Psalms 22 read aloud in Koine Greek, with Chinese and English subtitles and verse-level navigation. For the end. Concerning the morning help. A psalm. Of David.
22:0 εἰς τὸ τέλος ὑπὲρ τῆς ἀντιλήμψεως τῆς ἑωθινῆς ψαλμὸς τῷ Δαυιδ為着終結。為了清晨的扶助。大衛的詩。For the end. Concerning the morning help. A psalm. Of David.
22:1 ὁ θεὸς ὁ θεός μου πρόσχες μοι ἵνα τί ἐγκατέλιπές με μακρὰν ἀπὸ τῆς σωτηρίας μου οἱ λόγοι τῶν παραπτωμάτων μου神啊,我的神啊,求你眷顧我;你為甚麼離棄我?我過犯的言語遠離我的拯救。O God, my God, attend to me; why have you forsaken me? Far from my salvation are the words of my transgressions.
22:2 ὁ θεός μου κεκράξομαι ἡμέρας καὶ οὐκ εἰσακούσῃ καὶ νυκτός καὶ οὐκ εἰς ἄνοιαν ἐμοί我的神啊,我白日呼求,你卻不垂聽;我夜間呼求,這在我也不算為愚妄。O my God, I will cry by day, and you will not listen, and by night, and it is not folly for me.
22:3 σὺ δὲ ἐν ἁγίοις κατοικεῖς ὁ ἔπαινος Ισραηλ但你住在聖者中間,你是以色列的讚美。But you dwell among the holy ones, the praise of Israel.
22:4 ἐπὶ σοὶ ἤλπισαν οἱ πατέρες ἡμῶν ἤλπισαν καὶ ἐρρύσω αὐτούς我們的祖宗倚靠你;他們倚靠你,你便搭救他們。In you our fathers hoped; they hoped, and you rescued them.
22:5 πρὸς σὲ ἐκέκραξαν καὶ ἐσώθησαν ἐπὶ σοὶ ἤλπισαν καὶ οὐ κατῃσχύνθησαν他們向你呼求,就得了拯救;他們倚靠你,就不至羞愧。To you they cried out and were saved; in you they hoped and were not put to shame.
22:6 ἐγὼ δέ εἰμι σκώληξ καὶ οὐκ ἄνθρωπος ὄνειδος ἀνθρώπου καὶ ἐξουδένημα λαοῦ但我是蟲,不是人,是人的羞辱,是百姓所藐視的。But I am a worm and not a man, a reproach of mankind and the scorn of the people.
22:7 πάντες οἱ θεωροῦντές με ἐξεμυκτήρισάν με ἐλάλησαν ἐν χείλεσιν ἐκίνησαν κεφαλήν凡看見我的都嗤笑我;他們用嘴唇說話,又搖頭。All who see me have mocked me; they spoke with their lips; they shook their heads.
22:8 ἤλπισεν ἐπὶ κύριον ῥυσάσθω αὐτόν σωσάτω αὐτόν ὅτι θέλει αὐτόν他倚靠了主,就讓主搭救他;主既喜悅他,就讓主拯救他。He hoped in the Lord—let him rescue him; let him save him, since he delights in him.
22:9 ὅτι σὺ εἶ ὁ ἐκσπάσας με ἐκ γαστρός ἡ ἐλπίς μου ἀπὸ μαστῶν τῆς μητρός μου因為你是把我從母腹中拉出來的;我在母親的胸懷時,你就是我的指望。For you are the one who drew me out of the belly, my hope from my mother's breasts.
22:10 ἐπὶ σὲ ἐπερρίφην ἐκ μήτρας ἐκ κοιλίας μητρός μου θεός μου εἶ σύ我自出母胎就被投靠在你身上;從我母親的腹中,你就是我的神。Upon you I was cast from the womb; from my mother's belly you are my God.
22:11 μὴ ἀποστῇς ἀπ’ ἐμοῦ ὅτι θλῖψις ἐγγύς ὅτι οὐκ ἔστιν ὁ βοηθῶν求你不要遠離我,因為患難臨近了,因為沒有人幫助。Do not depart from me, for affliction is near, for there is none to help.
22:12 περιεκύκλωσάν με μόσχοι πολλοί ταῦροι πίονες περιέσχον με許多公牛犢圍繞我,肥壯的公牛把我困住。Many young bulls surrounded me; fat bulls encircled me.
22:13 ἤνοιξαν ἐπ’ ἐμὲ τὸ στόμα αὐτῶν ὡς λέων ὁ ἁρπάζων καὶ ὠρυόμενος牠們向我張口,好像抓撕吼叫的獅子。They opened their mouth against me like a ravening and roaring lion.
22:14 ὡσεὶ ὕδωρ ἐξεχύθην καὶ διεσκορπίσθη πάντα τὰ ὀστᾶ μου ἐγενήθη ἡ καρδία μου ὡσεὶ κηρὸς τηκόμενος ἐν μέσῳ τῆς κοιλίας μου我如水被倒出,我一切的骨頭都散了;我的心在我腹中如蠟熔化。I was poured out like water, and all my bones were scattered; my heart became like wax melting in the midst of my belly.
22:15 ἐξηράνθη ὡς ὄστρακον ἡ ἰσχύς μου καὶ ἡ γλῶσσά μου κεκόλληται τῷ λάρυγγί μου καὶ εἰς χοῦν θανάτου κατήγαγές με我的力量枯乾如瓦片,我的舌頭貼住我的喉嚨;你把我帶到死亡的塵土中。My strength was dried up like a potsherd, and my tongue has stuck to my throat, and you brought me down to the dust of death.
22:16 ὅτι ἐκύκλωσάν με κύνες πολλοί συναγωγὴ πονηρευομένων περιέσχον με ὤρυξαν χεῖράς μου καὶ πόδας因為許多狗圍著我,一群作惡的人環繞我;他們扎了我的手和腳。For many dogs encircled me; a gathering of evildoers surrounded me; they dug my hands and feet.
22:17 ἐξηρίθμησα πάντα τὰ ὀστᾶ μου αὐτοὶ δὲ κατενόησαν καὶ ἐπεῖδόν με我數點了我一切的骨頭;他們卻細看,瞪著眼看我。I counted all my bones; but they observed and looked upon me.
22:18 διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον他們彼此分了我的衣服,又為我的衣著拈鬮。They divided my garments among themselves, and for my clothing they cast lots.
22:19 σὺ δέ κύριε μὴ μακρύνῃς τὴν βοήθειάν μου εἰς τὴν ἀντίλημψίν μου πρόσχες主啊,求你不要把我的幫助挪遠;求你留意扶持我。But you, O Lord, do not put my help far off; attend to my support.
22:20 ῥῦσαι ἀπὸ ῥομφαίας τὴν ψυχήν μου καὶ ἐκ χειρὸς κυνὸς τὴν μονογενῆ μου求你救我的魂脫離刀劍,救我獨一的脫離狗的爪牙。Rescue my soul from the sword, and my only one from the hand of the dog.
22:21 σῶσόν με ἐκ στόματος λέοντος καὶ ἀπὸ κεράτων μονοκερώτων τὴν ταπείνωσίν μου求你救我脫離獅子的口,救我這卑微的脫離獨角獸的角。Save me from the lion's mouth, and my lowliness from the horns of unicorns.
22:22 διηγήσομαι τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου ἐν μέσῳ ἐκκλησίας ὑμνήσω σε我要向我的弟兄述說你的名,在會中頌讚你。I will recount your name to my brothers; in the midst of the assembly I will praise you.
22:23 οἱ φοβούμενοι κύριον αἰνέσατε αὐτόν ἅπαν τὸ σπέρμα Ιακωβ δοξάσατε αὐτόν φοβηθήτωσαν αὐτὸν ἅπαν τὸ σπέρμα Ισραηλ你們敬畏主的人,要讚美他;雅各的一切後裔,都要榮耀他;以色列的一切後裔,都要敬畏他。You who fear the Lord, praise him; all you seed of Jacob, glorify him; let all the seed of Israel fear him.
22:24 ὅτι οὐκ ἐξουδένωσεν οὐδὲ προσώχθισεν τῇ δεήσει τοῦ πτωχοῦ οὐδὲ ἀπέστρεψεν τὸ πρόσωπον αὐτοῦ ἀπ’ ἐμοῦ καὶ ἐν τῷ κεκραγέναι με πρὸς αὐτὸν εἰσήκουσέν μου因為他沒有藐視、也沒有厭惡窮苦人的祈求,也沒有向我掩面;我向他呼求的時候,他就垂聽了。For he did not despise nor loathe the petition of the poor, nor did he turn his face away from me; and when I cried to him, he heard me.
22:25 παρὰ σοῦ ὁ ἔπαινός μου ἐν ἐκκλησίᾳ μεγάλῃ τὰς εὐχάς μου ἀποδώσω ἐνώπιον τῶν φοβουμένων αὐτόν我的讚美是從你而來,在大會中;我要在敬畏他的人面前還我的願。From you comes my praise in the great assembly; I will pay my vows before those who fear him.
22:26 φάγονται πένητες καὶ ἐμπλησθήσονται καὶ αἰνέσουσιν κύριον οἱ ἐκζητοῦντες αὐτόν ζήσονται αἱ καρδίαι αὐτῶν εἰς αἰῶνα αἰῶνος貧窮的人必吃得飽足;尋求主的人必讚美他。他們的心必永永遠遠活著。The needy shall eat and be filled, and those who seek him out will praise the Lord; their hearts shall live forever and ever.
22:27 μνησθήσονται καὶ ἐπιστραφήσονται πρὸς κύριον πάντα τὰ πέρατα τῆς γῆς καὶ προσκυνήσουσιν ἐνώπιόν σου πᾶσαι αἱ πατριαὶ τῶν ἐθνῶν地的四極都要想起主,並且歸向他;列國的萬族都要在你面前敬拜。All the ends of the earth shall remember and turn back to the Lord, and all the families of the nations shall do obeisance before you.
22:28 ὅτι τοῦ κυρίου ἡ βασιλεία καὶ αὐτὸς δεσπόζει τῶν ἐθνῶν因為國度是屬於主的,他是統管列國的。For the kingdom is the Lord's, and he rules over the nations.
22:29 ἔφαγον καὶ προσεκύνησαν πάντες οἱ πίονες τῆς γῆς ἐνώπιον αὐτοῦ προπεσοῦνται πάντες οἱ καταβαίνοντες εἰς τὴν γῆν καὶ ἡ ψυχή μου αὐτῷ ζῇ地上一切肥壯的人都吃了,也敬拜了;凡下到地裡去的,都要在他面前俯伏;我的魂也要為他活著。All the fat ones of the earth ate and did obeisance; before him all who go down into the earth shall fall prostrate; and my soul lives for him.
22:30 καὶ τὸ σπέρμα μου δουλεύσει αὐτῷ ἀναγγελήσεται τῷ κυρίῳ γενεὰ ἡ ἐρχομένη我的後裔必事奉他;將要來的世代必被傳述給主。And my seed shall serve him; the coming generation shall be announced to the Lord.
22:31 καὶ ἀναγγελοῦσιν τὴν δικαιοσύνην αὐτοῦ λαῷ τῷ τεχθησομένῳ ὅτι ἐποίησεν ὁ κύριος他們必向將要生的百姓傳揚他的公義,因為主已經成就了。And they shall declare his righteousness to a people yet to be born, for the Lord has acted.