2 Kings 23 (Part 1 of 2) read aloud in Koine Greek, with Chinese and English subtitles and verse-level navigation. And the king sent and gathered to himself all the elders of Judah
23:1 καὶ ἀπέστειλεν ὁ βασιλεὺς καὶ συνήγαγεν πρὸς ἑαυτὸν πάντας τοὺς πρεσβυτέρους Ιουδα καὶ Ιερουσαλημ王差遣人去,把猶大和耶路撒冷的眾長老都招聚到他那裡。And the king sent and gathered to himself all the elders of Judah and Jerusalem.
23:2 καὶ ἀνέβη ὁ βασιλεὺς εἰς οἶκον κυρίου καὶ πᾶς ἀνὴρ Ιουδα καὶ πάντες οἱ κατοικοῦντες ἐν Ιερουσαλημ μετ’ αὐτοῦ καὶ οἱ ἱερεῖς καὶ οἱ προφῆται καὶ πᾶς ὁ λαὸς ἀπὸ μικροῦ καὶ ἕως μεγάλου καὶ ἀνέγνω ἐν ὠσὶν αὐτῶν πάντας τοὺς λόγους τοῦ βιβλίου τῆς διαθήκης τοῦ εὑρεθέντος ἐν οἴκῳ κυρίου王上耶和華的殿去,猶大的眾人和所有住在耶路撒冷的人都與他同去,還有祭司、先知,以及全體百姓,從最小的到最大的;他就把在耶和華殿裡尋得的約書上一切的話,念給他們親耳聽見。And the king went up to the house of the Lord, and every man of Iouda and all who dwelt in Ierousalem with him, and the priests and the prophets and all the people from small to great; and he read in their ears all the words of the book of the covenant that had been found in the house of the Lord.
23:3 καὶ ἔστη ὁ βασιλεὺς πρὸς τὸν στῦλον καὶ διέθετο διαθήκην ἐνώπιον κυρίου τοῦ πορεύεσθαι ὀπίσω κυρίου καὶ τοῦ φυλάσσειν τὰς ἐντολὰς αὐτοῦ καὶ τὰ μαρτύρια αὐτοῦ καὶ τὰ δικαιώματα αὐτοῦ ἐν πάσῃ καρδίᾳ καὶ ἐν πάσῃ ψυχῇ τοῦ ἀναστῆσαι τοὺς λόγους τῆς διαθήκης ταύτης τὰ γεγραμμένα ἐπὶ τὸ βιβλίον τοῦτο καὶ ἔστη πᾶς ὁ λαὸς ἐν τῇ διαθήκῃ王站在柱旁,在耶和華面前立約,要跟從耶和華,全心全魂遵守他的誡命、他的法度、他的典章,好履行這約上的話,就是寫在這書上的;眾百姓也都站定在這約裡。And the king stood by the pillar and made a covenant before the Lord, to walk after the Lord and to keep his commandments and his testimonies and his ordinances with all the heart and with all the soul, to establish the words of this covenant, the things written upon this book; and all the people stood in the covenant.
23:4 καὶ ἐνετείλατο ὁ βασιλεὺς τῷ Χελκια τῷ ἱερεῖ τῷ μεγάλῳ καὶ τοῖς ἱερεῦσιν τῆς δευτερώσεως καὶ τοῖς φυλάσσουσιν τὸν σταθμὸν τοῦ ἐξαγαγεῖν ἐκ τοῦ ναοῦ κυρίου πάντα τὰ σκεύη τὰ πεποιημένα τῷ Βααλ καὶ τῷ ἄλσει καὶ πάσῃ τῇ δυνάμει τοῦ οὐρανοῦ καὶ κατέκαυσεν αὐτὰ ἔξω Ιερουσαλημ ἐν σαδημωθ Κεδρων καὶ ἔλαβεν τὸν χοῦν αὐτῶν εἰς Βαιθηλ王吩咐大祭司希勒家、副班的祭司們和把守門檻的人,把為巴力、為神林和為天上萬象所造的一切器皿都從耶和華的殿裡搬出去;他就在耶路撒冷外汲淪的撒底摩把它們燒了,又把灰帶到伯特利去。And the king commanded Chelkias the high priest and the priests of the second order and those who kept the threshold, to bring out of the temple of the Lord all the vessels that had been made for Baal and for the grove and for all the host of heaven; and he burned them outside Ierousalem in the sademoth of Kedron, and he carried their dust to Baithel.
23:5 καὶ κατέπαυσεν τοὺς χωμαριμ οὓς ἔδωκαν βασιλεῖς Ιουδα καὶ ἐθυμίων ἐν τοῖς ὑψηλοῖς καὶ ἐν ταῖς πόλεσιν Ιουδα καὶ τοῖς περικύκλῳ Ιερουσαλημ καὶ τοὺς θυμιῶντας τῷ Βααλ καὶ τῷ ἡλίῳ καὶ τῇ σελήνῃ καὶ τοῖς μαζουρωθ καὶ πάσῃ τῇ δυνάμει τοῦ οὐρανοῦ他又廢去猶大列王所立的基瑪琳,就是在猶大各城和耶路撒冷四圍的邱壇上燒香的;也廢去那些向巴力、向日、向月、向瑪梭羅並天上萬象燒香的人。And he put down the chomarim whom the kings of Iouda had appointed, and who burned incense on the high places and in the cities of Iouda and round about Ierousalem, and those who burned incense to Baal and to the sun and to the moon and to the mazouroth and to all the host of heaven.
23:6 καὶ ἐξήνεγκεν τὸ ἄλσος ἐξ οἴκου κυρίου ἔξωθεν Ιερουσαλημ εἰς τὸν χειμάρρουν Κεδρων καὶ κατέκαυσεν αὐτὸν ἐν τῷ χειμάρρῳ Κεδρων καὶ ἐλέπτυνεν εἰς χοῦν καὶ ἔρριψεν τὸν χοῦν αὐτοῦ εἰς τὸν τάφον τῶν υἱῶν τοῦ λαοῦ他把神林從耶和華的殿裡搬出去,運到耶路撒冷外汲淪溪,在汲淪溪邊燒了,磨碎成灰,又把它的灰撒在平民的墳地上。And he brought out the grove from the house of the Lord, outside Ierousalem to the wadi of Kedron, and he burned it in the wadi of Kedron and ground it to dust, and he threw its dust upon the burial place of the sons of the people.
23:7 καὶ καθεῖλεν τὸν οἶκον τῶν καδησιμ τῶν ἐν τῷ οἴκῳ κυρίου οὗ αἱ γυναῖκες ὕφαινον ἐκεῖ χεττιιν τῷ ἄλσει他又拆毀耶和華殿中迦底西人的房屋,就是婦女在那裡為神林織赫提因的地方。And he pulled down the house of the kadesim that was in the house of the Lord, where the women wove chettiin there for the grove.
23:8 καὶ ἀνήγαγεν πάντας τοὺς ἱερεῖς ἐκ πόλεων Ιουδα καὶ ἐμίανεν τὰ ὑψηλά οὗ ἐθυμίασαν ἐκεῖ οἱ ἱερεῖς ἀπὸ Γαβαα καὶ ἕως Βηρσαβεε καὶ καθεῖλεν τὸν οἶκον τῶν πυλῶν τὸν παρὰ τὴν θύραν τῆς πύλης Ιησου ἄρχοντος τῆς πόλεως τῶν ἐξ ἀριστερῶν ἀνδρὸς ἐν τῇ πύλῃ τῆς πόλεως他把猶大各城的祭司都帶上來,又污穢祭司燒香的邱壇,從迦巴直到別是巴;並拆毀門的房屋,就是在城宰約書亞門口旁邊的,在人進城門左邊的。And he brought up all the priests out of the cities of Iouda, and he defiled the high places where the priests had burned incense, from Gabaa even to Bersabee; and he pulled down the house of the gates that was beside the door of the gate of Iesous the ruler of the city, on the left hand of a man at the gate of the city.
23:9 πλὴν οὐκ ἀνέβησαν οἱ ἱερεῖς τῶν ὑψηλῶν πρὸς τὸ θυσιαστήριον κυρίου ἐν Ιερουσαλημ ὅτι εἰ μὴ ἔφαγον ἄζυμα ἐν μέσῳ τῶν ἀδελφῶν αὐτῶν只是邱壇的祭司不上耶路撒冷耶和華的壇那裡去,他們不過在自己弟兄中間吃無酵餅。Only the priests of the high places did not go up to the altar of the Lord in Ierousalem, but they only ate unleavened bread in the midst of their brothers.
23:10 καὶ ἐμίανεν τὸν Ταφεθ τὸν ἐν φάραγγι υἱοῦ Εννομ τοῦ διάγειν ἄνδρα τὸν υἱὸν αὐτοῦ καὶ ἄνδρα τὴν θυγατέρα αὐτοῦ τῷ Μολοχ ἐν πυρί他又污穢欣嫩子谷中的陀斐特,使人不得使自己的兒子或自己的女兒經火獻給摩洛。And he defiled Tapheth, which is in the ravine of the son of Ennom, so that no man should pass his son or his daughter through the fire to Moloch.
23:11 καὶ κατέπαυσεν τοὺς ἵππους οὓς ἔδωκαν βασιλεῖς Ιουδα τῷ ἡλίῳ ἐν τῇ εἰσόδῳ οἴκου κυρίου εἰς τὸ γαζοφυλάκιον Ναθαν βασιλέως τοῦ εὐνούχου ἐν φαρουριμ καὶ τὸ ἅρμα τοῦ ἡλίου κατέκαυσεν πυρί他廢去猶大列王獻給日頭的馬,就是在耶和華殿的入口處、通往太監拿單王的庫房、在法路林那裡的;又把日頭的車用火焚燒。And he put down the horses which the kings of Iouda had given to the sun, at the entrance of the house of the Lord, toward the treasury of Nathan the king, the eunuch, in pharourim; and the chariot of the sun he burned with fire.
23:12 καὶ τὰ θυσιαστήρια τὰ ἐπὶ τοῦ δώματος τοῦ ὑπερῴου Αχαζ ἃ ἐποίησαν βασιλεῖς Ιουδα καὶ τὰ θυσιαστήρια ἃ ἐποίησεν Μανασσης ἐν ταῖς δυσὶν αὐλαῖς οἴκου κυρίου καὶ καθεῖλεν ὁ βασιλεὺς καὶ κατέσπασεν ἐκεῖθεν καὶ ἔρριψεν τὸν χοῦν αὐτῶν εἰς τὸν χειμάρρουν Κεδρων至於亞哈斯樓房頂上的壇,就是猶大列王所造的,又有瑪拿西在耶和華殿兩院中所造的壇,王都拆毀了,從那裡打碎下來,又把它們的灰倒在汲淪溪裡。And the altars that were on the roof of the upper chamber of Achaz, which the kings of Iouda had made, and the altars which Manasses had made in the two courts of the house of the Lord, the king pulled down and broke in pieces from there, and he threw their dust into the wadi of Kedron.
23:13 καὶ τὸν οἶκον τὸν ἐπὶ πρόσωπον Ιερουσαλημ τὸν ἐκ δεξιῶν τοῦ ὄρους τοῦ Μοσοαθ ὃν ᾠκοδόμησεν Σαλωμων βασιλεὺς Ισραηλ τῇ Ἀστάρτῃ προσοχθίσματι Σιδωνίων καὶ τῷ Χαμως προσοχθίσματι Μωαβ καὶ τῷ Μολχολ βδελύγματι υἱῶν Αμμων ἐμίανεν ὁ βασιλεύς在耶路撒冷對面、摩索押山右邊的殿宇,就是以色列王所羅門為西頓人所憎惡的亞斯她錄、為摩押所憎惡的基抹、為亞捫人可憎的摩勒公所建造的,王都污穢了。And the house that was before Ierousalem, on the right of the mount of Mosoath, which Salomon king of Israel had built to Astarte the abomination of the Sidonians, and to Chamos the abomination of Moab, and to Molchol the detestable thing of the sons of Ammon, the king defiled.
23:14 καὶ συνέτριψεν τὰς στήλας καὶ ἐξωλέθρευσεν τὰ ἄλση καὶ ἔπλησεν τοὺς τόπους αὐτῶν ὀστέων ἀνθρώπων他打碎石柱,滅絕神林,又用人的骨頭填滿那些地方。And he broke in pieces the pillars and utterly destroyed the groves, and he filled their places with the bones of men.
23:15 καί γε τὸ θυσιαστήριον τὸ ἐν Βαιθηλ τὸ ὑψηλόν ὃ ἐποίησεν Ιεροβοαμ υἱὸς Ναβατ ὃς ἐξήμαρτεν τὸν Ισραηλ καί γε τὸ θυσιαστήριον ἐκεῖνο καὶ τὸ ὑψηλὸν κατέσπασεν καὶ συνέτριψεν τοὺς λίθους αὐτοῦ καὶ ἐλέπτυνεν εἰς χοῦν καὶ κατέκαυσεν τὸ ἄλσος並且伯特利的壇,就是尼八的兒子耶羅波安所築、使以色列陷在罪裡的那座邱壇;那壇和邱壇他都拆毀了,又把壇的石頭打碎,磨成灰,並燒了神林。Moreover the altar that was in Baithel, the high place which Ieroboam son of Nabat had made, who caused Israel to sin—that altar too and the high place he pulled down, and he broke its stones in pieces and ground them to dust, and he burned the grove.
23:16 καὶ ἐξένευσεν Ιωσιας καὶ εἶδεν τοὺς τάφους τοὺς ὄντας ἐκεῖ ἐν τῇ πόλει καὶ ἀπέστειλεν καὶ ἔλαβεν τὰ ὀστᾶ ἐκ τῶν τάφων καὶ κατέκαυσεν ἐπὶ τὸ θυσιαστήριον καὶ ἐμίανεν αὐτὸ κατὰ τὸ ῥῆμα κυρίου ὃ ἐλάλησεν ὁ ἄνθρωπος τοῦ θεοῦ ἐν τῷ ἑστάναι Ιεροβοαμ ἐν τῇ ἑορτῇ ἐπὶ τὸ θυσιαστήριον καὶ ἐπιστρέψας ἦρεν τοὺς ὀφθαλμοὺς αὐτοῦ ἐπὶ τὸν τάφον τοῦ ἀνθρώπου τοῦ θεοῦ τοῦ λαλήσαντος τοὺς λόγους τούτους約西亞轉身,看見那裡城中的墳墓,就打發人取出墳裡的骸骨,燒在壇上,污穢了那壇,正如耶和華的話,就是神人在耶羅波安於節期站在壇旁時所宣告的;約西亞回過身來,舉目看那說這些話的神人的墳墓。And Iosias turned aside and saw the tombs that were there in the city, and he sent and took the bones out of the tombs and burned them upon the altar and defiled it, according to the word of the Lord which the man of God spoke when Ieroboam stood at the feast by the altar. And turning about he lifted up his eyes toward the tomb of the man of God who had spoken these words.
23:17 καὶ εἶπεν τί τὸ σκόπελον ἐκεῖνο ὃ ἐγὼ ὁρῶ καὶ εἶπον αὐτῷ οἱ ἄνδρες τῆς πόλεως ὁ ἄνθρωπος τοῦ θεοῦ ἐστιν ὁ ἐξεληλυθὼς ἐξ Ιουδα καὶ ἐπικαλεσάμενος τοὺς λόγους τούτους οὓς ἐπεκαλέσατο ἐπὶ τὸ θυσιαστήριον Βαιθηλ他說:我所看見的那座石碑是甚麼呢?城裡的人對他說:那是從猶大出來的神人,他曾宣告這些話攻擊伯特利的壇。And he said: What is that monument which I see? And the men of the city said to him: It is the man of God who came out of Iouda and called out these words which he called out against the altar of Baithel.
23:18 καὶ εἶπεν ἄφετε αὐτό ἀνὴρ μὴ κινησάτω τὰ ὀστᾶ αὐτοῦ καὶ ἐρρύσθησαν τὰ ὀστᾶ αὐτοῦ μετὰ τῶν ὀστῶν τοῦ προφήτου τοῦ ἥκοντος ἐκ Σαμαρείας王說:由他罷,不要有人動他的骸骨。他的骸骨就與那從撒瑪利亞來的先知的骸骨一同保全了。And he said: Let it be; let no man move his bones. And his bones were spared together with the bones of the prophet who had come from Samaria.
23:19 καί γε εἰς πάντας τοὺς οἴκους τῶν ὑψηλῶν τοὺς ἐν ταῖς πόλεσιν Σαμαρείας οὓς ἐποίησαν βασιλεῖς Ισραηλ παροργίζειν κύριον ἀπέστησεν Ιωσιας καὶ ἐποίησεν ἐν αὐτοῖς πάντα τὰ ἔργα ἃ ἐποίησεν ἐν Βαιθηλ並且撒瑪利亞各城中一切邱壇的殿宇,就是以色列諸王所造、惹耶和華發怒的,約西亞都除掉了,並照著他在伯特利所行的一切事,向它們行了。Moreover all the houses of the high places that were in the cities of Samaria, which the kings of Israel had made to provoke the Lord, Iosias removed, and he did to them according to all the deeds that he had done at Baithel.