📜 Verbum
Scripture and the Fathers, read aloud in the original

← All books · Greek Fathers › Church History

Theodoret

Church History 1 part 17/18

Greek original · 198 verses · some words can be tapped for a gloss · long chapter, split into parts; this part covers 1:2914–1:3111 (3246 verses in all)

← prev partnext part →
1:2914
ταύτην τοῦ ὑπάρχου τὴν δειλίαν θεῖος Μάρκελλος ἰδών, ἐκεῖνον μὲν εἰς τὰς ἄλλας προὔπεμψε πόλεις, αὐτὸς δὲ τὸν θεὸν ἠντιβόλει πόρον δοῦναι τῇ λύσει
Seeing this cowardice on the part of the prefect, the godly Marcellus sent him on ahead to the other cities, while he himself entreated God to grant a way for the destruction.
敬虔的馬爾伽路見到省長如此怯懦,便先打發他前往其他城市,自己則懇求神為拆毀之事開闢一條出路。
1:2915
Ἧκεν οὖν τις αὐτόματος ἕωθεν, οὔτε οἰκοδόμος, οὔτε λιθοτόμος, οὔτ' ἄλλην τινὰ ἐπιστάμενος τέχνην, ἀλλὰ λίθους φέρειν ἐπὶ τῶν ὤμων καὶ ξύλα εἰθισμένος
Then, of his own accord, there came at dawn a certain man who was neither a builder nor a stonecutter nor skilled in any other craft, but was accustomed only to carry stones and timber upon his shoulders.
於是清晨自動來了一個人,他既不是建築工,也不是石匠,也不懂任何其他技藝,只是習慣用肩膀搬運石頭與木材。
1:2916
οὗτος προσελθὼν ὑπέσχετο ῥᾷστα τὸν νεὼν καταλύσειν, δυοῖν δὲ τεχνίταιν ἀπῄτει μισθόν
This man came forward and promised that he would very easily bring down the temple, and he asked for the wages of two craftsmen.
此人前來,應許他能極其輕易地拆毀那座神廟,卻只要求兩名工匠的工錢。
1:2917
ἐπειδὴ δὲ τοῦτον ὑπέσχετο δώσειν θεῖος ἀρχιερεύς, τοιόνδε τι ἀνὴρ ἐκεῖνος ἐμη χανήσατο
And when the godly bishop promised to give him this, the man devised the following scheme.
當那位敬虔的主教應許給他這筆工錢後,那人便設計出如下的方法。
1:2918
στοὰν ἐκ τῶν τεττάρων πλευρῶν νεὼς εἶχεν ἐφ' ὕψους κείμενος αὐτῷ συνηρμοσμένην·
The temple, standing on a height, had a colonnade fitted to it on all four sides;
那座神廟坐落於高處,四面皆附有與之相連的柱廊;
1:2919
οἱ δὲ κίονες μέγιστοί τε ἦσαν καὶ ἰσόμετροι τῷ νεῷ, ἑκάστου δὲ κύκλος ἑξκαίδεκα πήχεων ἦν
the columns were exceedingly large and equal in height to the temple itself, and the circumference of each was sixteen cubits.
柱子極為巨大,其高度與神廟本身相等,每根柱子的周長為十六肘。
1:2920
δὲ τοῦ λίθου φύσις στερροτάτη τις ἦν καὶ οὐ ῥᾳδίως τοῖς τῶν λιθο τόμων ὀργάνοις ὑπείκουσα
The nature of the stone was extremely hard, and did not readily yield to the tools of the stonecutters.
這種石材的性質極為堅硬,不易屈服於石匠的工具。
1:2921
τούτων ἕκαστον ἐν κύκλῳ διορύττων ἐκεῖνος καὶ ξύλοις ἐλαΐνοις ὑπερείδων τὰ ὑπερκείμενα, ἐφ' ἕτερον αὖθις μετέβαινεν
Digging around the base of each of these in a circle and propping up what lay above with olive-wood beams, he would then move on to the next.
他繞著每根柱子的底部挖掘一圈,用橄欖木支撐住上方的部分,接著再轉向另一根。
1:2922
οὕτω δὲ τρεῖς τῶν κιόνων ὀρύξας τὴν φλόγα τοῖς ξύλοις προσήνεγκεν
Having thus dug out three of the columns, he applied fire to the wooden props.
這樣挖空三根柱子之後,他便對那些木頭點起了火。
1:2923
ἀλλ' οὐκ εἴα κατὰ φύσιν ὑπὸ τοῦ πυρὸς τὰ ξύλα δαπανᾶσθαι δαίμων τις μέλας φαινόμενος καὶ κωλύων τῆς φλογὸς τὴν ἐνέργειαν
But a certain black demon, appearing there, would not allow the wood to be consumed by the fire as its nature required, hindering the action of the flame.
但有一個顯現出黑色形貌的鬼魔,卻不容那些木頭按其本性被火焚燒,阻礙了火焰的作用。
1:2924
ἐπειδὴ δὲ πολλάκις τοῦτο δράσαντες ἀνόνητον ἑώρων τὴν μηχανήν, ἐμήνυσαν τοῦτο τῷ ποιμένι μετὰ τὴν μεσημ βρίαν καθεύδοντι
And when, after doing this many times, they saw that the device was proving fruitless, they reported it to the shepherd, who was sleeping after midday.
他們多次這樣嘗試之後,見這個方法始終無效,便將此事稟報給正在午睡的牧者。
1:2925
δὲ παραυτίκα εἰς τὸν θεῖον δραμὼν νεὼν καὶ εἰς ἄγγος ὕδωρ κομισθῆναι προστάξας, ἔθηκε μὲν τὸ ὕδωρ ὑπὸ τὸ θεῖον θυσιαστή ριον, αὐτὸς δὲ εἰς τὸ ἔδαφος τὸ μέτωπον θεὶς τὸν φιλάνθρωπον ἠντιβόλει δεσπότην μὴ ἐπὶ πλεῖστον ἐνδοῦναι τῇ τυραννίδι τοῦ δαί μονος, ἀλλὰ καὶ τὴν ἀσθένειαν τὴν ἐκείνου γυμνῶσαι καὶ τὴν οἰκείαν δύναμιν ἐπιδεῖξαι, ἵνα μὴ πρόφασις ἐντεῦθεν τοῖς ἀπίστοις μείζονος γένηται βλάβης
He at once ran to the divine church, and, having ordered water to be brought in a vessel, placed the water beneath the holy altar; then, placing his forehead on the ground, he entreated the loving Master not to yield any longer to the tyranny of the demon, but to expose that spirit's weakness and to display his own power, lest this become for the unbelievers an occasion of even greater harm.
他立刻跑向聖堂,吩咐人取水盛於器皿之中,將水放置在聖壇下面,自己則俯首至地,懇求那滿有慈愛的主,不要再讓那鬼魔的暴虐得逞,反要顯露那魔鬼的軟弱,彰顯祂自己的大能,免得因此成為不信之人加深毀謗的藉口。
1:2926
ταῦτα εἰπὼν καὶ ὅσα τούτοις παρόμοια καὶ ἐπιθεὶς τοῦ σταυροῦ τὸν τύπον τῷ ὕδατι, Ἐκοίτιόν τινα διακονίας ἠξιω μένον, πίστει καὶ ζήλῳ πεφραγμένον, λαβεῖν τε τὸ ὕδωρ ἐκέλευσε καὶ διὰ τάχους δραμεῖν καὶ μετὰ πίστεως διαρρᾶναι καὶ τὴν φλόγα προσενεγκεῖν
Having said these things and others like them, and having marked the water with the sign of the cross, he ordered a certain Aequitius, who had been deemed worthy of the office of deacon and was fortified with faith and zeal, to take the water, run quickly, sprinkle it in faith, and then apply the flame.
說完這些以及與之相似的話後,他在水上劃了十字的記號,便吩咐一位名叫厄奎提烏斯的人——此人蒙選擔任執事之職,且充滿信心與熱誠——取那水快步跑去,憑著信心灑水,然後點起火來。
1:2927
οὕτω τούτου γενομένου, ἀπέδρα μὲν δαίμων οὐκ ἐνεγκὼν τὴν τοῦ ὕδατος προσβολήν, τὸ δὲ πῦρ, ὡς ἐλαίῳ τῷ ἀντι πάλῳ χρησάμενον ὕδατι, ἐπελάβετό τε τῶν ξύλων καὶ ταῦτα ἐν ἀκαρεῖ κατανάλωσεν
When this had been done, the demon fled, unable to endure the assault of the water, and the fire, as though the water—its natural adversary—had served it as oil, seized upon the wood and consumed it in an instant.
事情這樣成就之後,那鬼魔無法忍受水的攻擊便逃走了,而那火——彷彿水這原本與它相剋之物竟成了助燃的油一般——立刻竄上木頭,霎時將其焚盡。
1:2928
οἱ δὲ κίονες, φρούδου τοῦ ἐρείδοντος γενομένου, αὐτοί τε κατέπεσον καὶ ἄλλους εἵλκυσαν δυοκαίδεκα
And the columns, their support having vanished, themselves fell down and dragged twelve others with them.
那些柱子失去了支撐,本身便倒塌下來,並拖帶了另外十二根柱子一同傾倒。
1:2929
καὶ τοῦ νεὼ δὲ τὸ τοῖς κίοσι συνημμένον κατηνέχθη πλευρὸν ὑπὸ τῆς ἐκείνων βίας συνελκυσθέν
And the side of the temple that was joined to the columns was also brought down, dragged along by their force.
神廟中與那些柱子相連的一側,也因它們崩塌之勢而一同被拖垮傾倒。
1:2930
δὲ κτύπος εἰς ἅπαν τὸ ἄστυ διαδραμὼν ( πολὺς γὰρ ἦν) πάντας εἰς θέαν συνήγειρεν
The crash—for it was tremendous—ran through the whole city and gathered everyone to see the sight.
那轟然巨響傳遍全城(因為聲勢浩大),將眾人都聚集起來觀看這奇景。
1:2931
ἐπειδὴ δὲ καὶ τοῦ ἀντιπάλου δαίμονος ἔμαθον τὴν φυγήν, εἰς ὑμνῳδίαν τοῦ θεοῦ τῶν ὅλων τὴν γλῶτταν ἐκίνησαν
And when they also learned of the flight of the hostile demon, they moved their tongues to hymn the God of all.
當眾人又得知那敵對的鬼魔已然逃遁時,便齊聲開口,歌頌萬有之神。
1:2932
οὕτω καὶ τἄλλα τεμένη κατέλυσεν θεῖος ἐκεῖνος ἀρχιερεύς
In this way that godly bishop destroyed the other shrines as well.
那位敬虔的主教便以此方式,也一一拆毀了其餘的神廟。
1:2933
Πολλὰ δὲ καὶ ἄλλα περὶ τοῦδε τοῦ ἀνδρὸς καὶ λίαν ἀξιάγαστα διηγήματα ἔχων ( καὶ γὰρ τοῖς νικηφόροις ἐπέστελλε μάρτυσι καὶ ἀντιγράφων ἐτύγχανε καὶ τέλος καὶ αὐτὸς τὸν τῶν μαρτύρων ἀνε δήσατο στέφανον), ἀναδύομαι ταῦτα νῦν ἱστορεῖν, ἵνα μὴ λίαν μη κύνων ἀποκνήσω τοὺς ἐντευξομένους τῇ συγγραφῇ
Although I have many other and highly admirable stories to tell concerning this man (for he used to write letters to the victorious martyrs and would receive replies, and in the end he himself too was crowned with the martyrs' wreath), I shrink from narrating them now, lest by too great prolixity I weary those who are to peruse this history.
關於此人,我還有許多其他極其令人讚嘆的事蹟可述(因為他曾致書那些得勝的殉道者,並且果真收到回信;而他本人最終也戴上了殉道者的冠冕),但我在此暫且不再詳述這些,免得因過於冗長而使將要閱讀本書的人感到厭倦。
1:2934
ἐφ' ἑτέραν τοίνυν διήγησιν τρέψομαι
I shall therefore turn to another narrative.
因此,我要轉而敘述另一件事。
1:2935
Ἀθανάσιον ἐκεῖνον τὸν πολυθρύλητον θαυμάσιος διεδέξατο Πέτρος, τὸν δὲ Πέτρον Τιμόθεος, Τιμόθεον δὲ Θεόφιλος, ἀνὴρ πυκνός τε τὰς φρένας καὶ ἀνδρεῖος τὸ φρόνημα
That much-celebrated Athanasius was succeeded by the admirable Peter, Peter by Timothy, and Timothy by Theophilus, a man shrewd in mind and manly in spirit.
那位聲名遠播的亞他那修之後,由令人敬佩的彼得繼任,彼得之後是提摩太,提摩太之後則是提阿非羅,此人心思縝密,志氣剛毅。
1:2936
οὗτος τὴν Ἀλεξάνδρου πόλιν τῆς εἰδωλικῆς ἠλευθέρωσε πλάνης
This man freed the city of Alexander from the error of idolatry.
此人使亞歷山大城從偶像崇拜的謬妄中得以解放。
1:2937
οὐ γὰρ μόνον ἐκ βάθρων ἀνέσπασε τὰ τῶν εἰδώλων τεμένη, ἀλλὰ καὶ τὰ τῶν ἐξαπατώντων ἱερέων τοῖς ἐξηπατημένοις ὑπέδειξε μηχανήματα
For he not only tore up the shrines of the idols from their foundations, but also exposed to those who had been deceived the devices of the priests who had deceived them.
因為他不僅將偶像的廟宇連根拔起,還向那些受欺騙的人揭露了行騙祭司們所用的種種詭計。
1:2938
ξόανα καὶ τοῖς τοίχοις τὰ τούτων προσαρμόζοντες νῶτα, πόρους τινὰς ἀφανεῖς ἐν τοῖς τοίχοις ἠφίεσαν
Fitting the backs of the idols' images against the walls, they left certain hidden channels in the walls.
他們把偶像雕像的背部緊貼牆壁安放,並在牆內留下一些隱蔽的孔道。
1:2939
εἶτα διὰ τῶν ἀδύτων ἀνιόντες καὶ εἴσω τῶν ξοάνων γιγνόμενοι, ἅπερ ἐβούλοντο διὰ τούτων ἐκέλευον·
Then, ascending through the inner sanctuaries and getting inside the images, they issued through them whatever commands they wished;
然後他們從至聖所內攀爬而上,進入雕像內部,藉此發出他們想要的任何指令;
1:2940
φενακι ζόμενοι δὲ οἱ ἐπαΐοντες ἔδρων τὸ κελευόμενον
and those who heard, being thus deceived, did what was commanded.
而那些聽見的人,就這樣受了欺騙,遵行所吩咐的事。
1:2941
ταῦτα σοφώτατος καταλύων ἀρχιερεὺς τοῖς ἐξαπατηθεῖσιν ὑπέδειξε δήμοις
These things the most wise bishop, as he demolished them, exposed to view for the deceived populace.
這位最有智慧的主教在拆毀這些神廟時,將這些情形展示給受欺騙的民眾看。
1:2942
Εἰς δὲ τὸν τοῦ Σαράπιδος νεὼν ἀναβάς (τῶν δὲ πανταχοῦ γῆς καθὰ φασί τινες μέγιστός τε οὗτος καὶ κάλλιστος), εἶδε τὸ ξόανον παμμέγεθες καὶ τῷ μεγέθει τοὺς θεατὰς δεδιττόμενον
Going up into the temple of Serapis (which, as some say, was of all such temples throughout the world the greatest and most beautiful), he saw the wooden cult-image, of vast size, terrifying the onlookers by its magnitude.
他登上塞拉皮斯神廟(據某些人說,這座神廟乃全地所有此類神廟中最大且最華美的),看見那尊木製神像,體積極其龐大,以其巨大使觀者驚駭。
1:2943
πρὸς δὲ τῷ μεγέθει καὶ λόγος κατεῖχεν ἀπατηλός, ὡς εἴ τις τούτῳ πελάσοι, κλονη θήσεται μὲν γῆ, πανωλεθρία δὲ ἅπαντας καταλήψεται
In addition to its size, a deceitful legend also prevailed, that if anyone drew near it, the earth would be shaken and utter destruction would overtake all.
除了體積龐大之外,還流傳著一個騙人的傳說:若有人靠近它,大地將為之震動,眾人皆將遭遇徹底的滅亡。
1:2944
ἀλλὰ τούτους μὲν τοὺς λόγους γραϊδίων μεθυόντων νομίσας εἶναι ληρήματα, τοῦ δὲ μεγέθους ὡς ἀψύχου καταφρονήσας, ἐκέλευσέ τινι πέλεκυν ἔχοντι παῖσαι προθύμως τὸν Σάραπιν
But he judged these tales to be nothing but the nonsense of drunken old women, and, scorning its size as that of a mere lifeless object, he ordered a man with an axe to strike Serapis boldly.
但他認定這些傳言不過是醉酒老婦的胡言亂語,並且蔑視其龐大身軀,視之為毫無生命之物,於是命令一名持斧之人大膽地砍擊塞拉皮斯像。
1:2945
ἐκείνου δὲ παίσαντος, ἐβόησαν μὲν ἅπαντες τὸ θρυλούμενον δείσαντες·
When the man struck, everyone cried out, fearing what had been rumored.
那人一擊之下,眾人皆因懼怕那傳言中所說之事而驚呼起來。
1:2946
δὲ Σάραπις δεξάμενος τὴν πληγὴν οὔτε ἤλγησε (ξύλινος γὰρ ἦν), οὔτε φωνὴν ἀφῆκεν, ἄψυχος ὤν
But Serapis, having received the blow, felt no pain—for he was made of wood—nor did he utter any sound, being without life.
然而塞拉皮斯承受這一擊,既不感疼痛(因為他是木製的),也未發出任何聲音,因為他本無生命。
1:2947
ἐπειδὴ δὲ τὴν κεφαλὴν ἀφῃρέθη, μύες ἀγεληδὸν ἐξέδραμον ἔν δοθεν·
But when his head was cut off, mice ran out from within in swarms.
然而當它的頭被砍下時,成群的老鼠從裡面竄了出來。
1:2948
μυῶν γὰρ οἰκητήριον ἦν Αἰγυπτίων θεός
For the god of the Egyptians was a dwelling-place for mice.
因為這位埃及人的神原來是老鼠的巢穴。
1:2949
εἰς μικρὰ δὲ αὐτὸν διελόντες τὰ μὲν παρέδοσαν τῷ πυρί, τὴν δὲ κεφαλὴν διὰ παντὸς τοῦ ἄστεως ἔσυρον, τῶν προσκυνούντων ὁρώντων καὶ τοῦ παρ' αὐτῶν προσκυνηθέντος τὴν ἀσθένειαν κωμῳδούντων
Having cut it into small pieces, they consigned some to the fire, but dragged the head through the whole city, while its former worshippers looked on and mocked the weakness of the thing they themselves had worshipped.
他們把神像剁成碎塊,一部分投入火中焚燒,又把頭顱拖行遊街,走遍全城,那些曾經敬拜它的人親眼目睹,並嘲笑他們自己所敬拜之物的軟弱無能。
1:2950
οὕτω δὴ τὰ πανταχοῦ γῆς καὶ θαλάττης τῶν δαιμόνων κατελύθη τεμένη
Thus, then, the shrines of the demons throughout the whole earth and sea were destroyed.
就這樣,遍及天下陸地與海洋的鬼魔廟宇都被拆毀了。
1:2951
ἐβουλήθη μὲν γὰρ Παυλῖνος τὴν τῆς ἐκκλησίας ἡγεμονίαν λαβεῖν, δὲ τῶν ἱερέων ἀντεῖπε χορός, οὐ χρῆναι λέγων τὸν Μελετίου τὰς συμβουλὰς μὴ δεξάμενον μετὰ τὴν ἐκείνου τελευτὴν τὸν ἐκείνου θρόνον λαβεῖν·
For Paulinus desired to assume the leadership of the church, but the company of the clergy opposed him, saying that it was not right that one who had not accepted Meletius's counsels during his life should, after his death, take his throne.
保利努斯本欲接掌教會的領導權,但眾祭司群起反對,他們說:此人生前既不接受梅勒提烏斯的勸告,如今在梅勒提烏斯去世之後,便不應接續他的寶座。
1:2952
ἀλλὰ τὸν πολλοῖς λαμπρυνόμενον πόνοις καὶ ἐπὶ πλεῖστον ὑπὲρ τῶν προβάτων προκινδυνεύσαντα, προσήκει γενέσθαι ποιμένα
Rather, it was fitting that the one distinguished by many labors, who had for so long braved danger on behalf of the flock, should become shepherd.
反倒是那位因諸多勞苦而顯赫、並長久以來為羊群冒險犯難之人,才適合成為牧者。
1:2953
Τοῦτο καὶ Ῥωμαίοις καὶ Αἰγυπτίοις δυσμένειαν πρὸς τὴν Ἑῴαν μακροτάτην εἰργάσατο·
This produced a very long-lasting hostility, both among the Romans and the Egyptians, toward the East.
這件事在羅馬人與埃及人之中,對東方教會產生了極為長久的仇怨。
1:2954
οὐδὲ γὰρ τῷ Παυλίνου θανάτῳ συγκατελύθη τὸ ἔχθος, ἀλλὰ καὶ μετ' ἐκεῖνον Εὐαγρίου τὸν ἐκείνου παρειληφότος θρόνον διέμειναν τῷ μεγάλῳ Φλαβιανῷ χαλεπαίνοντες, καὶ ταῦτα τοῦ Εὐαγρίου παρὰ τὸν ἐκκλησιαστικὸν προβεβλημένου θεσμόν
For the enmity was not dissolved even with the death of Paulinus; rather, after him, when Evagrius had succeeded to his throne, they continued to be hostile toward the great Flavian—and this even though Evagrius had been advanced contrary to ecclesiastical order.
因為這仇恨並未隨保利努斯之死而消解;相反地,在他死後,當埃瓦格里烏斯繼承其寶座時,他們依然對偉大的弗拉維安懷有敵意——儘管埃瓦格里烏斯的擢升本身就違反了教會的規章。
1:2955
μόνος γὰρ αὐτὸν Παυλῖνος προὐβάλετο, πολλοὺς κανόνας κατὰ ταὐτὸν παραβάς
For Paulinus alone had put him forward, thereby transgressing many canons at once.
因為唯獨保利努斯一人擢立了他,這樣做同時觸犯了許多教規。
1:2956
οὔτε γὰρ ἀνθ' ἑαυτοῦ τῷ τελευτῶντι χειροτονεῖν ἐπι τρέπουσι, καὶ πάντας συγκαλεῖσθαι τῆς ἐπαρχίας τοὺς ἐπισκόπους κελεύουσι, καὶ αὖ πάλιν δίχα τριῶν ἐπισκόπων ἐπισκόπου χειροτονίαν ἀπαγορεύουσι γίγνεσθαι
For the canons neither permit a dying man to ordain a successor in his own place, but require that all the bishops of the province be summoned together, nor again do they allow the ordination of a bishop to take place without at least three bishops present.
因為教規既不允許臨終者自行按立繼任者,而規定必須召集全省所有主教與會;同時也禁止在少於三位主教在場的情況下按立主教。
1:2957
ἀλλ' ὅμως τούτων οὐδὲν εἰδέναι θελήσαντες τὴν Εὐαγρίου μὲν κοινωνίαν ἠσπάζοντο, κατὰ Φλαβιανοῦ δὲ τὰς βασιλικὰς ἐκίνησαν ἀκοάς
But nevertheless, refusing to take any notice of these things, they embraced communion with Evagrius, and set the imperial ears in motion against Flavian.
然而他們仍舊不願理會這一切,依舊與埃瓦格里烏斯保持共融,並在皇帝耳邊煽動言論指控弗拉維安。
1:2958
Ἐνοχληθεὶς γὰρ πολλάκις ἤγαγέ τε αὐτὸν εἰς τὴν Κωνσταντι νούπολιν καὶ καταλαβεῖν τὴν Ῥώμην ἐκέλευσεν·
For the emperor, being repeatedly importuned, both summoned him to Constantinople and ordered him to proceed to Rome.
皇帝屢次被人纏擾,便把他召到君士坦丁堡,並命令他前往羅馬。
1:2959
δὲ Φλαβιανὸς χειμῶνά τε εἶναι φήσας καὶ ὑποσχόμενος τοῦ ἀέρος ὑπολάμποντος τὸ προστεταγμένον πληρώσειν ἐπανῆκεν εἰς τὴν πατρίδα
But Flavian, pleading that it was winter, and promising that once the season grew milder he would fulfill the command, returned home.
但弗拉維安以時值冬季為由推辭,並承諾等天氣轉晴時必當遵命而行,隨後便返回了故鄉。
1:2960
τότε Φλαβιανὸς σοφώτατος τῇ ἀξιεπαίνῳ παρρησίᾳ χρησάμενος ἔφη·
Then Flavian, the most wise, employing a praiseworthy boldness of speech, said:
那時,最富智慧的弗拉維安以值得稱頌的坦率言辭說道:
1:2961
εἰ μὲν τῆς πίστεως, βασιλεῦ, τῆς ἐμῆς ὡς οὐκ ὀρθῆς κατηγοροῦσί τινες τὸν βίον φασὶν ἱερωσύνης ἀνάξιον, καὶ αὐτοῖς χρήσομαι τοῖς κατηγόροις κριταῖς καὶ τὴν παρ' ἐκείνων ἐκφερομένην ἀγαπήσω ψῆφον·
"If, O emperor, some accuse my faith of being unsound, or say that my life is unworthy of the priesthood, I will make these very accusers my judges, and I will gladly accept whatever verdict they render.
「陛下啊,若有人控告我的信仰不純正,或說我的品行不配擔任聖職,我願意讓這些控告者本身充當我的審判者,並樂意接受他們所作出的裁決。
1:2962
εἰ δὲ περὶ θρόνου καὶ προεδρίας ζυγομαχοῦσιν, οὔτε δικάσομαι οὔτε τοῖς λαβεῖν βουλομένοις ἀντιμαχέσομαι, ἀλλ' ἐκστήσομαι καὶ τῆς προεδρίας ἀφέξο μαι
But if they are contending merely over the throne and the primacy, I will neither go to law nor fight against those who wish to seize it, but will withdraw and relinquish the primacy altogether.
但若他們只是為了寶座和首席地位而爭執,那麼我既不願訴訟,也不願與那些想奪取它的人相爭,我情願退讓,放棄這首席之位。」
1:2963
τοιγάρτοι δὸς βούλει τὸν Ἀντιοχέων θρόνον, βασιλεῦ
"Therefore, O emperor, give the throne of Antioch to whomever you please."
「所以,陛下,安提阿的寶座,您願意賜給誰便賜給誰吧。」
1:2964
ἐγχειρισθεῖσαν ποιμαίνειν ἐκκλησίαν ἐκέλευσε
He commanded him to shepherd the church that had been entrusted to him.
他便命令他繼續牧養那已交託給他的教會。
1:2965
Χρόνου δὲ συχνοῦ διελθόντος εἰς τὴν Ῥωμαίων ἀφικόμενος πόλιν βασιλεὺς τὰς αὐτὰς πάλιν ὑπὸ τῶν ἐπισκόπων κατηγορίας ὑπέμεινεν, ὡς τὴν Φλαβιανοῦ τυραννίδα μὴ καταλύων
When a considerable time had passed, the emperor, arriving in the city of Rome, again had to endure the same accusations from the bishops, namely that he was not putting an end to the tyranny of Flavian.
過了相當長的一段時間後,皇帝抵達羅馬城,又再次忍受主教們同樣的控告,說他未曾終止弗拉維安的僭權統治。
1:2966
δὲ λέγειν αὐτοὺς ἐκέλευσε τῆς τυραννίδος τὸ εἶδος, αὐτὸς εἶναι Φλαβιανὸς λέγων καὶ ἐκείνου σύνδικος προβεβλῆσθαι
But he bade them state precisely what this \"tyranny\" consisted of, declaring that he himself had, as it were, become Flavian, put forward as his advocate.
皇帝卻命令他們具體說明這「僭權」究竟為何,並宣稱自己儼然已成了弗拉維安本人,儼然被推舉為他的辯護人。
1:2967
ἐκείνων δὲ λεγόντων ὡς οὐ δύνανται δικάζεσθαι βασιλεῖ, παρῄνεσε λοιπὸν ὁμονοίᾳ τὰς ἐκκλησίας συνάψαι καὶ διαλῦσαι τὴν ἔριν καὶ τὴν ἀνόνητον σβέσαι φιλονεικίαν·
When they replied that they could not go to law against the emperor, he then exhorted them to unite the churches in concord, to dissolve the strife, and to quench their fruitless contentiousness.
當他們回答說不能與皇帝對簿公堂時,皇帝便進一步勸勉他們讓眾教會重歸和睦,消弭紛爭,撲滅這無益的爭競之心。
1:2968
Παυ λῖνός τε γὰρ ἐτελεύτησε πάλαι καὶ Εὐάγριος οὐκ ἐννόμως προβέβληται, καὶ τῆς Ἑῴας αἱ ἐκκλησίαι τῆς Φλαβιανοῦ προεδρίας ἀντέχονται
"For Paulinus has long since died, and Evagrius was not legitimately advanced, while the churches of the East hold fast to the primacy of Flavian.
「因為保利努斯早已去世,而埃瓦格里烏斯的擢升本不合法,東方眾教會皆堅持擁護弗拉維安的首席地位。
1:2969
πρὸς δὲ τῇ Ἑῴᾳ καὶ τὴν Ἀσιανὴν ἅπασαν καὶ τὴν Ποντικὴν καὶ μέντοι καὶ τὴν Θρᾳκικὴν κοινωνούσας ἔχει καὶ συνημμένας·
Besides the East, he has all of Asia, and Pontus, and even Thrace in communion with him and joined to him.
除東方之外,整個亞細亞、本都,乃至色雷斯也都與他共融聯合。
1:2970
καὶ τὸ Ἰλλυρικὸν δὲ ἅπαν ἐκεῖνον οἶδε τῶν κατὰ τὴν Ἀνατολὴν ἐπισκόπων ἡγούμενον
And all Illyricum likewise acknowledges him as leader of the bishops throughout the East."
就連整個伊利里庫姆也都承認他是東方諸主教的領袖。」
1:2971
ταύταις εἴξαντες ταῖς παραινέσεσιν οἱ τῆς Ἑσπέρας ἐπίσκοποι καταλύσειν ὑπέσχοντο τὴν δυσμένειαν καὶ τοὺς πεμφθησο μένους δέξασθαι πρεσβευτάς
Yielding to these exhortations, the bishops of the West promised to abandon their hostility and to receive whatever envoys should be sent to them.
西方眾主教接受了這番勸誡,承諾放棄敵意,並願意接待日後將要派來的使者。
1:2972
Τοῦτο μαθὼν θεῖος Φλαβιανὸς ἀπέστειλεν εἰς τὴν Ῥώμην καὶ τῶν ἀξιεπαίνων ἐπισκόπων τινὰς καὶ τῶν Ἀντιοχείας πρεσβυτέρων καὶ διακόνων·
When the divine Flavian learned of this, he sent to Rome a number of praiseworthy bishops, together with certain presbyters and deacons of Antioch.
神聖的弗拉維安得知此事後,便派遣若干德高望重的主教,以及安提阿的一些長老與執事前往羅馬。
1:2973
ἡγεῖτο δὲ πάντων Ἀκάκιος, Βεροίας μὲν τῆς ἐν Συρίᾳ πόλεως τὴν ἐκκλησίαν ποιμαίνειν λαχών, πανταχοῦ δὲ γῆς καὶ θαλάττης ᾀδόμενος
At the head of them all was Acacius, who had been allotted the charge of shepherding the church of Beroea, a city in Syria, but whose fame was celebrated throughout the whole world.
領隊的是阿卡奇烏斯,他蒙分派牧養敘利亞境內比里亞城的教會,其聲名卻遠播於天下四方。
1:2974
οὗτος σὺν τοῖς ἄλλοις ἀφικόμενος εἰς τὴν Ῥώμην, τὴν μακρὰν καταλύσας δυσμένειαν δι' ἑπτακαίδεκα ἐτῶν, ταῖς ἐκκλη σίαις ἐπρυτάνευσε τὴν εἰρήνην
He, arriving in Rome with the others, put an end to the long-standing enmity of seventeen years' duration, and secured peace for the churches.
他與其他人一同抵達羅馬,終結了那持續長達十七年的宿怨,為眾教會贏得了和平。
1:2975
τοῦτο δὲ γνόντες οἱ Αἰγύπτιοι τὴν ἀπέχθειαν σβέσαντες ἠσπάσαντο τὴν ὁμόνοιαν
When the Egyptians learned of this, they too extinguished their hostility and embraced harmony.
埃及人得知此事後,也同樣熄滅了敵意,欣然接受了這和睦。
1:2976
ἡγεῖτο δὲ τηνικαῦτα τῆς μὲν Ῥωμαίων ἐκκλησίας Ἰννοκέντιος, διαδεξάμενος Ἀναστάσιον,ἀνὴρ ἀγχινοίᾳ καὶ συνέσει κοσμούμενος·
At that time the church of Rome was led by Innocent, who had succeeded Anastasius, a man distinguished for keenness of intellect and sound understanding.
當時領導羅馬教會的是依諾增爵,他是亞納大削的繼任者,是一位以敏銳才智與明達見識著稱的人物。
1:2977
τῆς δὲ Ἀλεξανδρέων Θεόφιλος, οὗ καὶ πρόσθεν ἐμνήσθην
And the church of Alexandria was led by Theophilus, whom I have already mentioned earlier.
而領導亞歷山大教會的則是德奧斐羅,此人我在前文已經提及過。
1:2978
τὴν μὲν οὖν τῶν ἐκκλησιῶν εἰρήνην τοῦτον τὸν τρόπον πιστότατος ἐπρυτάνευσε βασιλεύς
In this manner, then, the most faithful emperor secured the peace of the churches.
這位最為虔誠的皇帝,便以這樣的方式為眾教會贏得了和平。
1:2979
Πρὸ δὲ τῆς γεγενημένης εἰρήνης, τήν τε Βαλεντινιανοῦ τελευ τὴν καὶ τὴν Εὐγενίου τυραννίδα μαθὼν εἰς τὴν Εὐρώπην ἐστρά τευσε
Now before this peace had come about, upon learning both of the death of Valentinian and the usurpation of Eugenius, he led an expedition into Europe.
然而在這和平尚未達成之前,皇帝得知瓦倫提尼安駕崩以及尤金尼烏斯篡位之事,便率軍出征歐洲。
1:2980
κατ' ἐκεῖνον δὲ τὸν χρόνον ἦν τις Ἰωάννης ἐν Αἰγύπτῳ τὴν ἀσκητικὴν ἀσπαζόμενος πολιτείαν
At that time there lived in Egypt a certain John, who had embraced the ascetic life.
那時,埃及有一位名叫約翰的人,過著苦修的生活。
1:2981
οὗτος πνευματικῆς μεταλαχὼν χάριτος πολλὰ τοῖς πυνθανομένοις προὔλεγε τῶν ἐσομένων
Having received a share of spiritual grace, he would foretell to inquirers many things that were to come.
他蒙受了屬靈的恩賜,能向前來求問的人預言許多將要發生的事。
1:2982
πρὸς τοῦτον φιλόχριστος ἀπέστειλεν βασιλεύς, εἰ πολεμητέον τοῖς τυράν νοις μαθεῖν ἐφιέμενος
To him the Christ-loving emperor sent envoys, desiring to learn whether he should go to war against the usurpers.
這位敬愛基督的皇帝派人前去請教他,希望得知自己是否應當對僭主們用兵。
1:2983
καὶ ἐπὶ μὲν τοῦ προτέρου πολέμου τὴν ἀναι μωτὶ γενομένην προηγόρευσε νίκην, ἐπὶ δὲ τοῦ δευτέρου μετὰ πολὺν φόνον νικήσειν τὸν βασιλέα προείρηκε
Concerning the first battle he foretold a victory won without bloodshed; but concerning the second, he predicted that the emperor would be victorious only after great slaughter.
論及第一場戰役,他預言將不流血而獲勝;但論及第二場戰役,他則預言皇帝必須經歷慘重的殺戮才能取勝。
1:2984
Μετὰ τοιαύτης ἐλπίδος στρατεύσας βασιλεὺς πολλοὺς μὲν τῶν ἐναντίων παραταττόμενος κατηκόντισε, πολλοὺς δὲ τῶν ἐπικουρούν των αὐτῷ βαρβάρων ἀπέβαλε
With this hope, the emperor set out on campaign, and in the ensuing engagement shot down many of the enemy, but also lost many of the barbarian allies fighting on his side.
皇帝懷著這樣的盼望出征,在交戰佈陣中射殺了許多敵軍,卻也損失了許多支援他的蠻族盟軍。
1:2985
τῶν δὲ στρατηγῶν ὀλίγους εἶναι τοὺς συμπαραταττομένους φησάντων καὶ ἀνακωχήν τινα δοῦναι τῷ πολέμῳ συμβουλευσάντων, ὥστε τοῦ ἦρος ἀρχομένου στρατιὰν συναγεῖραι καὶ τῷ πλήθει περιγενέσθαι τῶν δυσμενῶν, οὐκ ἐδέξατο τὴν εἰσήγησιν πιστότατος βασιλεύς
When the generals reported that those arrayed with him were few in number, and advised granting some truce to the war, so that at the start of spring an army might be gathered and the enemy overcome by superior numbers, the most faithful emperor did not accept this proposal.
眾將領稟報說與他並肩作戰的兵力稀少,並建議暫時休戰,待到春天開始時再召集軍隊,以優勢兵力壓倒敵人;但這位最忠信的皇帝並未接受這個提議。
1:2986
οὐ γὰρ ἔφη χρῆναι τοσαύτην μὲν ἀσθένειαν τοῦ σωτηρίου κατηγορῆσαι σταυροῦ, τοσαύτην δὲ προσμαρτυρῆσαι δύναμιν τῇ τοῦ Ἡρακλέους εἰκόνι·
For he said it was not right to charge the saving Cross with such weakness, while attesting such power to the image of Hercules.
因為他說:不應歸咎於救主十字架有如此的軟弱無力,卻反倒見證海克力斯的偶像具有如此強大的能力。
1:2987
ταύτης μὲν γὰρ σταυρὸς ἡγεῖται τῆς στρατιᾶς·
"For the Cross leads this army of ours;
「因為引領我軍的乃是十字架,
1:2988
τῆς δὲ τῶν ἀντιπάλων ἐκείνη
while that image leads the army of our adversaries."
而引領敵軍的則是那尊偶像。」
1:2989
τούτων οὕτω πιστῶς εἰρημένων καὶ τῆς ὑπολειφθείσης στρατιᾶς ὀλίγης τε οὔσης καὶ λίαν ἀθυμούσης, εὑρὼν οἰκίσκον εὐκτήριον ἐν τῇ τοῦ ὄρους ἀκρωνυχίᾳ ἐν τὸ στρατόπεδον ἦν, πάννυχος διετέλεσε τὸν τῶν ὅλων δεσπότην ἀντιβολῶν
These things having been spoken with such faith, and the remaining army being both small and greatly disheartened, he found a small oratory on the summit of the mountain where the camp was pitched, and there he spent the entire night entreating the Master of all.
說出這番充滿信心的話語後,鑒於殘餘的軍隊人數既少,士氣又極為低落,他在紮營所在的山頂上找到一座小小的祈禱室,並在那裡徹夜懇求萬有的主宰。
1:2990
Περὶ δὲ ἀλεκτρυόνων ᾠδὰς ἐνίκησε μὲν ὕπνος τὴν γνώμην
But around the time of cockcrow, sleep overcame his resolve.
但到了雞鳴時分,睡意終於戰勝了他的心志。
1:2991
ἐπὶ δὲ τοῦ δαπέδου χοῦ κείμενος ὁρᾶν ἐδόκει δύο τινὰς λευχειμονοῦν τας ἄνδρας ἐφ' ἵππων ὀχουμένους λευκῶν, οἳ θαρρεῖν τε ἐκέλευον καὶ τὸ δέος ἐξελάσαι καὶ ὑπὸ τὴν ἕω καθοπλίσαι καὶ τάξαι τὴν στρατιὰν εἰς παράταξιν·
As he lay on the bare floor, he seemed to see two men clothed in white, mounted on white horses, who bade him take courage, drive out fear, and at dawn arm and marshal the army in battle order.
他躺臥在地板的塵土上,彷彿看見兩位身著白衣的人,騎著白馬,吩咐他要鼓起勇氣,驅除恐懼,並在黎明時分整裝布陣,準備作戰。
1:2992
ἐπίκουροι γὰρ ἔλεγον ἀπεστάλθαι καὶ πρό μαχοι
"For," they said, "we have been sent as helpers and as champions to fight in the front line."
因為他們說,自己是被差遣前來作為助手與前鋒戰士的。
1:2993
καὶ μὲν Ἰωάννην ἑαυτὸν ἔλεγεν εἶναι τὸν εὐαγγελιστήν, δὲ Φίλιππον τὸν ἀπόστολον
The one said that he himself was John the Evangelist, and the other, that he was Philip the Apostle.
其中一位說自己就是使徒約翰,另一位則說自己是使徒腓力。
1:2994
ταύτην ἰδὼν τὴν ὄψιν βασιλεὺς οὐκ ἔληξε τῆς ἱκετείας, ἀλλὰ μετὰ πλείονος ταύτην προθυμίας προσέφερε
Having seen this vision, the emperor did not cease from his supplication, but rather offered it with all the greater eagerness.
皇帝見了這異象之後,並未停止祈求,反而以更加懇切的心情繼續禱告。
1:2995
στρατηγὸς καινόν τι μηνύειν ὑπολαβὼν ἀπήγγειλε ταῦτα τῷ βασιλεῖ
A general, thinking he was reporting something new, related these very things to the emperor.
有一位將軍,以為自己是在稟報一件新奇之事,便將這些情形報告給了皇帝。
1:2996
οὐκ ἐμοῦ ἕνεκα, ἔφη, ταῦτα οὗτος τε θέαται·
"It is not for my sake," he said, "that this man has beheld these things;
皇帝說:「這人所看見的異象,並非為了我的緣故;
1:2997
ἐγὼ γὰρ τοῖς τὴν νίκην ὑπεσχημένοις πεπίστευκα
for I myself have already believed those who promised the victory.
因為我自己早已相信那些應許賜下勝利的人了。
1:2998
ἀλλ' ἵνα μή τις ὑπολάβῃ με ὡς τῆς παρατάξεως ὀριγνώμενον πλάσαι τὴν ὄψιν, καὶ τούτῳ ταῦτα μεμήνυκεν τῆς ἐμῆς βασιλείας ἐπίκουρος, ἵνα μάρτυς ἀξιόχρεως γένηται τῆς ἐμῆς διηγήσεως·
But rather, so that no one might suppose I had invented the vision out of a longing for battle, the helper of my kingdom has revealed these same things to this man as well, that he might become a credible witness to my account.
但這是為了使人不至於認為,我是出於對戰事的渴望而編造了這異象——因此,那扶助我王權的神也將同樣的事顯明給這人,好使他成為我所述之事可信的見證人。
1:2999
πρώτῳ γὰρ ἐμοὶ ταύ την κοινὸς δεσπότης τὴν ὄψιν ὑπέδειξεν
For it was to me first that the common Master of all showed this vision."
因為萬有共同的主宰,是先向我顯明這異象的。」
1:3000
ἀποσκευασάμενοι δὴ οὖν τὸ δέος τοῖς προμάχοις καὶ πολεμάρχοις ἑπώμεθα, καὶ μηδεὶς τῷ πλήθει τῶν πολεμούντων σταθμάσθω τὴν νίκην, ἀλλὰ τῶν ἡγου μένων λογιζέσθω ἕκαστος τὴν δύναμιν
"Let us, then, cast off fear and follow our champions and leaders in this war; and let no one measure victory by the number of combatants, but let each reckon rather the power of our leaders."
「所以,讓我們拋開恐懼,跟隨這些戰爭中的前鋒與統帥;不要以參戰人數的多寡來衡量勝負,而應各自思量我們統帥的大能。」
1:3001
ταῦτα καὶ τοῖς στρατιώταις εἰπὼν καὶ ταύτῃ ἅπαντας προθυμίας ἐμπλήσας ἐκ τῆς τοῦ ὄρους κατήγαγε κορυφῆς
Having said these things also to his soldiers, and thereby filling them all with eagerness, he led them down from the summit of the mountain.
皇帝也把這番話告訴了士兵們,如此使眾人皆充滿了鬥志,隨即率領他們自山頂下行。
1:3002
δὲ τύραννος, πόρρωθεν ἰδὼν τοὺς στρατιώτας πολεμησείοντας, καθώπλισε τὴν στρατιὰν καὶ εἰς παράταξιν ἔταξεν
But the usurper, seeing from afar the soldiers eager for battle, armed his own army and drew it up in battle order.
而那僭主遠遠望見士兵們求戰心切,便命部隊武裝起來,列陣備戰。
1:3003
αὐτὸς δὲ ἐπί τινος γηλόφου μείνας θανατᾶν τε ἔφη τὸν βασιλέα καὶ τῆς παρούσης ἀπαλλαξείοντα βιοτῆς παρατάττεσθαι·
He himself remained on a certain hillock, declaring that the emperor was courting death, and was arraying for battle as one eager to be rid of his present life.
他自己則留在一座小山丘上,聲稱皇帝是在自尋死路,是懷著急欲脫離現世生命的心情前來佈陣的。
1:3004
καὶ τοῖς στρα τηγοῖς ἐκέλευσε ζῶντά οἱ τοῦτον καὶ πεπεδημένον προσαγαγεῖν
And he ordered his generals to bring this man to him alive and in chains.
他又命令自己的將領要將此人活捉並戴上鐐銬帶到他面前。
1:3005
Ἐπειδὴ δὲ αἱ φάλαγγες ἔστησαν, πολλαπλάσιον μὲν ἦν τῶν πολε μίων τὸ πλῆθος, εὐαρίθμητον δὲ κομιδῇ τὸ τῷ βασιλεῖ συντεταγ μένον
When the battle lines had taken their stand, the enemy's forces were many times more numerous, while those arrayed with the emperor were few enough to be easily counted.
兩軍列陣既定,敵軍人數多出許多倍,而與皇帝並肩作戰的部隊卻少得屈指可數。
1:3006
ἀρξαμένων δὲ καὶ τούτων κἀκείνων ἀφιέναι τὰ βέλη, ἔδειξαν ἀληθεῖς τὰς ὑποσχέσεις οἱ πρόμαχοι
But when both sides began to loose their missiles, the champions showed the promises to be true.
然而,正當雙方開始放箭之際,那兩位前鋒便顯明了先前所應許之事真實不虛。
1:3007
πνεῦμα γὰρ βίαιον ἀντιπρόσωπον τῶν πολεμίων φερόμενον τοὺς μὲν ἐκείνων ὀϊστοὺς ἀπέστρεφε καὶ τὰ πελτὰ καὶ τὰ δόρατα καὶ πᾶν βέλος αὐτοῖς ἄχρηστον ἦν, καὶ οὔτε ὁπλίτης οὔτε τοξότης οὔτε πελταστὴς πημαίνειν τὴν τοῦ βασι λέως ἠδύνατο στρατιάν
For a violent wind, blowing straight into the faces of the enemy, turned their arrows back upon them, and their shields and spears and every missile became useless to them; and neither heavy infantry, nor archer, nor light-armed skirmisher was able to inflict any harm on the emperor's army.
因為一陣猛烈的狂風迎面吹向敵軍,將他們的箭矢逆吹回去,連他們的盾牌、長矛與各種武器都因此變得無用;無論是重裝步兵、弓箭手,還是輕裝標槍兵,都無法對皇帝的軍隊造成任何傷害。
1:3008
καὶ μέντοι καὶ κόνις ὅτι μάλιστα πλείστη κατὰ τῶν προσώπων φερομένη μύειν τὰ βλέφαρα καὶ ταῖς κόραις ἐπαμύνειν πολεμουμέναις ἠνάγκαζεν
Moreover, a vast quantity of dust, driven against their faces, forced them to shut their eyelids and to shield their beleaguered eyes.
此外,大量塵土迎面撲來,逼得他們不得不緊閉雙眼,並極力護衛那受此侵襲的眼睛。
1:3009
οἱ δὲ τοῦ βασιλέως στρατιῶται, λώβην οὐδεμίαν ἐκ τῆς καταιγίδος ἐκείνης δεξάμενοι, θαρραλέως τοὺς πολεμίους κατέκτεινον
But the emperor's soldiers, suffering no harm whatever from that storm, boldly slaughtered the enemy.
反觀皇帝的士兵們,卻絲毫未受那場風暴的傷害,勇猛地屠殺敵軍。
1:3010
οἱ δὲ ταῦτα ὁρῶντες καὶ τὴν θείαν ἐπιγνόντες ἐπικουρίαν, τὰ ὅπλα ῥίψαντες, φειδοῦς παρὰ τοῦ βασιλέως τυχεῖν ἠντιβόλουν
The enemy, seeing this and recognizing the divine assistance, threw down their weapons and begged to obtain mercy from the emperor.
敵軍見此情景,認出這是神聖的援助,便紛紛丟下武器,懇求皇帝饒他們一命。
1:3011
δὲ καὶ εἶξε καὶ οἴκτου μετέδωκεν, ἀγαγεῖν δὲ αὐτοὺς τὸν τύραννον κατὰ τάχος ἐκέλευσεν
He yielded and showed pity, and ordered them to bring the tyrant quickly.
他心軟了,動了憐憫之心,便下令火速將那篡位者帶來。
1:3012
οἱ δὲ θέοντες ἀνέβησαν εἰς τὸν λόφον οὗ καθήμενος ἐκεῖνος ἠγνόει τὰ δρώμενα
Running, they went up to the hill where he sat, unaware of what was happening.
奔跑的人上了山丘,他正坐在那裡,渾然不知所發生的事。
1:3013
δὲ πνευστιῶντας ἰδὼν καὶ τῷ ἄσθματι μηνύοντας τὴν σπουδήν, νίκης ἀγγέλους ὑπέλαβε, καὶ ἤρετο εἰ καὶ Θεοδόσιον πεπεδημένον ὡς προσετάχθησαν ἤγαγον
Seeing them panting, and their gasping breath signaling their haste, he supposed them to be messengers of victory, and asked whether they had also brought Theodosius in chains, as they had been ordered.
他見他們氣喘吁吁、上氣不接下氣地顯出急切之狀,便以為他們是報捷的使者,遂問他們是否已遵命將狄奧多西鎖上帶來。
1:3014
οὐκ ἐκεῖνον, ἔφησαν, σοὶ προσάγομεν, ἀλλὰ σὲ πρὸς ἐκεῖνον ἀπάγομεν·
"It is not him," they said, "that we are bringing to you, but you whom we are taking away to him."
他們說:「我們帶來給你的不是他,而是要把你帶到他那裡去。」
1:3015
τοῦτο γὰρ τοῦ παντὸς προσέταξε πρύτανις
"For this is what the Ruler of all has commanded."
「因為這是統管萬有者所吩咐的。」
1:3016
ταῦτα λέγοντες ἐξανέστησάν τε ἐκ τοῦ δίφρου καὶ τὰ δεσμὰ ἐπιθέντες πε πεδημένον ἀπήγαγον καὶ προσήγαγον δορυάλωτον τὸν πρὸ βραχέως μεγαλαυχούμενον
So saying, they raised him up from his seat, and putting fetters on him led him away in bonds, and brought as a captive of the spear the one who a moment before had been boasting greatly.
他們一邊說,一邊把他從座位上拉起來,加上鐐銬,將他鎖著帶走,把這不久前還在誇口自大的人,如同矛下俘虜一般帶了過去。
1:3017
δὲ βασιλεὺς τῶν τε εἰς Βαλεντινιανὸν πλημ μεληθέντων ἀνέμνησε καὶ τῆς παρανόμου τυραννίδος καὶ τῶν κατὰ τῆς ἐννόμου βασιλείας πολέμων·
The emperor reminded him of the wrongs committed against Valentinian, of his unlawful usurpation, and of the wars waged against the lawful sovereignty.
皇帝提醒他對瓦倫提尼安所犯下的種種罪過,以及他非法的篡位,還有他對抗合法政權所發動的戰爭。
1:3018
ἐκωμῴδησε δὲ καὶ τὴν Ἡρακλέους εἰκόνα καὶ τὸ μάταιον δι' ἐκείνην γενόμενον θράσος
He also ridiculed the image of Heracles and the vain audacity that had arisen on its account.
他也譏諷了赫拉克勒斯的雕像,以及因那雕像而生出的徒然狂妄。
1:3019
καὶ τότε δικαίαν καὶ ἔννομον ἐξήνεγκε τῆς κατ' αὐτοῦ τιμωρίας τὴν ψῆφον
And then he pronounced against him a just and lawful sentence of punishment.
於是他當下對他宣判了公正而合法的懲罰之判決。
1:3020
τοιοῦτος ἦν ἐκεῖνος καὶ ἐν εἰρήνῃ καὶ ἐν πολέμῳ, ἀεὶ μὲν τὴν θείαν ἐπικουρίαν αἰτῶν, ἀεὶ δὲ ταύτης μεταλαγχάνων
Such was he, both in peace and in war: always asking for divine assistance, and always obtaining a share of it.
那人無論在和平或戰爭之中都是如此:常常祈求神聖的助佑,也常常蒙受這助佑。
1:3021
Μετὰ τήνδε τὴν νίκην ἀρρωστήσας τοῖς υἱέσι τὴν βασιλείαν διένειμε
After this victory, falling ill, he divided the empire among his sons.
在這場勝利之後,他患病了,便將帝國分給了他的兒子們。
1:3022
καὶ τῷ μὲν πρεσβυτέρῳ τὴν οἰκείαν ἔδωκεν ἡγεμονίαν, τῷ δὲ νεωτέρῳ τῆς Εὐρώπης τὰ σκῆπτρα·
To the elder he gave his own dominion, and to the younger the scepter of Europe;
他把自己原有的治權賜給長子,把歐羅巴的權杖賜給幼子;
1:3023
τὴν εὐσέβειαν δὲ τελείαν καὶ τοῦτον ἔχειν κἀκεῖνον παρῄνεσε
and he exhorted both the one and the other to keep perfect piety.
又勸勉這一位和那一位都要持守完全的敬虔。
1:3024
διὰ ταύτης γάρ, ἔφη, καὶ εἰρήνη φυλάττεται καὶ πόλεμος καταλύεται καὶ πολέμιοι τρέπονται καὶ ἀνίσταται τρόπαια καὶ νίκη βραβεύεται
"For through this," he said, "peace is preserved, war is brought to an end, enemies are put to flight, trophies are raised, and victory is awarded."
他說:「因為靠著這敬虔,和平得以保守,戰爭得以平息,敵人得以敗退,戰勝紀念碑得以豎立,勝利得以裁定。」
1:3025
ἐκεῖνος μὲν οὖν ταῦτα τοῖς παισὶ παραινέσας ἐτελεύτησεν, ἀείμνηστον κλέος καταλιπών·
So he, having given this counsel to his sons, died, leaving behind a glory that will ever be remembered;
他就這樣勸勉了兒子們之後便去世了,留下了永誌不忘的美名;
1:3026
οἱ δὲ τῆς βασιλείας διάδοχοι καὶ τῆς εὐσεβείας ἐγένοντο κληρονόμοι
and his successors in the empire became heirs of his piety as well.
而繼承帝位的人,也成了他敬虔的承繼者。
1:3027
Ὀνώριος μὲν γὰρ τῆς Εὐρώπης τὴν βασιλείαν δεξάμενος τὰς ἐν Ῥώμῃ πάλαι γιγνομένας μονομαχίας κατέλυσεν, ἀφορμὴν τοιάνδε λαβών
For Honorius, who received the empire of Europe, abolished the gladiatorial combats long practiced in Rome, taking the following occasion for it.
因為接受歐羅巴帝位的霍諾里烏斯,廢止了羅馬長久以來所行的角鬥士競技,其緣由如下。
1:3028
Τηλεμάχιός τις ἦν τὸν ἀσκητικὸν ἀσπαζόμενος βίον
There was a certain Telemachus who embraced the ascetic life.
有一位名叫特勒馬庫的人,過著修道的生活。
1:3029
ἀλλήλων κεχρημένους τοῖς ὅπλοις
...men wielding weapons against one another.
……彼此以武器相向。
1:3030
τῆς δὲ μιαιφονίας οἱ θεαταὶ χαλεπήναντες καὶ τοῦ τοῖς αἵμασιν ἐκείνοις ἐπιτερπομένου δαίμονος εἰσδεξάμενοι τὴν βακχείαν, κατέλευσαν τῆς εἰρήνης τὸν πρύτανιν
The spectators, angered at his stopping the bloodshed, and having taken into themselves the frenzy of the demon who delighted in that blood, stoned to death this herald of peace.
觀眾對他阻止了那殺戮之事而發怒,接納了那嗜血作樂之魔鬼的狂暴,用石頭打死了這位和平的使者。
1:3031
τοῦτο μαθὼν θαυμαστὸς βασιλεὺς τὸν μὲν τοῖς νικηφόροις συνηρίθμησε μάρτυσι, τὴν δὲ πονηρὰν ἐκείνην ἔπαυσε θεωρίαν
Learning of this, the admirable emperor numbered him among the victorious martyrs, and put an end to that wicked spectacle.
那位令人稱奇的皇帝得知此事後,便將他列入得勝的殉道者之中,並終止了那邪惡的表演。
1:3032
Ἐν δὲ Κωνσταντινουπόλει Νεκταρίου τελευτήσαντος ὃς τὴν ἐκ κλησίαν ἐκείνην ἐποίμαινεν, Ἀρκάδιος ταύτην ἰθύνειν τὴν βασιλείαν λαχών, μαθὼν Ἰωάννην τὸν μέγαν τῆς οἰκουμένης φωστῆρα ἐν Ἀντιοχείᾳ τῷ τῶν πρεσβυτέρων ἐγκατειλέχθαι χορῷ, ἤγαγέ τε καὶ τοῖς συνειλεγμένοις ἐπισκόποις αὐτὸν τῇ θείᾳ προσαγαγεῖν παρηγ γύησε χάριτι καὶ τῆς μεγίστης ἐκείνης πόλεως ἀποφῆναι ποιμένα
When Nectarius, who had shepherded the church in Constantinople, had died, Arcadius, who had obtained the government of that empire, learning that John, the great luminary of the inhabited world, had been enrolled in the order of presbyters at Antioch, brought him there, and charged the assembled bishops to bring him forward to the divine grace and to declare him shepherd of that greatest of cities.
牧養君士坦丁堡教會的內克塔留去世之後,蒙賜掌管那帝國的阿卡狄烏斯,得知普世的偉大明燈約翰已在安提阿被列入長老之班次,便將他帶來,並吩咐聚集的眾主教藉神聖的恩典按立他,宣告他為那座至大城市的牧者。
1:3033
ἱκανὸν δὲ τοῦτο καὶ μόνον δηλῶσαι τοῦ βασιλέως τὴν περὶ τὰ θεῖα σπουδήν
This alone is sufficient to show the emperor's zeal for divine things.
光是這一件事,就足以顯明皇帝對神聖之事的熱忱。
1:3034
Κατὰ τοῦτον τὸν χρόνον Ἀντιοχείας μὲν θεῖος ἡγεῖτο Φλα βιανός, Λαοδικείας δὲ Ἐλπίδιος, τοῦ μεγάλου Μελετίου γενόμενος σύσκηνος καὶ τὴν ἐκείνου πολιτείαν ἐκμαξάμενος μᾶλλον κηρὸς τῶν δακτυλίων τοὺς τύπους (οὗτος μὲν οὖν τὸν μέγαν Πελάγιον διεδέξατο, τὸν δὲ θεῖον Μάρκελλον Ἀγαπητὸς πανεύφημος, ὃν ἐν ταῖς ἀσκητικαῖς παλαίστραις διαπρέπειν ἔφην κατὰ τὸν τῆς αἱρετικῆς ζάλης καιρόν), Σελευκείας δὲ τῆς πρὸς τῷ Ταύρῳ Μάξιμος, Ἰωάννου τοῦ πάνυ συμφοιτητής, καὶ Θεόδωρος τῆς Μοψουεστίας
At this time the divine Flavian presided over Antioch, and Elpidius over Laodicea — who had shared a tent with the great Meletius and had taken the impress of his manner of life more perfectly than wax takes the imprint of rings (this man succeeded the great Pelagius; and the divine Marcellus was succeeded by the all-renowned Agapetus, whom I said excelled in the ascetic contests at the time of the heretical storm); and over Seleucia near the Taurus presided Maximus, the fellow-student of the great John, and over Mopsuestia, Theodore.
在這時期,神聖的弗拉維安主持安提阿,埃爾皮迪烏主持勞迪凱雅——他曾與偉大的美勒提烏同帳而居,比戒指的蠟印更完整地印下了他的生活方式(此人繼承了偉大的佩拉吉烏;至於神聖的馬爾切魯,則由眾所稱譽的阿加佩托斯繼任,我曾說過此人在異端風暴之時,於修道的競技場上出類拔萃);靠近陶魯斯山的塞琉西亞,則由偉大約翰的同窗馬克西姆主持,摩普綏提亞則由狄奧多若主持。
1:3035
ἄμφω δὲ καὶ διδασκάλω ἤστην λαμπρώ
Both were also brilliant teachers.
兩人都是傑出的教師。
1:3036
διέλαμπε δὲ συνέσει τε καὶ βίῳ θεῖος Ἀκάκιος, ἰθύνων τὴν Βέροιαν·
The divine Acacius, governing Beroea, shone forth in both understanding and manner of life;
神聖的阿卡基烏以聰明和德行著稱,治理著貝羅亞;
1:3037
Λεόντιος δὲ τὸ Γαλατῶν ἐποίμαινεν ἔθνος, πολλοῖς εἴδεσιν ἀρετῆς λαμπρυνόμενος
and Leontius shepherded the nation of the Galatians, distinguished by many kinds of virtue.
萊昂提烏牧養加拉太民族,因多種美德而光彩照人。
1:3038
δὲ μέγας Ἰωάννης τοὺς τῆς ἐκκλησίας δεξάμενος οἴακας τάς τε παρά τινων γιγνομένας ἀδικίας σὺν παρρησίᾳ διήλεγχε, καὶ βασιλεῖ καὶ βασιλίδι παρῄνει τὰ πρόσφορα, καὶ τοὺς ἱερέας ἠξίου κατὰ τοὺς κειμένους πολιτεύεσθαι νόμους, τοὺς δὲ τούτους παραβαίνειν τολ μῶντας ἐπιβαίνειν τῶν ἀνακτόρων ἐκώλυεν, οὐ χρῆναι λέγων τῆς μὲν τῶν ἱερέων ἀπολαύειν τιμῆς, τὴν δὲ τῶν ἀληθινῶν ἱερέων μὴ ζηλοῦν βιοτήν
The great John, having taken the helm of the church, boldly exposed the injustices committed by certain persons, gave the emperor and empress fitting counsel, and required the priests to conduct themselves according to the established laws; and those who dared to transgress these he barred from entering the palace, saying it was not right to enjoy the honor of priests while not emulating the life of true priests.
偉大的約翰接掌了教會之舵,便坦然無懼地揭發某些人所行的不義之事,又向皇帝和皇后勸勉合宜之道,並要求眾祭司依照既定的法規行事;凡膽敢違犯這些法規的人,他就阻止其進入宮殿,說不應當一面享受祭司的尊榮,一面卻不效法真祭司的生活。
1:3039
καὶ ταύτην ἐποιεῖτο τὴν προμήθειαν οὐ μόνον ἐκείνης τῆς πόλεως, ἀλλὰ καὶ τῆς Θρᾴκης ἁπάσης (εἰς ἓξ δὲ αὕτη ἡγεμονίας διῄρηται) καὶ τῆς Ἀσίας ὅλης ( ὑπὸ ἕνδεκα δὲ καὶ αὕτη ἀρχόντων ἰθύνεται)
And he exercised this care not only over that city, but over the whole of Thrace as well (which is divided into six provinces) and over the whole of Asia (which likewise is governed by eleven officials).
他所行的這種關懷,不僅及於那座城市,更遍及整個色雷斯(此地分為六個行省)以及全亞細亞(此地也由十一位長官治理)。
1:3040
καὶ μέντοι καὶ τὴν Ποντικὴν τούτοις κατεκόσμει τοῖς νόμοις·
Moreover he adorned the Pontic diocese also with these same laws;
此外,他也以這些規範來整頓本都地區;
1:3041
ἰσαρίθμους δὲ καὶ αὕτη ἔχει τῇ Ἀσίᾳ τοὺς ἡγουμένους
and this region too has as many governors as Asia.
這地區所擁有的長官數目,也與亞細亞相等。
1:3042
Μαθὼν δὲ τὴν Φοινίκην ἔτι περὶ τὰς τῶν δαιμόνων τελετὰς μεμηνέναι, ἀσκητὰς μὲν ζήλῳ θείῳ πυρπολουμένους συνέλεξε, νόμοις δὲ αὐτοὺς ὁπλίσας βασιλικοῖς κατὰ τῶν εἰδωλικῶν ἐξέπεμψε τεμενῶν
Learning that Phoenicia was still raving madly over the rites of the demons, he gathered ascetics who were ablaze with divine zeal, and, arming them with the imperial laws, sent them forth against the idolatrous shrines.
他得知腓尼基仍舊瘋狂地沈迷於鬼魔的祭儀,便召集了一批被神聖熱忱所焚燒的苦修者,用皇帝的律令武裝他們,派他們去攻打偶像的神廟。
1:3043
τὰ δὲ τοῖς καταλύουσι τεχνίταις καὶ τοῖς τούτων ὑπουργοῖς χορη γούμενα χρήματα οὐκ ἐκ ταμιείων βασιλικῶν λαμβάνων ἀνήλισκεν, ἀλλὰ τὰς πλούτῳ κομώσας καὶ πίστει λαμπρυνομένας γυναῖκας φιλο τίμως ταῦτα παρέχειν ἀνέπειθε, τὴν ἐκ τῆς χορηγίας φυομένην εὐ λογίαν ἐπιδεικνύς
The money paid to the workmen who demolished the shrines, and to their assistants, he did not take from the imperial treasury to spend, but he persuaded women who abounded in wealth and shone in faith to provide it generously, showing them the blessing that springs from such giving.
供給拆毀者及其助手的錢財,他並非取自皇家的府庫來花用,而是說服那些財富充盈、以信德著稱的婦女慷慨地提供,向她們指明由此供給所生出的福分。
1:3044
τοὺς μὲν οὖν ὑπολειφθέντας τῶν δαιμόνων σηκοὺς τοῦτον τὸν τρόπον ἐκ βάθρων ἀνέσπασεν
In this way he tore up from their foundations the shrines of the demons that still remained.
他就是以這種方式,將那些殘存的鬼魔神龕連根拔起。
1:3045
Ὁρῶν δὲ καὶ τὸν Σκυθικὸν ὅμιλον ὑπὸ τῆς Ἀρειανικῆς θηρευ θέντα σαγήνης, ἀντεμηχανήσατο καὶ αὐτὸς καὶ πόρον ἄγρας ἐξηῦρεν
Seeing also that the Scythian multitude had been caught in the net of Arian heresy, he in turn devised a counter-scheme and found a way to catch them.
他又看見斯基泰的群眾被亞流異端的網羅所擄獲,便自己也設法反制,找到了一條捕獲他們的門路。
1:3046
ὁμογλώττους γὰρ ἐκείνοις πρεσβυτέρους καὶ διακόνους καὶ τοὺς τὰ θεῖα ὑπαναγιγνώσκοντας λόγια προβαλλόμενος, μίαν τούτοις ἀπένειμεν ἐκκλησίαν, καὶ διὰ τούτων πολλοὺς τῶν πλανωμένων ἐθήρευσεν
For putting forward presbyters and deacons and readers of the divine oracles who spoke their own tongue, he assigned to them a single church, and through these he caught many of those who had gone astray.
因為他推舉了與他們語言相通的長老、執事以及誦讀神聖經文的人,撥給他們一座教會,並藉此人捕獲了許多迷失的人。
1:3047
αὐτός τε γὰρ θαμινὰ ἐκεῖσε φοιτῶν διελέγετο, ἑρμηνευτῇ χρώ μενος τὴν ἑκατέραν γλῶτταν ἐπισταμένῳ τινί·
For he himself frequently went there and preached, using as interpreter a certain man who knew both languages;
他自己也常常前往那裡講道,藉一位精通雙語的翻譯員傳話;
1:3048
καὶ τοὺς λέγειν ἐπι σταμένους τοῦτο παρεσκεύαζε δρᾶν
and he had those who knew how to speak the language do the same.
也讓其他懂得那語言的講道者照樣去做。
1:3049
ταῦτα μὲν οὖν ἔνδον ἐν τῇ πόλει διετέλει ποιῶν καὶ πολλοὺς τῶν ἐξηπατημένων ἐζώγρει, τῶν ἀποστολικῶν κηρυγμάτων ἐπιδεικνὺς τὴν ἀλήθειαν
These things he continued doing within the city, and he captured alive many of those who had been deceived, demonstrating to them the truth of the apostolic teachings.
他就這樣不斷在城內做這些事,捕獲了許多受欺哄之人,向他們展明使徒教訓的真理。
1:3050
Μαθὼν δέ τινας τῶν νομάδων Σκυθῶν παρὰ τὸν Ἴστρον ἐσκηνημένους διψῆν μὲν τῆς σωτηρίας, ἐστερῆσθαι δὲ τοῦ τὸ νᾶμα προσφέροντος, ἐπεζήτησεν ἄνδρας τὴν ἀποστολικὴν φιλοσοφίαν ἐζηλω κότας, καὶ τούτους ἐκείνοις ἐπέστησεν
Learning also that some of the nomadic Scythians encamped along the Ister were thirsting for salvation, but were deprived of anyone to offer them the saving stream, he sought out men who had emulated the apostolic way of life, and set these over them.
他又得知有些游牧的斯基泰人紮營於伊斯特河畔,渴慕得救,卻缺乏供水之人,便尋求那些效法使徒之道的人,將他們安置在那些人中間。
1:3051
ἐγὼ δέ τοι καὶ γράμμασιν ἐντετύχηκα παρ' αὐτοῦ γραφεῖσι πρὸς Λεόντιον τὸν Ἀγκύρας ἐπίσκο πον, δι' ὧν καὶ τῶν Σκυθῶν ἐδήλωσε τὴν μεταβολὴν καὶ πεμφθῆναί οἱ ἄνδρας πρὸς τὴν τούτων ποδηγίαν ἐπιτηδείους ἠξίωσεν
I myself have come upon letters he wrote to Leontius, bishop of Ancyra, in which he made known the conversion of the Scythians and requested that men suitable to guide them be sent to him.
我本人也讀過他寫給安基拉主教萊昂提烏的信,信中他說明了斯基泰人的歸信,並請求差遣適合引導他們的人前來。
1:3052
τὴν Μαρκίωνος νόσον κώμαις τισὶν ἐπισκῆψαι μαθών, ἐπέστειλε τῷ τηνικαῦτα ποιμαίνοντι, καὶ προτρέπων ἐξελάσαι τὴν νόσον καὶ τὴν ἀπὸ τῶν βασιλικῶν νόμων ἐπικουρίαν ὀρέγων
Learning that the disease of Marcion had fallen upon certain villages, he wrote to the one then shepherding that region, urging him to drive out the disease and offering him the assistance of the imperial laws.
他得知馬吉安的邪說侵襲了某些村落,便寫信給當時牧養該地的人,勸勉他驅除這邪說,並提供皇家律令的援助。
1:3053
ὅπως μὲν οὖν τὴν τῶν ἐκκλησιῶν μέριμναν ἐν τῇ ψυχῇ περιέφερε κατὰ τὸν θεῖον ἀπόστολον, ἱκανὰ καὶ ταῦτα διδάξαι
So then, how he carried about in his soul the care of the churches, after the manner of the divine apostle — these things too are sufficient to teach.
至於他如何按照那神聖使徒的樣式,把眾教會的掛慮常懷於心,這些事也足以說明。
1:3054
ἔστι δὲ καὶ ἑτέρωθεν αὐτοῦ τὴν παρρησίαν μαθεῖν
It is also possible to learn of his boldness of speech from another episode.
從另一件事上,也可看出他坦然無懼的作風。
1:3055
Γαϊνάς τις, Σκύθης μὲν τὸ γένος, βαρβαρικώτερος δὲ τὴν γνώμην, φρονήματι τυραννικῷ κεχρημένος ἐστρατήγει κατ' ἐκεῖνον τὸν χρόνον, πολλοὺς μὲν καὶ τῶν ὁμοφύλων ὑπηκόους ἔχων, ἄγων δὲ μετὰ τούτων καὶ τῶν Ῥωμαίων τήν τε ἱππικὴν καὶ τὴν πεζὴν στρατιάν
A certain Gainas, a Scythian by race but even more barbarous in disposition, possessed of a tyrannical mindset, held the rank of general at that time, having many of his own countrymen as subjects, and commanding alongside them also the cavalry and infantry forces of the Romans.
有一位名叫蓋納斯的人,出身斯基泰族,心性尤為野蠻,懷著篡逆的意圖,在那時擔任將軍之職,統轄許多同族之人為部屬,並率領他們連同羅馬的騎兵和步兵部隊。
1:3056
ἐπεφρί κεσαν δὲ αὐτὸν οὐ μόνον οἱ ἄλλοι πάντες, ἀλλὰ καὶ αὐτὸς βασιλεὺς τὴν μελετωμένην ὑφορώμενος τυραννίδα
Not only did everyone else shudder at him, but the emperor himself as well, suspecting the usurpation he was contemplating.
不僅眾人都對他感到戰慄,連皇帝本人也懷疑他正在圖謀的篡位而心生恐懼。
1:3057
οὗτος καὶ τῆς Ἀρείου λώβης μεταλαχών, ἕνα οἱ ἠξίου δοῦναι τὸν βασιλέα τῶν θείων σηκῶν
This man, having also partaken of the blight of Arius, demanded that the emperor give him one of the divine shrines.
這人也沾染了亞流的邪毒,要求皇帝賜給他一座神聖的殿宇。
1:3058
δὲ σκοπήσειν ἔφη καὶ θεραπεύσειν αὐτὸν ἐπηγγείλατο
The emperor said he would consider it, and promised to satisfy him.
皇帝說他會考慮,並應允要設法滿足他。
1:3059
καὶ τὸν θεῖον μεταπεμψάμενος Ἰωάννην, καὶ τὴν αἴτησιν εἶπε καὶ τῆς δυναστείας ἀνέμνησε καὶ τὴν μελετωμένην ὑπῃνίξατο τυραννίδα καὶ παρεκάλει τῇ δόσει χαλινῶσαι τὸν τοῦ βαρβάρου θυμόν
And summoning the divine John, he told him of the request, reminded him of Gainas's power, hinted at the usurpation he was contemplating, and urged him to bridle the barbarian's temper by granting the gift.
於是他召來了神聖的約翰,告知他這個要求,提醒他蓋納斯的權勢,暗示了他正圖謀的篡位,並懇求他藉此賜予來安撫這蠻族人的怒氣。
1:3060
δὲ γενναῖος ἐκεῖνος ἀνήρ·
But that noble man said:
但那位高尚的人卻說:
1:3061
μὴ τοιαῦτα, ἔφη, βασιλεῦ, ὑπισχνοῦ μηδὲ διδόναι παρα κελεύου τὰ ἅγια τοῖς κυσίν
"Do not," he said, "O emperor, promise such things, nor command that holy things be given to dogs."
「陛下啊,不要應許這樣的事,也不要吩咐把聖物給狗。」
1:3062
οὐ γὰρ ἀνέξομαι τοὺς μὲν τὸν θεὸν λόγον θεολογοῦντάς τε καὶ ὑμνοῦντας ἐξαγαγεῖν, τοῖς δὲ τοῦτον βλασφημοῦσιν ἐκδοῦναι τὸν θεῖον νεών
"For I will not endure that those who confess God the Word and sing his praises be driven out, while the divine temple is handed over to those who blaspheme him."
「因為我絕不能容忍:把那些宣講並頌讚身為道的神之人趕出去,卻把神聖的殿宇交給那些褻瀆祂的人。」
1:3063
καὶ μή τοι δείσῃς τὸν βάρ βαρον ἐκεῖνον, βασιλεῦ, ἀλλ' ἄμφω καλέσας, ἐμέ τε κἀκεῖνον, σὺ μὲν ἡσυχῆ τῶν λεγομένων ἐπάκουε, ἐγὼ δὲ ἐκείνου χαλινώσω τὴν γλῶτταν καὶ πείσω ἥκιστα αἰτῆσαι μὴ δοῦναι συμφέρει
"And do not fear that barbarian at all, O emperor; rather, call both of us, myself and him, and you quietly listen to what is said, while I will bridle his tongue and persuade him not to ask at all for what it is not fitting to give."
「陛下啊,也不要懼怕那蠻族之人;請把我們二人都召來,你只需靜靜聆聽所說的話,我會勒住他的舌頭,說服他絕不去求那不宜給予之物。」
1:3064
Τούτων ἀκούσας βασιλεὺς ἥσθη τε καὶ τῇ ὑστεραίᾳ ἀμφοτέ ρους ἐκάλεσε
Hearing this, the emperor was pleased, and on the following day summoned both of them.
皇帝聽了這話,心中歡喜,次日便召來了他們二人。
1:3065
καὶ μὲν Γαϊνὰς τὴν ἐπαγγελίαν ἐξῄτει, δὲ μέγας Ἰωάννης ἀντέλεγε φάσκων οὐκ ἐξεῖναι βασιλεῖ τῶν θείων κατατολμᾶν, εὐσεβεῖν γε προαιρουμένῳ
And Gainas demanded the fulfillment of the promise, but the great John opposed him, declaring that it was not permitted for an emperor, if he chose to be pious, to lay violent hands on things divine.
蓋納斯要求兌現先前的許諾,偉大的約翰卻反駁道:若皇帝有心敬虔行事,就絕不容妄自侵犯神聖之事。
1:3066
ἐκείνου δὲ λέγοντος ὡς χρὴ καὶ αὐτὸν εὐκτήριον ἔχειν οἶκον·
And when he said that he too ought to have a house of prayer —
那人卻說,他自己也應當有一座祈禱之所——
1:3067
ἅπας σοι, ἔφη μέγας Ἰωάννης, θεῖος οἶκος ἀνέῳκται καὶ οὐδείς σε εἴργει προσεύξασθαι προθυμούμενον
"Every divine house is open to you," said the great John, "and no one hinders you, if you are eager to pray."
偉大的約翰說:「一切神聖的殿宇都為你敞開,若你熱切願意禱告,沒有人會阻攔你。」
1:3068
ἀλλ' ἐγώ, ἔφη Γαϊνάς, ἑτέρας ὑπάρχω συμμορίας καὶ σὺν ἐκείνοις ἕνα θεῖον ἔχειν οἶκον αἰτῶ·
"But I," said Gainas, "belong to another party, and together with them I ask to have one divine house of our own;
蓋納斯說:「但我屬於另一派,我要求與那些人共有一座神聖的殿宇;
1:3069
καὶ μάλα γε δικαίως αἰτῶ, πολλοὺς ὑπὲρ Ῥωμαίων πολεμικοὺς ὑπομένων ἀγῶνας. ἀλλ' ἔχεις, ἔφη, μείζους τῶν πόνων τὰς ἀντιδόσεις·
and indeed I ask most justly, since I endure many warlike struggles on behalf of the Romans." "But," he said, "you have rewards greater than your labors."
而且我這樣要求,實在是理所當然的,因為我為了羅馬人的緣故,承受了許多戰爭的艱苦。」約翰說:「但你所得的回報,遠比你的勞苦更為豐厚。
1:3070
στρατηγός τε γὰρ εἶ καὶ τῆς ὑπατικῆς ἠξιώθης στολῆς, καὶ χρή σε σκοπῆσαι τί μὲν ἦσθα πάλαι, τί δὲ γεγένησαι νῦν, καὶ τίς μὲν προτέρα πενία, τίς δὲ παροῦσα περιουσία, καὶ ὁποίοις μὲν ἐσθήμασιν ἐκέχρησο πρὶν διαβῆναι τὸν Ἴστρον, ὁποῖα δὲ νῦν περιβέβλησαι
"For you are a general, and have been deemed worthy of the consular robe; and you ought to consider what you once were and what you have now become, what was your former poverty and what your present abundance, and what sort of garments you wore before you crossed the Ister, and what sort you now wear."
因為你身居將軍之職,又蒙賜執政官的服飾;你該想想你從前是何等模樣,如今又變成了什麼;從前是何等的貧窮,如今又是何等的富足;渡過伊斯特河之前,你穿的是怎樣的衣裳,如今又披的是怎樣的裝束。
1:3071
σκόπησον τοίνυν ὡς ὀλίγοι οἱ πόνοι, μέγιστα δὲ τὰ γέρα, καὶ μὴ γίνου περὶ τοὺς τετιμηκότας ἀχάριστος
"Consider, then, how small your labors are, and how very great your rewards, and do not become ungrateful toward those who have honored you."
所以你當思量:你的勞苦何其微小,而你所得的獎賞何其浩大,不要對那些尊崇你的人忘恩負義。」
1:3072
τοιοῖσδε χρώμενος λόγοις τῆς οἰκουμένης διδάσκαλος ἐπεστόμισε τὸν Γαϊνὰν καὶ σιγὴν ἄγειν ἠνάγκασε
Using such words, the teacher of the inhabited world silenced Gainas and compelled him to keep his peace.
這位普世的教師便用這樣的話語,堵住了蓋納斯的口,迫使他保持沉默。
1:3073
Χρόνου δὲ διελθόντος τὴν πάλαι μελετηθεῖσαν ἐκεῖνος ἐγύμνωσε τυραννίδα, καὶ τὴν στρατιὰν ἐν τῇ Θρᾴκῃ συναγαγὼν ἐληΐζετό τε καὶ ἐδῄου τὰ πλεῖστα
But as time passed, he laid bare the usurpation he had long been contemplating, and gathering his army in Thrace, he plundered and ravaged most of the region.
但過了一段時間,他終究暴露了那早已圖謀的篡逆,在色雷斯聚集軍隊,四處劫掠並焚毀了大部分地區。
1:3074
ταῦτα μεμαθηκότες κατέπτηξαν ἅπαντες καὶ ἄρχοντες καὶ ἀρχόμενοι, καὶ οὔτε παρατάττεσθαί τις πρὸς ἐκεῖνον ἐβούλετο οὔτε πρεσβεύεσθαι ἀδεὲς ὑπελάμβανε·
Learning this, all were terrified, both rulers and ruled, and no one was willing to draw up in battle against him, nor did anyone suppose it safe to go to him as an envoy;
眾人得知此事後,無論治理者或被治者,都膽戰心驚;沒有人願意與他列陣對敵,也沒有人認為前去作使者是安全的;
1:3075
τὸ γὰρ τῆς γνώμης βάρβαρον ἕκαστος ὑφωρᾶτο
for each one dreaded the barbarity of his temper.
因為每個人都對他心性中的野蠻有所忌憚。
1:3076
τότε τοὺς ἄλλους ἅπαντας ὡς δεδιότας καταλιπόντες, τὸν μέγαν τοῦτον ἔπεισαν ἀριστέα τὴν πρεσβείαν ποιήσασθαι
Then, leaving aside all the others as being afraid, they persuaded this great champion to undertake the embassy.
於是眾人撇下所有其他因恐懼而卻步的人,說服這位偉大的勇士承擔這出使的任務。
1:3077
δὲ οὔτε τὴν γεγενημένην ἀντίστασιν λογισάμενος οὔτε τὴν ἐξ ἐκείνης φυεῖσαν διαφοράν, προθύμως εἰς τὴν Θρᾴκην ἐξώρ μησε
And he, reckoning neither the opposition that had taken place nor the enmity that had grown from it, eagerly set out for Thrace.
他既未思量先前所發生的對峙,也未思量由此而生的嫌隙,便欣然前往色雷斯。
1:3078
γνοὺς δὲ ἐκεῖνος τὸν πρεσβευτὴν καὶ τὴν ὑπὲρ τῆς εὐσεβείας γεγενημένην ἐνθυμηθεὶς παρρησίαν, ὑπήντησέ τε πόρρωθεν καὶ τὴν ἐκείνου δεξιὰν τοῖς ὀφθαλμοῖς περιτέθεικε, καὶ μέντοι καὶ τοὺς παῖδας τοῖς ἱεροῖς αὐτοῦ προσεκόμισε γόνασιν
And Gainas, recognizing the envoy and calling to mind the boldness he had shown on behalf of piety, went to meet him from afar and pressed his right hand to his own eyes, and moreover brought his children to be laid at his sacred knees.
蓋納斯認出這位使者,想起他先前為敬虔所表現的坦然無懼,便從遠處迎上前去,把他的右手貼在自己的雙眼上,甚至還讓自己的孩子俯伏在他神聖的膝前。
1:3079
οὕτω πέφυκεν ἀρετὴ καται δεῖν τε καὶ καταπλήττειν καὶ τοὺς ἄγαν δυσμενεστάτους
Such is the nature of virtue, to inspire reverence and awe even in those who are most hostile.
美德的本性就是如此,連最為凶暴敵意之人,也會為之敬畏懾服。
1:3080
Ἀλλ' οὐκ ἤνεγκεν φθόνος τὰς τῆς ἐκείνου φιλοσοφίας μαρ μαρυγάς, ἀλλὰ ταῖς οἰκείαις χρησάμενος μηχαναῖς τὴν βασιλεύουσαν πόλιν, μᾶλλον δὲ τὴν οἰκουμένην ἅπασαν, τῆς ἐκείνου γλώττης ἐστέρησε καὶ φρενός
But envy could not bear the brilliant flashes of his wisdom, and employing its own devices, it deprived the imperial city — or rather, the whole inhabited world — of his tongue and mind.
但嫉妒卻無法忍受他哲思智慧所發出的光輝,便運用自己慣用的伎倆,使那皇城——或不如說是全世界——喪失了他的口舌與心智。
1:3081
ἐγὼ δὲ ἐν τῷδε τῷ μέρει τῆς ἱστορίας γενό μενος οὐκ οἶδ' τι πάθω
But I, having arrived at this part of the history, do not know what I should do.
我在歷史撰述進行到此處時,實在不知該如何是好。
1:3082
τολμηθεῖσαν ἀδικίαν βουλόμενος τὴν ἄλλην ἀρετὴν τῶν ἠδικηκότων αἰσχύνομαι
Wishing to record the injustice that was dared, I feel shame for the otherwise virtuous character of those who committed the wrong.
因為想要記述這件被人膽敢犯下的不義之事,我竟為那些行不義者其餘的美德感到羞愧。
1:3083
οὗ δὴ χάριν αὐτῶν καὶ τὰς προσηγορίας κατακρύψαι πειράσομαι
For this very reason I shall try to conceal even their names.
正因如此,我將設法隱去他們的名字。
1:3084
οὗτοι διαφόρους δυσμενείας ἐσχηκότες προφάσεις, τὴν μὲν ἀστράπτουσαν τοῦ ἀνδρὸς ἰδεῖν οὐκ ἠθέλησαν ἀρετήν, δυστήνους δέ τινας κατηγόρους εὑρόντες καὶ τῆς συκοφαντίας τὸ προφανὲς θεώμενοι, πόρρω τοῦ ἄστεως ἐκάθισαν τὸ συνέδριον καὶ τὴν ψῆφον ἐξήνεγκαν
These men, having various pretexts for hostility, were unwilling to see the man's shining virtue, but having found certain wretched accusers and beholding for themselves the obviousness of the calumny, they held their tribunal far from the city and pronounced their verdict.
這些人心懷各種敵意的藉口,不願正視那人光輝燦爛的美德,反倒找了幾個可悲的控告者,眼見誣告之事昭然若揭,卻仍在遠離京城之處召開會議,作出了判決。
1:3085
δὲ βασιλεὺς ὡς ἱερεῦσι πιστεύσας πόρρω αὐτὸν τοῦ ἄστεως γενέσθαι προσέταξεν
And the emperor, trusting them as if they were priests, ordered that he be taken far away from the city.
皇帝既信任他們如同信任祭司一般,便下令將他驅逐到遠離京城之地。
1:3086
δὲ μήτε τῆς κατηγορίας ἀκούσας μήτε τὴν ἀπολογίαν προσενεγκών, ὡς ἐληλεγμένος ἐφ' οἷς ᾐτιάθη, τὴν πόλιν καταλιπεῖν ἠναγκάσθη καὶ τὸ ἐν τῷ στόματι τοῦ Πόντου κείμενον κατέλαβεν Ἱερόν·
But he, having neither heard the accusation nor offered a defense, was compelled to leave the city as though he had been convicted of the charges laid against him, and he reached Hieron, which lies at the mouth of the Pontus;
他既未曾聽聞控訴,也未曾提出申辯,卻彷彿已被證實所控罪狀屬實一般,被迫離開該城,來到位於本都海口的希倫(Hieron);
1:3087
οὕτω γὰρ ἐκεῖνο τὸ ἐπίνειον ὀνομάζουσι
for so they call that port town.
因為那個港埠正是如此稱呼的。
1:3088
σεισμοῦ δὲ μεγίστου νύκτωρ γεγενημένου καὶ δείματος τὴν βασιλίδα κατεσχηκότος, πρέσβεις ὑπὸ τὴν ἕω πρὸς τὸν ἐληλαμένον ἀπεστάλησαν, ἀντιβολοῦντες ὡς τάχιστα τὸ ἄστυ καταλαβεῖν καὶ στῆσαι τῇ πόλει τὸν κίνδυνον
And when a very great earthquake occurred at night and terror seized the imperial city, envoys were sent at dawn to the man who had been driven out, entreating him to reach the city as quickly as possible and to put a stop to the danger threatening it.
當夜間發生極大地震,京城陷入恐懼之際,黎明時分眾使者被派往那被逐之人處,懇求他儘速返回京城,止息那威脅全城的危難。
1:3089
καὶ ἕτεροι δὲ μετ' ἐκείνους ἐπέμφθησαν καὶ ἄλλοι μετὰ τούτους, καὶ πλήρης Βόσπορος τῶν πεμπομένων ἐγένετο
And others were sent after them, and still others after these, until the Bosporus was full of those being sent.
此後又有他人被派遣前往,繼而又有更多人前往,博斯普魯斯海峽因而擠滿了前去迎接的人。
1:3090
ἐπειδὴ δὲ τοῦτο πιστότατος ἔγνω λεώς, ἐκάλυψεν τοῖς πορθμείοις τῆς Προποντίδος τὸ στόμα·
And when the most faithful people learned of this, they covered the mouth of the Propontis with their ferry-boats;
當最忠信的百姓得知此事,便以渡船遮蔽了普羅龐提斯海口;
1:3091
πάντες γὰρ ὑπήντησαν τὰς ἐκ κηροῦ λαμπάδας προσάπτοντες
for they all went out to meet him, kindling torches of wax.
因為眾人都出來迎接他,手持點燃的蠟燭。
1:3092
Τότε μὲν οὖν τὸ τῶν δυσμενῶν διελύθη στῖφος
At that time, then, the throng of enemies was dispersed.
於是,那時仇敵的黨羽便告解散。
1:3093
ὀλίγων δὲ διελθόντων μηνῶν συνηθροίσθησαν αὖθις καὶ δίκας εἰσέπραττον οὐ τῶν ψευδῶν ἐκείνων γραφῶν, ἀλλὰ τῆς μετὰ τὴν καθαίρεσιν λει τουργίας
But when a few months had passed, they gathered together again and exacted a penalty, not for those false charges, but for the ministry he performed after his deposition.
然而數月之後,他們又再度聚集,這次追究的不是先前那些虛假的控狀,而是他在被廢黜之後仍行使聖職一事。
1:3094
δὲ ἔλεγε μήτε δικάσασθαι μήτε τῶν γραφῶν ἐπακοῦσαι μήτε ἀπολογίαν ποιήσασθαι μήτε μὴν κατακριθῆναι παρών, ἀλλ' ὑπὸ βασιλέως ἐξελαθῆναί τε καὶ αὖ πάλιν ἀνακληθῆναι
But he said that he had neither stood trial nor heard the charges nor made a defense nor even been condemned while present, but had been driven out by the emperor and then in turn recalled.
他卻聲稱自己既未曾受審,也未曾聽聞任何控狀,也未曾提出申辯,甚至也未曾在場被定罪,只不過是被皇帝驅逐、其後又被召回而已。
1:3095
καὶ συνόδου συγκροτηθείσης ἑτέρας, οὐκ ἐδεήθησαν δίκης οἱ δυσμενεῖς, ἀλλὰ τὸν βασιλέα πείσαντες ἔννομον καὶ δικαίαν εἶναι τὴν ψῆφον οὐ μόνον τῆς πόλεως ἐκείνης ἐξήλασαν, ἀλλὰ καὶ εἴς τινα πολίχνην σμικράν τε καὶ ἔρημον τῆς Ἀρμενίας ἐξέπεμψαν·
And when another synod had been convened, his enemies had no need of a trial, but having persuaded the emperor that their verdict was lawful and just, they not only drove him out of that city but sent him away to a small and desolate little town of Armenia;
於是又召開了另一次會議,仇敵們無需審判,只消說服皇帝相信那先前的判決乃合法而公正,便不僅將他逐出該城,還把他遣送到亞美尼亞境內一座又小又荒僻的小鎮;
1:3096
κἀκεῖθεν δὲ ἐξαγαγόντες εἰς Πιτυοῦντα μετῴκισαν·
and from there, leading him out, they removed him to Pityus;
其後又把他從那裡帶出,遷徙至皮提烏斯(Pityus);
1:3097
τέρμα δὲ τοῦτο καὶ τοῦ Πόντου καὶ τῆς Ῥωμαίων ἡγεμονίας, τοῖς ὠμοτάτοις γειτο νεῦον βαρβάροις
and this is the very boundary of both Pontus and the Roman dominion, bordering on the most savage barbarians.
那裡正是本都以及羅馬治權的盡頭,與極其凶殘的蠻族為鄰。
1:3098
ἀλλ' φιλάνθρωπος οὐκ εἴασε δεσπότης εἰς ἐκεῖνο τὸ νησύδριον ἀπαχθῆναι τὸν καλλίνικον ἀθλητήν·
But the loving Master did not allow the ever-victorious champion to be led away to that little island;
但那仁慈的主宰不容這位常勝的鬥士被押解到那座小島;
1:3099
εἰς γὰρ τὰ Κόμανα παραγενόμενον εἰς τὸν ἀγήρω καὶ ἄλυπον μετέθηκε βίον
for when he arrived at Comana, He translated him into the ageless and griefless life.
因為他行至科馬納(Comana)時,主便使他遷入那不老、無憂的生命之中。
1:3100
τὸ δέ γε καλῶς ἀγωνισάμενον σῶμα παρὰ τὴν θήκην ἀπετέθη Βασιλίσκου τοῦ μάρτυρος, τοῦτο δι' ὀνείρατος προστεταχότος τοῦ μάρτυρος
And his body, which had contended so well, was laid to rest beside the tomb of the martyr Basiliscus, the martyr himself having ordered this through a dream.
他那奮力爭戰過的遺體,便安葬於殉道者巴西利斯庫斯(Basiliscus)的墓穴旁,這是那位殉道者親自藉夢命令的。
1:3101
Ὁπόσοι μὲν οὖν τῶν ἐπισκόπων δι' ἐκεῖνον τῶν ἐκκλησιῶν ἐξηλάθησαν καὶ αὐτὰς ᾤκησαν τὰς τῆς οἰκουμένης ἐσχατιάς, ὁπόσοι δὲ καὶ τῶν τὴν ἀσκητικὴν φιλοσοφίαν ἠγαπηκότων τοῖς ἴσοις παθή μασι περιέπεσον, περιττὸν οἶμαι διηγεῖσθαι καὶ μηκύνειν τὴν συγ γραφήν, ἄλλως τε καὶ χρῆναι νομίζω συστέλλειν τὰ σκυθρωπὰ καὶ τῶν δεδρακότων ὁμοπίστων ὄντων συγκαλύπτειν τὰ πλημμελήματα
As for how many bishops were driven out of their churches on his account and came to dwell in the very ends of the inhabited world, and how many of those who loved the ascetic philosophy fell into the same sufferings, I think it superfluous to narrate and to lengthen this history; and besides, I consider it right to pass over the sorrowful events in silence and to conceal the offenses of those who committed them, since they are of the same faith.
至於有多少主教因他之故被逐出教會,遷居到普天下的極邊之地,又有多少愛慕苦修生活的人也陷入同樣的苦難,我認為實在無須一一敘述,以免使這部史書冗長;況且我也認為理當收斂這些令人哀傷之事,並且遮蓋那些同屬一信之人所犯的過失。
1:3102
ἔδοσαν μέντοι καὶ δίκας τῶν ἠδικηκότων οἱ πλεῖστοι καὶ τοῖς ἄλλοις δι' ὧν ἔπαθον τὴν ὠφέλειαν προσήνεγκαν
Most of the wrongdoers, however, also paid the penalty for the wrongs they had done, and by what they suffered brought benefit to others.
不過,大多數行不義的人終究也為自己所行的惡受了懲罰,並且藉著他們所受的苦難,使旁人蒙受益處。
1:3103
Ταύτην ἐβδελύξαντο διαφερόντως τὴν ἀδικίαν οἱ τῆς Εὐρώπης ἐπίσκοποι·
This injustice the bishops of Europe abhorred exceedingly;
歐羅巴(Europe)諸主教對這樣的不義尤其深惡痛絕;
1:3104
τῆς γὰρ τῶν δεδρακότων σφὰς αὐτοὺς ἀπέκριναν κοινωνίας
for they cut themselves off from communion with those who had done it.
因為他們與那些行此事者斷絕了共融。
1:3105
καὶ Ἰλλύριοι δὲ πάντες τῆς μερίδος ἐκείνης ἐγένοντο
And all the Illyrians too took that side.
而全體伊利里亞人(Illyrians)也都歸屬那一派。
1:3106
τῶν δὲ πρὸς ἥλιον ἀνίσχοντα πόλεων οἱ πλεῖστοι ἔφυγον μὲν τῆς ἀδικίας τὴν κοινωνίαν, τὸ δὲ τῆς ἐκκλησίας οὐκ ἐμέρισαν σῶμα
But of the cities toward the rising sun, most avoided sharing in the injustice, yet did not divide the body of the church.
至於日出之地(東方)的城邑,大多數雖避免參與這不義之事,卻沒有因此分裂教會的身體。
1:3107
καὶ τελευτήσαντος δὲ τοῦ μεγάλου διδασκάλου τῆς οἰκουμένης, οὐ πρότερον οἱ τῆς Ἑσπέρας ἐπίσκοποι τῶν ἐν Αἰγύπτῳ καὶ τῇ Ἑῴᾳ καὶ τῶν ἐν τῷ Βοσπόρῳ καὶ τῇ Θρᾴκῃ τὴν κοινωνίαν ἠσπάσαντο ἕως ἐκείνου τοῦ θεσπεσίου ἀνδρὸς τοὔνομα τοῖς τεθνεῶσιν ἐπισκόποις συνέταξαν
And when the great teacher of the world had died, the bishops of the West did not embrace communion with those in Egypt and the East and those on the Bosporus and in Thrace, until they had inscribed the name of that divinely inspired man among the deceased bishops.
那普世的大師去世之後,西方諸主教一直不肯與埃及、東方,以及博斯普魯斯與色雷斯的諸主教恢復共融,直到他們把那位神聖之人的名字列入已故主教的名冊之中。
1:3108
καὶ Ἀρσάκιον μέν, ὃς μετ' ἐκεῖνον ἐγένετο, προσρήσεως οὐκ ἠξίωσαν·
And Arsacius, who succeeded him, they did not deem worthy even of greeting;
至於在他之後繼任的阿爾薩基烏斯(Arsacius),他們不屑與之通問;
1:3109
Ἀττικὸν δὲ τὸν Ἀρσακίου διάδοχον, πολλάκις μὲν πρεσβευσάμενον, πολλάκις δὲ τῆς εἰρήνης τυχεῖν ἀξιώσαντα, χρόνῳ ὕστερον ἐδέξαντο τὴν προσηγορίαν ἐγγράψαντα
but Atticus, the successor of Arsacius, who often sent embassies and often asked to obtain peace, they received later in time, once he had inscribed the name.
而阿爾薩基烏斯的繼任者阿提庫斯(Atticus),雖屢次遣使,屢次懇求得享和平,他們卻是過了許久之後,等他把那名字載入名冊,才接納了他的通問。
1:3110
Κατὰ τοῦτον δὲ τὸν χρόνον Ἀλεξανδρείας μὲν Κύριλλος ἐπίσκοπος ἦν, Θεοφίλου μὲν ἀδελφιδοῦς, τοῦ δὲ θείου τὴν προεδρίαν λαχών
At this time Cyril was bishop of Alexandria, the nephew of Theophilus, having obtained the presidency from his uncle,
當此之時,亞歷山大里亞的主教乃是區利羅(Cyril),他是提阿非羅(Theophilus)的姪子,承繼其叔而獲得主教之位——
1:3111
διαδεξάμενος, οὗ καὶ πρόσθεν ἐμνήσθημεν
having succeeded him, of whom we have made mention before.
即繼承了我們先前提過的那一位。
← prev partnext part →
1