Job 29 read aloud in Koine Greek, with Chinese and English subtitles and verse-level navigation. And Job, continuing further, said in the prologue:
29:1 ἔτι δὲ προσθεὶς Ιωβ εἶπεν τῷ προοιμίῳ約伯又接續下去,在那序言中說:And Job, continuing further, said in the prologue:
29:2 τίς ἄν με θείη κατὰ μῆνα ἔμπροσθεν ἡμερῶν ὧν με ὁ θεὸς ἐφύλαξεν惟願有人使我如同往月一樣,回到神保守我的那些日子之前。Who might set me as in a month gone by, before the days in which God kept me?
29:3 ὡς ὅτε ηὔγει ὁ λύχνος αὐτοῦ ὑπὲρ κεφαλῆς μου ὅτε τῷ φωτὶ αὐτοῦ ἐπορευόμην ἐν σκότει如同他的燈在我頭上發光的時候,如同我藉他的光行在黑暗中的時候。As when his lamp shone above my head, when by his light I walked in darkness.
29:4 ὅτε ἤμην ἐπιβρίθων ὁδοῖς ὅτε ὁ θεὸς ἐπισκοπὴν ἐποιεῖτο τοῦ οἴκου μου那時我在道路上大有分量,那時神眷顧我的家。When I was weighty in my ways, when God made visitation of my house.
29:5 ὅτε ἤμην ὑλώδης λίαν κύκλῳ δέ μου οἱ παῖδες那時我極其茂盛,我的孩子也在我四圍。When I was very luxuriant, and my children were round about me.
29:6 ὅτε ἐχέοντό μου αἱ ὁδοὶ βουτύρῳ τὰ δὲ ὄρη μου ἐχέοντο γάλακτι那時我的路上流出奶油,我的山岡也流出奶。When my ways flowed with butter, and my mountains flowed with milk.
29:7 ὅτε ἐξεπορευόμην ὄρθριος ἐν πόλει ἐν δὲ πλατείαις ἐτίθετό μου ὁ δίφρος那時我清早出到城中,我的座位設在廣場上。When I went out early in the city, and my seat was set in the broad places.
29:8 ἰδόντες με νεανίσκοι ἐκρύβησαν πρεσβῦται δὲ πάντες ἔστησαν少年人看見我就躲藏,老年人也都站起來。The young men saw me and hid themselves, and all the elders stood up.
29:9 ἁδροὶ δὲ ἐπαύσαντο λαλοῦντες δάκτυλον ἐπιθέντες ἐπὶ στόματι尊大的人止住不說話,用指頭按在口上。The great men ceased speaking, laying a finger upon the mouth.
29:10 οἱ δὲ ἀκούσαντες ἐμακάρισάν με καὶ γλῶσσα αὐτῶν τῷ λάρυγγι αὐτῶν ἐκολλήθη聽見的人都稱我有福,他們的舌頭也貼住上膛。Those who heard called me blessed, and their tongue clung to their throat.
29:11 ὅτι οὖς ἤκουσεν καὶ ἐμακάρισέν με ὀφθαλμὸς δὲ ἰδών με ἐξέκλινεν因為耳朵聽見就稱我有福,眼睛看見我就側身讓路。For the ear heard and called me blessed, and the eye that saw me turned aside.
29:12 διέσωσα γὰρ πτωχὸν ἐκ χειρὸς δυνάστου καὶ ὀρφανῷ ᾧ οὐκ ἦν βοηθός ἐβοήθησα因為我救了窮人脫離強權者的手,也幫助了無人幫助的孤兒。For I delivered the poor out of the hand of the mighty, and helped the orphan who had no helper.
29:13 εὐλογία ἀπολλυμένου ἐπ’ ἐμὲ ἔλθοι στόμα δὲ χήρας με εὐλόγησεν願將亡之人的祝福臨到我;寡婦的口也曾稱頌我。May the blessing of him who was perishing come upon me; and the widow's mouth blessed me.
29:14 δικαιοσύνην δὲ ἐνεδεδύκειν ἠμφιασάμην δὲ κρίμα ἴσα διπλοΐδι我曾以公義為衣穿上,又如同雙層外袍披上公平。I had clothed myself with righteousness, and put on judgement like a double mantle.
29:15 ὀφθαλμὸς ἤμην τυφλῶν ποὺς δὲ χωλῶν我作瞎子的眼,作瘸子的腳。I was an eye to the blind and a foot to the lame.
29:16 ἐγὼ ἤμην πατὴρ ἀδυνάτων δίκην δέ ἣν οὐκ ᾔδειν ἐξιχνίασα我作無力之人的父;我所不認識的案件,我也查究明白。I was a father to the powerless, and I searched out the cause which I did not know.
29:17 συνέτριψα δὲ μύλας ἀδίκων ἐκ δὲ μέσου τῶν ὀδόντων αὐτῶν ἅρπαγμα ἐξέσπασα我打碎了不義之人的臼齒,從他們的牙齒中間奪出所搶的。I broke the molars of the unjust, and plucked the spoil out from between their teeth.
29:18 εἶπα δέ ἡ ἡλικία μου γηράσει ὥσπερ στέλεχος φοίνικος πολὺν χρόνον βιώσω我說過:我的年歲必如棕樹的幹漸漸老去,我要存活許多年日。And I said, My age shall grow old like the trunk of a palm; I shall live a long time.
29:19 ἡ ῥίζα μου διήνοικται ἐπὶ ὕδατος καὶ δρόσος αὐλισθήσεται ἐν τῷ θερισμῷ μου我的根向水敞開,露水必在我的收成上過夜。My root is opened toward water, and dew shall lodge upon my harvest.
29:20 ἡ δόξα μου καινὴ μετ’ ἐμοῦ καὶ τὸ τόξον μου ἐν χειρὶ αὐτοῦ πορεύσεται我的榮耀在我身上常新,我的弓也必在他手中前行。My glory is fresh with me, and my bow shall go forth in his hand.
29:21 ἐμοῦ ἀκούσαντες προσέσχον ἐσιώπησαν δὲ ἐπὶ τῇ ἐμῇ βουλῇ人聽我的話就留心,因我的議論而靜默。Those who heard me gave heed, and kept silence at my counsel.
29:22 ἐπὶ δὲ τῷ ἐμῷ ῥήματι οὐ προσέθεντο περιχαρεῖς δὲ ἐγίνοντο ὁπόταν αὐτοῖς ἐλάλουν我說完話,他們不再加添甚麼;我對他們說話的時候,他們就滿心歡喜。After my word they added nothing, and they became exceedingly glad whenever I spoke to them.
29:23 ὥσπερ γῆ διψῶσα προσδεχομένη τὸν ὑετόν οὕτως οὗτοι τὴν ἐμὴν λαλιάν如同乾渴的地等候雨水,他們也這樣等候我的言語。As thirsty earth awaiting the rain, so did these await my speech.
29:24 ἐὰν γελάσω πρὸς αὐτούς οὐ μὴ πιστεύσωσιν καὶ φῶς τοῦ προσώπου μου οὐκ ἀπέπιπτεν我若向他們發笑,他們簡直不敢相信;我臉上的光也未曾消減。If I laughed toward them, they would not believe it; and the light of my face did not fall away.
29:25 ἐξελεξάμην ὁδὸν αὐτῶν καὶ ἐκάθισα ἄρχων καὶ κατεσκήνουν ὡσεὶ βασιλεὺς ἐν μονοζώνοις ὃν τρόπον παθεινοὺς παρακαλῶν我揀選他們的道路,坐著作首領;我安居如君王在輕裝的兵丁中,又像安慰受苦之人一樣。I chose out their way, and sat as chief; and I dwelt as a king among light-armed troops, in the manner of one comforting those who suffer.