Job 6 read aloud in Koine Greek, with Chinese and English subtitles and verse-level navigation. Then Job answered and says:
6:1 ὑπολαβὼν δὲ Ιωβ λέγει約伯回答說:Then Job answered and says:
6:2 εἰ γάρ τις ἱστῶν στήσαι μου τὴν ὀργήν τὰς δὲ ὀδύνας μου ἄραι ἐν ζυγῷ ὁμοθυμαδόν惟願有人把我的忿怒稱一稱,又把我的痛苦一同放在天平上;"Oh that someone would weigh out my anger, and lift up my pains together in a balance;
6:3 καὶ δὴ ἄμμου παραλίας βαρυτέρα ἔσται ἀλλ’ ὡς ἔοικεν τὰ ῥήματά μού ἐστιν φαῦλα那就必比海邊的沙更重;因此看來,我的話是輕率的。then indeed it would be heavier than the sand of the seashore; and so, as it seems, my words are rash.
6:4 βέλη γὰρ κυρίου ἐν τῷ σώματί μού ἐστιν ὧν ὁ θυμὸς αὐτῶν ἐκπίνει μου τὸ αἷμα ὅταν ἄρξωμαι λαλεῖν κεντοῦσί με因為主的箭在我身上,箭的毒氣喝乾我的血;我一開口說話,它們就刺我。For the arrows of the Lord are in my body, whose fury drinks up my blood; whenever I begin to speak, they pierce me.
6:5 τί γάρ μὴ διὰ κενῆς κεκράξεται ὄνος ἄγριος ἀλλ’ ἢ τὰ σῖτα ζητῶν εἰ δὲ καὶ ῥήξει φωνὴν βοῦς ἐπὶ φάτνης ἔχων τὰ βρώματα野驢豈無故嘶叫嗎?牠不是在尋找食物嗎?牛在槽旁有草料,豈會發聲嗎?For what? Does the wild ass bray for nothing, and not rather when seeking food? And will an ox break into a bellow at the manger when it has its fodder?
6:6 εἰ βρωθήσεται ἄρτος ἄνευ ἁλός εἰ δὲ καὶ ἔστιν γεῦμα ἐν ῥήμασιν κενοῖς沒有鹽的食物可吃嗎?空洞的言語裡有甚麼滋味嗎?Shall bread be eaten without salt? And is there any taste in empty words?
6:7 οὐ δύναται γὰρ παύσασθαί μου ἡ ψυχή βρόμον γὰρ ὁρῶ τὰ σῖτά μου ὥσπερ ὀσμὴν λέοντος我的魂不能止息,因為我看我的食物有惡臭,如同獅子的氣味。For my soul cannot rest; for I see my food as a stench, like the smell of a lion.
6:8 εἰ γὰρ δῴη καὶ ἔλθοι μου ἡ αἴτησις καὶ τὴν ἐλπίδα μου δῴη ὁ κύριος惟願我所求的得蒙應允,願主把我所盼望的賜給我。Oh that he would grant it, and my request would come, and that the Lord would grant my hope!
6:9 ἀρξάμενος ὁ κύριος τρωσάτω με εἰς τέλος δὲ μή με ἀνελέτω願主既已開始,就傷害我;只是不要到底把我除滅。Let the Lord, having begun, wound me, but let him not slay me utterly.
6:10 εἴη δέ μου πόλις τάφος ἐφ’ ἧς ἐπὶ τειχέων ἡλλόμην ἐπ’ αὐτῆς οὐ μὴ φείσωμαι οὐ γὰρ ἐψευσάμην ῥήματα ἅγια θεοῦ μου願我的城成為我的墳墓,我曾在它的城牆上跳躍;我必不顧惜自己,因為我沒有違背我神的聖言。Let my city be my tomb, upon whose walls I used to leap; I will not spare myself, for I have not lied against the holy words of my God.
6:11 τίς γάρ μου ἡ ἰσχύς ὅτι ὑπομένω ἢ τίς μου ὁ χρόνος ὅτι ἀνέχεταί μου ἡ ψυχή我有甚麼力量,還能等候?我的年日有多少,叫我的魂還能忍耐?For what is my strength, that I endure? Or what is my time, that my soul holds out?
6:12 μὴ ἰσχὺς λίθων ἡ ἰσχύς μου ἢ αἱ σάρκες μού εἰσιν χάλκειαι我的力量豈是石頭的力量?我的肉體豈是銅的嗎?Is my strength the strength of stones, or is my flesh of bronze?
6:13 ἦ οὐκ ἐπ’ αὐτῷ ἐπεποίθειν βοήθεια δὲ ἀπ’ ἐμοῦ ἄπεστιν我豈不是曾倚靠祂嗎?幫助卻離我遠去。Did I not trust in him? Yet help is far from me.
6:14 ἀπείπατό με ἔλεος ἐπισκοπὴ δὲ κυρίου ὑπερεῖδέν με憐憫離棄了我,主的眷顧也不看顧我。Mercy has renounced me, and the Lord's oversight has overlooked me.
6:15 οὐ προσεῖδόν με οἱ ἐγγύτατοί μου ὥσπερ χειμάρρους ἐκλείπων ἢ ὥσπερ κῦμα παρῆλθόν με我至近的親友不顧念我;他們像枯竭的溪流,又像波浪從我身邊流過。My nearest kin did not look upon me; like a failing torrent, or like a wave, they passed me by.
6:16 οἵτινές με διευλαβοῦντο νῦν ἐπιπεπτώκασίν μοι ὥσπερ χιὼν ἢ κρύσταλλος πεπηγώς從前敬畏我的人,如今撲到我身上,如同雪或凝結的冰。Those who stood in awe of me have now fallen upon me like snow or frozen ice.
6:17 καθὼς τακεῖσα θέρμης γενομένης οὐκ ἐπεγνώσθη ὅπερ ἦν及至天氣轉熱,它融化了,就認不出它原來是甚麼。As when, melting at the coming of heat, it was not recognized for what it was.
6:18 οὕτως κἀγὼ κατελείφθην ὑπὸ πάντων ἀπωλόμην δὲ καὶ ἔξοικος ἐγενόμην我也是這樣被眾人撇棄;我滅亡了,成了無家可歸的人。So I too have been abandoned by all; I perished and became homeless.
6:19 ἴδετε ὁδοὺς Θαιμανων ἀτραποὺς Σαβων οἱ διορῶντες你們這些留意觀看的人,且看提幔的道路、示巴的小徑。Look at the roads of Thaiman, the paths of Saba, you who look closely.
6:20 καὶ αἰσχύνην ὀφειλήσουσιν οἱ ἐπὶ πόλεσιν καὶ χρήμασιν πεποιθότες那些倚靠城邑和財物的人,必要蒙羞。And those who trusted in cities and riches will owe shame.
6:21 ἀτὰρ δὲ καὶ ὑμεῖς ἐπέβητέ μοι ἀνελεημόνως ὥστε ἰδόντες τὸ ἐμὸν τραῦμα φοβήθητε如今你們也毫無憐憫地欺壓我,以致你們看見我的創傷就害怕。But you also have set upon me without mercy, so that seeing my wound you were afraid.
6:22 τί γάρ μή τι ὑμᾶς ᾔτησα ἢ τῆς παρ’ ὑμῶν ἰσχύος ἐπιδέομαι我何曾向你們求過甚麼?我何曾需要你們的力量,For what? Did I ask anything of you, or do I need help from your strength,
6:23 ὥστε σῶσαί με ἐξ ἐχθρῶν ἢ ἐκ χειρὸς δυναστῶν ῥύσασθαί με叫你們救我脫離仇敵,或救我脫離強權者的手嗎?so as to save me from enemies, or to deliver me from the hand of the mighty?
6:24 διδάξατέ με ἐγὼ δὲ κωφεύσω εἴ τι πεπλάνημαι φράσατέ μοι你們教導我,我就默不作聲;我在甚麼事上錯了,請指明給我。Teach me, and I will be silent; if I have gone astray in anything, tell me.
6:25 ἀλλ’ ὡς ἔοικεν φαῦλα ἀληθινοῦ ῥήματα οὐ γὰρ παρ’ ὑμῶν ἰσχὺν αἰτοῦμαι看來,真誠人的話竟被看為輕賤;我並不是向你們求力量。But, as it seems, the words of a truthful man are held cheap; for I do not ask strength from you.
6:26 οὐδὲ ὁ ἔλεγχος ὑμῶν ῥήμασίν με παύσει οὐδὲ γὰρ ὑμῶν φθέγμα ῥήματος ἀνέξομαι你們的責備也不能用言語止住我;你們一句話的聲音,我也不能忍受。Neither will your reproof stop me with words, nor indeed will I bear the utterance of your speech.
6:27 πλὴν ὅτι ἐπ’ ὀρφανῷ ἐπιπίπτετε ἐνάλλεσθε δὲ ἐπὶ φίλῳ ὑμῶν你們竟撲向孤兒,又踐踏自己的朋友。Only that you fall upon an orphan and leap upon your own friend.
6:28 νυνὶ δὲ εἰσβλέψας εἰς πρόσωπα ὑμῶν οὐ ψεύσομαι如今我正視你們的臉,我必不說謊。But now, having looked into your faces, I will not lie.
6:29 καθίσατε δὴ καὶ μὴ εἴη ἄδικον καὶ πάλιν τῷ δικαίῳ συνέρχεσθε請你們坐下,不要有不義;要再與公義的人同來。Sit down now, and let there be nothing unjust; and come together again with the righteous.
6:30 οὐ γάρ ἐστιν ἐν γλώσσῃ μου ἄδικον ἢ ὁ λάρυγξ μου οὐχὶ σύνεσιν μελετᾷ我的舌頭上並沒有不義,我的喉嚨豈不思想明辨嗎?For there is nothing unjust on my tongue; or does my throat not meditate on understanding?