Deuteronomy 28 (Part 1 of 2) read aloud in Koine Greek, with Chinese and English subtitles and verse-level navigation. And it shall be, when you cross the Jordan into the land whic
28:1 καὶ ἔσται ὡς ἂν διαβῆτε τὸν Ιορδάνην εἰς τὴν γῆν ἣν κύριος ὁ θεὸς ὑμῶν δίδωσιν ὑμῖν ἐὰν ἀκοῇ εἰσακούσητε τῆς φωνῆς κυρίου τοῦ θεοῦ ὑμῶν φυλάσσειν καὶ ποιεῖν πάσας τὰς ἐντολὰς αὐτοῦ ἃς ἐγὼ ἐντέλλομαί σοι σήμερον καὶ δώσει σε κύριος ὁ θεός σου ὑπεράνω πάντων τῶν ἐθνῶν τῆς γῆς你們過約旦河、進入主你們的神所賜給你們之地的時候,你們若留心聽從主你們神的聲音,謹守遵行我今日所吩咐你的一切誡命,主你的神就必使你超乎地上的萬國之上。And it shall be, when you cross the Jordan into the land which the Lord your God gives you, if by hearing you listen to the voice of the Lord your God, to keep and to do all his commandments which I command you today, then the Lord your God will set you above all the nations of the earth.
28:2 καὶ ἥξουσιν ἐπὶ σὲ πᾶσαι αἱ εὐλογίαι αὗται καὶ εὑρήσουσίν σε ἐὰν ἀκοῇ ἀκούσῃς τῆς φωνῆς κυρίου τοῦ θεοῦ σου你若留心聽從主你神的聲音,這一切的福必臨到你,必追上你。And all these blessings shall come upon you and find you, if by hearing you listen to the voice of the Lord your God.
28:3 εὐλογημένος σὺ ἐν πόλει καὶ εὐλογημένος σὺ ἐν ἀγρῷ你在城裡必蒙福,你在田間也必蒙福。Blessed are you in city, and blessed are you in field.
28:4 εὐλογημένα τὰ ἔκγονα τῆς κοιλίας σου καὶ τὰ γενήματα τῆς γῆς σου τὰ βουκόλια τῶν βοῶν σου καὶ τὰ ποίμνια τῶν προβάτων σου你腹中的子孫、你地裡的出產、你牛群的犢、你羊群的羔,都必蒙福。Blessed are the offspring of your womb and the produce of your land, the herds of your cattle and the flocks of your sheep.
28:5 εὐλογημέναι αἱ ἀποθῆκαί σου καὶ τὰ ἐγκαταλείμματά σου你的倉庫和你所存留的,都必蒙福。Blessed are your storehouses and your leftovers.
28:6 εὐλογημένος σὺ ἐν τῷ εἰσπορεύεσθαί σε καὶ εὐλογημένος σὺ ἐν τῷ ἐκπορεύεσθαί σε你進來必蒙福,你出去也必蒙福。Blessed are you in your coming in, and blessed are you in your going out.
28:7 παραδῷ κύριος ὁ θεός σου τοὺς ἐχθρούς σου τοὺς ἀνθεστηκότας σοι συντετριμμένους πρὸ προσώπου σου ὁδῷ μιᾷ ἐξελεύσονται πρὸς σὲ καὶ ἐν ἑπτὰ ὁδοῖς φεύξονται ἀπὸ προσώπου σου願主你的神把起來敵擋你的仇敵交在你面前被擊潰;他們從一條路出來攻擊你,必從七條路在你面前逃跑。May the Lord your God deliver up your enemies who rise against you, shattered before your face; by one way they shall come out against you, and by seven ways they shall flee from before you.
28:8 ἀποστείλαι κύριος ἐπὶ σὲ τὴν εὐλογίαν ἐν τοῖς ταμιείοις σου καὶ ἐν πᾶσιν οὗ ἂν ἐπιβάλῃς τὴν χεῖρά σου ἐπὶ τῆς γῆς ἧς κύριος ὁ θεός σου δίδωσίν σοι願主降福與你的倉庫,以及你在主你神所賜你之地上一切動手去做的事。May the Lord send upon you the blessing in your storehouses and in everything on which you lay your hand, in the land which the Lord your God gives you.
28:9 ἀναστήσαι σε κύριος ὁ θεός σου ἑαυτῷ λαὸν ἅγιον ὃν τρόπον ὤμοσεν τοῖς πατράσιν σου ἐὰν εἰσακούσῃς τῆς φωνῆς κυρίου τοῦ θεοῦ σου καὶ πορευθῇς ἐν ταῖς ὁδοῖς αὐτοῦ你若聽從主你神的聲音,行在他的道路中,願主你的神照著他向你列祖所起的誓,立你作歸他自己的聖潔子民。May the Lord your God raise you up for himself as a holy people, in the manner he swore to your fathers, if you listen to the voice of the Lord your God and walk in his ways.
28:10 καὶ ὄψονταί σε πάντα τὰ ἔθνη τῆς γῆς ὅτι τὸ ὄνομα κυρίου ἐπικέκληταί σοι καὶ φοβηθήσονταί σε地上的萬民必看見主的名已經稱在你身上,他們就必懼怕你。And all the nations of the earth shall see you, that the name of the Lord has been called upon you, and they shall fear you.
28:11 καὶ πληθυνεῖ σε κύριος ὁ θεός σου εἰς ἀγαθὰ ἐπὶ τοῖς ἐκγόνοις τῆς κοιλίας σου καὶ ἐπὶ τοῖς γενήμασιν τῆς γῆς σου καὶ ἐπὶ τοῖς ἐκγόνοις τῶν κτηνῶν σου ἐπὶ τῆς γῆς ἧς ὤμοσεν κύριος τοῖς πατράσιν σου δοῦναί σοι在主向你列祖起誓要賜給你的地上,主你的神必使你腹中的子孫、你地裡的出產、你牲畜所生的,都增多而得福。And the Lord your God will multiply you for good things, in the offspring of your womb and in the produce of your land and in the offspring of your cattle, in the land which the Lord swore to your fathers to give you.
28:12 ἀνοίξαι σοι κύριος τὸν θησαυρὸν αὐτοῦ τὸν ἀγαθόν τὸν οὐρανόν δοῦναι τὸν ὑετὸν τῇ γῇ σου ἐπὶ καιροῦ αὐτοῦ εὐλογῆσαι πάντα τὰ ἔργα τῶν χειρῶν σου καὶ δανιεῖς ἔθνεσιν πολλοῖς σὺ δὲ οὐ δανιῇ καὶ ἄρξεις σὺ ἐθνῶν πολλῶν σοῦ δὲ οὐκ ἄρξουσιν願主為你開他美好的府庫,就是諸天,按時降雨在你的地上,賜福你手中的一切工作;你必借給多國,自己卻不必借貸;你必管轄多國,他們卻不管轄你。May the Lord open to you his good treasury, the heaven, to give the rain to your land in its season, to bless all the works of your hands; and you shall lend to many nations, but you shall not borrow; and you shall rule over many nations, but they shall not rule over you.
28:13 καταστήσαι σε κύριος ὁ θεός σου εἰς κεφαλὴν καὶ μὴ εἰς οὐράν καὶ ἔσῃ τότε ἐπάνω καὶ οὐκ ἔσῃ ὑποκάτω ἐὰν ἀκούσῃς τῶν ἐντολῶν κυρίου τοῦ θεοῦ σου ὅσα ἐγὼ ἐντέλλομαί σοι σήμερον φυλάσσειν καὶ ποιεῖν你若聽從主你神的誡命,就是我今日所吩咐你謹守遵行的,願主你的神使你作首不作尾;你那時必居上,不居下。May the Lord your God make you head and not tail; and you shall then be above and shall not be beneath, if you listen to the commandments of the Lord your God, as many as I command you today to keep and to do.
28:14 οὐ παραβήσῃ ἀπὸ πάντων τῶν λόγων ὧν ἐγὼ ἐντέλλομαί σοι σήμερον δεξιὰ οὐδὲ ἀριστερὰ πορεύεσθαι ὀπίσω θεῶν ἑτέρων λατρεύειν αὐτοῖς我今日所吩咐你的一切話,你不可偏離左右,去隨從別神事奉他們。You shall not turn aside from any of the words which I command you today, to the right or to the left, to go after other gods to serve them.
28:15 καὶ ἔσται ἐὰν μὴ εἰσακούσῃς τῆς φωνῆς κυρίου τοῦ θεοῦ σου φυλάσσειν καὶ ποιεῖν πάσας τὰς ἐντολὰς αὐτοῦ ὅσας ἐγὼ ἐντέλλομαί σοι σήμερον καὶ ἐλεύσονται ἐπὶ σὲ πᾶσαι αἱ κατάραι αὗται καὶ καταλήμψονταί σε你若不聽從主你神的聲音,不謹守遵行我今日所吩咐你的一切誡命,這一切的咒詛就必臨到你,追上你。And it shall be, if you do not listen to the voice of the Lord your God, to keep and to do all his commandments which I command you today, then all these curses shall come upon you and overtake you.
28:16 ἐπικατάρατος σὺ ἐν πόλει καὶ ἐπικατάρατος σὺ ἐν ἀγρῷ你在城裡必受咒詛,你在田間也必受咒詛。Cursed are you in city, and cursed are you in field.
28:17 ἐπικατάρατοι αἱ ἀποθῆκαί σου καὶ τὰ ἐγκαταλείμματά σου你的倉庫和你所存留的,都必受咒詛。Cursed are your storehouses and your leftovers.
28:18 ἐπικατάρατα τὰ ἔκγονα τῆς κοιλίας σου καὶ τὰ γενήματα τῆς γῆς σου τὰ βουκόλια τῶν βοῶν σου καὶ τὰ ποίμνια τῶν προβάτων σου你腹中的子孫、你地裡的出產、你牛群的犢、你羊群的羔,都必受咒詛。Cursed are the offspring of your womb and the produce of your land, the herds of your cattle and the flocks of your sheep.
28:19 ἐπικατάρατος σὺ ἐν τῷ ἐκπορεύεσθαί σε καὶ ἐπικατάρατος σὺ ἐν τῷ εἰσπορεύεσθαί σε你出去必受咒詛,你進來也必受咒詛。Cursed are you in your going out, and cursed are you in your coming in.
28:20 ἐξαποστείλαι κύριός σοι τὴν ἔνδειαν καὶ τὴν ἐκλιμίαν καὶ τὴν ἀνάλωσιν ἐπὶ πάντα οὗ ἂν ἐπιβάλῃς τὴν χεῖρά σου ὅσα ἐὰν ποιήσῃς ἕως ἂν ἐξολεθρεύσῃ σε καὶ ἕως ἂν ἀπολέσῃ σε ἐν τάχει διὰ τὰ πονηρὰ ἐπιτηδεύματά σου διότι ἐγκατέλιπές με願主使缺乏、饑荒和耗盡臨到你,臨到你一切動手所做的事上,直到他把你除滅,直到他迅速毀滅你;這是因你所行的惡事,因你離棄了我。May the Lord send upon you want and famine and consumption upon everything on which you lay your hand, whatever you do, until he utterly destroys you and until he destroys you quickly, because of your evil practices, because you forsook me.
28:21 προσκολλήσαι κύριος εἰς σὲ τὸν θάνατον ἕως ἂν ἐξαναλώσῃ σε ἀπὸ τῆς γῆς εἰς ἣν σὺ εἰσπορεύῃ ἐκεῖ κληρονομῆσαι αὐτήν願主使死亡緊貼著你,直到他把你從你所要進去承受為業之地上滅盡。May the Lord make death cling to you, until he consumes you from the land into which you are entering there to inherit it.
28:22 πατάξαι σε κύριος ἀπορίᾳ καὶ πυρετῷ καὶ ῥίγει καὶ ἐρεθισμῷ καὶ φόνῳ καὶ ἀνεμοφθορίᾳ καὶ τῇ ὤχρᾳ καὶ καταδιώξονταί σε ἕως ἂν ἀπολέσωσίν σε願主用困乏、熱病、寒顫、發炎、殺戮、風災和枯黃之災擊打你;這些必追趕你,直到把你毀滅。May the Lord strike you with destitution and fever and chill and inflammation and slaughter and blighting wind and yellowing; and they shall pursue you until they destroy you.
28:23 καὶ ἔσται σοι ὁ οὐρανὸς ὁ ὑπὲρ κεφαλῆς σου χαλκοῦς καὶ ἡ γῆ ἡ ὑποκάτω σου σιδηρᾶ你頭上的天必變為銅,你腳下的地必變為鐵。And the heaven above your head shall be bronze to you, and the earth beneath you iron.
28:24 δῴη κύριος τὸν ὑετὸν τῇ γῇ σου κονιορτόν καὶ χοῦς ἐκ τοῦ οὐρανοῦ καταβήσεται ἐπὶ σέ ἕως ἂν ἐκτρίψῃ σε καὶ ἕως ἂν ἀπολέσῃ σε願主使你地上的雨變為塵土,必有塵沙從天降在你身上,直到他把你滅盡,直到他把你毀滅。May the Lord give the rain of your land as dust, and dust from heaven shall come down upon you until he wears you out and until he destroys you.
28:25 δῴη σε κύριος ἐπικοπὴν ἐναντίον τῶν ἐχθρῶν σου ἐν ὁδῷ μιᾷ ἐξελεύσῃ πρὸς αὐτοὺς καὶ ἐν ἑπτὰ ὁδοῖς φεύξῃ ἀπὸ προσώπου αὐτῶν καὶ ἔσῃ ἐν διασπορᾷ ἐν πάσαις ταῖς βασιλείαις τῆς γῆς願主使你在仇敵面前被擊殺;你從一條路出去攻擊他們,必從七條路在他們面前逃跑;你必在地上萬國中成為飄散的。May the Lord give you over to be cut down before your enemies; by one way you shall go out against them, and by seven ways you shall flee from before them; and you shall be a dispersion among all the kingdoms of the earth.
28:26 καὶ ἔσονται οἱ νεκροὶ ὑμῶν κατάβρωμα τοῖς πετεινοῖς τοῦ οὐρανοῦ καὶ τοῖς θηρίοις τῆς γῆς καὶ οὐκ ἔσται ὁ ἀποσοβῶν你們的屍首必作空中飛鳥和地上走獸的食物,卻無人把牠們趕走。And your dead shall be food for the birds of the heaven and for the beasts of the earth, and there shall be no one to drive them away.
28:27 πατάξαι σε κύριος ἐν ἕλκει Αἰγυπτίῳ ἐν ταῖς ἕδραις καὶ ψώρᾳ ἀγρίᾳ καὶ κνήφῃ ὥστε μὴ δύνασθαί σε ἰαθῆναι願主用埃及的瘡擊打你,長在下體,又用惡性的疥癬和搔癢擊打你,使你不能得醫治。May the Lord strike you with the Egyptian ulcer in the seats, and with wild scab and with itch, so that you cannot be healed.
28:28 πατάξαι σε κύριος παραπληξίᾳ καὶ ἀορασίᾳ καὶ ἐκστάσει διανοίας願主用瘋狂、眼瞎和心智昏亂擊打你。May the Lord strike you with derangement and blindness and bewilderment of mind.
28:29 καὶ ἔσῃ ψηλαφῶν μεσημβρίας ὡσεὶ ψηλαφήσαι ὁ τυφλὸς ἐν τῷ σκότει καὶ οὐκ εὐοδώσει τὰς ὁδούς σου καὶ ἔσῃ τότε ἀδικούμενος καὶ διαρπαζόμενος πάσας τὰς ἡμέρας καὶ οὐκ ἔσται σοι ὁ βοηθῶν你必在正午摸索,如同瞎子在黑暗中摸索一般;他必不使你的道路亨通;你那時必終日受欺壓、被搶奪,卻無人幫助你。And you shall be groping at midday as the blind man gropes in the darkness; and he shall not prosper your ways; and you shall then be wronged and plundered all the days, and there shall be no one to help you.
28:30 γυναῖκα λήμψῃ καὶ ἀνὴρ ἕτερος ἕξει αὐτήν οἰκίαν οἰκοδομήσεις καὶ οὐκ οἰκήσεις ἐν αὐτῇ ἀμπελῶνα φυτεύσεις καὶ οὐ τρυγήσεις αὐτόν你聘定妻子,別人必娶她;你建造房屋,卻不得住在其中;你栽種葡萄園,卻不得收其果子。You shall take a wife, and another man shall have her; you shall build a house, and you shall not dwell in it; you shall plant a vineyard, and you shall not gather its fruit.
28:31 ὁ μόσχος σου ἐσφαγμένος ἐναντίον σου καὶ οὐ φάγῃ ἐξ αὐτοῦ ὁ ὄνος σου ἡρπασμένος ἀπὸ σοῦ καὶ οὐκ ἀποδοθήσεταί σοι τὰ πρόβατά σου δεδομένα τοῖς ἐχθροῖς σου καὶ οὐκ ἔσται σοι ὁ βοηθῶν你的牛犢在你眼前被宰殺,你卻不得吃牠;你的驢從你面前被搶去,不再歸還你;你的羊群被交給你的仇敵,卻無人幫助你。Your calf shall be slaughtered before you, and you shall not eat of it; your donkey shall be seized from you and shall not be given back to you; your sheep shall be given to your enemies, and there shall be no one to help you.
28:32 οἱ υἱοί σου καὶ αἱ θυγατέρες σου δεδομέναι ἔθνει ἑτέρῳ καὶ οἱ ὀφθαλμοί σου βλέψονται σφακελίζοντες εἰς αὐτά καὶ οὐκ ἰσχύσει ἡ χείρ σου你的兒女被交給別國的民;你的眼睛必望著他們,漸漸衰殘,你的手卻無力。Your sons and your daughters shall be given to another nation, and your eyes shall look toward them, wasting away, and your hand shall have no strength.
28:33 τὰ ἐκφόρια τῆς γῆς σου καὶ πάντας τοὺς πόνους σου φάγεται ἔθνος ὃ οὐκ ἐπίστασαι καὶ ἔσῃ ἀδικούμενος καὶ τεθραυσμένος πάσας τὰς ἡμέρας你地裡的出產和你一切的勞苦,必被你所不認識的國民吃盡;你必終日受欺壓、被壓碎。The produce of your land and all your labors a nation which you do not know shall eat up; and you shall be wronged and crushed all the days.
28:34 καὶ ἔσῃ παράπληκτος διὰ τὰ ὁράματα τῶν ὀφθαλμῶν σου ἃ βλέψῃ你必因眼中所看見的景象而癲狂。And you shall be deranged because of the sights of your eyes which you shall see.
28:35 πατάξαι σε κύριος ἐν ἕλκει πονηρῷ ἐπὶ τὰ γόνατα καὶ ἐπὶ τὰς κνήμας ὥστε μὴ δύνασθαί σε ἰαθῆναι ἀπὸ ἴχνους τῶν ποδῶν σου ἕως τῆς κορυφῆς σου願主用毒瘡擊打你的膝和腿,使你從腳掌直到頭頂都不能得醫治。May the Lord strike you with an evil ulcer on the knees and on the shins, so that you cannot be healed, from the sole of your feet to the top of your head.