Amos 3 read aloud in Koine Greek, with Chinese and English subtitles and verse-level navigation. Hear this word which the Lord spoke against you, O house of Israel, and against eve
3:1 ἀκούσατε τὸν λόγον τοῦτον ὃν ἐλάλησεν κύριος ἐφ’ ὑμᾶς οἶκος Ισραηλ καὶ κατὰ πάσης φυλῆς ἧς ἀνήγαγον ἐκ γῆς Αἰγύπτου λέγων以色列家啊,你們要聽主攻擊你們所說的這話,就是攻擊我從埃及地領上來的各族所說的;他說:Hear this word which the Lord spoke against you, O house of Israel, and against every tribe which I brought up out of the land of Egypt, saying:
3:2 πλὴν ὑμᾶς ἔγνων ἐκ πασῶν φυλῶν τῆς γῆς διὰ τοῦτο ἐκδικήσω ἐφ’ ὑμᾶς πάσας τὰς ἁμαρτίας ὑμῶν在地上萬族中,我只認識了你們;因此我必向你們追討你們一切的罪。You only have I known out of all the tribes of the earth; therefore I will punish upon you all your sins.
3:3 εἰ πορεύσονται δύο ἐπὶ τὸ αὐτὸ καθόλου ἐὰν μὴ γνωρίσωσιν ἑαυτούς二人若不彼此認識,豈能一同行走呢?Shall two walk together at all, unless they have made themselves known to one another?
3:4 εἰ ἐρεύξεται λέων ἐκ τοῦ δρυμοῦ αὐτοῦ θήραν οὐκ ἔχων εἰ δώσει σκύμνος φωνὴν αὐτοῦ ἐκ τῆς μάνδρας αὐτοῦ καθόλου ἐὰν μὴ ἁρπάσῃ τι獅子若沒有抓到獵物,豈能在林中吼叫呢?少壯獅子若沒有抓著甚麼,豈能從洞裡發聲呢?Will a lion roar out of his thicket when he has no prey? Will a lion's cub utter his voice out of his den at all, unless he has seized something?
3:5 εἰ πεσεῖται ὄρνεον ἐπὶ τὴν γῆν ἄνευ ἰξευτοῦ εἰ σχασθήσεται παγὶς ἐπὶ τῆς γῆς ἄνευ τοῦ συλλαβεῖν τι若沒有捕鳥人,雀鳥豈能落在地上呢?網羅若沒有捕著甚麼,豈能從地上彈起呢?Will a bird fall upon the earth without a fowler? Will a snare spring up from the ground without catching anything?
3:6 εἰ φωνήσει σάλπιγξ ἐν πόλει καὶ λαὸς οὐ πτοηθήσεται εἰ ἔσται κακία ἐν πόλει ἣν κύριος οὐκ ἐποίησεν城中若吹角,百姓豈不驚恐呢?災禍若臨到一城,豈不是主所降的呢?Will a trumpet sound in a city and the people not be terrified? Will there be calamity in a city which the Lord has not done?
3:7 διότι οὐ μὴ ποιήσῃ κύριος ὁ θεὸς πρᾶγμα ἐὰν μὴ ἀποκαλύψῃ παιδείαν αὐτοῦ πρὸς τοὺς δούλους αὐτοῦ τοὺς προφήτας主神若不將他的訓誨啟示他的僕人眾申言者,他就一無所行。For the Lord God will do nothing unless he reveals his instruction to his servants the prophets.
3:8 λέων ἐρεύξεται καὶ τίς οὐ φοβηθήσεται κύριος ὁ θεὸς ἐλάλησεν καὶ τίς οὐ προφητεύσει獅子吼叫,誰不懼怕呢?主神說話,誰能不說預言呢?A lion will roar, and who will not fear? The Lord God has spoken, and who will not prophesy?
3:9 ἀπαγγείλατε χώραις ἐν Ἀσσυρίοις καὶ ἐπὶ τὰς χώρας τῆς Αἰγύπτου καὶ εἴπατε συνάχθητε ἐπὶ τὸ ὄρος Σαμαρείας καὶ ἴδετε θαυμαστὰ πολλὰ ἐν μέσῳ αὐτῆς καὶ τὴν καταδυναστείαν τὴν ἐν αὐτῇ你們要向亞述境內的各地報告,也向埃及的各地報告,說:你們要聚集在撒瑪利亞山上,看那城中許多奇異的事和其中的欺壓。Announce to the regions among the Assyrians, and to the regions of Egypt, and say: Be gathered upon the mountain of Samaria, and see the many astonishing things in her midst, and the oppression that is in her.
3:10 καὶ οὐκ ἔγνω ἃ ἔσται ἐναντίον αὐτῆς λέγει κύριος οἱ θησαυρίζοντες ἀδικίαν καὶ ταλαιπωρίαν ἐν ταῖς χώραις αὐτῶν她卻不知道那將臨到她面前的事。這是主說的。他們在自己的境內積蓄不義和困苦。And she did not know what would come before her, says the Lord; they who store up injustice and misery in their regions.
3:11 διὰ τοῦτο τάδε λέγει κύριος ὁ θεός Τύρος κυκλόθεν ἡ γῆ σου ἐρημωθήσεται καὶ κατάξει ἐκ σοῦ ἰσχύν σου καὶ διαρπαγήσονται αἱ χῶραί σου所以主神如此說:推羅啊,你四圍的地必變荒涼,他必使你的力量從你身上降下,你的境地也必被搶奪。Therefore thus says the Lord God: O Tyre, round about, your land shall be made desolate, and he shall bring down your strength from you, and your regions shall be plundered.
3:12 τάδε λέγει κύριος ὃν τρόπον ὅταν ἐκσπάσῃ ὁ ποιμὴν ἐκ στόματος τοῦ λέοντος δύο σκέλη ἢ λοβὸν ὠτίου οὕτως ἐκσπασθήσονται οἱ υἱοὶ Ισραηλ οἱ κατοικοῦντες ἐν Σαμαρείᾳ κατέναντι φυλῆς καὶ ἐν Δαμασκῷ ἱερεῖς主如此說:牧人怎樣從獅子口中奪回兩條腿或半個耳朵,住在撒瑪利亞、在一族對面的以色列人,也必照樣被奪回;在大馬士革的是祭司。Thus says the Lord: As when the shepherd rescues out of the mouth of the lion two legs or a lobe of an ear, so shall the sons of Israel be rescued, those who dwell in Samaria opposite a tribe, and in Damascus priests.
3:13 ἀκούσατε καὶ ἐπιμαρτύρασθε τῷ οἴκῳ Ιακωβ λέγει κύριος ὁ θεὸς ὁ παντοκράτωρ你們要聽,要向雅各家作見證。這是主神全能者說的。Hear, and testify against the house of Jacob, says the Lord God the Almighty.
3:14 διότι ἐν τῇ ἡμέρᾳ ὅταν ἐκδικῶ ἀσεβείας τοῦ Ισραηλ ἐπ’ αὐτόν καὶ ἐκδικήσω ἐπὶ τὰ θυσιαστήρια Βαιθηλ καὶ κατασκαφήσεται τὰ κέρατα τοῦ θυσιαστηρίου καὶ πεσοῦνται ἐπὶ τὴν γῆν因為在我向以色列追討他不敬虔之事的日子,我必追討伯特利的祭壇;壇角必被刨下,墜落於地。For in the day when I punish the impieties of Israel upon him, I will also punish the altars of Baithel; and the horns of the altar shall be dug down and shall fall to the ground.
3:15 συγχεῶ καὶ πατάξω τὸν οἶκον τὸν περίπτερον ἐπὶ τὸν οἶκον τὸν θερινόν καὶ ἀπολοῦνται οἶκοι ἐλεφάντινοι καὶ προστεθήσονται οἶκοι ἕτεροι πολλοί λέγει κύριος我必攪亂,並擊打那有柱廊的房屋連同那避暑的房屋;象牙的房屋必滅亡,許多別的房屋必被加增。這是主說的。I will confound and strike the colonnaded house together with the summer house; and the ivory houses shall perish, and many other houses shall be added, says the Lord.