📜 Verbum
Scripture and the Fathers, read aloud in the original

← All books · Septuagint › 4 Baruch (Rest of Baruch)

4 Baruch (Rest of Baruch) 3

Greek original · 22 verses · some words can be tapped for a gloss

← ch. 2ch. 4 →
📖 This chapter exists in 2 other originals — side by side (Ge'ez Bible, Apocrypha)
3:1
Ὡς δὲ ἐγένετο ὥρα τῆς νυκτός, καθὼς εἶπεν κύριος τῷ Ἰερεμίᾳ, ἦλθεν ὁμοῦ ἐπὶ τὰ τείχη τῆς πόλεως Ἰερεμίας καὶ Βαρούχ.
And when the hour of the night came, as the Lord had said to Jeremiah, Jeremiah and Baruch came together to the walls of the city.
到了夜間那時辰,正如主對耶利米所說的,耶利米和巴錄一同來到城牆上。
3:2
καὶ ἰδοὺ ἐγένετο φωνὴ σαλπίγγων, καὶ ἐξῆλθον ἄγγελοι ἐκ τοῦ οὐρανοῦ, κατέχοντες λαμπάδας ἐν ταῖς χερσὶν αὐτῶν, καὶ ἔστησαν ἐπὶ τὰ τείχη τῆς πόλεως.
And behold, there came a sound of trumpets, and angels came forth out of heaven, holding torches in their hands, and they stood upon the walls of the city.
忽然有號筒的響聲,有天使從天而降,手中拿著火把,站在城牆上。
3:3
ἰδόντες δὲ αὐτοὺς Ἰερεμίας καὶ Βαρούχ, ἔκλαυσαν, λέγοντες· Νῦν ἐγνώκαμεν ὅτι ἀληθές ἐστι τὸ ῥῆμα.
And when Jeremiah and Baruch saw them, they wept, saying: Now we know that the word is true.
耶利米和巴錄看見他們,就哭著說:「如今我們知道這話是真的了。」
3:4
παρακάλεσε δὲ Ἰερεμίας τοὺς ἀγγέλους, λέγων· Παρακαλῶ ὑμᾶς μὴ ἀπολέσθαι τὴν πόλιν ἄρτι, ἕως ἂν λαλήσω πρὸς κύριον ῥῆμα.
And Jeremiah entreated the angels, saying: I beseech you, do not destroy the city yet, until I speak a word to the Lord.
耶利米懇求天使說:「我求你們,且不要毀滅這城,等我先向主說一句話。」
3:5
ἐλάλησεν δὲ κύριος τοῖς ἀγγέλοις, λέγων· Μὴ ἀπολέσητε τὴν πόλιν ἕως ἂν λαλήσω πρὸς τὸν ἐκλεκτόν μου Ἰερεμίαν.
And the Lord spoke to the angels, saying: Do not destroy the city until I speak to my chosen one Jeremiah.
主對天使說:「你們不要毀滅這城,等我對我所揀選的耶利米說話。」
3:6
τότε Ἰερεμίας ἐλάλησεν, λέγων· Δέομαι, κύριε, κέλευσόν με λαλῆσαι ἐνώπιόν σου.
Then Jeremiah spoke, saying: I beseech you, Lord, command me to speak before you.
耶利米就說:「主啊,我求你,吩咐我在你面前說話。」
3:7
καὶ εἶπε κύριος· Λάλει, ἐκλεκτός μου Ἰερεμίας.
And the Lord said: Speak, my chosen one Jeremiah.
主說:「我所揀選的耶利米啊,你說罷。」
3:8
καὶ εἶπεν Ἰερεμίας· Ἰδοὺ νῦν, κύριε, ἐγνώκαμεν ὅτι παραδίδως τὴν πόλιν εἰς χεῖρας τῶν ἐχθρῶν αὐτῆς, καὶ ἀπαροῦσι τὸν λαὸν εἰς Βαβυλῶνα.
And Jeremiah said: Behold now, Lord, we know that you are delivering the city into the hands of its enemies, and they will carry the people away to Babylon.
耶利米說:「主啊,看哪,如今我們知道你要把這城交在仇敵手中,他們要把百姓擄到巴比倫去。
3:9
Τί θέλεις ποιήσω τὰ ἅγια σκεύη τῆς λειτουργίας.
What do you will that I do with the holy vessels of the temple service?
你願意我怎樣處置那供事用的聖器皿呢?」
3:10
καὶ εἶπεν αὐτῷ κύριος· Ἆρον αὐτά, καὶ παράδος αὐτὰ τῇ γῇ λέγων· Ἄκουε, γῆ, τῆς φωνῆς τοῦ κτίσαντός σε, πλάσας σε ἐν τῇ περιουσίᾳ τῶν ὑδάτων, σφραγίσας σε ἐν ἑπτὰ σφραγῖσιν ἐν ἑπτὰ καιροῖς, καὶ μετὰ ταῦτα λήψῃ τὴν ὡραιότητά σου·
And the Lord said to him: Take them, and deliver them to the earth, saying: Hear, O earth, the voice of him who created you, who formed you in the abundance of the waters, who sealed you with seven seals in seven seasons; and after these things you shall receive your beauty.
主對他說:「你把它們拿去,交給地,說:『地啊,你要聽那創造你者的聲音,就是用眾水形成你,在七個時期用七印封住你的那位。此後你必得回你的華美。』
3:11
φύλαξον τὰ σκεύη τῆς λειτουργίας ἕως τῆς συνελεύσεως τοῦ ἡγαπημένου.
Guard the vessels of the temple service until the gathering of the beloved one.
你要保守這供事的器皿,直到那蒙愛者聚集的時候。」
3:12
ἐλάλησεν δὲ Ἰερεμίας λέγων· Παρακαλῶ σε, κύριε, δεῖξόν μοι τὶ ποιήσω Ἀβιμέλεχ τῷ Αἰθίοπι, ὅτι πολλὰς εὐεργεσίας ἐποίησε τῷ δούλῳ σου Ἰερεμίᾳ.
And Jeremiah spoke, saying: I beseech you, Lord, show me what I shall do for Abimelech the Ethiopian, for he has done many kindnesses to your servant Jeremiah.
耶利米又說:「主啊,我求你,指示我當怎樣待古實人亞比米勒,因為他向你僕人耶利米多行善事。
3:13
Ὅτι αὐτὸς ἀνέσπασέ με ἐκ τοῦ λάκκου τοῦ βορβόρου· καὶ οὐ θέλω αὐτὸν ἵνα ἴδῃ τὸν ἀφανισμὸν τῆς πόλεως ταύτης καὶ τὴν ἐρήμωσιν, ἀλλ᾽ ἵνα ἐλεήσῃς αὐτὸν καὶ μὴ λυπηθῇ.
For he it was who drew me up out of the pit of mire; and I do not wish him to see the destruction of this city and its desolation, but that you would have mercy on him, that he be not grieved.
是他把我從淤泥的坑中拉上來;我不願他看見這城的毀滅與荒涼,惟願你憐恤他,使他不至憂傷。」
3:14
Καὶ εἶπε κύριος τῷ Ἰερεμίᾳ· Ἀπόστειλον αὐτὸν εἰς τὸν ἀμπελῶνα τοῦ Ἀγρίππα, καὶ ἐν τῇ σκιᾷ τοῦ ὄρους ἐγὼ σκεπάσω αὐτόν, ἕως οὗ ἐπιστρέψω τὸν λαὸν εἰς τὴν πόλιν.
And the Lord said to Jeremiah: Send him to the vineyard of Agrippa, and in the shadow of the mountain I will shelter him, until I bring the people back to the city.
主對耶利米說:「你打發他往亞基帕的葡萄園去,我必在山的蔭下庇護他,直到我使百姓歸回這城。
3:15
σὺ δὲ Ἰερεμίας, ἀπολῦε μετὰ τοῦ λαοῦ σου εἰς Βαβυλῶνα, καὶ μεῖνον μετ᾽ αὐτῶν εὐαγγελιζόμενος αὐτοῖς ἕως οὗ ἐπιστρέψω αὐτοῖς εἰς τὴν πόλιν.
But you, Jeremiah, go forth with your people to Babylon, and remain with them, preaching good tidings to them, until I bring them back to the city.
至於你,耶利米,要與你的百姓往巴比倫去,留在他們中間向他們傳福音,直到我使他們歸回這城。
3:16
κατάλειψον δὲ τὸν Βαροὺχ ὧδε, ἕως οὗ λαλήσω αὐτῷ.
But leave Baruch here, until I speak to him.
但要把巴錄留在此處,等我對他說話。」
3:17
ταῦτα εἰπὼν κύριος ἀνέβη ἀπὸ Ἰερεμίου εἰς τὸν οὐρανόν.
When the Lord had said these things, he ascended from Jeremiah into heaven.
主說了這些話,就從耶利米那裡升到天上去了。
3:18
Ἰερεμίας δὲ καὶ Βαροὺχ εἰσῆλθον εἰς τὸ ἀγιαστήριον, καὶ ἐπάραντες τὰ σκεύη τῆς λειτουργίας παρέδωκαν αὐτὰ τῇ γῇ, καθὼς ἐλάλησεν αὐτοῖς κύριος.
And Jeremiah and Baruch entered into the sanctuary, and taking up the vessels of the temple service, they delivered them to the earth, as the Lord had spoken to them.
耶利米和巴錄進入聖所,拿起那供事的器皿,照主所吩咐他們的,交給了地。
3:19
καὶ εὐθέως κατέπιεν αὐτὰ γῆ.
And immediately the earth swallowed them up.
地就立刻把它們吞下去了。
3:20
ἐκάθισαν δὲ οἱ δύο, καὶ ἔκλαυσαν.
And the two sat down and wept.
他們二人就坐下哭泣。
3:21
πρωΐας δὲ γενομένης, ἀπέστειλεν Ἰερεμίας τὸν Ἀβιμέλεχ, λέγων· Ἆρον τὸν κόφινον, καὶ ἄπελθε εἰς τὸ χωρίον τοῦ Ἀγρίππα διὰ τῆς ὁδοῦ τοῦ ὄρους, καὶ ἐνεγκὼν ὀλίγα σῦκα, δίδου τοῖς νοσοῦσι τοῦ λαοῦ· ὅτι ἐπὶ σὲ εὐφρασία τοῦ κυρίου, καὶ ἐπὶ τὴν κεφαλήν σου δόξα.
And when morning came, Jeremiah sent Abimelech, saying: Take the basket, and go to the estate of Agrippa by the way of the mountain, and bringing a few figs, give them to the sick of the people; for the favor of the Lord is upon you, and upon your head is the glory.
到了早晨,耶利米打發亞比米勒,說:「你拿著籃子,從山路往亞基帕的田地去,採些無花果來,分給百姓中患病的人;因為主的恩眷在你身上,榮耀也歸在你頭上。」
3:22
καὶ ταῦτα εἰπὼν Ἰερεμίας ἀπέλυσεν αὐτόν· Ἀβιμέλεχ δὲ ἐπορεύθη καθὰ εἶπεν αὐτῷ.
And when Jeremiah had said this, he sent him away; and Abimelech went as he had told him.
耶利米說了這話,就打發他去;亞比米勒便照他所吩咐的去了。
← ch. 2ch. 4 →
123456789