Joshua 10 (Part 1 of 2) read aloud in Koine Greek, with Chinese and English subtitles and verse-level navigation. And when Adonibezek king of Jerusalem heard that Joshua had taken
10:1 ὡς δὲ ἤκουσεν Αδωνιβεζεκ βασιλεὺς Ιερουσαλημ ὅτι ἔλαβεν Ἰησοῦς τὴν Γαι καὶ ἐξωλέθρευσεν αὐτήν ὃν τρόπον ἐποίησαν τὴν Ιεριχω καὶ τὸν βασιλέα αὐτῆς οὕτως ἐποίησαν τὴν Γαι καὶ τὸν βασιλέα αὐτῆς καὶ ὅτι αὐτομόλησαν οἱ κατοικοῦντες Γαβαων πρὸς Ἰησοῦν καὶ πρὸς Ισραηλ耶路撒冷王亞多尼比色聽見約書亞攻取了艾城,並把城滅絕了-他們怎樣待耶利哥和耶利哥的王,也照樣待艾城和艾城的王-又聽見基遍的居民已經投降約書亞和以色列,And when Adonibezek king of Jerusalem heard that Joshua had taken Ai and utterly destroyed it—just as they did to Jericho and its king, so they did to Ai and its king—and that the inhabitants of Gabaon had gone over to Joshua and to Israel,
10:2 καὶ ἐφοβήθησαν ἐν αὐτοῖς σφόδρα ᾔδει γὰρ ὅτι μεγάλη πόλις Γαβαων ὡσεὶ μία τῶν μητροπόλεων καὶ πάντες οἱ ἄνδρες αὐτῆς ἰσχυροί他們就在他們中間大大懼怕;因為他知道基遍是座大城,如同一座都城,城中的人又都強壯。they were exceedingly afraid among them; for he knew that Gabaon was a great city, like one of the mother-cities, and all its men were mighty.
10:3 καὶ ἀπέστειλεν Αδωνιβεζεκ βασιλεὺς Ιερουσαλημ πρὸς Αιλαμ βασιλέα Χεβρων καὶ πρὸς Φιδων βασιλέα Ιεριμουθ καὶ πρὸς Ιεφθα βασιλέα Λαχις καὶ πρὸς Δαβιρ βασιλέα Οδολλαμ λέγων耶路撒冷王亞多尼比色就打發人去見希伯崙王艾蘭、耶利末王非頓、拉吉王耶弗他,和俄杜蘭王底璧,說:And Adonibezek king of Jerusalem sent to Ailam king of Chebron and to Phidon king of Ierimouth and to Iephtha king of Lachis and to Dabir king of Odollam, saying:
10:4 δεῦτε ἀνάβητε πρός με καὶ βοηθήσατέ μοι καὶ ἐκπολεμήσωμεν Γαβαων αὐτομόλησαν γὰρ πρὸς Ἰησοῦν καὶ πρὸς τοὺς υἱοὺς Ισραηλ你們上到我這裡來幫助我,我們好攻打基遍;因為基遍已經投降約書亞和以色列子孫了。Come up to me and help me, and let us make war on Gabaon; for they have gone over to Joshua and to the sons of Israel.
10:5 καὶ ἀνέβησαν οἱ πέντε βασιλεῖς τῶν Ιεβουσαίων βασιλεὺς Ιερουσαλημ καὶ βασιλεὺς Χεβρων καὶ βασιλεὺς Ιεριμουθ καὶ βασιλεὺς Λαχις καὶ βασιλεὺς Οδολλαμ αὐτοὶ καὶ πᾶς ὁ λαὸς αὐτῶν καὶ περιεκάθισαν τὴν Γαβαων καὶ ἐξεπολιόρκουν αὐτήν於是耶布斯人的五個王,就是耶路撒冷王、希伯崙王、耶利末王、拉吉王、俄杜蘭王,和他們所有的人民,都上去圍困基遍,攻打那城。And the five kings of the Jebusites went up—the king of Jerusalem and the king of Chebron and the king of Ierimouth and the king of Lachis and the king of Odollam—they and all their people, and they encamped around Gabaon and besieged it.
10:6 καὶ ἀπέστειλαν οἱ κατοικοῦντες Γαβαων πρὸς Ἰησοῦν εἰς τὴν παρεμβολὴν Ισραηλ εἰς Γαλγαλα λέγοντες μὴ ἐκλύσῃς τὰς χεῖράς σου ἀπὸ τῶν παίδων σου ἀνάβηθι πρὸς ἡμᾶς τὸ τάχος καὶ ἐξελοῦ ἡμᾶς καὶ βοήθησον ἡμῖν ὅτι συνηγμένοι εἰσὶν ἐφ’ ἡμᾶς πάντες οἱ βασιλεῖς τῶν Αμορραίων οἱ κατοικοῦντες τὴν ὀρεινήν基遍的居民就打發人到吉甲的以色列營中去見約書亞,說:不要鬆開你的手,不顧你的僕人;求你速速上到我們這裡來,拯救我們,幫助我們;因為住山地的亞摩利諸王都聚集攻擊我們。And the inhabitants of Gabaon sent to Joshua at the camp of Israel at Galgala, saying: Do not slacken your hands from your servants; come up to us quickly and rescue us and help us; for all the kings of the Amorites who dwell in the hill country are gathered against us.
10:7 καὶ ἀνέβη Ἰησοῦς ἐκ Γαλγαλων αὐτὸς καὶ πᾶς ὁ λαὸς ὁ πολεμιστὴς μετ’ αὐτοῦ πᾶς δυνατὸς ἐν ἰσχύι約書亞就從吉甲上去,他和跟隨他的一切戰士,都是大能的勇士。And Joshua went up from Galgala, he and all the fighting people with him, every one mighty in strength.
10:8 καὶ εἶπεν κύριος πρὸς Ἰησοῦν μὴ φοβηθῇς αὐτούς εἰς γὰρ τὰς χεῖράς σου παραδέδωκα αὐτούς οὐχ ὑπολειφθήσεται ἐξ αὐτῶν οὐθεὶς ἐνώπιον ὑμῶν主對約書亞說:不要怕他們,因為我已把他們交在你手中;他們中間必沒有一人在你們面前存留。And the Lord said to Joshua: Do not fear them, for into your hands I have delivered them; not one of them shall be left before you.
10:9 καὶ ἐπιπαρεγένετο ἐπ’ αὐτοὺς Ἰησοῦς ἄφνω ὅλην τὴν νύκτα εἰσεπορεύθη ἐκ Γαλγαλων約書亞就忽然臨到他們那裡;他整夜從吉甲進軍而來。And Joshua came upon them suddenly; the whole night he had marched in from Galgala.
10:10 καὶ ἐξέστησεν αὐτοὺς κύριος ἀπὸ προσώπου τῶν υἱῶν Ισραηλ καὶ συνέτριψεν αὐτοὺς κύριος σύντριψιν μεγάλην ἐν Γαβαων καὶ κατεδίωξαν αὐτοὺς ὁδὸν ἀναβάσεως Ωρωνιν καὶ κατέκοπτον αὐτοὺς ἕως Αζηκα καὶ ἕως Μακηδα耶和華使他們在以色列人面前驚惶;耶和華在基遍大大擊碎他們。以色列人沿著上俄羅寧的路追趕他們,砍殺他們,直到亞西加,直到瑪基大。And the Lord threw them into confusion before the sons of Israel, and the Lord crushed them with a great crushing at Gabaon; and they pursued them by the way of the ascent of Oronin and cut them down as far as Azeka and as far as Makeda.
10:11 ἐν τῷ δὲ φεύγειν αὐτοὺς ἀπὸ προσώπου τῶν υἱῶν Ισραηλ ἐπὶ τῆς καταβάσεως Ωρωνιν καὶ κύριος ἐπέρριψεν αὐτοῖς λίθους χαλάζης ἐκ τοῦ οὐρανοῦ ἕως Αζηκα καὶ ἐγένοντο πλείους οἱ ἀποθανόντες διὰ τοὺς λίθους τῆς χαλάζης ἢ οὓς ἀπέκτειναν οἱ υἱοὶ Ισραηλ μαχαίρᾳ ἐν τῷ πολέμῳ他們在以色列人面前逃跑,正下俄羅寧坡的時候,耶和華從天上把冰雹的石頭降在他們身上,直到亞西加;因冰雹的石頭而死的,比以色列人在戰爭中用刀殺的還多。And as they were fleeing before the sons of Israel on the descent of Oronin, the Lord cast down on them hailstones from heaven as far as Azeka; and those who died from the hailstones were more than those whom the sons of Israel killed with the sword in the battle.
10:12 τότε ἐλάλησεν Ἰησοῦς πρὸς κύριον ᾗ ἡμέρᾳ παρέδωκεν ὁ θεὸς τὸν Αμορραῖον ὑποχείριον Ισραηλ ἡνίκα συνέτριψεν αὐτοὺς ἐν Γαβαων καὶ συνετρίβησαν ἀπὸ προσώπου υἱῶν Ισραηλ καὶ εἶπεν Ἰησοῦς στήτω ὁ ἥλιος κατὰ Γαβαων καὶ ἡ σελήνη κατὰ φάραγγα Αιλων那時,就是神把亞摩利人交在以色列手下的那日,約書亞向耶和華說話;那時神在基遍擊碎他們,他們就在以色列人面前被擊碎。約書亞說:願日頭在基遍之上站住,月亮在艾崙谷之上站住。Then Joshua spoke to the Lord, in the day when God delivered the Amorite into the hand of Israel, when he crushed them at Gabaon and they were crushed before the sons of Israel; and Joshua said: Let the sun stand still over Gabaon, and the moon over the ravine of Ailon.
10:13 καὶ ἔστη ὁ ἥλιος καὶ ἡ σελήνη ἐν στάσει ἕως ἠμύνατο ὁ θεὸς τοὺς ἐχθροὺς αὐτῶν καὶ ἔστη ὁ ἥλιος κατὰ μέσον τοῦ οὐρανοῦ οὐ προεπορεύετο εἰς δυσμὰς εἰς τέλος ἡμέρας μιᾶς日頭和月亮就站住不動,直到神擊退了他們的仇敵。日頭停在天當中,不向西前行,直到滿了一日。And the sun and the moon stood still until God drove back their enemies. And the sun stood in the middle of heaven; it did not go forward toward the west until the completion of one whole day.
10:14 καὶ οὐκ ἐγένετο ἡμέρα τοιαύτη οὐδὲ τὸ πρότερον οὐδὲ τὸ ἔσχατον ὥστε ἐπακοῦσαι θεὸν ἀνθρώπου ὅτι κύριος συνεπολέμησεν τῷ Ισραηλ無論在先在後,都沒有這樣的日子,使神聽從一個人;因為耶和華與以色列一同爭戰。And there was no day like it, neither before nor after, that God should hearken to a man; for the Lord fought together with Israel.
10:16 καὶ ἔφυγον οἱ πέντε βασιλεῖς οὗτοι καὶ κατεκρύβησαν εἰς τὸ σπήλαιον τὸ ἐν Μακηδα這五個王逃跑,藏在瑪基大的洞裡。And these five kings fled and hid themselves in the cave at Makeda.
10:17 καὶ ἀπηγγέλη τῷ Ἰησοῦ λέγοντες εὕρηνται οἱ πέντε βασιλεῖς κεκρυμμένοι ἐν τῷ σπηλαίῳ τῷ ἐν Μακηδα有人報告約書亞說:那五個王已經找到了,藏在瑪基大的洞裡。And it was reported to Joshua, saying: The five kings have been found, hidden in the cave at Makeda.
10:18 καὶ εἶπεν Ἰησοῦς κυλίσατε λίθους ἐπὶ τὸ στόμα τοῦ σπηλαίου καὶ καταστήσατε ἄνδρας φυλάσσειν ἐπ’ αὐτούς約書亞說:把石頭滾到洞口,派人看守他們。And Joshua said: Roll stones to the mouth of the cave, and set men to guard them.
10:19 ὑμεῖς δὲ μὴ ἑστήκατε καταδιώκοντες ὀπίσω τῶν ἐχθρῶν ὑμῶν καὶ καταλάβετε τὴν οὐραγίαν αὐτῶν καὶ μὴ ἀφῆτε εἰσελθεῖν εἰς τὰς πόλεις αὐτῶν παρέδωκεν γὰρ αὐτοὺς κύριος ὁ θεὸς ἡμῶν εἰς τὰς χεῖρας ἡμῶν你們卻不可站住;要追趕你們的仇敵,截住他們的後隊,不容他們進自己的城;因為耶和華我們的神已把他們交在我們手中。But as for you, do not stand still; pursue after your enemies and cut off their rear guard, and do not allow them to enter their cities; for the Lord our God has delivered them into our hands.
10:20 καὶ ἐγένετο ὡς κατέπαυσεν Ἰησοῦς καὶ πᾶς υἱὸς Ισραηλ κόπτοντες αὐτοὺς κοπὴν μεγάλην σφόδρα ἕως εἰς τέλος καὶ οἱ διασῳζόμενοι διεσώθησαν εἰς τὰς πόλεις τὰς ὀχυράς約書亞和以色列眾子極其大大地擊殺他們,直到滅盡;他們住手的時候,逃脫的人就逃進堅固城去了。And it came about, when Joshua and every son of Israel left off cutting them down with an exceedingly great slaughter until they were finished, that those who escaped got away into the fortified cities.
10:21 καὶ ἀπεστράφη πᾶς ὁ λαὸς πρὸς Ἰησοῦν εἰς Μακηδα ὑγιεῖς καὶ οὐκ ἔγρυξεν οὐθεὶς τῶν υἱῶν Ισραηλ τῇ γλώσσῃ αὐτοῦ眾百姓都平平安安回到瑪基大約書亞那裡;以色列人中沒有一個用舌頭出聲抱怨。And all the people returned safe to Joshua at Makeda; and not one of the sons of Israel muttered with his tongue.
10:22 καὶ εἶπεν Ἰησοῦς ἀνοίξατε τὸ σπήλαιον καὶ ἐξαγάγετε τοὺς πέντε βασιλεῖς τούτους ἐκ τοῦ σπηλαίου約書亞說:打開洞口,把那五個王從洞裡帶出來。And Joshua said: Open the cave and bring out these five kings from the cave.