Joshua 22 (Part 1 of 2) read aloud in Koine Greek, with Chinese and English subtitles and verse-level navigation. Then Joshua called together the sons of Rouben and the sons of Gad
22:1 τότε συνεκάλεσεν Ἰησοῦς τοὺς υἱοὺς Ρουβην καὶ τοὺς υἱοὺς Γαδ καὶ τὸ ἥμισυ φυλῆς Μανασση那時,約書亞召集了流便子孫、迦得子孫和瑪拿西半支派,Then Joshua called together the sons of Rouben and the sons of Gad and the half-tribe of Manasse,
22:2 καὶ εἶπεν αὐτοῖς ὑμεῖς ἀκηκόατε πάντα ὅσα ἐνετείλατο ὑμῖν Μωυσῆς ὁ παῖς κυρίου καὶ ἐπηκούσατε τῆς φωνῆς μου κατὰ πάντα ὅσα ἐνετειλάμην ὑμῖν對他們說:主的僕人摩西所吩咐你們的一切,你們都聽了;我所吩咐你們的一切,你們也都聽從了我的話。and said to them: You have heard all that Moses the servant of the Lord commanded you, and you have listened to my voice in all that I commanded you.
22:3 οὐκ ἐγκαταλελοίπατε τοὺς ἀδελφοὺς ὑμῶν ταύτας τὰς ἡμέρας καὶ πλείους ἕως τῆς σήμερον ἡμέρας ἐφυλάξασθε τὴν ἐντολὴν κυρίου τοῦ θεοῦ ὑμῶν這許多日子以來,直到今日,你們沒有撇棄你們的弟兄,倒謹守了主你們神的誡命。You have not forsaken your brothers these many days, up to this day; you have kept the commandment of the Lord your God.
22:4 νῦν δὲ κατέπαυσεν κύριος ὁ θεὸς ἡμῶν τοὺς ἀδελφοὺς ἡμῶν ὃν τρόπον εἶπεν αὐτοῖς νῦν οὖν ἀποστραφέντες ἀπέλθατε εἰς τοὺς οἴκους ὑμῶν καὶ εἰς τὴν γῆν τῆς κατασχέσεως ὑμῶν ἣν ἔδωκεν ὑμῖν Μωυσῆς ἐν τῷ πέραν τοῦ Ιορδάνου如今主我們的神已經照著他對我們弟兄所說的,使他們得了安息。所以現在你們可以轉回,回你們的家去,到你們產業之地,就是摩西在約旦河那邊給你們的地。But now the Lord our God has given rest to our brothers, in the manner he said to them. So now turn back and go away to your homes and to the land of your possession, which Moses gave you beyond the Iordanes.
22:5 ἀλλὰ φυλάξασθε ποιεῖν σφόδρα τὰς ἐντολὰς καὶ τὸν νόμον ὃν ἐνετείλατο ἡμῖν ποιεῖν Μωυσῆς ὁ παῖς κυρίου ἀγαπᾶν κύριον τὸν θεὸν ὑμῶν πορεύεσθαι πάσαις ταῖς ὁδοῖς αὐτοῦ φυλάξασθαι τὰς ἐντολὰς αὐτοῦ καὶ προσκεῖσθαι αὐτῷ καὶ λατρεύειν αὐτῷ ἐξ ὅλης τῆς διανοίας ὑμῶν καὶ ἐξ ὅλης τῆς ψυχῆς ὑμῶν只是你們要極力謹守遵行主的僕人摩西所吩咐我們遵行的誡命和律法,就是愛主你們的神,行他一切的道路,謹守他的誡命,緊緊依附他,盡你們全部的心思、盡你們全部的魂事奉他。But be exceedingly careful to do the commandments and the law that Moses the servant of the Lord commanded us to do: to love the Lord your God, to walk in all his ways, to keep his commandments, and to cling to him and to serve him with your whole mind and with your whole soul.
22:6 καὶ ηὐλόγησεν αὐτοὺς Ἰησοῦς καὶ ἐξαπέστειλεν αὐτούς καὶ ἐπορεύθησαν εἰς τοὺς οἴκους αὐτῶν於是約書亞為他們祝福,打發他們去;他們就往自己的家去了。And Joshua blessed them and sent them away, and they went to their homes.
22:7 καὶ τῷ ἡμίσει φυλῆς Μανασση ἔδωκεν Μωυσῆς ἐν τῇ Βασανίτιδι καὶ τῷ ἡμίσει ἔδωκεν Ἰησοῦς μετὰ τῶν ἀδελφῶν αὐτοῦ ἐν τῷ πέραν τοῦ Ιορδάνου παρὰ θάλασσαν καὶ ἡνίκα ἐξαπέστειλεν αὐτοὺς Ἰησοῦς εἰς τοὺς οἴκους αὐτῶν καὶ εὐλόγησεν αὐτούς摩西把巴珊地分給瑪拿西半支派;那另一半,約書亞把它和他們的弟兄一同分在約旦河那邊、靠海之處。約書亞打發他們回自己家去的時候,也為他們祝福。And to the half tribe of Manasse Moses gave land in Basanitis, and to the other half Joshua gave land together with their brothers on the far side of the Jordan, by the sea. And when Joshua sent them away to their homes, he also blessed them.
22:8 καὶ ἐν χρήμασιν πολλοῖς ἀπήλθοσαν εἰς τοὺς οἴκους αὐτῶν καὶ κτήνη πολλὰ σφόδρα καὶ ἀργύριον καὶ χρυσίον καὶ σίδηρον καὶ ἱματισμὸν πολύν καὶ διείλαντο τὴν προνομὴν τῶν ἐχθρῶν μετὰ τῶν ἀδελφῶν αὐτῶν他們帶著許多財物回自己家去,有極多的牲畜、銀子、金子、鐵和許多衣服;他們也與自己的弟兄同分從仇敵所奪的掠物。And they went to their homes with much wealth, and very many cattle, and silver and gold and iron and much clothing; and they divided the spoil of their enemies with their brothers.
22:9 καὶ ἐπορεύθησαν οἱ υἱοὶ Ρουβην καὶ οἱ υἱοὶ Γαδ καὶ τὸ ἥμισυ φυλῆς υἱῶν Μανασση ἀπὸ τῶν υἱῶν Ισραηλ ἐκ Σηλω ἐν γῇ Χανααν ἀπελθεῖν εἰς γὴν Γαλααδ εἰς γῆν κατασχέσεως αὐτῶν ἣν ἐκληρονόμησαν αὐτὴν διὰ προστάγματος κυρίου ἐν χειρὶ Μωυσῆ呂便子孫、迦得子孫和瑪拿西子孫的半支派,就離開以色列子孫,從迦南地的示羅起行,要往基列地去,到他們所得為業之地,就是他們照主藉摩西的手所下的命令承受為業的地。And the sons of Reuben and the sons of Gad and the half tribe of the sons of Manasse departed from the sons of Israel, from Shiloh in the land of Chanaan, to go to the land of Galaad, to the land of their possession, which they had inherited by the command of the Lord through the hand of Moses.
22:10 καὶ ἦλθον εἰς Γαλγαλα τοῦ Ιορδάνου ἥ ἐστιν ἐν γῇ Χανααν καὶ ᾠκοδόμησαν οἱ υἱοὶ Γαδ καὶ οἱ υἱοὶ Ρουβην καὶ τὸ ἥμισυ φυλῆς Μανασση ἐκεῖ βωμὸν ἐπὶ τοῦ Ιορδάνου βωμὸν μέγαν τοῦ ἰδεῖν他們來到約旦河的吉甲,就是在迦南地的;迦得子孫、呂便子孫和瑪拿西半支派就在那裡、在約旦河旁築了一座壇,是一座顯眼可見的大壇。And they came to Galgala of the Jordan, which is in the land of Chanaan; and the sons of Gad and the sons of Reuben and the half tribe of Manasse built there an altar by the Jordan, a great altar to be seen.
22:11 καὶ ἤκουσαν οἱ υἱοὶ Ισραηλ λεγόντων ἰδοὺ ᾠκοδόμησαν οἱ υἱοὶ Γαδ καὶ οἱ υἱοὶ Ρουβην καὶ τὸ ἥμισυ φυλῆς Μανασση βωμὸν ἐφ’ ὁρίων γῆς Χανααν ἐπὶ τοῦ Γαλααδ τοῦ Ιορδάνου ἐν τῷ πέραν υἱῶν Ισραηλ以色列子孫聽見有人說:「看哪,迦得子孫、呂便子孫和瑪拿西半支派在迦南地的邊界上、在約旦河的基列那裡,就是以色列子孫的對岸,築了一座壇。」And the sons of Israel heard it said, “Behold, the sons of Gad and the sons of Reuben and the half tribe of Manasse have built an altar on the borders of the land of Chanaan, at Galaad of the Jordan, on the side beyond the sons of Israel.”
22:12 καὶ συνηθροίσθησαν πάντες οἱ υἱοὶ Ισραηλ εἰς Σηλω ὥστε ἀναβάντες ἐκπολεμῆσαι αὐτούς以色列眾子孫就聚集到示羅,要上去攻打他們。And all the sons of Israel gathered together at Shiloh, to go up and make war against them.
22:13 καὶ ἀπέστειλαν οἱ υἱοὶ Ισραηλ πρὸς τοὺς υἱοὺς Ρουβην καὶ πρὸς τοὺς υἱοὺς Γαδ καὶ πρὸς τὸ ἥμισυ φυλῆς Μανασση εἰς γῆν Γαλααδ τόν τε Φινεες υἱὸν Ελεαζαρ υἱοῦ Ααρων τοῦ ἀρχιερέως以色列子孫打發大祭司亞倫的孫子、以利亞撒的兒子非尼哈,往基列地去見呂便子孫、迦得子孫和瑪拿西半支派;And the sons of Israel sent to the sons of Reuben and to the sons of Gad and to the half tribe of Manasse, into the land of Galaad, Phinees the son of Eleazar the son of Aaron the high priest,
22:14 καὶ δέκα τῶν ἀρχόντων μετ’ αὐτοῦ ἄρχων εἷς ἀπὸ οἴκου πατριᾶς ἀπὸ πασῶν φυλῶν Ισραηλ ἄρχοντες οἴκων πατριῶν εἰσιν χιλίαρχοι Ισραηλ又打發十個首領與他同去,各宗族之家一個首領,出自以色列各支派;這些宗族之家的首領都是以色列的千夫長。and ten of the rulers with him, one ruler from each ancestral house, from all the tribes of Israel; these rulers of ancestral houses are the commanders of thousands of Israel.
22:15 καὶ παρεγένοντο πρὸς τοὺς υἱοὺς Γαδ καὶ πρὸς τοὺς υἱοὺς Ρουβην καὶ πρὸς τοὺς ἡμίσεις φυλῆς Μανασση εἰς γῆν Γαλααδ καὶ ἐλάλησαν πρὸς αὐτοὺς λέγοντες他們來到基列地,見迦得子孫、呂便子孫和瑪拿西半支派,就對他們說:And they came to the sons of Gad and to the sons of Reuben and to the half of the tribe of Manasse, into the land of Galaad, and spoke to them, saying:
22:16 τάδε λέγει πᾶσα ἡ συναγωγὴ κυρίου τίς ἡ πλημμέλεια αὕτη ἣν ἐπλημμελήσατε ἐναντίον τοῦ θεοῦ Ισραηλ ἀποστραφῆναι σήμερον ἀπὸ κυρίου οἰκοδομήσαντες ὑμῖν ἑαυτοῖς βωμὸν ἀποστάτας ὑμᾶς γενέσθαι ἀπὸ κυρίου「主的全會眾這樣說:你們在以色列的神面前所犯的這罪過是什麼呢?竟在今日轉離主,為自己築了一座壇,使你們成了背離主的叛離者。“Thus says the whole congregation of the Lord: What is this trespass which you have committed before the God of Israel, to turn away this day from the Lord, by building for yourselves an altar, so that you become apostates from the Lord?
22:17 μὴ μικρὸν ἡμῖν τὸ ἁμάρτημα Φογωρ ὅτι οὐκ ἐκαθαρίσθημεν ἀπ’ αὐτοῦ ἕως τῆς ἡμέρας ταύτης καὶ ἐγενήθη πληγὴ ἐν τῇ συναγωγῇ κυρίου毗珥的罪對我們算是小事嗎?直到今日我們還沒有從那罪得潔淨,主的會眾中也曾因此有災殃。Is the sin of Phogor too small a thing for us? For we have not been cleansed from it to this day, and a plague came upon the congregation of the Lord.