1 Kings 7 (Part 1 of 2) read aloud in Koine Greek, with Chinese and English subtitles and verse-level navigation. And King Salomon sent and took Chiram from Tyre,
7:1 καὶ ἀπέστειλεν ὁ βασιλεὺς Σαλωμων καὶ ἔλαβεν τὸν Χιραμ ἐκ Τύρου所羅門王差遣人,從推羅把希蘭接了來。And King Salomon sent and took Chiram from Tyre,
7:2 υἱὸν γυναικὸς χήρας καὶ οὗτος ἀπὸ τῆς φυλῆς Νεφθαλι καὶ ὁ πατὴρ αὐτοῦ ἀνὴρ Τύριος τέκτων χαλκοῦ καὶ πεπληρωμένος τῆς τέχνης καὶ συνέσεως καὶ ἐπιγνώσεως τοῦ ποιεῖν πᾶν ἔργον ἐν χαλκῷ καὶ εἰσήχθη πρὸς τὸν βασιλέα Σαλωμων καὶ ἐποίησεν πάντα τὰ ἔργα他是一個寡婦的兒子,屬拿弗他利支派;他的父親是推羅人,作銅匠,滿有技藝、聰明和知識,能做各樣的銅工。他被帶到所羅門王那裡,做成了一切的工。the son of a widow woman, and he was from the tribe of Nephthali, and his father was a Tyrian man, a worker in bronze; and he was filled with skill and understanding and knowledge to do every work in bronze. And he was brought to King Salomon, and he did all the works.
7:3 καὶ ἐχώνευσεν τοὺς δύο στύλους τῷ αιλαμ τοῦ οἴκου ὀκτωκαίδεκα πήχεις ὕψος τοῦ στύλου καὶ περίμετρον τέσσαρες καὶ δέκα πήχεις ἐκύκλου αὐτόν καὶ τὸ πάχος τοῦ στύλου τεσσάρων δακτύλων τὰ κοιλώματα καὶ οὕτως ὁ στῦλος ὁ δεύτερος他鑄造了兩根柱子,安在殿的廊子那裡:柱高十八肘,有十四肘的圍長環繞著它;柱的厚度是四指,裡面是中空的;第二根柱子也是這樣。And he cast the two pillars for the porch of the house: eighteen cubits was the height of the pillar, and a circumference of fourteen cubits went round it; and the thickness of the pillar was four fingers, with hollows; and so was the second pillar.
7:4 καὶ δύο ἐπιθέματα ἐποίησεν δοῦναι ἐπὶ τὰς κεφαλὰς τῶν στύλων χωνευτὰ χαλκᾶ πέντε πήχεις τὸ ὕψος τοῦ ἐπιθέματος τοῦ ἑνός καὶ πέντε πήχεις τὸ ὕψος τοῦ ἐπιθέματος τοῦ δευτέρου他又造了兩個頂冠,安在柱頭上,是用銅鑄的:一個頂冠高五肘,第二個頂冠也高五肘。And he made two capitals to set upon the heads of the pillars, cast of bronze: five cubits was the height of the one capital, and five cubits the height of the second capital.
7:5 καὶ ἐποίησεν δύο δίκτυα περικαλύψαι τὸ ἐπίθεμα τῶν στύλων καὶ δίκτυον τῷ ἐπιθέματι τῷ ἑνί καὶ δίκτυον τῷ ἐπιθέματι τῷ δευτέρῳ他又造了兩個網子,遮蓋柱子的頂冠:一個網子給一個頂冠,一個網子給第二個頂冠。And he made two nets to cover the capital of the pillars: a net for the one capital and a net for the second capital.
7:6 καὶ ἔργον κρεμαστόν δύο στίχοι ῥοῶν χαλκῶν δεδικτυωμένοι ἔργον κρεμαστόν στίχος ἐπὶ στίχον καὶ οὕτως ἐποίησεν τῷ ἐπιθέματι τῷ δευτέρῳ又有懸垂的工藝:兩行銅石榴編在網子上,是懸垂的工藝,一行疊著一行;第二個頂冠他也照樣做了。And there was hanging work: two rows of bronze pomegranates worked into the net, hanging work, row upon row; and so he made for the second capital.
7:7 καὶ ἔστησεν τοὺς στύλους τοῦ αιλαμ τοῦ ναοῦ καὶ ἔστησεν τὸν στῦλον τὸν ἕνα καὶ ἐπεκάλεσεν τὸ ὄνομα αὐτοῦ Ιαχουμ καὶ ἔστησεν τὸν στῦλον τὸν δεύτερον καὶ ἐπεκάλεσεν τὸ ὄνομα αὐτοῦ Βααζ他把柱子立在殿的廊子那裡;他立起一根柱子,給它起名叫雅虎姆;又立起第二根柱子,給它起名叫巴阿斯。And he set up the pillars of the porch of the temple; and he set up the one pillar and called its name Iachoum, and he set up the second pillar and called its name Baaz.
7:8 καὶ ἐπὶ τῶν κεφαλῶν τῶν στύλων ἔργον κρίνου κατὰ τὸ αιλαμ τεσσάρων πηχῶν柱頭上有百合花的工藝,朝著廊子,有四肘。And upon the heads of the pillars was lily work, facing the porch, of four cubits.
7:9 καὶ μέλαθρον ἐπ’ ἀμφοτέρων τῶν στύλων καὶ ἐπάνωθεν τῶν πλευρῶν ἐπίθεμα τὸ μέλαθρον τῷ πάχει兩根柱子上都有橫樑,旁邊的上頭有頂冠;那橫樑是按著它的厚度。And there was a beam upon both the pillars, and above the sides a capital; the beam according to its thickness.
7:10 καὶ ἐποίησεν τὴν θάλασσαν δέκα ἐν πήχει ἀπὸ τοῦ χείλους αὐτῆς ἕως τοῦ χείλους αὐτῆς στρογγύλον κύκλῳ τὸ αὐτό πέντε ἐν πήχει τὸ ὕψος αὐτῆς καὶ συνηγμένοι τρεῖς καὶ τριάκοντα ἐν πήχει ἐκύκλουν αὐτήν他又造了那銅海,從這邊的邊緣到那邊的邊緣有十肘,四圍是圓的,都是一樣;高五肘;有三十三肘的圍線環繞著它。And he made the sea, ten cubits from its brim to its brim, round all about, the same; five cubits was its height; and a gathered line of thirty-three cubits went round it.
7:11 καὶ ὑποστηρίγματα ὑποκάτωθεν τοῦ χείλους αὐτῆς κυκλόθεν ἐκύκλουν αὐτήν δέκα ἐν πήχει κυκλόθεν ἀνιστᾶν τὴν θάλασσαν海的邊緣以下四圍有支柱環繞著它,每肘十個,四圍托起那海。And there were supports beneath its brim round about, encircling it, ten to the cubit round about, holding up the sea.
7:12 καὶ τὸ χεῖλος αὐτῆς ὡς ἔργον χείλους ποτηρίου βλαστὸς κρίνου καὶ τὸ πάχος αὐτοῦ παλαιστής海的邊緣好像杯子邊緣的工藝,是百合花的蓓蕾;它的厚度有一掌。And its brim was like the work of a cup's brim, a lily bud; and its thickness was a handbreadth.
7:13 καὶ δώδεκα βόες ὑποκάτω τῆς θαλάσσης οἱ τρεῖς ἐπιβλέποντες βορρᾶν καὶ οἱ τρεῖς ἐπιβλέποντες θάλασσαν καὶ οἱ τρεῖς ἐπιβλέποντες νότον καὶ οἱ τρεῖς ἐπιβλέποντες ἀνατολήν καὶ πάντα τὰ ὀπίσθια εἰς τὸν οἶκον καὶ ἡ θάλασσα ἐπ’ αὐτῶν ἐπάνωθεν海的下面有十二隻牛:三隻朝北,三隻朝海,三隻朝南,三隻朝東;牠們的後部都朝著殿;那海安在牠們上面。And there were twelve oxen under the sea: three looking toward the north, three looking toward the sea, three looking toward the south, and three looking toward the east; and all their hinder parts were toward the house; and the sea was upon them above.
7:14 καὶ ἐποίησεν δέκα μεχωνωθ χαλκᾶς πέντε πήχεις μῆκος τῆς μεχωνωθ τῆς μιᾶς καὶ τέσσαρες πήχεις πλάτος αὐτῆς καὶ ἓξ ἐν πήχει ὕψος αὐτῆς他又造了十個銅盆座:一個盆座長五肘,寬四肘,高六肘。And he made ten bronze stands: five cubits was the length of the one stand, and four cubits its breadth, and six cubits its height.
7:15 καὶ τοῦτο τὸ ἔργον τῶν μεχωνωθ σύγκλειστον αὐτοῖς καὶ σύγκλειστον ἀνὰ μέσον τῶν ἐξεχομένων盆座的作工是這樣:它們有封閉的鑲板,在凸出的邊框之間也有封閉的鑲板。And this was the work of the stands: they had closed panels, and closed panels between the projecting ledges.
7:16 καὶ ἐπὶ τὰ συγκλείσματα αὐτῶν ἀνὰ μέσον τῶν ἐξεχομένων λέοντες καὶ βόες καὶ χερουβιν καὶ ἐπὶ τῶν ἐξεχομένων οὕτως καὶ ἐπάνωθεν καὶ ὑποκάτωθεν τῶν λεόντων καὶ τῶν βοῶν χῶραι ἔργον καταβάσεως在它們的鑲板上,在凸出的邊框之間,有獅子、牛和基路伯;凸出的邊框上也是這樣;在獅子和牛的上面與下面有空處,是垂下來的工藝。And on their panels, between the projecting ledges, were lions and oxen and cheroubin; and on the projecting ledges likewise; and above and beneath the lions and the oxen were spaces, work that hung down.
7:17 καὶ τέσσαρες τροχοὶ χαλκοῖ τῇ μεχωνωθ τῇ μιᾷ καὶ τὰ προσέχοντα χαλκᾶ καὶ τέσσαρα μέρη αὐτῶν ὠμίαι ὑποκάτω τῶν λουτήρων一個盆座有四個銅輪,連接的部件也是銅的;它們的四方有肩架,在洗濯盆的底下。And there were four bronze wheels to the one stand, and their fittings were of bronze; and their four parts were shoulder pieces beneath the lavers.
7:18 καὶ χεῖρες ἐν τοῖς τροχοῖς ἐν τῇ μεχωνωθ καὶ τὸ ὕψος τοῦ τροχοῦ τοῦ ἑνὸς πήχεος καὶ ἡμίσους盆座的輪子上有軸柄;一個輪子高一肘半。And there were axle arms in the wheels in the stand; and the height of the one wheel was a cubit and a half.
7:19 καὶ τὸ ἔργον τῶν τροχῶν ἔργον τροχῶν ἅρματος αἱ χεῖρες αὐτῶν καὶ οἱ νῶτοι αὐτῶν καὶ ἡ πραγματεία αὐτῶν τὰ πάντα χωνευτά輪子的作工像車輪的作工:它們的軸、輪輞和一切配件,全都是鑄成的。And the workmanship of the wheels was the workmanship of a chariot's wheels: their axle arms and their rims and all their fittings were all of them cast.
7:20 αἱ τέσσαρες ὠμίαι ἐπὶ τῶν τεσσάρων γωνιῶν τῆς μεχωνωθ τῆς μιᾶς ἐκ τῆς μεχωνωθ οἱ ὦμοι αὐτῆς四個肩架在一個盆座的四角上;那些肩架是從盆座本身出來的。The four shoulder pieces were upon the four corners of the one stand; its shoulders were out of the stand itself.
7:21 καὶ ἐπὶ τῆς κεφαλῆς τῆς μεχωνωθ ἥμισυ τοῦ πήχεος μέγεθος στρογγύλον κύκλῳ ἐπὶ τῆς κεφαλῆς τῆς μεχωνωθ καὶ ἀρχὴ χειρῶν αὐτῆς καὶ τὰ συγκλείσματα αὐτῆς καὶ ἠνοίγετο ἐπὶ τὰς ἀρχὰς τῶν χειρῶν αὐτῆς盆座的頂上有半肘的高度,在盆座頂上四圍是圓的;那裡是它支臂和鑲板的起頭;它在支臂的起頭處開口。And on the top of the stand there was half a cubit in size, round about upon the top of the stand; and there was the beginning of its arms and of its panels; and it opened upon the beginnings of its arms.
7:22 καὶ τὰ συγκλείσματα αὐτῆς χερουβιν καὶ λέοντες καὶ φοίνικες ἑστῶτα ἐχόμενον ἕκαστον κατὰ πρόσωπον αὐτοῦ ἔσω καὶ τὰ κυκλόθεν它的鑲板上有基路伯、獅子和棕樹,都站立著,一個挨著一個,各自面向裡面,四圍也是這樣。And its panels had cheroubin and lions and palm trees, standing, each one joined to the next, each facing inward, and so round about.
7:23 κατ’ αὐτὴν ἐποίησεν πάσας τὰς δέκα μεχωνωθ τάξιν μίαν καὶ μέτρον ἓν πάσαις他照這樣式做了所有十個盆座:都是一個格式、一個尺寸。After this pattern he made all the ten stands: one arrangement and one measure for them all.
7:24 καὶ ἐποίησεν δέκα χυτροκαύλους χαλκοῦς τεσσαράκοντα χοεῖς χωροῦντα τὸν χυτρόκαυλον τὸν ἕνα μετρήσει ὁ χυτρόκαυλος ὁ εἷς ἐπὶ τῆς μεχωνωθ τῆς μιᾶς ταῖς δέκα μεχωνωθ他又造了十個銅盆,一個盆可容四十歌斯;一個盆放在一個盆座上,十個盆座都是這樣。And he made ten bronze basins, the one basin holding forty choes by measure; one basin was upon each one of the ten stands.
7:25 καὶ ἔθετο τὰς δέκα μεχωνωθ πέντε ἀπὸ τῆς ὠμίας τοῦ οἴκου ἐκ δεξιῶν καὶ πέντε ἀπὸ τῆς ὠμίας τοῦ οἴκου ἐξ ἀριστερῶν καὶ ἡ θάλασσα ἀπὸ τῆς ὠμίας τοῦ οἴκου ἐκ δεξιῶν κατ’ ἀνατολὰς ἀπὸ τοῦ κλίτους τοῦ νότου他把十個盆座安放好:五個在殿右邊的肩處,五個在殿左邊的肩處;那海在殿右邊的肩處,朝著東方,在南面那一側。And he set the ten stands: five by the shoulder of the house on the right and five by the shoulder of the house on the left; and the sea was by the shoulder of the house on the right, toward the east, on the south side.