📜 Verbum
Scripture and the Fathers, read aloud in the original

← All books · Septuagint › Tobit

Tobit 3

Greek original · 17 verses · some words can be tapped for a gloss

← ch. 2ch. 4 →
📖 This chapter exists in 3 other originals — side by side (Vulgate, Ge'ez Bible, Apocrypha)
3:1
καὶ λυπηθεὶς ἔκλαυσα καὶ προσευξάμην μετ’ ὀδύνης λέγων καὶ περίλυπος γενόμενος τῇ ψυχῇ καὶ στενάξας ἔκλαυσα καὶ ἠρξάμην προσεύχεσθαι μετὰ στεναγμῶν
I was grieved and wept, and prayed in sorrow, saying,
我心中憂傷,就哭了,在痛苦中禱告說:
3:2
δίκαιος εἶ κύριε καὶ πάντα τὰ ἔργα σου καὶ πᾶσαι αἱ ὁδοί σου ἐλεημοσύναι καὶ ἀλήθεια καὶ κρίσιν ἀληθινὴν καὶ δικαίαν σὺ κρίνεις εἰς τὸν αἰῶνα δίκαιος εἶ κύριε καὶ πάντα τὰ ἔργα σου δίκαια καὶ πᾶσαι αἱ ὁδοί σου ἐλεημοσύνη καὶ ἀλήθεια σὺ κρίνεις τὸν αἰῶνα
“O Lord, you are righteous, and all your works and all your ways are mercy and truth, and you judge true and righteous judgement forever.
「主啊,你是公義的,你一切的作為、你一切的道路都是慈愛與真實;你的審判公正真實,直到永遠。
3:3
μνήσθητί μου καὶ ἐπίβλεψον ἐπ’ ἐμέ μή με ἐκδικήσῃς ταῖς ἁμαρτίαις μου καὶ τοῖς ἀγνοήμασίν μου καὶ τῶν πατέρων μου ἥμαρτον ἐνώπιόν σου καὶ νῦν σύ κύριε μνήσθητί μου καὶ ἐπίβλεψον καὶ μή με ἐκδικήσῃς ταῖς ἁμαρτίαις μου καὶ ἐν τοῖς ἀγνοήμασίν μου καὶ τῶν πατέρων μου οἷς ἥμαρτον ἐναντίον σου
Remember me, and look at me. Don’t take vengeance on me for my sins and my ignorances, and the sins of my fathers who sinned before you.
求你記念我,眷顧我,不要因我的罪過、我的無知之過,以及我列祖在你面前所犯的罪而報應我。
3:4
παρήκουσαν γὰρ τῶν ἐντολῶν σου ἔδωκας ἡμᾶς εἰς διαρπαγὴν καὶ αἰχμαλωσίαν καὶ θάνατον καὶ παραβολὴν ὀνειδισμοῦ πᾶσιν τοῖς ἔθνεσιν ἐν οἷς ἐσκορπίσμεθα καὶ παρήκουσα τῶν ἐντολῶν σου καὶ ἔδωκας ἡμᾶς εἰς ἁρπαγὴν καὶ αἰχμαλωσίαν καὶ θάνατον καὶ εἰς παραβολὴν καὶ λάλημα καὶ ὀνειδισμὸν ἐν πᾶσιν τοῖς ἔθνεσιν ἐν οἷς ἡμᾶς διεσκόρπισας
For they disobeyed your commandments. You gave us as plunder, for captivity, for death, and for a proverb of reproach to all the nations among whom we are dispersed.
因為他們違背了你的誡命,你便把我們交付給人,任憑搶掠、被擄、死亡,並在我們被分散到的萬民中成了被人譏誚的話柄。
3:5
καὶ νῦν πολλαὶ αἱ κρίσεις σού εἰσιν ἀληθιναὶ ἐξ ἐμοῦ ποιῆσαι περὶ τῶν ἁμαρτιῶν μου καὶ τῶν πατέρων μου ὅτι οὐκ ἐποιήσαμεν τὰς ἐντολάς σου οὐ γὰρ ἐπορεύθημεν ἐν ἀληθείᾳ ἐνώπιόν σου καὶ νῦν πολλαί σου αἱ κρίσεις ὑπάρχουσιν ἀληθιναὶ ποιῆσαι ἐξ ἐμοῦ περὶ τῶν ἁμαρτιῶν μου ὅτι οὐκ ἐποιήσαμεν τὰς ἐντολάς σου καὶ οὐκ ἐπορεύθημεν ἀληθινῶς ἐνώπιόν σου
Now your judgments are many and true; that you should deal with me according to my sins and the sins of my fathers; because we did not keep your commandments, for we didn’t walk in truth before you.
如今你的審判既多又真實,照著我的罪和我列祖的罪向我施行;因為我們沒有遵守你的誡命,也沒有在你面前按真理而行。
3:6
καὶ νῦν κατὰ τὸ ἀρεστὸν ἐνώπιόν σου ποίησον μετ’ ἐμοῦ ἐπίταξον ἀναλαβεῖν τὸ πνεῦμά μου ὅπως ἀπολυθῶ καὶ γένωμαι γῆ διότι λυσιτελεῖ μοι ἀποθανεῖν ζῆν ὅτι ὀνειδισμοὺς ψευδεῖς ἤκουσα καὶ λύπη ἐστὶν πολλὴ ἐν ἐμοί ἐπίταξον ἀπολυθῆναί με τῆς ἀνάγκης ἤδη εἰς τὸν αἰώνιον τόπον μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ καὶ νῦν κατὰ τὸ ἀρεστόν σου ποίησον μετ’ ἐμοῦ καὶ ἐπίταξον ἀναλαβεῖν τὸ πνεῦμά μου ἐξ ἐμοῦ ὅπως ἀπολυθῶ ἀπὸ προσώπου τῆς γῆς καὶ γένωμαι γῆ διὸ λυσιτελεῖ μοι ἀποθανεῖν μᾶλλον ζῆν ὅτι ὀνειδισμοὺς ψευδεῖς ἤκουσα καὶ λύπη πολλὴ μετ’ ἐμοῦ κύριε ἐπίταξον ὅπως ἀπολυθῶ ἀπὸ τῆς ἀνάγκης ταύτης ἀπόλυσόν με εἰς τὸν τόπον τὸν αἰώνιον καὶ μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου κύριε ἀπ’ ἐμοῦ διὸ λυσιτελεῖ μοι ἀποθανεῖν μᾶλλον βλέπειν ἀνάγκην πολλὴν ἐν τῇ ζωῇ μου καὶ μὴ ἀκούειν ὀνειδισμούς
Now deal with me according to that which is pleasing in your sight. Command my spirit to be taken from me, that I may be released, and become earth. For it is more profitable for me to die rather than to live, because I have heard false reproaches, and there is much sorrow in me. Command that I be released from my distress, now, and go to the everlasting place. Don’t turn your face away from me.”
現在求你照你眼中所喜悅的待我,吩咐將我的靈魂取去,使我得以解脫,歸於塵土。因為對我來說,死了比活著更好,因我聽見了虛假的譏誚,心中滿了愁苦。求你吩咐使我立刻脫離這苦難,往那永遠的居所去;不要轉臉不顧我。」
3:7
ἐν τῇ αὐτῇ ἡμέρᾳ συνέβη τῇ θυγατρὶ Ραγουηλ Σαρρα ἐν Ἐκβατάνοις τῆς Μηδίας καὶ ταύτην ὀνειδισθῆναι ὑπὸ παιδισκῶν πατρὸς αὐτῆς ἐν τῇ ἡμέρᾳ ταύτῃ συνέβη Σαρρα τῇ θυγατρὶ Ραγουηλ τοῦ ἐν Ἐκβατάνοις τῆς Μηδίας καὶ αὐτὴν ἀκοῦσαι ὀνειδισμοὺς ὑπὸ μιᾶς τῶν παιδισκῶν τοῦ πατρὸς ἑαυτῆς
The same day it happened to Sarah the daughter of Raguel in Ecbatana of Media, that she also was reproached by her father’s maidservants;
就在那一天,瑪待厄克巴塔納的辣古耳的女兒撒辣,也被她父親的婢女譏誚。
3:8
ὅτι ἦν δεδομένη ἀνδράσιν ἑπτά καὶ Ασμοδαυς τὸ πονηρὸν δαιμόνιον ἀπέκτεινεν αὐτοὺς πρὶν γενέσθαι αὐτοὺς μετ’ αὐτῆς ὡς ἐν γυναιξίν καὶ εἶπαν αὐτῇ οὐ συνίεις ἀποπνίγουσά σου τοὺς ἄνδρας ἤδη ἑπτὰ ἔσχες καὶ ἑνὸς αὐτῶν οὐκ ὠνάσθης διότι ἦν ἐκδεδομένη ἀνδράσιν ἑπτά καὶ Ασμοδαῖος τὸ δαιμόνιον τὸ πονηρὸν ἀπέκτεννεν αὐτοὺς πρὶν γενέσθαι αὐτοὺς μετ’ αὐτῆς καθάπερ ἀποδεδειγμένον ἐστὶν ταῖς γυναιξίν καὶ εἶπεν αὐτῇ παιδίσκη σὺ εἶ ἀποκτέννουσα τοὺς ἄνδρας σου ἰδοὺ ἤδη ἀπεκδέδοσαι ἑπτὰ ἀνδράσιν καὶ ἑνὸς αὐτῶν οὐκ ὠνομάσθης
because that she had been given to seven husbands, and Asmodaeus the evil spirit killed them, before they had lain with her. And they said to her, “Do you not know that you strangle your husbands? You have had already seven husbands, and you haven’t borne the name of any one of them.
因為她曾先後許配給七個丈夫,可是惡魔阿斯摩太在他們與她同房之前,就把他們一一殺死。婢女對她說:「難道你不知道嗎?你竟把自己的丈夫一個個勒死了。你已經有過七個丈夫了,卻沒有一個能讓你冠上他的名分。
3:9
τί ἡμᾶς μαστιγοῖς εἰ ἀπέθαναν βάδιζε μετ’ αὐτῶν μὴ ἴδοιμέν σου υἱὸν θυγατέρα εἰς τὸν αἰῶνα τί ἡμᾶς μαστιγοῖς περὶ τῶν ἀνδρῶν σου ὅτι ἀπέθανον βάδιζε μετ’ αὐτῶν καὶ μὴ ἴδοιμεν υἱόν σου μηδὲ θυγατέρα εἰς τὸν αἰῶνα
Why do you scourge us? If they are dead, go your ways with them. Let us never see either son or daughter from you.”
你為何因他們死了就責打我們呢?他們既然死了,你就跟他們一同去吧!願我們永遠不見你有兒女。」
3:10
ταῦτα ἀκούσασα ἐλυπήθη σφόδρα ὥστε ἀπάγξασθαι καὶ εἶπεν μία μέν εἰμι τῷ πατρί μου ἐὰν ποιήσω τοῦτο ὄνειδος αὐτῷ ἐστιν καὶ τὸ γῆρας αὐτοῦ κατάξω μετ’ ὀδύνης εἰς ᾅδου ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐλυπήθη ἐν τῇ ψυχῇ καὶ ἔκλαυσεν καὶ ἀναβᾶσα εἰς τὸ ὑπερῷον τοῦ πατρὸς αὐτῆς ἠθέλησεν ἀπάγξασθαι καὶ πάλιν ἐλογίσατο καὶ λέγει μήποτε ὀνειδίσωσιν τὸν πατέρα μου καὶ ἐροῦσιν αὐτῷ μία σοι ὑπῆρχεν θυγάτηρ ἀγαπητὴ καὶ αὐτὴ ἀπήγξατο ἀπὸ τῶν κακῶν καὶ κατάξω τὸ γῆρας τοῦ πατρός μου μετὰ λύπης εἰς ᾅδου χρησιμώτερόν μοί ἐστιν μὴ ἀπάγξασθαι ἀλλὰ δεηθῆναι τοῦ κυρίου ὅπως ἀποθάνω καὶ μηκέτι ὀνειδισμοὺς ἀκούσω ἐν τῇ ζωῇ μου
When she heard these things, she was grieved exceedingly, so that she thought about hanging herself. Then she said, “I am the only daughter of my father. If I do this, it will be a reproach to him, and I will bring down his old age with sorrow to the grave.”
撒辣聽了這些話,極其憂傷,甚至想要上吊。可是她又轉念說:「我是我父親的獨生女,我若這樣行,便是叫他蒙羞,使他白髮蒼蒼、含悲下到陰間。」
3:11
καὶ ἐδεήθη πρὸς τῇ θυρίδι καὶ εἶπεν εὐλογητὸς εἶ κύριε θεός μου καὶ εὐλογητὸν τὸ ὄνομά σου τὸ ἅγιον καὶ ἔντιμον εἰς τοὺς αἰῶνας εὐλογήσαισάν σε πάντα τὰ ἔργα σου εἰς τὸν αἰῶνα ἐν αὐτῷ τῷ καιρῷ διαπετάσασα τὰς χεῖρας πρὸς τὴν θυρίδα ἐδεήθη καὶ εἶπεν εὐλογητὸς εἶ θεὲ ἐλεήμων καὶ εὐλογητὸν τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας καὶ εὐλογησάτωσάν σε πάντα τὰ ἔργα σου εἰς τὸν αἰῶνα
Then she prayed by the window, and said, “Blessed are you, O Lord my God, and blessed is your holy and honorable name forever! Let all your works praise you forever!
於是她在窗前禱告說:「主我的神啊,你是當受稱頌的,你那聖潔可尊的名是當受稱頌的,直到永遠!願你一切的作為都永遠頌讚你!
3:12
καὶ νῦν κύριε τοὺς ὀφθαλμούς μου καὶ τὸ πρόσωπόν μου εἰς σὲ δέδωκα καὶ νῦν ἐπὶ σὲ τὸ πρόσωπόν μου καὶ τοὺς ὀφθαλμούς μου ἀνέβλεψα
And now, Lord, I have set my eyes and my face toward you.
主啊,如今我舉目仰望你,定睛朝向你。
3:13
εἰπὸν ἀπολῦσαί με ἀπὸ τῆς γῆς καὶ μὴ ἀκοῦσαί με μηκέτι ὀνειδισμόν εἰπὸν ἀπολυθῆναί με ἀπὸ τῆς γῆς καὶ μὴ ἀκούειν με μηκέτι ὀνειδισμούς
Command that I be released from the earth, and that I no longer hear reproach.
求你吩咐使我脫離這地,叫我不再聽見譏誚。
3:14
σὺ γινώσκεις κύριε ὅτι καθαρά εἰμι ἀπὸ πάσης ἁμαρτίας ἀνδρὸς σὺ γινώσκεις δέσποτα ὅτι καθαρά εἰμι ἀπὸ πάσης ἀκαθαρσίας ἀνδρὸς
You know, Lord, that I am pure from all sin with man,
主啊,你知道我清白無瑕,未曾與任何男子有過玷污,
3:15
καὶ οὐκ ἐμόλυνα τὸ ὄνομά μου οὐδὲ τὸ ὄνομα τοῦ πατρός μου ἐν τῇ γῇ τῆς αἰχμαλωσίας μου μονογενής εἰμι τῷ πατρί μου καὶ οὐχ ὑπάρχει αὐτῷ παιδίον κληρονομήσει αὐτόν οὐδὲ ἀδελφὸς ἐγγὺς οὐδὲ ὑπάρχων αὐτῷ υἱός ἵνα συντηρήσω ἐμαυτὴν αὐτῷ γυναῖκα ἤδη ἀπώλοντό μοι ἑπτά ἵνα τί μοι ζῆν καὶ εἰ μὴ δοκεῖ σοι ἀποκτεῖναί με ἐπίταξον ἐπιβλέψαι ἐπ’ ἐμὲ καὶ ἐλεῆσαί με καὶ μηκέτι ἀκοῦσαί με ὀνειδισμόν καὶ οὐχὶ ἐμόλυνά μου τὸ ὄνομα καὶ οὐδὲ τὸ ὄνομα τοῦ πατρός μου ἐν τῇ γῇ τῆς αἰχμαλωσίας μου μονογενής εἰμι τῷ πατρί μου καὶ οὐχ ὑπάρχει αὐτῷ ἕτερον τέκνον ἵνα κληρονομήσῃ αὐτόν οὐδὲ ἀδελφὸς αὐτῷ ἐγγὺς οὔτε συγγενὴς αὐτῷ ὑπάρχει ἵνα συντηρήσω ἐμαυτὴν αὐτῷ γυναῖκα ἤδη ἀπώλοντό μοι ἑπτά καὶ ἵνα τί μοί ἐστιν ἔτι ζῆν καὶ εἰ μή σοι δοκεῖ ἀποκτεῖναί με κύριε νῦν εἰσάκουσον ὀνειδισμόν μου
and that I never polluted my name or the name of my father, in the land of my captivity. I am the only daughter of my father, and he has no child that will be his heir, nor brother near him, nor son belonging to him, that I should keep myself for a wife to him. Seven husbands of mine are dead already. Why should I live? If it doesn’t please you to kill me, command some regard to be had of me, and pity taken of me, and that I hear no more reproach.”
在被擄之地,我從未玷污自己的名,也未玷污我父親的名。我是我父親的獨生女,他沒有別的兒女可以承受產業,身邊也沒有近親的弟兄,沒有可作他兒子的人,可以讓我守身嫁給他。我已有七個丈夫死了,我活著還有什麼意思呢?你若不喜悅取我的性命,求你垂顧憐恤我,使我不再聽見譏誚。」
3:16
καὶ εἰσηκούσθη προσευχὴ ἀμφοτέρων ἐνώπιον τῆς δόξης τοῦ μεγάλου Ραφαηλ ἐν αὐτῷ τῷ καιρῷ εἰσηκούσθη προσευχὴ ἀμφοτέρων ἐνώπιον τῆς δόξης τοῦ θεοῦ
The prayer of both was heard before the glory of the great God.
他們二人的禱告,都蒙垂聽於至大之神的榮耀面前。
3:17
καὶ ἀπεστάλη ἰάσασθαι τοὺς δύο τοῦ Τωβιτ λεπίσαι τὰ λευκώματα καὶ Σαρραν τὴν τοῦ Ραγουηλ δοῦναι Τωβια τῷ υἱῷ Τωβιτ γυναῖκα καὶ δῆσαι Ασμοδαυν τὸ πονηρὸν δαιμόνιον διότι Τωβια ἐπιβάλλει κληρονομῆσαι αὐτήν ἐν αὐτῷ τῷ καιρῷ ἐπιστρέψας Τωβιτ εἰσῆλθεν εἰς τὸν οἶκον αὐτοῦ καὶ Σαρρα τοῦ Ραγουηλ κατέβη ἐκ τοῦ ὑπερῴου αὐτῆς καὶ ἀπεστάλη Ραφαηλ ἰάσασθαι τοὺς δύο Τωβιν ἀπολῦσαι τὰ λευκώματα ἀπὸ τῶν ὀφθαλμῶν αὐτοῦ ἵνα ἴδῃ τοῖς ὀφθαλμοῖς τὸ φῶς τοῦ θεοῦ καὶ Σαρραν τὴν Ραγουηλ δοῦναι αὐτὴν Τωβια τῷ υἱῷ Τωβιθ γυναῖκα καὶ λῦσαι Ασμοδαιον τὸ δαιμόνιον τὸ πονηρὸν ἀπ’ αὐτῆς διότι Τωβια ἐπιβάλλει κληρονομῆσαι αὐτὴν παρὰ πάντας τοὺς θέλοντας λαβεῖν αὐτήν ἐν ἐκείνῳ τῷ καιρῷ ἐπέστρεψεν Τωβιθ ἀπὸ τῆς αὐλῆς εἰς τὸν οἶκον αὐτοῦ καὶ Σαρρα τοῦ Ραγουηλ καὶ αὐτὴ κατέβη ἐκ τοῦ ὑπερῴου
Raphael also was sent to heal them both, to scale away the white films from Tobit’s eyes, and to give Sarah the daughter of Raguel for a wife to Tobias the son of Tobit; and to bind Asmodaeus the evil spirit; because it belonged to Tobias that he should inherit her. At that very time, Tobit returned and entered into his house, and Sarah the daughter of Raguel came down from her upper chamber.
於是拉斐爾受差遣去醫治他們二人:剝去託彼特眼上的白膜,又把辣古耳的女兒撒辣許配給託彼特的兒子託比亞為妻,並捆綁那惡魔阿斯摩太;因為照理該由託比亞娶她為業。就在那時,託彼特回到家中,辣古耳的女兒撒辣也從她的樓房上下來。
← ch. 2ch. 4 →
1234567891011121314