Psalms 143 read aloud in Koine Greek, with Chinese and English subtitles and verse-level navigation. A psalm. Of David, when his son was pursuing him. O Lord, hear my prayer; in yo
143:1 ψαλμὸς τῷ Δαυιδ ὅτε αὐτὸν ὁ υἱὸς καταδιώκει κύριε εἰσάκουσον τῆς προσευχῆς μου ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου ἐπάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου大衛的詩,是他兒子追趕他的時候作的。主啊,求你聽我的禱告,憑你的真實側耳聽我的懇求,憑你的公義應允我。A psalm. Of David, when his son was pursuing him. O Lord, hear my prayer; in your truth give ear to my supplication; in your righteousness answer me.
143:2 καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν求你不要與你的僕人一同進入審判,因為在你面前,凡活著的沒有一個能稱義。And do not enter into judgment with your servant, for no one living will be justified before you.
143:3 ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου ἐκάθισέν με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος因為仇敵追趕我的魂,將我的性命踐踏於地,使我住在黑暗之處,像死了許久的人一樣。For the enemy has pursued my soul; he has brought my life down to the ground; he has made me dwell in dark places, like those long dead.
143:4 καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου我的靈在我裡面發昏,我的心在我裡面煩亂。And my spirit grew weary within me; my heart was troubled within me.
143:5 ἐμνήσθην ἡμερῶν ἀρχαίων καὶ ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου ἐν ποιήμασιν τῶν χειρῶν σου ἐμελέτων我追想古時的日子,默想你一切的作為,思想你手所作的工。I remembered days of old, and I meditated on all your works; I pondered the deeds of your hands.
143:6 διεπέτασα τὰς χεῖράς μου πρὸς σέ ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι διάψαλμα我向你伸出雙手;我的魂向你如同乾旱無水之地。間奏I spread out my hands to you; my soul is toward you like a waterless land. Interlude
143:7 ταχὺ εἰσάκουσόν μου κύριε ἐξέλιπεν τὸ πνεῦμά μου μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον主啊,求你快快應允我,我的靈已經耗盡。求你不要向我掩面,恐怕我像那些下坑的人一樣。Answer me quickly, O Lord; my spirit has failed. Do not turn your face away from me, lest I become like those who go down into the pit.
143:8 ἀκουστὸν ποίησόν μοι τὸ πρωὶ τὸ ἔλεός σου ὅτι ἐπὶ σοὶ ἤλπισα γνώρισόν μοι κύριε ὁδὸν ἐν ᾗ πορεύσομαι ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου求你使我清晨得聽你的憐憫,因我倚靠你。主啊,求你指示我當行的路,因我向你舉起我的魂。Make me hear your mercy in the morning, for in you I have hoped. Make known to me, O Lord, the way in which I should walk, for to you I have lifted up my soul.
143:9 ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου κύριε ὅτι πρὸς σὲ κατέφυγον主啊,求你救我脫離我的仇敵,因為我逃到你那裡躲避。Rescue me from my enemies, O Lord, for to you I have fled for refuge.
143:10 δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου ὅτι σὺ εἶ ὁ θεός μου τὸ πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ求你教導我遵行你的旨意,因你是我的神。你良善的靈必引導我到平坦之地。Teach me to do your will, for you are my God. Your good spirit will lead me in a level land.
143:11 ἕνεκα τοῦ ὀνόματός σου κύριε ζήσεις με ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου主啊,為你名的緣故,你必使我存活;憑你的公義,你必領我的魂脫離患難。For your name's sake, O Lord, you will give me life; in your righteousness you will bring my soul out of affliction.
143:12 καὶ ἐν τῷ ἐλέει σου ἐξολεθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου ὅτι δοῦλός σού εἰμι ἐγώ憑你的憐憫,你必剪除我的仇敵,滅絕一切苦害我魂的人,因為我是你的僕人。And in your mercy you will utterly destroy my enemies and wipe out all who afflict my soul, for I am your servant.