
Οἶδα μὲν οὖν, ὅτι καὶ πνευματικῶς τούτων ἕκαστον ἐκλαβεῖν δυνατόν·
Now I know that each of these things can also be taken spiritually;
我固然知道,這些事的每一項也都可以按屬靈的意義來領會;
1:3697
ἀλλ' ὅμως ἡγοῦμαι τὸν προφητικὸν λόγον τὰ σωματικὰ νῦν τοῖς Ἰουδαίοις ὑπισχνεῖσθαι
yet I consider that the prophetic word is here promising bodily things to the Jews.
然而我認為,先知的話在此是向猶太人應許屬肉身之事。
1:3698
Ἐπειδὴ γὰρ ἐρημία πολλὴ κατεῖχε τὸ τηνικαῦτα τὴν γῆν, ὑπισχνεῖται αὐτοῖς τῶν παντοδαπῶν καρπῶν τὴν ἀφθονίαν, καὶ τὴν ἐντεῦθεν δὲ ἐσομένην ὠφέλειαν προαγορεύει
For since great desolation held the land at that time, he promises them abundance of fruits of every kind, and foretells the benefit that would come from this.
因為當時那地被極大的荒涼所籠罩,他便向他們應許各樣果實的豐盈,並預先宣告由此而來的益處。
1:3699
Καὶ μνησθήσεσθε, φησὶ, τὰς ὁδοὺς ὑμῶν τὰς πονηρὰς, καὶ τὰ ἐπιτηδεύματα ὑμῶν τὰ μὴ ἀγαθὰ, καὶ προσοχθιεῖτε κατὰ πρόσωπον αὐ τῶν περὶ τῶν ἀνομιῶν ὑμῶν, καὶ περὶ τῶν βδελυγμάτων ὑμῶν
'And you shall remember,' he says, 'your evil ways, and your doings that were not good, and you shall loathe yourselves before your own faces on account of your iniquities and your abominations.'
他說:「你們必追念自己的惡行和那些不善的作為,就必因你們的罪孽和可憎之事,在自己面前厭惡自己。」
1:3700
Τούτων, φησὶν, ἀπολαύοντες τῶν ἀγαθῶν, καὶ μανθάνοντες, ἡλίκους ἡ δικαιοσύνη φέρει καρποὺς, τῆς προτέρας ἀναμνησθήσεσθε πονη ρίας, καὶ τῆς δι' ἐκείνην ὑμῖν τιμωρίας ἐπενεχθεί σης, καὶ μισήσετε σφόδρα τὴν προτέραν παρα νομίαν
'Enjoying these good things,' he says, 'and learning how great are the fruits that righteousness bears, you will call to mind your former wickedness and the punishment that was brought upon you because of it, and you will exceedingly hate your former transgression.'
他說:「你們既享用這些美物,又認識義所結的果子何等豐盛,就必追念從前的邪惡,以及因它而臨到你們的刑罰,並且必極其恨惡從前的不法。」
1:3701
Τὸ γὰρ Προσοχθιεῖτε ἀντὶ τοῦ βδελύξεσθε τέθεικε
For he has put 'you shall loathe' in the sense of 'you shall abominate.'
因為他所用「厭惡」一詞,含有「憎惡」之意。
1:3702
ἀγαθῇ, κακίᾳ δὲ οὐ προσώχθισε, τουτέστι, τὴν κακίαν οὐκ ἐβδελύξατο
...in the good, but he loathed not evil—that is, he did not abominate wickedness.
……行善,卻未曾厭惡惡事——也就是說,他並未憎惡邪惡。
1:3703
Οὕτως ὑποσχόμενος αὐτοῖς τὰ ἀγαθὰ, πάλιν αὐτῶν τὸ φρόνημα ταπεινοῖ, λέγων·
Having thus promised them good things, he again humbles their pride, saying:
他既如此向他們應許美物,便又挫抑他們的自負,說:
1:3704
Οὐ δι' ὑμᾶς ἐγὼ ποιῶ, οἶκος Ἰσραὴλ, λέγει Ἀδωναῒ Κύριος·
'It is not for your sakes that I act, O house of Israel,' says Adonai the Lord;
「以色列家啊,我行這事不是為你們」,主阿多乃這樣說;
1:3705
γνωστὸν ἔστω ὑμῖν, οἶκος Ἰσραήλ
'let it be known to you, O house of Israel.'
「以色列家啊,願這事你們都知道。」
1:3706
Οὐχ ὑμεῖς, φησὶν, ἄξιοι τῶν ἐπηγγελμένων ἀγαθῶν, ἀλλ' ἐγὼ τῇ ἐμῇ φύσει πρέποντα ποιῶ
It is not you, he says, who are worthy of the good things promised, but I do what befits my own nature.
他說,配得所應許美物的並不是你們,乃是我行那與我自己本性相稱的事。
1:3707
Εἶτα παραινετικῶς ὁμοῦ καὶ ἐντρεπτικῶς·
Then, in a manner at once admonishing and shaming:
隨後,他以既勸誡又使人羞愧的口吻說:
1:3708
Αἰσχύνθητε, καὶ ἐντράπητε ἐκ τῶν ὁδῶν ὑμῶν, οἶκος Ἰσραήλ. Μὴ ἀναλγήτως, φησὶ, μηδὲ ἀναισθήτως φέρετε τὰς παντοδαπὰς ὑμῶν τιμωρίας·
'Be ashamed and confounded because of your ways, O house of Israel.' Do not, he says, bear your manifold punishments unfeelingly or insensibly;
「以色列家啊,你們要因自己的行為抱愧蒙羞。」他說,不要麻木不仁、毫無知覺地承受你們各樣的刑罰;
1:3709
ἀλλ' ὀψὲ γοῦν ποτε εἰς νοῦν λαβόντες τῶν ὑμετέρων ἐπιτηδευμάτων τὴν πονηρίαν, ἐπὶ τοῖς τετολμημένοις ἐρυθριάσατε
but at long last, taking to heart the wickedness of your practices, blush over the things you have dared to do.
反倒要在這遲來之時,把你們行徑的邪惡放在心上,為所膽敢作的事臉紅羞愧。
1:3710
Τάδε λέγει Ἀδωναῒ Κύριος·
'Thus says Adonai the Lord:'
「主阿多乃這樣說:」
1:3711
Ἐν ᾗ ἂν ἡμέρᾳ καθαρίσω ὑμᾶς ἀπὸ πασῶν τῶν ἀνομιῶν ὑμῶν, καὶ κατοικιῶ τὰς πόλεις, καὶ οἰ κοδομηθήσονται αἱ ἔρημοι
In the day when I shall cleanse you from all your iniquities, I will also cause the cities to be inhabited, and the waste places shall be built up.
在我潔淨你們脫離一切罪孽的日子,我必使城邑有人居住,荒場也必重建。
1:3712
Καὶ ἡ γῆ ἠφανισμένη ἐργασθήσεται, ἀνθ' ὧν ὅτι ἠφανισμένη ἐγένετο κατ' ὀφθαλμοὺς παντὸς διοδεύοντος
And the desolate land shall be tilled, whereas it had become desolate in the sight of everyone who passed by.
那荒涼之地必得耕種;先前它曾在一切經過之人眼前變為荒涼。
1:3713
Ὅταν, φησὶν, ἄφεσιν ὑμῖν τῶν ἁμαρτημάτων χαρίσωμαι,. καὶ καθαροὺς ὑμᾶς ἀποφήνω τῇ συγχωρήσει, τηνι καῦτα καὶ ταῖς πόλεσι τὰς οἰκοδομὰς, καὶ τῇ γῇ τὰς φυτουργίας παρέξομαι, καὶ ἀντὶ τῆς προτέρας ἐρη μίας, ἣν ἅπαντες ἑώρων οἱ παριόντες, οἰκεῖσθαι παρασκευάσω
When, He says, I shall grant you remission of your sins, and by my pardon declare you clean, then I will grant to the cities their rebuilding, and to the land its plantings, and instead of the former desolation which all who passed by beheld, I will make it to be inhabited.
祂說:當我賜給你們罪的赦免,並以我的寬恕宣告你們為潔淨之時,那時我必將建造賜給城邑,將耕植賜給那地,且要使它有人居住,取代從前那一切經過之人所見的荒涼。
1:3714
Ἡ γῆ ἐκείνη ἠφανισμένη ἐγένετο ὡς παράδεισος τρυφῆς, καὶ αἱ πόλεις αἱ ἔρημοι, καὶ ἠφανισμέναι, καὶ κατεσκαμμέναι, ἐν τείχεσιν ὠχυρωμέναι ἐκάθισαν
That land which had become desolate was made like a paradise of delight, and the cities that were waste and desolate and razed to the ground now stand fortified with walls.
那曾變為荒涼之地,如今成了樂園般的佳美;那荒廢、荒涼、被拆毀的城邑,如今卻有堅固的城牆環繞而立。
1:3715
Ὥσπερ γὰρ, φησὶν, ἅπαντες πάλαι τὴν σὴν ἐρημίαν ἐν τοῖς στό μασι περιέφερον, οὕτω νῦν ἔσῃ πολυθρύλλητος, καὶ θαῦμα παρέξεις πᾶσι, τῆς μὲν ἐρήμου σου γῆς τῷ παραδείσῳ τῆς τρυφῆς εἰκαζομένης, τῶν δὲ ἀοικήτων πόλεων καὶ ἀναστάτων γεγενημένων ὀχυροῖς περιβό λοις τειχιζομένων
For just as, He says, all men of old carried your desolation upon their lips, so now you shall be much spoken of, and you shall furnish wonder to all: your desolate land being likened to a paradise of delight, and your uninhabited and overthrown cities being walled about with strong ramparts.
祂說:正如從前眾人口中傳說你的荒涼,如今你也必成為眾人談論的對象,向萬人顯出奇事:你荒涼的地要比作樂園的佳美,你無人居住、傾覆的城邑要被堅固的城垣圍護築成。
1:3716
Καὶ γνώσονται τὰ ἔθνη, ὅσα ἂν κατα λειφθῇ κύκλῳ ὑμῶν, ὅτι ἐγὼ Κύριος ᾠκοδό μησα τὰς κατηρημωμένας, καὶ κατεφύτευσα τὰς ἠφανισμένας·
And the nations, as many as are left round about you, shall know that I the Lord have built up the ruined places, and planted that which was desolate.
在你們四圍所剩下的列國必知道,是我耶和華建造了那被拆毀之處,栽植了那荒涼之地。
1:3717
ἐγὼ Κύριος ἐλάλησα, καὶ ποιή σω
I the Lord have spoken it, and I will do it.
我耶和華說了,也必成就。
1:3718
Μαθήσεται δὲ τὰ ἐκ γειτόνων ἔθνη, ὅτι ἐγὼ καὶ τὰ σκυθρωπὰ πρότερον, καὶ νῦν τὰ θυμήρη παρ έχω, καὶ τῶν εἰρημένων τὸ βέβαιον ἐκ τῆς τοῦ εἰρη κότος ἀξιοπιστίας
The neighbouring nations shall learn that I am He who formerly brought the grievous things and now bestow the pleasant, and that the surety of what has been said comes from the trustworthiness of Him who has spoken it.
鄰近的列國必知曉,我就是那從前降下憂患、如今賜下喜樂的主;所說之事的確實,乃出於那說話者的可信。
1:3719
λζʹ Τάδε λέγει Ἀδωναῒ Κύριος·
Chapter 37. Thus says Adonai the Lord:
第三十七章。主耶和華如此說:
1:3720
Ἔτι τοῦτο ζητηθήσομαι τῷ οἴκῳ Ἰσραὴλ τοῦ ποιῆσαι αὐ τοῖς
Moreover in this shall I be sought by the house of Israel, that I should do it for them.
此外,以色列家還要向我求問這事,好使我為他們成就。
1:3721
Τὸ ζητηθήσομαι ὁ Σύμμαχος εὑρεθήσομαι ἔφη
Where the text has 'I shall be sought,' Symmachus rendered it 'I shall be found.'
經文作「我要被求問」之處,西馬庫斯譯作「我要被尋見」。
1:3722
Πρὸς ταῖς προτέραις, φησὶν, εὐεργεσίαις, καὶ ταύτην προσθήσω, καὶ τῆς ἀνακλήσεως αὐτοὺς ἀξιώσω
In addition, He says, to the former benefits, this too I will add, and I will deem them worthy of restoration.
祂說:在從前的恩惠之外,我還要加上這一樣,使他們配得復興的召回。
1:3723
Καὶ πληθυνῶ αὐτοὺς, ὡς πρόβατα ἅγια. Ἐπειδὴ γὰρ αὐτοὺς δίκην προβάτων ὑπὸ τὴν ἐμὴν ἀφώρισα κηδεμονίαν, ποιμενικῆς αὐτοῖς ἐπιμελείας μεταδώσω
And I will multiply them as a holy flock. For since I have set them apart under my providence after the manner of sheep, I will impart to them a shepherd's care.
我要使他們增多,如同聖潔的羊群。因我既照著羊群的樣式,將他們分別出來,歸在我的看顧之下,我就要以牧人的慈愛照管他們。
1:3724
Ὡς πρόβατα Ἱερουσαλὴμ ἐν ταῖς ἑορταῖς αὐτῆς, οὕτως ἔσονται αἱ πόλεις αἱ ἔρημοι πλή ρεις προβάτων καὶ ἀνθρώπων, καὶ γνώσονται, ὅτι ἐγὼ Κύριος
As the holy flock, as the flock of Jerusalem in her feasts, so shall the waste cities be filled with flocks of men; and they shall know that I am the Lord.
如同耶路撒冷在守節時的羊群,那荒涼的城邑也必如此充滿人群,如同羊群;他們就知道我是耶和華。
1:3725
Καθάπερ γὰρ, φησὶ, πρὸ τῆς γεγε νημένης πολιορκίας ἐπληροῦτο προβάτων ἡ Ἱερου σαλὴμ ἐν ταῖς μεγίσταις αὐτῶν πανηγύρεσιν, οὕτω πάσας αὐτῶν πληρώσω τὰς πόλεις, καὶ ἀνθρώπων, καὶ προβάτων, καὶ τῶν ἄλλων ἀγαθῶν, καὶ δι' αὐτῶν μαθήσονται τῶν πραγμάτων, ὅτι ἐγὼ Κύριός εἰμι καὶ Θεὸς, ἀποκτείνων καὶ ζωοποιῶν, πατάσσων καὶ ἰώμενος
For just as, He says, before the siege that came upon her Jerusalem was filled with sheep in their greatest festivals, so I will fill all their cities with men and with sheep and with all other good things; and through these very deeds they shall learn that I am the Lord and God, who kills and makes alive, who smites and heals.
祂說:正如在圍城臨到之前,耶路撒冷在他們最盛大的節期中滿是羊群,我也必照樣使他們一切的城邑滿有人、有羊、並一切美物;他們就要藉這些事實知道,我是耶和華,是神,是使人死、又使人活,擊打又醫治的主。
1:3726
Καὶ ἐγένετο ἐπ' ἐμὲ χεὶρ Κυρίου
And the hand of the Lord came upon me.
耶和華的手臨到我身上。
1:3727
Πάλιν χεῖρα τὴν θείαν ἐνέργειαν ἀποκαλεῖ
Again he calls the divine operation a 'hand.'
他再次以「手」稱呼神的作為。
1:3728
Πνευματικὴ πάλιν ἡ θεωρία·
Once more the vision is spiritual;
這異象同樣是屬靈的;
1:3729
οὐ γὰρ τοῖς τοῦ σώμα τος ὀφθαλμοῖς ἑώρα τὰ ὑποδεικνύμενα, ἀλλὰ τοῦ παναγίου πνεύματος ἐδέχετο τὴν ἀποκάλυψιν
for it was not with the eyes of the body that he beheld the things shown, but he received the revelation of the all-holy Spirit.
因他所看見所顯示的,並非用肉身的眼睛,乃是領受了至聖之靈的啟示。
1:3730
Καὶ τοῦτο ἦν μεστὸν ὀστέων ἀνθρώπων·
And this was full of human bones;
那裏遍滿人的骸骨;
1:3731
(βʹ.) Καὶ περιήγαγέ με ἐπ' αὐτὰ κυκλόθεν κύκλῳ, καὶ ἰδοὺ πολλὰ σφόδρα ἐπὶ προσώπου τοῦ πε δίου
(2) And he led me round about them on every side, and behold, there were very many upon the face of the plain.
(二)祂帶我從骸骨四圍經過,見平原上遍滿了骸骨,且極其多。
1:3732
Τοῖς πράγμασι συμβαινούσας τὰς ἀποκαλύψεις λαμβάνει·
He receives the revelations as corresponding to the circumstances;
他所領受的啟示,是與當時的情況相合的;
1:3733
ἐπειδὴ γὰρ δι' ἣν ἐνόσουν ἀπιστίαν τὰς χρηστοτέρας ἀπηγόρευσαν ἐλπίδας οἱ ἐκ τῆς Ἰου δαίας αἰχμάλωτοι γενόμενοι, τὴν οἰκείαν αὐτοῖς ὁ τῶν ὅλων Θεὸς ἐπιδείκνυσι δύναμιν, καὶ τὴν πολλῷ τῆς ἀνακλήσεως ἐκείνης δυσκολωτέραν τῶν νεκρῶν σω μάτων ἀνάστασιν ἐπιδείκνυσι τῷ προφήτῃ, καὶ δι' ἐκείνου πάντα διδάσκει τὸν λαὸν, ὡς πάντα αὐτῷ ῥᾴδια βουλομένῳ
for since, on account of the unbelief with which they were sick, those who had been taken captive out of Judaea had renounced the more cheerful hopes, the God of all displays to them his proper power, and shows the prophet a resurrection of dead bodies far more difficult than that restoration, and through him teaches all the people that all things are easy to Him when He wills.
因那從猶大被擄之人,由於所患的不信之病,已絕了較美好的盼望;於是萬有的神向他們顯明祂固有的大能,向先知顯示死屍復活這比那召回更為艱難之事,並藉著先知教訓全體百姓:只要祂願意,凡事在祂都是容易的。
1:3734
Ἰουδαίους μὲν οὖν καὶ τοὺς ἄλ λους Ἰσραηλίτας ἐδίδαξε διὰ τούτου, ὡς εὐπετὲς λίαν τῷ Θεῷ βουλομένῳ εἰς τὴν προτέραν ἐπαναγαγεῖν ἐλευθερίαν τοὺς αἰχμαλώτους γεγενημένους·
So then He taught the Jews and the other Israelites by this, that it is exceedingly easy for God, when He wills, to bring back to their former freedom those who had become captives;
如此,祂藉此教導猶太人並其餘的以色列人:神若願意,要使被擄之人回復從前的自由,實在是極為容易的;
1:3735
ἡμῖν δὲ καὶ πᾶσιν ἁπαξαπλῶς τοῖς εὐαγγελικὸν κήρυγμα μετὰ πίστεως δεξαμένοις, τῆς τῶν σωμάτων ἡμῶν ἀναστάσεως ἐπιδείκνυσι τὴν εὐκολίαν, καὶ ὅτι τῷ θείῳ λόγῳ καὶ νεύματι τῶν πραγμάτων ἡ φύσις ἀκολουθεῖ
and to us, and simply to all who have received the gospel proclamation with faith, He shows the ease of the resurrection of our bodies, and that the nature of things follows upon the divine word and nod.
祂也向我們,並向一切憑信心領受福音宣講的人,顯明我們身體復活的容易,並顯明萬物的本性都順從神的話語與意旨。
1:3736
( γʹ.) Υἱὲ ἀνθρώπου, εἰ ζή σεται τὰ ὀστᾶ ταῦτα; Καὶ εἶπον·
(3) Son of man, shall these bones live? And I said:
(三)人子啊,這些骸骨能活嗎?我說:
1:3737
Κύριε ὁ Θεὸς, σὺ ἐπίστασαι ταῦτα
O Lord God, you know these things.
主耶和華啊,這事你是知道的。
1:3738
Οὐκ ἀμφέβαλεν ὁ προφήτης, ἀλλὰ τῆς ἀκριβεστέρας γνώσεως τῷ Θεῷ παρεχώ ρησεν·
The prophet did not doubt, but yielded to God the more exact knowledge;
先知並非疑惑,乃是將那更確切的知識讓與神;
1:3739
εἰδὼς μὲν ἀκριβῶς τοῦ Θεοῦ τὸ δυνατὸν, ἀγνοῶν δὲ τὸ βούλημα
knowing accurately God's power, but being ignorant of His will.
他確知神的大能,卻不知神的旨意。
1:3740
Προφήτευσον ἐπὶ τὰ ὀστᾶ ταῦτα, προφήτευσον, υἱὲ ἀνθρώπου, καὶ ἐρεῖς πρὸς αὐτά·
Prophesy over these bones, prophesy, son of man, and you shall say to them:
你要向這些骸骨發預言,人子啊,你要發預言,對它們說:
1:3741
Τὰ ὀστᾶ τὰ ξηρὰ ταῦτα, ἀκούσατε λόγον Κυρίου·
You dry bones, hear the word of the Lord;
你們這些枯乾的骸骨啊,要聽耶和華的話;
1:3742
Τάδε λέγει Ἀδωναῒ Κύ ριος τοῖς ὀστέοις τούτοις·
Thus says Adonai the Lord to these bones:
主耶和華對這些骸骨如此說:
1:3743
Ἰδοὺ ἐγὼ εἰσάξω εἰς ὑμᾶς πνεῦμα ζωῆς
Behold, I will bring into you the breath of life.
看哪,我必使生命的氣息進入你們裏面。
1:3744
Καὶ δώσω ἐφ' ὑμᾶς νεῦρα, καὶ ἀνάξω ἐφ' ὑμᾶς σάρκας, καὶ ἐκτενῶ ἐφ' ὑμᾶς δέρμα, καὶ δώσω πνεῦμά μου ἐφ' ὑμᾶς, καὶ ζήσε σθε, καὶ γνώσεσθε, ὅτι ἐγώ εἰμι Κύριος
And I will lay sinews upon you, and bring up flesh upon you, and stretch skin over you, and put my Spirit into you, and you shall live; and you shall know that I am the Lord.
我必給你們加上筋,使肉長在你們身上,又將皮遮蔽你們,把我的靈放在你們裏面,你們就必活了;你們便知道我是耶和華。
1:3745
Ὑπουργῷ τῷ προφήτῃ, καὶ οἷόν τινι ὀργάνῳ τῆς κατὰ τὴν. ὀπτασίαν ἀναστάσεως κέχρηται, καὶ διὰ τῆς τούτου γλώττης τοῖς ἀψύχοις ἐκείνοις καὶ ἁπαξαπλῶς νε κροῖς ὀστέοις παρακελεύεται, καὶ σάρκας φῦσαι, καὶ νεῦρα, καὶ δέρμα, καὶ ζωτικὸν δέξασθαι πνεῦμα
He uses the prophet as a minister, and as it were an instrument of the resurrection seen in the vision, and through his tongue He commands those lifeless and utterly dead bones both to grow flesh and sinews and skin, and to receive the living breath.
祂用先知作僕役,如同作那異象中復活之事的器皿,並藉他的舌頭吩咐那些無生氣、全然死了的骸骨,使它們長出肉、筋、皮,並領受活的氣息。
1:3746
Καὶ ἐγένετο ταῦτα οὐ μόνον τῆς τῶν Ἰουδαίων ἀνακλήσεως, ἀλλὰ καὶ τῆς ἁπάντων ἀναστάσεως τύπος
And these things became a type not only of the restoration of the Jews, but also of the resurrection of all men.
這些事不僅成為猶太人復興的預表,也成為眾人復活的預表。
1:3747
Σαλπίσει γὰρ, φησὶν, ὁ θεῖος Ἀπόστολος, καὶ οἱ νεκροὶ ἀναστήσονται ἄφθαρτοι. ζʹ
For, He says, the divine Apostle declares, 'The trumpet shall sound, and the dead shall be raised incorruptible.'
因為,正如神聖的使徒所說:「號筒要響,死人要復活成為不朽壞的。」
1:3748
Καὶ προεφήτευσα, καθὼς ἐνετείλατό μοι Κύριος, καὶ ἐγένετο φωνὴ ἐν τῷ με προφητεῦσαι, καὶ ἰδοὺ σεισμὸς, καὶ προσήγαγον τὰ ὀστᾶ, ὀστέον πρὸς ὀστέον, ἕκαστον πρὸς τὴν ἁρμο νίαν αὑτοῦ
And I prophesied as the Lord commanded me; and there came a sound as I prophesied, and behold, a shaking, and the bones came together, bone to bone, each to its own joint.
我就照著耶和華所吩咐我的發了預言;正發預言的時候,有響聲,忽然地震動,骸骨便彼此聚合,骨與骨相連,各歸本節。
1:3749
Ὁ μὲν προφήτης τῷ θείῳ διακονῶν προστάγματι, τοὺς λόγους οὓς προσετάχθη προσ ήνεγκεν, ἠκολούθει δὲ τοῖς λόγοις τὸ ἔργον·
The prophet, ministering to the divine command, brought forth the words which he was ordered to speak, and the deed followed upon the words;
先知遵行神的命令,說出所吩咐他說的話,而事就隨著話而成;
1:3750
καὶ ὁ μὲν σεισμὸς τὴν θείαν ἐπιφάνειαν ἐδήλου, ἡ δὲ φωνὴ, τῶν ὑπουργούντων ἀγγέλων τῷ θείῳ βουλή ματι τὴν ἐνέργειαν
and the shaking made manifest the divine appearing, while the sound signified the operation of the angels who serve the divine will.
那震動顯明神的顯現,那響聲則表明服事神旨意之天使的作為。
1:3751
Τὰ δὲ ὀστᾶ, φησὶν, ἑώρων θέοντα, καὶ τὴν οἰκείαν ἁρμονίαν ἀπολαμβάνοντα, καὶ ἣν ἐξ ἀρχῆς ἔλαβε συνθήκην δεχόμενα
And the bones, he says, I saw running together, and taking again their own joining, and receiving the framework which they had at the beginning.
他說:我看見那些骸骨奔走相聚,各歸本位相接,重新領受起初所有的結構。
1:3752
Καὶ εἶδον, καὶ ἰδοὺ ἐπεγένετο αὐτοῖς νεῦρα, καὶ σάρκες ἀνεφύοντο, καὶ ἀνέβαινεν ἐπ' αὐτὰ, καὶ περιεστάθη αὐτοῖς δέρμα ἐπάνωθεν, καὶ πνεῦμα οὐκ ἦν ἐν αὐτοῖς
And I looked, and behold, sinews came upon them, and flesh grew, and came up upon them, and skin was drawn over them above; but there was no breath in them.
我觀看,見骸骨上有筋長出,肉也生長出來,覆蓋其上,上面又有皮遮蔽;只是裏面尚無氣息。
1:3753
Ἀκολουθεῖ τῇ προτέρᾳ δημιουργίᾳ ἡ δευτέρα ἀνάκτισις·
The second re-creation follows the manner of the first fashioning;
這第二次的再造,是循著頭一次創造的樣式;
1:3754
ὥσπερ γὰρ τοῦ προπάτορος Ἀδὰμ τὸ σῶμα πρότερον δι επλάσθη, εἶθ' οὕτως ἐνεπνεύσθη αὐτῷ ἡ ψυχή·
for just as the body of our forefather Adam was first moulded, and then thus the soul was breathed into him;
正如我們始祖亞當的身體先被塑造,然後才將魂氣吹入他裏面;
1:3755
οὕτω κἀνταῦθα συνῆλθεν ἀμφότερα πρὸς τὴν οἰκείαν ἁρ μονίαν
so here too both came together into their proper joining.
照樣,在此二者也一同來到,各歸本位相接。
1:3756
Ἔφυσε δὲ σάρκας καὶ νεῦρα, καὶ ἐκαλύφθη τῷ δέρματι·
It grew flesh and sinews, and was covered with the skin;
那身體長出肉與筋,並得皮遮蔽;
1:3757
ἔκειτο δὲ ἄπνοά τινα καὶ ἀκίνητα·
yet it lay breathless and motionless;
只是仍舊躺臥著,無氣息、不能動;
1:3758
ἀλλὰ τυγχάνει πάλιν καὶ ζωῆς καὶ αἰσθήσεως διὰ τοῦ θείου βουλήματος
but again it obtains both life and sensation through the divine will.
然而藉著神的旨意,它又重新得著生命與知覺。
1:3759
Προφήτευσον ἐπὶ τὸ πνεῦμα, προφήτευσον, υἱὲ ἀνθρώπου, καὶ εἰπὲ τῷ πνεύματι·
Prophesy to the breath, prophesy, son of man, and say to the breath:
人子啊,你要向氣息發預言,向氣息說:
1:3760
Τάδε λέγει Ἀδωναῒ Κύριος·
Thus says Adonai the Lord:
主耶和華如此說:
1:3761
Ἐκ τῶν τεσσάρων πνευμάτων ἐλθὲ τὸ πνεῦμα, καὶ ἐμφύσησον εἰς τοὺς νεκροὺς τούτους, καὶ ζησάτωσαν
Come from the four winds, O breath, and breathe upon these dead, that they may live.
氣息啊,要從四方而來,吹在這些被殺的人身上,使他們活過來。
1:3762
πνεῦμα, καὶ ἔζησαν καὶ ἔστησαν ἐπὶ τῶν ποδῶν αὑτῶν, συναγωγὴ πολλὴ σφόδρα
...the breath, and they lived and stood upon their feet, an exceedingly great congregation.
……氣息(進入他們),他們便活了,站起來,成為極大的軍隊。
1:3763
Ἐμοῦ, φησὶ, τὸ θεῖον διαπορθμεύ σαντος πρόσταγμα, καὶ ἐζωοποιήθη τὰ συνδεθέντα σώματα, καὶ ἀναστάσεως ἔτυχε, καὶ ἦν, φησὶ, πλῆ. θος οὐκ ὀλίγον τῶν ἀναστάντων
When I, he says, had conveyed the divine command, the bodies that had been joined together were made alive and attained resurrection; and there was, he says, no small multitude of those who rose.
他說:當我傳達了神的命令,那些聯合起來的身體便得了生命,得著復活;他說,復活之人的數目實在不少。
1:3764
Οὕτω θεασάμενος τὴν ἀποκάλυψιν, διδάσκεται τὴν ἑρμηνείαν
Having thus beheld the revelation, he is taught the interpretation.
他既如此看見了啟示,便得著解釋的教導。
1:3765
Καὶ ἐλάλησε Κύριος πρός με, λέγων·
And the Lord spoke to me, saying:
耶和華對我說:
1:3766
Υἱὲ ἀνθρώπου, τὰ ὀστᾶ ταῦτα οἶκος Ἰσραήλ ἐστι, καὶ αὐτοὶ λέγουσι·
Son of man, these bones are the whole house of Israel; and they say:
人子啊,這些骸骨就是以色列全家;他們說:
1:3767
Ξηρὰ γέγονε τὰ ὀστᾶ ἡμῶν, ἀπόλωλεν ἡ ἐλπὶς ἡμῶν, διαπεφωνήκαμεν
Our bones are dried up, our hope is lost, we are quite cut off.
我們的骨頭枯乾了,我們的指望失去了,我們滅絕淨盡了。
1:3768
Τύ πος, φησὶ, τοῦ Ἰσραὴλ ταῦτα, ὦ προφῆτα·
This, he says, O prophet, is a type of Israel;
先知啊,他說,這是以色列的預表;
1:3769
ἀλλ' ἐκεῖνοι μὲν τὰ κατὰ σφᾶς αὐτοὺς ἀπηγόρευσαν, ὁ δὲ τύπος ἔδειξε τῶν ἀγαθῶν τὴν ἐλπίδα
but they indeed despaired of their own affairs, while the type displayed the hope of good things.
然而他們雖對自己的境況絕望,這預表卻顯明了美善之事的盼望。
1:3770
Τάδε λέγει Ἀδωναῒ Κύ ριος·
Thus says Adonai the Lord:
主耶和華如此說:
1:3771
Ἰδοὺ ἐγὼ ἀνοίξω τὰ μνήματα ὑμῶν, λαός μου, καὶ ἀνάξω ὑμᾶς ἐκ τῶν τάφων ὑμῶν, καὶ εἰσάξω ὑμᾶς εἰς τὴν γῆν τοῦ Ἰσραήλ
Behold, I will open your graves, O my people, and bring you up out of your tombs, and bring you into the land of Israel.
我的民哪,看哪,我必開你們的墳墓,使你們從墳墓中出來,領你們進入以色列地。
1:3772
Καὶ γνώσεσθε, ὅτι ἐγώ εἰμι Κύριος, ἐν τῷ ἀνοῖξαί με τοὺς τάφους ὑμῶν, τοῦ ἀναγαγεῖν με ὑμᾶς ἐκ τῶν τάφων ὑμῶν, τὸν λαόν μου
And you shall know that I am the Lord, when I open your graves, that I may bring you up out of your tombs, O my people.
我的民哪,我開你們的墳墓,使你們從墳墓中出來的時候,你們就知道我是耶和華。
1:3773
Καὶ δώσω τὸ πνεῦμά μου ἐφ' ὑμᾶς, καὶ ζήσεσθε, καὶ θήσω ὑμᾶς εἰς τὴν γῆν ὑμῶν, καὶ γνώσεσθε, ὅτι ἐγὼ Κύριος ἐλάλησα καὶ ποιήσω, λέγει Ἀδωναῒ Κύριος
And I will put my Spirit into you, and you shall live, and I will set you in your own land; and you shall know that I the Lord have spoken it, and I will do it, says Adonai the Lord.
我必將我的靈放在你們裏面,你們就要活了;我必將你們安置在本地,你們就知道,我耶和華如此說了,也必成就,這是主耶和華說的。
1:3774
Εἰ τὸ πολλῷ, φησὶ, παρ' ὑμῖν δυσκολώτερον φαινόμενον, εὐπετῶς ὑπ' ἐμοῦ μάλα γινόμενον ἔδειξα, εὔδηλον, ὡς καὶ τοῦτο ῥᾷον μετὰ πολλῆς ποιήσω τῆς εὐμαρείας, καὶ οἷον ἀπό τινων τάφων τῶν τῆς αἰχμ αλωσίας δεσμῶν ἐξαγαγὼν ὑμᾶς, εἰς τὴν οἰκείαν ἐπανάξω πατρίδα·
If, He says, I have shown that what appears among you far more difficult is very readily accomplished by me, it is plain that this too I will do with great ease, and, as it were bringing you out of certain tombs, out of the bonds of captivity, I will lead you back to your own homeland;
祂說:我既已顯明那在你們看來遠為艱難之事,都極容易被我成就,那麼顯然這事我也必以極大的輕易成就,如同將你們從某些墳墓中,就是從被擄的捆綁中領出來,帶你們回到本鄉;
1:3775
τὸ γὰρ ψεῦδος, τῆς ἀληθείας ἀλλότριον
for falsehood is alien to the truth.
因為虛謊與真理是不相合的。
1:3776
Οὕτω τὴν ἐπάνοδον ὑποσχόμενος, τὴν μετὰ τὴν ἐπάνοδον τῶν φυλῶν προλέγει συμφω νίαν
Having thus promised the return, He foretells the harmony of the tribes that shall follow after the return.
祂既如此應許了歸回,便預言歸回之後各支派的和合。
1:3777
Καὶ ἐγένετο λόγος Κυρίου πρός με, λέ γων·
And the word of the Lord came to me, saying:
耶和華的話臨到我,說:
1:3778
Υἱὲ ἀνθρώπου, λάβε σεαυτῷ ῥάβδον μίαν, καὶ γράψον ἐπ' αὐτὴν τὸν Ἰούδα, καὶ τοὺς υἱοὺς Ἰσραὴλ, τοὺς προσκειμένους πρὸς αὐτὸν, καὶ ῥάβδον δευτέραν λήψῃ σεαυτῷ, καὶ γράψεις αὐτὴν τῷ Ἰωσὴφ ῥάβδον Ἐφραῒμ, καὶ πάντας τοὺς υἱοὺς Ἰσραὴλ τοὺς προστεθέν τας πρὸς αὐτούς
Son of man, take for yourself one rod, and write upon it, For Judah, and for the sons of Israel who are joined to him; and take a second rod for yourself, and write upon it, For Joseph, the rod of Ephraim, and all the sons of Israel who are added to them.
人子啊,你要取一根杖,在其上寫「為猶大和與他聯合的以色列人」;又取一根杖,在其上寫「為約瑟,就是以法蓮的杖,和與他們聯合的以色列全家」。
1:3779
Καὶ συνάψεις αὐτὰς πρὸς ἀλλήλας ἑαυτῷ εἰς ῥάβδον μίαν, τοῦ δῆσαι αὐτὰς, καὶ ἔσονται ὁμοῦ ἐν τῇ χειρί σου
And you shall join them one to another for yourself into one rod, so as to bind them, and they shall be together in your hand.
你要使這兩根杖彼此相接,成為一根,使它們在你手中合而為一。
1:3780
Ἐπὶ τοῦ Ῥοβοὰμ διῃρέθησαν αἱ φυλαὶ, καὶ αἱ μὲν δέκα καθ' ἑαυτὰς ἐγένοντο, ἐν μιᾷ τῶν τοῦ Ἐφραῒμ πό λεων τῇ Σαμαρείᾳ καταστησάμεναι τὰ βασίλεια, ἡ δὲ τοῦ Ἰούδα ἑαυτῆς ἦρχεν καὶ τῆς τοῦ Βενιαμίν
In the time of Rehoboam the tribes were divided, and the ten formed a group by themselves, establishing their kingdom in Samaria, one of the cities of Ephraim, while the tribe of Judah ruled over itself and over that of Benjamin.
在羅波安的時候,眾支派分裂了:那十個支派自成一群,在以法蓮的一座城撒瑪利亞建立了他們的國都;猶大支派則統治自己並便雅憫支派。
1:3781
Ἀλλὰ μετὰ τὴν ἐπάνοδον ὑπὸ μίαν ἐτέλεσαν ἅπαν τες ἡγεμονίαν
But after the return they were all brought together under a single sovereignty.
然而歸回之後,眾人都被聚集在同一個政權之下。
1:3782
τὴν δὲ τοῦ Ἰούδα, καὶ τῶν ἐκείνῳ συμφωνούντων
namely, that of Judah and of those in accord with him.
就是猶大以及那些與他同心之人的政權。
1:3783
εἶτα συνάψαι ἀλλήλαις τὰς ῥάβδους, ὡς τῆς διαιρέ σεως λοιπὸν παυσαμένης, καὶ τῆς ἑνώσεως ἐσομένης
Then to join the rods to one another, as though the division should henceforth cease and the union come to pass.
接著將那些杖彼此接合,好像那分裂從此止息,而合一將要成就。
1:3784
Εἶτα παρακελεύεται τῷ προφήτῃ, πυνθανομένῳ τῷ λαῷ, καὶ γνῶναι βουλομένῳ τὴν ἑρμηνείαν, διαῤῥή. δην εἰπεῖν·
Then He commands the prophet, when the people inquire and wish to know the interpretation, to declare it plainly, saying:
然後祂吩咐先知,當百姓查問、想要明白這解釋時,要明明地宣告說:
1:3785
Ἰδοὺ ἐγὼ λήψομαι τὴν φυλὴν Ἰωσὴφ τὴν διὰ χειρὸς Ἐφραῒμ, καὶ τὰς φυλὰς Ἰσραὴλ τὰς προσκειμένας πρὸς αὐτὸν, καὶ δώσω αὐτὰς ὑπὸ τὴν φυλὴν Ἰούδα, καὶ ἔσονται εἰς ῥάβδον μίαν ἐν τῇ χειρὶ Ἰούδα. Τοὺς πάλαι, φησὶν, ἀποσχοινί σαντας ἑαυτοὺς τῆς τοῦ Ἰούδα βασιλείας παρα σκευάσω πάλιν τὴν ἐκείνου ἐπιγνῶναι ἡγεμονίαν, καὶ παύσω μὲν τὴν γενομένην διαίρεσιν, συμφώνως δὲ ἁπάσας τὰς φυλὰς ὑπακούειν τῷ Ἰούδᾳ ποιήσω
Behold, I will take the tribe of Joseph, which is by the hand of Ephraim, and the tribes of Israel that are attached to him, and I will place them under the tribe of Judah, and they shall become one rod in the hand of Judah. Those, He says, who long ago severed themselves from the kingdom of Judah I will make once more acknowledge his rule; and I will put an end to the division that had occurred, and I will cause all the tribes in harmony to obey Judah.
「看哪,我要取約瑟的支派,就是藉以法蓮之手的那支派,並歸附於他的以色列各支派,將他們置於猶大支派之下,他們必在猶大手中成為一根杖。」祂說:那些從前使自己脫離猶大之國的人,我要使他們再次承認猶大的統治;我要止息已發生的分裂,並使眾支派同心順服猶大。
1:3786
Καὶ τὸ αὐτὸ πάλιν ἑρμηνεύει σαφέστερον
And again He interprets the same thing more clearly.
祂又更清楚地解釋同一件事。
1:3787
Ἰδοὺ ἐγὼ λαμβάνω πάντα οἶκον Ἰσραὴλ ἐκ μέσου τῶν ἐθνῶν, οὗ εἰσῆλθον ἐκεῖ, καὶ συνάξω αὐτοὺς εἰς τὴν γῆν τοῦ Ἰσραήλ
Behold, I will take the whole house of Israel out of the midst of the nations, where they went in, and I will gather them into the land of Israel.
「看哪,我要將以色列全家從他們所進入的列國之中領出來,將他們招聚到以色列地。」
1:3788
( βʹ.) Καὶ δώσω αὐτοὺς εἰς ἔθνος ἐν τῇ γῇ μου, καὶ ἐν τοῖς ὄρεσι τοῦ Ἰσραὴλ, καὶ ἄρχων εἷς ἔσται πάντων αὐ τῶν εἰς βασιλέα
(2) And I will make them one nation in My land, and on the mountains of Israel; and one ruler shall be over them all as king.
(二)「我要使他們在我地上、在以色列的山上成為一國;必有一位君王作他們眾人的王。」
1:3789
οὐδὲ γὰρ βασιλεὺς ὁ Ζορο βάβελ, ἀλλὰ δημαγωγὸς καὶ στρατηγὸς ἐγένετο
for Zerubbabel was not a king, but became a popular leader and a general.
因為所羅巴伯並非君王,乃是作了民眾的領袖與統帥。
1:3790
Καὶ οὐκ ἔσονται ἔτι εἰς δύο ἔθνη, οὐδὲ μὴ διαι ρεθῶσιν ἔτι εἰς δύο βασιλεῖς
And they shall no longer be two nations, nor shall they be divided any more into two kingdoms.
「他們必不再是兩國,也不再分為兩個王國。」
1:3791
(κγʹ, κδʹ.) Ἵνα μὴ μιαίνωνται ἔτι ἐν τοῖς εἰδώλοις αὑτῶν, καὶ ἐν τοῖς προσοχθίσμασιν αὑτῶν, καὶ ἐν πάσαις ταῖς ἀσεβείαις αὑτῶν·
(23, 24) That they may no longer defile themselves with their idols, and with their abominations, and with all their impieties;
(二十三、二十四)「使他們不再用他們的偶像、他們的可憎之物,以及他們一切的不敬虔玷污自己;」
1:3792
καὶ ῥύσομαι αὐτοὺς ἀπὸ πα σῶν τῶν ἀσεβειῶν αὐτῶν, ὧν ἥμαρτον ἐν αὐ ταῖς, καὶ καθαριῶ αὐτοὺς, καὶ ἔσονταί μοι εἰς λαὸν, καὶ ἐγὼ ἔσομαι αὐτοῖς εἰς Θεόν
and I will deliver them from all their impieties, in which they sinned, and I will cleanse them; and they shall be My people, and I will be their God.
「我必救他們脫離他們在其中犯罪的一切不敬虔,並潔淨他們;他們要作我的子民,我要作他們的神。」
1:3793
ἐν μέσῳ αὐτῶν, καὶ ποι μὴν εἷς ἔσται πᾶσιν αὐτοῖς
in their midst, and one shepherd shall be over them all.
「在他們中間,必有一位牧人作他們眾人的牧人。」
1:3794
Καὶ ἄλλα δὲ πρόβατα ἔχω, ἃ οὐκ ἔστιν ἐκ τῆς αὐλῆς ταύτης·
And I have other sheep also, which are not of this fold.
「我另外有羊,不屬這圈裡的。」
1:3795
δοῦλον δὲ, διὰ τὴν ἀνθρωπείαν φύσιν·
and He is called a servant on account of the human nature;
祂被稱為僕人,是因著人性的緣故;
1:3796
ἐν μορφῇ γὰρ Θεοῦ ὑπάρχων μορφὴν δούλου ἔλαβεν
for being in the form of God, He took the form of a servant.
因祂本有神的形像,卻取了僕人的形像。
1:3797
Ἵνα τοίνυν τὴν ληφθεῖσαν δείξῃ φύσιν, δοῦ λον προσηγόρευσε, τουτέστιν, ἐκ δουλικῆς κατὰ σάρκα γεγένηται φύσεως
Therefore, in order to display the nature He had assumed, He called Him a servant, that is, according to the flesh He came to be of a servile nature.
所以,為要顯明祂所取的性情,就稱祂為僕人,就是說,按肉體而言,祂是從奴僕的本性而生。
1:3798
Εἰ δὲ καὶ ἐκ δούλου ταύτην ἀνέλαβε τὴν φύσιν ἐνανθρωπή σας ὁ Θεὸς Λόγος, οὐκ ἀποβαλὼν ὃ ἦν, ἀλλὰ τῇ πρὸς τὴν θείαν φύσιν ἑνώσει τὸ ἡμέτερον δοξάσας
But even if God the Word, in becoming man, assumed this nature from a servant, He did not cast away what He was, but by the union with the divine nature glorified what is ours.
但即使神的道在成為人時,從奴僕取了這性情,祂並未捨棄祂原本所是的,反而藉著與神性的聯合,使我們的本性得了榮耀。
1:3799
Καὶ ἐν τοῖς προστάγμασί μου πορεύσονται, καὶ τὰ κρίματά μου φυλάξονται, καὶ ποιήσουσιν αὐτά
And they shall walk in My statutes, and shall keep My judgments, and do them.
「他們必遵行我的律例,謹守我的典章,並且遵行。」
1:3800
(κεʹ) Καὶ κατοικήσουσιν ἐπὶ τῆς γῆς αὑ. τῶν, ἣν ἔδωκα τῷ δούλῳ μου Ἰακὼβ, ἐν ᾗ κατῴκησαν ἐκεῖ οἱ πατέρες αὐτῶν, καὶ κατ οικήσουσιν ἐπ' αὐτῆς αὐτοὶ, καὶ οἱ υἱοὶ αὐτῶν, καὶ οἱ υἱοὶ τῶν υἱῶν αὐτῶν ἕως αἰῶνος·
(25) And they shall dwell in their land, which I gave to My servant Jacob, in which their fathers dwelt there; and they shall dwell upon it, they and their sons and their sons' sons, for ever.
(二十五)「他們必住在我賜給我僕人雅各之地,就是他們列祖所住之地;他們與他們的子孫,並子孫的子孫,都必永遠住在其上。」
1:3801
Ὅτι μὲν γὰρ οὐ δαμῶς τῷ Ζοροβάβελ ἁρμόττουσιν αἱ τοιαῦται προσ ηγορίαι, καὶ αὐτοὶ ἂν συμφαίησαν·
That such titles in no way fit Zerubbabel, even they themselves would agree;
至於這樣的稱號絕不適合所羅巴伯,連他們自己也會同意;
1:3802
πρῶτον μὲν γὰρ οὐδὲ βασιλεύων, ἀλλὰ δημαγωγῶν διετέλεσε·
for in the first place he did not continue as king, but as a popular leader;
因為第一,他並非以君王的身分,乃是以民眾領袖的身分度過一生;
1:3803
ἔπειτα δὲ καὶ αὐτὴ ἐκείνη ἡ ἡγεμονία τῷ θανάτῳ διελύθη
and then that very rule of his was dissolved by death.
其次,連他那統治也因死亡而消解了。
1:3804
Ὅτι δὲ ἀψευδὴς ἡ προ φητεία, καὶ αὐτοὶ συνομολογήσαιεν·
But that the prophecy is free of falsehood, they too would confess;
但這預言毫無虛假,連他們也必承認;
1:3805
δήλη καὶ σαφὴς καὶ ἡ ἐκεί νων ἐμβροντησία καὶ ἀπιστία, καὶ ἡ ἡμετέρα θεογνω σία
clear and manifest also is their stupefaction and unbelief, and our knowledge of God.
他們的昏昧與不信,以及我們對神的認識,也都是清楚明顯的。
1:3806
Βεβαιοῖ γὰρ τὰ εἰρημένα καὶ τὰ ἐπαγόμενα
For what follows also confirms what has been said.
因為隨後所說的也證實了先前的話。
1:3807
Καὶ διαθήσομαι αὐτοῖς διαθήκην εἰρήνης, διαθήκη αἰώνιος ἔσται μετ' αὐτῶν
And I will make with them a covenant of peace; it shall be an everlasting covenant with them.
「我要與他們立平安的約,這約要成為與他們永遠的約。」
1:3808
τά τε γὰρ αἰώνια ἡμῖν ὑπέσχετο ἀγαθὰ, καὶ τὰς πρὸς αὐτὸν ἡμῖν καταλλαγὰς ἐχαρίσατο
for He both promised us eternal good things, and granted us reconciliation with Himself.
因為祂既應許了我們永遠的福分,又賜給我們與祂和好。
1:3809
Αὐτὸς γάρ ἐστιν ἡ εἰρήνη ἡμῶν, ᾗ φησιν ὁ θεῖος Ἀπόστολος
For He Himself is our peace, as the divine Apostle says.
因為祂自己是我們的和平,正如那位神聖的使徒所說。
1:3810
Καὶ πάλιν Εἷς καὶ μεσίτης Θεὸς ἄνθρωπος Χριστὸς Ἰησοῦς, ὁ δοὺς ἑαυτὸν ἀντίλυτρον ἀντὶ πάντων
And again: There is one God, and one mediator between God and men, the man Christ Jesus, who gave Himself a ransom for all.
又說:「只有一位神,在神和人中間,只有一位中保,就是降世為人的基督耶穌,祂捨自己作萬人的贖價。」
1:3811
Καὶ τὰ μετὰ ταῦτα δὲ πάλιν συμβαίνει τοῖς εἰρη μένοις
And what comes after this again accords with what has been said.
此後所說的,也與前面的話相符。
1:3812
Καὶ τάξω αὐτοὺς, φησὶ, καὶ πληθυνῶ αὐτοὺς, καὶ θήσω τὰ ἅγιά μου ἐν μέσῳ αὐτῶν εἰς τὸν αἰῶνα
And I will set them, He says, and I will multiply them, and I will place My holy things in their midst for ever.
祂說:「我要安置他們,使他們增多,並要將我的聖所永遠設立在他們中間。」
1:3813
( κζʹ.) Καὶ ἔσται ἡ κατασκήνωσίς μου ἐν αὐτοῖς, καὶ ἔσομαι αὐτοῖς Θεὸς, καὶ αὐτοὶ ἔσον ταί μοι λαός
(27) And My habitation shall be among them, and I will be their God, and they shall be My people.
(二十七)「我的居所必在他們中間;我要作他們的神,他們要作我的子民。」
1:3814
Καὶ μὴν ἔρημος ὁ νεὼς, καὶ τὰ πά λαι ἅγια
And yet the temple is desolate, and the things of old that were holy.
然而聖殿荒涼了,連古時的聖物也是如此。
1:3815
Πῶς τοίνυν ὑπέσχετο θήσειν τὰ ἅγια αὑτοῦ ἐν μέσῳ αὐτῶν εἰς τὸν αἰῶνα καὶ τὴν κατασκήνωσιν αὑτοῦ ἐν αὐτοῖς; Οὐκοῦν καὶ τούτων οὐχ ὁρῶντες τὴν ἔκβασιν κατὰ τὴν Ἰουδαίων διάνοιαν, καὶ τὸ ἀληθὲς τῶν πνευματικῶν ῥημάτων εἰδότες, ἀκολού θως τοῖς προερμηνευθεῖσι καὶ ταῦτα νοήσομεν·
How then did He promise to set His holy things in their midst for ever, and His habitation among them? Therefore, since we do not see the fulfillment of these things according to the mind of the Jews, but know the truth of the spiritual words, in keeping with what was interpreted before we shall understand these things also;
那麼,祂怎會應許將祂的聖所永遠設在他們中間,並使祂的居所在他們當中呢?因此,既然我們按猶太人的想法看不見這些事的應驗,卻曉得屬靈言語的真義,我們就要照先前所解釋的,也如此領會這些事;
1:3816
ἔχομεν γὰρ καὶ τῶν πραγμάτων συνομολογοῦσαν τὴν μαρτυρίαν
for we have also the testimony of the facts themselves agreeing with it.
因為我們也有事實本身與此相符的見證。
1:3817
Οὐ γὰρ μόνον οἱ ἅγιοι τοῦ Θεοῦ οἶκοι,. ἀλλὰ καὶ τὰ θεῖα θυσιαστήρια πᾶσιν ἀνθρώποις ἐδωρήθη·
For not only the holy houses of God, but also the divine altars, were given as a gift to all men;
因為不但神聖潔的殿宇,連神聖的祭壇也賜給了萬人;
1:3818
πεπιστευκόσι, καὶ εἷς καὶ ὁ αὐτὸς καὶ τούτων κἀκείνων χρηματίζει Θεός·
to those who have believed; and one and the same God is called the God both of these and of those;
就是賜給那些已經相信的人;並且同一位神,被稱為這些人和那些人的神;
1:3819
Ὁ γὰρ αὐτὸς, φησὶ, Κύριος πάντων, πλουτῶν εἰς πάντας τοὺς ἐπι καλουμένους αὐτόν. Εἰκότως ἐπήγαγε·
For the same, He says, is Lord of all, rich unto all that call upon Him. Fittingly He added:
祂說:「因為眾人同有一位主,祂也厚待一切求告祂的人。」祂恰當地接著說:
1:3820
Καὶ γνώσονται τὰ ἔθνη, ὅτι ἐγώ εἰμι Κύριος, ὁ ἁγιάζων αὐτοὺς, ἐν τῷ εἶναι τὰ ἅγιά μου ἐν μέσῳ αὐτῶν εἰς τὸν αἰῶνα
And the nations shall know that I am the Lord, who sanctifies them, when My holy things are in their midst for ever.
「當我的聖所永遠在他們中間時,列國就必知道我是叫他們成聖的耶和華。」
1:3821
Τῷ ὄντι γὰρ διὰ τῶν ἐξ Ἰουδαίων πεπιστευκότων καὶ τὰ ἔθνη τὸ τῆς θεογνωσίας ἐδέξατο φῶς·
For in truth it was through those of the Jews who had believed that the nations also received the light of the knowledge of God;
因為列國實在是藉著那些已經相信的猶太人,才領受了認識神的光;
1:3822
ἐξ Ἰουδαίων γὰρ οἱ θεῖοι ἀπόστολοι, καὶ οἱ πρῶτοι τῶν ἀποστόλων μα θηταὶ, καὶ ἐκ τῶν παρὰ Ἰουδαίοις φυλαττομένων προφητικῶν βίβλων τὰ περὶ τοῦ Σωτῆρος ἡμῶν Χρι στοῦ μανθάνοντα τὰ ἔθνη, πεπίστευκε τῷ θείῳ κη ρύγματι
for of the Jews were the divine apostles, and the first disciples of the apostles; and it was from the prophetic books preserved among the Jews that the nations, learning the things concerning our Saviour Christ, believed the divine proclamation.
因為那些神聖的使徒,並使徒最初的門徒,都是出於猶太人;列國也是從猶太人所保存的先知書中,學到關乎我們救主基督的事,才相信了神聖的宣講。
1:3823
Οὗ χάριν καὶ ὁ θεῖος Ἀπόστολος ἐγκεντρί ζεσθαι ἔφη τοὺς ἐξ ἐθνῶν πιστεύοντας ἐν τῇ τῶν Ἰουδαίων εὐσεβεῖ ῥίζῃ, καὶ ἀποκλᾶσθαι, καὶ τῆς ῥίζης ταύτης χωρίζεσθαι τοὺς ἐξ Ἰουδαίων ἀπι στοῦντας
For which reason the divine Apostle also said that those of the nations who believe are grafted into the godly root of the Jews, while those of the Jews who disbelieve are broken off and separated from this root.
為此,那位神聖的使徒也說,那些相信的外邦人被接在猶太人敬虔的根上,而那些不信的猶太人卻被折下來,與這根分離。
1:3824
Τῆς σωτηρίας τοίνυν, φησὶ, πρώτοις Ἰου δαίοις χορηγουμένης γνώσεται τὰ ἔθνη, ὅτι ἐγώ εἰμι Κύριος ὁ ἁγιάζων αὐτούς·
Therefore, He says, when salvation is bestowed first upon the Jews, the nations shall know that I am the Lord who sanctifies them;
所以祂說:當救恩首先賜給猶太人時,列國就必知道我是叫他們成聖的主;
1:3825
ἐξ Ἰουδαίων οἱ ἀπόστολοι, καὶ οἱ πρῶτοι κήρυκες
of the Jews were the apostles, and the first heralds.
使徒和最初的傳道者都是出於猶太人。
1:3826
Εἰκότως τοίνυν τὰ ἔθνη διὰ τούτων ἀπολαύει τῆς σωτηρίας
Fittingly, then, the nations enjoy salvation through these.
因此,列國藉著這些人得享救恩,乃是理所當然的。
1:3827
Καὶ ἐγένετο λόγος Κυρίου πρός με, λέ γων·
And the word of the Lord came to me, saying:
耶和華的話臨到我,說:
1:3828
Υἱὲ ἀνθρώπου, στήρισον τὸ πρόσωπόν σου ἐπὶ Γὼγ, καὶ τὴν γῆν τοῦ Μαγὼγ, ἄρχοντα Ῥὼς, Μοσὸχ, καὶ Θοβέλ
Son of man, set your face against Gog, and the land of Magog, the prince of Rhos, Mosoch, and Thobel.
「人子啊,你要面向歌革和瑪各之地,就是羅斯、米設、土巴的君王。」
1:3829
Γὼγ καὶ Μαγὼγ Σκυθικὰ ἔθνη·
Gog and Magog are Scythian nations;
歌革和瑪各是西古提的民族;
1:3830
Μοσὸχ δὲ Καππαδόκας εἶναί φασι, καὶ Θοβὲλ Ἴβηρας·
and they say that Mosoch are the Cappadocians, and Thobel the Iberians;
他們說米設是加帕多家人,土巴是伊比利亞人;
1:3831
τὸ δὲ Ῥὼς ἡ Ἑβραίωνφωνὴ κεφαλὴν ἡρμήνευσε, καὶ ὁ Ἀκύλας δὲ κεφα λὴν Μοσὸχ τὸ Ῥὼς ἡρμήνευσε
and the Hebrew tongue rendered Rhos as 'head,' and Aquila too rendered 'the head of Mosoch' by Rhos.
希伯來文將「羅斯」解作「頭」,亞居拉也將「米設的頭」譯為「羅斯」。
1:3832
Τάδε λέγει Ἀδωναῒ Κύριος·
Thus says Adonai the Lord:
主阿多乃耶和華如此說:
1:3833
Ἰδοὺ ἐγὼ ἐπὶ σὲ, Γὼγ καὶ Μαγὼγ, ἄρχοντα Ῥὼς, Μοσὸχ καὶ Θοβέλ
Behold, I am against you, Gog and Magog, prince of Rhos, Mosoch and Thobel.
「歌革、瑪各,羅斯、米設、土巴的君王啊,看哪,我與你為敵。」
1:3834
Καὶ περι στρέψω σε κυκλόθεν, καὶ δώσω χαλινὸν εἰς τὴν σιαγόνα σου, καὶ συνάξω σε καὶ πᾶσαν τὴν δύ ναμίν σου, ἵππους καὶ ἱππεῖς ἐνδεδυμένους θώ ρακας πάντας, συναγωγὴ πολλή·
And I will turn you about on every side, and put a bridle in your jaw, and gather you and all your host, horses and horsemen all clad in breastplates, a great assembly;
「我要把你四面轉動,用鉤子鉤住你的腮頰,將你和你的全軍、馬匹和全副披甲的馬兵,就是大隊的人馬招聚起來;」
1:3835
πέλτας καὶ περικεφαλαίας, καὶ μαχαίρας, καὶ ἀσπίδας πάντες αὐτοὶ ἔχοντες
with light shields and helmets and swords and bucklers, all of them bearing these.
「他們全都拿著小盾牌、頭盔、刀劍和圓盾。」
1:3836
Ἐδίδαξεν ἡμᾶς διὰ τῶν εἰρημένων τῆς θείας ἐνεργείας τὸ δυνατὸν, καὶ ὅτι τῶν τοιούτων οὐδὲν δίχα τοῦ θείου βουλήματος γίνε ται, ἀλλ' ἢ οἰκονομοῦντος ἐπ' ἀγαθῷ, ἢ συγχωροῦν τος γίνεσθαι τὰ λυπηρὰ, διὰ τὰς προγεγενημένας. ἁμαρτίας
By what has been said He taught us the power of the divine working, and that none of such things comes to pass apart from the divine will, but either as He dispenses it for good, or as He permits grievous things to happen, on account of sins previously committed.
祂藉所說的話教導我們神作為的大能,並教導我們:這樣的事沒有一件是離了神的旨意而成的,乃是祂或為善而安排,或因先前所犯的罪而容許患難臨到。
1:3837
Πέρσαι γὰρ, φησὶ, καὶ Αἰθίοπες, καὶ Λυδοὶ, καὶ Λίβυες, καὶ Φοὺτ μετ' αὐτῶν
For Persians, He says, and Ethiopians, and Lydians, and Libyans, and Phut are with them.
祂說:「波斯人、古實人、路德人、呂彼亞人,以及弗人都與他們同在。」
1:3838
Εἶς δὲ καὶ οὗτος τῶν τοῦ Χὰμ υἱέων, τῶν ἑσπερίων Λιβύων προπάτωρ γενόμενος
And this one too was one of the sons of Ham, having become the forefather of the western Libyans.
這一位也是含的兒子之一,成了西方呂彼亞人的先祖。
1:3839
Πάντες περικεφαλαίαις καὶ πέλταις. Πάντες οὗτοι ἀσπίδας, καὶ περικε φαλαίας, καὶ πέλτας ἔχοντες
All with helmets and light shields. All these having bucklers, and helmets, and light shields.
「全都戴著頭盔、拿著小盾牌。這些人全都拿著圓盾、頭盔和小盾牌。」
1:3840
Γομὲρ, καὶ πάντες οὗτοι περὶ αὐτόν
Gomer, and all these round about him.
「歌篾和他四圍的眾人。」
1:3841
Φρύγας τούτους εἶναί φησιν·
He says these are the Phrygians;
他說這些是弗呂家人;
1:3842
Ἀπ' ἐσχάτου βοῤῥᾶ, καὶ πάντα τὰ ὑποστηρίγματα αὐτοῦ, καὶ ἔθνη πολλὰ μετ' αὐτοῦ. – Ὑποστηρίγματα λέγει τοὺς ὑπηκόους, τοὺς τὴν βασιλείαν ὑπερείδοντάς τε καὶ ἀνορθοῦντας
From the uttermost parts of the north, and all his supports, and many nations with him. — By 'supports' He means the subjects, those who prop up and set upright the kingdom.
「從極北之地而來,並他一切的支柱和許多民族與他同來。」祂所說的「支柱」是指那些屬民,就是扶持並鞏固國度的人。
1:3843
Ἑτοιμάσθητι, ἑτοίμασον σεαυτὸν, σὺ καὶ πᾶσα ἡ συναγωγή σου, ἡ ἐπισυνηγμένη πρὸς σὲ, καὶ ἔσῃ μοι εἰς προφυλακήν
Be prepared, prepare yourself, you and all your assembly that is gathered to you, and you shall be a guard for Me.
「你和聚集到你那裡的全會眾,都要預備,你自己也要準備妥當,你要作我的防衛。」
1:3844
Ἀφ' ἡμερῶν πλειόνων ἑτοιμασθήσῃ, καὶ ἐπ' ἐσχάτου τῶν ἐτῶν ἥξεις εἰς τὴν γῆν, τὴν ἀπεστραμμένην ἀπὸ μαχαίρας, ἠθροισμένη ἀπὸ λαῶν πολλῶν, ἐπὶ γῆν Ἰσραὴλ, ἣ ἐγέ νετο ἔρημος διόλου
After many days you shall be made ready, and in the last of the years you shall come into the land, which is turned back from the sword, gathered from many peoples, upon the land of Israel, which had become wholly desolate.
「過了許多日子,你必被派定;在末後之年,你必來到那脫離刀劍的地,就是從許多民族中聚集而來、以色列全然荒涼之地。」
1:3845
Μετὰ τὴν ἀπὸ Βαβυλῶνος ἐπάνοδον, φασὶν οἱ κατὰ καιρὸν γενόμενοι τῆς Ἐκκλησίας διδάσκαλοι, ταῦτα τὰ ἔθνη ἐπιστρατεῦ σαι τῇ Ἰουδαίᾳ·
After the return from Babylon, say the teachers of the Church who lived at that time, these nations marched against Judea;
在那時代作教會教師的人說:從巴比倫歸回之後,這些民族出兵攻擊猶太;
1:3846
καὶ συμβαίνει τῇ προφητείᾳ ἡ ἑρ μηνεία
and the interpretation agrees with the prophecy.
而這解釋與預言相符。
1:3847
Ἥξεις εἰς τὴν γῆν τὴν ἀπ εστραμμένην ἀπὸ μαχαίρας, τουτέστι, τὴν τῶν πολεμίων ἀπαλλαγεῖσαν, καὶ τῆς αἰχμαλωσίας ἐλευ θερωθεῖσαν
You shall come into the land that is turned back from the sword, that is, the land freed from enemies and delivered from captivity.
「你必來到那脫離刀劍的地」,就是說,脫離仇敵、從擄掠中得釋放之地。
1:3848
Ἠθροισμένη ἀπὸ λαῶν πολλῶν ἐπὶ γῆν Ἰσραὴλ, ἣ ἐγένετο ἔρημος διόλου. Φασὶ δὲ τοῦ Ζοροβάβελ στρατηγοῦντος ταῦτα τὰ ἔθνη ἀναιρεθῆναι, καὶ ἀπὸ τῶν σκύλων τοῦ θείου νεὼ τὴν οἰκοδομίαν γενέσθαι
Gathered from many peoples upon the land of Israel, which had become wholly desolate. They say that while Zerubbabel was general, these nations were destroyed, and that from their spoils the building of the divine temple was accomplished.
「從許多民族中聚集而來,到以色列全然荒涼之地。」他們說,當所羅巴伯作統帥時,這些民族被剿滅,且神聖聖殿的建造乃是用他們的擄物成就的。
1:3849
Οὐδὲ γὰρ ηὐπόρουν χρη μάτων ἄνδρες πένητες καὶ αἰχμάλωτοι·
For men who were poor and captives had no abundance of money;
因為貧窮又是被擄的人,並無充足的財物;
1:3850
εἰκὸς δὲ καὶ τοὺς πλησιοχώρους, τῇ τῶν Ἰουδαίων εὐπραξίᾳ φθο νοῦντας, ταῦτα κατ' αὐτῶν μισθώσασθαι τὰ ἔθνη·
and it is likely that the neighbouring peoples, envying the prosperity of the Jews, hired these nations against them.
並且鄰近的民族,因嫉妒猶太人的興盛,很可能雇了這些民族來攻擊他們。
1:3851
ὅτι γὰρ διεκώλυσαν τὴν οἰκοδομίαν, ποτὲ μὲν τοὺς ὑπάρχους, ποτὲ δὲ τοὺς Περσῶν βασιλέας ἐξαπα τῶντες, μάρτυς ἡ τοῦ Ἔσδρα συγγραφή
That they hindered the rebuilding, at one time deceiving the governors and at another the kings of the Persians, the writing of Ezra bears witness.
他們阻撓了重建的工程,時而欺騙那些總督,時而欺騙波斯的諸王,以斯拉的記述便是明證。
1:3852
Καὶ αὐτοὶ ἐξ ἐθνῶν ἐξεληλύθασι, καὶ κατοικοῦσιν ἐπ' εἰρήνης πάντες αὐτοί. Καὶ ἐκ τούτων δῆλον, ὡς εὐθὺς μετὰ τὴν ἐπάνοδον ἡ τῶν ἐθνῶν τούτων ἐγένετο ἔφοδος·
'And they have come forth out of the nations, and they all dwell in peace.' And from this it is plain that immediately after the return the incursion of these nations took place.
「他們都是從列國中出來的,如今都安然居住。」由此可見,就在歸回之後,這些列國的入侵便隨即發生了。
1:3853
Καὶ αὐτοὶ ἐξ ἐθνῶν ἐξεληλύθασι, καὶ κατοι κοῦσιν ἐπ' εἰρήνης
'And they have come forth out of the nations, and they dwell in peace.'
「他們都是從列國中出來的,並且安然居住。」
1:3854
(θʹ.) Καὶ ἀναβήσῃ ὡς ὑε. τὸς, καὶ ἥξεις ὡς καταιγὶς καὶ ὡς νεφέλη, καλύψαι τὴν γῆν·
(v. 9.) 'And thou shalt go up as rain, and shalt come as a tempest and as a cloud, to cover the land.'
(第九節。)「你必如暴雨上來,又如密雲遮蓋地面。」
1:3855
καὶ πεσῇ σὺ, καὶ πάντες οἱ περὶ σὲ, καὶ ἔθνη πολλὰ μετὰ σοῦ
'And thou shalt fall, and all that are about thee, and many nations with thee.'
「你和你四圍的眾人,並與你同來的許多國民,都必仆倒。」
1:3856
Ἕτερα, φησὶ προσδοκῶν, ἕτερα πείσῃ, καὶ ἐλπίζων νίκην ὀλέθρῳ παραδοθείσῃ
'Expecting one thing,' he says, 'thou shalt suffer another, and, while hoping for victory, thou shalt be delivered over to destruction.'
他說:「你所指望的是一樣,所遭遇的卻是另一樣;你盼望得勝,反被交付於滅亡。」
1:3857
Εἶτα αὐτοῦ καὶ τοὺς διαλογισμοὺς δια γράφει
Then he also describes his very reasonings.
接著,先知又把他的心思意念一一描繪出來。
1:3858
Ἀναβήσονται, φησὶ, λογισμοὶ ἐπὶ τὴν καρδίαν σου, καὶ συλλογιῇ πονηροὺς λογι σμοὺς, καὶ ἐρεῖς·
'Reasonings shall come up upon thy heart,' he says, 'and thou shalt devise evil thoughts, and shalt say:'
他說:「必有意念湧上你的心,你要圖謀惡計,並要說:」
1:3859
Ἀναβήσομαι ἐπὶ γῆν ἀπεῤ ῥιμμένην
'I will go up against a land that has been cast off.'
「我要上去攻擊那被撇棄之地。」
1:3860
Ἥξω ἐπὶ ἡσυχάζοντας λαοὺς ἐν ἡσυχίᾳ κατοικοῦντας γῆν, ἐν ᾗ οὐχ ὑπάρχει τεῖχος οὐδὲ θύραι
'I will come upon a people at ease, dwelling in quiet, inhabiting a land where there is neither wall nor gates.'
「我要來攻擊那安逸之民,就是安然居住、住在無牆無門之地的百姓。」
1:3861
Οὐδὲ μοχλοὶ τοῦ σκυλεῦσαι σκῦλα, καὶ προνομεῦσαι προνομὴν αὐτῶν τοῦ ἐπιστρέψαι χεῖρά μου ἐπὶ γῆν ἠρημωμένην
'Nor bars, to seize spoil and to plunder their plunder, to turn my hand against a land that has been laid waste,'
「也無門閂;為要搶奪掠物、擄掠財物,將我的手轉去攻擊那已成荒場之地,」
1:3862
ἣ κατῳκίσθη, ἐπὶ ἔθνος συνηγμένον ἀπὸ λαῶν πολλῶν, πεποιηκότες κτῆσιν καὶ ὕπαρξιν κατ οικούντων ἐπὶ τὸν ὀμφαλὸν τῆς γῆς
'which has been resettled; against a nation gathered together out of many peoples, who have acquired property and possessions, dwelling upon the navel of the earth.'
「就是那重新有人居住之地,攻擊那從許多民族中招聚而來的國,他們得了財產和貨物,住在地的中心。」
1:3863
Καὶ ταῦτα δὲ πάντα διδάσκει ἡμᾶς, ὡς μετὰ τὴν αἰχμαλωσίαν ἐγένετο, ἡνίκα οὔτε τείχη εἶχον αἱ πόλεις τῆς Ἰου δαίας, οὔτε πύλας, οὔτε μοχλοὺς, κατὰ τὴν προφη τείαν, διὸ καὶ κατεθάῤῥησεν ἐπιστρατεῦσαι τὰ προ ειρημένα ἔθνη·
And all these things teach us that it came to pass after the captivity, when the cities of Judaea had neither walls, nor gates, nor bars, according to the prophecy; wherefore also the aforesaid nations took courage to march against them.
而這一切都教導我們,此事乃是發生在被擄之後,正如預言所說,那時猶大的城邑既無城牆,又無城門,也無門閂;因此上述的列國才膽敢起兵攻擊他們。
1:3864
ἐπίσημος δὲ ἐγεγόνει μετὰ τὴν ἐπ άνοδον ὁ Ἰσραηλίτης λαὸς, ἐκ θείας ἐνεργείας τῆς ἐπανόδου τυχών·
For the people of Israel had become conspicuous after the return, having obtained their return by divine working.
因為以色列百姓在歸回之後已變得引人注目,他們的歸回乃是藉著神的作為而得的。
1:3865
καὶ καθάπερ ἡ ἐκ τῆς Αἰγύπτου ἔξοδος πολλὴν αὐτῷ παρέσχε τὴν περιφάνειαν, οὕτως ἡ ἀπὸ Βαβυλῶνος ἐπάνοδος λαμπροὺς αὐτοὺς καὶ περιβλέπτους ἐποίησεν·
And just as the exodus from Egypt afforded them great renown, so the return from Babylon made them illustrious and much regarded.
正如從埃及出來為他們帶來極大的聲望,照樣,從巴比倫的歸回也使他們顯赫而備受矚目。
1:3866
οὗ χάριν καὶ ἐπιστρατεῦσαι αὐτοῖς ταῦτα τετόλμηκε τὰ ἔθνη
For which reason these nations dared to march against them.
正因如此,這些列國才敢起兵攻擊他們。
1:3867
Καὶ μηδεὶς οἰέσθω ἀπίθανον τὴν προφητείαν, λογιζόμενος τὸ μεταξὺ διάστημα τῶν Σκυθικῶν ἐθνῶν, καὶ τῆς Ἰουδαίας
And let no one think the prophecy incredible, reckoning up the distance that lies between the Scythian nations and Judaea.
願沒有人因計算著西徐亞諸族與猶大之間相隔的距離,便以為這預言難以置信。
1:3868
Ἐνθυμείσθω δὲ ὡς καὶ ἐν τοῖς ἡμετέροις χρόνοις πᾶσαν τὴν Ἕω τοῦτο τὸ ἔθνος κατέλαβε, καὶ πλεῖστον πλῆθος ἐξανδραποδίσαν ἀπῆλθε
But let him consider that even in our own times this nation overran all the East, and departed having enslaved a very great multitude.
反倒要思想:即便在我們自己的時代,這一民族也橫掃了整個東方,擄掠了極大的群眾之後方才離去。
1:3869
Φρύγας δὲ καὶ Γα λάτας, Ἴβηράς τε καὶ Πέρσας, καὶ Αἰθίοπας, οὐχ ὡς ὑπακούοντας αὐτῷ λέγει συστρατεύεσθαι, ἀλλ' ὡς διαφόρως ἀναμιγέντας αὐτῷ, καὶ τοὺς μὲν αὐ τομολήσαντας καὶ ἑκοντὶ στρατευσαμένους, τοὺς δὲ δορυαλώτους γενομένους, καὶ συμπολεμεῖν ἀναγκα ζομένους
But the Phrygians and Galatians, the Iberians and Persians and Ethiopians, he says march together with him, not as being subject to him, but as being variously mingled with him: some having deserted and served willingly, and others having become prisoners of war and being compelled to fight alongside him.
至於弗呂家人和加拉太人、以比利亞人和波斯人並古實人,他說他們與他一同出征,並非因為臣服於他,乃是以不同方式與他混雜在一起:有些是叛投過來、甘心從軍的,有些則是被擄為戰俘、被迫一同作戰的。
1:3870
Τούτοις ὁ θεῖος λόγος καὶ ἠθοποιίαν προσ τίθησιν ἐκ προσώπου τῶν ἄλλων ἐθνῶν
To these the divine word adds also a characterization put in the mouth of the other nations.
對於這些人,神聖的話語又加上一段以其他列國口吻所作的刻畫。
1:3871
Ἆρα εἰς προνομὴν τοῦ προνομεῦσαι σὺ ἔρχῃ, καὶ σκυλεῦσαι σκῦλα; Ἐξεκκλησίασας τὸν λαόν σου, τοῦ λαβεῖν ἀργύριον καὶ χρυσίον, ἀπενέγκασθαι κτῆσιν καὶ ὕπαρξιν, τοῦ σκυ λεῦσαι σκῦλα μεγάλα
'Art thou come to take spoil, to seize plunder? Thou hast assembled thy multitude to take silver and gold, to carry off property and possessions, to seize great spoil.'
「你來豈是要搶奪掠物、擄掠財物麼?你聚集你的群眾,是要奪取金銀、擄去財產貨物、搶奪極大的掠物。」
1:3872
Σαβὰ δὲ, ὡς ἤδη ἔφην, ἔθνος ἐστὶν Αἰθιοπικὸν καὶ Ἰνδικόν·
And Sheba, as I have already said, is a nation both Ethiopian and Indian.
至於示巴,正如我先前所說,乃是一個既屬古實又屬印度的民族。
1:3873
ἔστι δὲ καὶ ἄλλη Αἰ θιοπική·
But there is also another Ethiopian nation.
然而另有一個古實的民族。
1:3874
Ταῦτα, φη. σὶν, ἅπαντα τὰ ἔθνη, ὁρῶντά σου τὴν ἐπανάστασιν, γνώσονται ὅτι χρημάτων ἐρῶν τὴν στρατείαν ἐποιήσω ταύτην
'All these nations,' he says, 'seeing thy uprising, shall know that thou hast made this campaign out of love of riches.'
他說:「這一切列國看見你的興起,就知道你發動這場征戰乃是出於貪愛財物。」
1:3875
Τάδε λέγει Ἀδωναῒ Κύριος·
'Thus saith the Lord Adonai:'
「主耶和華如此說:」
1:3876
Οὐχὶ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, ἐν τῷ κατοικισθῆναι τὸν λαόν μου τὸν Ἰσραὴλ ἐπ' εἰρήνης, γνώσῃ καὶ ἐγερθήσῃ; Καὶ ἥξεις ἀπὸ τοῦ τόπου σου ἀπ' ἐσχάτου βοῤῥᾶ, σὺ καὶ πολλὰ ἔθνη μετὰ σοῦ·
'Shall it not be in that day, when my people Israel are settled in peace, that thou shalt know and be roused up? And thou shalt come from thy place, from the uttermost parts of the north, thou and many nations with thee;'
「當我民以色列安然居住的那日,你豈不知道、豈不興起麼?你必從你的地方,從北方的極處而來,你和與你同來的許多國民,」
1:3877
ἀναβάται ἵππων πάντες, συναγωγὴ μεγάλη, καὶ δύναμις πολλή
'all of them riders upon horses, a great assembly and a mighty host.'
「都騎著馬,成為大隊人馬,強盛的軍兵。」
1:3878
Καὶ ἀναβήσῃ ἐπὶ τὸν λαόν μου Ἰσραὴλ, ὡς νεφέλη, καλύψαι γῆν; Ἐπ' ἐσχάτων τῶν ἡμερῶν ἔσται·
'And thou shalt go up against my people Israel, as a cloud to cover the land. It shall be in the last of the days;'
「你必上來攻擊我民以色列,如密雲遮蓋地面。這事必在末後的日子發生;」
1:3879
τουτέστι, μετὰ τὴν ἐπάνοδον τοῦ Ἰσραήλ·
that is, after the return of Israel.
就是說,在以色列歸回之後。
1:3880
Ἐν τῷ κατοικισθῆναι τὸν λαόν μου Ἰσραὴλ ἐπ' εἰρήνης, γνώσῃ καὶ ἐγερθήσῃ. Τοιοῦτόν ἐστι καὶ τὸ ὑπὸ τοῦ μακαρίου Μωσέως εἰρημένον·
'When my people Israel are settled in peace, thou shalt know and be roused up.' Such too is that which was said by the blessed Moses:
「當我民以色列安然居住的時候,你必知道、必興起。」蒙福的摩西所說的話也是如此:」
1:3881
αὐτῶν, ὦ Γώγ. Τὰ ἔθνη νῦν οὐ χρῄζει τοῦ Γὼγ εἰς διδασκαλίαν τοῦ τῶν ὅλων Θεοῦ·
'...against them, O Gog.' The nations now have no need of Gog for the teaching concerning the God of all;
「⋯⋯攻擊他們,歌革啊。」如今列國並不需要歌革來教導他們認識萬有的神;
1:3882
Πάλαι δὲ, πρὸ τῆς τοῦ Κυρίου ἐνανθρωπήσεως, τῶν τοιούτων ἐδεῖτο θαυμά των
but of old, before the Lord's incarnation, they had need of such wonders.
但在古時,在主道成肉身以先,他們曾需要這樣的奇事。
1:3883
Καὶ γὰρ τοῦ Σενναχηρεὶμ ἐν τῇ Ἰουδαίᾳ τὰς πολλὰς ἐκείνας ἀπωλέσαντος χιλιάδας, ἐπέγνω τὰ ἔθνη διὰ τοῦ θαύματος τὸν τῶν ἁπάντων Θεόν
For indeed, when Sennacherib lost in Judaea those many thousands, the nations came to know, through the wonder, the God of all.
誠然,當西拿基立在猶大喪失了那許多的千萬人之時,列國便藉著這奇事認識了萬有的神。
1:3884
Γνωστὸς ἐν τῇ Ἰου δαίᾳ ὁ Θεὸς, ἐν τῷ Ἰσραὴλ μέγα τὸ ὄνομα αὐτοῦ. Καὶ τῶν ἐθνῶν δὲ τούτων ἀναιρεθέντων ἐν τῇ Ἰουδαίᾳ, μαθόντες ἅπαντες τοῦ Θεοῦ τῶν ὅλων τὴν δύ ναμιν, εἰς ὑμνῳδίαν τὰς γλώσσας ἐκίνησαν
'God is known in Judaea; in Israel his name is great.' And when these nations were destroyed in Judaea, all, having learned the power of the God of all, moved their tongues to song of praise.
「在猶大神為人所認識,在以色列他的名為大。」當這些列國在猶大被剿滅之時,眾人既認識了萬有之神的大能,便都動口舌歌頌讚美。
1:3885
Ἵνα γνῷ με πάντα τὰ ἔθνη, ἐν τῷ ἁγιασθῆναί με ἐν σοί. Τουτέστιν, Ἐν τῷ δοξασθῆναί με δήλης μου τῆς δυνάμεως γενομένης
'That all the nations may know me, when I am sanctified in thee.' That is, When I am glorified, my power being made manifest.
「使一切列國因我在你身上顯為聖,就都認識我。」就是說,當我得榮耀、我的大能得以顯明的時候。
1:3886
Τάδε λέγει Ἀδωναῒ Κύριος τῷ Γώγ·
'Thus saith the Lord Adonai to Gog:'
「主耶和華對歌革如此說:」
1:3887
Σὺ εἶ, περὶ οὗ ἐλάλησα πρὸ ἡμερῶν τῶν ἔμπροσθεν διὰ χειρὸς τῶν δούλων μου τῶν προφητῶν τοῦ Ἰσραὴλ, τῶν προφητευσάντων ἐν ταῖς ἡμέ ραις ἐκείναις καὶ ἔτεσι, τοῦ ἀναγαγεῖν σε ἐπ' αὐτούς
'Art thou he of whom I spoke in former days by the hand of my servants the prophets of Israel, who prophesied in those days and years, that I would bring thee up against them?'
「我在古時藉我僕人以色列的眾先知所說的,就是你麼?他們在那些年日豫言,說我必使你上來攻擊他們。」
1:3888
Καὶ Ἰωὴλ, καὶ Ὠσηὲ, καὶ Μιχαίας, καὶ οἱ ἄλλοι προφῆται περὶ τούτων τῶν ἐθνῶν προεθέσπι σαν
Joel too, and Hosea, and Micah, and the other prophets uttered predictions concerning these nations.
約珥、何西阿、彌迦,以及其他的眾先知,也都豫先論到這些列國。
1:3889
Καὶ διαθήσομαι αὐ τοῖς διαθήκην ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, μετὰ τῶν θηρίων τοῦ ἀγροῦ, καὶ μετὰ τῶν πετεινῶν τοῦ οὐρανοῦ, καὶ μετὰ τῶν ἑρπετῶν τῆς γῆς·
'And I will make a covenant with them in that day, with the beasts of the field, and with the birds of heaven, and with the creeping things of the earth;'
「當那日,我必為他們與田野的走獸、和空中的飛鳥、並地上的爬物立約;」
1:3890
καὶ τόξον, καὶ ῥομ φαίαν, καὶ πόλεμον συντρίψω ἀπὸ τῆς γῆς, καὶ κατ οικιῶ σε ἐπ' ἐλπίδι. Καὶ Ἰωὴλ δὲ, Ἰδοὺ, φησὶν, ἐγὼ ἐν ταῖς ἡμέραις ἐκείναις, καὶ ἐν τῷ καιρῷ ἐκεί. νῳ, ὅταν ἐπιστρέψω τὴν αἰχμαλωσίαν Ἰούδα καὶ Ἱερουσαλὴμ, καὶ συνάξω πάντα τὰ ἔθνη, καὶ κατάξω αὐτὰ εἰς τὴν κοιλάδα Ἰωσαφὰτ, καὶ διακριθήσομαι πρὸς αὐτοὺς ἐκεῖ ὑπὲρ τοῦ λαοῦ μου, καὶ τῆς κληρο νομίας μου Ἰσραήλ. Μιχαίας δὲ οὕτω φησίν·
'and bow, and sword, and war I will break off from the earth, and I will make thee to dwell in hope.' And Joel also says, 'Behold, in those days and in that time, when I shall turn back the captivity of Judah and Jerusalem, I will also gather all the nations, and bring them down into the valley of Jehoshaphat, and I will enter into judgement with them there on behalf of my people and of my inheritance Israel.' And Micah speaks thus:
「我必從地上折斷弓、刀、和爭戰,使他們安然躺臥。」約珥也說:「看哪,到那些日子、那時候,我使猶大和耶路撒冷被擄之人歸回的時候,我必聚集萬民,帶他們下到約沙法谷,在那裏為我百姓、我產業以色列的緣故與他們爭辯。」彌迦則這樣說:」
1:3891
Ὤδινε καὶ ἀνδρίζου, θύγατερ Σιὼν, ὡς τίκτουσα, διότι νῦν ἐξελεύσῃ ἐκ πόλεως, καὶ κατασκηνώσεις ἐν πεδίῳ, καὶ ἥξεις ἕως Βαβυλῶνος·
'Be in travail and be strong, O daughter of Zion, like a woman in childbirth, for now thou shalt go forth out of the city, and shalt encamp in the field, and shalt come as far as Babylon;'
「錫安的女子啊,你要疼痛、要奮力,好像臨產的婦人;因為你如今必出城,住在田野,直到巴比倫;」
1:3892
ἐκεῖθεν ῥύσε ταί σε Κύριος ὁ Θεός σου ἐκ χειρὸς ἐχθρῶν σου
'thence shall the Lord thy God deliver thee out of the hand of thine enemies.'
「在那裏耶和華你的神必救你脫離你仇敵的手。」
1:3893
Καὶ νῦν ἐπισυνήχθη ἐπὶ σὲ ἔθνη πολλὰ, οἱ λέγοντες·
'And now many nations are gathered together against thee, who say:'
「現在有許多國民聚集攻擊你,他們說:」
1:3894
Ἐπιχαρούμεθα, καὶ ἐπόψονται οἱ ὀφθαλμοὶ ἡμῶν ἐπὶ Σιὼν, καὶ αὐτοὶ οὐκ ἔγνωσαν τὸν λογισμὸν Κυρίου, καὶ οὐ συνῆκαν τὴν βουλὴν αὐτοῦ, ὅτι συνήγαγεν αὐτοὺς, ὡς δράγματα ἅλωνος
'We will rejoice, and our eyes shall look upon Zion; but they knew not the reckoning of the Lord, nor did they understand his counsel, that he gathered them as sheaves of the threshing-floor.'
「我們要幸災樂禍,親眼觀望錫安。」但他們卻不曉得耶和華的意念,也不明白他的旨意,就是他聚集他們如同禾捆上到禾場。
1:3895
Ἀνάστηθι καὶ ἀλόα αὐτοὺς, θύγατερ Σιὼν, ὅτι τὰ κέρατά σου θήσομαι σιδηρᾶ, καὶ τὰς ὁπλάς σου θήσομαι χαλκᾶς, καὶ κατ άξεις ἐν αὐτοῖς ἔθνη, καὶ λεπτυνεῖς λαοὺς πολλοὺς, καὶ ἀναθήσεις τῷ Κυρίῳ πλῆθος αὐτῶν, καὶ τὴν ἰσχὺν αὐτῶν τῷ Κυρίῳ πάσης τῆς γῆς. Καὶ Ζα χαρίας δέ φησιν·
'Arise and thresh them, O daughter of Zion, for I will make thy horns iron, and I will make thy hoofs brass, and thou shalt beat in pieces many nations, and thou shalt crush many peoples, and shalt dedicate their multitude to the Lord, and their strength to the Lord of all the earth.' And Zechariah too says:
「錫安的女子啊,起來踹踏罷;因我必使你的角成為鐵,使你的蹄成為銅;你必打碎多國,粉碎許多民族,將他們的群眾獻與耶和華,將他們的財力獻與全地的主。」撒迦利亞也說:」
1:3896
Οὗτος ὁ λόγος Κυρίου πρὸς Ζο ροβάβελ, λέγων·
'This is the word of the Lord to Zerubbabel, saying:'
「這是耶和華指著所羅巴伯所說的話,說:」
1:3897
Οὐκ ἐν δυνάμει μεγάλῃ, οὐδὲ ἐν ἰσχύϊ, ἀλλ' ἐν Πνεύματί μου, λέγει Κύριος παντο κράτωρ
'Not by great might, nor by strength, but by my Spirit, saith the Lord Almighty.'
「不是倚靠勢力,不是倚靠才能,乃是倚靠我的靈,這是萬軍之耶和華說的。」
1:3898
Τίς εἶ σὺ, τὸ ὄρος τὸ μέγα, τὸ πρὸ προσ ώπου Ζοροβάβελ, τοῦ κατορθῶσαι; Ἐξ ὧν δῆλον, ὡς μετὰ τὴν ἐπάνοδον ἐπεστράτευσε τὰ ἔθνη ταῦτα, καὶ κατελύθη θείᾳ χειρί
'Who art thou, O great mountain, that art before the face of Zerubbabel, to set him right?' From which it is plain that after the return these nations marched against them, and were brought to nought by the divine hand.
「大山哪,你算甚麼呢?在所羅巴伯面前,你必成為平地。」由此可見,在歸回之後,這些列國起兵攻擊他們,卻被神的手所消滅。
1:3899
Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, ἐν ᾖ ἂν ἡμέρᾳ ἔλθῃ ὁ Γὼγ ἐπὶ τὴν γῆν Ἰσραὴλ, λέγει Ἀδωναῒ Κύριος, ἀναβήσεται ὁ θυμός μου ἐν ὀργῇ μου
'And it shall come to pass in that day, in the day when Gog shall come against the land of Israel, saith the Lord Adonai, that my fury shall come up in my wrath.'
「主耶和華說:歌革來攻擊以色列地的那日,我的烈怒必在我的忿怒中發作。」
1:3900
Καὶ ὁ ζῆλός μου ἐν πυρὶ τῆς ὀργῆς μου·
'And my jealousy in the fire of my wrath;'
「我的妒忿必在我烈怒的火中;」
1:3901
ἐλάλησα ὑμῖν, ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἔσται σει σμὸς μέγας ἐπὶ τῆς γῆς τοῦ Ἰσραήλ
'I have spoken to you; in that day there shall be a great shaking upon the land of Israel.'
「我已向你們說過;當那日,在以色列地必有大震動。」
1:3902
Σει σμὸν καλεῖ τὸ τοῦ πράγματος μέγεθος
By 'shaking' he calls the magnitude of the event.
他以「震動」來稱呼那事件的浩大。
1:3903
Ὥσπερ γὰρ τοῦ σεισμοῦ τὴν αἴσθησιν ἅπαντες μετὰ δέους δεχό μεθα, οὕτω καὶ τῶν μεγάλων θαυμάτων τὴν γνῶσιν
For just as we all receive the sensation of an earthquake with dread, so also do we receive the knowledge of great wonders.
因為正如我們眾人都懷著恐懼領受地震的感覺,照樣,我們也如此領受對大奇事的認識。
1:3904
Οὐδὲν δὲ ἀπεικὸς, καὶ σεισμὸν γενέσθαι τῆς τιμωρίας τοῖς δυσσεβέσι καὶ θηριώδεσιν ἐπαγομένης
Nor is it improbable that an actual earthquake also came to pass, being brought as a punishment upon the impious and brutish ones.
而確有地震發生也非不可能,這震動乃是作為刑罰,臨到那些不敬虔、如同野獸的人。
1:3905
Τὸν δὲ θυμὸν, καὶ τὴν ὀργὴν, καὶ τὸν ζῆλον, καὶ τὸ πῦρ τῆς ὀργῆς, θεοπρεπῶς νοήσομεν
But the fury, and the wrath, and the jealousy, and the fire of the wrath, we shall understand in a manner befitting God.
至於烈怒、忿怒、妒忿、以及忿怒的火,我們當以合乎神的方式來領會。
1:3906
Ἀνθρωπίνως γὰρ αὐτὰ τέθεικε τὴν τιμωρίαν παραδηλῶν
For in human fashion he has set them down, indicating the punishment.
因為他乃是以人的方式提及這些,藉此表明那刑罰。
1:3907
Λέγει δὲ σεισθήσεσθαι ἀπὸ τοῦ φόβου τῶν γεγονότων οὐ μόνον τοὺς ἀνθρώπους, ἀλλὰ καὶ τοὺς ἰχθύας, καὶ τὰ πε τεινὰ, καὶ τὰ ἑρπετὰ, καὶ τὰ θηρία·
And he says that from the fear of the things that had happened not only men shall be shaken, but also the fishes, and the birds, and the creeping things, and the beasts;
他又說,因著所發生之事的驚恐,不但人要震動,連魚、飛鳥、爬物、和走獸也都要震動;
1:3908
τά τε ὄρη ῥα γήσεσθαι, καὶ τὰς φάραγγας συγχωσθήσεσθαι, καὶ τὰ τείχη διαλυθήσεσθαι
and that the mountains shall be rent, and the ravines shall be filled up, and the walls shall be broken down.
並且諸山要崩裂,山谷要被填平,牆垣要倒塌。
1:3909
Ἐξ ὧν δῆλον, ὅτι σεισμὸν τῷ ὄντι τὸν σεισμὸν ἐκάλεσεν
From which it is plain that he called the shaking a shaking in very truth.
由此可見,他所稱的震動,實在就是真正的震動。
1:3910
Οὐ γὰρ μόνον τοῖς λο γικοῖς, ἀλλὰ καὶ τοῖς ἀλόγοις δέος ἐπιτίθησιν ὁ σει σμὸς, καὶ ὄρη διαῤῥήγνυσιν, ὡς ἐκ τῶν ἀποσχιζο μένων τμημάτων ἀποφράττεσθαι τὰς φάραγγας
For not only upon rational beings, but also upon the irrational, does the earthquake lay dread; and it rends mountains, so that from the pieces broken off the ravines are blocked up.
因為地震不但使有理性的受造之物懼怕,也使無理性的受造之物懼怕;它撕裂群山,以致那崩落的碎塊將山谷堵塞。
1:3911
Καὶ τείχη καταλύει, καὶ πόλεις συγχώννυσι, καὶ ἁπαξα πλῶς τούτου διδάσκαλος ἡ πεῖρα
And it overthrows walls, and buries cities together in ruin; and, in a word, of this experience is the teacher.
它又推倒牆垣,把城邑一同埋在瓦礫之中;一言以蔽之,經驗就是這事的教師。
1:3912
Καὶ συγκαλέσω ἐπ' αὐτὸν φόβον μαχαί ρας εἰς πάντα τὰ ὄρη μου, λέγει Ἀδωναῒ Κύριος
'And I will call together against him the fear of the sword upon all my mountains, saith the Lord Adonai.'
「主耶和華說:我必令刀劍的恐懼臨到我的諸山攻擊他。」
1:3913
φησὶν, ἡγησαμένου δειλίαν αὐτοῖς ἐμ. βαλῶ, καὶ πολεμίων φόβον, ὡς φυγῇ χρωμένους καὶ ἀλλήλους ἀγνοεῖν, καὶ ἐπ' ἀλλήλων ἀναιρεῖσθαι
He says, 'I will cast cowardice upon them, and the fear of enemies, so that, taking to flight, they shall not recognize one another, and shall be slain by one another.'
他說:「我必使膽怯臨到他們,並使仇敵的恐懼臨到他們,以致他們四散奔逃、彼此不認得、並且互相殘殺。」
1:3914
Τοῦτο γὰρ ἐδήλωσεν εἰρηκώς·
For this he made plain when he said:
因為他這樣說的時候,就把這事表明了:
1:3915
Μάχαιρα ἀνθρώπου ἐπὶ τὸν ἀδελφὸν αὐτοῦ ἔσται
'Every man's sword shall be against his brother.'
「各人的刀必攻擊他的弟兄。」
1:3916
( κβʹ.) Καὶ κρινῶ αὐτὸν ἐν θανάτῳ καὶ αἵματι
(v. 22.) 'And I will judge him with death and blood.'
(第二十二節。)「我必用瘟疫和流血刑罰他。」
1:3917
Οὐ μόνον δὲ ὑπ' ἀλλήλων ἀναλωθήσονται, ἀλλὰ καὶ ἄνωθεν αὐτοὺς ἐγὼ πολεμήσω
And not only shall they be consumed by one another, but I also from above will make war upon them.
他們不但要彼此消滅,並且我也要從上頭攻擊他們。
1:3918
Ἐν ὑετῷ κατακλύζοντι καὶ λίθοις χαλάζης, καὶ πῦρ καὶ θεῖον βρέξω ἐπ' αὐτὸν, καὶ ἐπὶ πάντας τοὺς μετ' αὐτοῦ·
'With overflowing rain and hailstones, and fire and brimstone I will rain upon him, and upon all that are with him;'
「我必用漫過的暴雨和大冰雹、火與硫磺降在他和一切與他同來之人身上;」
1:3919
καὶ μεγαλυνθήσο μαι, καὶ ἐνδοξασθήσομαι, καὶ ἁγιασθήσομαι, καὶ γνωσθήσομαι ἐναντίον ἐθνῶν πολλῶν, καὶ γνώσονται ὅτι ἐγώ εἰμι Κύριος
'and I will be magnified, and be glorified, and be sanctified, and be made known before many nations, and they shall know that I am the Lord.'
「我必顯為大、顯為榮、顯為聖,在多國眼前顯明自己;他們就知道我是耶和華。」
1:3920
Τούτων γὰρ ὀλέ θρῳ παραδοθέντων, οἱ τέως ἀγνοοῦντές με ἐπιγνώ σονται τὴν δύναμιν, καὶ τὴν ἐμὴν προσκυνήσουσι δεσποτείαν
For when these have been delivered over to destruction, they who until now were ignorant of me shall recognize my power, and shall worship my dominion.
因為當這些人被交付於滅亡之後,那些迄今仍不認識我的人便要認識我的大能,並要敬拜我的主權。
1:3921
Εἶτα πάλιν παρακελεύεται τῷ προφήτῃ προφητεῦ σαι ἐπ' αὐτὸν, καὶ ἐπὶ τὰ σὺν αὐτῷ ἔθνη, ὅτι δι' αὐ τοῦ συγχωροῦντος ἥξουσιν ἀπ' ἐσχάτου βοῤῥᾶ, ἐπὶ τὸ δίκας δοῦναι τῆς θηριωδίας ἀξίας
Then again He charges the prophet to prophesy against him and against the nations that are with him, since by His permission they will come from the uttermost north, in order to pay the penalty worthy of their brutality.
接著,祂再次囑咐先知要向他,以及與他同來的列國說預言,因為他們是憑著祂的容許,從極北之地前來,好為他們配得懲罰的兇殘暴行受報。
1:3922
Ἐπιλέγει δὲ καὶ τὴν ἐσομένην αὐτοῖς ἀσθένειαν
He goes on to declare also the weakness that shall come upon them.
祂又進一步宣告那將臨到他們身上的軟弱。
1:3923
Ἀποτινάξω γὰρ, φησὶν, τὸ τόξον σου ἀπὸ τῆς χειρός σου τῆς ἀριστερᾶς, καὶ τὰ βέλη σου ἀπὸ τῆς χειρός σου τῆς δεξιᾶς
For I will strike, He says, thy bow out of thy left hand, and thine arrows out of thy right hand.
祂說:我要把你的弓從你左手擊落,把你的箭從你右手打掉。
1:3924
Καὶ κατα βαλῶ σε ἐπὶ τὰ ὄρη Ἰσραὴλ, καὶ πεσῇ σὺ καὶ πάντες οἱ περὶ σὲ, καὶ πολλὰ ἔθνη τὰ μετὰ σοῦ
And I will cast thee down upon the mountains of Israel, and thou shalt fall, thou and all that are round about thee, and the many nations that are with thee.
我要把你摔倒在以色列的眾山上,你和你四圍的眾人,並與你同來的許多國民,都必仆倒。
1:3925
Τούτοις προστίθησιν, ὅτι τοῖς πετεινοῖς τοῦ οὐρανοῦ καὶ τοῖς ὠμοβόροις θηρίοις δοθήσεται βορά
To these He adds that they shall be given as food to the birds of heaven and to the flesh-eating beasts.
祂又加上說,他們必被交給空中的飛鳥和吞吃生肉的野獸作食物。
1:3926
Ἀποστελῶ πῦρ ἐπὶ Γὼγ, καὶ κατοικι σθήσονται αἱ νῆσοι ἐπ' εἰρήνης, καὶ γνώσον ται ὅτι ὄνομά μοι Κύριος, δηλοῖ, ὡς τοῦ Γὼγ τὴν πανωλεθρίαν ἐκείνην ὑπομείναντος, οὐ μόνον οἱ ἠπειρῶται, ἀλλὰ καὶ οἱ νησιῶται θαῤ ῥήσουσιν·
I will send fire upon Gog, and the isles shall be inhabited in peace, and they shall know that My name is the Lord: He shows that, once Gog has undergone that utter destruction, not only the mainlanders but even the islanders shall take courage;
我要降火在歌革身上,眾海島必得安然居住,他們就知道我名為耶和華:祂藉此表明,當歌革遭受那徹底的毀滅之後,不但陸地上的人,就連海島上的居民也必壯膽;
1:3927
ἐδεδοίκεισαν γὰρ τὴν ἐκείνων στρατείαν ἀκούσαντες
for they had been in dread when they heard of the campaign of those men.
因為他們一聽見那些人出兵征戰的消息,就滿心懼怕。
1:3928
Καὶ τὸ ὄνομά μου, φησὶ, τὸ ἅγιον γνωσθή σεται ἐν μέσῳ τοῦ Ἰσραὴλ, καὶ οὐ βεβηλωθήσε ται τὸ ὄνομά μου τὸ ἅγιον οὐκέτι
And My holy name, He says, shall be made known in the midst of Israel, and My holy name shall no more be profaned.
祂說:我的聖名必在以色列中間顯明出來,我的聖名也必不再被褻瀆。
1:3929
Καὶ γνώσεται τὰ ἔθνη, ὅτι ἐγώ εἰμι Κύριος ἅγιος ἐν μέσῳ τοῦ Ἰσραήλ. Μαθόντα γὰρ τὰ ἔθνη τῆς ἐμῆς προνοίας τὴν δύναμιν, καὶ ὅπως ὑπερασπίζω τοῦ χρηματίζοντός μου λαοῦ, οὐκ ἔτι ἀσθένειάν μου κατηγορήσουσιν, οὐδὲ νομιοῦσι διὰ τὴν ἐμὴν ἀδυναμίαν τὴν προτέραν αἰχμαλωσίαν τοῦ λαοῦ μου γενέσθαι
And the nations shall know that I am the Lord, the Holy One in the midst of Israel. For when the nations have learned the power of My providence, and how I shield the people that bears My name, they will no longer accuse Me of weakness, nor will they suppose that the former captivity of My people came about through any inability on My part.
列國必知道我是耶和華,是在以色列中間的聖者。因為列國一旦認識我護理的大能,並我如何保護那稱為我名下之民,他們就不再指控我軟弱無能,也不再以為我子民先前被擄,是因我無力所致。
1:3930
Εἶτα τῶν εἰρημένων τὸ βέβαιον δείκνυσιν
Then He shows the certainty of what has been said.
接著祂彰顯所說之事的確實可靠。
1:3931
Ἰδοὺ ἥκει, καὶ γνώσῃ, ὅτι ἔσται, λέγει Ἀδωναῒ Κύριος
Behold, it comes, and thou shalt know that it shall be, saith the Lord Adonai.
看哪,這事臨到了,你必知道這事必成,這是主耶和華說的。
1:3932
Νόμισον αὐτὰ, φησὶ, γεγενῆσθαι, καὶ ὡς περὶ γεγενημένων ἀναντίῤῥητον ἔχε τὴν πί στιν·
Reckon these things, He says, as already come to pass, and hold an unshakeable faith concerning them as concerning things already done;
祂說:你要看這些事如同已經發生,並要以堅定不移的信心對待它們,如同對待已經成就的事一樣;
1:3933
πάντως γὰρ γενήσεται τὰ ὑπ' ἐμοῦ προῤῥη θέντα
for the things foretold by Me shall assuredly come to pass.
因為凡我所預言的,必定要成就。
1:3934
Αὕτη ἐστὶν ἡ ἡμέρα, ἣν ἐλάλησα. Περὶ ταύτης, φησὶ, τῆς ἡμέρας πολλάκις προηγό ρευσα
This is the day of which I have spoken. Concerning this day, He says, I have often given warning beforehand.
這就是我所說過的日子。祂說:關於這日子,我曾多次預先宣告。
1:3935
Καλεῖ δὲ ἡμέραν τῆς τοῦ Γὼγ τιμωρίας τὸν καιρόν
And He calls the time of Gog's punishment a day.
祂稱歌革受懲罰的那個時候為「日子」。
1:3936
Εἶτα διδάσκει, ὡς ἅπας Ἰσραὴλ ἀντὶ ξύλων τοῖς ἐκείνων χρήσονται ὅπλοις, δόρασί τε καὶ τόξοις, καὶ βέλεσι, θυρεοῖς τε καὶ πέλταις, καὶ βακτηρίαις·
Then He teaches that all Israel shall use those men's weapons in place of firewood, spears and bows and arrows, shields and bucklers and staves;
接著祂教訓說,全以色列必用那些人的兵器代替柴火,就是槍、弓、箭、大盾、小盾和棍棒;
1:3937
καὶ ὅτι οὐ δεηθήσονται ξύλων τομῆς, ἀλλ' ἐν ἑπτὰ ἔτεσιν ἀρκέσει αὐτοῖς εἰς τὴν χρείαν τὰ προειρημένα ὅπλα
and that they shall not need to fell timber, but for seven years the aforesaid weapons shall suffice them for their need.
並且他們必不需要砍伐木柴,因為那些兵器足夠他們使用達七年之久。
1:3938
Καὶ διὰ τούτων δὲ τὸ πλῆθος αὐτῶν παραδη λοῖ·
And by these things He also indicates the multitude of them;
祂又藉這些事表明他們人數的眾多;
1:3939
προλέγει δὲ καὶ τὸ ἐσόμενον μνῆμα τοῦ Γώγ
and He foretells also the tomb that shall be Gog's.
祂也預言歌革將來的墳墓。
1:3940
Ἔσται γὰρ, φησὶν, ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, δώσω τῷ Γὼγ τόπον ὀνομαστὸν μνημεῖον Ἰσραὴλ, τὸ πολυάνδριον τῶν ἐπελθόντων ἐξ ἀνατολῆς τῆς θαλάσσης
For it shall come to pass in that day, He says, that I will give to Gog a place of renown, a grave in Israel, the burial-ground of the multitude of those who came up from the east of the sea.
祂說:當那日,我必將以色列中一處有名之地賜給歌革作墳墓,就是那從海之東邊上來眾人的葬身之地。
1:3941
Ἔνθα, φησὶν, ἔθαψαν τοὺς ἐκ τῶν ἑῴων ἐπελθόντας αὐτοῖς με ρῶν, ἐκεῖ καὶ τοῦτον θάψουσιν
There, He says, where they buried those who came up against them from the eastern parts, there also they shall bury this one.
祂說:他們在那從東方前來攻擊他們之人的埋葬之處,也要在那裡埋葬這人。
1:3942
Ἀναμιμνήσκει δὲ αὐτοὺς διὰ τούτου τῆς ἐπὶ τοῦ Σενναχηρεὶμ γενομέ νης τῶν Ἀσσυρίων σφαγῆς·
By this He reminds them of the slaughter of the Assyrians that took place in the time of Sennacherib;
祂藉此使他們想起在西拿基立時代所發生的亞述人被殺之事;
1:3943
ὅτι καὶ τότε τῆς αὐτοῦ ἐπικουρίας ἀπήλαυσαν, καὶ μετὰ ταῦτα τῆς αὐτοῦ τεύξονται προμηθείας
that then too they enjoyed His succour, and that hereafter also they shall obtain His forethought.
就是說,他們那時既蒙祂的救助,此後也必得著祂的眷顧。
1:3944
φησὶ, δαπανηθήσεται χρόνος εἰς ταύτην τὴν ταφήν·
He says that a length of time shall be spent upon this burial;
祂說,這場埋葬要耗費許多時日;
1:3945
καὶ τὴν ἡμέραν δὲ τῆς ἐκείνου πανωλεθρίας ἐπίσημον ποιήσονται
and that they shall make notable the day of that man's utter destruction.
並且他們必使那人徹底毀滅的日子成為顯赫可記念的。
1:3946
Ἔσται γὰρ αὐτοῖς, φησὶν, εἰς ὄνομα ἡ ἡμέρα, ἐν ᾗ δοξασθήσομαι, λέγει Ἀδωναῒ Κύριος. Ἀλλὰ καὶ ἄνδρας, φησὶν, ἀφορί-σουσιν, ὥστε περινοστῆσαι τὴν γῆν, καὶ παραδοῦναι ταφῇ τοὺς ἐν τῷ φεύγειν, τὸν θάνατον δεξαμέ νους
For it shall be for them, He says, for a name, the day in which I shall be glorified, saith the Lord Adonai. Moreover, He says, they shall also set apart men to pass over the land and to give to burial those who, in their flight, met their death.
祂說:我得榮耀的那日,必成為他們的名聲,這是主耶和華說的。祂又說:他們也要分派人巡行遍地,把那些在逃跑時遇難身亡的人埋葬。
1:3947
Καὶ ζητήσουσι πᾶς ὁ διαπορευόμενος τὴν γῆν, καὶ διερχόμενος, καὶ ὁ ἰδὼν ὀστοῦν ἀνθρώ που, οἰκοδομήσει παρ' αὐτῷ σημεῖον, ἕως οὗ θάψωσιν αὐτὸ οἱ θάπτοντες εἰς τὸ γαὶ τοῦ πο λυανδρίου τοῦ Γώγ
And all who pass through the land, traversing it, shall seek out; and he that sees a man's bone shall build a marker beside it, until the buriers have buried it in the valley of the multitude of Gog.
凡經過那地、往來行走的人,都要尋察;那看見人骨頭的,就在旁邊立一標記,等到埋葬的人把它葬在歌革眾人的谷中。
1:3948
Ἐπὶ χρόνῳ πολλῷ, φησὶ, πε ρινοστήσουσι τοὺς ἀτάφους παραδιδόντες ταφῇ·
For a long time, He says, they shall go about, giving to burial those left unburied;
祂說:他們要長久地巡行,把那些未經埋葬的人安葬;
1:3949
καὶ οἱ ὁδῖται δὲ, εἴ που ὀστοῦν εὕροιεν, λίθους κατ' αὐτὸ ἀθροίζοντες, δῆλον ποιήσουσι τοῖς τὸ θάπτειν ἐγκε χειρισμένοις, ὥστε κἀκεῖνα συναγαγεῖν, καὶ τῶν νο μιζομένων ἀξιῶσαι
and the travellers too, if anywhere they should find a bone, gathering stones upon it, shall make it plain to those entrusted with the burying, so that they may collect those bones also and grant them the customary rites.
行路的人若在何處尋見骸骨,就在其上堆積石頭,使那些受託埋葬的人得以知道,好把那些骸骨也收殮起來,照習俗予以安葬。
1:3950
Καὶ τὸ ὄνομα δὲ τοῦ τόπου κληθήσεται. διάπτωσις καὶ πολυάνδριον, καὶ καθαρισθή σεται ἡ γῆ
And the name of the place shall be called Downfall and Multitude, and the land shall be cleansed.
那地方必稱為「敗落」與「眾人之谷」,那地也必得潔淨。
1:3951
Οὕτω ταῦτα προαγορεύσας, τοῖς ὀρνέοις καὶ τοῖς θηρίοις παρακελεύεται, ὡς ἐπὶ θοίνην τινὰ καὶ εὐωχίαν ἐλθεῖν, ἅτε δὴ πολλῶν καὶ ἀπείρων ἐῤ ῥιμμένων σωμάτων·
Having thus foretold these things, He charges the birds and the beasts to come, as it were, to a certain feast and banquet, seeing that many and countless bodies had been cast forth;
祂如此預言了這些事之後,就吩咐飛鳥和野獸前來,彷彿赴某種盛筵和宴席一般,因為有許多不計其數的屍體被拋棄在地;
1:3952
οὐχ ὡς λογικοῖς δὲ τούτοις παρ εγγυᾷ, ἀλλὰ πείθων τοὺς λογικοὺς, ὡς καὶ ταῦτα αὐτοῦ συγχωροῦντος γίνεται
not that He gives this charge to them as to rational creatures, but persuading rational beings that these things too come to pass by His permission.
並非祂是把這命令吩咐給牠們這些沒有理性的受造物,乃是要使有理性的人明白,連這些事也是憑著祂的容許而發生的。
1:3953
Τὸ δὲ, Φάγεσθε κρέα μόσχων, καὶ κριῶν, καὶ ἀρνῶν, καὶ τράγων, καὶ ταύρων ἐστεατωμένων πάντων, τροπικῶς ἔφη, τοὺς βασιλέας αὐτῶν καὶ ἄρχοντας, καὶ ἀριστέας, διὰ τῶν μόσχων, καὶ κριῶν, καὶ τράγων, καὶ ταύρων ὀνομάσας
As for the words, Ye shall eat the flesh of calves, and of rams, and of lambs, and of he-goats, and of bullocks all fatted, He spoke figuratively, naming their kings and rulers and champions under the figure of the calves and rams and he-goats and bullocks.
至於「你們要吃公牛犢、公綿羊、羊羔、公山羊、肥壯公牛的肉」這話,祂是用比喻說的,藉著公牛犢、公綿羊、公山羊和公牛,指他們的君王、首領和勇士。
1:3954
Θυ σίαν δὲ αὑτοῦ κέκληκε τὴν γνώμῃ αὐτοῦ γενομένην ἐκείνων ἀναίρεσιν κʹ
And He has called the destruction of those men, brought about by His will, His own sacrifice.
祂又稱那按祂旨意所成就的、對那些人的除滅為祂自己的祭物。
1:3955
Καὶ ἐμπλησθήσεσθε, φησὶν, ἐπὶ τῆς τρα πέζης μου, τουτέστιν, ἐπὶ τῆς παρ' ἐμοῦ προσ ενεχθείσης ὑμῖν τροφῆς
And ye shall be filled, He says, at My table, that is, with the food provided to you by Me.
祂說:你們必在我的席上得飽足,就是說,得飽於我所供給你們的食物。
1:3956
Καὶ δεικνὺς τίς αὕτη, ἐπ ήγαγεν·
And to show what this is, He added:
為要表明這食物是什麼,祂接著說:
1:3957
Καὶ δώσω τὴν δόξαν μου ἐν ὑμῖν καὶ ὄψεται πάντα τὰ ἔθνη τὴν κρίσιν μου, ἣν ἐποίησα, καὶ τὴν χεῖρά μου, ἣν ἐπήγαγον ἐπ' αὐ τούς
And I will set My glory among you, and all the nations shall see My judgment which I have executed, and My hand which I have laid upon them.
我要在你們中間彰顯我的榮耀,列國都必看見我所施行的審判,和我加在他們身上的手。
1:3958
Τῆς σφαγῆς, φησὶ, γενομένης, καὶ τῆς τοιαύ της ὑμῖν θοίνης προσενεχθείσης, θεωρήσει πάντα τὰ ἔθνη καὶ τὸ δυνατὸν τῆς ἐμῆς προνοίας, καὶ τὸ τῆς κρίσεως δίκαιον
When the slaughter has taken place, He says, and such a feast has been set before you, all the nations shall behold both the might of My providence and the justice of My judgment.
祂說:那殺戮既已發生,這樣的盛筵既已擺在你們面前,列國就必看見我護理的大能,和我審判的公義。
1:3959
Τὸ δὲ, Ἀπὸ τῆς ἡμέρας ταύτης καὶ ἐπέκεινα, τῆς προτέρας ἀγνοίας κατ ηγορεῖ
And the words, From this day and beyond, censure their former ignorance.
至於「從這日以後」這話,是責備他們先前的愚昧無知。
1:3960
Καὶ γνώσεται πάντα τὰ ἔθνη, ὅτι διὰ τὰς ἁμαρτίας αὑτῶν ᾐχμαλωτεύθησαν ὁ οἶ κος Ἰσραὴλ, ἀνθ' ὧν ἠθέτησαν εἰς ἐμὲ, καὶ ἀπέστρεψα τὸ πρόσωπόν μου ἀπ' αὐτῶν, καὶ παρ έδωκα αὐτοὺς εἰς χεῖρας τῶν ἐθνῶν αὐτῶν, καὶ ἔπεσον πάντες μαχαίρᾳ
And all the nations shall know that the house of Israel were led captive because of their sins, in that they dealt treacherously against Me, and I turned My face away from them, and delivered them into the hands of their enemy nations, and they all fell by the sword.
列國必知道,以色列家被擄是因他們的罪孽,就是因他們以詭詐待我,我便掩面不顧他們,將他們交在他們仇敵列國的手中,他們就都倒在刀下。
1:3961
Κατὰ τὰς ἀκαθαρ σίας αὐτῶν, καὶ κατὰ τὰς ἀνομίας αὐτῶν ἐποίη σα αὐτοῖς, καὶ ἀπέστρεψα τὸ πρόσωπόν μου ἀπ' αὐτῶν
According to their uncleannesses, and according to their transgressions, I dealt with them, and I turned My face away from them.
我照他們的污穢和他們的過犯待他們,並掩面不顧他們。
1:3962
Θεώμενα, φησὶ, τὰ ἔθνη τὸν ἐπενεχ θέντα τῷ Γὼγ ὄλεθρον, γνώσεται ὡς καὶ Βαβυλω νίοις ταύτην ἠδυνάμην ἐπενεγκεῖν τὴν τιμωρίαν·
The nations, He says, beholding the destruction brought upon Gog, shall know that I was able to bring this same punishment upon the Babylonians also;
祂說:列國看見臨到歌革的毀滅,就必知道我也能將這同樣的懲罰加在巴比倫人身上;
1:3963
ἀλλὰ δίκας τὸν Ἰσραὴλ τῆς ἀσεβείας καὶ παρανο μίας πραττόμενος, ἐξανδραποδισθῆναι παρεχώρησα, οὐδεμιᾶς αὐτοὺς ἀξιώσας ἐπικουρίας
but that, exacting from Israel the penalty of their impiety and lawlessness, I permitted them to be led away into slavery, deeming them worthy of no succour.
只是我向以色列追討他們不敬虔和不法之罪,就容許他們被擄為奴,不使他們得著任何救助。
1:3964
Καὶ τοῦτο δὲ σαφῶς ἡμᾶς διδάσκει, ὡς εὐθὺς μετὰ τὴν ἐπάνοδον ἡ τούτων τῶν ἐθνῶν ἐγένετο ἐπανάστασις
And this too plainly teaches us that the uprising of these nations occurred immediately after the return.
這也清楚地教導我們,這些國民的起兵作亂,是在歸回之後隨即發生的。
1:3965
Γνώσεται γὰρ, φησὶ, πάντα τὰ ἔθνη, ὅτι διὰ τὰς ἁμαρτίας αὑτῶν ᾐχμαλωτεύθησαν πᾶς οἶκος Ἰσραήλ. Θεω ροῦντες γὰρ ἅπαντες τὴν ἀθρόαν ἐκείνων ἀναίρεσιν, λογισμοῖς ὀρθοῖς χρώμενοι συνήσουσιν, ὅτι δίκας τί νοντες τῶν ἁμαρτημάτων, τὴν αἰχμαλωσίαν ἐκείνην ὑπέμειναν
For all the nations, He says, shall know that the whole house of Israel were led captive because of their sins. For when all men behold the sudden destruction of those people, using right reasoning they will understand that it was in paying the penalty of their sins that they endured that captivity.
祂說:列國必知道以色列全家被擄是因他們的罪孽。因為眾人看見那些人突然被除滅,運用正確的推理,就必明白他們忍受那被擄之苦,乃是為自己的罪孽受報。
1:3966
Μαρτυρεῖ δὲ τούτοις καὶ τὰ ἐπαγόμενα·
And the words that follow bear witness to these things:
接下來的話也為這些事作見證:
1:3967
Νῦν ἀναστρέψω τὴν αἰχμαλωσίαν Ἰακὼβ, καὶ ἐλεήσω τὸν οἶκον Ἰσραὴλ, καὶ ζηλώσω διὰ τὸ ὄνομά μου τὸ ἅγιον
Now will I turn again the captivity of Jacob, and have mercy on the house of Israel, and be jealous for My holy name's sake.
現在我要使雅各被擄的歸回,憐憫以色列全家,並為我的聖名發熱心。
1:3968
Καὶ λήψονται τὴν ἀτιμίαν ἑαυτῶν, καὶ πάσας τὰς ἀδικίας αὐτῶν, ἃς ἠδίκησαν εἰς ἐμὲ ἐν τῷ κατοικισθῆναι αὐτοὺς ἐπὶ τῆς γῆς αὑτῶν ἐπ' εἰρήνης, καὶ οὐκ ἔσται ὁ ἐκφοβῶν
And they shall bear their dishonour, and all their iniquities whereby they trespassed against Me, when they dwelt upon their own land in peace, and there was none to make them afraid.
他們必擔當自己的羞辱,和他們一切干犯我的罪孽,就是當他們安然居住在自己地上、無人使他們驚嚇之時所犯的。
1:3969
Ἐν τῷ ἐπιστρέψαι με αὐτοὺς ἐκ τῶν ἐθνῶν, καὶ ἐξαγαγεῖν αὐτοὺς ἐκ τῶν χωρῶν αὐτῶν
When I bring them back from the nations, and gather them out of their lands.
就是當我使他們從列國歸回,領他們出離他們所在之地的時候。
1:3970
αὐτοὶ τούτων ἑαυτοῖς ἐγένοντο πρόξενοι, καὶ τῆς ἀτιμίας αἰτία ἡ ἀδικία
They themselves became the authors of these things to themselves, and the cause of their dishonour was their own iniquity.
他們自己成了這一切事的肇因,他們羞辱的緣由乃是他們自己的不義。
1:3971
Τούτοις δὲ, φησὶ, χρή σονται τοῖς λογισμοῖς εἰς τὴν οἰκείαν ἐπανελθόντες γῆν, καὶ τῶν χαλεπῶν τούτων τῶν πολεμίων ἀπαλ λαγέντες·
These reasonings, He says, they shall employ when they have returned to their own land, and have been delivered from these grievous enemies;
祂說:當他們歸回本地、脫離這些兇惡的仇敵之後,就必運用這樣的思想;
1:3972
τότε γὰρ, Καὶ ἁγιασθήσομαι ἐν αὐτοῖς ἐνώπιον τῶν ἐθνῶν. Ἀντὶ τοῦ·
for then, And I shall be sanctified in them in the sight of the nations. Which is as much as to say:
因為到那時,「我必在他們身上,在列國眼前顯為聖。」這話等於是說:
1:3973
Καὶ γνώσονται, ὅτι ἐγώ εἰμι Κύριος ὁ Θεὸς αὐτῶν, ἐν τῷ ἐπιφανῆναί με αὐτοῖς ἐν τοῖς ἔθνεσι
And they shall know that I am the Lord their God, when I have manifested Myself to them among the nations.
當我在列國中向他們顯現的時候,他們就必知道我是耶和華他們的神。
1:3974
Καὶ συνάξω αὐτοὺς ἐπὶ τὴν γῆν αὐτῶν, καὶ οὐ καταλείψω οὐκέτι ἀπ' αὐτῶν ἐκεῖ. Καὶ τοῦτο, ὅσον ἧκεν εἰς τὴν θείαν κηδεμονίαν, γεγένηται·
And I will gather them upon their own land, and I will leave none of them there any more. This too, so far as pertained to the divine care, has been accomplished;
我要把他們聚集到他們本地,必不再撇下他們一人在那裡。這事就神的眷顧而言,也已經成就了;
1:3975
οἱ δὲ τοῖς θείοις νό μοις ἀντιτείνειν εἰωθότες, ἐπανελθεῖν οὐκ ἠθέλησαν, ἀλλ' οἱ πλείους τῆς πατρῴας γῆς τὴν ξένην προείλοντο
but those who were wont to resist the divine laws refused to return, and the greater part preferred the foreign land to that of their fathers.
只是那些慣於抗拒神律法的人不肯歸回,反倒多數人揀選了異地,不揀選他們祖先之地。
1:3976
Καὶ οὐκ ἀποστρέψω οὐκέτι τὸ πρόσωπόν μου ἀπ' αὐτῶν, ἀνθ' ὧν ἐξέχεα τὸν θυμόν μου ἐπὶ τὸν οἶκον Ἰσραὴλ, λέγει Ἀδωναῒ Κύριος
And I will no more turn away My face from them, because I have poured out My wrath upon the house of Israel, saith the Lord Adonai.
我必不再掩面不顧他們,因我已將我的忿怒傾倒在以色列家身上,這是主耶和華說的。
1:3977
Καὶ τοῦτο δὲ ἕπεται τῶν ἀνθρώπων τῇ γνώμῃ
And this too follows upon the disposition of men.
這事也是隨從人心志的意向而定的。
1:3978
Ἐφ' ἡμῖν γάρ ἐστι τὸ ταῖς ἀγαθαῖς ὑποσχέσεσιν ἐπι θεῖναι τὸ πέρας·
For it lies with us to set the fulfilment upon the good promises;
因為使那美好的應許得以最終成就,這事在乎我們;
1:3979
σπουδάζοντες δὲ, καὶ σὺν προθυμίᾳ πάσῃ τοὺς θείους νόμους φυλάττον τες, ἀπολαυσόμεθα πάντως τῶν ἐπηγγελμένων ἀγα θῶν
and if we are diligent, and with all readiness keep the divine laws, we shall by all means enjoy the good things that have been promised.
我們若殷勤,並以全然的樂意謹守神的律法,就必定得享那所應許的美福。
1:3980
Οὕτω καὶ τοῖς Ἰουδαίοις ὑπέσχετο μὴ ἀποστρέ ψειν ἀπ' αὐτῶν τὸ πρόσωπον, δηλονότι πειθομένων αὐτῷ καὶ πιστευόντων, καὶ τοὺς θείους φυλασσόντων νόμους
Thus also He promised the Jews that He would not turn His face away from them, that is to say, provided they obeyed Him and believed in Him and kept the divine laws.
祂也照樣應許猶太人,說祂必不掩面不顧他們,這自然是說,只要他們順從祂、信靠祂,並謹守神的律法。
1:3981
Καὶ ὅτι ταῦθ' οὕτως ἔχει, μάρτυς ἡ ἱστορία·
And that these things are so, history bears witness;
這些事既是如此,歷史也可作見證;
1:3982
ἐξαγαγὼν γὰρ ἐξ Αἰγύπτου τὸν λαὸν, εἰς τὴν ἐπηγγελ μένην αὐτοὺς ἄξειν ὑπέσχετο γῆν·
for having led the people out of Egypt, He promised to bring them into the promised land;
因為祂領那民出了埃及,就應許要領他們進入所應許之地;
1:3983
ἐπειδὴ δὲ τοῖς θείοις δόγμασιν ἀντιτείνοντες, ἀσεβείᾳ συζῶντες διετέλεσαν, πάντας αὐτοὺς ἐν τῇ ἐρήμῳ θανάτῳ παρέδωκε, δύο μόνοις ἐξ ἁπάντων τῶν δεξαμένων τὰς ὑποσχέσεις, πληρώσας τὰς ὑποσχέσεις
but since, resisting the divine ordinances, they continued to live in impiety, He delivered them all to death in the wilderness, fulfilling the promises to two only out of all those who had received the promises.
但因他們抗拒神的誡命,始終過著不敬虔的生活,祂就使他們全都死在曠野,在所有領受應許的人當中,只向兩個人成就了應許。
1:3984
Καὶ ἐνταῦθα τοίνυν οἱ μὲν πεπιστευκότες, καὶ τὸ σωτήριον δεξάμενοι κήρυγμα, βεβαίαν ἔχουσι τὴν ὑπόσχεσιν·
Here too, then, those who have believed and have received the saving proclamation possess the promise as sure;
因此在這裡,那些已經相信並領受了救恩宣告的人,也擁有確實可靠的應許;
1:3985
οὐ γὰρ ἀπέστρεψε. τὸ πρόσωπον αὑτοῦ ἀπ' αὐτῶν·
for He did not turn His face away from them.
因為祂沒有掩面不顧他們。
1:3986
Ἐγὼ δὲ θαυμάζω οὐ μόνον Ἰουδαίων τὴν ἄνοιαν, ἀλλὰ καί τινων, τὸ μὲν Χριστιανικὸν ὄνομα περικειμένων, τοῖς Ἰουδαϊ κοῖς δὲ μύθοις προσεχόντων·
But I marvel not only at the folly of the Jews, but also at that of certain persons who, while bearing the name of Christian, yet give heed to Jewish fables;
然而我所詫異的,不僅是猶太人的愚妄,還有某些人,他們雖然頂著基督徒的名號,卻留意猶太人的荒渺言語;
1:3987
καὶ τοῦ Γὼγ καὶ Μαγὼγ τὴν ἐπανάστασιν οὐ γεγενῆσθαι λεγόντων, ἀλλ' ἔσε σθαι προσδοκώντων
and who say that the uprising of Gog and Magog has not taken place, but expect it as yet to come.
並且說歌革和瑪各的起兵作亂尚未發生,反倒指望它將來才要發生。
1:3988
Οὓς ἔδει συνιδεῖν, πρῶτον μὲν, ὅτι τῇ ἐκ Βαβυλῶνος ἀνακλήσει ἡ τούτου προφητεία συνέζευκται·
These men ought to have understood, first, that this prophecy is coupled with the recall from Babylon;
這些人本該明白:第一,這預言是與從巴比倫召回之事相連結的;
1:3989
ἔπειτα, ὅτι διὰ τούτων ἔφη μαθήσε σθαι τὰ ἔθνη τοῦ Θεοῦ τὴν δύναμιν
and next, that by these means He said the nations should learn the power of God.
第二,祂說列國要藉這些事認識神的大能。
1:3990
Ποίας γὰρ, εἰπά τωσαν, δεῖται νῦν τὰ ἔθνη διδασκαλίας εἰς διάγνωσιν τῆς θείας δυνάμεως, οἳ πιστεύειν μὲν εἰς τὸ ὄνομα τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος ἐδιδάχθησαν, δοξολογεῖν δὲ καὶ προσκυνεῖν τὴν θείαν ἔμαθον φύσιν, τῆς δὲ τῶν εἰδώλων ἀπηλλάγησαν πλά νης; Ποίαν δὲ τοιαύτην διδασκαλίαν ἡ τοῦ Γὼγ ἀναίρεσις προσενεγκεῖν ἠδύνατο, οἵαν τῶν ἱερῶν ἀποστόλων περιέχει τὸ κήρυγμα; Τοῦτο μὲν γὰρ τὰ περὶ Τριάδος καὶ μονάδος ἅπαντας ἀνθρώπους δι δάσκει, καὶ ὅτι ἐν τῇ μιᾷ φύσει τὰς τρεῖς ἰδιότητας θεωροῦμεν·
For of what teaching, let them say, do the nations now have need in order to attain the knowledge of the divine power—they who have been taught to believe in the name of the Father, and of the Son, and of the Holy Spirit, and have learned to glorify and to worship the divine nature, and have been delivered from the error of idols? And what such teaching could the destruction of Gog convey, as that which the proclamation of the sacred apostles contains? For this teaches all men the doctrines concerning the Trinity and the Unity, and that in the one nature we behold the three properties.
他們且說,如今列國需要什麼樣的教導,才能認識神的大能呢——他們既已受教相信父、子、聖靈的名,並已學會頌讚敬拜神的性情,又已脫離拜偶像的迷惑?歌革的滅亡能傳講出什麼樣的教導,能比得上眾聖使徒宣講所包含的教訓呢?因為這宣講教導萬人有關三位與一體的道理,並教導我們在一個性情中看見三個位格的特性。
1:3991
καὶ πρὸς τούτοις νεκρῶν ἀνάστασιν, καὶ κρίσιν, καὶ ἀντίδοσιν ἀγαθῶν καὶ τῶν ἐναντίων, οὐρανῶν βασιλείαν, τὴν ἐν γεέννῃ τιμωρίαν, τῆς ἀρετῆς τὰ μαθήματα, τὰ τῆς φιλοσοφίας διδάγματα, καὶ τὰ ἄλλα, ὅσα τό τε θεῖον Εὐαγγέλιον περιέχει, καὶ τὰ ἱερὰ τῶν ἀποστόλων συγγράμματα
And in addition to these things, the resurrection of the dead, the judgment, and the recompense of good things and of their opposites, the kingdom of heaven, the punishment in Gehenna, the lessons of virtue, the teachings of true philosophy, and all the other things which both the divine Gospel comprehends and the sacred writings of the apostles contain.
此外還有死人的復活、審判、善與惡的報應、諸天的國度、地獄中的刑罰、美德的教訓、真智慧的教導,以及神聖的福音所包含、使徒的聖著所記載的一切其他事物。
1:3992
Ἡ δὲ τοῦ Γὼγ ἀναίρεσις μόνον ἐδίδαξε τὰ ἔθνη, ὅτι μεγί στην ἔχει δύναμιν ὁ Ἰουδαίων Θεὸς, καὶ ὅτι οὐ διὰ τὴν αὐτοῦ ἀσθένειαν ὑπὸ Βαβυλωνίοις ἐγένοντο, ἀλλὰ διὰ τὴν οἰκείαν παρανομίαν
But the destruction of Gog taught the nations only this: that the God of the Jews possesses the greatest power, and that it was not through His weakness that they came under the Babylonians, but through their own transgression of the law.
然而歌革的被消滅只教導了列國一件事:猶太人的神擁有至大的能力,並且他們淪於巴比倫人之手,並非因祂的軟弱,而是因他們自己的違法犯罪。
1:3993
καὶ δι' ἐκείνου μαθήσεται τὰ ἔθνη τὸν τῶν ὅλων σέβειν Θεὸν, μείζονα τὰ κατὰ τὸν Γὼγ τοῦ σωτηρίου σταυροῦ, καὶ τοῦ θανάτου τοῦ τὸν θάνατον λύσαντος, καὶ τῶν θείων ἀποστόλων, οἳ τῷ φωτὶ τῆς θεογνω σίας τὴν οἰκουμένην κατηύγασαν
And through that event the nations shall learn to reverence the God of all—the things concerning Gog being counted greater than the saving Cross, than the death which destroyed death, and than the divine apostles, who illumined the whole inhabited world with the light of the knowledge of God.
又藉著那事件,列國要學會敬拜萬有的神——彷彿與歌革有關的事竟大過那救恩的十字架、大過那消滅死亡的死、大過那些以認識神的光照亮普天下的神聖使徒。
1:3994
Ταῦτα μὲν γὰρ ἅπαντα οὐκ ἴσχυσε διδάξαι τὰ ἔθνη τὸν τῶν ὅλων Θεὸν, μόνη δὲ ἡ τοῦ Γὼγ ἀναίρεσις δῆλον αὐτὸν ἅπασι καταστήσει·
For all these things, they say, could not avail to teach the nations the God of all, but the destruction of Gog alone will make Him manifest to all—
他們說:因為這一切都不足以教導列國認識萬有的神,唯有歌革的被消滅才能使祂向眾人顯明——
1:3995
οὕτω σαφῶς Ἰουδαΐζουσιν οἱ ταῦτα μυθολογοῦντες
so plainly do those who fabricate such tales Judaize.
編造這等神話的人,其如此鮮明地效法猶太人。
1:3996
Ἡμεῖς δὲ, τῇ θείᾳ πειθόμε νοι Γραφῇ, τὴν προειρημένην ἑρμηνείαν ἐποιησά μεθα, διδάξαντες, ὅτι ἐλήλυθεν οὗτος, καὶ πέρας τὰ κατ' αὐτὸν εἴληφε
But we, persuaded by the divine Scripture, have set forth the interpretation stated above, having shown that this one has already come and that the events concerning him have reached their end.
但我們既被神聖的經文所說服,已作出上述的解釋,指明這位已經來到,並且與他有關的事已達到終結。
1:3997
Καὶ τότε μὲν ἔμαθε τὰ ἔθνη, ὡς οὐ διὰ τὴν θείαν ἀσθένειαν τὴν αἰχμαλωσίαν ὑπ έμενον οἱ Ἰουδαῖοι, ἀλλὰ διὰ τὴν σφῶν αὐτῶν παρανο μίαν·
And then the nations learned that it was not through the divine weakness that the Jews endured captivity, but through their own transgression of the law.
那時列國就明白了:猶太人所受的擄掠,並非因神的軟弱,而是因他們自己的違法。
1:3998
αὐτῷ πρέπει δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων
To Him belongs glory unto the ages of ages.
願榮耀歸與祂,直到永永遠遠。
1:3999
Καὶ ἐγένετο ἐν τῷ εἰκοστῷ καὶ πέμπτῳ ἔτει τῆς αἰχμαλωσίας ἡμῶν, ἐν τῷ πρώτῳ μηνὶ, δεκάτῃ τοῦ μηνὸς, ἐν τῷ τεσσαρεσκαιδε κάτῳ ἔτει μετὰ τὸ ἁλῶναι τὴν πόλιν
And it came to pass in the twenty-fifth year of our captivity, in the first month, on the tenth day of the month, in the fourteenth year after the city had been taken.
在我們被擄的第二十五年,正月初十日,就是那城被攻取之後第十四年——事情臨到了。
1:4000
Καὶ ἐν τεῦθεν δῆλός ἐστι ὁ προφήτης Ἰεχονίᾳ τῷ βασιλεῖ τῆς αἰχμαλωσίας κοινωνήσας·
And from this it is clear that the prophet shared in the captivity together with Jeconiah the king;
由此可見,這先知乃是與王耶哥尼雅一同被擄的;
1:4001
μεθ' ὃν Σεδεκίας ἐβα σίλευσε ἕνδεκα ἔτη ὀλίγων μηνῶν ἀποδέοντα·
after whom Zedekiah reigned eleven years, less a few months;
在他之後,西底家作王十一年,少了幾個月;
1:4002
ἐν γὰρ τῷ ἑνδεκάτῳ ἔτει τῆς Σεδεκίου βασιλείας ἥλω ἡ πόλις
for in the eleventh year of Zedekiah's reign the city was captured.
因為在西底家作王第十一年,那城就被攻取了。
1:4003
Εἰκότως τοίνυν ἔφη, τὸ τῆς ἁλώσεως τῆς πόλεως τεσσαρεσκαιδέκατον ἔτος, τῆς αὐτῶν αἰχμαλω σίας πέμπτον εἶναι καὶ εἰκοστόν
Reasonably, therefore, he said that the fourteenth year from the capture of the city was the twenty-fifth of their captivity.
所以他理所當然地說,那城被攻取後的第十四年,正是他們被擄的第二十五年。
1:4004
Ἐν τῇ ἡμέρᾳ ταύτῃ ἐγένετο ἐπ' ἐμὲ χεὶρ Κυ ρίου
On that day the hand of the Lord came upon me.
在那一日,耶和華的手臨到我身上。
1:4005
(βʹ.) Καὶ ἤγαγέ με ἐκεῖ ἐν ὁράσει Θεοῦ, ἤγαγε δέ με εἰς τὴν γῆν τοῦ Ἰσραὴλ, καὶ ἔθηκέ με ἐπ' ὄρους ὑψηλοῦ σφόδρα, καὶ ἐπ' αὐ τοῦ ὡσεὶ οἰκοδομὴ πόλεως ἀπέναντι
(Chapter 2.) And He brought me thither in a vision of God, and He brought me into the land of Israel, and set me upon a very high mountain, and upon it there was, as it were, the building of a city over against me.
(第二章。)祂在神的異象中把我帶到那裡,領我進入以色列地,安置我在一座極高的山上;在山上、我對面,彷彿有一座城的建築。
1:4006
Προθεσπί σας αὐτοῖς ὁ τῶν ὅλων Θεὸς τὴν ἀπὸ τῆς αἰχμαλωσίας ἐπάνοδον, καὶ τὴν οἰκείαν ὑποδείξας δύναμιν διὰ τῆς τῶν ξηρῶν ἐκείνων ὀστῶν ἀναστάσεως, προλέγει καὶ τῆς πόλεως καὶ τοῦ νεὼ τὴν οἰκοδομίαν·
The God of all, having foretold to them the return from captivity, and having demonstrated His own power through the resurrection of those dry bones, now also foretells the rebuilding both of the city and of the temple;
萬有的神既已向他們預言了從被擄之地的歸回,並藉著那些枯乾骸骨的復活彰顯了祂自己的能力,如今又預言那城與那殿的重建;
1:4007
καὶ οὐ λό γοις κέχρηται μόνοις, ἀλλὰ καὶ θεωρίαν τοιαύτην ὑποδείκνυσι τῷ προφήτῃ, τῇ τοῦ θείου Πνεύματος ἐνεργείᾳ τῆς διανοίας αὐτοῦ φωτίσας τὸ ὀπτικόν
and He does not employ words alone, but also displays such a vision to the prophet, having illumined the seeing faculty of his mind by the operation of the divine Spirit.
祂不僅用言語,也向先知顯示這樣的異象,藉著神聖之靈的運行光照了他心思中觀看的能力。
1:4008
Ἵνα δὲ μὴ τὸ καθ' ἕκαστον ἑρμηνεύοντες ἀποκναί σωμεν τοὺς ἐντυγχάνοντας τῇδε τῇ βίβλῳ τῷ μήκει τῶν λόγων, ἐν κεφαλαίῳ παράφρασίν τινα ποιή σασθαι βουλόμεθα τῶν ὑποδειχθέντων πνευματικῶς τῷ θεσπεσίῳ προφήτῃ
But lest, by interpreting each detail, we should weary those who read this book with the length of the discourse, we wish to make in summary a kind of paraphrase of the things spiritually shown to the divinely-inspired prophet.
然而,我們唯恐逐一詳解每個細節,會以冗長的論述使閱讀本書的人厭倦,因此我們願意對那些以屬靈方式顯示給這位受神感的先知的事物,作一個扼要的釋義。
1:4009
Λέγει τοίνυν, Ἐν ὁράσει Θεοῦ, τουτέστι πνευματικῇ, οὐ σωματικῇ ὄψει, ἀπαχθῆναι μὲν αὐτοῦ τὴν διάνοιαν εἰς τὴν γῆν τοῦ Ἰσραὴλ, ἰδεῖν δὲ ἐπ' ὄρους τινὸς ὑψηλοῦ οἰκοδομίαν, καί τινα ἑστηκότα, τὸ μὲν εἶδος ἀνθρώπειον ἔχοντα, τὴν δὲ χρόαν λαμπροτάτου καὶ περικαλλεστάτου χαλ κοῦ, κάλαμον δὲ καὶ σπαρτίον οἰκοδομικὸν ἐπιφερό μενον, καὶ παρακελευόμενόν μοι, καὶ τὰ ὑποδεικνύ. μενα θεωρεῖν, καὶ τῶν λεγομένων ἀκούειν
He says, then, that in a vision of God—that is, in a spiritual, not a bodily sight—his mind was carried away into the land of Israel, and that he saw upon a certain high mountain a building, and someone standing there, having indeed the form of a man, but the color of most gleaming and most beautiful bronze, carrying a reed and a builder's measuring cord, and exhorting me both to behold the things being shown and to hear the things being spoken.
他說,在神的異象中——就是屬靈而非肉眼的觀看——他的心思被帶到以色列地,看見在一座高山上有一座建築,又見有一位站在那裡的,形狀像人,膚色卻如極其光亮、極其華美的銅,手中拿著一根蘆葦和一條建築用的準繩,並吩咐我要觀看所顯示的一切,並聆聽所述說的話。
1:4010
Τούτου γὰρ χάριν καὶ ἐληλυθέναι ἔφασκεν, ὥστε καὶ ὑπο δεῖξαι καὶ διδάξαι
For it was for this reason, he affirmed, that he had come: namely, both to show and to teach.
他聲明說,他來正是為了這緣故:就是要指示並教導。
1:4011
Ἵνα καὶ σὺ, φησὶ, ταῦτα δια πορθμεύσῃς τῷ οἴκῳ Ἰσραήλ. Εἶτα μετρῶν τῷ καλάμῳ ὑποδείκνυσί μοι ἅπαντα τῆς οἰκοδομίας τὰ μέτρα·
'That you also,' he says, 'may convey these things to the house of Israel.' Then, measuring with the reed, he shows me all the measurements of the building;
他說:「好叫你也將這些事傳達給以色列家。」隨後他用蘆葦丈量,把那建築的一切尺寸都指示給我;
1:4012
καὶ πρῶτον μὲν τῶν πυλῶν τὰ μέτρα, καὶ τῶν καλουμένων οὐδῶν τε καὶ ὑπερθύρων, καὶ παραστάδων
and first the measurements of the gates, and of what are called the thresholds and lintels, and the door-posts.
首先是那些門的尺寸,以及所謂的門檻、門楣和門柱的尺寸。
1:4013
Αἰλὰμ γὰρ ἑνικῶς τὴν παραστάδα κα λεῖ·
For 'Ailam' he calls the door-post in the singular;
因為「愛藍」(Ailam)是他用單數稱呼門柱的名稱;
1:4014
καὶ θεὲ πάλιν, τόν τε οὐδὸν, καὶ τὸ ὑπέρθυρον·
and 'thee' again, both the threshold and the lintel;
「特」(thee)則是指門檻和門楣;
1:4015
θεεὶμ δὲ, τὰ αὐτὰ πληθυν τικῶς
and 'theeim,' the same things in the plural.
「特殷」(theeim)是這些事物的複數形。
1:4016
Οὕτω γὰρ εὗρον τούτων παρὰ τῷ Σύρῳ τὴν ἑρμηνείαν
For thus I found the interpretation of these terms in the Syriac.
因為我在敘利亞譯本中發現這些詞語就是如此解釋的。
1:4017
Λέγει δὲ ἑωρακέναι οὐ μόνον τὰς ἐξωτέ ρας, ἀλλὰ καὶ τὰς ἔνδον πύλας, καὶ τὰς μεταξὺ πά λιν αὐλὰς, καὶ τὰς ἐκείνων ἐνδοτέρας
He says that he saw not only the outer gates, but also the inner gates, and again the courts between them, and those yet further within.
他說他所看見的不僅是外面的門,還有裡面的門,又有其間的院子,以及那些更靠內的院子。
1:4018
Αἱ μὲν γὰρ ἦσαν ἀφωρισμέναι τοῖς ἱερεῦσιν, αἱ δὲ πᾶσιν ἦσαν Ἰσραηλίταις βαταί·
For some were set apart for the priests, while others were accessible to all Israelites;
因為有些是分別出來歸祭司使用的,另有些是一切以色列人都可進入的;
1:4019
καὶ ἕνα μὲν ἐν κύκλῳ περίβο λον εἶχεν ὁ θεῖος νεὼς, μέγιστόν τε καὶ ὑψηλότατον·
and the divine temple had one enclosure round about, very great and very lofty.
那神聖的殿有一道圍牆環繞四周,極其宏大、極其高聳。
1:4020
Καὶ τὰ μὲν ἀπενενέμητο παντὶ τῷ λαῷ, τὰ δὲ ἐνδότερα καὶ παρ' αὐτὸν τὸν νεὼν μόνοις ἀφιέρωτο τοῖς ἱερεῦσι
And some parts were assigned to all the people, but the more inner parts, close to the temple itself, were consecrated to the priests alone.
有些部分是分派給全體百姓的,但那更靠內、緊鄰殿本身的部分,則單單分別為聖歸祭司使用。
1:4021
Λέγει τοίνυν ἰδεῖν ἐν τῇ ἐν δοτέρᾳ αὐλῇ παστοφόρια, καὶ περίστυλα τριάκοντα·
He says, then, that in the inner court he saw chambers, and thirty colonnades round about;
他說,在那內院他看見一些廂房,以及環繞四周的三十座柱廊;
1:4022
τὰ δὲ παστοφόρια ὁ Σύρος ἐξέδρας ὠνόμασε
and the chambers the Syriac named 'exedrae' (halls).
那些廂房,敘利亞譯本稱之為「exedrae」(廳室)。
1:4023
Καὶ ταῦτα δὲ τοῖς ἱερεῦσιν ἀφώριστο, ὡς ὁ αὐτὸς διδάσκει προφήτης
And these too were set apart for the priests, as the same prophet teaches.
這些也是分別出來歸祭司使用的,正如同一位先知所教導的。
1:4024
Τῷ θεσπεσίῳ δὲ Ἡσαΐᾳ φησὶν ὁ Θεός·
For to the divinely-inspired Isaiah God says:
因為神對那受神感的以賽亞說:
1:4025
Εἴσ ελθε εἰς τὸ παστοφόριον πρὸς Σομμᾶν τὸν γραμμα τέα. Λέγει δὲ ἑκατὸν μὲν πήχεων εὖρος ἀπονεμηθῆ ναι ταῖς ἐξωτέραις αὐλαῖς, τῇ τε πρὸς ἄρκτον καὶ τῇ πρὸς μεσημβρίαν βλεπούσῃ, ὡσαύτως δὲ καὶ τῇ πρὸς ἥλιον ἀνίσχοντα·
'Go in to the chamber, to Shebna the scribe.' And he says that a breadth of one hundred cubits was assigned to the outer courts—both the one looking toward the north and the one looking toward the south, and likewise the one toward the rising sun;
「你進到那廂房去,見書記舍伯那。」他又說,外院各分得寬一百肘——就是那朝北的、朝南的,以及朝日出之東的;
1:4026
τῶν δὲ ἐσωτέρων αὐλῶν ἑκάστης τὸ μὲν μῆκος πήχεων εἰκοσιπέντε, τὸ δὲ εὖρος πήχεων πεντήκοντα
while of the inner courts, each had a length of twenty-five cubits, and a breadth of fifty cubits.
至於內院,每院長二十五肘,寬五十肘。
1:4027
Λέγει δὲ καὶ τὰς πύλας ἐοικέναι ἀλλή λαις κατὰ πάντα, κατά τε τὰ μέτρα, καὶ κατὰ τὰς τῶν φοινίκων γλυφάς·
He says also that the gates resembled one another in every respect, both in their measurements and in the carvings of the palm trees;
他又說,那些門在各方面都彼此相似,無論是尺寸,還是棕樹的雕刻;
1:4028
τὰ δὲ ἑκατέρωθεν τῆς θύρας γεισ σώματα, εἴτουν κυμάτια, αἴλευ ὀνομάζει, ἐν αἷς διαγεγλύφθαι ἔφη τὰ τῶν φοινίκων εἰκάσματα
and the cornices on either side of the door, that is to say the moldings, he names 'aileu,' on which he said were carved the images of the palm trees.
門兩旁的簷飾,也就是那些線腳,他稱之為「愛柳」(aileu),他說在其上刻有棕樹的圖像。
1:4029
Λέγει δὲ θεωρῆσαι καὶ τραπέζας ἑκατέρωθεν τῶν πυλῶν κειμένας, ἐν αἷς τὰ ἱερεῖα τιθέντες οἱ ἱερεῖς κατ έσφαζον, τά τε ὁλοκαυτούμενα, καὶ τὰ ὑπὲρ ἁμαρτίας καὶ ἀγνοίας προσφερόμενα·
He says also that he beheld tables lying on either side of the gates, on which the priests, placing the sacrificial victims, slaughtered them—both those wholly burnt as offerings, and those offered for sin and for ignorance;
他又說他看見有桌子擺在門的兩旁,祭司把祭牲放在其上宰殺——包括那些作全牲燔祭的,以及那些為贖罪和為誤犯所獻的;
1:4030
πλησιάζειν δὲ ἔφη καὶ ῥύακά τινα, τὸ αἷμα τῶν θυμάτων ὑποδεχόμενον, καὶ εἴς τι χωρίον ἀπῳκισμένον πάντως μετακομί ζοντα
and he said that there was nearby also a certain channel, receiving the blood of the sacrifices and conveying it entirely to some remote place set apart.
他又說附近還有一條溝渠,承接祭牲的血,把它全然引導到某個分隔開來的僻遠之處。
1:4031
Εἶχον δὲ, φησὶν, αἱ τράπεζαι καὶ ὀρόφους ἄνωθεν καλύπτοντας, καὶ τοῦ τε ὑετοῦ, τοῦ τε ἡλίου τὴν προσβολὴν ἀπείργοντας
The tables also, he says, had roofs covering them from above, warding off the assault both of the rain and of the sun.
他說那些桌子上頭也有屋頂遮蓋,擋住雨水和日曬的侵襲。
1:4032
Μετὰ ταῦτα διηγεῖται, ὡς ἐξέδρας ἐθεάσατο δύο, τὴν μὲν εἰς ἄρκτον, τὴν δὲ εἰς μεσημβρίαν ἀποβλέπουσαν·
After these things he relates how he beheld two halls, the one looking toward the north, the other toward the south;
在這些事之後,他敘述他如何看見兩座廳室,一座朝北,另一座朝南;
1:4033
ἀμφοτέρας δὲ ἐν ταῖς ἐνδοτέραις ᾠκοδομημένας αὐλαῖς
and both were built in the more inner courts.
兩座都是建在那更靠內的院子裡。
1:4034
Καὶ τὴν μὲν ἀποβλέπουσαν πρὸς νότον, τοῖς ἱερεῦσιν ἀπονενεμῆ σθαι ἔφη τοῖς τὸν θεῖον φυλάττουσι νεών·
And the one looking toward the south, he said, was assigned to the priests who guard the divine temple;
那朝南的,他說,是分派給看守神聖之殿的祭司的;
1:4035
τὴν δὲ πρὸς βοῤῥᾶν ἀποβλέπουσαν, τοῖς τὸ θυσιαστήριον τὸ ἔξω φυλάττουσι
and the one looking toward the north, to those who guard the outer altar.
那朝北的,則是給看守外壇的祭司的。
1:4036
Ἔφη δὲ καὶ τούτους κἀκείνους ἀπὸ τοῦ Σαδοὺκ τὸ γένος κατάγειν·
He said also that both these and those traced their descent from Zadok;
他又說,這些人與那些人都是從撒督的後裔出來的;
1:4037
πάλαι γὰρ τοῦ. Ἀβιάθαρ τὸ γένος ἔπαυσε τοῦ ἱερατεύειν ὁ τῶν ὅλων Θεὸς, κατὰ τὴν ἐξενεχθεῖσαν κατὰ Ἡλεὶ τοῦ ἀρχιερέως ψῆφον
for long ago the God of all had removed the line of Abiathar from serving as priests, according to the sentence pronounced against Eli the high priest.
因為早先萬有的神已按著針對大祭司以利所宣告的判決,廢除了亞比亞他一族的祭司職分。
1:4038
Λέγει δὲ ἐσωτέραν αὐλὴν, τὴν πρὸς ἥλιον ἀνίσχοντα βλέπουσαν, ἀπὸ τοῦ προπυλαίου τοῦ θείου νεὼ μέχρι τῆς πύλης ἑκατὸν ἐσχηκέναι πήχεις, καὶ τὸ εὖρος δὲ ὡσαύτως τοσούτους·
He says that the inner court, the one looking toward the rising sun, from the vestibule of the divine temple up to the gate had one hundred cubits, and its breadth likewise so many;
他說,那內院,就是朝日出之東的,從神聖之殿的門廊直到那門,共有一百肘,其寬度也同樣如此;
1:4039
καταντικρὺ δὲ τοῦ νεὼ τὸ θυσιαστήριον·
and opposite the temple was the altar;
在殿的對面就是那壇;
1:4040
τὸ δὲ προπύλαιον τοῦ νεὼ εἴκοσι μὲν πήχεων τὸ μῆκος, τεττάρων δὲ καὶ δέκα τὸ πλάτος·
and the vestibule of the temple was twenty cubits in length and fourteen in breadth;
殿的門廊長二十肘,寬十四肘;
1:4041
καὶ τὴν θύραν αὐτοῦ ὁμοίως τεττάρων καὶ δέκα τὸ πλάτος, τοὺς δὲ ἑκατέρωθεν αὐτῆς ἀγκῶνας, ἢ παραστάδας μέχρι τῆς γωνίας, ἀπὸ τριῶν πήχεων ἑκατέραν
and its door likewise fourteen in breadth, and the elbow-pieces (or door-posts) on either side of it, up to the corner, three cubits each.
門的寬度也是十四肘,門兩旁直到角落的肘牆(或門柱),各三肘。
1:4042
Οὕτω γὰρ καὶ τῶν εἴκοσι πήχεων πληροῦται τὸ μέτρον, τῆς μὲν θύρας τέτταρας καὶ δέκα λαβούσης, τῶν ἑκατέρωθεν ἀγ κώνων ( τούτους γὰρ ἐπωμίδας ἐκάλεσε), τοὺς ἄλλους ἓξ, τρεῖς ἐντεῦθεν, καὶ τρεῖς ἐκεῖθεν
For thus the measure of the twenty cubits is filled out: the door having taken fourteen, and the elbow-pieces on either side (for these he called 'shoulder-pieces') the remaining six—three on this side and three on that.
因為這二十肘的尺寸如此填滿:門佔十四肘,兩旁的肘牆(他稱這些為「肩牆」)佔其餘的六肘——這邊三肘,那邊三肘。
1:4043
Αὐτοῦ δὲ τοῦ νεὼ τὴν θύραν ἔφη εὖρος ἔχειν πήχεων δέκα, τοὺς δὲ ἑκατέρωθεν ἀγκῶνας ἀπὸ πέντε πήχεων, ὥστε πληροῦσθαι πάλιν τοὺς εἴκοσι πήχεις·
But the door of the temple itself, he said, had a breadth of ten cubits, and the elbow-pieces on either side of five cubits each, so that again the twenty cubits are filled out;
至於殿本身的門,他說寬十肘,兩旁的肘牆各五肘,這樣二十肘的尺寸又再次填滿;
1:4044
διεμέτρησε δὲ, φησὶ, καὶ αὐτὸν τὸν νεὼν, καὶ ὑπέδειξέ μοι τεσσα ράκοντα πήχεων τὸ μῆκος, εἴκοσι δὲ τὸ πλάτος, ἰσό μετρον τῷ προπυλαίῳ
and he measured also the temple itself, he says, and showed me a length of forty cubits and a breadth of twenty, equal in measure to the vestibule.
他說,他也丈量了殿本身,把長四十肘、寬二十肘指示給我,與門廊的尺寸相等。
1:4045
Εἶδον δὲ, φησὶ, καὶ ἑτέραν θύραν ἐνδοτέραν, τὸ πλάτος ἔχουσαν πήχεις ἓξ, τοὺς δὲ ἑκατέρωθεν ἀγκῶνας ἀπὸ πήχεων ἑπτά·
And I saw, he says, also another, more inner door, having a breadth of six cubits, and the elbow-pieces on either side of seven cubits each;
他說,我又看見另一道更靠內的門,寬六肘,兩旁的肘牆各七肘;
1:4046
τοῖς ἓξ τοίνυν πήχεσιν οἱ τέτταρες καὶ δέκα προστιθέμε νοι τοὺς εἴκοσι πληροῦσι
the fourteen, therefore, being added to the six cubits, fill out the twenty.
所以那十四肘加上這六肘,便填滿了二十肘。
1:4047
Λέγει δὲ θεάσασθαι καὶ τὰς θύρας τὰς διοριζούσας ἀπὸ τῶν ἁγίων τὰ Ἅγια τῶν ἁγίων, καὶ τὸ μὲν εὖρος αὐτῶν ἰσόμετρον εἶναι τῷ νεῷ, τουτέστι πήχεων εἴκοσι·
He says that he beheld also the doors which separate the Holy of Holies from the Holy Place, and that their breadth was equal in measure to the temple, that is, twenty cubits;
他說他也看見那分隔至聖所與聖所的門,其寬度與殿的尺寸相等,就是二十肘;
1:4048
τὸ δὲ ὕψος πή χεων τεσσαράκοντα
and their height forty cubits.
其高度為四十肘。
1:4049
Ζητήσας δὲ καὶ παρὰ τῷ Σύρῳ καὶ παρὰ τῷ Ἑβραίῳ τὰ μέτρα, εὗρον καὶ τὸ ὕψος ἰσόμετρον τῷ πλάτει·
But having inquired after the measurements both in the Syriac and in the Hebrew, I found the height also to be equal in measure to the breadth;
然而,我在敘利亞譯本和希伯來原文中查考這些尺寸後,發現高度也與寬度相等;
1:4050
συνεφώνησαν γὰρ ἀμφότεροι, ὅ τε Σύρος, ὅ τε Ἑβραῖος, εἴκοσι πήχεων φήσαν τες, καὶ τὸ εὖρος, καὶ τὸ ὕψος
for both agreed—both the Syriac and the Hebrew—saying twenty cubits for both the breadth and the height.
因為兩者——敘利亞譯本與希伯來原文——都彼此吻合,都說寬與高皆為二十肘。
1:4051
Λέγει δὲ καὶ διπλοῦν τεθεᾶσθαι κύκλῳ τοῦ ναοῦ τὸ οἰκοδόμημα, καὶ ἑτέρους τοίχους ἔξωθεν τῆς ὀροφῆς ᾠκοδομημένους, καὶ μεταξὺ τῶν δύο τοίχων κύκλῳ περίπατόν τε καὶ δίοδον
He says also that he beheld a double structure round about the temple, and other walls built on the outside of the roofing, and between the two walls, round about, a walkway and a passage.
他又說,他看見殿的四周有雙層的建築,在屋頂外面另建有牆,並在兩牆之間、環繞四周有一條走道和通路。
1:4052
Λέγει δὲ καὶ τῆς οἰκοδομίας ταύτης τὴν αἰ τίαν·
He states also the reason for this construction;
他也述說了這建築的緣由;
1:4053
καὶ ἑτέρας δὲ, φησὶ, δύο ἐξ έδρας ἐθεασάμην ἑκατέρωθεν τοῦ θείου νεὼ, τὴν μὲν εἰς ἄρκτον ἀποβλέπουσαν, τὴν δὲ πρὸς νότον·
and I beheld, he says, also two other halls on either side of the divine temple, the one looking toward the north, the other toward the south;
他說,我又看見在神聖之殿的兩旁還有另外兩座廳室,一座朝北,另一座朝南;
1:4054
τοῦτο γὰρ ἐκάλεσε προσευχὴν, ἐπειδὴ τοῖς τὰ βορειότερα τῆς Ἱερουσαλὴμ οἰκοῦσιν Ἰουδαίοις ἔθος ἐστὶν εὐχομένοις, πρὸς μεσημβρίαν ἀποβλέπειν κατὰ τὴν τῆς πόλεως θέσιν
for this he called a place of prayer, since it is the custom for the Jews dwelling in the more northerly parts of Jerusalem, when they pray, to look toward the south, according to the situation of the city.
他稱這為禱告之所,因為住在耶路撒冷較北地區的猶太人有一個習俗,就是禱告時按著那城的方位朝南面觀看。
1:4055
Λέγει δὲ, μεταξὺ τοῦ θείου νεὼ καὶ τῆς καλουμένης ἐξέδρας, πέντε διορίζειν πήχεις·
He says that between the divine temple and what is called the hall there was a separation of five cubits;
他說,在神聖之殿與那所謂的廳室之間,隔開有五肘;
1:4056
ἀπὸ δὲ τοῦ ἑσπερίου τείχους μέχρις αὐτῆς τῆς ἐξ έδρας ἑβδομήκοντα εἶναι πήχεις, εὖρος δὲ ἐννενή κοντα
and from the western wall up to the hall itself there were seventy cubits, and the breadth ninety.
從西牆直到那廳室本身有七十肘,寬度為九十肘。
1:4057
Μέσος δὲ, φησὶν, ἦν ὁ θεῖος νεὼς, σανίσιν ἅπας κεκαλυμμένος, οὐ τοὺς τοίχους μόνον, ἀλλὰ καὶ τὸ ἔδαφος καὶ τὸν ὄροφον
And in the midst, he says, was the divine temple, entirely covered with boards—not the walls only, but also the floor and the roof.
他說,在中央的是神聖之殿,全然以木板覆蓋——不僅是牆壁,也包括地面和屋頂。
1:4058
Εἶχε δὲ καὶ θυρίδας δικτυωτὰς,. τουτέστι, διατρήτους δικτύῳ ἐοικυίας
It had also latticed windows, that is to say, pierced through, resembling a net.
它也有格子窗,就是說,鑿透的、狀似網子的窗。
1:4059
Αἱ γλυφαὶ δὲ ἐπὶ τῶν τοίχων καὶ ἐπὶ τῶν φλιῶν, τῶν χερουβὶμ καὶ φοινίκων ἀπεικάσματα εἶχον·
And the carvings upon the walls and upon the door-jambs bore the likenesses of the cherubim and of palm trees;
牆上和門框上的雕刻帶有基路伯和棕樹的形像;
1:4060
ἕκαστον δὲ τῶν χερουβὶμ δύο εἶχε πρόσωπα, ἓν μὲν λέοντος, ἓν δὲ ἀνθρώπου, καὶ τὸ μὲν πρὸς τοῦτον ἀπέβλεπε τὸν φοί νικα, τὸ δὲ πρὸς ἐκεῖνον
and each of the cherubim had two faces, one of a lion and one of a man, and the one looked toward this palm tree, and the other toward that.
每一個基路伯都有兩張臉,一張是獅子的,一張是人的,一張朝著這棵棕樹,另一張朝著那棵棕樹。
1:4061
ἐπειδὴ οὐδὲ οἷόν τε ἦν ἐν σανίσιν ἀκριβῶς τέσσαρα διαγλύψαι
For it was not even possible to carve out four figures accurately upon boards.
因為要在木板上精確地雕出四個形象,本是不可能的。
1:4062
Λέγει δὲ καὶ τὸ θυσιαστήριον τεθεᾶσθαι τὸ πρὸ τῶν ἁγίων·
He says also that he beheld the altar that stood before the Holy Place.
他又說,他看見了那立在聖所之前的祭壇。
1:4063
εἶχε δὲ, φησὶ, τὸ μὲν ὕψος τρεῖς πήχεις, δύο δὲ πή χεις τὸ μῆκος, καὶ τὸ πλάτος ὡσαύτως, τουτέστι τε τράγωνον ἰσόπλευρον
It had, he says, a height of three cubits, a length of two cubits, and likewise a breadth of two cubits, that is to say, it was square and equal-sided.
他說,那祭壇高三肘,長二肘,寬也同樣是二肘,就是說,它是四方形、各邊相等的。
1:4064
Ἐδιδάχθην δὲ ὑπὸ τοῦ ταῦτά μοι δεικνύντος, ὡς αὕτη ἦν ἡ τράπεζα ἡ κατ έναντι Κυρίου
And I was taught by the one who showed me these things that this was the table which stood before the Lord.
那位向我指示這些事的對我說明,這就是那擺在耶和華面前的桌子。
1:4065
Ἐπιστῆσαι δὲ προσήκει, ὡς τὴν τρά πεζαν, τὴν τοὺς ἄρτους τῆς προθέσεως δεχομένην, θυσιαστήριον προσηγόρευσε, τοῦ μεγάλου Μωσέως τράπεζαν αὐτὴν ὀνομάσαντος μόνον
It is fitting to observe that he called the table which receives the loaves of the presentation an altar, whereas the great Moses named it merely a table.
值得注意的是,他把那承受陳設餅的桌子稱為祭壇,而偉大的摩西卻只稱它為桌子。
1:4066
Προανοίγνυται τοίνυν τοῖς ἡμετέροις θύρα διὰ τῆς προφητείας
A door, therefore, is opened beforehand for our people through this prophecy.
因此,藉著這預言,一扇門為我們的信眾預先開啟了。
1:4067
Ἦν δὲ, φησὶ, καὶ ἡ θύρα τῶν ἁγίων, οὐ δίθυρος, ἀλλὰ τετράθυρος, ὥστε ἀνοιγομένας εἰς ἑαυτὰς ἀνακλᾶ σθαι·
The door of the Holy Place, he says, was also not two-leaved but four-leaved, so that when opened the leaves folded back upon themselves.
他說,聖所的門也不是兩扇的,而是四扇的,如此開啟時,門扇便向自身摺疊起來。
1:4068
καὶ αὐταὶ δὲ τὰς αὐτὰς εἶχον γλυφάς
And these too bore the same carvings.
這些門扇上也帶著同樣的雕刻。
1:4069
Λέγει δὲ καὶ ἑτέρας ἐξέδρας ἑωρακέναι ἐν τῇ ἐξωτέρᾳ αὐλῇ διακειμένας, καὶ πρὸ τῶν ἐξεδρῶν περίπατον δέκα πήχεων τὸ εὖρος, ἑκατὸν δὲ τὸ μῆκος
He says also that he saw other chambers situated in the outer court, and before the chambers a walkway ten cubits in breadth and a hundred cubits in length.
他又說,他看見另有些廂房設在外院裡,在那些廂房之前有一條走廊,寬十肘,長一百肘。
1:4070
Φῶς δὲ τοῦ περιπάτου καλεῖ τὸ παρ' ἡμῖν καλούμενον φωτικόν
The light of the walkway he calls what among us is termed a skylight.
走廊的採光口,他稱之為我們所謂的天窗。
1:4071
Ἔφη δὲ καὶ ταῦτα ἀφωρῖσθαι τοῖς ἱερεῦσιν εἰς τὸ τῆς ἡγιασμένης ἀπολαύειν τροφῆς, καὶ παρ εγγυῆσαι τὸν ταῦτα ὑποδεικνύντα, μηδένα κοινωνῆ σαι τοῖς ἱερεῦσι τῆς εἰς ἐκείνας εἰσόδου, μήτε μὴν αὐτοὺς τοὺς ἱερέας τὴν ἱερατικὴν περιβεβλημένους στολὴν, καὶ τὴν θείαν ἐπιτελοῦντας λειτουργίαν, εἰς τὴν ἐξωτέραν αὐλὴν ἐξιέναι
He said too that these were set apart for the priests, that they might there partake of the hallowed food; and the one who was pointing out these things charged that none of the people should share with the priests in entering into them, nor indeed should the priests themselves, while clothed in the priestly vestment and performing the divine liturgy, go out into the outer court.
他又說,這些是分別出來給祭司的,好讓他們在其中享用那分別為聖的食物;那位向他指示這些事的吩咐說,百姓中無一人可與祭司同進其中,就連祭司自己,當他們身穿祭司的聖袍、履行神聖的事奉時,也不可出到外院去。
1:4072
Οὔτε γὰρ θέμις τινὰ τοῦ λαοῦ προσψαύειν αὐτοῖς τὴν ἱερατικὴν περικει μένοις στολήν·
For it is not lawful that any of the people should touch them while they are clothed in the priestly vestment.
因為當他們身穿祭司聖袍時,百姓中無人可觸摸他們,這是不合法度的。
1:4073
διὸ προσήκει ἐν ἐκείνοις τοῖς οἴκοις ἀποδύεσθαι τὴν ἀφωρισμένην ταῖς λειτουργίαις ἐσθῆτα, ἑτέραν δὲ ἀμπέχεσθαι, καὶ οὕτω πρὸς τὸν λαὸν ἐξιέναι
Therefore it is fitting that in those chambers they should put off the garment set apart for the liturgical services and put on another, and thus go out to the people.
因此,他們理當在那些房間裡脫下那專為事奉分別出來的衣服,另穿別的衣服,如此才出去到百姓那裡。
1:4074
Ὑπέδειξε δέ μοι καὶ τὸν κύκλον τῷ μέτρῳ κεχρημένος, καὶ ἐδίδαξε μετρήσας, ὡς ἕκαστον τῶν τεσσάρων, τό τε ἑῷον, καὶ τὸ ἑσπέριον, τό τε νότιον, καὶ τὸ βόρειον, πήχεις εἶχε πεντακοσίους, ὡς συνάγειν τὸν κύκλον τῶν πεντακοσίων τετραπλού μενον εἰς δισχιλίους πήχεις
He also showed me, employing the measuring rod, and taught me, having measured, that each of the four sides—the eastern and the western, the southern and the northern—had five hundred cubits, so that the circuit of five hundred, multiplied fourfold, came to two thousand cubits.
他又用量竿指示我,並量度後教導我說,那四面—東面與西面、南面與北面—每一面各有五百肘,如此周圍的五百肘乘以四倍,便成了二千肘。
1:4075
Καὶ ἤγαγέ με, φησὶν, ἐπὶ τὴν πύλην τὴν βλέπουσαν κατὰ ἀνατολὰς, καὶ ἐξήγαγέ με
And he led me, he says, to the gate that looks toward the east, and brought me out.
他說,他領我到那朝東的門,又帶我出來。
1:4076
Καὶ ἰδοὺ δόξα Θεοῦ Ἰσραὴλ ἤρχετο κατὰ τὴν ὁδὸν τὴν πρὸς ἀνατολὰς, καὶ φωνὴ τῆς παρ εμβολῆς, ὡς φωνὴ διπλασιαζόντων πολλῶν
And behold, the glory of the God of Israel came by the way that is toward the east, and there was a sound of the encampment, like the sound of many redoubling.
看哪,以色列神的榮光從朝東的路而來,又有營中的聲音,如同眾多加倍之聲。
1:4077
Παρὰ τῷ Ἑβραίῳ, καὶ παρὰ τῷ Σύρῳ, εὗρον·
In the Hebrew and in the Syriac I found:
在希伯來文本和敘利亞文本中,我找到:
1:4078
Καὶ ἡ γῆ ἐξέλαμπεν, ὡς φέγ γος ἀπὸ τῆς δόξης αὐτοῦ κυκλόθεν.. γʹ
And the earth shone forth like radiance from his glory round about. (Chapter 3.)
地也發光,如同從他榮光而出的光輝,周圍照耀。(第三章)
1:4079
Καὶ ἡ ὅρασις ἣν εἶδον, κατὰ τὸ εἶδος ὃ εἶδον ὅτε εἰσεπορευόμην τοῦ χρίσαι τὴν πόλιν
And the vision which I saw was according to the appearance which I saw when I went in to anoint the city.
我所見的異象,與我進去膏抹那城時所見的樣式相同。
1:4080
Πάλιν κἀνταῦθα καὶ παρὰ τῷ Σύρῳ, καὶ παρὰ τῷ Ἑβραίῳ, εὗρον·
Here again, both in the Syriac and in the Hebrew, I found:
在此,在敘利亞文本和希伯來文本中,我又找到:
1:4081
Καὶ εἰκὸς τοὺς Ἑβδομήκοντα τῇ διανοίᾳ προσεσχηκότας χρίσιν καλέσαι τὴν τῶν μετώπων σημείωσιν τῶν ἀπαλλαγέντων τῆς τῶν κοπτόντων τιμωρίας
And it is likely that the Seventy, attending to the meaning, called the marking of the foreheads of those delivered from the punishment of the slayers an 'anointing.'
七十士譯者留意這意思,便把那些從擊殺者的刑罰中得蒙拯救之人額上的記號稱為「膏抹」,這是合乎情理的。
1:4082
( δʹ.) Ἡ δὲ τοῦ Κυρίου δόξα εἰσῆλθεν εἰς τὸν οἶκον κατὰ τὴν ὁδὸν τῆς πύλης τῆς βλεπούσης κατὰ ἀνατολάς
(4.) And the glory of the Lord entered into the house by the way of the gate that looks toward the east.
(第四)耶和華的榮光從朝東之門的路進入殿中。
1:4083
Καὶ οὐκ ἔφη τὸν Κύριον εἰσεληλυθέναι·
And he did not say that the Lord entered, for the divine nature is uncircumscribed;
他並沒有說主自己進入,因為神性是無可限量的;
1:4084
ἀπερίγραφος γὰρ ἡ θεία φύσις·
for the divine nature is uncircumscribed;
因為神性是不受局限、無可界定的;
1:4085
ἀλλὰ τοῦ Κυρίου τὴν δόξαν, τουτέστι τὴν ὀφθεῖσαν θεωρίαν
rather, it was the glory of the Lord, that is, the vision that was seen.
反倒是主的榮光,就是那所見的顯現。
1:4086
Καὶ ἀνέλαβέ με Πνεῦμα, καὶ εἰσήγαγέ με εἰς τὴν αὐλὴν τὴν ἐσωτέραν, καὶ ἰδοὺ πλήρης δόξης ὁ οἶκος Κυρίου
And the Spirit took me up and brought me into the inner court, and behold, the house of the Lord was full of glory.
靈將我提起,帶我進入內院,看哪,耶和華的殿充滿了榮光。
1:4087
Καὶ ἔστην, καὶ ἰδοὺ φωνὴ ἐκ τοῦ οἴκου λαλοῦντος πρός με
And I stood, and behold, a voice from the house speaking to me.
我站著,看哪,有聲音從殿中向我說話。
1:4088
Καὶ ὁ ἀνὴρ εἱστήκει ἐχόμενος ἐμοῦ. Ἔδειξεν ὡς ἄγγε λος ἦν ὁ τὴν οἰκοδομίαν μετρήσας τε καὶ ὑποδείξας, καὶ εἰκὸς τὸν ἅγιον αὐτὸν εἶναι Μιχαήλ·
And the man stood beside me. This showed that the one who had measured and pointed out the building was an angel; and it is likely that he was the holy Michael,
那人站在我旁邊。這顯明那量度並指示建築的乃是一位天使;他很可能就是聖天使米迦勒,
1:4089
αὐτὸς γὰρ τὴν τοῦ λαοῦ κηδεμονίαν ἐγκεχείριστο
for he had been entrusted with the guardianship of the people.
因為看顧這百姓的職分是託付給他的。
1:4090
Ἑώρακας, υἱὲ ἀνθρώπου, τὸν τόπον τοῦ θρόνου μου, καὶ τὸν τόπον τοῦ ἴχνους τῶν ποδῶν μου
You have seen, son of man, the place of my throne and the place of the sole of my feet.
人子啊,你已看見我寶座之處,和我腳掌之處。
1:4091
Προσ κυνεῖτε γὰρ, φησὶ, τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ, ὅτι ἅγιός ἐστιν. Τόπον δὲ θρόνου τοῦτον ὠνόμα σεν, ὡς ἐπαναπαυόμενος ἐπ' αὐτῷ
For 'worship,' he says, 'at the footstool of his feet, for he is holy.' And he named this the place of the throne, as one resting upon it.
因為經上說:「當在他的腳凳前敬拜,因他是聖的。」他把這稱為寶座之處,因他安息在其上。
1:4092
Οὗ κατασκηνώσει τὸ ὄνομά μου ἐν μέσῳ οἴκου Ἰσραὴλ εἰς τὸν αἰῶνα. Οὐκ εἶπε, κατεσκήνω σεν, ἀλλὰ κατασκηνώσει·
Where my name shall dwell in the midst of the house of Israel forever. He did not say 'it dwelt,' but 'it shall dwell';
我的名要永遠住在以色列家中間。他沒有說「曾住」,而是說「要住」;
1:4093
κατασκηνώσει δὲ εἰς τὸν αἰῶνα ἁγίων ἐν μέσῳ, καὶ τῶν ἀληθῶς Ἰσραὴλ. ὀνομαζομένων, καὶ ὁρᾷν αὐτὸν δυναμένων, ὡς ἰδεῖν ἀνθρώπῳ δυνατόν·
and it shall dwell forever in the midst of the saints, and of those who are truly named Israel and are able to see him, insofar as it is possible for a man to see—
並且要永遠住在眾聖徒中間,也住在那些真正名為以色列、且能看見他的人中間,就是照人所能看見的程度而言—
1:4094
οὐκ ἐν τῷ τύπῳ, ἀλλ' ἐν τῇ ἀληθείᾳ
not in the figure, but in the truth.
不是在預表之中,而是在真理之中。
1:4095
Τύπος δὲ ἦν τῶν ἐπουρανίων ἐκεῖνα
For those things were a figure of the heavenly realities.
因為那些事物乃是天上實體的預表。
1:4096
Ὅρα γὰρ, φησὶ, ποιήσῃς πάντα κατὰ τὸν τύπον τὸν δειχθέντα σοι ἐν τῷ ὄρει. Ἀψευδὴς τοίνυν ἡ ὑπόσχεσις·
'For see,' he says, 'that you make all things according to the pattern that was shown you on the mountain.' The promise, therefore, is not false;
因為經上說:「你要謹慎,照著在山上指示你的樣式作各樣的物件。」所以這應許並不虛假;
1:4097
Πολ λαὶ μοναὶ παρὰ τῷ Πατρί μου·
'In my Father's house are many mansions;
「在我父的家裡有許多住處;
1:4098
εἰ δὲ μή γε, ἔλεγον ὅτι πορεύσομαι, καὶ ἑτοιμάσω τόπον ὑμῖν·
if it were not so, I would have told you, for I go to prepare a place for you;
若是沒有,我就早已告訴你們了,因我去原是為你們預備地方;
1:4099
πάλιν ἐλεύσομαι, καὶ παραλήψομαι ὑμᾶς πρὸς ἐμαυτὸν, ἵνα ὅπου εἰμὶ ἐγὼ, καὶ ὑμεῖς ἦτε. Ἐν τῷ τύπῳ τοίνυν οὔτε κατεσκήνωσεν, οὔτε κατασκηνώσει ὁ Θεὸς εἰς τὸν αἰῶνα·
I will come again and receive you unto myself, that where I am, there you may be also.' In the figure, therefore, God neither dwelt nor shall he dwell forever;
我要再來接你們到我那裡去,好叫我在哪裡,你們也在哪裡。」所以在那預表之中,神既未曾住,也不會永遠住在其中;
1:4100
κατεψηφίσατο γὰρ αὐτῶν, λέγων·
for he pronounced sentence against them, saying:
因為他已定了他們的罪,說:
1:4101
Ἰδοὺ ἀφίεται ὁ οἶκος ὑμῶν ἔρημος. Προσήκει τοίνυν ἀπὸ τῶν τύπων ἐπὶ τὴν ἀλήθειαν ἀναβαίνειν, κἀκείνην ἀναμένειν τοῦ Θεοῦ τὴν κατα σκήνωσιν
'Behold, your house is left unto you desolate.' It is fitting, therefore, to ascend from the figures to the truth, and to await that dwelling of God.
「看哪,你們的家成為荒場留給你們了。」因此,我們理當從預表上升到真理,並等候神那樣的居住。
1:4102
Καὶ τὰ ἐπαγόμενα τῇ προλεχθείσῃ συν ομολογεῖ ἑρμηνείᾳ
And what follows agrees with the interpretation set forth above.
接下來所說的,與上文所述的解釋相合。
1:4103
Καὶ οὐ βεβηλώσουσι, φησὶν, οὐκέτι ὁ οἶκος Ἰσραὴλ τὸ ὄνομά μου τὸ ἅγιον, αὐτοὶ καὶ οἱ ἡγούμενοι αὐτῶν, ἐν τῇ πορνείᾳ αὐτῶν, καὶ ἐν τοῖς παραπτώμασι τῶν ἡγουμένων αὐτῶν ἐν μέσῳ αὐτῶν. Τοῦτο δὲ εἴ τις περὶ τοῦ Ἰσραὴλ ἁπλῶς λάβοι, ψευδὲς εὑρήσει·
'And they shall no more defile,' he says, 'the house of Israel my holy name, they and their leaders, in their fornication and in the transgressions of their leaders in their midst.' But if anyone should take this simply concerning Israel, he will find it false;
他說:「以色列家和他們的君王,必不再藉他們的淫行和他們君王在他們中間所犯的過犯,玷污我的聖名。」但若有人單就以色列而論,領受這話,就會發現這是不真確的;
1:4104
πολλὴν γὰρ αὐτῶν καὶ μετὰ τὴν ἐπάνοδον ἀσέβειαν καὶ ὁ Ἔσδρας κατηγορεῖ, καὶ τῶν Μακκαβαίων ἡ ἱστορία·
for both Ezra and the history of the Maccabees accuse them of much impiety even after the return;
因為以斯拉和馬加比書的記載都控告他們,就是在歸回之後仍有許多不敬虔的行為;
1:4105
καὶ οὐ μόνον τῶν ἄλλων Ἰσραηλιτῶν, ἀλλὰ καὶ τῶν ἱερέων καὶ τῶν ἀρχιερέων
and not only of the other Israelites, but also of the priests and the high priests.
而且不僅是其餘的以色列人,連祭司和大祭司也是如此。
1:4106
Ἐν τῷ τιθέναι αὐτοὺς τὸ πρόθυρόν μου, φησὶν, ἐν τοῖς προθύροις αὑτῶν, καὶ τὰς φλιάς μου ἐχομένας τῶν φλιῶν αὑτῶν, καὶ ἔδωκαν τὸν τοῖχόν μου, ὡς συνεχόμενον ἐμοῦ καὶ αὐτῶν, καὶ ἐβεβήλωσαν τὸ ὄνομά μου τὸ ἅγιον ἐν ταῖς ἀνομίαις αὑτῶν, ἃς ἐποίουν
'When they set my threshold,' he says, 'by their thresholds, and my doorposts close to their doorposts, and made my wall as though shared between me and them, and defiled my holy name by the lawless deeds which they did.'
他說:「他們將我的門檻設在他們的門檻旁,將我的門框緊挨他們的門框,又使我的牆如同你我共有,並以他們所行的罪孽玷污了我的聖名。」
1:4107
Εἶτα παραινεῖ καταλιπεῖν αὐτοὺς τὴν προ τέραν ὁδὸν, καὶ τῆς ἀσεβείας ἀπαλλαγῆναι, καὶ αὐ τοὺς, καὶ τοὺς ἡγουμένους αὐτῶν·
Then he exhorts them to forsake their former way and to be delivered from their impiety, both they and their leaders;
然後他勸戒他們離棄從前的道路,脫離不敬虔,就是他們自己和他們的君王都要如此;
1:4108
καὶ ὑπισχνεῖται, τούτων γιγνομένων, κατασκηνοῦν ἐν μέσῳ αὐτῶν εἰς τὸν αἰῶνα
and he promises that, if these things come to pass, he will dwell in their midst forever.
他又應許說,若這些事成就,他就要永遠住在他們中間。
1:4109
ἐπειδὴ δὲ ἰδόντες αὐτὸν ἔφασαν πρὸς ἀλλήλους·
but since, when they saw him, they said to one another:
但因為他們看見他時,彼此說:
1:4110
Οὗτός ἐστιν ὁ κληρονόμος, δεῦτε, ἀποκτείνωμεν αὐτὸν, καὶ ἡμῶν ἔσται ἡ κληρονομία, ἐκείνους μὲν ἐκ τοῦ. ἀμπελῶνος ἐκβαλὼν εἰς τὴν οἰκουμένην διέσπειρε, τὸν δὲ ἀμπελῶνα ἐξέδοτο ἄλλοις γεωργοῖς, μεθ' ὧν εἰς τὸν αἰῶνα κατασκηνοῖ, εἰς καιρὸν παρ' αὐτῶν τοὺς καρποὺς κομιζόμενος
'This is the heir; come, let us kill him, and the inheritance shall be ours,' he cast those men out of the vineyard and scattered them throughout the inhabited world, and gave over the vineyard to other husbandmen, with whom he dwells forever, receiving from them the fruits in due season.
「這是承受產業的,來吧,我們殺了他,產業就歸我們了。」於是他把那些人從葡萄園中趕出去,分散在天下各地,又把葡萄園租給別的園戶,就是他要永遠與之同住、按時向他們收取果子的人。
1:4111
Εἶτα παρακελεύεται τῷ προφήτῃ δεῖξαι τῷ λαῷ τοῦ νεὼ τὴν οἰκοδομίαν, ἵνα διὰ τὸ μέγεθος τῆς εὐεργεσίας καὶ τῆς ἐλπίδος τῆς ἀνακλήσεως ἐντραπέντες, τοῦ πλημμελεῖν καὶ δυσ σεβεῖν παύσωνται
Then he commands the prophet to show the people the building of the temple, so that, being put to shame by the greatness of the benefit and of the hope of restoration, they may cease from transgressing and acting impiously.
然後他吩咐先知把聖殿的建築指示給百姓看,好叫他們因這恩惠之大和復興盼望之大而感到羞愧,從而停止犯罪與不敬虔的行為。
1:4112
Λέγει δὲ τεθεᾶσθαι καὶ τὸ τῶν θυμιαμάτων θυσια στήριον, τὸ μὲν ὕψος δύο πήχεων, τὸ δὲ μῆκος πή χεως, ἰσόμετρον δὲ εὖρος
He says that he beheld also the altar of incense, its height two cubits, its length a cubit, and its breadth of equal measure.
他說,他也看見了香壇,高二肘,長一肘,寬也是相等的尺寸。
1:4113
Λέγει καὶ δύο τεθεᾶσθαι ἱλαστήρια, οὐκ ἰσόμετρα, ἀλλὰ τὸ μὲν ἔλαττον, τὸ δὲ μεῖζον
He says too that he beheld two mercy-seats, not of equal measure, but the one smaller, the other larger.
他又說,他看見兩個施恩座,尺寸並不相等,一個較小,一個較大。
1:4114
Ἀναγκαῖον ζητῆσαι, τί δήποτε τοῦ μα καρίου Μωσέως ἓν ἱλαστήριον κατὰ τὴν θείαν ἐντολὴν πεποιηκότος, ἐνταῦθα δύο θεωρεῖ ὁ προφήτης
It is necessary to inquire why, when the blessed Moses made one mercy-seat according to the divine commandment, here the prophet beholds two.
有必要探究:既然蒙福的摩西照著神的命令只造了一個施恩座,為何在此先知卻看見兩個。
1:4115
Ἡγοῦ μαι δὲ ὡς τὸ βραχὺ τύπος τοῦ μείζονος·
I consider that the smaller is a figure of the greater;
我認為那較小的乃是那較大者的預表;
1:4116
Χριστὸς δέ ἐστι τὸ ἡμέτερον ἱλαστήριον, ᾗ φησιν ὁ θεῖος Ἀπόστολος, Ὃν προέθετο ὁ Θεὸς ἱλαστήριον ἐν τῷ αὐτοῦ αἵματι, εἰς ἔνδειξιν τῆς δικαιοσύνης αὑτοῦ. Λέγει δὲ καὶ με ταξὺ τῶν δύο ἱλαστηρίων πήχεις εἶναι τέσσαρας, τοῖς θείοις Εὐαγγελίοις ἰσαρίθμους·
and Christ is our mercy-seat, as the divine Apostle says, 'Whom God set forth as a propitiation in his own blood, for a demonstration of his righteousness.' He says too that between the two mercy-seats there were four cubits, equal in number to the divine Gospels;
而基督乃是我們的施恩座,正如神聖的使徒所說:「神設立他作挽回祭,是憑著他的血,要顯明神的義。」他又說,在兩個施恩座之間有四肘,其數目與四卷神聖的福音書相等;
1:4117
μεταξὺ γὰρ τοῦ νό μου καὶ τῶν ἐλπιζομένων ἀγαθῶν, τῶν Εὐαγγελίων ἡ χάρις τοῖς ἀνθρώποις ἐδόθη
for between the law and the good things hoped for, the grace of the Gospels was given to men.
因為在律法與所盼望的美好事物之間,福音的恩典賜給了世人。
1:4118
Καὶ τὸ Ἀριὴλ, φησὶ, πηχῶν δώδεκα τὸ μῆ κος καὶ τὸ πλάτος ἰσόμετρον
'And the Ariel,' he says, 'was twelve cubits in length, and its breadth of equal measure.'
他說:「那亞利伊勒長十二肘,寬也是相等的尺寸。」
1:4119
Τὸ δὲ Ἀριὴλ σημαίνει τῇ Ἑβραίων φωνῇ ὄρος Θεοῦ, ἢ κατ' ἄλλην ἑρμηνείαν, φῶς Θεοῦ·
'Ariel' signifies in the Hebrew tongue 'mountain of God,' or, according to another interpretation, 'light of God';
「亞利伊勒」在希伯來語中意為「神的山」,或按另一種解釋,意為「神的光」;
1:4120
καλεῖ δὲ οὕτως, ὡς ἡγοῦμαι, τοῦ ἱλαστηρίου τὴν βάσιν
and he so names, as I suppose, the base of the mercy-seat.
我想,他如此稱呼的,乃是施恩座的底座。
1:4121
Συμβαίνει δὲ καὶ οὗτος τῶν πήχεων ὁ ἀριθμὸς τοῖς ἱεροῖς ἀποστό λοις, οἳ βάσεις καὶ ἐπιβάσεις τῆς θείας ἐγένοντο χάριτος, καὶ τῆς Ἐκκλησίας ὑποβάθρα καὶ κρηπίς·
This number of cubits also corresponds to the holy apostles, who became the foundations and stepping-places of the divine grace, and the substructure and base of the Church;
這肘數也與那些聖使徒相合,他們成了神聖恩典的根基與立足之處,也成了教會的基座與根基;
1:4122
Σὺ γὰρ εἶ Πέτρος, φησὶ, καὶ ἐπὶ ταύτῃ τῇ πέτρᾳ οἰκοδομήσω μου τὴν Ἐκκλησίαν, ὁ Κύριος ἔφη
for 'You are Peter,' he says, 'and upon this rock I will build my Church,' the Lord declared.
因為主說:「你是彼得,我要把我的教會建造在這磐石上。」
1:4123
Ὑμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου. Αὐτὸ δὲ τὸ ἱλαστήριον δύο πήχεσι λέγει μεῖζον εἶναι τοῦ Ἀριὴλ, καὶ κατὰ τὸ μῆκος, καὶ κατὰ τὸ εὖρος·
'You are the light of the world.' And the mercy-seat itself he says is larger than the Ariel by two cubits, both in length and in breadth.
「你們是世上的光。」他又說,那施恩座本身比亞利伊勒大二肘,無論在長度上還是在寬度上都是如此。
1:4124
Εἶτα παρακελεύεται τῷ προφήτῃ ὁ τῶν ὅλων Θεὸς, τοὺς περὶ τῶν θυσιῶν νόμους διδάξαι τοὺς ἱερέας, καὶ ὅπως δεῖ τὸν περὶ τῆς ἁμαρτίας μόσχον καὶ προσαγαγεῖν, καὶ θῦσαι, καὶ ἔνθα προσήκει καταπαῦσαι, καὶ ὅπως δεῖ περιῤῥᾶναι τοῦ τε θυσια στηρίου τὰ κέρατα, καὶ τοῦ ἱλαστηρίου τὰς γωνίας·
Then the God of all commands the prophet to teach the priests the laws concerning the sacrifices, and how one must both bring near and slay the bull-calf for sin, and where it is fitting to set it down, and how one must sprinkle both the horns of the altar and the corners of the mercy-seat;
然後萬有的神吩咐先知教導祭司有關祭物的律例,就是當如何獻上並宰殺贖罪的公牛犢,當在何處安置它,又當如何彈血在壇的四角和施恩座的四隅上;
1:4125
εἶτα τοὺς περὶ ἁμαρτίας ἐρίφους μώμου παντὸς ἐλευ θέρους ὄντας προσαγαγεῖν·
then to bring near the goats for sin, being free from every blemish;
然後獻上那毫無瑕疵的贖罪公山羊;
1:4126
καὶ πάλιν ὡσαύτως τῷ αἵματι περιῤῥᾶναι τὸ θυσιαστήριον
and again likewise to sprinkle the altar with the blood.
又同樣地用血彈灑在祭壇上。
1:4127
Οὕτω δὲ, φησὶ,. τούτων γινομένων, καὶ τοῦ ὑπὲρ τῆς ἁμαρτίας ἱλα σμοῦ πληρωθέντος, προσοίσουσι μόσχον καὶ πρόβα τον, μώμου καὶ αὐτὰ ἀπηλλαγμένα, καὶ μετὰ ἁλῶν τὴν θυσίαν ἐπιτελέσουσιν
'And thus,' he says, 'when these things are done, and the atonement for sin has been fulfilled, they shall bring near a bull-calf and a sheep, these also being free from blemish, and shall complete the sacrifice with salt.'
他說:「這樣,當這些事行完了,贖罪的挽回也成全了,他們就要獻上一頭公牛犢和一隻綿羊,這些也都要毫無瑕疵,並要用鹽把祭物獻上。」
1:4128
Μήνυμα δὲ οἱ ἅλες λο γισμοῦ, καὶ διακρίσεως, καὶ φρονήματος εὐσεβοῦς·
The salt is a sign of discernment, of discrimination, and of a godly disposition;
那鹽乃是思辨、分辨與敬虔心志的表記;
1:4129
οὐχ ἁπλῶς γὰρ, οὔτε ὡς ἔθει δουλεύοντες, ταῦτα ποιήσουσιν, ἀλλὰ μετά τινος λόγου καὶ σκοποῦ εὐ σεβεῖν προαιρουμένου
for they shall not do these things simply, nor as slaves to custom, but with a certain reason and purpose that chooses to be godly.
因為他們行這些事,並不是隨隨便便,也不是像作習俗的奴僕,而是帶著某種理性和存心敬虔的旨意。
1:4130
Ποιήσουσι δὲ, φησὶν, ἑπτὰ ἡμέρας τὰς τοιάσδε θυσίας·
'And they shall perform,' he says, 'such sacrifices for seven days.'
他說:「他們要在七日之久獻上這樣的祭物。」
1:4131
ἀπὸ δὲ τῆς ὀγδόης καὶ ἐπέκεινα, τοιάσδε θυσίας, ἵνα μὴ καθ' ἕκαστον διεξίω
And from the eighth day onward, sacrifices of this sort — that I may not go through them one by one.
從第八日起以及其後,要獻上這樣的祭物,我不必逐一詳述。
1:4132
οὐκ ἐπειδὴ θύρας ἔχρῃζεν εἰσ ιέναι βουλόμενος ὁ πανταχοῦ παρὼν καὶ τοῖς πᾶσι παριστάμενος
Not because He who is present everywhere and stands beside all things had need of doors in order to enter when He willed;
並非因為那位無所不在、與萬有同在者,若要進入時竟需要門戶;
1:4133
Προσέταξε δὲ παρὰ τὴν θύραν καὶ τὸν ἡγούμενον, τουτέστι τὸν ἀρχιερέα, τῆς τροφῆς ἀπολαύειν, παρ ιέναι δὲ διὰ τοῦ προπυλαίου, καὶ ἀπιόντα, καὶ ἀνιόντα·
But He commanded that the ruler — that is, the high priest — should also enjoy the food beside the door, and should pass through by way of the portico, both when going out and when going up.
祂卻吩咐首領,就是大祭司,也要在門旁享用那食物,並要經由前廊出入,無論是出去或上去。
1:4134
Οὕτω δὲ τού των καὶ λαληθέντων καὶ δειχθέντων, πάλιν ὁρᾷ τοῦ Θεοῦ τὴν δόξαν ἐν τῇ πύλῃ τῇ πρὸς βοῤῥᾶν, καὶ εἰ πεῖν κελεύεται τῷ παραπικραίνοντι λαῷ, ἢ προσ εριστῇ καὶ φιλονείκῳ·
When these things had thus both been spoken and shown, again he beholds the glory of God at the gate that faces north, and he is commanded to speak to the people that provokes to bitterness, or that is contentious and quarrelsome;
當這些事既如此被說出又被顯明之後,他又見到神的榮耀在朝北的門那裡,並奉命對那悖逆的百姓,或說爭競好鬥的百姓說話;
1:4135
οὕτως γὰρ καὶ οἱ ἄλλοι ἑρμη νευταὶ ἡρμηνεύκασιν·
For so also the other translators have rendered it.
因為其他的譯者也是這樣翻譯的。
1:4136
ἀρκεσθῆναι τῇ προτέρᾳ παρα νομίᾳ, ἣν τολμῶντες διετέλεσαν, ἀλλοφύλους καὶ ἀπεριτμήτους εἰς τὸν θεῖον εἰσάγοντες νεών·
That they should be content with their former transgression of the law, which they persisted in daring, when they brought foreigners and the uncircumcised into the divine temple;
他們理當以先前那不斷膽敢犯下的違法之罪為足,就是他們把外邦人和未受割禮的人帶進神聖的殿中;
1:4137
τὸ δὲ μέγιστον τῶν ἐγκλημάτων, ὅτι οὐ μόνον τὴν σάρκα ἀπερίτμητον εἶχον, ἀλλὰ καὶ πρὸ τῆς σαρκὸς τὴν διάνοιαν·
But the greatest of the charges is this: that they had not only the flesh uncircumcised, but even, before the flesh, the mind itself.
然而諸罪中最大的,乃是他們不僅肉體未受割禮,甚至先於肉體,連心思意念也未受割禮。
1:4138
ὡς εἶναι δῆλον, ὅτι τῆς μὲν καρδίας ἡ περιτομὴ δικαιοσύνης κατόρθωσις, ἡ δὲ τῆς σαρκὸς περιτομὴ τῆς κατὰ διάνοιαν περιτομῆς σημεῖόν ἐστι καὶ σφραγίς
So that it is clear that the circumcision of the heart is the accomplishing of righteousness, while the circumcision of the flesh is a sign and seal of the circumcision according to the mind.
由此可見,心的割禮乃是義的成就,而肉體的割禮則是那按心思之割禮的記號與印證。
1:4139
Παρεγγυᾷ τοίνυν ὁ τῶν ὅλων Θεὸς, τοὺς μὲν καὶ κατὰ ψυχὴν ἀπεριτμήτους, καὶ κατὰ σῶμα ἀλλογενεῖς καὶ ἀλλοφύλους πόῤῥωθεν τῶν θείων μεῖ ναι περιβόλων, τοὺς δὲ Λευΐτας κοινωνήσαντας τῇ τοῦ λαοῦ παρανομίᾳ, καὶ τῶν εἰδώλων τὴν θεραπείαν ἀσπασαμένους, τῆς οἰκείας τάξεως ἀποστῆναι, καὶ μήτε πυλωρεῖν, μήτε σφάττειν τὴν ὁλοκαύτωσιν, καὶ τὴν περὶ ἁμαρτίας θυσίαν, μήτε μὴν πελά ζειν τοῖς ἱεροῖς, ἀλλὰ τῆς οἰκείας ἀσεβείας λαβεῖν καρπὸν τὴν ἀτιμίαν·
The God of all things therefore charges that those who are uncircumcised in soul and also of alien race and foreign in body should remain far off from the divine precincts; and that the Levites who shared in the transgression of the people and embraced the service of idols should depart from their own rank, and should neither keep the gate, nor slaughter the whole burnt offering and the sin offering, nor even draw near to the holy things, but should receive dishonor as the fruit of their own impiety;
因此,萬有的神吩咐:凡在心靈上未受割禮,並在身體上是別族、外邦之人,都要遠離神聖的院宇;至於那些與百姓同犯罪過、又親近敬拜偶像的利未人,則要離開自己原有的職分,既不可守門,也不可宰殺燔祭與贖罪祭的牲畜,更不可挨近聖物,惟要以羞辱作為自己不敬虔的果子;
1:4140
μόνον δὲ τοῦ Σαδοὺκ τὸ γένος ἐπὶ τῆς πατρῴας μεῖναι εὐσεβείας, καὶ ἱερουργεῖν, καὶ φυλάττειν, καὶ τὰ ἄλλα πάντα πληροῦν
But only the family of Zadok should remain in the ancestral piety, and should minister as priests, and keep guard, and fulfill all the other duties.
惟有撒督的後裔要存留在祖宗的敬虔中,事奉聖職、看守,並成就其餘一切的職責。
1:4141
Προσήκει δὲ αὐτοὺς, φησὶ, τοῖς μὲν ἐξ ἐρίων ὑφάσμασι μηδαμῶς κεχρῆσθαι, ἐσθήματα δὲ λινᾶ περιβάλλεσθαι μόνα, κατὰ τὸν τῆς ἱερουργίας καιρὸν, καὶ κίδαριν δὲ ἕκα στος τῇ κεφαλῇ περιτιθέτω, καὶ διαζώματα δὲ ἔνδοθεν. περικείσθω·
It is fitting, he says, that they should by no means use garments woven of wool, but should clothe themselves in linen vestments only at the time of the sacred ministry; and let each one place a turban upon his head, and let girdles be worn underneath.
他說,他們理當絕不可穿用羊毛織成的衣服,惟在供職事奉的時候只可披戴細麻布的衣裳;各人頭上要戴冠帽,裡面也要束上腰帶。
1:4142
ἐξιόντες δὲ πρὸς τὸν λαὸν, τὰς μὲν λει τουργικὰς ἀποδυέσθωσαν στολὰς, ἑτέρας δὲ ἀμπεχό μενοι τὰς πύλας ἐξίτωσαν·
But when they go out to the people, let them put off the ministering robes, and putting on others let them go out through the gates;
但當他們出去到百姓那裡時,要脫下供職的禮服,另換別的衣服,纔可經過各門出去;
1:4143
οὔτε γὰρ θέμις τὸν τῆς ἱερωσύνης ἀλλότριον ταῖς ἱερατικαῖς πελάζειν στολαῖς
For it is not lawful that one who is a stranger to the priesthood should come near to the priestly robes.
因為凡與祭司職分無份的人挨近祭司的禮服,乃是不合律法的。
1:4144
Καὶ τὰς κεφαλὰς δὲ οὐ ξυρήσονται, τοῦτο γὰρ ἔθος ἦν ποιεῖν τοῖς τῶν εἰδώλων ἱερεῦσι·
And they shall not shave their heads, for this was the custom for the priests of the idols to do;
他們不可剃頭,因為這是敬拜偶像之祭司的習俗;
1:4145
Καὶ τὰς κό μας αὑτῶν οὐ ψιλώσουσιν. Ὁ δὲ Ἑβραῖος, καὶ ὁ Σύρος, οὐ θρέψουσιν ἔφασαν
And they shall not let their hair grow bare. But the Hebrew and the Syrian said, 'they shall not let it grow long.'
他們也不可使頭髮光禿。但希伯來文本與敘利亞文本說:「他們不可使頭髮長長。」
1:4146
Οὔτε γὰρ ξυρεῖσθαι αὐτοὺς, φησὶ, προσήκει, οὔτε κόμας τρέφειν, ἀλλὰ μεσότητα κουρᾶς ἀγαπῆσαι·
For neither is it fitting, he says, that they should shave themselves, nor that they should let their hair grow, but that they should be content with a moderate trimming;
他說,因為他們既不宜剃光頭髮,也不宜留長頭髮,惟要以適中的修剪為滿足;
1:4147
τοῦτο γὰρ ἐσήμηνεν εἰρηκώς·
For this is what he indicated by his words.
因為這正是他藉著所說的話所要表明的。
1:4148
γάμῳ δὲ βουλομένους ὁμι λεῖν, μήτε χήραν, μήτε ἐκβεβλημένην γυναῖκα λαμ βάνειν, ἀλλὰ παρθένον
And to those wishing to enter into marriage, that they should take neither a widow nor a woman that has been put away, but a virgin.
至於那些想要締結婚姻的,他們既不可娶寡婦,也不可娶被休的婦人,惟要娶處女。
1:4149
Εἰ δὲ καὶ ἱερέως τις γενο μένη γυνὴ χηρεύσειε, καὶ βουληθείη τις αὐτὴν γῆ μαι, οὐδὲ ὁ τοιοῦτος γάμος παράνομος ἀνέπαφον γὰρ τῆς ἱερωσύνης μένει τὸ γένος, τῆς ἱερεῖ συναφθείσης τῷ ἱερεῖ πάλιν συναπτομένης
But if a woman who has become the wife of a priest should be widowed, and someone should wish to marry her, not even such a marriage is unlawful; for the priestly family remains inviolate, since she who was joined to a priest is again joined to a priest.
但若曾作祭司之妻的婦人成了寡婦,又有人願意娶她,這樣的婚姻也不算違法;因為既是與祭司聯合的婦人再與祭司聯合,祭司的家系便得以保持不受玷污。
1:4150
Χρὴ δὲ τούτους πάλιν καὶ τὸν λαὸν ἐκπαιδεύειν τῶν τε κοινῶν καὶ τῶν ἱερῶν τὸ διάφορον
And these men must again instruct the people concerning the difference between the common and the holy.
這些人又必須教導百姓,分辨俗物與聖物之間的分別。
1:4151
Αὐτοὶ δὲ καὶ ταῖς φονικαῖς δικα σάτωσαν δίκαις, καὶ τὰς ἄλλας δὲ ἀμφιβολίας λυέτω σαν, πανταχοῦ τιμῶντες τὸ δίκαιον
And let them also judge in cases of bloodshed, and let them resolve the other disputes, honoring justice in every matter.
他們也要審斷流血的案件,並要解決其他的爭訟,在凡事上尊崇公義。
1:4152
Καὶ τὰς ἑορτὰς δὲ κατὰ τὸν νόμον ἐπιτελείτωσαν, καὶ τὰ Σάββατα τῇ ἀργίᾳ καὶ τοῖς ἄλλοις τιμάτωσαν
And let them keep the feasts according to the law, and let them honor the Sabbaths with rest and with the other observances.
他們要照著律法守節期,並要以安息、以及其他的規例來尊崇安息日。
1:4153
Καὶ ἐπὶ ψυχὴν ἀνθρώπου οὐκ εἰσελεύσονται τοῦ μιανθῆναι, τουτέστιν ἐπὶ νεκρῷ·
And they shall not go in unto a dead person so as to be defiled — that is, over a corpse;
他們不可挨近死人,免得被玷污,就是不可挨近屍體;
1:4154
οὕτω γὰρ καὶ ὁ Ἑβραῖος καὶ ὁ Σύρος ἔφη·
For so also the Hebrew and the Syrian said;
因為希伯來文本與敘利亞文本也是這樣說的;
1:4155
ἀλλ' ἐπὶ μόνῳ, φησὶ, πατρὶ καὶ μητρὶ, υἱῷ καὶ θυγατρὶ, ἀδελφῷ καὶ ἀδελφῇ μηδέπω γημαμένῃ. Εἶτα παρεγγυᾷ, πῶς δεῖ τὸν ἀκάθαρτον καθαρθῆναι, καὶ οὕτω τῇ ἱερουργίᾳ πελάσαι·
But only, he says, for a father and mother, a son and daughter, a brother and a sister that has not yet been married. Then he charges how the unclean one must be cleansed, and so draw near to the sacred ministry;
他說,惟獨為了父母、兒女、弟兄,以及尚未出嫁的姊妹纔可如此。接著他吩咐那不潔淨的人當如何得潔淨,然後纔可挨近供職的聖工;
1:4156
οὐκ ἐπειδὴ τῷ ὄντι μυσαρὸν ἦν τὸ τοὺς τεθνεῶτας ὁρᾷν·
Not because it was in reality abominable to look upon the dead;
並非因為觀看死者本身實在是可憎惡的;
1:4157
εἰ γὰρ ἀληθῶς ἐλωβᾶτο, ἐλυμήνατο ἂν καὶ ἡ τοῦ τεθνεῶτος πατρὸς, ἢ μητρὸς, ἢ ἀδελφοῦ θέα·
For if it truly caused harm, then the sight of a dead father, or mother, or brother would also have brought defilement;
因為若那果真造成損害,則觀看已死的父親、母親或弟兄,也照樣會帶來玷污了;
1:4158
ἀλλὰ διὰ τούτων αἰδεσιμώτερον παρὰ τοῖς τὰ μικρὰ σε μνύνειν μεμαθηκόσιν Ἰουδαίοις τὸν ἱερέα εἶναι βου λόμενος
But through these things, wishing that the priest should be more venerable in the eyes of the Jews, who had been taught to esteem small things as solemn.
祂乃是藉著這些規定,願那祭司在猶太人眼中更顯尊貴,因為猶太人素來受教把細微之事看為莊嚴神聖。
1:4159
Εἶτα παρακελεύεται καὶ τὴν ὑπὲρ ἑαυτοῦ θυσίαν προσενεγκεῖν τὸν ἱερέα μέλλοντα εἰς τὰ ἅγια εἰσιέναι·
Then he further enjoins that the priest who is about to enter into the holy places should offer the sacrifice on his own behalf;
接著祂又囑咐那將要進入聖所的祭司,先要為自己獻上祭物;
1:4160
καὶ μερίδα μὴ λαβεῖν μετὰ τῶν υἱῶν Ἰσραὴλ ἐν τῇ διανομῇ τῆς γῆς
And that he should take no portion together with the sons of Israel in the distribution of the land;
並且在分地的時候,他不可與以色列人一同得產業;
1:4161
καὶ τὰς ἀπαρχὰς αὐτοῖς εἰς ἀπόλαυσιν δίδωμι, καὶ τὰ ἀπὸ τῶν θυσιῶν ἀφοριζόμενα πάλιν αὐτοῖς ἀπένειμα
'And I give to them the firstfruits for their enjoyment, and the portions set apart from the sacrifices I have again assigned to them.'
「我將初熟之物賜給他們享用,並把從祭物中分別出來的份再度歸給他們。」
1:4162
Κελεύει δὲ καὶ γῆν τινα ἀφορισθῆναι προάστειον τοῖς ἱερεῦσι·
And he commands that a certain land be set apart as a suburb for the priests;
祂又吩咐要劃出一塊地作為祭司的郊野;
1:4163
ἀπὸ μὲν ἀνίσχοντος ἡλίου πρὸς ἑσπέ ραν, δέκα χιλιάδας πήχεων·
From where the sun rises toward the west, ten thousand cubits;
從日出之處往西,長一萬肘;
1:4164
ἀπὸ δὲ ἄρκτου πρὸς μεσημβρίαν εἴκοσι καὶ πέντε χιλιάδας, ὥστε, φησὶν, ἔχοντας αὐτοὺς τὰς δεκάτας, καὶ τὰς ἀπαρχὰς, καὶ τὰ πρωτότοκα, καὶ τῶν θυσιῶν τὰς ἀφωρισμένας μοίρας, καὶ τὴν ἀπὸ τῆς γῆς παραψυχὴν, στέργειν τὸ δίκαιον, καὶ τοῦ πλείονος μὴ ἐφίεσθαι, μηδὲ ἀδικεῖν τὸν λαὸν, τῆς αὐταρκείας ἀπολαύοντας
And from the north toward the south, twenty-five thousand — so that, he says, having their tithes, and their firstfruits, and their firstborn, and the portions set apart from the sacrifices, and the sustenance from the land, they might be content with what is just, and not covet more, nor wrong the people, but enjoy a sufficiency.
從北往南,長二萬五千肘;他說,這樣,他們既有十分之一、初熟之物、頭生的、從祭物中分別出來的份,以及從地而得的養生之物,便可以滿足於公正所得的,不貪求更多,也不虧負百姓,惟享受足夠的供應。
1:4165
Ἱκανούσθω ὑμῖν, οἱ ἀφηγούμενοι τοῖ Ἰσ-ραήλ·
'Let it suffice you, O rulers of Israel!'
「以色列的首領啊,這於你們夠了!」
1:4166
ἀδικίαν καὶ ταλαιπωρίαν ἀποῤῥίψατε, καὶ κρῖμα καὶ δικαιοσύνην ποιήσατε, καὶ ἐξάρατε καταδυναστείαν ἀπὸ τοῦ λαοῦ, λέγει Ἀδωναῒ Κύριος
'Cast away injustice and oppression, and execute judgment and righteousness, and remove violence from my people, says the Lord Adonai.'
「你們當除掉不義與欺壓,施行公正與公義,並從我百姓中除去強暴,主阿多乃如此說。」
1:4167
Εἶτα περὶ ζυγῶν, καὶ σταθμῶν, καὶ μέτρων νομοθετεῖ, καὶ λέγει καὶ ταῦτα ἰσότητι καὶ τῷ δικαίῳ τιμᾶσθαι, καὶ παρακελεύεται εἰσόδου καὶ ἐξόδου ἓν εἶναι μέτρον
Then he legislates concerning balances, and weights, and measures, and says that these too are to be esteemed with equity and justice, and he enjoins that there be one measure for both what comes in and what goes out.
接著祂為天平、砝碼與量器立下法度,並說這些也要以公平公正來看重,又囑咐入與出都要用同一個量器。
1:4168
Καὶ διδάσκει ἡμᾶς τὸν μὲν κόρον ἔχειν γομὸρ δέκα, ἕκαστον δὲ γομὸρ χοίνι κας δέκα, ὡς εἶναι τὸν κόρον χοινίκων ἑκατόν
And he teaches us that the kor contains ten gomor, and each gomor ten choinices, so that the kor is a hundred choinices.
祂又教導我們:一賀梅珥含十俄梅珥,每一俄梅珥含十升,如此一賀梅珥便是一百升。
1:4169
Καὶ τὸ ὑφὶ δὲ λέγει ἰσόμετρον εἶναι τῷ χοίνικι
And he says that the ephah is equal in measure to the choinix.
祂又說,一伊法在量度上等同於一升。
1:4170
Καὶ τὴν μνᾶν παρακελεύεται ἔχειν σίκλους πεντήκοντα, ἕκα στον δὲ σίκλον ὀβολοὺς εἴκοσι·
And he enjoins that the mina contain fifty shekels, and each shekel twenty obols;
祂又囑咐一彌拿含五十舍客勒,每一舍客勒含二十俄波勒;
1:4171
καὶ τὰς δέκα δὲ τοῦ ἐλαίου κοτύλας γομὸρ καλεῖ, ὅπερ ἔφη δέκατον εἶναι τοῦ κόρου
And he calls the ten kotylai of oil a gomor, which he said is a tenth of the kor.
祂又稱那十柯替利的油為一俄梅珥,就是祂所說的賀梅珥的十分之一。
1:4172
Κελεύει δὲ καὶ τὴν ἀπαρχὴν τὴν προσ φερομένην ἀπό τε πυρῶν, καὶ κριθῶν, τὸ ἕκτον ἔχειν τοῦ γομὸρ, τὸ καλούμενον παρ' ἡμῖν ἡμιμέδιμνον·
And he commands that the firstfruit which is offered from wheat and from barley should be a sixth part of the gomor, which is called among us a half-medimnus;
祂又吩咐那從麥子與大麥中所獻的初熟之物,要有一俄梅珥的六分之一,就是我們所稱的半墨丁諾;
1:4173
τριάκοντα γὰρ μεδίμνων ὄντος τοῦ κόρου, τοῦ δὲ γομὸρ δέκατον κληθέντος τοῦ κόρου, ἀνάγκη τριῶν εἶναι μεδίμνων τὸ γομὸρ, τῶν δὲ τριῶν μεδίμνων τὸ ἕκτον ἡμιμέδιμνόν ἐστι
For since the kor is thirty medimni, and the gomor is called a tenth of the kor, the gomor must necessarily be three medimni, and a sixth of the three medimni is a half-medimnus.
因為既然一賀梅珥是三十墨丁諾,而一俄梅珥稱為賀梅珥的十分之一,那麼一俄梅珥必然是三墨丁諾,而三墨丁諾的六分之一便是半墨丁諾。
1:4174
Προσέταξε δὲ καὶ ἀπὸ τῶν δέκα κοτυλῶν μίαν κοτύλην προσφέρεσθαι, καὶ τῶν προβάτων δὲ ὡσαύτως τὰς δεκάτας
And he commanded that from the ten kotylai one kotyle should be offered, and likewise the tithes of the sheep.
祂又吩咐從那十柯替利中要獻上一柯替利,羊群的十分之一也照樣獻上。
1:4175
Ταῦτα δὲ πάντα, φησὶ, δώσει ὁ λαὸς τῷ ἀφηγουμένῳ εἰς τὴν χρείαν τῶν θυσιῶν, ὡς κἀν ταῖς ἑορταῖς καὶ ταῖς νουμη νίαις, κἀν τοῖς Σάββασιν ὑπ' αὐτοῦ τὰς ἱερουργίας πληροῦσθαι, καὶ ἱλάσκεσθαι τὸν Θεὸν ὑπὲρ τοῦ λαοῦ
And all these things, he says, the people shall give to the ruler for the need of the sacrifices, so that both at the feasts and at the new moons, and on the Sabbaths, the sacred ministries may be fulfilled by him, and God may be propitiated on behalf of the people.
他說,這一切百姓都要交給首領,以供祭物之用,好使在節期、在月朔、在安息日,供職的聖工都可以藉著他成就,並使神因百姓而得平息息怒。
1:4176
Εἶτα διδάσκει, τίνα προσήκει ποιεῖν τῇ νουμηνίᾳ τοῦ δεκάτου μηνὸς, καὶ τίνα τῇ τεσσαρεσκαιδεκάτῃ, καὶ τίνα πάλιν τῷ ἑβδόμῳ μηνί
Then he teaches what it is fitting to do at the new moon of the tenth month, and what at the fourteenth day, and what again in the seventh month.
接著祂教導:在十月的月朔當做甚麼,在十四日當做甚麼,又在七月當做甚麼。
1:4177
Τὴν δὲ προσφερομένην σεμίδαλιν θυσίαν καλεῖ·
And the fine flour that is offered he calls a sacrifice;
祂又把所獻的細麵稱為素祭;
1:4178
Καὶ θυσίαν γὰρ, φησὶ, πέμμα τῷ μόσχῳ, καὶ πέμμα τῷ κριῷ ποιήσεις, καὶ ἐλαίου τὸ ἲν τῷ πέμματι. Τὸ δὲ ἲν παρὰ τῷ Σύρῳ ἡμίναν εὗρον
'For you shall make a sacrifice — a cake for the bull-calf, and a cake for the ram,' he says, 'and a hin of oil for the cake.' But the hin I found rendered as a hemina by the Syrian.
祂說:「你要獻素祭,就是為公牛犢作一個餅,為公綿羊作一個餅,並為每個餅獻一欣的油。」但那「欣」,我發現敘利亞文本作「半升」。
1:4179
Κελεύει δὲ καὶ τὴν πύλην τὴν πρὸς ἀνατολὰς βλέ πουσαν ἐν ταῖς ἓξ τῆς ἑβδομάδος ἡμέραις κεκλεῖσθαι, ἐν δὲ τῷ Σαββάτῳ διὰ πάσης ἀνοίγνυσθαι τῆς ἡμέρας
And he commands that the gate looking toward the east be shut on the six days of the week, but on the Sabbath be opened throughout the whole day.
祂又吩咐那朝東的門,在一週的六日內要關閉,惟在安息日要終日敞開。
1:4180
Τῶν δὲ, φησὶν, ἱερέων τὰς ὑπὲρ τοῦ ἀρχιερέως προσ φερόντων θυσίας, αὐτὸς ἐπὶ τῆς πύλης στήσεται ταύτης, καὶ τῆς θυσίας προσφερομένης, ἑστὼς ἐπὶ τοῦ προθύρου προσκυνήσει, καὶ οὕτως ἐξελεύσεται·
And when the priests, he says, are offering the sacrifices on behalf of the high priest, he himself shall stand at this gate, and while the sacrifice is being offered, standing at the threshold he shall worship, and thus he shall go out;
他說,當祭司為大祭司獻祭的時候,他本人要站在這門旁,當祭物被獻上時,他要站在門檻處敬拜,然後纔出去;
1:4181
καὶ πᾶς δὲ ὁ λαὸς πρὸ ταύτης τῆς θύρας ἑστὼς προσοίσει τῷ Θεῷ τὴν προσκύνησιν, ἕν τε τοῖς Σάβ βασι, καὶ ἐν ταῖς νουμηνίαις·
And all the people also, standing before this door, shall offer to God their worship, both on the Sabbaths and at the new moons;
眾百姓也要站在這門前,向神獻上敬拜,無論在安息日或在月朔;
1:4182
τὸ δὲ ὁλοκαύτωμα τῶν Σαββάτων ὁ ἀρχιερεὺς προσοίσει
But the whole burnt offering of the Sabbaths the high priest shall offer.
至於安息日的燔祭,則要由大祭司獻上。
1:4183
Αὐτὸν γὰρ καλεῖ ἀφηγούμενον
For it is him that he calls the ruler.
因為祂所稱的「首領」正是指他。
1:4184
Λέγει δὲ καὶ τῶν ἱερέων τὸν ἀριθμόν·
And he states also the number of the priests;
祂又說明祭司的數目;
1:4185
ὡσαύτως δὲ καὶ τίνα δεῖ ἐν ταῖς νουμηνίαις προσφέρειν διδάσκει
And likewise he teaches what must be offered at the new moons.
同樣,祂也教導在月朔當獻上甚麼。
1:4186
Τὸ δὲ μαναὰ τὴν τῆς σεμιδά λεως θυσίαν ἀποκαλεῖ·
And the 'manaa' he designates as the sacrifice of fine flour;
至於那「瑪拿」,祂用以稱呼細麵的素祭;
1:4187
οὕτω γὰρ καὶ ὁ Σύρος ἡρ μήνευσε
For so also the Syrian rendered it.
因為敘利亞文本也是這樣翻譯的。
1:4188
Παρακελεύεται δὲ καὶ τοὺς εἰσιόντας εἰς προσκύνησιν τοῦ Θεοῦ εἰς τὴν ἐξωτέραν αὐλὴν, εἰ μὲν ἀπὸ τῆς πύλης τῆς πρὸς βοῤῥᾶν εἰσέλθοιεν, διὰ τῆς πρὸς μεσημβρίαν ὁρώσης ἐξιέναι·
And he charges also those who enter for the worship of God into the outer court, that if they enter from the gate toward the north, they should go out through the one that looks toward the south;
祂又吩咐那些進入外院敬拜神的人:若是從朝北的門進入,就要從朝南的門出去;
1:4189
εἰ δὲ ἐντεῦθεν. τὴν εἴσοδον ποιήσαιντο, διὰ τῆς ἑτέρας ποιεῖσθαι τὴν ἔξοδον, ὥστε κατὰ τάξιν αὐτοὺς εἰσιόντας καὶ ἐξιόν τας θορύβου δίχα παντὸς προσφέρειν τῷ Θεῷ τὴν προσκύνησιν·
But if from there they make their entrance, they should make their exit through the other, so that entering and going out in order they might offer to God their worship without any tumult;
但若他們從那門進入,就要從另一門出去,好叫他們有次序地出入,毫無喧擾地向神獻上敬拜;
1:4190
παρέστω δὲ καὶ ὁ ἀρχιερεὺς, τούτων γινομένων, ὥστε μετὰ πλείονος αἰδοῦς γενέσθαι τὴν προσκύνησιν
And let the high priest also be present when these things are done, so that the worship may take place with greater reverence.
當這些事進行時,大祭司也要在場,好使那敬拜以更大的敬畏來進行。
1:4191
ἄλλαις ἑορταῖς, ἀνοίγνυσθαι προσέταξε τὴν πρὸς ἕω θύραν·
At the other feasts, he commanded that the gate toward the east be opened;
至於其他的節期,祂吩咐那朝東的門要敞開;
1:4192
τῷ δὲ ἀρχιερεῖ γνωμικὴν θυσίαν ἐκ περιουσίας προσενεγκεῖν τῷ Θεῷ βουλομένῳ, καθ' ἣν ἂν βούλοιτο ἡμέραν τὴν θυσίαν ἐπιτελεῖν, ἀνοίγειν, φησὶν, ἐξέστω τὴν θύραν
And to the high priest, when he wishes to offer to God out of his abundance a voluntary sacrifice, on whatever day he might wish to perform the sacrifice, let it be permitted, he says, to open the door.
至於大祭司,若他願意從自己的豐盈中向神獻上甘心祭,無論他願意在哪一日舉行那祭,他說,都可以准許他開那門。
1:4193
Ὁμοία γὰρ, φησὶ, ἔστω ἡ παρ' αὐτοῦ προσφερομένη θυσία τῇ τῶν Σαββάτων θυσίᾳ
'For let the sacrifice offered by him,' he says, 'be like the sacrifice of the Sabbaths.'
他說:「因為由他所獻的祭,要像安息日的祭一樣。」
1:4194
Ἐκ τῆς δὲ ἀφωρισμένης αὐτῷ γῆς εἴ τινι τῶν υἱέων δοῦναι βουληθείη, διηνε κῶς, φησὶ, τούτου τὴν δεσποτείαν ὁ λαμβάνων ἐχέτω·
And if out of the land set apart for him he should wish to give to any one of his sons, let the one who receives it, he says, hold the ownership of it in perpetuity;
他說,若他願意從那分別歸給他的地中,給他任何一個兒子,那領受的人就要永遠持有這地的所有權;
1:4195
εἰ δὲ οἰκέτῃ δοθείη, ἐχέτω ὁ οἰκέτης τὴν δεσποτείαν μέχρι τοῦ ἔτους τῆς ἀφέσεως, καὶ τῷ καλουμένῳ ἑβδομαδικῷ ἔτει ἀποδώσει τῷ ἀρχιερεῖ τὴν κληρονο μίαν·
But if it be given to a servant, let the servant hold the ownership until the year of release, and in the so-called sabbatical year he shall restore the inheritance to the high priest;
但若給了僕人,那僕人可持有所有權直到禧年,並在所謂的安息年,他要將這產業歸還大祭司;
1:4196
μόνῳ γὰρ τῷ ἱερατικῷ γένει οὗτος ὁ κλῆρος ἀφώρισται
For to the priestly family alone this inheritance has been set apart.
因為這產業乃是單單分別歸給祭司家系的。
1:4197
Οὐ γὰρ προσήκει τῆς πατρῴας κληρονο μίας τῶν υἱέων στερηθέντων καὶ γυμνωθέντων, εἰς τὸν λαὸν χωρῆσαι τὴν ἀδικίαν, ἄλλης πάλιν τοῖς ἱερεῦσιν ἀφοριζομένης εἰς παραμυθίαν γῆς·
For it is not fitting that, the sons being deprived and stripped of the ancestral inheritance, the wrong should pass over to the people, while yet another land is set apart to the priests for their consolation;
因為這樣是不合宜的:當兒子們被剝奪並失去祖傳的產業時,那不義竟臨到百姓身上,同時又另有一塊地分別歸給祭司作為安慰;
1:4198
ἔστω τοίνυν τῆς ἀφωρισμένης τοῖς ἱερεῦσι γῆς κληρονόμον τὸ γένος
Let the family therefore be the heir of the land set apart for the priests.
所以,要讓這家系作那分別歸給祭司之地的繼承人。
1:4199
Ἔδειξε δέ μοι, φησὶ, καὶ ἕτερον τόπον πρὸς δυσμαῖς κείμενον, ταῖς ἀρκτῴαις ἐξέδραις πελάζοντα, καὶ ἔφη τοῦτον εἰς ἕψησιν ἀφορίζεσθαι τοῖς ἱερεῦσιν, ὥστε τὰ περὶ ἀγνοίας καὶ ἁμαρτίας αὐτόθι ἑψεῖν, κἀκεῖ τὸ μαναὰ πέπτειν
And he showed me, he says, another place also, lying toward the west, adjoining the northern chambers, and he said that this was set apart for the priests for boiling, so that they might there boil the offerings for ignorance and sin, and there bake the 'manaa.'
他說,祂又指給我看另一處地方,位於西邊,靠近北面的廂房,並說這處是分別歸給祭司作烹煮之用的,好叫他們可以在那裡煮那為誤犯之罪與贖罪的祭物,並在那裡烤那「瑪拿」。
1:4200
Οὔτε γὰρ θέμις, φησὶ, τὰ ἅπαξ ἀφορισθέντα καὶ ἁγιασθέντα κοινὰ ποιεῖν τῷ ἔξω κομίζειν
'For neither is it lawful,' he says, 'to make common by carrying outside the things that have once been set apart and sanctified.'
他說:「因為凡一次分別為聖、成為聖潔的物,帶到外面而使之成為俗物,乃是不合律法的。」
1:4201
Εἶδον δὲ καὶ ἑτέρας αὐλὰς ἐκείνης βραχυτέρας, κύκλῳ τῆς μεγίστης διακειμένας αὐλῆς·
I saw also other courts, smaller than that one, lying round about the greatest court;
我又看見另有些院子,比那院子小,環繞著那最大的院子;
1:4202
εἶχε δὲ ἑκάστη τὸ μὲν μῆκος πήχεις τριάκοντα, τὸ δὲ εὖρος τεσσαράκοντα·
and each had a length of thirty cubits and a breadth of forty;
每一個院子長三十肘,寬四十肘;
1:4203
ᾠκοδόμηντο δὲ παρ' αὐτὰς καὶ οἶκοι, ἃς ἐξέδρας ἐκάλεσεν, ἐν οἷς ἕψεσθαι παρηγγύησε τὰ τοῦ λαοῦ θύματα
and beside them were built chambers also, which he called side-rooms, in which he commanded that the sacrifices of the people should be boiled.
在這些院子旁邊也建有房屋,他稱之為廂房,並吩咐要在其中煮百姓所獻的祭牲。
1:4204
Ἐκεῖθέν με πάλιν λαβὼν εἰσήγαγεν ἐπὶ τὰ πρόθυρα τοῦ οἴκου, καὶ ἰδοὺ ὕδωρ ἐξεπορεύετο ὑποκάτωθεν τοῦ αἰθρίου τοῦ οἴκου κατὰ ἀνατο λὰς, ὅτι τὸ πρόσωπον τοῦ οἴκου ἀπέβλεπεν κατὰ ἀνατολὰς, καὶ τὸ ὕδωρ κατέβαινεν ἀπὸ τοῦ κλί τους τοῦ οἴκου τοῦ δεξιοῦ ἀπὸ νότου ἐπὶ τὸ θυσιαστήριον
Taking me thence again, he brought me to the entrance of the house; and behold, water was issuing forth from beneath the open court of the house toward the east, for the face of the house looked toward the east; and the water was coming down from the right side of the house, from the south, toward the altar.
他又從那裡帶我進到殿的門口,看哪,有水從殿的露臺底下向東流出,因為殿的正面朝東;水從殿的右邊,就是南面,往祭壇那裡流下。
1:4205
Οὕτω τὰ περὶ τῶν θυσιῶν διδαχθεὶς, καὶ μαθὼν, ὅπως τὰ περὶ τῶν ἁμαρτιῶν τυπικῶς δεῖ προσφέρειν θύματα, διδάσκεται τῶν ψυχῶν τὴν ἀληθινὴν κάθαρσιν, τὴν ἐξ ὕδατος καὶ πνεύματος γινομένην
Thus, having been instructed concerning the sacrifices, and having learned how the offerings for sins must be presented in a figurative manner, he is taught the true purification of souls, which comes about through water and the Spirit.
如此,他既受了關於祭祀的教導,又明白了那為罪所獻的祭牲當如何按預表獻上,便得知眾靈魂真正的潔淨,就是藉著水與聖靈而成就的潔淨。
1:4206
Βλέπει δὲ τοῦτο ὕδωρ ἀπὸ τῶν θυρῶν τοῦ οἴκου ἐξιὸν, καὶ διὰ τοῦ θυσιαστηρίου διιὸν, καὶ διὰ τῶν βορειοτέρων μερῶν ἐπὶ τὰ ἑῷα χωροῦν
He sees this water going out from the doors of the house, passing through the altar, and proceeding through the more northerly parts toward the east.
他看見這水從殿的門流出,經過祭壇,並穿過偏北的地方,向東方而去。
1:4207
Ταῦτα καὶ ὁ μακάριος Ἡσαΐας προθεσπί ζει, λέγων·
These things the blessed Isaiah also foretells, saying:
這些事,那有福的以賽亞也預先宣告,說:
1:4208
Ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, ὡς πο. ταμὸς φερόμενος ἔνδοξος ἐν γῇ διψώσῃ. Καὶ ὁ μα κάριος δὲ Ζαχαρίας προαγορεύσας τὸ σωτήριον πάθος, καὶ τὸ ἐπιγενόμενον σκότος·
'It shall come to pass in that day, as a glorious river borne along in a thirsty land.' And the blessed Zechariah too, foretelling the saving Passion and the darkness that came upon the earth:
「到那日,必如一條榮耀的河,湧流在乾旱之地。」那有福的撒迦利亞也預先宣告了那救恩的受難,以及隨之而來的黑暗,說:
1:4209
Οὐχ ἡμέρα γὰρ, φησὶ, καὶ οὐ νὺξ, καὶ ἡ ἡμέρα ἐκείνη γνωστὴ τῷ Κυρίῳ·
'For it shall not be day,' he says, 'nor night; and that day shall be known to the Lord.'
他說:「那日不是白晝,也不是黑夜;那日惟有耶和華知道。」
1:4210
οὔτε γὰρ, φησὶ, πλήρης ἡμέρα, οὔτε πλήρης νὺξ, μεσούσης γὰρ τῆς ἡμέρας σκότος ἐγένετο· ἐπήγα γεν·
'For neither,' he says, 'is it a full day, nor a full night'; for when it was midday, darkness came upon the earth. Then he adds:
他說:「因為既非全然是白晝,也非全然是黑夜」;因為在正午時分,黑暗遍地。接著他又說:
1:4211
Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐξελεύσεται ὕδωρ ζῶν ἐξ Ἱερουσαλήμ·
'In that day living water shall go forth out of Jerusalem.'
「到那日,必有活水從耶路撒冷流出。」
1:4212
Λέγει δὲ καὶ τῆς ἀναβλύσεως τὸν καιρόν
He tells also the season of the gushing forth:
他也講明這湧流的時節:
1:4213
Ἐν θέρει, φησὶ, καὶ ἔαρι ἔσται οὕτως. Τοῦτο καὶ ὁ Κύριος τῇ Σα μαρίτιδί φησιν·
'In summer and in spring,' he says, 'it shall be so.' This too the Lord says to the Samaritan woman:
他說:「無論夏天或春天,都必如此。」這也是主對那撒瑪利亞婦人所說的:
1:4214
Ὃς ἂν πίῃ ἐκ τοῦ ὕδατος, οὗ ἐγὼ δώσω αὐτῷ, οὐ μὴ διψήσῃ εἰς τὸν αἰῶνα, ἀλλ' ἔσται τὸ ὕδωρ, ὃ ἐγὼ δώσω αὐτῷ, πηγὴ ὕδατος ζῶντος ἁλ λομένου εἰς ζωὴν αἰώνιον. Καὶ ἑτέρωθι·
'Whosoever shall drink of the water that I shall give him shall never thirst unto the age; but the water that I shall give him shall become in him a spring of living water, springing up unto eternal life.' And elsewhere:
「凡喝我所賜的水的,就永遠不渴;我所賜的水,要在他裡頭成為泉源,湧流到永生。」又在別處說:
1:4215
Εἴ τις διψᾷ, ἐρχέσθω πρός με, καὶ πινέτω·
'If anyone thirst, let him come to me and drink;
「人若渴了,可以到我這裡來喝;
1:4216
ὁ πιστεύων εἰς ἐμὲ, καθὼς εἶπεν ἡ Γραφὴ, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος. Τοῦτο τὸ ὕδωρ ὁ θεσπέσιος εἶδεν Ἰεζεκιὴλ προκύψαν μὲν ἐκ τῶν προ θύρων τοῦ οἴκου·
he that believeth in me, as the Scripture hath said, out of his belly shall flow rivers of living water.' This water the wondrous Ezekiel saw first peering forth from the entrance of the house;
信我的人,就如經上所說,從他腹中要流出活水的江河來。」這水,那奇妙的以西結先看見它從殿的門口顯露出來;
1:4217
διὰ γὰρ τοῦ νόμου καὶ τῶν προ φητῶν τὰ ἡμέτερα ἀγαθὰ προεῤῥέθη·
for through the Law and the Prophets our good things were foretold;
因為我們所得的美善,早已藉著律法和先知預先宣告了;
1:4218
καὶ ἐλθὸν δὲ διὰ τοῦ θυσιαστηρίου·
and coming through the altar;
又看見它經過祭壇而來;
1:4219
παρόδῳ γὰρ μόνῃ διὰ τῶν Ἰουδαίων ἐχρήσατο·
for it made only a passage through the Jews;
因為它只是取道經過猶太人而已;
1:4220
ἔθνη, καὶ τὸν μέγιστον καὶ κάλλιστον τῶν Ἐκκλησιῶν ἀρδεύει παράδεισον
the nations, and it waters the greatest and fairest paradise of the Churches.
並澆灌那萬民,就是諸教會中最大、最美的樂園。
1:4221
Εἶτα λέγει τεθεω ρηκέναι τινὰ μετρήσαντα χιλίους ἐν τῷ μέτρῳ, καὶ διελθεῖν μέχρις ἀστραγάλων·
Then he says that he beheld someone measuring a thousand by the measure, and passing through as far as the ankles;
接著他說,他看見有一位用尺量了一千肘,並涉水過去,水到腳踝;
1:4222
πάλιν δὲ τὴν αὐτὴν με τρῆσαι ποσότητα, καὶ διελθεῖν ἕως γονάτων·
and again measuring the same amount, and passing through as far as the knees;
又量了同樣的數量,涉水過去,水到膝蓋;
1:4223
τρὶς δὲ τὸ μέτρον ἐπενεγκεῖν, καὶ διελθεῖν ἕως ὀσφύος·
and a third time applying the measure, and passing through as far as the loins;
第三次又量了那尺度,涉水過去,水到腰間;
1:4224
ἐπειδὴ δὲ τὸν τέταρτον ἐπλήρωσεν ἀριθμὸν, Χειμάῤ ῥους, φησὶν, ἐγένετο μέγιστος, ὃν οὐχ οἷον διελθεῖν, ὅτι ἐκβράζον τὸ ὕδωρ, ὡς ῥοῖζος χειμάῤῥου, ὃν οὐ διαβήσεταί τις
but when he had completed the fourth number, it became, he says, a very great torrent, which one could not pass through, because the water was surging up like the rushing of a torrent, which none shall cross.
但當他量到第四次時,他說,那水成了極大的河,無法涉過,因為水湧上來,如同急流沖激,無人能渡過。
1:4225
Ἐδίδαξε δὲ ἡμᾶς διὰ τούτων, ὅτι ἐν ἀρχῇ μὲν τὸ εὐαγγελικὸν κήρυγμα ὀλίγους τῇ σωτη ρίᾳ προσάξει·
By these things he taught us that at the beginning the evangelical proclamation would bring but few to salvation;
他藉著這些事教導我們:起初,福音的宣講只引領少數人得救;
1:4226
εἶτα τούτους διπλασιάσει, καὶ τρι πλασιάσει·
then it would double these, and triple them;
然後便使這些人加倍,再加三倍;
1:4227
μετὰ δὲ ταῦτα πληρώσει τὴν οἰκουμένην, κατὰ τὴν προφητείαν τὴν λέγουσαν·
and after these things it would fill the whole inhabited world, according to the prophecy which says:
此後,它必充滿全地,正如那預言所說:
1:4228
Πληρωθήσε ται ἡ σύμπασα γῆ τοῦ γνῶναι τὸν Κύριον, ὡς ὕδωρ πολὺ κατακαλύψαι θαλάσσας. Ἐπιστῆσαι δὲ προσήκει, ὡς τετράκις ἐμέτρησε, καὶ τοῖς θείοις Εὐ αγγελίοις ἰσάριθμον τὸ μέτρον προσήνεγκεν
'The whole earth shall be filled with the knowledge of the Lord, as much water covereth the seas.' And it is fitting to observe that he measured four times, and presented a measure equal in number to the divine Gospels.
「全地必充滿認識耶和華的知識,如同眾水遮蓋海洋一般。」我們也當留意:他量了四次,所呈現的尺度恰與那四卷神聖的福音書數目相符。
1:4229
Ἡγοῦ μαι δὲ τὸ τέταρτον μέτρον τοῦ θεσπεσίου Ἰωάννου παραδηλοῦν τὸ Εὐαγγέλιον, θεολογίαν ἔχον ἄβατον ἀνθρώποις καὶ ἀνυπέρβατον
And I consider that the fourth measure signifies the Gospel of the wondrous John, which contains a theology inaccessible and insurmountable to men.
我認為那第四次的尺度指的是那奇妙的約翰的福音書,它所含的神學是人所不能到達、不能超越的。
1:4230
Εὐθὺς δὲ, φησὶ, καὶ παραχρῆμα ὑπέδειξέ μοι παρὰ τὴν ὄχθην τοῦ ὕδατος δένδρα παντοδαποὺς βρύοντα καρπούς
Immediately, he says, and at once he showed me beside the bank of the water trees teeming with fruits of every kind.
他說,隨即並立刻,他就在水的兩岸指給我看,有結各樣果子的樹木繁茂生長。
1:4231
Ἐν ἑκατέρᾳ δὲ ὄχθῃ ταῦτα ἦν τὰ δένδρα·
And on each bank were these trees;
在兩岸都有這些樹木;
1:4232
οὐ γὰρ. μόνον τὴν εἰς Θεὸν πίστιν, ἀλλὰ καὶ τὴν κατὰ Θεὸν πρᾶξιν τοῦτο τὸ ὕδωρ βλαστῆσαι τοὺς ἀνθρώπους πεποίηκε
for this water made men to bring forth not only faith toward God, but also action according to God.
因為這水使人不僅生出向神的信心,也生出合乎神的行為。
1:4233
Τὸ ὕδωρ τοῦ ποταμοῦ, τὸ ἐκπορευόμενον εἰς τὴν Γαλιλαίαν τὴν πρὸς ἀνατολὰς, καὶ καταβαῖνον ἐπὶ τὴν ἀοίκητον, καὶ ἐρχόμενον ἕως ἐπὶ τὴν θάλασσαν, ἐπὶ τὸ ὕδωρ τῆς διεκβολῆς τῆς θαλάσσης
'The water of the river, that goeth out into Galilee toward the east, and cometh down upon the uninhabited land, and goeth as far as the sea, unto the water of the outlet of the sea.'
「這河的水,向東流入加利利,下到那無人居住之地,一直流到海,就是流到海口的水。」
1:4234
Καὶ ταῦτα δὲ ἔστιν ἀκριβῶς ἐπὶ τῆς ἱστορίας εὑρεῖν
And these things too one may find fulfilled exactly in the actual history.
這些事也都可以在實際的歷史中確切地找到應驗。
1:4235
Πρῶτον μὲν γὰρ εἰς τὴν Γαλιλαίαν τὸ σωτήριον ἔδραμε κήρυγμα·
For first the saving proclamation ran into Galilee;
因為那救恩的宣講首先傳入加利利;
1:4236
ἐκεῖθεν δὲ ἐπὶ τὴν ἀοίκητον καὶ εὐσεβείας ἔρημον τῶν ἐθνῶν χώραν
and thence upon the uninhabited land, the region of the nations that was desolate of piety.
然後傳到那無人居住之地,就是萬民那荒涼、缺乏敬虔的境界。
1:4237
Ἔφθασε δὲ καὶ ἐπὶ τὴν θάλασσαν τὴν κυμαίνουσαν, τῶν βαρβάρων τὰ γένη·
And it reached also unto the surging sea, the races of the barbarians;
它也達到那洶湧的海,就是那些蠻族的邦國;
1:4238
ἐπάγει δὲ ὅτι καὶ ἁγιάσει τὰ ὕδατα·
and he adds that it shall also sanctify the waters;
他又補充說,它也必使那些水成聖;
1:4239
τὰς γὰρ Ἑλληνικὰς καὶ μυθικὰς διδασκαλίας ὑπηρετεῖσθαι παρασκευάσει τῷ θείῳ κηρύγματι, καὶ τὰ νοσώδη ἐκεῖνα ὕδατα διὰ τούτων τῶν ὑδάτων ἁγιαζόμενα ὑγιείας ἔσται παρεκτικά
for it shall make the Greek and mythical teachings serve the divine proclamation, and those diseased waters, being sanctified through these waters, shall become imparters of health.
因為它必使那些希臘的、神話式的學說服事那神聖的宣講,而那些致病的水,藉著這些水得以成聖,便要成為賜人健康的水。
1:4240
Καὶ ἔσται, πᾶσα ψυχὴ τῶν ζώων τῶν ἐκ ζεόντων ἐπὶ πάντα ἐφ' ἃ ἐπέλθῃ ἐκεῖ ὁ πο ταμὸς, ζήσεται
'And it shall be, that every living soul of the creatures that swarm, upon everything upon which the river shall come thither, shall live.'
「必有這樣的事:凡滋生的活物,河水所到之處,牠們都必存活。」
1:4241
Πᾶς γὰρ, φησὶ, τῶν σωτηρίων ὑδάτων ἀπολαύων τῆς σωτηρίας τεύξεται
'For everyone,' he says, 'that partakes of the saving waters shall obtain salvation.'
他說:「因為凡享用這救恩之水的,都必得著救恩。」
1:4242
Λέγει δὲ καὶ ἰχθύων πλῆρες τοῦτο γενήσεσθαι τὸ ὕδωρ, καὶ ἁλιέας ἕξειν πολλούς·
He says also that this water shall become full of fish, and shall have many fishermen;
他又說,這水必充滿了魚,且必有許多打魚的人;
1:4243
πολλοὶ γὰρ οἱ διὰ τῶν ὑδάτων τούτων εἰς σωτηρίαν θηρώμενοι, πολλοὶ δὲ καὶ οἱ τὴν ἄγραν ταύτην θηρεύειν πεπιστευμένοι
for many are they who through these waters are caught for salvation, and many too are they who have been entrusted to hunt this catch.
因為藉這些水被捕獲以得救恩的人甚多,而受託去捕這獵物的人也甚多。
1:4244
Τὸ δὲ, ἀπὸ Ἠγγαδδὶ ἕως Ἠναγλὶμ, σημαίνει τὴν ἀπὸ πειρασμῶν καὶ θλίψεων εὐφροσύνην
And the phrase 'from Engaddi unto Enaglim' signifies the gladness that comes after temptations and afflictions.
至於「從隱基底直到隱以革蓮」這句話,乃指經過試探與患難之後所得的喜樂。
1:4245
Τὸ γὰρ Ἠγ γαδδὶ ὀφθαλμῶν πειρατήριον σημαίνει·
For Engaddi signifies 'the trial of the eyes';
因為「隱基底」意指「眼睛的試煉」;
1:4246
τὸ δὲ Ἠναγλὶμ ὀφθαλμὸν μόσχου εἰς θυσίαν προσφερο μένου, καὶ τὴν ἁμαρτίαν λύοντος, ἢ ὑπὸ ζυγὸν ἑλ κομένου, καὶ γεωργίαν πιστευομένου
and Enaglim signifies 'the eye of a calf offered for sacrifice and loosing sin,' or drawn under the yoke and entrusted with husbandry.
而「隱以革蓮」意指「那為祭獻上、除去罪愆的牛犢之眼」,或那被套上軛、受託耕種的牛犢之眼。
1:4247
Τὸ ψυγμὸς σαγηνῶν δὲ σημαίνει τῶν ἁλιέων οὐ μόνον τὸ πλῆ θος, ἀλλὰ καὶ τὸ ἐπιμελές
And the phrase 'a drying-place for nets' signifies not only the multitude of the fishermen, but also their diligence.
「曬網之處」這句話不僅指打魚人的眾多,也指他們的殷勤。
1:4248
Οὐ γὰρ ἀποστήσονται, φησὶ, τοῦ ἁλιεύειν, ἀλλ' ἐκεῖ διαναπαύσονται·
'For they shall not cease,' he says, 'from fishing, but shall there take their rest';
他說:「因為他們必不停止打魚,卻要在那裡歇息」;
1:4249
τὴν γὰρ ἀνάπαυλαν ψυγμὸν σαγηνῶν ἐκάλεσεν, ἐπειδὴ τοῦ ἁλιεύειν παυόμενοι ἁλιεῖς ἁπλοῦν τὰς σαγήνας καὶ ξηραίνειν εἰώθασι
for he called the resting 'a drying-place for nets,' since fishermen, when they cease from fishing, are wont to spread out and dry their nets.
他把歇息稱為「曬網之處」,因為打魚人停止打魚時,習慣攤開並曬乾他們的網。
1:4250
Καθ' ἑαυτὴν ἔσται, φησὶ, τουτέστι, τῆς ἀσεβείας κεχωρισμένη ἡ σωζομένη ψυχή·
'It shall be by itself,' he says—that is, the soul that is being saved shall be separated from ungodliness;
他說:「它必獨自存留」——就是說,那得救的靈魂必與不敬虔分別開來;
1:4251
λέγει δὲ καὶ τὸ πλῆθος τῶν ἰχθύων οὐ πο ταμῷ ἐοικέναι, ἀλλὰ τῇ μεγίστῃ θαλάσσῃ
and he says too that the multitude of the fish is not like a river, but like the greatest sea.
他也說,那眾多的魚不像一條河,倒像那極大的海。
1:4252
Οὔτε γὰρ τῷ προτέρῳ λαῷ ἰσάριθμος ὁ νέος λαὸς, ἀλλὰ τῇ τῶν ἐθνῶν θαλάττῃ ἀπεικασμένος, καὶ τὴν οἰκουμένην πληρῶν
For the new people is not equal in number to the former people, but is likened to the sea of the nations, and fills the whole inhabited world.
因為這新的子民在數目上並不與從前的子民相等,倒是比作那萬民的海,充滿了全地。
1:4253
Καὶ ἐν τῇ διεκβολῇ αὐτοῦ, καὶ ἐν τῇ ἐπιστροφῇ αὐτοῦ, καὶ ἐν τῇ ὑπεράρσει αὐτοῦ, τὰ τενάγη αὐτοῦ οὐ μὴ ἰαθῇ, εἰς ἅλας δοθήσε ται
'And at its outlet, and at its turning, and at its overflowing, its marshes shall not be healed; they shall be given over to salt.'
「在它的出口處、在它的迴轉處、在它的泛溢處,那些沼澤必不得醫治,倒要成為鹽鹵之地。」
1:4254
Καὶ τοῦτο ὁρῶμεν ἐπὶ τοῦ παρόντος γεγενημέ νον·
And this too we see having come to pass at the present time;
這事我們也看見在如今這時候應驗了;
1:4255
αὐξηθέντες γὰρ εἰς πλῆθος εἰς ῥᾳθυμίαν ἐξ ωκείλαμεν
for having increased into a multitude, we have run aground into slothfulness.
因為我們既增多成了群眾,便擱淺陷入了懶散怠惰之中。
1:4256
Ὅταν γὰρ, φησὶ, πληθυνθῇ ἡ ἀνομία, ψυγήσεται ἡ ἀγάπη τῶν πολλῶν. Τοὺς τοίνυν ἐπιπολαίους, καὶ τὸ κήρυγμα μόνον περικειμένους, ὁποῖοι ἡμῶν οἱ πλεῖστοι, τενάγη ἀποκαλεῖ·
'For when,' he says, 'lawlessness is multiplied, the love of the many shall grow cold.' Those, then, who are superficial and clothed only with the profession—such as most of us are—he calls marshes;
他說:「只因不法的事增多,許多人的愛心才漸漸冷淡了。」所以,那些膚淺、只披著外表宣認之名的人——像我們大多數人那樣——他稱之為沼澤;
1:4257
καὶ γὰρ τὰ τενάγη. οὐ βαθέα, ἀλλ' ἐξ ἐπιπολῆς ἔχει τὸ ὕδωρ
for the marshes too are not deep, but hold their water only at the surface.
因為那些沼澤也不深,只在表面積存些水。
1:4258
οὕτω τοίνυν διακειμένους λέγει θεραπείας μὴ τυγχάνειν
Those, therefore, who are in such a condition he says do not obtain healing.
所以,他說那些處於這種光景的人,得不著醫治。
1:4259
Ἀλλὰ καὶ οὕτω, φησὶν, οὐκ ἄχρηστοι τοῖς λοιποῖς·
'But even so,' he says, 'they are not useless to the rest';
他說:「即便如此,他們對其餘的人也並非全無用處」;
1:4260
παιδευόμενοι γὰρ πρόφασις τῆς ἄλλης ὠφελείας γε νήσονται
for being chastised, they shall become an occasion of benefit to others.
因為他們既受了管教,便要成為別人得益處的緣由。
1:4261
Οὗ χάριν, ἔφη εἰς ἅλας δοθήσεται. Ἀρ τύειν γὰρ οἶδέ πως ἡμᾶς, καὶ ὠφελείας πληροῦν, οὐ μόνον ὁ διδάσκαλος λόγος, ἀλλὰ καὶ ἡ ἐπιφερομένη τῆς ἁμαρτίας τιμωρία
For this reason he said, 'they shall be given over to salt.' For it knows how in some way to season us and to fill us with benefit—not only the teaching word, but also the punishment brought upon sin.
為此他說:「他們要成為鹽鹵之地。」因為那不僅是教導之道,還有那臨到罪的刑罰,都懂得以某種方式調味我們,並使我們得著益處。
1:4262
Οὕτω τὰ κατὰ τοὺς ῥᾳθύμους προαγορεύσας, πάλιν τῶν σπουδαίων καὶ τῶν ἁγίων τοὺς καρποὺς διηγεῖται, καὶ ὅτι οὐδὲν ἄκαρπον παρ' αὐτοῖς, ἀλλὰ πάντα βρώσιμα
Having thus foretold the things concerning the slothful, he again recounts the fruits of the earnest and the holy, and that among them nothing is unfruitful, but all things are edible.
他既如此預先宣告了關於怠惰之人的事,便又敘述那些殷勤者與聖徒的果子,並說在他們中間沒有一樣是不結果子的,而是一切都可以食用。
1:4263
Καὶ τὸ φύλλον αὐτοῦ οὐκ ἀποῤῥυήσεται, οὐδὲ μὴ παλαιωθῇ ἐπ' αὐτοῦ, οὐδ' οὐ μὴ ἐκ λείπῃ ὁ καρπὸς αὐτοῦ τῆς καινότητος αὐτοῦ εἰς τοὺς μῆνας αὐτοῦ·
'And its leaf shall not fall off, nor shall it grow old upon it, neither shall its fruit fail of its freshness throughout its months;
「它的葉子必不凋落,也不會在它上頭枯老,它的果子也必不斷絕它的新鮮,直到它的各月份;
1:4264
πρωτοβολήσει, διότι τὰ ὕδατα αὐτῶν ἐκ τῶν ἁγίων ταῦτα ἐκπορεύεται, καὶ ἔσται ὁ καρπὸς αὐτῶν εἰς βρῶσιν, καὶ ἡ ἀνάδοσις αὐτῶν εἰς ὑγίειαν
it shall bring forth first-fruits, because their waters issue forth out of the holy places, and their fruit shall be for food, and their yield for health.'
它必結出初熟的果子,因為它們的水乃是從聖所流出的,它們的果子必作食物,它們的出產必為醫治。」
1:4265
Ταῦτα, φησὶ, τὰ δένδρα πάντα ἐδώδιμον οἴσει καρπὸν τοῦτον δι ηνεκῶς
'These trees,' he says, 'shall all bear this edible fruit continually.'
他說:「這些樹必都不斷結出這可食用的果子。」
1:4266
Οὐ γὰρ ἅπαξ τοῦ ἔτους, ἀλλὰ κατὰ μῆνα·
For not once a year, but month by month;
因為不是一年一次,而是逐月結果;
1:4267
οὐ γὰρ ἐν ἑορταῖς εὐσεβοῦσιν οἱ ἅγιοι, διηνεκῶς δὲ τὴν τῶν θείων νόμων ἐκπληροῦσι φυλακήν
for the saints are not devout only on feast-days, but continually fulfill the keeping of the divine laws.
因為聖徒不只在節期才敬虔,乃是不斷地遵行那神聖律法的誡命。
1:4268
Ἀλλὰ καὶ Τὰ φύλλα, φησὶν, οὐκ ἀποῤῥυήσεται ἀπ' αὐτῶν. Ἔχουσι γὰρ τῇ τῆς ἀρετῆς ἐργασίᾳ τὴν θυμηδίαν ἀκολουθοῦσαν
'But also the leaves,' he says, 'shall not fall off from them.' For they have the gladness of heart that follows upon the practice of virtue.
他又說:「並且那葉子也必不從它們上頭凋落。」因為他們有那隨行善德而來的心中喜樂。
1:4269
Ὁ δὲ καρπὸς αὐτῶν ὅλος εἰς βρῶ σιν. Θαυμάζειν γὰρ εἰώθαμεν τοὺς τῆς ἀρετῆς ἀθλητάς
'And their fruit shall be wholly for food.' For we are wont to admire the athletes of virtue.
「並且它們的果子必全然作食物。」因為我們慣常敬佩那些德行的勇士。
1:4270
Καὶ ἡ ἀνάδοσις αὐτῶν εἰς ὑγίειαν. Λο γιζόμενοι γὰρ ὅσον ἀγαθὸν ἡ κατὰ Θεὸν ζωὴ, τὴν ἐντεῦθεν ὠφέλειαν καρπούμεθα, καὶ τῆς κατὰ Θεὸν ὑγιείας τυγχάνομεν
'And their yield shall be for health.' For reckoning how great a good is the life according to God, we reap the benefit that comes from it, and obtain the health that is according to God.
「並且它們的出產必為醫治。」因為當我們思量那合乎神的生活是何等美善時,便從中收取益處,並得著那合乎神的健康。
1:4271
Ἐντεῦθεν διδάσκεται ὁ προφή της, τίνα τὰ ὅρια τοῦ Ἰσραήλ
From this the prophet is taught what the boundaries of Israel are.
先知從這裡得知以色列的疆界是什麼。
1:4272
Ἠμὰθ δὲ τὴν Ἐπιφάνειαν καλοῦσι, τινὲςδὲ τὴν Ἐμίσαν
By Hamath they mean Epiphania, though some understand it as Emesa.
他們稱哈馬為以皮法尼亞,但有些人則認為指的是以米撒。
1:4273
Καὶ γὰρ ἡ θεία Γραφὴ δύο οἶδεν ὁμωνύμους·
For indeed the divine Scripture knows two places bearing the same name.
因為神聖的經文確實知道有兩個同名之地。
1:4274
Εἰς Ἠμὰθ τὴν μεγάλην. Ἀπὸ ἀνατολῶν δὲ λέγει τὸν Ἰορδάνην ὅριον, καὶ τὸν πρὸς ἀνατολὰς φοινικῶνα·
'To great Hamath.' On the east he names the Jordan as the boundary, and the palm-grove that lies toward the east;
「直到大哈馬。」在東邊,他指定約旦河為疆界,以及朝東的棕櫚林;
1:4275
ἀπὸ δὲ μεσημβρίας, ἕως ὑδάτων ἀντιλογίας·
and on the south, as far as the waters of Contradiction;
在南邊,直到爭鬧的水;
1:4276
οὕτω γὰρ τὸ Μαριμὼθ ὁ Σύρος ἡρμήνευσεν·
for so the Syriac interpreted 'Marimoth';
因為敘利亞譯本如此翻譯「瑪利末」;
1:4277
ἀπὸ δύσεως δὲ τὴν θάλασσαν ὅριον εἶναι
and on the west, that the sea be the boundary.
在西邊,則以海為疆界。
1:4278
Ταύτην δὲ προσέταξεν οὐ μόνον τοῖς ἐκ τοῦ Ἰσραὴλ τὸ γένος κατάγουσι διανεμηθῆναι, ἀλλὰ καὶ τοῖς προσηλύτοις, τοῖς παροικοῦσιν ἐν μέσῳ αὐτῶν, Οἵτινες, φησὶν, ἐγέννησαν υἱοὺς ἐν μέσῳ ὑμῶν
He commanded that this be apportioned not only to those who derive their descent from Israel, but also to the proselytes who sojourn in their midst: 'Those,' he says, 'who have begotten sons in the midst of you.'
他吩咐,這地不僅要分給那些血統出自以色列的人,也要分給那些寄居在他們中間的歸化者;他說:「就是那些在你們中間生了兒子的人。」
1:4279
Καὶ οἱ ἑκάστῃ, φησὶ, φυλῇ συνοικοῦντες προσήλυτοι μετὰ τῆς αὐτῆς φυλῆς τὴν κληρονομίαν λαβέτωσαν. ΚΕΦΑΛΑΙΟΝ ΜΗʹ
'And let the proselytes who dwell together with each tribe,' he says, 'receive the inheritance along with that same tribe.' CHAPTER 48
他說:「凡與各支派同住的歸化者,都要與那支派一同承受產業。」第四十八章
1:4280
εἶτα τὴν τοῖς ἱερεῦσιν ἀφορισθεῖσαν, πέντε μὲν καὶ εἴκοσι χιλιάδων τὸ εὖρος, δέκα δὲ χιλιάδων τὸ μῆκος·
then the portion set apart for the priests, twenty-five thousand in breadth and ten thousand in length;
接著是為祭司分別出來的地,寬二萬五千,長一萬;
1:4281
κε λεύει δὲ τούτου τὸν κλῆρον περὶ αὐτὴν τεθῆναι. τὴν πόλιν
and he commands that the allotment of this be placed around the city.
他吩咐要將此地的份設在城的四圍。
1:4282
Ἔσται γὰρ τὸ ἁγίασμά μου ἐν μέσῳ αὐτῶν, τοῖς ἱερεῦσι τοῖς ἡγιασμένοις υἱοῖς Σαδοὺκ, τοῖς φυλάσσουσι τὰς φυλακὰς τοῦ οἴκου. Εἶτα πεν τακοσίους πάλιν τοὺς τοῦ ναοῦ πήχεις διαιρεῖ κατὰ μέσον τῆς πόλεως
'For my sanctuary shall be in their midst, for the priests, the sanctified sons of Zadok, who keep the charges of the house.' Then again he divides off the five hundred cubits of the temple in the midst of the city.
「因為我的聖所要在他們中間,歸給祭司,就是撒督分別為聖的子孫,那些謹守殿中職守的人。」然後他又把殿的五百肘劃分在城的中間。
1:4283
Ἐν δὲ τῷ, φησὶν, οἰκοδομεῖσθαι τὴν πόλιν, οἱ ταύτης τῆς γῆς καρποὶ ἀφορισθήτωσαν τοῖς τὴν οἰκοδομίαν ἐργαζομένοις
'And when the city is being built,' he says, 'let the fruits of this land be set apart for those who carry out the building.'
他說:「在建造城的時候,這地的出產要分別出來,歸給那些做建造工作的人。」
1:4284
Εἶτα μετὰ τοῦ τον, τὸν κλῆρον κελεύει λαβεῖν τὸν Βενιαμὶν, μετ' ἐκεῖνον δὲ τὸν Συμεὼν, εἶτα τὸν Ἰσσάχαρ, καὶ τὸν Ζαβουλὼν μετὰ τοῦτον, τὸν δὲ Γὰδ τελευταῖον
Then after this he commands that Benjamin receive the allotment, and after him Simeon, then Issachar, and Zebulun after him, and Gad last of all.
接著在此之後,他吩咐便雅憫承受地業,其後是西緬,然後是以薩迦,其後是西布倫,最後是迦得。
1:4285
Λέγει δὲ καὶ πύλας τῇ πόλει γενήσεσθαι δυοκαί δεκα, ἐν ἑκάστῳ τμήματι τρεῖς·
He says also that there will be twelve gates to the city, three in each section;
他也說,城要有十二個門,每一段有三個;
1:4286
ἅπαντα δὲ τὸν κύκλον ὀκτωκαίδεκα χιλιάδων ἔφη πήχεων
and he said that the whole circuit was eighteen thousand cubits.
他又說,整個周圍是一萬八千肘。
1:4287
Τὸ δὲ ὄνομα τῆς πόλεως, φησὶν, ἀφ' ἧς ἂν ἡμέρας γένηται, ἔσται τὸ ὄνομα αὐτῆς
'And the name of the city,' he says, 'from the day it comes to be, shall be its name.'
他說:「這城的名字,從它成立那日起,就是它的名字。」
1:4288
Οὐκ ἐπειδὴ ἕτερον μετὰ τὴν οἰκοδομίαν εἴληφεν ὄνομα·
Not because it received another name after the building;
並非因為它在建造之後領受了另一個名字;
1:4289
Ἱερουσαλὴμ γὰρ καὶ μετὰ τὸν Ζοροβάβελ ἐκλήθη·
for it was called Jerusalem even after Zerubbabel;
因為在所羅巴伯之後,它仍被稱為耶路撒冷;
1:4290
ἀλλὰ τὸ ἐπίσημον αὐτὴν πάλιν γενήσεσθαι διὰ τούτων ᾐνίξατο
but by these words he hinted that it would again become renowned.
而是藉著這些話,他暗示這城將再度成為顯赫之地。
1:4291
Ὄνομα γὰρ πολλάκις οἶδεν ἡ Γραφὴ καὶ τὴν δόξαν ὀνομάζειν, ὥσπερ ἀμέλει ὁ αὐτὸς προφήτης πρὸς τὴν Ἱερουσαλὴμ ἐκ προσώπου τοῦ Θεοῦ ἔφη·
For Scripture often knows how to call glory itself a 'name,' as indeed the same prophet said to Jerusalem in the person of God:
因為經文常常懂得把榮耀本身稱為「名」,正如那同一位先知代表神對耶路撒冷所說的:
1:4292
χρόνῳ πολλῷ δει μάμενος τὸν νεὼν, διὰ τὸν πρὸς τοὺς γειτνιάζοντας πόλεμον·
having built the temple over a long time, on account of the war against the neighbouring peoples;
由於與鄰近民族的爭戰,他花了很長的時間才建成聖殿;
1:4293
τοὺς δὲ περιβόλους ἀνώρθωσε Νεεμίας, μετὰ τὸ τέλος τῆς τοῦ νεὼ οἰκοδομίας ὀγδοήκοντα μεταξὺ διελθόντων ἐνιαυτῶν
and Nehemiah restored the surrounding walls, eighty years having elapsed in between after the completion of the building of the temple.
尼希米重建了四圍的城牆,這是在聖殿建造完成之後、其間過了八十年的時候。
1:4294
Καὶ ἐπὶ τῶν Μακκα βαίων δὲ πάλιν πολλῆς εὐπραξίας καὶ νεουργίας ἀπήλαυσεν, καὶ μετ' ἐκείνους δὲ πάλιν Ἡρώδης λαμπροτέραν αὐτὴν πεποίηκε
And in the days of the Maccabees again it enjoyed much prosperity and renewal, and after them again Herod made it more splendid.
在馬加比的時代,它又享有極大的興盛與更新;在他們之後,希律又使它更加輝煌。
1:4295
Ὁ δὲ μυθολογίαις χαίρων Ἀπολινάριος, καὶ τῶν μύθους ἐξηγουμένων γραϊδίων κατ' οὐδὲν διαφέρων, ἑτέραν ἡμῖν ὑπισχνεῖ ται τῆς Ἱερουσαλὴμ οἰκοδομίαν, καὶ τὴν κατὰ νόμον τῶν Ἰουδαίων λατρείαν, καὶ πρὸς τῇ τοῦ νόμου φυ λακῇ τὴν εἰς τὸν Κύριον πίστιν·
But Apollinaris, who delights in fables and differs in nothing from the little old women who expound myths, promises us another building of Jerusalem, and the worship of the Jews according to the Law, and, alongside the keeping of the Law, faith in the Lord;
但阿波里拿留喜好神話,與那些講述謬談的老婦毫無分別,他向我們許諾另一座耶路撒冷的重建,以及猶太人按律法的敬拜,並且在守律法之外還加上對主的信仰;
1:4296
εἶτα πάλιν ἐκκλη σίας ἀλλήλαις ἀντιπάλους, τὴν μὲν ἐξ ἐθνῶν ἔξω τοῦ νόμου ζῶσαν, τὴν δὲ ἐξ Ἰουδαίων κατὰ νόμον πολιτευομένην
then again churches set against one another, the one from among the Gentiles living outside the Law, the other from among the Jews conducting itself according to the Law.
然後又有彼此對立的教會,一個是出自外邦人、活在律法之外的,另一個是出自猶太人、按律法而行的。
1:4297
Καὶ οὐ συνεῖδεν ὁ σοφώτατος τὸ τῶν θείων ἀποφάσεων ἀψευδές
And the most 'wise' man did not perceive the infallibility of the divine declarations.
這位自以為極有智慧的人,卻沒有領悟到神聖宣告的無誤性。
1:4298
Περὶ μὲν γὰρ Ἰουδαίων ἔφη, ὅτι Κακοὺς κακῶς ἀπολέσει αὐτοὺς, καὶ τὸν ἀμπελῶνα ἐκδώσεται ἄλλοις γεωργοῖς, οἵτινες ἐν καιρῷ δώσουσι τὸν καρπὸν αὑτοῦ. Καὶ πάλιν·
For concerning the Jews He said: 'He will miserably destroy those wicked men, and will let out the vineyard to other husbandmen, who will render him the fruits in their seasons.' And again:
因為論到猶太人,祂說:「祂要狠狠地除滅那些惡人,將葡萄園另租給那些按時候交果子的園戶。」又說:
1:4299
Ἐγὼ ἦλθον ἐν τῷ ὀνόματι τοῦ Πατρός μου, καὶ οὐκ ἐδέξασθέ με·
'I have come in my Father's name, and you did not receive me;
「我奉我父的名而來,你們並不接待我;
1:4300
ἔρχεται ἄλλος ἐν τῷ ἰδίῳ ὀνόματι, κἀκεῖνον λήψεσθε. Περὶ δὲ τοῦ ναοῦ φησι, πρῶτον μὲν, ὅτι Οὐ μὴ μείνῃ ὧδε λίθος ἐπὶ λίθον, ὃς οὐ μὴ καταλυθῇ. Ἔπειτα·
another comes in his own name, and him you will receive.' And concerning the temple He says, first: 'There shall not be left here one stone upon another, that shall not be thrown down.' Then:
另有一人奉自己的名而來,你們倒要接待他。」論到聖殿,祂先說:「將來在這裡沒有一塊石頭留在石頭上不被拆毀的。」然後說:
1:4301
Ἰδοὺ ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν ἔρημος. Βοᾷ δὲ καὶ Ἡσαΐας·
'Behold, your house is left to you desolate.' And Isaiah also cries out:
「看哪,你們的家成為荒場留給你們。」以賽亞也呼喊說:
1:4302
Τῶν ἀσεβῶν πόλις εἰς τὸν αἰῶνα οὐ μὴ οἰκοδομηθῇ. Καί·
'The city of the ungodly shall never be built up.' And:
「不敬虔之人的城,永不得重建。」又說:
1:4303
Ὁ οἶκος Ἰσραὴλ ἔπεσεν, οὐκ ἔτι μὴ ἀναστῇ. Οὐκ ἤκουσε δὲ, ὡς ἔοικεν, οὐδὲ τῆς Παύλου διδασκα λίας, ἣν Γαλάταις προσήνεγκε, λέγων·
'The house of Israel is fallen, it shall rise no more.' And, as it seems, he did not even listen to the teaching of Paul which he brought to the Galatians, saying:
「以色列家傾倒了,不再興起。」而且,看來他甚至沒有聆聽保羅給加拉太人所傳的教訓,就是他說:
1:4304
Οἵτινες ἐν νόμῳ δικαιοῦσθε, τῆς χάριτος ἐξεπέσατε. Καὶ πά λιν·
'Whoever of you are justified by the Law, you are fallen from grace.' And again:
「你們這靠律法稱義的,是與恩典隔絕了。」又說:
1:4305
Οὗ γὰρ οὐκ ἔστι νόμος, οὐδὲ παράβασις. Καὶ πάλιν·
'For where there is no law, neither is there transgression.' And again:
「因為哪裡沒有律法,那裡就沒有過犯。」又說:
1:4306
Τὸ γὰρ ἀδύνατον τοῦ νόμου, ἐν ᾧ ἠσθένει διὰ τῆς σαρ κὸς, ὁ Θεὸς τὸν ἑαυτοῦ Υἱὸν πέμψας ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας, καὶ περὶ ἁμαρτίας, κατέκρινε τὴν ἁμαρτίαν ἐν τῇ σαρκὶ, ἵνα τὸ δικαίωμα τοῦ νό μου πληρωθῇ ἐν ἡμῖν τοῖς μὴ κατὰ σάρκα περιπα τοῦσιν, ἀλλὰ κατὰ Πνεῦμα. Καὶ ἑτέρωθι·
'For what the Law could not do, in that it was weak through the flesh, God, sending his own Son in the likeness of sinful flesh and concerning sin, condemned sin in the flesh, that the righteousness of the Law might be fulfilled in us who walk not according to the flesh, but according to the Spirit.' And elsewhere:
「律法既因肉體軟弱而有所不能行的,神就差遣自己的兒子,成為罪身的形狀,並為了罪的緣故,在肉體中定了罪案,使律法的義成就在我們這不隨從肉體、只隨從聖靈的人身上。」在別處又說:
1:4307
Εἰ σὺ, Ἰουδαῖος ὢν, ἐθνικῶς ζῇς, καὶ οὐκ Ἰουδαϊκῶς, τί τὰ ἔθνη ἀναγκάζεις Ἰουδαΐζειν; Εἶτα ἐπάγει·
'If you, being a Jew, live as the Gentiles do, and not as the Jews, why do you compel the Gentiles to Judaize?' Then he adds:
「你既是猶太人,若隨外邦人行事,不隨猶太人行事,怎麼還勉強外邦人隨猶太人呢?」然後他接著說:
1:4308
Ἡμεῖς φύσει Ἰουδαῖοι, καὶ οὐκ ἐξ ἐθνῶν ἁμαρτωλοί
'We are Jews by nature, and not sinners of the Gentiles.'
「我們本是猶太人,不是外邦的罪人。」
1:4309
Εἰδότες δὲ ὅτι οὐ δικαιοῦται ἄνθρωπος ἐξ ἔργων νόμου, ἀλλὰ δι' ἀκοῆς πίστεως, καὶ ἡμεῖς εἰς Ἰησοῦν Χριστὸν ἐπιστεύσαμεν, ἵνα ἐκ πίστεως δικαιωθῶμεν. Οὕτω Γαλάτας περιτμηθῆναι μετὰ τὴν πίστιν ἀνασχομέ νους ἀνοήτους ἀποκαλεῖ
'Knowing that a man is not justified by the works of the Law, but by the hearing of faith, we also have believed in Jesus Christ, that we might be justified by faith.' Thus he calls the Galatians senseless for consenting to be circumcised after their faith.
「既知道人稱義不是因行律法,乃是因聽信福音,我們也信了基督耶穌,使我們因信稱義。」因此他稱那些在信主之後還甘願受割禮的加拉太人為無知的。
1:4310
Καὶ Φιλιππησίοις δὲ ἐπι στέλλων, καὶ τῶν ταῦτα διδασκόντων κατηγορῶν, κύνας ἀποκαλεῖ, λέγων·
And writing to the Philippians also, and accusing those who taught these things, he calls them dogs, saying:
他在寫給腓立比人的書信中,也指控那些教導這些事的人,稱他們為狗,說:
1:4311
Βλέπετε τοὺς κύνας, βλέ πετε τοὺς κακοὺς ἐργάτας, βλέπετε τὴν κατατομήν·
'Beware of the dogs, beware of the evil workers, beware of the mutilation;
「你們要防備犬類,防備作惡的,防備妄自行割的;
1:4312
ἡμεῖς γάρ ἐσμεν ἡ περιτομὴ, οἱ πνεύματι Θεῷ λατρεύοντες, καὶ οὐκ ἐν σαρκὶ πεποιθότες. Καὶ ὡς ἂν μήτις αὐτὸν ὑπολάβοι τοῖς πνευματικοῖς ἐπ ερείδεσθαι, ὡς ἀμοιροῦντα τῶν σαρκικῶν, εἰκότως ἐπήγαγε·
for we are the circumcision, who worship God in spirit, and put no confidence in the flesh.' And lest anyone suppose that he relied on spiritual things because he was destitute of the fleshly, he fittingly added:
因為真受割禮的乃是我們這以聖靈敬拜神、不倚靠肉體的。」為免有人以為他倚靠屬靈的事,是因為他缺乏屬肉體的憑據,他恰當地補充說:
1:4313
Καίπερ ἐγὼ ἔχων πεποίθησιν καὶ ἐν σαρκί
'Although I too have confidence even in the flesh.'
「其實我也可以靠肉體。」
1:4314
Εἴ τις δοκεῖ ἄλλος πεποιθέναι ἐν σαρκὶ, ἐγὼ μᾶλλον. Καὶ διηγεῖται τὰ Ἰουδαίων σεμνά·
'If any other man thinks he has confidence in the flesh, I more.' And he recounts the honours of the Jews:
「若別人以為可以靠肉體,我更可以。」他接著述說猶太人所引以為榮的事:
1:4315
Περιτομῇ ὀκταήμερος. Κατὰ νόμον, φησὶ, τὴν περιτομὴν ἐδεξάμην
'Circumcised on the eighth day.' 'According to the Law,' he says, 'I received circumcision.'
「第八天受割禮。」他說:「我是按律法受的割禮。」
1:4316
Καὶ ἐπειδὴ συνέβαινε, καὶ τοὺς τῶν προσηλύτων υἱεῖς κατὰ τοῦτον τῶν ἡμερῶν τὸν ἀριθμὸν περιτέμνεσθαι, ἀναγκαίως ἐπήγαγεν·
And since it happened that the sons of the proselytes were also circumcised according to this number of days, he necessarily added:
由於歸化者的兒子也是按這日數受割禮的,他就必然地補充說:
1:4317
Ἐκ σπέρματος Ἰσραήλ. Καὶ οὐκ ἀρκεῖται τῇ τοῦ πατριάρχου προσηγορίᾳ ἀλλὰ καὶ τῆς φυλῆς τὸ ὄνομα λέγει, δεικνὺς τὸ ἐπίσημον, φυλῆς Βενια μίν. Ἐκ τῆς Ῥαχὴλ γὰρ, φησὶ, τῆς ἀγαπωμένης κατάγω τὸ γένος
'Of the stock of Israel.' And he is not content with the name of the patriarch, but also states the name of the tribe, showing its distinction: 'of the tribe of Benjamin.' 'For from Rachel,' he says, 'the beloved, I derive my descent.'
「是以色列族的人。」他不以列祖之名為滿足,還說出支派的名字,以顯明其尊貴:「便雅憫支派的人。」他說:「因為我的血統出自那蒙愛的拉結。」
1:4318
Οὐ γὰρ μόνον οὐκ εἰμὶ τῶν ἡμιδούλων, ἀλλὰ καὶ πρὸς τοὺς ἐλευθέρους ἔχω δια. φορὰν, ὡς ἐκ τῆς προμνηστευθείσης καὶ ἄγαν ἀγα πηθείσης βλαστήσας
'For not only am I not among the half-slaves, but I also have a distinction over the freeborn, as having sprung from her who was betrothed and greatly loved.'
「因為我不但不是那半奴之列的人,甚至比自由生的還更有分別,因為我是出自那已許配並蒙深愛之人的。」
1:4319
Ἐντεῦθεν ἐπὶ τὴν ἀρχαιοτέραν ἀναβαίνει ῥίζαν τὸ, Ἑβραῖος ἐξ Ἑβραίων. Ἑβραῖοι γὰρ ἐκ τοῦ Ἑβὲρ προσηγορεύθησαν
From this he ascends to the more ancient root, in the words 'a Hebrew of Hebrews.' For the Hebrews were so named from Eber.
他從這裡上溯到更古老的根源,就是「希伯來人所生的希伯來人」這句話。因為希伯來人是從希伯得名的。
1:4320
Τί δήποτε δὲ, εἰπάτω, τοῖς ἐξ Ἰουδαίων τὴν κατὰ νόμον δώσει πολιτείαν, ὡς τῆς πίστεως οὐ δυναμένης δοῦναι τὴν σωτηρίαν; Καὶ τίνος ἕνεκεν καὶ ταύτην πᾶσιν ἡμῖν παρέσχε τοῖς ἔθνεσιν, ἵν' αὐτοῖς τελείαν παράσχῃ τὴν σωτη ρίαν; Εἰ δὲ ὡς τῆς πίστεως ἀρκούσης καὶ σῶσαι, καὶ τῶν οὐρανῶν προξενῆσαι τὴν βασιλείαν, τὴν τοῦ νόμου κατέπαυσε φυλακὴν, τίνος χάριν τὸν σῶσαι μὴ δυνάμενον νόμον πάλιν ἐπιστήσει τοῖς Ἰουδαίοις; Ὅτι γὰρ αὐτοῦ τὰ πλεῖστα οὐδεμίαν τοῖς φυλάτ τουσι δικαιοσύνην παρέχει, αὐτὸς ὁ Θεὸς διὰ τοῦδε ἡμᾶς ἐδίδαξε τοῦ προφήτου·
But let him say: why, then, will He give to those from among the Jews the polity according to the Law, as though faith were unable to grant salvation? And for what reason did He also bestow this same faith on all of us Gentiles, that He might grant them perfect salvation? But if He put an end to the keeping of the Law as though faith were sufficient both to save and to procure the kingdom of heaven, for what reason will He again impose upon the Jews the Law that cannot save? For that most of its precepts furnish no righteousness to those who keep them, God Himself taught us through this prophet:
但讓他說:那麼,為什麼祂要把按律法而行的政體賜給那些出自猶太人的人,彷彿信心不能給予救恩似的呢?又為了什麼緣故,祂把這同樣的信心賜給我們所有外邦人,好使他們得著完全的救恩呢?但若祂廢止守律法,是因為信心已足以拯救人並取得天國,那麼祂為什麼又要把那不能拯救人的律法重新加在猶太人身上呢?因為律法大部分的條例對守它的人並不給予任何義,這是神親自藉這位先知教導我們的:
1:4321
Ἔδωκα γὰρ, φησὶν, αὐτοῖς προστάγματα οὐ καλὰ, καὶ δικαιώματα ἐν οἷς οὐ ζήσονται ἐν αὐτοῖς. Πῶς τοίνυν τὰ οὐ καλὰ, καὶ ζωὴν παρέχειν οὐ δυνάμενα, πάλιν ἐπιθήσει τοῖς Ἰουδαίοις, σῶσαι αὐτοὺς, ἀλλ' οὐκ ἀπολέσαι βουλό μενος; Καὶ ἑτέρωθεν δὲ ῥᾴδιον συνιδεῖν τοῦ ταῦτα προσδοκῶντος τὴν ἄνοιαν
'For I gave them,' He says, 'statutes that were not good, and ordinances in which they shall not live.' How then will He again impose upon the Jews things that are not good and cannot furnish life, if He wills to save them and not to destroy them? And from another consideration too it is easy to perceive the folly of one who expects these things.
祂說:「因為我給了他們不美的律例,和不能使他們存活的典章。」那麼,若祂願意拯救而非毀滅猶太人,怎會又把那些不美、不能供給生命的東西重新加在他們身上呢?從另一方面來看,也很容易看出那期待這些事之人的愚昧。
1:4322
Εἰ γὰρ τὰ Ἰουδαίων τύπος τῶν ἡμετέρων·
For if the affairs of the Jews are a type of ours—
因為若猶太人的事乃是我們之事的預表——
1:4323
συνομολογεῖ γὰρ τοῦτο, καὶ οὐκ ἀν τιλέγει·
for he concedes this and does not deny it—
因為他承認這一點,並不否認——
1:4324
ποῦ χρεία τοῦ ἐνιαυσιαίου προβάτου μετὰ τὴν θυσίαν τοῦ ἀμώμου ἀμνοῦ, τοῦ ἄραντος τὴν ἁμαρτίαν τοῦ κόσμου; Ποῖον δὲ τῶν ἀζύμων ὄφελος μετὰ τὸν ἐπουράνιον ἄρτον, ἢ πάσχα τυπικοῦ μετὰ τὸ πνευματικόν; Ἀλλ' οὔτε τοῦ θείου Ἀποστόλου ἀκούει λέγοντος·
what need is there of the yearling lamb after the sacrifice of the spotless Lamb who took away the sin of the world? And what profit is there in the unleavened bread after the heavenly bread, or in the typical Passover after the spiritual? But he neither listens to the divine Apostle saying:
那麼在那除去世人罪孽、無瑕疵的羔羊獻上之後,還需要那一歲的羊羔做什麼呢?在那屬天的糧之後,無酵餅還有什麼益處呢?或在那屬靈的逾越節之後,那預表性的逾越節又有什麼益處呢?然而他既不聽從那神聖的使徒所說的:
1:4325
Ὥστε ἑορτάζωμεν, μὴ ἐν ζύμῃ παλαιᾷ, μηδὲ ἐν ζύμῃ κακίας καὶ πονηρίας, ἀλλ' ἐν ἀζύμοις εἰλικρινείας καὶ ἀληθείας
'Therefore let us keep the feast, not with old leaven, nor with the leaven of malice and wickedness, but with the unleavened bread of sincerity and truth.'
「所以我們守這節不可用舊酵,也不可用惡毒邪惡的酵,只用誠實真正的無酵餅。」
1:4326
Καὶ γὰρ τὸ Πάσχα ἡμῶν ὑπὲρ ἡμῶν ἐτύθη Χριστός· οὔτε τοῦ Κυρίου, τοὺς ἑαυτοῦ διδάσκοντος μαθητὰς, καὶ λέ γοντος·
'For our Passover, Christ, was sacrificed for us'—nor does he listen to the Lord teaching his own disciples and saying:
「因為我們逾越節的羔羊基督,已經為我們被殺獻祭了」——他也不聽從主教導祂自己門徒所說的:
1:4327
Τοῦτό μού ἐστι τὸ σῶμα, τὸ ὑπὲρ ὑμῶν κλώμενον·
'This is my body, which is broken for you;
「這是我的身體,為你們擘開的;
1:4328
τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν. Καί·
do this in remembrance of me.' And:
你們要如此行,為的是記念我。」又說:
1:4329
Τοῦτό μού ἐστι τὸ αἷμα ὑπὲρ ὑμῶν ἐκχυ νόμενον εἰς ἄφεσιν ἁμαρτιῶν·
'This is my blood, which is shed for you for the remission of sins;
「這是我的血,為你們流出來,使罪得赦;
1:4330
τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν. Καὶ ἀλλαχοῦ δὲ εἰρηκὼς τοῖς Ἰουδαίοις·
do this in remembrance of me.' And elsewhere too, having said to the Jews:
你們要如此行,為的是記念我。」在別處,祂也曾對猶太人說:
1:4331
Οἱ πατέρες ὑμῶν ἔφαγον τὸ μάννα ἐν τῇ ἐρήμῳ, καὶ ἀπέθανον, ἐπήγαγεν·
'Your fathers ate the manna in the wilderness, and died,' he added:
「你們的祖宗在曠野吃過嗎哪,還是死了。」祂接著說:
1:4332
Οὗτός ἐστιν. ὁ ἄρτος τῆς ζωῆς, ἵνα τις φάγῃ ἐξ αὐτοῦ καὶ μὴ ἀποθάνῃ. Καὶ ἵνα τὰ ἄλλα καταλίπω μυρία ὄντα, ἔτι νῦν ἐν τοῖς Ἱεροσολύμοις, ἥ τε τοῦ σταυροῦ ἐκκλησία, καὶ ἡ ἀνάστασις, καὶ ἡ ἀνάληψις, καὶ ἡ ἐν τῇ Σιὼν ἐκκλησία, καὶ ἡ ἱερὰ Βηθλεὲμ, καὶ ἕτεροι δὲ εὐκτήριοι τόποι μυρίοι
'This is the bread of life, that one may eat of it and not die.' And, to leave aside the countless other places, even now in Jerusalem there is both the church of the Cross, and the Resurrection, and the Ascension, and the church on Zion, and holy Bethlehem, and countless other places of prayer.
「這是生命的糧,叫人吃了就不死。」為要略去那不計其數的其他例證,就在如今的耶路撒冷,既有十字架的教會,又有復活堂、升天堂、錫安山上的教會、聖伯利恆,以及其他不計其數的禱告之所。
1:4333
Τοῦ Ἰουδαίων τοίνυν ἀνῳκοδομημένου νεὼ, λυθήσονται οὗτοι, ἢ καὶ αὐτοὶ μενοῦσι τιμώμενοι; διαμένοντες δὲ ἐπὶ τῆς προτέ ρας τιμῆς, τιμηθήσονται ὑπὸ Ἰουδαίων, ἢ ἀτιμα σθήσονται; Εἰ μὲν οὖν ἀτιμάσουσι, καὶ ἐπὶ τῆς προτέρας μενοῦσι μανίας, καὶ οὐδὲν ὄφελος ἐκ τῶν τοῦ μεγάλου Ἠλιοῦ λήψονται κηρυγμάτων·
When, then, the temple of the Jews has been rebuilt, will these be abolished, or will they too remain honoured? And if they remain in their former honour, will they be honoured by the Jews, or dishonoured? If, then, they dishonour them and remain in their former madness, they will gain no benefit from the proclamations of the great Elijah;
那麼,當猶太人的聖殿被重建之後,這些聖所是要被廢除呢,還是它們也要繼續受尊崇呢?若它們仍保有先前的尊崇,那麼它們是要被猶太人尊崇,還是被藐視呢?若他們藐視這些聖所,仍舊停留在先前的瘋狂之中,那麼他們就從那大先知以利亞的宣告中得不著任何益處;
1:4334
εἰ δὲ τιμήσουσι, ποῖον ἄρα τῶν εὐκτηρίων πλέον; τὸν τοῦ σταυροῦ, ἢ τῆς ἀναστάσεως, ἢ τὸν οἰκοδομηθησό μενον; Εἰ μὲν γὰρ ἐκεῖνον πλέον, ὡς οὐ τελείαν ἔχοντες γνῶσιν τοῦτο ποιήσουσιν·
but if they honour them, which then of the places of prayer will be greater—that of the Cross, or of the Resurrection, or the one that is to be built? For if that one is greater, they will be doing so as not having perfect knowledge;
但若他們尊崇這些聖所,那麼在這些禱告之所中,哪一個要為大呢——是十字架的、還是復活的、還是那將要被建造的呢?因為若那將要建造的為大,他們這樣行就是因為沒有完全的知識;
1:4335
εἰ δὲ τούτους προτιμήσουσι, περιττὴ ἡ ἐκείνου οἰκοδομία·
but if they prefer these others, then the building of that one is superfluous;
但若他們寧願看重這些其他的聖所,那麼那一座的建造就是多餘的;
1:4336
εἰ δὲ τὴν ἴσην ἀπονεμήσουσι τιμὴν τούτοις τε κἀκείνῳ, προσοίσουσι μὲν ἐκεῖ τὰς θυσίας, ἐνταῦθα δὲ τῶν ἱερῶν ἀπολαύσονται μυστηρίων
but if they assign equal honour to these and to that, they will offer their sacrifices there, but here they will partake of the sacred mysteries.
但若他們把同等的尊崇分給這些和那一座,那麼他們就要在那裡獻上祭物,卻要在這裡領受神聖的奧秘。
1:4337
Καὶ πῶς οἷόν τε σὺν τοῖς ἐξ ἐθνῶν πεπιστευκόσι τῶν θείων αὐτοὺς ἀπολαύειν μυστηρίων, τοῦ νόμου τὴν πρὸς τὰ ἔθνη ἐπιμιξίαν κωλύοντος; Λείπεται τοίνυν, ἐν αὐτῷ τῷ ναῷ καὶ τὰ εὐαγγελικὰ, καὶ τὰ νομικὰ πληροῦσθαι κατὰ ταυτόν·
And how is it possible that they, together with those who have believed from among the Gentiles, should partake of the divine mysteries, when the Law forbids intermingling with the Gentiles? It remains, then, that in the very same temple both the evangelical and the legal observances are fulfilled at the same time;
既然律法禁止與外邦人相交,他們又怎能與那些出自外邦、已經信主的人一同領受神聖的奧秘呢?那麼剩下的結論就是:在同一座聖殿裡,福音的與律法的禮儀要同時得以履行;
1:4338
καὶ ἀνάγκη πάλιν μάχην εἶναι καὶ ἔριν, ἡμῶν μὲν καθ' ἑαυτοὺς πολιτευομένων, ἐκεί νων δὲ τὴν κατὰ τὸν νόμον λατρείαν προαιρουμέ νων
and again there must necessarily be strife and contention, we for our part conducting ourselves by ourselves, while they choose the worship according to the Law.
如此就必然又有爭鬥和紛爭,因為我們一方面按自己的方式而行,他們卻選擇按律法的敬拜。
1:4339
Καὶ πῶς ἀληθεύει Παῦλος λέγων·
And how then is Paul speaking the truth when he says:
那麼保羅所說的話又怎能是真的呢?他說:
1:4340
Χριστός ἐστιν ἡ εἰρήνη ἡμῶν, ὁ ποιήσας τὰ ἀμφότερα ἓν, καὶ τὸ μεσότοιχον τοῦ φραγμοῦ λύσας, τὴν ἔχθραν ἐν τῇ σαρκὶ αὑτοῦ, τὸν νόμον τῶν ἐντολῶν ἐν δόγμασι καταργήσας, ἵνα τοὺς δύο κτίσῃ, τουτέστι, τὸν ἐθνι κὸν καὶ τὸν Ἰουδαϊκὸν, εἰς ἕνα καινὸν ἄνθρω πον, καὶ ἀποκαταλλάξῃ τοὺς ἀμφοτέρους ἐν ἑνὶ πνεύματι πρὸς τὸν Πατέρα; Καὶ πάλιν·
'Christ is our peace, who made both one, and broke down the middle wall of the partition, having abolished in his flesh the enmity, the law of commandments contained in ordinances, that he might create the two'—that is, the Gentile and the Jewish—'into one new man, and reconcile them both in one spirit to the Father'? And again:
「基督是我們的和睦,將兩下合而為一,拆毀了中間隔斷的牆,藉著自己的肉體廢掉那記在律例中誡命的律法,為要將兩下」——就是外邦人和猶太人——「造成一個新人,又藉這一個聖靈使兩下與父和好。」又說:
1:4341
Ὄπουοὐκ ἔνι Ἰουδαῖός τε καὶ Ἕλλην, περιτομὴ καὶ ἀκρο- βυστία, ἀλλὰ τὰ πάντα καὶ ἐν πᾶσι Χριστός. Ναὶ, φησὶν ὁ σοφώτατος, καὶ ἐπὶ τῶν ἀποστόλων οἱ ἐν Ἱεροσολύμοις τῷ κηρύγματι πεπιστευκότες Ἰουδαῖοι τὴν κατὰ νόμον λατρείαν ἐφύλαττον, τῶν ἄλλων Ἐκκλησιῶν ἔξω τοῦ νόμου πολιτευομένων
'Where there is neither Jew nor Greek, circumcision nor uncircumcision, but Christ is all and in all.' Indeed, says our most learned adversary, even in the days of the Apostles the Jews at Jerusalem who had believed the preaching still kept the worship according to the Law, while the other Churches ordered their life outside the Law.
「在那裡並不分猶太人、希臘人,受割禮的、未受割禮的,惟有基督是包括一切,又住在各人之內。」這位極其博學之人說:是的,甚至在使徒的時代,耶路撒冷那些相信了福音宣講的猶太人,仍然遵守按律法而行的敬拜,而其他各教會的生活卻在律法之外。
1:4342
Καὶ οὐ συνίησιν, ὅτι τῇ ἐκείνων ἀσθενείᾳ συγκατιόν τες οἱ ἱεροὶ ἀπόστολοι τοῦτο τηνικαῦτα γίνεσθαι συν εχώρησαν, αὐτοὶ δὲ τὸν νόμον παρέβαινον ἀδεῶς, οὐκ ἂν, εἴπερ ᾔδεσαν ἀναγκαίαν τοῦ νόμου τὴν φυ λακὴν, ἀνασχόμενοι παραβῆναι
And he does not perceive that the holy Apostles, condescending to the weakness of those men, permitted this to be done at that time, while they themselves transgressed the Law without fear; whereas, had they known the keeping of the Law to be necessary, they would never have brought themselves to transgress it.
他卻不明白:眾聖使徒是遷就那些人的軟弱,才在那時容許這事如此行;而他們自己卻毫無懼怕地越過了律法。倘若他們曉得遵守律法是必需的,他們絕不會甘心去越過它。
1:4343
Ἀλλ' αὐτοὶ μὲν, ὡς εἰδότες περιττὴν τὴν κατὰ νόμον πολιτείαν, τὸν εὐαγ γελικὸν μετῄεσαν βίον·
But they themselves, as knowing that the manner of life according to the Law was superfluous, pursued the evangelical life;
他們自己既曉得按律法而行的生活是多餘的,便追求福音的生活;
1:4344
τοῖς δὲ ἀσθενῶς διακειμένοις τῆς τοῦ νόμου φυλακῆς παρεχώρουν, κατὰ μέρος. αὐτοὺς ἐπὶ τὰ τελειότερα ποδηγετοῦντες
yet to those who were weakly disposed they conceded the keeping of the Law in part, leading them by degrees toward the more perfect things.
然而對於那些心志軟弱的人,他們則部分地容許守律法,逐步引導他們趨向更完全的境地。
1:4345
Οὕτω τὸν Τιμόθεον ὁ μακάριος Παῦλος περιτεμὼν, τῆς εὐαγ γελικῆς ἐχειροτόνησε πολιτείας διδάσκαλον
Thus the blessed Paul, having circumcised Timothy, ordained him a teacher of the evangelical polity.
蒙福的保羅正是如此:他為提摩太行了割禮之後,卻按立他作福音生活的教師。
1:4346
Ἀλλὰ γὰρ τάχα καὶ ἡμεῖς τῆς Ἀπολιναρίου μετελάχομεν φλυαρίας, τὴν οὐ ψευδῆ μόνον, ἀλλὰ καὶ ἀτερπῆ μυθολογίαν αὐτοῦ πειραθέντες ἐλέγξαι·
But perhaps we too have caught a share of Apollinarius' foolish babbling, in undertaking to refute his mythmaking, which is not only false but also unpleasant;
但或許我們自己也沾染了亞波里拿留胡言的一份,因我們曾試圖駁斥他那不但虛謊、且又令人生厭的杜撰之言;
1:4347
πρὸς ὃν εἴποι ἂν ὁ μακάριος Παῦλος εἰκότως·
to whom the blessed Paul might fitly say:
對於這樣的人,蒙福的保羅或許會恰如其分地說:
1:4348
εἰ δὲ ἔλαττον τῆς ἐλπίδος τὸ κέρδος, καὶ τῶν πόνων οὐκ ἰσοστάσιον τὸν καρπὸν, τῇ μὲν τῆς φύσεως ἀσθενείᾳ νεῖμαι συγγνώμην, ἀποδέξασθαι δὲ ὅμως τὴν προθυμίαν, καὶ τοὺς πόνους προσευχαῖς ἀμείψασθαι, ἄφεσιν ἡμῖν ἁμαρτημάτων παρὰ τοῦ Σωτῆρος τῶν ὅλων αἰτοῦντας·
But if the gain fall short of our hope, and the fruit be not equal in weight to the labours, let him grant pardon to the weakness of our nature, yet nonetheless accept our eagerness, and requite our labours with prayers, asking of the Saviour of all a remission of our sins;
但若所得的益處不及所盼望的,所結的果子也與勞苦不相稱,願他寬容我們本性的軟弱,卻仍然悅納我們的熱忱,並以禱告報答我們的勞苦,向萬有的救主為我們求得罪的赦免;
1:4349
μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, σὺν τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς ἀτελευτήτους αἰῶνας τῶν αἰώνων
with whom to the Father be glory, together with the Holy Spirit, now and ever, and unto the ages of ages that have no end.
願榮耀藉著祂歸與父,並歸與聖靈,從今直到永遠,且直到那無窮盡的世世代代。阿們。